Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Alcestis
EuripidesAlcestis 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1ἈπόλλωνὮ δώματ’ Ἀδμήτειʼ, ἐν οἷς ἔτλην ἐγὼθῆσσαν τράπεζαν αἰνέσαι θεός περ ὤν. Ζεὺς γὰρ κατακτὰς παῖδα τὸν ἐμὸν αἴτιοςἈσκληπιόν, στέρνοισιν ἐμβαλὼν φλόγα· οὗ δὴ χολωθεὶς τέκτονας Δίου πυρὸςκτείνω Κύκλωπας· καί με θητεύειν πατὴρθνητῷ παρ’ ἀνδρὶ τῶνδ’ ἄποιν’ ἠνάγκασεν. ἐλθὼν δὲ γαῖαν τήνδ’ ἐβουφόρβουν ξένῳ, καὶ τόνδ’ ἔσῳζον οἶκον ἐς τόδ’ ἡμέρας. ὁσίου γὰρ ἀνδρὸς ὅσιος ὢν ἐτύγχανονπαιδὸς Φέρητος, ὃν θανεῖν ἐρρυσάμην, Μοίρας δολώσας· ᾔνεσαν δέ μοι θεαὶἌδμητον ᾅδην τὸν παραυτίκ’ ἐκφυγεῖν, ἄλλον διαλλάξαντα τοῖς κάτω νεκρόν. πάντας δ’ ἐλέγξας καὶ διεξελθὼν φίλους, πατέρα γεραιάν θ’ ἥ σφ’ ἔτικτε μητέρα, οὐχ ηὗρε πλὴν γυναικὸς ὅστις ἤθελεθανὼν πρὸ κείνου μηκέτ’ εἰσορᾶν φάος· ἣ νῦν κατ’ οἴκους ἐν χεροῖν βαστάζεταιψυχορραγοῦσα· τῇδε γάρ σφ’ ἐν ἡμέρᾳθανεῖν πέπρωται καὶ μεταστῆναι βίου. ἐγὼ δέ, μὴ μίασμά μ’ ἐν δόμοις κίχῃ, λείπω μελάθρων τῶνδε φιλτάτην στέγην. ἤδη δὲ τόνδε Θάνατον εἰσορῶ πέλας, ἱερῆ θανόντων, ὅς νιν εἰς Ἅιδου δόμουςμέλλει κατάξειν· συμμέτρως δ’ ἀφίκετο, φρουρῶν τόδ’ ἦμαρ ᾧ θανεῖν αὐτὴν χρεών.
1.2
28Θάνατοςἆ ἆ· τί σὺ πρὸς μελάθροις; τί σὺ τῇδε πολεῖς, Φοῖβʼ; ἀδικεῖς αὖ τιμὰς ἐνέρωνἀφοριζόμενος καὶ καταπαύων; οὐκ ἤρκεσέ σοι μόρον Ἀδμήτουδιακωλῦσαι, Μοίρας δολίῳσφήλαντι τέχνῃ; νῦν δ’ ἐπὶ τῇδ’ αὖχέρα τοξήρη φρουρεῖς ὁπλίσας, ἣ τόδ’ ὑπέστη πόσιν ἐκλύσασ’ αὐτὴ προθανεῖν Πελίου παῖς.
1.3
38Ἀπόλλωνθάρσει· δίκην τοι καὶ λόγους κεδνοὺς ἔχω. Θάνατοςτί δῆτα τόξων ἔργον, εἰ δίκην ἔχεις; Ἀπόλλωνσύνηθες αἰεὶ ταῦτα βαστάζειν ἐμοί. Θάνατοςκαὶ τοῖσδέ γ’ οἴκοις ἐκδίκως προσωφελεῖν. Ἀπόλλωνφίλου γὰρ ἀνδρὸς συμφοραῖς βαρύνομαι. Θάνατοςκαὶ νοσφιεῖς με τοῦδε δευτέρου νεκροῦ; Ἀπόλλωνἀλλ’ οὐδ’ ἐκεῖνον πρὸς βίαν σ’ ἀφειλόμην. Θάνατοςπῶς οὖν ὑπὲρ γῆς ἐστι κοὐ κάτω χθονός; Ἀπόλλωνδάμαρτ’ ἀμείψας, ἣν σὺ νῦν ἥκεις μέτα. Θάνατοςκἀπάξομαί γε νερτέρων ὑπὸ χθόνα. Ἀπόλλωνλαβὼν ἴθʼ· οὐ γὰρ οἶδ’ ἂν εἰ πείσαιμί σε. Θάνατοςκτείνειν γ’ ὃν ἂν χρῇ; τοῦτο γὰρ τετάγμεθα. Ἀπόλλωνοὔκ, ἀλλὰ τοῖς μέλλουσι θάνατον ἐμβαλεῖν. Θάνατοςἔχω λόγον δὴ καὶ προθυμίαν σέθεν. Ἀπόλλωνἔστ’ οὖν ὅπως Ἄλκηστις ἐς γῆρας μόλοι; Θάνατοςοὐκ ἔστι· τιμαῖς κἀμὲ τέρπεσθαι δόκει. Ἀπόλλωνοὔτοι πλέον γ’ ἂν ἢ μίαν ψυχὴν λάβοις. Θάνατοςνέων φθινόντων μεῖζον ἄρνυμαι γέρας. Ἀπόλλωνκἂν γραῦς ὄληται, πλουσίως ταφήσεται. Θάνατοςπρὸς τῶν ἐχόντων, Φοῖβε, τὸν νόμον τίθης. Ἀπόλλωνπῶς εἶπας; ἀλλ’ ἦ καὶ σοφὸς λέληθας ὤν; Θάνατοςὠνοῖντ’ ἂν οἷς πάρεστι γηραιοὺς θανεῖν. Ἀπόλλωνοὔκουν δοκεῖ σοι τήνδε μοι δοῦναι χάριν; Θάνατοςοὐ δῆτʼ· ἐπίστασαι δὲ τοὺς ἐμοὺς τρόπους. Ἀπόλλωνἐχθρούς γε θνητοῖς καὶ θεοῖς στυγουμένους. Θάνατοςοὐκ ἂν δύναιο πάντ’ ἔχειν ἃ μή σε δεῖ. Ἀπόλλωνἦ μὴν σὺ παύσῃ καίπερ ὠμὸς ὢν ἄγαν· τοῖος Φέρητος εἶσι πρὸς δόμους ἀνήρ, Εὐρυσθέως πέμψαντος ἵππειον μέταὄχημα Θρῄκης ἐκ τόπων δυσχειμέρων, ὃς δὴ ξενωθεὶς τοῖσδ’ ἐν Ἀδμήτου δόμοιςβίᾳ γυναῖκα τήνδε σ’ ἐξαιρήσεται. κοὔθ’ ἡ παρ’ ἡμῶν σοι γενήσεται χάριςδράσεις θ’ ὁμοίως ταῦτʼ, ἀπεχθήσῃ τ’ ἐμοί. Θάνατοςπόλλ’ ἂν σὺ λέξας οὐδὲν ἂν πλέον λάβοις· ἡ δ’ οὖν γυνὴ κάτεισιν εἰς Ἅιδου δόμους. στείχω δ’ ἐπ’ αὐτήν, ὡς κατάρξωμαι ξίφει· ἱερὸς γὰρ οὗτος τῶν κατὰ χθονὸς θεῶνὅτου τόδ’ ἔγχος κρατὸς ἁγνίσῃ τρίχα.
1.4
77Χορός— τί ποθ’ ἡσυχία πρόσθεν μελάθρων;— τί σεσίγηται δόμος Ἀδμήτου;— ἀλλ’ οὐδὲ φίλων πέλας οὐδείς, ὅστις ἂν εἴποι πότερον φθιμένηνβασίλεαν πενθεῖν χρή μʼ, ἢ ζῶσ’ ἔτιφῶς τόδε λεύσσει Πελίου παῖςἌλκηστις, ἐμοὶ πᾶσί τ’ ἀρίστηδόξασα γυνὴπόσιν εἰς αὑτῆς γεγενῆσθαι.
1.5
86Χορός— κλύει τις ἢ στεναγμὸν ἢχειρῶν κτύπον κατὰ στέγαςἢ γόον ὡς πεπραγμένων;— οὐ μὰν οὐδέ τις ἀμφιπόλων στα- τίζεται ἀμφὶ πύλας. εἰγὰρ μετακύμιος ἄτας, ὦ Παιάν, φανείης.
1.6
93Χορός— οὔ τἂν φθιμένης γ’ ἐσιώπων.— νέκυς ἤδη.— οὐ δὴ φροῦδός γ’ ἐξ οἴκων.— πόθεν; οὐκ αὐχῶ. τί σε θαρσύνει;— πῶς ἂν ἔρημον τάφον Ἄδμητος⋯ κεδνῆς ἂν ἔπραξε γυναικός;
1.7
98Χορός— πυλῶν πάροιθε δ’ οὐχ ὁρῶπηγαῖον ὡς νομίζεταιχέρνιβ’ ἐπὶ φθιτῶν πύλαις.— χαίτα τ’ οὔτις ἐπὶ προθύροις το- μαῖος, ἃ δὴ νεκύων πέν- θει πίτνει· οὐ νεολαίαδουπεῖ χεὶρ γυναικῶν.
1.8
105Χορός— καὶ μὴν τόδε κύριον ἦμαρ...— τί τόδ’ αὐδᾷς;— ᾧ χρή σφε μολεῖν κατὰ γαίας.— ἔθιγες ψυχᾶς, ἔθιγες δὲ φρενῶν.— χρὴ τῶν ἀγαθῶν διακναιομένωνπενθεῖν ὅστιςχρηστὸς ἀπ’ ἀρχῆς νενόμισται.
1.9
112Χορός— ἀλλ’ οὐδὲ ναυκληρίανἔσθ’ ὅποι τις αἴαςστείλας, ἢ Λυκίανεἴτ’ ἐπὶ τὰς ἀνύδρουςἈμμωνιάδας ἕδρας, δυστάνου παραλύσαιψυχάν· μόρος γὰρ ἀπότομοςπλάθει· θεῶν δ’ ἐπ’ ἐσχάραιςοὐκ ἔχω ἐπὶ τίναμηλοθύταν πορευθῶ.
1.10
122Χορός— μόνος δ’ ἄν, εἰ φῶς τόδ’ ἦνὄμμασιν δεδορκὼςΦοίβου παῖς, προλιποῦσ’ ἦλθεν ἕδρας σκοτίουςἍιδα τε πύλας· δμαθέντας γὰρ ἀνίστη, πρὶν αὐτὸν εἷλε διόβολονπλῆκτρον πυρὸς κεραυνίου. νῦν δὲ τίν’ ἔτι βίουἐλπίδα προσδέχωμαι;
1.11
132Χορός— πάντα γὰρ ἤδη τετέλεσται βασιλεῦσι, πάντων δὲ θεῶν ἐπὶ βωμοῖςαἱμόρραντοι θυσίαι πλήρεις· οὐδ’ ἔστι κακῶν ἄκος οὐδέν.
