Fenicias
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
1Ἰοκάστηὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸνκαὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροιςἭλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα, ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆντήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα· ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲΠολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακονφῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον. ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,— Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ— καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαιςἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν, ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμαπαίδων ἐς οἴκους ἀρσένων κοινωνίαν. ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ, μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ· εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς, καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος. ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼνἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφοςγνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν, λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπαςδίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος, σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον· ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν. Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοιφέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέραςἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνονμαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.
1.2
32ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενοςπαῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάραἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλωνπρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις, τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖνεἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδαἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ. καί νιν κελεύει Λαΐου τροχηλάτης· ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο. ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νινχηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν. ὅθεν— τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν;— παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματαΠολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρειΣφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις, Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη, ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι, τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πωςμούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών· ὅθεν τύραννος τῆσδε γῆς καθίσταταικαὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός. γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλαςοὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη. τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας, Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν, κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ. μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμωνὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματαἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον, χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας. ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται, κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχηγένοιτο πολλῶν δεομένη σοφισμάτων· ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶνἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας, θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.
1.3
69τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρουςεὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ, ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάροςφεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα, Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς, ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖςκαθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων, φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός. ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών, πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει· ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε, πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός. ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖνἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός. ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος. ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰςΖεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις. χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸντὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι. Παιδαγωγόςὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί, ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖνμεθῆκε μελάθρων ἐς διῆρες ἔσχατονστράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς, ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον, μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται, κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος, σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσωἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα, σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρωνἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα. ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις, κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί· σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰςΔίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον.
1.4
103Ἀντιγόνηὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳχεῖρʼ ἀπὸ κλιμάκωνποδὸς ἴχνος ἐπαντέλλων. Παιδαγωγόςἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης· κινούμενον γὰρ τυγχάνει Πελασγικὸνστράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους. Ἀντιγόνηἰὼ πότνια παῖΛατοῦς Ἑκάτα, κατάχαλκον ἅπανπεδίον ἀστράπτει. Παιδαγωγόςοὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα, πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων. Ἀντιγόνηἆρα πύλαι κλῄθροις— χαλκόδετʼ ἆρʼ ἔμβολαλαϊνέοισιν Ἀμφίονος ὀργάνοιςτείχεος ἥρμοσται; Παιδαγωγόςθάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις. ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν. Ἀντιγόνητίς οὗτος ὁ λευκολόφας, πρόπαρ ὃς ἁγεῖται στρατοῦ πάγχαλκον ἀσπίδʼἀμφὶ βραχίονι κουφίζων; Παιδαγωγόςλοχαγός, ὦ δέσποινα. Ἀντιγόνητίς, πόθεν γεγώς; αὔδασον, ὦ γεραιέ, τίς ὀνομάζεται; Παιδαγωγόςοὗτος Μυκηναῖος μὲν αὐδᾶται γένος, Λερναῖα δʼ οἰκεῖ νάμαθʼ, Ἱππομέδων ἄναξ. Ἀντιγόνηἒ ἒ ὡς γαῦρος, ὡς φοβερὸς εἰσιδεῖν, γίγαντι γηγενέτᾳ προσόμοιοςἀστερωπὸς ἐν γραφαῖσιν, οὐχὶ πρόσφοροςἁμερίῳ γέννᾳ. Παιδαγωγόςτὸν δʼ ἐξαμείβοντʼ οὐχ ὁρᾷς Δίρκης ὕδωρ; Ἀντιγόνηἄλλος ἄλλος ὅδε τευχέων τρόπος. τίς δʼ ἐστὶν οὗτος; Παιδαγωγόςπαῖς μὲν Οἰνέως ἔφυΤυδεύς, Ἄρη δʼ Αἰτωλὸν ἐν στέρνοις ἔχει. Ἀντιγόνηοὗτος ὁ τᾶς Πολυνείκεος, ὦ γέρον, αὐτοκασιγνήτᾳ νύμφαςὁμόγαμος κυρεῖ; ὡς ἀλλόχρως ὅπλοισι, μειξοβάρβαρος. Παιδαγωγόςσακεσφόροι γὰρ πάντες Αἰτωλοί, τέκνον, λόγχαις τʼ ἀκοντιστῆρες εὐστοχώτατοι. Ἀντιγόνησὺ δʼ, ὦ γέρον, πῶς αἰσθάνῃ σαφῶς τάδε; Παιδαγωγόςσημεῖʼ ἰδὼν τότʼ ἀσπίδων ἐγνώρισα, σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρωνἃ προσδεδορκὼς οἶδα τοὺς ὡπλισμένους.
