Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Cyclop
EuripidesCyclop 1 · perseus-grc2More by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Perseus Grc2
1
1
Σιληνός
1
Ὦ Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους
2
νῦν χὥτ’ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας·
3
πρῶτον μέν, ἡνίκ’ ἐμμανὴς Ἥρας ὕπο
4
Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς·
5
ἔπειτά γ’ ἀμφὶ γηγενῆ μάχην δορὸς
6
ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς γεγὼς
7
Ἐγκέλαδον ἰτέαν εἰς μέσην θενὼν δορὶ
8
ἔκτεινα—φέρ’ ἴδω, τοῦτ’ ἰδὼν ὄναρ λέγω;
9
οὐ μὰ Δί’, ἐπεὶ καὶ σκῦλ’ ἔδειξα βακχίῳ.
10
καὶ νῦν ἐκείνων μείζον’ ἐξαντλῶ πόνον.
11
ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
12
λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,
13
ἐγὼ πυθόμενος σὺν τέκνοισι ναυστολῶ
14
σέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ’ ἄκρᾳ
15
αὐτὸς λαβὼν ηὔθυνον ἀμφῆρες δόρυ,
16
παῖδες δ’ ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
17
ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ’, ἄναξ.
18
ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
19
ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ
20
ἐξέβαλεν ἡμᾶς τήνδ’ ἐς Αἰτναίαν πέτραν,
21
ἵν’ οἱ μονῶπες ποντίου παῖδες θεοῦ
22
Kύκλωπες οἰκοῦσ’ ἄντρ’ ἔρημ’ ἀνδροκτόνοι.
23
τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
24
δοῦλοι· καλοῦσι δ’ αὐτὸν ᾧ λατρεύομεν
25
Πολύφημον· ἀντὶ δ’ εὐίων βακχευμάτων
26
ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.
27
παῖδες μὲν οὖν μοι κλιτύων ἐν ἐσχάτοις
28
νέμουσι μῆλα νέα νέοι πεφυκότες,
29
ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
30
μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ
31
Κύκλωπι δείπνων ἀνοσίων διάκονος.
32
καὶ νῦν, τὰ προσταχθέντ’, ἀναγκαίως ἔχει
33
σαίρειν σιδηρᾷ τῇδέ μ’ ἁρπάγῃ δόμους,
34
ὡς τόν τ’ ἀπόντα δεσπότην Κύκλωπ’ ἐμὸν
35
καθαροῖσιν ἄντροις μῆλά τ’ ἐσδεχώμεθα.
36
ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
37
ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων
38
ὁμοῖος ὑμῖν νῦν τε χὥτε βακχίῳ
39
κῶμοι συνασπίζοντες Ἀλθαίας δόμους
40
προσῇτ’ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;
41
41
Χορός
41
παῖ γενναίων μὲν πατέρων
42
γενναίων τ’ ἐκ τοκάδων,
43
πᾷ δή μοι νίσῃ σκοπέλους;
44
οὐ τᾷδ’ ὑπήνεμος αὔρα
45
καὶ ποιηρὰ βοτάνα;
46
δινᾶέν θ’ ὕδωρ ποταμῶν
47
ἐν πίστραις κεῖται πέλας ἄν-
48
τρων; οὔ σοι βλαχαὶ τεκέων;
49
49
Χορός
49
—ψύττ’· οὐ τᾷδ’ οὔ; οὐ τᾷδε νεμῇ
50
κλιτὺν δροσεράν;
51
ὠή, ῥίψω πέτρον τάχα σου
52
—ὕπαγ’ ὦ ὕπαγ’ ὦ κεράστα—
53
μηλοβότα στασιωρὸν
54
Κύκλωπος ἀγροβάτα.
55
55
Χορός
55
σπαργῶντας μαστοὺς χάλασον·
56
δέξαι θηλαῖσι σπορὰς
57
ἃς λείπεις ἀρνῶν θαλάμοις.
58
ποθοῦσί σ’ ἁμερόκοιτοι
59
βλαχαὶ σμικρῶν τεκέων.
60
εἰς αὐλὰν πότ’ ἀμφιβαλεῖς
61
ποιηροὺς λείπουσα νομοὺς
62
Αἰτναίων εἴσω σκοπέλων;
63
63
Χορός
63
οὐ τάδε Βρόμιος, οὐ τάδε χοροὶ
64
Βάκχαι τε θυρσοφόροι,
65
οὐ τυμπάνων ἀλαλαγμοὶ
66
κρήναις παρ’ ὑδροχύτοις,
67
οὐκ οἴνου χλωραὶ σταγόνες·
68
οὐδ’ ἐν Νύσᾳ μετὰ Νυμφᾶν
69
ἴακχον ἴακχον ᾠδὰν
70
μέλπω πρὸς τὰν Ἀφροδίταν,
71
ἃν θηρεύων πετόμαν
72
Βάκχαις σὺν λευκόποσιν
73
ὦ φίλος·
74
ὦ φίλε Βακχεῖε, ποῖ οἰοπολεῖς;
75
ποῖ ξανθὰν χαίταν σείεις;
76
ἐγὼ δ’ ὁ σὸς πρόπολος
77
θητεύω Κύκλωπι
78
τῷ μονοδέρκτᾳ δοῦλος ἀλαίνων
79
σὺν τᾷδε τράγου χλαίνᾳ μελέᾳ
80
σᾶς χωρὶς φιλίας.
81
81
Σιληνός
81
σιγήσατ’, ὦ τέκν’, ἄντρα δ’ ἐς πετρηρεφῆ
82
ποίμνας ἀθροῖσαι προσπόλους κελεύσατε.
83
83
Χορός
83
χωρεῖτ’· ἀτὰρ δὴ τίνα, πάτερ, σπουδὴν ἔχεις;
84
84
Σιληνός
84
ὁρῶ πρὸς ἀκταῖς ναὸς Ἑλλάδος σκάφος
85
κώπης τ’ ἄνακτας σὺν στρατηλάτῃ τινὶ
86
στείχοντας ἐς τόδ’ ἄντρον· ἀμφὶ δ’ αὐχέσι
87
τεύχη φέρονται κενά, βορᾶς κεχρημένοι,
88
κρωσσούς θ’ ὑδρηλούς. ὦ ταλαίπωροι ξένοι,
89
τίνες ποτ’ εἰσίν; οὐκ ἴσασι δεσπότην
90
Πολύφημον οἷός ἐστιν, ἄξενον στέγην
91
τήνδ’ ἐμβεβῶτες καὶ Κυκλωπίαν γνάθον
92
τὴν ἀνδροβρῶτα δυστυχῶς ἀφιγμένοι.
93
ἀλλ’ ἥσυχοι γίγνεσθ’, ἵν’ ἐκπυθώμεθα
94
πόθεν πάρεισι Σικελὸν Αἰτναῖον πάγον.
95
95
Ὀδυσσεύς
95
ξένοι, φράσαιτ’ ἂν νᾶμα ποτάμιον πόθεν
96
δίψης ἄκος λάβοιμεν, εἴ τέ τις θέλει
97
βορὰν ὁδῆσαι ναυτίλοις κεχρημένοις;
98
--τί χρῆμα; Βρομίου πόλιν ἔοιγμεν ἐσβαλεῖν·
99
Σατύρων πρὸς ἄντροις τόνδ’ ὅμιλον εἰσορῶ.
100
χαίρειν προσεῖπα πρῶτα τὸν γεραίτατον.

Intertext edge

Open linked passage

Note