1.12
136Χορόςἀλλ’ ἥδ’ ὀπαδῶν ἐκ δόμων τις ἔρχεταιδακρυρροοῦσα, τίνα τύχην ἀκούσομαι; πενθεῖν μέν, εἴ τι δεσπόταισι τυγχάνει, συγγνωστόν· εἰ δ’ ἔτ’ ἐστὶν ἔμψυχος γυνὴεἴτ’ οὖν ὄλωλεν εἰδέναι βουλοίμεθ’ ἄν. Θεράπαινακαὶ ζῶσαν εἰπεῖν καὶ θανοῦσαν ἔστι σοι. Χορόςκαὶ πῶς ἂν αὑτὸς κατθάνοι τε καὶ βλέποι; Θεράπαιναἤδη προνωπής ἐστι καὶ ψυχορραγεῖ. Χορόςὦ τλῆμον, οἵας οἷος ὢν ἁμαρτάνεις. Θεράπαιναοὔπω τόδ’ οἶδε δεσπότης, πρὶν ἂν πάθῃ. Χορόςἐλπὶς μὲν οὐκέτ’ ἐστὶ σῴζεσθαι βίον; Θεράπαιναπεπρωμένη γὰρ ἡμέρα βιάζεται. Χορόςοὔκουν ἐπ’ αὐτῇ πράσσεται τὰ πρόσφορα; Θεράπαινακόσμος γ’ ἕτοιμος, ᾧ σφε συνθάψει πόσις. Χορόςἴστω νυν εὐκλεής γε κατθανουμένηγυνή τ’ ἀρίστη τῶν ὑφ’ ἡλίῳ, μακρῷ. Θεράπαιναπῶς δ’ οὐκ ἀρίστη; τίς δ’ ἐναντιώσεται; τί χρὴ γενέσθαι τὴν ὑπερβεβλημένηνγυναῖκα; πῶς δ’ ἂν μᾶλλον ἐνδείξαιτό τιςπόσιν προτιμῶσ’ ἢ θέλουσ’ ὑπερθανεῖν; καὶ ταῦτα μὲν δὴ πᾶσ’ ἐπίσταται πόλις· ἃ δ’ ἐν δόμοις ἔδρασε θαυμάσῃ κλύων. ἐπεὶ γὰρ ᾔσθεθ’ ἡμέραν τὴν κυρίανἥκουσαν, ὕδασι ποταμίοις λευκὸν χρόαἐλούσατʼ, ἐκ δ’ ἑλοῦσα κεδρίνων δόμωνἐσθῆτα κόσμον τ’ εὐπρεπῶς ἠσκήσατο, καὶ στᾶσα πρόσθεν Ἑστίας κατηύξατο· Δέσποινʼ, ἐγὼ γὰρ ἔρχομαι κατὰ χθονός, πανύστατόν σε προσπίτνουσ’ αἰτήσομαι, τέκν’ ὀρφανεῦσαι τἀμά· καὶ τῷ μὲν φίληνσύζευξον ἄλοχον, τῇ δὲ γενναῖον πόσιν. μηδ’ ὥσπερ αὐτῶν ἡ τεκοῦσ’ ἀπόλλυμαιθανεῖν ἀώρους παῖδας, ἀλλ’ εὐδαίμοναςἐν γῇ πατρῴᾳ τερπνὸν ἐκπλῆσαι βίον. πάντας δὲ βωμούς, οἳ κατ’ Ἀδμήτου δόμους, προσῆλθε κἀξέστεψε καὶ προσηύξατο, πτόρθων ἀποσχίζουσα μυρσίνης φόβην, ἄκλαυτος ἀστένακτος, οὐδὲ τοὐπιὸνκακὸν μεθίστη χρωτὸς εὐειδῆ φύσιν. κἄπειτα θάλαμον ἐσπεσοῦσα καὶ λέχος, ἐνταῦθα δὴ ʼδάκρυσε καὶ λέγει τάδε· Ὦ λέκτρον, ἔνθα παρθένει’ ἔλυσ’ ἐγὼκορεύματ’ ἐκ τοῦδ’ ἀνδρός, οὗ θνῄσκω πέρι, χαῖρʼ· οὐ γὰρ ἐχθαίρω σʼ· ἀπώλεσας δ’ ἐμὲμόνην· προδοῦναι γάρ σ’ ὀκνοῦσα καὶ πόσινθνῄσκω. σὲ δ’ ἄλλη τις γυνὴ κεκτήσεται, σώφρων μὲν οὐκ ἂν μᾶλλον, εὐτυχὴς δ’ ἴσως. κυνεῖ δὲ προσπίτνουσα, πᾶν δὲ δέμνιονὀφθαλμοτέγκτῳ δεύεται πλημμυρίδι. ἐπεὶ δὲ πολλῶν δακρύων εἶχεν κόρον, στείχει προνωπὴς ἐκπεσοῦσα δεμνίων, καὶ πολλὰ θαλάμων ἐξιοῦσ’ ἐπεστράφηκἄρριψεν αὑτὴν αὖθις ἐς κοίτην πάλιν. παῖδες δὲ πέπλων μητρὸς ἐξηρτημένοιἔκλαιον· ἣ δὲ λαμβάνουσ’ ἐς ἀγκάλαςἠσπάζετ’ ἄλλοτ’ ἄλλον, ὡς θανουμένη. πάντες δ’ ἔκλαιον οἰκέται κατὰ στέγαςδέσποιναν οἰκτίροντες. ἣ δὲ δεξιὰνπρούτειν’ ἑκάστῳ, κοὔτις ἦν οὕτω κακὸςὃν οὐ προσεῖπε καὶ προσερρήθη πάλιν. τοιαῦτ’ ἐν οἴκοις ἐστὶν Ἀδμήτου κακά. καὶ κατθανών τἂν ὤλετʼ, ἐκφυγών δ’ ἔχειτοσοῦτον ἄλγος, οὗ ποτ’— οὐ λελήσεται. Χορόςἦ που στενάζει τοισίδ’ Ἄδμητος κακοῖς, ἐσθλῆς γυναικὸς εἰ στερηθῆναί σφε χρή; Θεράπαινακλαίει γ’ ἄκοιτιν ἐν χεροῖν φίλην ἔχων, καὶ μὴ προδοῦναι λίσσεται, τἀμήχαναζητῶν· φθίνει γὰρ καὶ μαραίνεται νόσῳ. παρειμένη δέ, χειρὸς ἄθλιον βάρος⋯ ὅμως δὲ καίπερ σμικρὸν ἐμπνέουσ’ ἔτιβλέψαι πρὸς αὐγὰς βούλεται τὰς ἡλίουὡς οὔποτ’ αὖθις, ἀλλὰ νῦν πανύστατον. ἀκτῖνα κύκλον θ’ ἡλίου προσόψεται. ἀλλ’ εἶμι καὶ σὴν ἀγγελῶ παρουσίαν· οὐ γάρ τι πάντες εὖ φρονοῦσι κοιράνοις, ὥστ’ ἐν κακοῖσιν εὐμενεῖς παρεστάναι· σὺ δ’ εἶ παλαιὸς δεσπόταις ἐμοῖς φίλος.
1.13
213Χορός— ἰὼ Ζεῦ, τίς ἂν πῶς πᾷ πόρος κακῶνγένοιτο καὶ λύσις τύχαςἃ πάρεστι κοιράνοις;— αἰαῖ· εἶσί τις; ἢ τέμω τρίχα, καὶ μέλανα στολμὸν πέπλωνἀμφιβαλώμεθ’ ἤδη;— δῆλα μέν, φίλοι, δῆλά γʼ, ἀλλ’ ὅμωςθεοῖσιν εὐχώμεσθα· θεῶνγὰρ δύναμις μεγίστα.— ὦναξ Παιάν, ἔξευρε μηχανάν τιν’ Ἀδμήτῳ κακῶν.— πόριζε δὴ πόριζε· καὶ πάρος γὰρτοῦδ’ ἐφεῦρες, καὶ νῦνλυτήριος ἐκ θανάτου γενοῦ, φόνιον δ’ ἀπόπαυσον Ἅιδαν.
1.14
226Χορός— παπαῖ⋯ ὦ παῖ Φέρητος, οἷ’ ἔπρα- ξας δάμαρτος σᾶς στερείς.— αἰαῖ· ἄξια καὶ σφαγᾶς τάδε, καὶ πλέον ἢ βρόχῳ δέρηνοὐρανίῳ πελάσσαι; τὰν γὰρ οὐ φίλαν ἀλλὰ φιλτάτανγυναῖκα κατθανοῦσαν ἐνἄματι τῷδ’ ἐπόψῃ.— ἰδοὺ ἰδού, ἥδ’ ἐκ δόμων δὴ καὶ πόσις πορεύεται.— βόασον ὦ, στέναξον, ὦ Φεραίαχθών, τὰν ἀρίστανγυναῖκα μαραινομέναν νόσῳκατὰ γᾶς χθόνιον παρ’ Ἅιδαν.
1.15
238Χορόςοὔποτε φήσω γάμον εὐφραίνεινπλέον ἢ λυπεῖν, τοῖς τε πάροιθεντεκμαιρόμενος καὶ τάσδε τύχαςλεύσσων βασιλέως, ὅστις ἀρίστηςἀπλακὼν ἀλόχου τῆσδ’ ἀβίωτοντὸν ἔπειτα χρόνον βιοτεύσει.
1.16
244ἌλκηστιςἍλιε καὶ φάος ἁμέρας, οὐράνιαί τε δῖναι νεφέλας δρομαίου.
1.17
246Ἄδμητοςὁρᾷ σὲ κἀμέ, δύο κακῶς πεπραγότας, οὐδὲν θεοὺς δράσαντας ἀνθ’ ὅτου θανῇ.
1.18
248Ἄλκηστιςγαῖά τε καὶ μελάθρων στέγαινυμφίδιοί τε κοῖται πατρίας Ἰωλκοῦ.
1.19
250Ἄδμητοςἔπαιρε σαυτήν, ὦ τάλαινα, μὴ προδῷς· λίσσου δὲ τοὺς κρατοῦντας οἰκτῖραι θεούς.
1.20
252Ἄλκηστιςὁρῶ δίκωπον ὁρῶ σκάφος ἐν λίμνᾳ· νεκύων δὲ πορθμεὺςἔχων χέρ’ ἐπὶ κοντῷ Χάρωνμ’ ἤδη καλεῖ· Τί μέλλεις; ἐπείγου· σὺ κατείργεις. τάδε τοί μεσπερχόμενος ταχύνει.
1.21
257Ἄδμητοςοἴμοι, πικράν γε τήνδε μοι ναυκληρίανἔλεξας. ὦ δύσδαιμον, οἷα πάσχομεν.
1.22
259Ἄλκηστιςἄγει μ’ ἄγει τις· ἄγει μέ τις— οὐχ ὁρᾷς;— νεκύων ἐς αὐλάν, ὑπ’ ὀφρύσι κυαναυγέσιβλέπων πτερωτός— αἵδας. μέθες με· τί ῥέξεις; ἄφες.— οἵαν ὅδον ἁ δει- λαιότατα προβαίνω.
1.23
264Ἄδμητοςοἰκτρὰν φίλοισιν, ἐκ δὲ τῶν μάλιστ’ ἐμοὶκαὶ παισίν, οἷς δὴ πένθος ἐν κοινῷ τόδε.
1.24
266Ἄλκηστιςμέθετε μέθετέ μ’ ἤδη. κλίνατʼ, οὐ σθένω ποσίν· πλησίον Ἅιδας. σκοτία δ’ ἐπ’ ὄσσοισι νὺξ ἐφέρπει. τέκνα, τέκνʼ, οὐκέτι δὴοὐκέτι μάτηρ σφῷν ἔστιν. χαίροντες, ὦ τέκνα, τόδε φάος ὁρῷτον.
1.25
273Ἄδμητοςοἴμοι· τόδ’ ἔπος λυπρὸν ἀκούωκαὶ παντὸς ἐμοὶ θανάτου μεῖζον. μὴ πρός σε θεῶν τλῇς με προδοῦναι, μὴ πρὸς παίδων οὓς ὀρφανιεῖς, ἀλλ’ ἄνα, τόλμα· σοῦ γὰρ φθιμένης οὐκέτ’ ἂν εἴην· ἐν σοὶ δ’ ἐσμὲν καὶ ζῆν καὶ μή· σὴν γὰρ φιλίαν σεβόμεσθα.
1.26
280ἌλκηστιςἌδμηθʼ, ὁρᾷς γὰρ τἀμὰ πράγμαθ’ ὡς ἔχει, λέξαι θέλω σοι πρὶν θανεῖν ἃ βούλομαι. ἐγώ σε πρεσβεύουσα κἀντὶ τῆς ἐμῆςψυχῆς καταστήσασα φῶς τόδ’ εἰσορᾶν, θνῄσκω, παρόν μοι μὴ θανεῖν, ὑπὲρ σέθεν, ἀλλ’ ἄνδρα τε σχεῖν Θεσσαλῶν ὃν ἤθελον, καὶ δῶμα ναίειν ὄλβιον τυραννίδι. οὐκ ἠθέλησα ζῆν ἀποσπασθεῖσά σουσὺν παισὶν ὀρφανοῖσιν, οὐδ’ ἐφεισάμηνἥβης, ἔχουσ’ ἐν οἷς ἐτερπόμην ἐγώ. καίτοι σ’ ὁ φύσας χἠ τεκοῦσα προύδοσαν, καλῶς μὲν αὐτοῖς κατθανεῖν ἧκον βίου, καλῶς δὲ σῶσαι παῖδα κεὐκλεῶς θανεῖν. μόνος γὰρ αὐτοῖς ἦσθα, κοὔτις ἐλπὶς ἦνσοῦ κατθανόντος ἄλλα φιτύσειν τέκνα. κἀγώ τ’ ἂν ἔζων καὶ σὺ τὸν λοιπὸν χρόνον, κοὐκ ἂν μονωθεὶς σῆς δάμαρτος ἔστενεςκαὶ παῖδας ὠρφάνευες. ἀλλὰ ταῦτα μὲνθεῶν τις ἐξέπραξεν ὥσθ’ οὕτως ἔχειν. εἶεν· σὺ νῦν μοι τῶνδ’ ἀπόμνησαι χάριν· αἰτήσομαι γάρ σ’— ἀξίαν μὲν οὔποτε· ψυχῆς γὰρ οὐδέν ἐστι τιμιώτερον— δίκαια δʼ, ὡς φήσεις σύ· τούσδε γὰρ φιλεῖςοὐχ ἧσσον ἢ ʼγὼ παῖδας, εἴπερ εὖ φρονεῖς· τούτους ἀνάσχου δεσπότας ἐμῶν δόμων, καὶ μὴ ʼπιγήμῃς τοῖσδε μητρυιὰν τέκνοις, ἥτις κακίων οὖσ’ ἐμοῦ γυνὴ φθόνῳτοῖς σοῖσι κἀμοῖς παισὶ χεῖρα προσβαλεῖ. μὴ δῆτα δράσῃς ταῦτά γʼ, αἰτοῦμαί σ’ ἐγώ. ἐχθρὰ γὰρ ἡ ʼπιοῦσα μητρυιὰ τέκνοιςτοῖς πρόσθʼ, ἐχίδνης οὐδὲν ἠπιωτέρα. καὶ παῖς μὲν ἄρσην πατέρ’ ἔχει πύργον μέγαν, ὃν καὶ προσεῖπε καὶ προσερρήθη πάλιν. σὺ δʼ, ὦ τέκνον μοι, πῶς κορευθήσῃ καλῶς; ποίας τυχοῦσα συζύγου τῷ σῷ πατρί; μή σοί τιν’ αἰσχρὰν προσβαλοῦσα κληδόναἥβης ἐν ἀκμῇ σοὺς διαφθείρῃ γάμους. οὐ γάρ σε μήτηρ οὔτε νυμφεύσει ποτὲοὔτ’ ἐν τόκοισι σοῖσι θαρσυνεῖ, τέκνον, παροῦσʼ, ἵν’ οὐδὲν μητρὸς εὐμενέστερον. δεῖ γὰρ θανεῖν με· καὶ τόδ’ οὐκ ἐς αὔριονοὐδ’ ἐς τρίτην μοι μηνὸς ἔρχεται κακόν, ἀλλ’ αὐτίκ’ ἐν τοῖς οὐκέτ’ οὖσι λέξομαι. χαίροντες εὐφραίνοισθε· καὶ σοὶ μέν, πόσι, γυναῖκ’ ἀρίστην ἔστι κομπάσαι λαβεῖν, ὑμῖν δέ, παῖδες, μητρὸς ἐκπεφυκέναι. Χορόςθάρσει· πρὸ τούτου γὰρ λέγειν οὐχ ἅζομαι· δράσει τάδʼ, εἴπερ μὴ φρενῶν ἁμαρτάνει.