1.5
145Ἀντιγόνητίς δʼ οὗτος ἀμφὶ μνῆμα τὸ Ζήθου περᾷκαταβόστρυχος, ὄμμασι γοργὸςεἰσιδεῖν νεανίας, λοχαγός, ὡς ὄχλος νιν ὑστέρῳ ποδὶπάνοπλος ἀμφέπει; Παιδαγωγόςὅδʼ ἐστὶ Παρθενοπαῖος, Ἀταλάντης γόνος. Ἀντιγόνηἀλλά νιν ἁ κατʼ ὄρη μετὰ ματέροςἌρτεμις ἱεμένα τόξοις δαμάσασʼ ὀλέσειεν, ὃς ἐπʼ ἐμὰν πόλιν ἔβα πέρσων. Παιδαγωγόςεἴη τάδʼ, ὦ παῖ. σὺν δίκῃ δʼ ἥκουσι γῆν· ὃ καὶ δέδοικα μὴ σκοπῶσʼ ὀρθῶς θεοί. Ἀντιγόνηποῦ δʼ ὃς ἐμοὶ μιᾶς ἐγένετʼ ἐκ ματρὸςπολυπόνῳ μοίρᾳ; ὦ φίλτατʼ, εἰπέ, ποῦ ʼστι Πολυνείκης, γέρον. Παιδαγωγόςἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλαςΝιόβης Ἀδράστῳ πλησίον παραστατεῖ. ὁρᾷς; Ἀντιγόνηὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πωςμορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα. ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμιδιʼ αἰθέροςπρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλέναςδέρᾳ φιλτάτᾳ βάλοιμʼ ἐν χρόνῳφυγάδα μέλεον. ὡςὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον, ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου. Παιδαγωγόςἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς, ἔνσπονδος. Ἀντιγόνηοὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ, ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς; Παιδαγωγόςὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε· σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί. Ἀντιγόνηὦ λιπαροζώνου θύγατερ ἈελίουΣελαναία, χρυσεόκυκλον φέγγος, ὡς ἀτρεμαῖα κέντρα καὶ σώφροναπώλοις μεταφέρων ἰθύνει. ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει; ΠαιδαγωγόςΚαπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεταιπύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν. Ἀντιγόνηἰώ, Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί, κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοιμεγαλαγορίαν ὑπεράνορα κοιμίζεις· ὅδʼ ἐστίν, αἰχμαλώτιδαςὃς δορὶ Θηβαίας ΜυκηνηΐσινΛερναίᾳ τε δώσειν τριαίνᾳ, Ποσειδανίοις Ἀμυμωνίοιςὕδασι δουλείαν περιβαλών— μήποτε μήποτε τάνδʼ, ὦ πότνια, χρυσεοβόστρυχον ὦ Διὸς ἔρνοςἌρτεμι, δουλοσύναν τλαίην.
1.6
193Παιδαγωγόςὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγαςἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθουἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν. ὄχλος γάρ, ὡς ταραγμὸς εἰσῆλθεν πόλιν, χωρεῖ γυναικῶν πρὸς δόμους τυραννικούς, φιλόψογον δὲ χρῆμα θηλειῶν ἔφυ, σμικράς τʼ ἀφορμὰς ἢν λάβωσι τῶν λόγων, πλείους ἐπεσφέρουσιν· ἡδονὴ δέ τιςγυναιξὶ μηδὲν ὑγιὲς ἀλλήλας λέγειν.
1.7
202ΧορόςΤύριον οἶδμα λιποῦσʼ ἔβανἀκροθίνια ΛοξίᾳΦοινίσσας ἀπὸ νάσουΦοίβῳ δούλα μελάθρων, ἵνʼ ὑπὸ δειράσι νιφοβόλοιςΠαρνασοῦ κατενάσθη, Ἰόνιον κατὰ πόντον ἐλά- τᾳ πλεύσασα περιρρύτῳὑπὲρ ἀκαρπίστων πεδίωνΣικελίας Ζεφύρου πνοαῖςἱππεύσαντος, ἐν οὐρανῷκάλλιστον κελάδημα.
1.8
214Χορόςπόλεος ἐκπροκριθεῖσʼ ἐμᾶςκαλλιστεύματα ΛοξίᾳΚαδμείων ἔμολον γᾶν, κλεινῶν Ἀγηνοριδᾶνὁμογενεῖς ἐπὶ Λαΐουπεμφθεῖσʼ ἐνθάδε πύργους. ἴσα δʼ ἀγάλμασι χρυσοτεύ- κτοις Φοίβῳ λάτρις ἐγενόμαν· ἔτι δὲ Κασταλίας ὕδωρπεριμένει με κόμας ἐμᾶςδεῦσαι παρθένιον χλιδὰνΦοιβείαισι λατρείαις.
1.9
226Χορόςἰὼ λάμπουσα πέτρα πυρὸςδικόρυφον σέλας ὑπὲρ ἄκρωνβακχειῶν Διονύσου, οἴνα θʼ ἃ καθαμέριονστάζεις τὸν πολύκαρπονοἰνάνθας ἱεῖσα βότρυν, ζάθεά τʼ ἄντρα δράκοντος οὔ- ρειαί τε σκοπιαὶ θεῶννιφόβολόν τʼ ὄρος ἱερόν, εἱ- λίσσων ἀθανάτας θεοῦχορὸς γενοίμαν ἄφοβοςπαρὰ μεσόμφαλα γύαλα Φοί- βου Δίρκαν προλιποῦσα.
1.10
239Χορόςνῦν δέ μοι πρὸ τειχέωνθούριος μολὼν Ἄρηςαἷμα δάιον φλέγειτᾷδʼ, ὃ μὴ τύχοι, πόλει· κοινὰ γὰρ φίλων ἄχη, κοινὰ δʼ, εἴ τι πείσεταιἑπτάπυργος ἅδε γᾶ, Φοινίσσᾳ χώρᾳ. φεῦ φεῦ. κοινὸν αἷμα, κοινὰ τέκεατᾶς κερασφόρου πέφυκεν Ἰοῦς· ὧν μέτεστί μοι πόνων.
1.11
250Χορόςἀμφὶ δὲ πτόλιν νέφοςἀσπίδων πυκνὸν φλέγεισχῆμα φοινίου μάχης, ἃν Ἄρης τάχʼ εἴσεταιπαισὶν Οἰδίπου φέρωνπημονὰν Ἐρινύων. Ἄργος ὦ Πελασγικόν, δειμαίνω τὰν σὰν ἀλκάν, καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικονεἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ παῖςὃς μετέρχεται δόμους.
1.12
261Πολυνείκηςτὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατοδιʼ εὐπετείας τειχέων ἔσω μολεῖν. ὃ καὶ δέδοικα μή με δικτύων ἔσωλαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα. ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέονκἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ. ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳτὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι. ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα; ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται, ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός. πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα, ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν. ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραιπέλας πάρεισι, κοὐκ ἔρημα δώματα. φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφοςκαὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις. ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτραςἙλληνικοῖσι δώμασιν πελάζετε; ΧορόςΦοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με, Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸςΦοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον. μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνοςμαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας— ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν. σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθαςἑπτάστομον πύργωμα Θηβαίας χθονός. Πολυνείκηςπατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου, ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως· καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς. Χορόςὦ συγγένεια τῶν Ἀγήνορος τέκνων, ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο—
1.13
293Χορόςγονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ, τὸν οἴκοθεν νόμον σέβουσʼ— ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν. ἰὼ ἰώ· πότνια, μόλε πρόδομος, ἀμπέτασον πύλας. κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ; τί μέλλεις ὑπώροφα μέλαθρα περᾶνθιγεῖν τʼ ὠλέναισιν τέκνου; ἸοκάστηΦοίνισσαν βοὰνκλύουσʼ, ὦ νεάνιδες, γηραιὸνπόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον, χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραιςπροσεῖδον· ἀμφίβαλλε μα- στὸν ὠλέναισι ματέρος, παρηίδων τʼ ὄρεγμα βο- στρύχων τε κυανόχρωτα χαί- τας πλόκαμον, δέραν σκιάζων ἁμάν. ἰὼ ἰώ, μόλις φανεὶςἄελπτα κἀδόκητα ματρὸς ὠλέναις. τί φῶ σε; πῶς ἅπαντακαὶ χερσὶ καὶ λόγοισιπολυέλικτον ἁδονὰνἐκεῖσε καὶ τὸ δεῦροπεριχορεύουσα τέρψιν παλαιᾶν λάβωχαρμονᾶν; ἰὼ τέκος, ἔρημον πατρῷον ἔλιπες δόμονφυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ, ἦ ποθεινὸς φίλοις, ἦ ποθεινὸς Θήβαις. ὅθεν ἐμάν τε λευκόχροα κείρομαιδακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν, ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον, δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδεσκότιʼ ἀμείβομαι.
1.14
327ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴςἀπήνας ὁμοπτέρου τᾶς ἀπο- ζυγείσας δόμωνπόθον ἀμφιδάκρυτον ἀεὶ κατ- έχων ἀνῇξε μὲν ξίφουςἐπʼ αὐτόχειρά τε σφαγάν, ὑπὲρ τέραμνά τʼ ἀγχόνας, στενάζων ἀρὰς τέκνοις· σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτωνσκότια κρύπτεται. σὲ δʼ, ὦ τέκνον, καὶ γάμοισι δὴκλύω ζυγέντα παιδοποιὸν ἁδονὰνξένοισιν ἐν δόμοις ἔχεινξένον τε κῆδος ἀμφέπειν, ἄλαστα ματρὶ τᾷδε Λα- ίῳ τε τῷ παλαιγενεῖ, γάμων ἐπακτὸν ἄταν. ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶςνόμιμον ἐν γάμοιςὡς πρέπει ματέρι μακαρίᾳ· ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθηλουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίανπόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας. ὄλοιτο, τάδʼ εἴτε σίδαροςεἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος, εἴτε τὸ δαιμόνιον κατεκώμασεδώμασιν Οἰδιπόδα· πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.
1.15
355Χορόςδεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί, καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος. Πολυνείκηςμῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμηνἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχειπατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει, λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει. οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην, μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ, ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεωςκυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ, σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγετείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην, χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶνγυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ· ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλινναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον. ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαικάρα ξυρῆκες καὶ πέπλους μελαγχίμουςἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν. ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλωνκαὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς. τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ, σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο; ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς; Ἰοκάστηκακῶς θεῶν τις Οἰδίπου φθείρει γένος· οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ, κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ. ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν. ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα, δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα. Πολυνείκηςἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς· ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.