1.27
328Ἄδμητοςἔσται τάδ’ ἔσται, μὴ τρέσῃς· ἐπεὶ σ’ ἐγὼκαὶ ζῶσαν εἶχον καὶ θανοῦσ’ ἐμὴ γυνὴμόνη κεκλήσῃ, κοὔτις ἀντὶ σοῦ ποτετόνδ’ ἄνδρα νύμφη Θεσσαλὶς προσφθέγξεται. οὐκ ἔστιν οὕτως οὔτε πατρὸς εὐγενοῦςοὔτ’ εἶδος ἄλλως ἐκπρεπεστάτη γυνή. ἅλις δὲ παίδων· τῶνδ’ ὄνησιν εὔχομαιθεοῖς γενέσθαι· σοῦ γὰρ οὐκ ὠνήμεθα. οἴσω δὲ πένθος οὐκ ἐτήσιον τὸ σόν, ἀλλ’ ἔστ’ ἂν αἰὼν οὑμὸς ἀντέχῃ, γύναι, στυγῶν μὲν ἥ μ’ ἔτικτεν, ἐχθαίρων δ’ ἐμὸνπατέρα· λόγῳ γὰρ ἦσαν οὐκ ἔργῳ φίλοι. σὺ δ’ ἀντιδοῦσα τῆς ἐμῆς τὰ φίλταταψυχῆς ἔσωσας. ἆρά μοι στένειν πάρατοιᾶσδ’ ἁμαρτάνοντι συζύγου σέθεν; παύσω δὲ κώμους συμποτῶν θ’ ὁμιλίαςστεφάνους τε μοῦσάν θ’ ἣ κατεῖχ’ ἐμοὺς δόμους. οὐ γάρ ποτ’ οὔτ’ ἂν βαρβίτου θίγοιμ’ ἔτιοὔτ’ ἂν φρέν’ ἐξαίροιμι πρὸς Λίβυν λακεῖναὐλόν· σὺ γάρ μου τέρψιν ἐξείλου βίου. σοφῇ δὲ χειρὶ τεκτόνων δέμας τὸ σὸνεἰκασθὲν ἐν λέκτροισιν ἐκταθήσεται, ᾧ προσπεσοῦμαι καὶ περιπτύσσων χέραςὄνομα καλῶν σὸν τὴν φίλην ἐν ἀγκάλαιςδόξω γυναῖκα καίπερ οὐκ ἔχων ἔχειν· ψυχρὰν μέν, οἶμαι, τέρψιν, ἀλλ’ ὅμως βάροςψυχῆς ἀπαντλοίην ἄν. ἐν δ’ ὀνείρασιφοιτῶσά μ’ εὐφραίνοις ἄν· ἡδὺ γὰρ φίλουςκἀν νυκτὶ λεύσσειν, ὅντιν’ ἂν παρῇ χρόνον. εἰ δ’ Ὀρφέως μοι γλῶσσα καὶ μέλος παρῆν, ὥστ’ ἢ κόρην Δήμητρος ἢ κείνης πόσινὕμνοισι κηλήσαντά σ’ ἐξ Ἅιδου λαβεῖν, κατῆλθον ἄν, καί μ’ οὔθ’ ὁ Πλούτωνος κύωνοὔθ’ οὑπὶ κώπῃ ψυχοπομπὸς ἂν Χάρωνἔσχον, πρὶν ἐς φῶς σὸν καταστῆσαι βίον. ἀλλ’ οὖν ἐκεῖσε προσδόκα μʼ, ὅταν θάνω, καὶ δῶμ’ ἑτοίμαζʼ, ὡς συνοικήσουσά μοι. ἐν ταῖσιν αὐταῖς γάρ μ’ ἐπισκήψω κέδροιςσοὶ τούσδε θεῖναι πλευρά τ’ ἐκτεῖναι πέλαςπλευροῖσι τοῖς σοῖς· μηδὲ γὰρ θανών ποτεσοῦ χωρὶς εἴην τῆς μόνης πιστῆς ἐμοί. Χορόςκαὶ μὴν ἐγώ σοι πένθος ὡς φίλος φίλῳλυπρὸν συνοίσω τῆσδε· καὶ γὰρ ἀξία.
1.28
371Ἄλκηστιςὦ παῖδες, αὐτοὶ δὴ τάδ’ εἰσηκούσατεπατρὸς λέγοντος μὴ γαμεῖν ἄλλην ποτὲγυναῖκ’ ἐφ’ ὑμῖν μηδ’ ἀτιμάσειν ἐμέ. Ἄδμητοςκαὶ νῦν γέ φημι, καὶ τελευτήσω τάδε. Ἄλκηστιςἐπὶ τοῖσδε παῖδας χειρὸς ἐξ ἐμῆς δέχου. Ἄδμητοςδέχομαι, φίλον γε δῶρον ἐκ φίλης χερός. Ἄλκηστιςσὺ νῦν γενοῦ τοῖσδ’ ἀντ’ ἐμοῦ μήτηρ τέκνοις. Ἄδμητοςπολλή μ’ ἀνάγκη, σοῦ γ’ ἀπεστερημένοις. Ἄλκηστιςὦ τέκνʼ, ὅτε ζῆν χρῆν μʼ, ἀπέρχομαι κάτω. Ἄδμητοςοἴμοι, τί δράσω δῆτα σοῦ μονούμενος; Ἄλκηστιςχρόνος μαλάξει σʼ· οὐδέν ἐσθ’ ὁ κατθανών. Ἄδμητοςἄγου με σὺν σοί, πρὸς θεῶν, ἄγου κάτω. Ἄλκηστιςἀρκοῦμεν ἡμεῖς οἱ προθνῄσκοντες σέθεν. Ἄδμητοςὦ δαῖμον, οἵας συζύγου μ’ ἀποστερεῖς. Ἄλκηστιςκαὶ μὴν σκοτεινὸν ὄμμα μου βαρύνεται. Ἄδμητοςἀπωλόμην ἄρ’, εἴ με δὴ λείψεις, γύναι. Ἄλκηστιςὡς οὐκέτ’ οὖσαν οὐδὲν ἂν λέγοις ἐμέ. Ἄδμητοςὄρθου πρόσωπον, μὴ λίπῃς παῖδας σέθεν. Ἄλκηστιςοὐ δῆθ’ ἑκοῦσά γʼ, ἀλλὰ χαίρετʼ, ὦ τέκνα. Ἄδμητοςβλέψον πρὸς αὐτοὺς βλέψον. Ἄλκηστιςοὐδέν εἰμ’ ἔτι. Ἄδμητοςτί δρᾷς; προλείπεις; Ἄλκηστιςχαῖρʼ. Ἄδμητοςἀπωλόμην τάλας. Χορόςβέβηκεν, οὐκέτ’ ἔστιν Ἀδμήτου γυνή.
1.29
393Παῖςἰώ μοι τύχας. μαῖα δὴ κάτωβέβακεν, οὐκέτ’ ἔστιν, ὦπάτερ, ὑφ’ ἁλίῳ. προλιποῦσα δ’ ἀμὸνβίον ὠρφάνισσε τλάμων. ἴδε γὰρ ἴδε βλέφαρον καὶ παρατόνους χέρας. ὑπάκουσον ἄκουσον, ὦ μᾶτερ, ἀντιάζω. ἐγώ σ’ ἐγώ, μᾶτερ, καλοῦμαί σ’ ὁ σὸς ποτὶ σοῖσι πίτ- στόμασιν νεοσσός.
1.30
404Ἄδμητοςτὴν οὐ κλύουσαν οὐδ’ ὁρῶσαν· ὥστ’ ἐγὼκαὶ σφὼ βαρείᾳ συμφορᾷ πεπλήγμεθα.
1.31
406Παῖςνέος ἐγώ, πάτερ, λείπομαι φίλαςμονόστολός τε ματρός· ὦσχέτλια δὴ παθὼνἐγὼ ἐργὰ.., σύ τέ μοι σύγκασι κούρασυνέτλας·⋯ ὦ πάτερ, ἀνόνατ’ ἀνόνατ’ ἐνύμφευσας, οὐδὲ γήρωςἔβας τέλος σὺν τᾷδʼ· ἔφθιτο γὰρ πάρος· οἰχομένας δὲ σοῦ, μᾶτερ, ὄλωλεν οἶκος.
1.32
416ΧορόςἌδμητʼ, ἀνάγκη τάσδε συμφορὰς φέρειν· οὐ γάρ τι πρῶτος οὐδὲ λοίσθιος βροτῶνγυναικὸς ἐσθλῆς ἤμπλακες· γίγνωσκε δὲὡς πᾶσιν ἡμῖν κατθανεῖν ὀφείλεται. Ἄδμητοςἐπίσταμαί γε, κοὐκ ἄφνω κακὸν τόδεπροσέπτατʼ· εἰδὼς δ’ αὔτ’ ἐτειρόμην πάλαι. ἀλλʼ, ἐκφορὰν γὰρ τοῦδε θήσομαι νεκροῦ, πάρεστε καὶ μένοντες ἀντηχήσατεπαιᾶνα τῷ κάτωθεν ἀσπόνδῳ θεῷ. πᾶσιν δὲ Θεσσαλοῖσιν ὧν ἐγὼ κρατῶπένθους γυναικὸς τῆσδε κοινοῦσθαι λέγωκουρᾷ ξυρήκει καὶ μελαμπέπλῳ στολῇ· τέθριππά θ’ οἳ ζεύγνυσθε καὶ μονάμπυκαςπώλους, σιδήρῳ τέμνετ’ αὐχένων φόβην. αὐλῶν δὲ μὴ κατ’ ἄστυ, μὴ λύρας κτύποςἔστω σελήνας δώδεκ’ ἐκπληρουμένας· οὐ γάρ τιν’ ἄλλον φίλτερον θάψω νεκρὸντοῦδ’ οὐδ’ ἀμείνον’ εἰς ἔμʼ· ἀξία δέ μοιτιμῆς, ἐπεὶ τέθνηκεν ἀντ’ ἐμοῦ μόνη.
1.33
435Χορόςὦ Πελίου θύγατερ, χαίρουσά μοι εἰν Ἀίδαο δόμοιςτὸν ἀνάλιον οἶκον οἰκετεύοις. ἴστω δ’ Ἀίδας ὁ μελαγχαίτας θεὸς ὅς τ’ ἐπὶ κώπᾳπηδαλίῳ τε γέρωννεκροπομπὸς ἵζει, πολὺ δὴ πολὺ δὴ γυναῖκ’ ἀρίστανλίμναν Ἀχεροντίαν πορεύ- σας ἐλάτᾳ δικώπῳ.