1.16
387Ἰοκάστηκαὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν, τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα; Πολυνείκηςμέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ. Ἰοκάστητίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές; Πολυνείκηςἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν. Ἰοκάστηδούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ. Πολυνείκηςτὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών. Ἰοκάστηκαὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς. Πολυνείκηςἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον. Ἰοκάστηαἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος. Πολυνείκηςκαλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ. Ἰοκάστηοὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς; Πολυνείκηςἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν. Ἰοκάστηπόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον; Πολυνείκηςποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν. Ἰοκάστηφίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν; Πολυνείκηςεὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς. Ἰοκάστηοὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν; Πολυνείκηςκακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με. Ἰοκάστηἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς. Πολυνείκηςοὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον. Ἰοκάστηπῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες; Πολυνείκηςἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα. Ἰοκάστηποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν. Πολυνείκηςκάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους. Ἰοκάστηκαὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον; Πολυνείκηςοὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην. Ἰοκάστησοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος; Πολυνείκηςνὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας. Ἰοκάστηκοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος; Πολυνείκηςἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς. Ἰοκάστητίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν. ΠολυνείκηςΤυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός. Ἰοκάστητί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν; Πολυνείκηςστρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι. Ἰοκάστηἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα; Πολυνείκηςκἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας. Ἰοκάστηἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς; Πολυνείκηςοὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας. Ἰοκάστηπῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
1.17
427Πολυνείκηςδισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε, Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός· ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ. πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροιπάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶδιδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαιπόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίωςτοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ. ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν, μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλουςπαῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν. πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ· τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα, δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει. ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγωνλόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ. Χορόςκαὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδεχωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειντοιούσδε μύθους οἷς διαλλάξεις τέκνα. Ἐτεοκλῆςμῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺςἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου· ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχωντάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σουκοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖντόνδʼ εἰσεδέξω τειχέων πείσασά με. Ἰοκάστηἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει, βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν. σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς· οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάραΓοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν. σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε, Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπωνλέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους. παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν· ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ, ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν, κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν. λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον· σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων, ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τιςθεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
1.18
469Πολυνείκηςἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ, κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων· ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγοςνοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν. ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμηντοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰςἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε, ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός, δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον, ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼνκαὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼνκακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται. ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς, ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχειτυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος. καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼνστρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός, οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼνκαὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον, καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρεινπύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις, ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαιδρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ, ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα. ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰςλόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖςκαὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ. Χορόςἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνατεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.
1.19
499Ἐτεοκλῆςεἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα, οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις· νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς, πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε. ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ· ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰςκαὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε, τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα. τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαιἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί· ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσαςτοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι, ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆντυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδεγένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸςφόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν. χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς, μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγοςὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν. ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει, ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι. ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ; πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα, ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων, ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα. εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρικάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών. Χορόςοὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς· οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν. Ἰοκάστηὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά, Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρίαἔχει τι λέξαι τῶν νέων σοφώτερον. τί τῆς κακίστης δαιμόνων ἐφίεσαιΦιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός· πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμοναςἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων· ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον, Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοιςπόλεις τε πόλεσι συμμάχους τε συμμάχοιςσυνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ, τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταταιτοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται. καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶνἸσότης ἔταξε κἀριθμὸν διώρισε, νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶςἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον, κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον. εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖςσὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσονκαὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη;
1.20
549τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα, τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε; περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν. ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασιβούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον· ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν. οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί, τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα· ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν. ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος. ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα, πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις, ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε; Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ, ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε, ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόραςβίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας. ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν, γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ. σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω· ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο, ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν. φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ— ὃ μὴ τύχοι ποτέ— πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί; πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν, καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς; Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖςἀσπίδας ἔθηκε; μήποτʼ, ὦ τέκνον, κλέοςτοιόνδε σοι γένοιθʼ ὑφʼ Ἑλλήνων λαβεῖν. ἢν δʼ αὖ κρατηθῇς καὶ τὰ τοῦδʼ ὑπερδράμῃ, πῶς Ἄργος ἥξεις μυρίους λιπὼν νεκρούς; ἐρεῖ δὲ δή τις· ὦ κακὰ μνηστεύματαἌδραστε προσθείς, διὰ μιᾶς νύμφης γάμονἀπωλόμεσθα. δύο κακὼ σπεύδεις, τέκνον, κείνων στέρεσθαι τῶνδέ τʼ ἐν μέσῳ πεσεῖν. μέθετον τὸ λίαν, μέθετον· ἀμαθία δυοῖν, ἐς ταὔθʼ ὅταν μόλητον, ἔχθιστον κακόν. Χορόςὦ θεοί, γένοισθε τῶνδʼ ἀπότροποι κακῶνκαὶ ξύμβασίν τινʼ Οἰδίπου τέκνοις δότε.
1.21
588Ἐτεοκλῆςμῆτερ, οὐ λόγων ἔθʼ ἁγών, ἀλλʼ ἀναλοῦται χρόνοςοὑν μέσῳ μάτην, περαίνει δʼ οὐδὲν ἡ προθυμία· οὐ γὰρ ἂν ξυμβαῖμεν ἄλλως ἢ ʼπὶ τοῖς εἰρημένοις, ὥστʼ ἐμὲ σκήπτρων κρατοῦντα τῆσδʼ ἄνακτʼ εἶναι χθονός· τῶν μακρῶν δʼ ἀπαλλαγεῖσα νουθετημάτων μʼ ἔα. καὶ σὺ τῶνδʼ ἔξω κομίζου τειχέων, ἢ κατθανῇ. Πολυνείκηςπρὸς τίνος; τίς ὧδʼ ἄτρωτος, ὅστις εἰς ἡμᾶς ξίφοςφόνιον ἐμβαλὼν τὸν αὐτὸν οὐκ ἀποίσεται μόρον; Ἐτεοκλῆςἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς; Πολυνείκηςεἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν. Ἐτεοκλῆςκᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην; Πολυνείκηςἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης. Ἐτεοκλῆςκομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν. Πολυνείκηςκαὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός. Ἐτεοκλῆςοὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον. Πολυνείκηςτοῦ μέρους ἔχων τὸ πλεῖον; Ἐτεοκλῆςφήμʼ· ἀπαλλάσσου δὲ γῆς. Πολυνείκηςὦ θεῶν βωμοὶ πατρῴων— Ἐτεοκλῆςοὓς σὺ πορθήσων πάρει. Πολυνείκηςκλύετέ μου— Ἐτεοκλῆςτίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου; Πολυνείκηςκαὶ θεῶν τῶν λευκοπώλων δώματα— Ἐτεοκλῆςοἳ στυγοῦσί σε. Πολυνείκηςἐξελαυνόμεσθα πατρίδος— Ἐτεοκλῆςκαὶ γὰρ ἦλθες ἐξελῶν. Πολυνείκηςἀδικίᾳ γʼ, ὦ θεοί. ἘτεοκλῆςΜυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς. Πολυνείκηςἀνόσιος πέφυκας— Ἐτεοκλῆςἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος. Πολυνείκηςὅς μʼ ἄμοιρον ἐξελαύνεις. Ἐτεοκλῆςκαὶ κατακτενῶ γε πρός. Πολυνείκηςὦ πάτερ, κλύεις ἃ πάσχω; Ἐτεοκλῆςκαὶ γὰρ οἷα δρᾷς κλύει. Πολυνείκηςκαὶ σύ, μῆτερ; Ἐτεοκλῆςἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα. Πολυνείκηςὦ πόλις. Ἐτεοκλῆςμολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
1.22
614Πολυνείκηςεἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ. Ἐτεοκλῆςἔξιθι χθονός. Πολυνείκηςἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν. Ἐτεοκλῆςοὐκ ἂν τύχοις. Πολυνείκηςἀλλὰ παρθένους ἀδελφάς. Ἐτεοκλῆςοὐδὲ τάσδʼ ὄψῃ ποτέ. Πολυνείκηςὦ κασίγνηται. Ἐτεοκλῆςτί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν; Πολυνείκηςμῆτερ, ἀλλά μοι σὺ χαῖρε. Ἰοκάστηχαρτὰ γοῦν πάσχω, τέκνον. Πολυνείκηςοὐκέτʼ εἰμὶ παῖς σός. Ἰοκάστηἐς πόλλʼ ἀθλία πέφυκʼ ἐγώ. Πολυνείκηςὅδε γὰρ εἰς ἡμᾶς ὑβρίζει. Ἐτεοκλῆςκαὶ γὰρ ἀνθυβρίζομαι. Πολυνείκηςποῦ ποτε στήσῃ πρὸ πύργων; Ἐτεοκλῆςὡς τί μʼ ἱστορεῖς τόδε; Πολυνείκηςἀντιτάξομαι κτενῶν σε. Ἐτεοκλῆςκἀμὲ τοῦδʼ ἔρως ἔχει. Ἰοκάστηὦ τάλαινʼ ἐγώ· τί δράσετʼ, ὦ τέκνα; Πολυνείκηςαὐτὸ σημανεῖ. Ἰοκάστηπατρὸς οὐ φεύξεσθʼ Ἐρινῦς; Ἐτεοκλῆςἐρρέτω πρόπας δόμος. Πολυνείκηςὡς τάχʼ οὐκέθʼ αἱματηρὸν τοὐμὸν ἀργήσει ξίφος. τὴν δὲ θρέψασάν με γαῖαν καὶ θεοὺς μαρτύρομαι, ὡς ἄτιμος οἰκτρὰ πάσχων ἐξελαύνομαι χθονός, δοῦλος ὥς, ἀλλʼ οὐχὶ ταὐτοῦ πατρὸς Οἰδίπου γεγώς· κἄν τί σοι, πόλις, γένηται, μὴ ἐμέ, τόνδε δʼ αἰτιῶ· οὐχ ἑκὼν γὰρ ἦλθον, ἄκων δʼ ἐξελαύνομαι χθονός. καὶ σύ, Φοῖβʼ ἄναξ Ἀγυιεῦ, καὶ μέλαθρα, χαίρετε, ἥλικές θʼ οὑμοί, θεῶν τε δεξίμηλʼ ἀγάλματα. οὐ γὰρ οἶδʼ εἴ μοι προσειπεῖν αὖθις ἔσθʼ ὑμᾶς ποτε· ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖςτόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός. Ἐτεοκλῆςἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.