1.34
445Χορόςπολλά σε μουσοπόλοιμέλψουσι καθ’ ἑπτάτονόν τ’ ὀρείανχέλυν ἔν τ’ ἀλύροις κλέοντες ὕμνοις, Σπάρτᾳ κύκλος ἁνίκα Καρνείου περινίσσεται ὥραςμηνός, ἀειρομέναςπαννύχου σελάνας, λιπαραῖσί τ’ ἐν ὀλβίαις Ἀθάναις. τοίαν ἔλιπες θανοῦσα μολ- πὰν μελέων ἀοιδοῖς.
1.35
455Χορόςεἴθ’ ἐπ’ ἐμοὶ μὲν εἴη, δυναίμαν δέ σε πέμψαιφάος ἐξ Ἀίδα τεράμνωνκαὶ Κωκυτοῖο ῥεέθρωνποταμίᾳ νερτέρᾳ τε κώπᾳ. σὺ γὰρ ὤ, μόνα, ὦ φίλα γυναικῶν, σὺ τὸν αὑτᾶςἔτλας πόσιν ἀντὶ σᾶς ἀμεῖψαιψυχᾶς ἐξ Ἅιδα. κούφα σοιχθὼν ἐπάνωθε πέσοι, γύναι. εἰ δέ τικαινὸν ἕλοιτο πόσις λέχος, ἦ μάλ’ ἂν ἔμοιγ’ ἂν εἴηστυγηθεὶς τέκνοις τε τοῖς σοῖς.
1.36
466Χορόςματέρος οὐ θελούσαςπρὸ παιδὸς χθονὶ κρύψαιδέμας, οὐδὲ πατρὸς γεραιοῦ,⋯ ὃν ἔτεκον δʼ, οὐκ ἔτλαν ῥύεσθαι, σχετλίω, πολιὰν ἔχοντε χαίταν. σὺ δ’ ἐν ἥβᾳνέᾳ προθανοῦσα φωτὸς οἴχῃ. τοιαύτας εἴη μοι κῦρσαισυνδυάδος φιλίας ἀλόχου· τοῦτο γὰρἐν βιότῳ σπάνιον μέρος· ἦ γὰρ ἂν ἔμοιγ’ ἄλυποςδι’ αἰῶνος ἂν ξυνείη.
1.37
476Ἡρακλῆςξένοι, Φεραίας τῆσδε κωμῆται χθονός, Ἄδμητον ἐν δόμοισιν ἆρα κιγχάνω; Χορόςἔστ’ ἐν δόμοισι παῖς Φέρητος, Ἡράκλεις. ἀλλ’ εἰπὲ χρεία τίς σε Θεσσαλῶν χθόναπέμπει, Φεραῖον ἄστυ προσβῆναι τόδε. ἩρακλῆςΤιρυνθίῳ πράσσω τιν’ Εὐρυσθεῖ πόνον. Χορόςκαὶ ποῖ πορεύῃ; τῷ προσέζευξαι πλάνῳ; ἩρακλῆςΘρῃκὸς τέτρωρον ἅρμα Διομήδους μέτα. Χορόςπῶς οὖν δυνήσῃ; μῶν ἄπειρος εἶ ξένου; Ἡρακλῆςἄπειρος· οὔπω Βιστόνων ἦλθον χθόνα. Χορόςοὐκ ἔστιν ἵππων δεσπόσαι σ’ ἄνευ μάχης. Ἡρακλῆςἀλλ’ οὐδ’ ἀπειπεῖν μὴν πόνους οἷόν τ’ ἐμοί. Χορόςκτανὼν ἄρ’ ἥξεις ἢ θανὼν αὐτοῦ μενεῖς. Ἡρακλῆςοὐ τόνδ’ ἀγῶνα πρῶτον ἂν δράμοιμ’ ἐγώ. Χορόςτί δ’ ἂν κρατήσας δεσπότην πλέον λάβοις; Ἡρακλῆςπώλους ἀπάξω κοιράνῳ Τιρυνθίῳ. Χορόςοὐκ εὐμαρὲς χαλινὸν ἐμβαλεῖν γνάθοις. Ἡρακλῆςεἰ μή γε πῦρ πνέουσι μυκτήρων ἄπο. Χορόςἀλλ’ ἄνδρας ἀρταμοῦσι λαιψηραῖς γνάθοις. Ἡρακλῆςθηρῶν ὀρείων χόρτον, οὐχ ἵππων, λέγεις. Χορόςφάτνας ἴδοις ἂν αἵμασιν πεφυρμένας. Ἡρακλῆςτίνος δ’ ὁ θρέψας παῖς πατρὸς κομπάζεται; ΧορόςἌρεος, ζαχρύσου Θρῃκίας πέλτης ἄναξ. Ἡρακλῆςκαὶ τόνδε τοὐμοῦ δαίμονος πόνον λέγεις· σκληρὸς γὰρ αἰεὶ καὶ πρὸς αἶπος ἔρχεται· εἰ χρή με παισὶν οἷς Ἄρης ἐγείνατομάχην συνάψαι, πρῶτα μὲν Λυκάονι, αὖθις δὲ Κύκνῳ, τόνδε δ’ ἔρχομαι τρίτονἀγῶνα πώλοις δεσπότῃ τε συμβαλῶν. ἀλλ’ οὔτις ἔστιν ὃς τὸν Ἀλκμήνης γόνοντρέσαντα χεῖρα πολεμίαν ποτ’ ὄψεται.
1.38
507Χορόςκαὶ μὴν ὅδ’ αὐτὸς τῆσδε κοίρανος χθονὸςἌδμητος ἔξω δωμάτων πορεύεται. Ἄδμητοςχαῖρʼ, ὦ Διὸς παῖ Περσέως τ’ ἀφ’ αἵματος. ἩρακλῆςἌδμητε, καὶ σὺ χαῖρε, Θεσσαλῶν ἄναξ. Ἄδμητοςθέλοιμ’ ἄν· εὔνουν δ’ ὄντα σ’ ἐξεπίσταμαι. Ἡρακλῆςτί χρῆμα κουρᾷ τῇδε πενθίμῳ πρέπεις; Ἄδμητοςθάπτειν τιν’ ἐν τῇδ’ ἡμέρᾳ μέλλω νεκρόν. Ἡρακλῆςἀπ’ οὖν τέκνων σῶν πημονὴν εἴργοι θεός. Ἄδμητοςζῶσιν κατ’ οἴκους παῖδες οὓς ἔφυσ’ ἐγώ. Ἡρακλῆςπατήρ γε μὴν ὡραῖος, εἴπερ οἴχεται. Ἄδμητοςκἀκεῖνος ἔστι χἡ τεκοῦσά μʼ, Ἡράκλεις. Ἡρακλῆςοὐ μὴν γυνή γ’ ὄλωλεν Ἄλκηστις σέθεν; Ἄδμητοςδιπλοῦς ἐπ’ αὐτῇ μῦθος ἔστι μοι λέγειν. Ἡρακλῆςπότερα θανούσης εἶπας ἢ ζώσης ἔτι; Ἄδμητοςἔστιν τε κοὐκέτ’ ἔστιν, ἀλγύνει δ’ ἐμέ. Ἡρακλῆςοὐδέν τι μᾶλλον οἶδʼ· ἄσημα γὰρ λέγεις. Ἄδμητοςοὐκ οἶσθα μοίρας ἧς τυχεῖν αὐτὴν χρεών; Ἡρακλῆςοἶδʼ, ἀντὶ σοῦ γε κατθανεῖν ὑφειμένην. Ἄδμητοςπῶς οὖν ἔτ’ ἔστιν, εἴπερ ᾔνεσεν τάδε; Ἡρακλῆςἆ, μὴ πρόκλαι’ ἄκοιτιν, ἐς τότ’ ἀμβαλοῦ. Ἄδμητοςτέθνηχ’ ὁ μέλλων, κοὐκέτ’ ἔσθ’ ὁ κατθανών. Ἡρακλῆςχωρὶς τό τ’ εἶναι καὶ τὸ μὴ νομίζεται. Ἄδμητοςσὺ τῇδε κρίνεις, Ἡράκλεις, κείνῃ δ’ ἐγώ. Ἡρακλῆςτί δῆτα κλαίεις; τίς φίλων ὁ κατθανών; Ἄδμητοςγυνή· γυναικὸς ἀρτίως μεμνήμεθα. Ἡρακλῆςὀθνεῖος ἢ σοὶ συγγενὴς γεγῶσά τις; Ἄδμητοςὀθνεῖος, ἄλλως δ’ ἦν ἀναγκαία δόμοις. Ἡρακλῆςπῶς οὖν ἐν οἴκοις σοῖσιν ὤλεσεν βίον; Ἄδμητοςπατρὸς θανόντος ἐνθάδ’ ὠρφανεύετο.
1.39
536Ἡρακλῆςφεῦ. εἴθ’ ηὕρομέν σʼ, Ἄδμητε, μὴ λυπούμενον. Ἄδμητοςὡς δὴ τί δράσων τόνδ’ ὑπορράπτεις λόγον; Ἡρακλῆςξένων πρὸς ἄλλων ἑστίαν πορεύσομαι. Ἄδμητοςοὐκ ἔστιν, ὦναξ· μὴ τοσόνδ’ ἔλθοι κακόν. Ἡρακλῆςλυπουμένοις ὀχληρός, εἰ μόλοι, ξένος. Ἄδμητοςτεθνᾶσιν οἱ θανόντες· ἀλλ’ ἴθ’ ἐς δόμους. Ἡρακλῆςαἰσχρὸν παρὰ κλαίουσι θοινᾶσθαι ξένους. Ἄδμητοςχωρὶς ξενῶνές εἰσιν οἷ σ’ ἐσάξομεν. Ἡρακλῆςμέθες με, καί σοι μυρίαν ἕξω χάριν. Ἄδμητοςοὐκ ἔστιν ἄλλου σ’ ἀνδρὸς ἑστίαν μολεῖν. ἡγοῦ σὺ τῷδε δωμάτων ἐξωπίουςξενῶνας οἴξας, τοῖς τ’ ἐφεστῶσιν φράσονσίτων παρεῖναι πλῆθος· εὖ δὲ κλῄσατεθύρας μεσαύλους· οὐ πρέπει θοινωμένουςκλύειν στεναγμῶν οὐδὲ λυπεῖσθαι ξένους. Χορόςτί δρᾷς; τοιαύτης συμφορᾶς προκειμένης, Ἄδμητε, τολμᾷς ξενοδοκεῖν; τί μῶρος εἶ; Ἄδμητοςἀλλ’ εἰ δόμων σφε καὶ πόλεως ἀπήλασαξένον μολόντα, μᾶλλον ἄν μ’ ἐπῄνεσας; οὐ δῆτʼ, ἐπεί μοι συμφορὰ μὲν οὐδὲν ἂνμείων ἐγίγνετʼ, ἀξενώτερος δ’ ἐγώ. καὶ πρὸς κακοῖσιν ἄλλο τοῦτ’ ἂν ἦν κακόν, δόμους καλεῖσθαι τοὺς ἐμοὺς ἐχθροξένους. αὐτὸς δ’ ἀρίστου τοῦδε τυγχάνω ξένου, ὅταν ποτ’ Ἄργους διψίαν ἔλθω χθόνα. Χορόςπῶς οὖν ἔκρυπτες τὸν παρόντα δαίμονα, φίλου μολόντος ἀνδρός, ὡς αὐτὸς λέγεις; Ἄδμητοςοὐκ ἄν ποτ’ ἠθέλησεν εἰσελθεῖν δόμους, εἰ τῶν ἐμῶν τι πημάτων ἐγνώρισε. καὶ τῷ μέν, οἶμαι, δρῶν τάδ’ οὐ φρονεῖν δοκῶ, οὐδ’ αἰνέσει με· τἀμὰ δ’ οὐκ ἐπίσταταιμέλαθρ’ ἀπωθεῖν οὐδ’ ἀτιμάζειν ξένους.
1.40
568Χορόςὦ πολύξεινος καὶ ἐλεύθερος ἀνδρὸς ἀεί ποτ’ οἶκος, σέ τοι καὶ ὁ Πύθιος εὐλύρας Ἀπόλλωνἠξίωσε ναίειν, ἔτλα δὲ σοῖσι μηλονόμαςἐν δόμοις γενέσθαι, δοχμιᾶν διὰ κλιτύωνβοσκήμασι σοῖσι συρίζωνποιμνίτας ὑμεναίους.
1.41
578Χορόςσὺν δ’ ἐποιμαίνοντο χαρᾷ μελέων βαλιαί τε λύγκες, ἔβα δὲ λιποῦσ’ Ὄθρυος νάπαν λεόντωνἁ δαφοινὸς ἴλα· χόρευσε δ’ ἀμφὶ σὰν κιθάραν, Φοῖβε, ποικιλόθριξνεβρὸς ὑψικόμων πέρανβαίνουσ’ ἐλατᾶν σφυρῷ κούφῳ, χαίρουσ’ εὔφρονι μολπᾷ.