1.23
638ΧορόςΚάδμος ἔμολε τάνδε γᾶνΤύριος, ᾧ τετρασκελὴςμόσχος ἀδάματον πέσημαδίκε τελεσφόρον διδοῦσαχρησμόν, οὗ κατοικίσαιπεδία νιν τὸ θέσφατονπυροφόρα δόμων ἔχρη, καλλιπόταμος ὕδατος ἵνα τενοτὶς ἐπέρχεται γύας, Δίρκας χλοηφόρουςκαὶ βαθυσπόρους γύας· Βρόμιον ἔνθα τέκετο μά- τηρ Διὸς γάμοισι, κισσὸς ὃν περιστεφὴςἕλικος εὐθὺς ἔτι βρέφοςχλοηφόροισιν ἔρνεσινκατασκίοισιν ὀλβίσας ἐνώτισεν, Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισικαὶ γυναιξὶν εὐίοις.
1.24
657Χορόςἔνθα φόνιος ἦν δράκωνἌρεος ὠμόφρων φύλαξνάματʼ ἔνυδρα καὶ ῥέεθραχλοερὰ δεργμάτων κόραισιπολυπλάνοις ἐπισκοπῶν· ὃν ἐπὶ χέρνιβας μολὼνΚάδμος ὄλεσε μαρμάρῳ· κρᾶτα φόνιον ὀλεσίθηροςὠλένας δικὼν βολαῖς, δίας ἀμάτορος δʼἐς βαθυσπόρους γύαςγαπετεῖς δικὼν ὀδόν- τας Παλλάδος φραδαῖσιν· ἔνθεν ἐξανῆκε γᾶπάνοπλον ὄψιν ὑπὲρ ἄκρωνὅρων χθονός· σιδαρόφρωνδέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ. αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισιδεῖξεν αἰθέρος πνοαῖς.
1.25
676Χορόςκαὶ σέ, τὸν προμάτοροςἸοῦς ποτʼ ἔκγονονἜπαφον, ὦ Διὸς γένεθλον, ἐκάλεσʼ ἐκάλεσα βαρβάρῳ βοᾷ, ἰώ, βαρβάροις λιταῖς· βᾶθι βᾶθι τάνδε γᾶν·— σοί νιν ἔκγονοι κτίσανκαὶ διώνυμοι θεαί, Περσέφασσα καὶ φίλαΔαμάτηρ θεά, πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός, κτήσαντο— πέμπε πυρφόρουςθεάς, ἄμυνε τᾷδε γᾷ· πάντα δʼ εὐπετῆ θεοῖς.
1.26
690Ἐτεοκλῆςχώρει σὺ καὶ κόμιζε τὸν ΜενοικέωςΚρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς, λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸςθέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα, πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν. καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών· ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς. Κρέωνἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξἘτεόκλεες, πέριξ δὲ Καδμείων πύλαςφυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος. Ἐτεοκλῆςκαὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον· πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάςὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών. Κρέωνἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν, κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα. ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν· ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων. Ἐτεοκλῆςτὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ. Κρέωνἥκει τις αἰχμάλωτος Ἀργείων πάρα. Ἐτεοκλῆςλέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον; Κρέωνμέλλειν πέριξ πύργοισι Καδμείων πόλινὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν. Ἐτεοκλῆςἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει. Κρέωνποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν; Ἐτεοκλῆςἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα. Κρέωνσμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι. Ἐτεοκλῆςἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς. Κρέωνἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα. Ἐτεοκλῆςθάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου. Κρέωνθέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου. Ἐτεοκλῆςὡς οὐ καθέξω τειχέων ἔσω στρατόν. Κρέωνκαὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία. Ἐτεοκλῆςβούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς; Κρέωνπάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν. Ἐτεοκλῆςεἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου; Κρέωνεἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν. Ἐτεοκλῆςἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον. Κρέωνἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας. Ἐτεοκλῆςἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ; Κρέωνἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ. Ἐτεοκλῆςβαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος. Κρέωνἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς. Ἐτεοκλῆςτί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν; Κρέωνκἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ. Ἐτεοκλῆςτί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν; Κρέωνμὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός. Ἐτεοκλῆςτίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
1.27
737Κρέωνἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ— Ἐτεοκλῆςτί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ. Κρέωνλόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις. Ἐτεοκλῆςτί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ. Κρέωνἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ. Ἐτεοκλῆςλόχων ἀνάσσειν ἢ μονοστόλου δορός; Κρέωνλόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι. Ἐτεοκλῆςξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις. Κρέωνκαὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ. Ἐτεοκλῆςθάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ; Κρέωνἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον. Ἐτεοκλῆςἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιντάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις, ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς. ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν, ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων. ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα. καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖνκαὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί. κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦΑἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ, σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυοντὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς. μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν; τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν. πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει, ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα· ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ. ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατονοἰωνόμαντις Τειρεσίας ἔχει φράσαι, τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸνΜενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον, λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον· σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται, ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμηνἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν. πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον· ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυνμήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί, θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ. σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω· ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα, ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸςὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ. τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν, προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.