1.42
588Χορόςτοιγὰρ πολυμηλοτάτανἑστίαν οἰκεῖς παρὰ καλλίναονΒοιβίαν λίμναν. ἀρότοις δὲ γυᾶνκαὶ πεδίων δαπέδοις ὅρον ἀμφὶ μὲνἀελίου κνεφαίανἱππόστασιν αἰθέρα τὰν Μολοσσῶν⋯ τίθεται, πόντιον δ’ Αἰγαίων’ ἐπ’ ἀκτὰνἀλίμενον Πηλίου κρατύνει.
1.43
597Χορόςκαὶ νῦν δόμον ἀμπετάσαςδέξατο ξεῖνον νοτερῷ βλεφάρῳ, τᾶς φίλας κλαίων ἀλόχου νέκυν ἐνδώμασιν ἀρτιθανῆ· τὸ γὰρ εὐγενὲςἐκφέρεται πρὸς αἰδῶ. ἐν τοῖς ἀγαθοῖσι δὲ πάντ’ ἔνεστιν σοφίας. ἄγαμαι· πρὸς δ’ ἐμᾷ ψυχᾷ θάρσος ἧσταιθεοσεβῆ φῶτα κεδνὰ πράξειν.
1.44
606Ἄδμητοςἀνδρῶν Φεραίων εὐμενὴς παρουσία, νέκυν μὲν ἤδη πάντ’ ἔχοντα πρόσπολοιφέρουσιν ἄρδην πρὸς τάφον τε καὶ πυράν· ὑμεῖς δὲ τὴν θανοῦσαν, ὡς νομίζεται, προσείπατ’ ἐξιοῦσαν ὑστάτην ὁδόν. Χορόςκαὶ μὴν ὁρῶ σὸν πατέρα γηραιῷ ποδὶστείχοντʼ, ὀπαδούς τ’ ἐν χεροῖν δάμαρτι σῇκόσμον φέροντας, νερτέρων ἀγάλματα. Φέρηςἥκω κακοῖσι σοῖσι συγκάμνων, τέκνον· ἐσθλῆς γάρ, οὐδεὶς ἀντερεῖ, καὶ σώφρονοςγυναικὸς ἡμάρτηκας. ἀλλὰ ταῦτα μὲνφέρειν ἀνάγκη καίπερ ὄντα δύσφορα. δέχου δὲ κόσμον τόνδε, καὶ κατὰ χθονὸςἴτω. τὸ ταύτης σῶμα τιμᾶσθαι χρεών, ἥτις γε τῆς σῆς προύθανε ψυχῆς, τέκνον, καί μ’ οὐκ ἄπαιδ’ ἔθηκεν οὐδ’ εἴασε σοῦστερέντα γήρᾳ πενθίμῳ καταφθίνειν, πάσαις δ’ ἔθηκεν εὐκλεέστερον βίονγυναιξίν, ἔργον τλᾶσα γενναῖον τόδε. ὦ τόνδε μὲν σώσασʼ, ἀναστήσασα δὲἡμᾶς πίτνοντας, χαῖρε, κἀν Ἅιδου δόμοιςεὖ σοι γένοιτο. φημὶ τοιούτους γάμουςλύειν βροτοῖσιν, ἢ γαμεῖν οὐκ ἄξιον.
1.45
629Ἄδμητοςοὔτ’ ἦλθες ἐς τόνδ’ ἐξ ἐμοῦ κληθεὶς τάφον, οὔτ’ ἐν φίλοισι σὴν παρουσίαν λέγω. κόσμον δὲ τὸν σὸν οὔποθ’ ἥδ’ ἐνδύσεται. οὐ γάρ τι τῶν σῶν ἐνδεὴς ταφήσεται. τότε ξυναλγεῖν χρῆν σ’ ὅτ’ ὠλλύμην ἐγώ. σὺ δ’ ἐκποδὼν στὰς καὶ παρεὶς ἄλλῳ θανεῖννέῳ γέρων ὤν, τόνδ’ ἀποιμώξῃ νεκρόν; οὐκ ἦσθ’ ἄρ’ ὀρθῶς τοῦδε σώματος πατήρ; οὐδ’ ἡ τεκεῖν φάσκουσα καὶ κεκλημένημήτηρ μ’ ἔτικτε; δουλίου δ’ ἀφ’ αἵματοςμαστῷ γυναικὸς σῆς ὑπεβλήθην λάθρᾳ; ἔδειξας εἰς ἔλεγχον ἐξελθὼν ὃς εἶ, καί μ’ οὐ νομίζω παῖδα σὸν πεφυκέναι. ἦ τἄρα πάντων διαπρέπεις ἀψυχίᾳ, ὃς τηλικόσδ’ ὢν κἀπὶ τέρμ’ ἥκων βίουοὐκ ἠθέλησας οὐδ’ ἐτόλμησας θανεῖντοῦ σοῦ πρὸ παιδός, ἀλλὰ τήνδ’ εἰάσατεγυναῖκ’ ὀθνείαν, ἣν ἐγὼ καὶ μητέραπατέρα τέ γ’ ἐνδίκως ἂν ἡγοίμην μόνην. καίτοι καλόν γ’ ἂν τόνδ’ ἀγῶν’ ἠγωνίσω, τοῦ σοῦ πρὸ παιδὸς κατθανών, βραχὺς δέ σοιπάντως ὁ λοιπὸς ἦν βιώσιμος χρόνος. κἀγώ τ’ ἂν ἔζων χἥδε τὸν λοιπὸν χρόνον, κοὐκ ἂν μονωθεὶς ἔστενον κακοῖς ἐμοῖς. καὶ μὴν ὅσ’ ἄνδρα χρὴ παθεῖν εὐδαίμοναπέπονθας· ἥβησας μὲν ἐν τυραννίδι, παῖς δ’ ἦν ἐγώ σοι τῶνδε διάδοχος δόμων, ὥστ’ οὐκ ἄτεκνος κατθανὼν ἄλλοις δόμονλείψειν ἔμελλες ὀρφανὸν διαρπάσαι. οὐ μὴν ἐρεῖς γέ μ’ ὡς ἀτιμάζοντα σὸνγῆρας θανεῖν προύδωκας, ὅστις αἰδόφρωνπρὸς σ’ ἦ μάλιστα· κἀντὶ τῶνδέ μοι χάριντοιάνδε καὶ σὺ χἡ τεκοῦσ’ ἠλλαξάτην. τοιγὰρ φυτεύων παῖδας οὐκέτ’ ἂν φθάνοις, οἳ γηροβοσκήσουσι καὶ θανόντα σεπεριστελοῦσι καὶ προθήσονται νεκρόν. οὐ γάρ σ’ ἔγωγε τῇδ’ ἐμῇ θάψω χερί· τέθνηκα γὰρ δὴ τοὐπὶ σέ· εἰ δ’ ἄλλου τυχὼνσωτῆρος αὐγὰς εἰσορῶ, κείνου λέγωκαὶ παῖδά μ’ εἶναι καὶ φίλον γηροτρόφον. μάτην ἄρ’ οἱ γέροντες εὔχονται θανεῖν, γῆρας ψέγοντες καὶ μακρὸν χρόνον βίου· ἢν δ’ ἐγγὺς ἔλθῃ θάνατος, οὐδεὶς βούλεταιθνῄσκειν, τὸ γῆρας δ’ οὐκέτ’ ἔστ’ αὐτοῖς βαρύ. Χορόςπαύσασθʼ· ἅλις γὰρ ἡ παροῦσα συμφορά· ὦ παῖ, πατρὸς δὲ μὴ παροξύνῃς φρένας.
1.46
675Φέρηςὦ παῖ, τίν’ αὐχεῖς, πότερα Λυδὸν ἢ Φρύγακακοῖς ἐλαύνειν ἀργυρώνητον σέθεν; οὐκ οἶσθα Θεσσαλόν με κἀπὸ Θεσσαλοῦπατρὸς γεγῶτα γνησίως ἐλεύθερον; ἄγαν ὑβρίζεις, καὶ νεανίας λόγουςῥίπτων ἐς ἡμᾶς οὐ βαλὼν οὕτως ἄπει. ἐγὼ δέ σ’ οἴκων δεσπότην ἐγεινάμηνκἄθρεψʼ, ὀφείλω δ’ οὐχ ὑπερθνῄσκειν σέθεν· οὐ γὰρ πατρῷον τόνδ’ ἐδεξάμην νόμον, παίδων προθνῄσκειν πατέρας, οὐδ’ Ἑλληνικόν. σαυτῷ γὰρ εἴτε δυστυχὴς εἴτ’ εὐτυχὴςἔφυς· ἃ δ’ ἡμῶν χρῆν σε τυγχάνειν, ἔχεις. πολλῶν μὲν ἄρχεις, πολυπλέθρους δέ σοι γύαςλείψω· πατρὸς γὰρ ταὔτ’ ἐδεξάμην πάρα. τί δῆτά σ’ ἠδίκηκα; τοῦ σ’ ἀποστερῶ; μὴ θνῇσχ’ ὑπὲρ τοῦδ’ ἀνδρός, οὐδ’ ἐγὼ πρὸ σοῦ. χαίρεις ὁρῶν φῶς· πατέρα δ’ οὐ χαίρειν δοκεῖς; ἦ μὴν πολύν γε τὸν κάτω λογίζομαιχρόνον, τὸ δὲ ζῆν μικρόν, ἀλλ’ ὅμως γλυκύ. σὺ γοῦν ἀναιδῶς διεμάχου τὸ μὴ θανεῖν, καὶ ζῇς παρελθὼν τὴν πεπρωμένην τύχην, ταύτην κατακτάς· εἶτ’ ἐμὴν ἀψυχίανλέγεις, γυναικός, ὦ κάκισθʼ, ἡσσημένος, ἣ τοῦ καλοῦ σοῦ προύθανεν νεανίου; σοφῶς δ’ ἐφηῦρες ὥστε μὴ θανεῖν ποτε, εἰ τὴν παροῦσαν κατθανεῖν πείσεις ἀεὶγυναῖχ’ ὑπὲρ σοῦ· κᾆτ’ ὀνειδίζεις φίλοιςτοῖς μὴ θέλουσι δρᾶν τάδʼ, αὐτὸς ὢν κακός; σίγα· νόμιζε δʼ, εἰ σὺ τὴν σαυτοῦ φιλεῖςψυχήν, φιλεῖν ἅπαντας· εἰ δ’ ἡμᾶς κακῶςἐρεῖς, ἀκούσῃ πολλὰ κοὐ ψευδῆ κακά. Χορόςπλείω λέλεκται νῦν τε καὶ τὰ πρὶν κακά· παῦσαι δέ, πρέσβυ, παῖδα σὸν κακορροθῶν.
1.47
708Ἄδμητοςλέγʼ, ὡς ἐμοῦ λέξαντος· εἰ δ’ ἀλγεῖς κλύωντἀληθές, οὐ χρῆν σ’ εἰς ἔμ’ ἐξαμαρτάνειν. Φέρηςσοῦ δ’ ἂν προθνῄσκων μᾶλλον ἐξημάρτανον. Ἄδμητοςταὐτὸν γὰρ ἡβῶντ’ ἄνδρα καὶ πρέσβυν θανεῖν; Φέρηςψυχῇ μιᾷ ζῆν, οὐ δυοῖν, ὀφείλομεν. Ἄδμητοςκαὶ μὴν Διός γε μείζονα ζῴης χρόνον. Φέρηςἀρᾷ γονεῦσιν οὐδὲν ἔκδικον παθών; Ἄδμητοςμακροῦ βίου γὰρ ᾐσθόμην ἐρῶντά σε. Φέρηςἀλλ’ οὐ σὺ νεκρὸν ἀντὶ σοῦ τόνδ’ ἐκφέρεις; Ἄδμητοςσημεῖα τῆς σῆς, ὦ κάκιστʼ, ἀψυχίας. Φέρηςοὔτοι πρὸς ἡμῶν γ’ ὤλετʼ· οὐκ ἐρεῖς τόδε. Ἄδμητοςφεῦ· εἴθ’ ἀνδρὸς ἔλθοις τοῦδέ γ’ ἐς χρείαν ποτέ. Φέρηςμνήστευε πολλάς, ὡς θάνωσι πλείονες. Ἄδμητοςσοὶ τοῦτ’ ὄνειδος· οὐ γὰρ ἤθελες θανεῖν. Φέρηςφίλον τὸ φέγγος τοῦτο τοῦ θεοῦ, φίλον. Ἄδμητοςκακὸν τὸ λῆμα κοὐκ ἐν ἀνδράσιν τὸ σόν. Φέρηςοὐκ ἐγγελᾷς γέροντα βαστάζων νεκρόν. Ἄδμητοςθανῇ γε μέντοι δυσκλεής, ὅταν θάνῃς. Φέρηςκακῶς ἀκούειν οὐ μέλει θανόντι μοι. Ἄδμητοςφεῦ φεῦ· τὸ γῆρας ὡς ἀναιδείας πλέων. Φέρηςἥδ’ οὐκ ἀναιδής· τήνδ’ ἐφηῦρες ἄφρονα. Ἄδμητοςἄπελθε κἀμὲ τόνδ’ ἔα θάψαι νεκρόν. Φέρηςἄπειμι· θάψεις δ’ αὐτὸς ὢν αὐτῆς φονεύς, δίκας δὲ δώσεις σοῖσι κηδεσταῖς ἔτι. ἦ τἄρ’ Ἄκαστος οὐκέτ’ ἔστ’ ἐν ἀνδράσιν, εἰ μή σ’ ἀδελφῆς αἷμα τιμωρήσεται. Ἄδμητοςἔρρων νυν, αὐτὸς χἡ ξυνοικήσασά σοι, ἄπαιδε παιδὸς ὄντος, ὥσπερ ἄξιοι, γηράσκετʼ· οὐ γὰρ τῷδ’ ἔτ’ ἐς ταὐτὸν στέγοςνεῖσθʼ· εἰ δ’ ἀπειπεῖν χρῆν με κηρύκων ὕποτὴν σὴν πατρῴαν ἑστίαν, ἀπεῖπον ἄν. ἡμεῖς δέ— τοὐν ποσὶν γὰρ οἰστέον κακόν— ὡς ἂν ἐν πυρᾷ θῶμεν νεκρόν.