1.28
784Χορόςὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματικαὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς; οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥραςβόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃμοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί, ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσαςαἵματι Θήβαςκῶμον ἀναυλότατον προχορεύεις. οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ, ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλωνἱππείαις ἐπὶ χεύμασι βαίνωνἸσμηνοῖο θοάζεις, Ἀργείοις ἐπιπνεύσαςΣπαρτῶν γένναν, ἀσπιδοφέρμονα θίασον ἐνόπλιον, ἀντίπαλον κατὰ λάινα τείχεαχαλκῷ κοσμήσας. ἦ δεινά τις Ἔρις θεός, ἃ τάδεμήσατο πήματα γᾶς βασιλεῦσιν, Λαβδακίδαις πολυμόχθοις.
1.29
801Χορόςὦ ζαθέων πετάλων πολυθηρότα- τον νάπος, Ἀρτέμιδος χιονοτρόφον ὄμμα Κιθαιρών, μήποτε τὸν θανάτῳ προτεθέντα, λόχευμʼ Ἰοκάστας, ὤφελες Οἰδιπόδαν θρέψαι, βρέφος ἔκβολον οἴκων, χρυσοδέτοις περόναις ἐπίσαμον· μηδὲ τὸ παρθένιον πτερόν, οὔρειον τέρας, ἐλθεῖνπένθεα γαίαςΣφιγγὸς ἀμουσοτάταισι σὺν ᾠδαῖς, ἅ ποτε Καδμογενῆ τετραβάμοσι χαλαῖςτείχεσι χριμπτομένα φέρεν αἰθέρος εἰς ἄβατον φῶςγένναν, ἃν ὁ κατὰ χθονὸς ἍιδαςΚαδμείοις ἐπιπέμπει· δυσδαίμων δʼ ἔρις ἄλλαθάλλει παίδωνΟἰδιπόδα κατὰ δώματα καὶ πόλιν. οὐ γὰρ ὃ μὴ καλὸν οὔποτʼ ἔφυ καλόν, οὐδʼ οἱ μὴ νόμιμοιπαῖδες ματρὶ λόχευμα, μίασμα πατρός· ἣ δὲ συναίμονος ἐς λέχος ἦλθεν.⋯
1.30
818Χορόςἔτεκες, ὦ Γαῖʼ, ἔτεκές ποτε, βάρβαρον ὡς ἀκοὰν ἐδάην ἐδάην ποτʼ ἐν οἴκοις, τὰν ἀπὸ θηροτρόφου φοινικολόφοιο δράκοντοςγένναν ὀδοντοφυῆ, Θήβαις κάλλιστον ὄνειδος· Ἁρμονίας δέ ποτʼ εἰς ὑμεναίουςἤλυθον οὐρανίδαι, φόρμιγγί τε τείχεα Θήβαςτᾶς Ἀμφιονίας τε λύρας ὕπο πύργος ἀνέσταδιδύμων ποταμῶν πόρον ἀμφὶ μέσον, Δίρκα χλοεροτρόφον ᾇ πεδίονπρόπαρ Ἰσμηνοῦ καταδεύει· Ἰώ θʼ, ἁ κερόεσσα προμάτωρ, Καδμείων βασιλῆας ἐγείνατο, μυριάδας δʼ ἀγαθῶν ἑτέροις ἑτέ- ρας μεταμειβομένα πόλις ἅδʼ ἐπʼ ἄκροις ἕστακʼἈρηΐοις στεφάνοισιν.