1.48
741Χορόςἰὼ ἰώ. σχετλία τόλμης, ὦ γενναία καὶ μέγ’ ἀρίστη, χαῖρε· πρόφρων σὲ χθόνιός θ’ ἙρμῆςἍιδης τε δέχοιτʼ. εἰ δέ τι κἀκεῖπλέον ἔστ’ ἀγαθοῖς, τούτων μετέχουσ’ Ἅιδου νύμφῃ παρεδρεύοις.
1.49
747Θεράπωνπολλοὺς μὲν ἤδη κἀπὸ παντοίας χθονὸςξένους μολόντας οἶδ’ ἐς Ἀδμήτου δόμους, οἷς δεῖπνα προύθηκʼ· ἀλλὰ τοῦδ’ οὔπω ξένουκακίον’ ἐς τήνδ’ ἑστίαν ἐδεξάμην. ὃς πρῶτα μὲν πενθοῦντα δεσπότην ὁρῶνἐσῆλθε κἀτόλμησ’ ἀμείψασθαι πύλας. ἔπειτα δ’ οὔτι σωφρόνως ἐδέξατοτὰ προστυχόντα ξένια, συμφορὰν μαθών, ἀλλʼ, εἴ τι μὴ φέροιμεν, ὤτρυνεν φέρειν. ποτῆρα δ’ ἐν χείρεσσι κίσσινον λαβὼνπίνει μελαίνης μητρὸς εὔζωρον μέθυ, ἕως ἐθέρμην’ αὐτὸν ἀμφιβᾶσα φλὸξοἴνου· στέφει δὲ κρᾶτα μυρσίνης κλάδοιςἄμουσ’ ὑλακτῶν· δισσὰ δ’ ἦν μέλη κλύειν· ὃ μὲν γὰρ ᾖδε, τῶν ἐν Ἀδμήτου κακῶνοὐδὲν προτιμῶν, οἰκέται δ’ ἐκλαίομενδέσποιναν· ὄμμα δ’ οὐκ ἐδείκνυμεν ξένῳτέγγοντες· Ἄδμητος γὰρ ὧδ’ ἐφίετο. καὶ νῦν ἐγὼ μὲν ἐν δόμοισιν ἑστιῶξένον, πανοῦργον κλῶπα καὶ λῃστήν τινα, ἣ δ’ ἐκ δόμων βέβηκεν, οὐδ’ ἐφεσπόμηνοὐδ’ ἐξέτεινα χεῖρʼ, ἀποιμώζων ἐμὴνδέσποιναν, ἣ’ μοὶ πᾶσί τ’ οἰκέταισιν ἦνμήτηρ· κακῶν γὰρ μυρίων ἐρρύετο, ὀργὰς μαλάσσουσ’ ἀνδρός. ἆρα τὸν ξένονστυγῶ δικαίως, ἐν κακοῖς ἀφιγμένον;
1.50
773Ἡρακλῆςοὗτος, τί σεμνὸν καὶ πεφροντικὸς βλέπεις; οὐ χρὴ σκυθρωπὸν τοῖς ξένοις τὸν πρόσπολονεἶναι, δέχεσθαι δ’ εὐπροσηγόρῳ φρενί. σὺ δ’ ἄνδρ’ ἑταῖρον δεσπότου παρόνθ’ ὁρῶν, στυγνῷ προσώπῳ καὶ συνωφρυωμένῳδέχῃ, θυραίου πήματος σπουδὴν ἔχων. δεῦρ’ ἔλθʼ, ὅπως ἂν καὶ σοφώτερος γένῃ. τὰ θνητὰ πράγματ’ οἶδας ἣν ἔχει φύσιν; οἶμαι μὲν οὔ· πόθεν γάρ; ἀλλ’ ἄκουέ μου. βροτοῖς ἅπασι κατθανεῖν ὀφείλεται, κοὐκ ἔστι θνητῶν ὅστις ἐξεπίσταταιτὴν αὔριον μέλλουσαν εἰ βιώσεται· τὸ τῆς τύχης γὰρ ἀφανὲς οἷ προβήσεται, κἄστ’ οὐ διδακτὸν οὐδ’ ἁλίσκεται τέχνῃ. ταῦτ’ οὖν ἀκούσας καὶ μαθὼν ἐμοῦ πάρα, εὔφραινε σαυτόν, πῖνε, τὸν καθ’ ἡμέρανβίον λογίζου σόν, τὰ δ’ ἄλλα τῆς τύχης. τίμα δὲ καὶ τὴν πλεῖστον ἡδίστην θεῶνΚύπριν βροτοῖσιν· εὐμενὴς γὰρ ἡ θεός. τὰ δ’ ἄλλ’ ἔασον ταῦτα καὶ πιθοῦ λόγοιςἐμοῖσιν— εἴπερ ὀρθά σοι δοκῶ λέγειν; οἶμαι μέν. οὔκουν τὴν ἄγαν λύπην ἀφεὶςπίῃ μεθ’ ἡμῶν τάσδ’ ὑπερβαλὼν τύχας, στεφάνοις πυκασθείς; καὶ σάφ’ οἶδ’ ὁθούνεκατοῦ νῦν σκυθρωποῦ καὶ ξυνεστῶτος φρενῶνμεθορμιεῖ σε πίτυλος ἐμπεσὼν σκύφου. ὄντας δὲ θνητοὺς θνητὰ καὶ φρονεῖν χρεών· ὡς τοῖς γε σεμνοῖς καὶ συνωφρυωμένοιςἅπασίν ἐστιν, ὥς γ’ ἐμοὶ χρῆσθαι κριτῇ, οὐ βίος ἀληθῶς ὁ βίος, ἀλλὰ συμφορά. Θεράπωνἐπιστάμεσθα ταῦτα· νῦν δὲ πράσσομενοὐχ οἷα κώμου καὶ γέλωτος ἄξια. Ἡρακλῆςγυνὴ θυραῖος ἡ θανοῦσα· μὴ λίανπένθει· δόμων γὰρ ζῶσι τῶνδε δεσπόται. Θεράπωντί ζῶσιν; οὐ κάτοισθα τἀν δόμοις κακά; Ἡρακλῆςεἰ μή τι σός με δεσπότης ἐψεύσατο. Θεράπωνἄγαν ἐκεῖνός ἐστ’ ἄγαν φιλόξενος. Ἡρακλῆςοὐ χρῆν μ’ ὀθνείου γ’ οὕνεκ’ εὖ πάσχειν νεκροῦ; Θεράπωνἦ κάρτα μέντοι καὶ λίαν θυραῖος ἦν. Ἡρακλῆςμῶν ξυμφοράν τιν’ οὖσαν οὐκ ἔφραζέ μοι; Θεράπωνχαίρων ἴθʼ· ἡμῖν δεσποτῶν μέλει κακά. Ἡρακλῆςὅδ’ οὐ θυραίων πημάτων ἄρχει λόγος. Θεράπωνοὐ γάρ τι κωμάζοντ’ ἂν ἠχθόμην σ’ ὁρῶν.
1.51
816Ἡρακλῆςἀλλ’ ἦ πέπονθα δείν’ ὑπὸ ξένων ἐμῶν; Θεράπωνοὐκ ἦλθες ἐν δέοντι δέξασθαι δόμοις. πένθος γὰρ ἡμῖν ἐστι· καὶ στολμοὺς βλέπειςμελαμπέπλους κουράν τε. Ἡρακλῆςτίς δ’ ὁ κατθανών; μῶν ἢ τέκνων τι φροῦδον ἢ γέρων πατήρ; Θεράπωνγυνὴ μὲν οὖν ὄλωλεν Ἀδμήτου, ξένε. Ἡρακλῆςτί φῄς; ἔπειτα δῆτά μ’ ἐξενίζετε; Θεράπωνᾐδεῖτο γάρ σε τῶνδ’ ἀπώσασθαι δόμων. Ἡρακλῆςὦ σχέτλιʼ, οἵας ἤμπλακες ξυναόρου. Θεράπωνἀπωλόμεσθα πάντες, οὐ κείνη μόνη. Ἡρακλῆςἀλλ’ ᾐσθόμην μὲν ὄμμ’ ἰδὼν δακρυρροοῦνκουράν τε καὶ πρόσωπον· ἀλλ’ ἔπειθέ μελέγων θυραῖον κῆδος ἐς τάφον φέρειν. βίᾳ δὲ θυμοῦ τάσδ’ ὑπερβαλὼν πύλαςἔπινον ἀνδρὸς ἐν φιλοξένου δόμοις, πράσσοντος οὕτω. κᾆτ’ ἐκώμαζον κάραστεφάνοις πυκασθείς; ἀλλὰ σοῦ τὸ μὴ φράσαι, κακοῦ τοσούτου δώμασιν προκειμένου. ποῦ καί σφε θάπτει; ποῦ νιν εὑρήσω μολών; Θεράπωνὀρθὴν παρ’ οἶμον, ἣ’ πὶ Λάρισαν φέρει, τύμβον κατόψῃ ξεστὸν ἐκ προαστίου. Ἡρακλῆςὦ πολλὰ τλᾶσα καρδία καὶ χεὶρ ἐμή, νῦν δεῖξον οἷον παῖδά σ’ ἡ ΤιρυνθίαἨλεκτρύωνος γείνατ’ Ἀλκμήνη Διί. δεῖ γάρ με σῶσαι τὴν θανοῦσαν ἀρτίωςγυναῖκα κἀς τόνδ’ αὖθις ἱδρῦσαι δόμονἌλκηστιν, Ἀδμήτῳ θ’ ὑπουργῆσαι χάριν. ἐλθὼν δ’ ἄνακτα τὸν μελάμπεπλον νεκρῶνΘάνατον φυλάξω, καί νιν εὑρήσειν δοκῶπίνοντα τύμβου πλησίον προσφαγμάτων. κἄνπερ λοχαίας αὐτὸν ἐξ ἕδρας συθεὶςμάρψω, κύκλον δὲ περιβάλω χεροῖν ἐμαῖν, οὐκ ἔστιν ὅστις αὐτὸν ἐξαιρήσεταιμογοῦντα πλευρά, πρὶν γυναῖκ’ ἐμοὶ μεθῇ. ἢν δ’ οὖν ἁμάρτω τῆσδ’ ἄγρας, καὶ μὴ μόλῃπρὸς αἱματηρὸν πέλανον, εἶμι τῶν κάτωΚόρης Ἄνακτός τ’ εἰς ἀνηλίους δόμουςαἰτήσομαί τε· καὶ πέποιθ’ ἄξειν ἄνωἌλκηστιν, ὥστε χερσὶν ἐνθεῖναι ξένου, ὅς μ’ ἐς δόμους ἐδέξατ’ οὐδ’ ἀπήλασε, καίπερ βαρείᾳ συμφορᾷ πεπληγμένος, ἔκρυπτε δ’ ὢν γενναῖος, αἰδεσθεὶς ἐμέ. τίς τοῦδε μᾶλλον Θεσσαλῶν φιλόξενος, τίς Ἑλλάδ’ οἰκῶν; τοιγὰρ οὐκ ἐρεῖ κακὸνεὐεργετῆσαι φῶτα γενναῖος γεγώς.
1.52
861Ἄδμητοςἰώ, στυγναὶπρόσοδοι, στυγναὶ δ’ ὄψεις χήρωνμελάθρων. ἰώ μοί μοι. αἶ αἶ. ποῖ βῶ; ποῖ στῶ; τί λέγω; τί δὲ μή; πῶς ἂν ὀλοίμαν; ἦ βαρυδαίμονα μήτηρ μ’ ἔτεκεν. ζηλῶ φθιμένους, κείνων ἔραμαι, κεῖν’ ἐπιθυμῶ δώματα ναίειν. οὔτε γὰρ αὐγὰς χαίρω προσορῶνοὔτ’ ἐπὶ γαίας πόδα πεζεύων· τοῖον ὅμηρόν μ’ ἀποσυλήσαςἍιδῃ Θάνατος παρέδωκεν.
1.53
872Χορός— πρόβα, πρόβα· βᾶθι κεῦθος οἴκων. Ἄδμητοςαἰαῖ. Χορός— πέπονθας ἄξι’ αἰαγμάτων. Ἄδμητοςἒ ἔ. Χορός— δι’ ὀδύνας ἔβας, σάφ’ οἶδα... Ἄδμητοςφεῦ φεῦ. Χορός— τὰν νέρθε δ’ οὐδὲν ὠφελεῖς. Ἄδμητοςἰώ μοί μοι. Χορός— τὸ μήποτ’ εἰσιδεῖν φιλίας ἀλόχουπρόσωπόν ἄντα λυπρόν.
1.54
878Ἄδμητοςἔμνησας ὅ μου φρένας ἥλκωσεν· τί γὰρ ἀνδρὶ κακὸν μεῖζον ἁμαρτεῖνπιστῆς ἀλόχου; μή ποτε γήμαςὤφελον οἰκεῖν μετὰ τῆσδε δόμους. ζηλῶ δ’ ἀγάμους ἀτέκνους τε βροτῶν· μία γὰρ ψυχή, τῆς ὑπεραλγεῖνμέτριον ἄχθος· παίδων δὲ νόσους καὶ νυμφιδίουςεὐνὰς θανάτοις κεραϊζομέναςοὐ τλητὸν ὁρᾶν, ἐξὸν ἀτέκνουςἀγάμους τ’ εἶναι διὰ παντός.
1.55
889Χορός— τύχα τύχα δυσπάλαιστος ἥκει· Ἄδμητοςαἰαῖ. Χορός— πέρας δέ γ’ οὐδὲν ἀλγέων τίθης. Ἄδμητοςἒ ἔ. Χορός— βαρέα μὲν φέρειν, ὅμως δὲ... Ἄδμητοςφεῦ φεῦ. Χορός— τλᾶθʼ· οὐ σὺ πρῶτος ὤλεσας... Ἄδμητοςἰώ μοί μοι. Χορός— γυναῖκα· συμφορὰ δ’ ἑτέρους ἑτέραπιέζει φανεῖσα θνατῶν.
1.56
895Ἄδμητοςὦ μακρὰ πένθη λῦπαί τε φίλωντῶν ὑπὸ γαῖαν. τί μ’ ἐκώλυσας ῥῖψαι τύμβουτάφρον ἐς κοίλην καὶ μετ’ ἐκείνηςτῆς μέγ’ ἀρίστης κεῖσθαι φθίμενον; δύο δ’ ἀντὶ μιᾶς Ἅιδης ψυχὰςτὰς πιστοτάτας σὺν ἂν ἔσχεν, ὁμοῦχθονίαν λίμνην διαβάντε.
1.57
903Χορόςἐμοί τις ἦνἐν γένει, ᾧ κόρος ἀξιόθρηνοςὤλετ’ ἐν δόμοισινμονόπαις· ἀλλ’ ἔμπαςἔφερε κακὸν ἅλις, ἄτεκνος ὤν, πολιὰς ἐπὶ χαίταςἤδη προπετὴς ὢνβιότου τε πόρσω.
1.58
912Ἄδμητοςὦ σχῆμα δόμων, πῶς εἰσέλθω; πῶς δ’ οἰκήσω μεταπίπτοντοςδαίμονος; οἴμοι. πολὺ γὰρ τὸ μέσον· τότε μὲν πεύκαις σὺν Πηλιάσινσύν θ’ ὑμεναίοις ἔστειχον ἔσω, φιλίας ἀλόχου χέρα βαστάζων, πολυάχητος δ’ εἵπετο κῶμος, τήν τε θανοῦσαν κἄμ’ ὀλβίζων, ὡς εὐπατρίδαι καὶ ἀπ’ ἀμφοτέρωνὄντες ἀρίστων σύζυγες εἶμεν· νῦν δ’ ὑμεναίων γόος ἀντίπαλοςλευκῶν τε πέπλων μέλανες στολμοὶπέμπουσί μ’ ἔσωλέκτρων κοίτας ἐς ἐρήμους.
1.59
926Χορόςπαρ’ εὐτυχῆσοὶ πότμον ἦλθεν ἀπειροκάκῳ τόδ’ ἄλγος· ἀλλ’ ἔσωσαςβίοτον καὶ ψυχάν. ἔθανε δάμαρ, ἔλιπε φιλίαν· τί νέον τόδε; πολλοῖςἤδη παρέλυσενθάνατος δάμαρτας.
1.60
935Ἄδμητοςφίλοι, γυναικὸς δαίμον’ εὐτυχέστεροντοὐμοῦ νομίζω, καίπερ οὐ δοκοῦνθ’ ὅμως· τῆς μὲν γὰρ οὐδὲν ἄλγος ἅψεταί ποτε, πολλῶν δὲ μόχθων εὐκλεὴς ἐπαύσατο. ἐγὼ δʼ, ὃν οὐ χρῆν ζῆν, παρεὶς τὸ μόρσιμονλυπρὸν διάξω βίοτον· ἄρτι μανθάνω. πῶς γὰρ δόμων τῶνδ’ εἰσόδους ἀνέξομαι; τίν’ ἂν προσειπών, τοῦ δὲ προσρηθεὶς ὕπο, τερπνῆς τύχοιμ’ ἂν ἐξόδου; ποῖ τρέψομαι; ἡ μὲν γὰρ ἔνδον ἐξελᾷ μ’ ἐρημία, γυναικὸς εὐνὰς εὖτ’ ἂν εἰσίδω κενὰςθρόνους τ’ ἐν οἷσιν ἷζε, καὶ κατὰ στέγαςαὐχμηρὸν οὖδας, τέκνα δ’ ἀμφὶ γούνασιπίπτοντα κλαίῃ μητέρʼ, οἳ δὲ δεσπότινστένωσιν οἵαν ἐκ δόμων ἀπώλεσαν. τὰ μὲν κατ’ οἴκους τοιάδʼ· ἔξωθεν δέ μεγάμοι τ’ ἐλῶσι Θεσσαλῶν καὶ ξύλλογοιγυναικοπληθεῖς· οὐ γὰρ ἐξανέξομαιλεύσσων δάμαρτος τῆς ἐμῆς ὁμήλικας. ἐρεῖ δέ μ’ ὅστις ἐχθρὸς ὢν κυρεῖ τάδε· Ἰδοῦ τὸν αἰσχρῶς ζῶνθʼ, ὃς οὐκ ἔτλη θανεῖν, ἀλλ’ ἣν ἔγημεν ἀντιδοὺς ἀψυχίᾳπέφευγεν Ἅιδην· εἶτ’ ἀνὴρ εἶναι δοκεῖ; στυγεῖ δὲ τοὺς τεκόντας, αὐτὸς οὐ θέλωνθανεῖν. τοιάνδε πρὸς κακοῖσι κληδόναἕξω. τί μοι ζῆν δῆτα κέρδιον, φίλοι, κακῶς κλύοντι καὶ κακῶς πεπραγότι;
1.61
962Χορόςἐγὼ καὶ διὰ μούσαςκαὶ μετάρσιος ᾖξα, καὶπλείστων ἁψάμενος λόγωνκρεῖσσον οὐδὲν Ἀνάγκαςηὗρον, οὐδέ τι φάρμακονΘρῄσσαις ἐν σανίσιν, τὰςὈρφεία κατέγραψενγῆρυς, οὐδ’ ὅσα Φοῖβος Ἀσκληπιάδαις ἔδωκεφάρμακα πολυπόνοις ἀντιτεμὼν βροτοῖσιν.
1.62
973Χορόςμόνας δ’ οὔτ’ ἐπὶ βωμοὺςἔστιν οὔτε βρέτας θεᾶςἐλθεῖν, οὐ σφαγίων κλύει. μή μοι, πότνια, μείζωνἔλθοις ἢ τὸ πρὶν ἐν βίῳ. καὶ γὰρ Ζεὺς ὅ τι νεύσῃ, σὺν σοὶ τοῦτο τελευτᾷ. καὶ τὸν ἐν Χαλύβοις δαμάζεις σὺ βίᾳ σίδαρον, οὐδέ τις ἀποτόμου λήματός ἐστιν αἰδώς.
1.63
984Χορόςκαὶ σ’ ἐν ἀφύκτοισι χερῶν εἷλε θεὰ δεσμοῖς. τόλμα δʼ· οὐ γὰρ ἀνάξεις ποτ’ ἔνερθενκλαίων τοὺς φθιμένους ἄνω. καὶ θεῶν σκότιοι φθίνουσιπαῖδες ἐν θανάτῳ. φίλα μὲν ὅτ’ ἦν μεθ’ ἡμῶν, φίλα δὲ καὶ θανοῦσ’ ἔσται, γενναιοτάταν δὲ πασᾶν ἐζεύξω κλισίαις ἄκοιτιν.
1.64
995Χορόςμηδὲ νεκρῶν ὡς φθιμένων χῶμα νομιζέσθωτύμβος σᾶς ἀλόχου, θεοῖσι δ’ ὁμοίωςτιμάσθω, σέβας ἐμπόρων. καί τις δοχμίαν κέλευθονἐκβαίνων τόδ’ ἐρεῖ· Αὕτα ποτὲ προύθαν’ ἀνδρός, νῦν δ’ ἐστὶ μάκαιρα δαίμων· χαῖρʼ, ὦ πότνι’, εὖ δὲ δοίης. τοῖαί νιν προσεροῦσιφῆμαι.
1.65
1006Χορός— καὶ μὴν ὅδʼ, ὡς ἔοικεν, Ἀλκμήνης γόνος, Ἄδμητε, πρὸς σὴν ἑστίαν πορεύεται. Ἡρακλῆςφίλον πρὸς ἄνδρα χρὴ λέγειν ἐλευθέρως, Ἄδμητε, μομφὰς δ’ οὐχ ὑπὸ σπλάγχνοις ἔχεινσιγῶντʼ. ἐγὼ δὲ σοῖς κακοῖσιν ἠξίουνἐγγὺς παρεστὼς ἐξετάζεσθαι φίλος· σὺ δ’ οὐκ ἔφραζες σῆς προκείμενον νέκυνγυναικός, ἀλλά μ’ ἐξένιζες ἐν δόμοις. ὡς δὴ θυραίου πήματος σπουδὴν ἔχων. κἄστεψα κρᾶτα καὶ θεοῖς ἐλειψάμηνσπονδὰς ἐν οἴκοις δυστυχοῦσι τοῖσι σοῖς. καὶ μέμφομαι μέν, μέμφομαι, παθὼν τάδε, οὐ μήν σε λυπεῖν ἐν κακοῖσι βούλομαι. ὧν δ’ οὕνεχ’ ἥκω δεῦρ’ ὑποστρέψας πάλινλέξω. γυναῖκα τήνδε μοι σῷσον λαβών, ἕως ἂν ἵππους δεῦρο Θρῃκίας ἄγωνἔλθω, τύραννον Βιστόνων κατακτανών. πράξας δ’ ὃ μὴ τύχοιμι— νοστήσαιμι γάρ— τήνδε σοῖσι προσπολεῖν δόμοις. πολλῷ δὲ μόχθῳ χεῖρας ἦλθεν εἰς ἐμάς· ἀγῶνα γὰρ πάνδημον εὑρίσκω τινὰςτιθέντας, ἀθληταῖσιν ἄξιον πόνον, ὅθεν κομίζω τήνδε νικητήριαλαβών· τὰ μὲν γὰρ κοῦφα τοῖς νικῶσιν ἦνἵππους ἄγεσθαι, τοῖσι δ’ αὖ τὰ μείζονανικῶσι, πυγμὴν καὶ πάλην, βουφόρβια· γυνὴ δ’ ἐπ’ αὐτοῖς εἵπετʼ· ἐντυχόντι δὲαἰσχρὸν παρεῖναι κέρδος ἦν τόδ’ εὐκλεές. ἀλλʼ, ὥσπερ εἶπον, σοὶ μέλειν γυναῖκα χρή· οὐ γὰρ κλοπαίαν, ἀλλὰ σὺν πόνῳ λαβὼνἥκω· χρόνῳ δὲ καὶ σύ μ’ αἰνέσεις ἴσως.
1.66
1037Ἄδμητοςοὔτοι σ’ ἀτίζων οὐδ’ ἐν αἰσχροῖσιν τιθεὶςἔκρυψ’ ἐμῆς γυναικὸς ἀθλίου τύχας· ἀλλ’ ἄλγος ἄλγει τοῦτ’ ἂν ἦν προσκείμενον, εἴ του πρὸς ἄλλου δώμαθ’ ὡρμήθης ξένου· ἅλις δὲ κλαίειν τοὐμὸν ἦν ἐμοὶ κακόν. γυναῖκα δʼ, εἴ πως ἔστιν, αἰτοῦμαί σʼ, ἄναξ, ἄλλον τιν’ ὅστις μὴ πέπονθεν οἷ’ ἐγὼσῴζειν ἄνωχθι Θεσσαλῶν· πολλοὶ δέ σοιξένοι Φεραίων· μή μ’ ἀναμνήσῃς κακῶν. οὐκ ἂν δυναίμην τήνδ’ ὁρῶν ἐν δώμασινἄδακρυς εἶναι· μὴ νοσοῦντί μοι νόσονπροσθῇς· ἅλις γὰρ συμφορᾷ βαρύνομαι. ποῦ καὶ τρέφοιτ’ ἂν δωμάτων νέα γυνή; νέα γάρ, ὡς ἐσθῆτι καὶ κόσμῳ πρέπει. πότερα κατ’ ἀνδρῶν δῆτ’ ἐνοικήσει στέγην; καὶ πῶς ἀκραιφνὴς ἐν νέοις στρωφωμένηἔσται; τὸν ἡβῶνθʼ, Ἡράκλεις, οὐ ῥᾴδιονεἴργειν· ἐγὼ δὲ σοῦ προμηθίαν ἔχω. ἢ τῆς θανούσης θάλαμον ἐσβήσας τρέφω; καὶ πῶς ἐπεσφρῶ τήνδε τῷ κείνης λέχει; διπλῆν φοβοῦμαι μέμψιν, ἔκ τε δημοτῶν, μή τίς μ’ ἐλέγξῃ τὴν ἐμὴν εὐεργέτινπροδόντ’ ἐν ἄλλης δεμνίοις πίτνειν νέας, καὶ τῆς θανούσης· ἀξία δέ μοι σέβειν· πολλὴν πρόνοιαν δεῖ μ’ ἔχειν. σὺ δʼ, ὦ γύναι, ἥτις ποτ’ εἶ σύ, ταὔτ’ ἔχουσ’ Ἀλκήστιδιμορφῆς μέτρ’ ἴσθι· καὶ προσήιξαι δέμας. οἴμοι. κόμιζε πρὸς θεῶν ἐξ ὀμμάτωνγυναῖκα τήνδε, μή μ’ ἕλῃς ᾑρημένον. δοκῶ γὰρ αὐτὴν εἰσορῶν γυναῖχ’ ὁρᾶνἐμήν· θολοῖ δὲ καρδίαν, ἐκ δ’ ὀμμάτωνπηγαὶ κατερρώγασιν· ὦ τλήμων ἐγώ, ὡς ἄρτι πένθους τοῦδε γεύομαι πικροῦ. Χορόςἐγὼ μὲν οὐκ ἔχοιμ’ ἂν εὖ λέγειν τύχην· χρὴ δʼ, ὅστις εἶ σύ, καρτερεῖν θεοῦ δόσιν.
1.67
1072Ἡρακλῆςεἰ γὰρ τοσαύτην δύναμιν εἶχον ὥστε σὴνἐς φῶς πορεῦσαι νερτέρων ἐκ δωμάτωνγυναῖκα καί σοι τήνδε πορσῦναι χάριν. Ἄδμητοςσάφ’ οἶδα βούλεσθαί σ’ ἄν. ἀλλὰ ποῦ τόδε; οὐκ ἔστι τοὺς θανόντας ἐς φάος μολεῖν. Ἡρακλῆςμή νυν ὑπέρβαλλʼ, ἀλλ’ ἐναισίμως φέρε. Ἄδμητοςῥᾷον παραινεῖν ἢ παθόντα καρτερεῖν. Ἡρακλῆςτί δ’ ἂν προκόπτοις, εἰ θέλοις ἀεὶ στένειν; Ἄδμητοςἔγνωκα καὐτός, ἀλλ’ ἔρως τις ἐξάγει. Ἡρακλῆςτὸ γὰρ φιλῆσαι τὸν θανόντ’ ἄγει δάκρυ. Ἄδμητοςἀπώλεσέν με, κἄτι μᾶλλον ἢ λέγω. Ἡρακλῆςγυναικὸς ἐσθλῆς ἤμπλακες· τίς ἀντερεῖ; Ἄδμητοςὥστ’ ἄνδρα τόνδε μηκέθ’ ἥδεσθαι βίῳ. Ἡρακλῆςχρόνος μαλάξει, νῦν δ’ ἔθ’ ἡβάσκει κακόν. Ἄδμητοςχρόνον λέγοις ἄν, εἰ χρόνος τὸ κατθανεῖν. Ἡρακλῆςγυνή σε παύσει καὶ νέου γάμου πόθοι. Ἄδμητοςσίγησον· οἷον εἶπας. οὐκ ἂν ᾠόμην. Ἡρακλῆςτί δʼ; οὐ γαμεῖς γάρ, ἀλλὰ χηρεύσῃ λέχος; Ἄδμητοςοὐκ ἔστιν ἥτις τῷδε συγκλιθήσεται. Ἡρακλῆςμῶν τὴν θανοῦσαν ὠφελεῖν τι προσδοκᾷς; Ἄδμητοςκείνην ὅπουπερ ἔστι τιμᾶσθαι χρεών. Ἡρακλῆςαἰνῶ μὲν αἰνῶ· μωρίαν δ’ ὀφλισκάνεις. Ἄδμητοςὡς μήποτ’ ἄνδρα τόνδε νυμφίον καλῶν. Ἡρακλῆςἐπῄνεσ’ ἀλόχῳ πιστὸς οὕνεκ’ εἶ φίλος. Ἄδμητοςθάνοιμ’ ἐκείνην καίπερ οὐκ οὖσαν προδούς. Ἡρακλῆςδέχου νυν εἴσω τήνδε γενναίων δόμων. Ἄδμητοςμή, πρός σε τοῦ σπείραντος ἄντομαι Διός. Ἡρακλῆςκαὶ μὴν ἁμαρτήσῃ γε μὴ δράσας τάδε. Ἄδμητοςκαὶ δρῶν γε λύπῃ καρδίαν δηχθήσομαι. Ἡρακλῆςπιθοῦ· τάχ’ ἂν γὰρ ἐς δέον πέσοι χάρις. Ἄδμητοςφεῦ. εἴθ’ ἐξ ἀγῶνος τήνδε μὴ λαβές ποτε. Ἡρακλῆςνικῶντι μέντοι καὶ σὺ συννικᾷς ἐμοί. Ἄδμητοςκαλῶς ἔλεξας· ἡ γυνὴ δ’ ἀπελθέτω. Ἡρακλῆςἄπεισιν, εἰ χρή· πρῶτα δ’ εἰ χρεὼν ἄθρει. Ἄδμητοςχρή, σοῦ γε μὴ μέλλοντος ὀργαίνειν ἐμοί. Ἡρακλῆςεἰδώς τι κἀγὼ τήνδ’ ἔχω προθυμίαν. Ἄδμητοςνίκα νυν. οὐ μὴν ἁνδάνοντά μοι ποιεῖς. Ἡρακλῆςἀλλ’ ἔσθ’ ὅθ’ ἡμᾶς αἰνέσεις· πιθοῦ μόνον. Ἄδμητοςκομίζετʼ, εἰ χρὴ τήνδε δέξασθαι δόμοις. Ἡρακλῆςοὐκ ἂν μεθείην τὴν γυναῖκα προσπόλοις. Ἄδμητοςσὺ δ’ αὐτὸς αὐτὴν εἴσαγʼ, εἰ βούλῃ, δόμους. Ἡρακλῆςἐς σὰς μὲν οὖν ἔγωγε θήσομαι χέρας. Ἄδμητοςοὐκ ἂν θίγοιμι· δῶμα δ’ εἰσελθεῖν πάρα. Ἡρακλῆςτῇ σῇ πέποιθα χειρὶ δεξιᾷ μόνῃ. Ἄδμητοςἄναξ, βιάζῃ μ’ οὐ θέλοντα δρᾶν τάδε. Ἡρακλῆςτόλμα προτεῖναι χεῖρα καὶ θιγεῖν ξένης.
1.68
1118Ἄδμητοςκαὶ δὴ προτείνω, Γοργόν’ ὡς καρατομῶν. Ἡρακλῆςἔχεις; Ἄδμητοςἔχω; ναί. Ἡρακλῆςσῷζέ νυν, καὶ τὸν Διὸςφήσεις ποτ’ εἶναι παῖδα γενναῖον ξένον. βλέψον πρὸς αὐτήν, εἴ τι σῇ δοκεῖ πρέπεινγυναικί· λύπης δ’ εὐτυχῶν μεθίστασο. Ἄδμητοςὦ θεοί, τί λέξω— θαῦμ’ ἀνέλπιστον τόδε— γυναῖκα λεύσσων τήνδʼ;— ἐμὴν ἐτητύμως; ἢ κέρτομός με θεοῦ τις ἐκπλήσσει χαρά; Ἡρακλῆςοὐκ ἔστιν, ἀλλὰ τήνδ’ ὁρᾷς δάμαρτα σήν. Ἄδμητοςὅρα γε μή τι φάσμα νερτέρων τόδ’ ᾖ. Ἡρακλῆςοὐ ψυχαγωγὸν τόνδ’ ἐποιήσω ξένον. Ἄδμητοςἀλλ’ ἣν ἔθαπτον εἰσορῶ δάμαρτ’ ἐμήν; Ἡρακλῆςσάφ’ ἴσθʼ. ἀπιστεῖν δ’ οὔ σε θαυμάζω τύχην. Ἄδμητοςθίγω, προσείπω ζῶσαν ὡς δάμαρτ’ ἐμήν; Ἡρακλῆςπρόσειπʼ. ἔχεις γὰρ πᾶν ὅσονπερ ἤθελες. Ἄδμητοςὦ φιλτάτης γυναικὸς ὄμμα καὶ δέμας, ἔχω σ’ ἀέλπτως, οὔποτ’ ὄψεσθαι δοκῶν. Ἡρακλῆςἔχεις· φθόνος δὲ μὴ γένοιτό τις θεῶν. Ἄδμητοςὦ τοῦ μεγίστου Ζηνὸς εὐγενὲς τέκνον, εὐδαιμονοίης, καί σ’ ὁ φιτύσας πατὴρσῴζοι· σὺ γὰρ δὴ τἄμ’ ἀνώρθωσας μόνος. πῶς τήνδ’ ἔπεμψας νέρθεν ἐς φάος τόδε; Ἡρακλῆςμάχην συνάψας δαιμόνων τῷ κυρίῳ. Ἄδμητοςποῦ τόνδε Θανάτῳ φῂς ἀγῶνα συμβαλεῖν; Ἡρακλῆςτύμβον παρ’ αὐτὸν ἐκ λόχου μάρψας χεροῖν. Ἄδμητοςτί γάρ ποθ’ ἥδ’ ἄναυδος ἕστηκεν γυνή; Ἡρακλῆςοὔπω θέμις σοι τῆσδε προσφωνημάτωνκλύειν, πρὶν ἂν θεοῖσι τοῖσι νερτέροιςἀφαγνίσηται καὶ τρίτον μόλῃ φάος. ἀλλ’ εἴσαγ’ εἴσω τήνδε· καὶ δίκαιος ὢντὸ λοιπόν, Ἄδμητʼ, εὐσέβει περὶ ξένους. καὶ χαῖρʼ· ἐγὼ δὲ τὸν προκείμενον πόνονΣθενέλου τυράννῳ παιδὶ πορσυνῶ μολών. Ἄδμητοςμεῖνον παρ’ ἡμῖν καὶ ξυνέστιος γενοῦ. Ἡρακλῆςαὖθις τόδ’ ἔσται, νῦν δ’ ἐπείγεσθαί με δεῖ. Ἄδμητοςἀλλ’ εὐτυχοίης, νόστιμον δ’ ἔλθοις δόμον. ἀστοῖς δὲ πάσῃ τ’ ἐννέπω τετραρχίᾳ, χοροὺς ἐπ’ ἐσθλαῖς συμφοραῖσιν ἱστάναιβωμούς τε κνισᾶν βουθύτοισι προστροπαῖς. νῦν γὰρ μεθηρμόσμεσθα βελτίω βίοντοῦ πρόσθεν· οὐ γὰρ εὐτυχῶν ἀρνήσομαι.
1.69
1159Χορόςπολλαὶ μορφαὶ τῶν δαιμονίων, πολλὰ δ’ ἀέλπτως κραίνουσι θεοί· καὶ τὰ δοκηθέντ’ οὐκ ἐτελέσθη, τῶν δ’ ἀδοκήτων πόρον ηὗρε θεός. τοιόνδ’ ἀπέβη τόδε πρᾶγμα.

Intertext edge

Open linked passage

Note