1.31
834Τειρεσίαςἡγοῦ πάροιθε, θύγατερ· ὡς τυφλῷ ποδὶὀφθαλμὸς εἶ σύ, ναυβάταισιν ἄστρον ὥς· δεῦρʼ ἐς τὸ λευρὸν πέδον ἴχνος τιθεῖσʼ ἐμόν, πρόβαινε, μὴ σφαλῶμεν· ἀσθενὴς πατήρ· κλήρους τέ μοι φύλασσε παρθένῳ χερί, οὓς ἔλαβον οἰωνίσματʼ ὀρνίθων μαθὼνθάκοισιν ἐν ἱεροῖσιν, οὗ μαντεύομαι. τέκνον Μενοικεῦ, παῖ Κρέοντος, εἰπέ μοιπόση τις ἡ ʼπίλοιπος ἄστεως ὁδὸςπρὸς πατέρα τὸν σόν· ὡς ἐμὸν κάμνει γόνυ, πυκνὴν δὲ βαίνων ἤλυσιν μόλις περῶ. Κρέωνθάρσει· πέλας γάρ, Τειρεσία, φίλοισι σοῖςἐξώρμισαι σὸν πόδα· λαβοῦ δʼ αὐτοῦ, τέκνον· ὡς πᾶσʼ ἀπήνη πούς τε πρεσβύτου φιλεῖχειρὸς θυραίας ἀναμένειν κουφίσματα. Τειρεσίαςεἶἑν, πάρεσμεν· τί με καλεῖς σπουδῇ, Κρέον; Κρέωνοὔπω λελήσμεθʼ· ἀλλὰ σύλλεξαι σθένοςκαὶ πνεῦμʼ ἄθροισον, αἶπος ἐκβαλὼν ὁδοῦ. Τειρεσίαςκόπῳ παρεῖμαι γοῦν Ἐρεχθειδῶν ἄποδεῦρʼ ἐκκομισθεὶς τῆς πάροιθεν ἡμέρας· κἀκεῖ γὰρ ἦν τις πόλεμος Εὐμόλπου δορός, οὗ καλλινίκους Κεκροπίδας ἔθηκʼ ἐγώ· καὶ τόνδε χρυσοῦν στέφανον, ὡς ὁρᾷς, ἔχωλαβὼν ἀπαρχὰς πολεμίων σκυλευμάτων. Κρέωνοἰωνὸν ἐθέμην καλλίνικα σὰ στέφη· ἐν γὰρ κλύδωνι κείμεθʼ, ὥσπερ οἶσθα σύ, δορὸς Δαναϊδῶν, καὶ μέγας Θήβαις ἀγών. βασιλεὺς μὲν οὖν βέβηκε κοσμηθεὶς ὅπλοιςἤδη πρὸς ἀλκὴν Ἐτεοκλῆς Μυκηνίδα· ἐμοὶ δʼ ἐπέσταλκʼ ἐκμαθεῖν σέθεν πάρα, τί δρῶντες ἂν μάλιστα σώσαιμεν πόλιν.
1.32
865ΤειρεσίαςἘτεοκλέους μὲν οὕνεκʼ ἂν κλῄσας στόμαχρησμοὺς ἐπέσχον· σοὶ δʼ, ἐπεὶ χρῄζεις μαθεῖν, λέξω. νοσεῖ γὰρ ἥδε γῆ πάλαι, Κρέον, ἐξ οὗ ʼτεκνώθη Λάιος βίᾳ θεῶνπόσιν τʼ ἔφυσε μητρὶ μέλεον Οἰδίπουν· αἵ θʼ αἱματωποὶ δεργμάτων διαφθοραὶθεῶν σόφισμα κἀπίδειξις Ἑλλάδι. ἃ συγκαλύψαι παῖδες Οἰδίπου χρόνῳχρῄζοντες, ὡς δὴ θεοὺς ὑπεκδραμούμενοι, ἥμαρτον ἀμαθῶς· οὔτε γὰρ γέρα πατρὶοὔτʼ ἔξοδον διδόντες, ἄνδρα δυστυχῆἐξηγρίωσαν· ἐκ δʼ ἔπνευσʼ αὐτοῖς ἀρὰςδεινάς, νοσῶν τε καὶ πρὸς ἠτιμασμένος. ἁγὼ τί οὐ δρῶν, ποῖα δʼ οὐ λέγων ἔπηἐς ἔχθος ἦλθον παισὶ τοῖσιν Οἰδίπου; ἐγγὺς δὲ θάνατος αὐτόχειρ αὐτοῖς, Κρέον· πολλοὶ δὲ νεκροὶ περὶ νεκροῖς πεπτωκότεςἈργεῖα καὶ Καδμεῖα μείξαντες βέληπικροὺς γόους δώσουσι Θηβαίᾳ χθονί. σύ τʼ ὦ τάλαινα συγκατασκάπτῃ πόλι, εἰ μὴ λόγοισι τοῖς ἐμοῖς τὶς πείσεται. ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν, τῶν Οἰδίπουμηδένα πολίτην μηδʼ ἄνακτʼ εἶναι χθονός, ὡς δαιμονῶντας κἀνατρέψοντας πόλιν. ἐπεὶ δὲ κρεῖσσον τὸ κακόν ἐστι τἀγαθοῦ, μίʼ ἔστιν ἄλλη μηχανὴ σωτηρίας. ἀλλʼ— οὐ γὰρ εἰπεῖν οὔτʼ ἐμοὶ τόδʼ ἀσφαλὲςπικρόν τε τοῖσι τὴν τύχην κεκτημένοιςπόλει παρασχεῖν φάρμακον σωτηρίας— ἄπειμι. χαίρεθʼ· εἷς γὰρ ὢν πολλῶν μέτατὸ μέλλον, εἰ χρή, πείσομαι· τί γὰρ πάθω; Κρέωνἐπίσχες αὐτοῦ, πρέσβυ. Τειρεσίαςμὴ ʼπιλαμβάνου. Κρέωνμεῖνον, τί φεύγεις; Τειρεσίαςἡ τύχη σʼ, ἀλλʼ οὐκ ἐγώ. Κρέωνφράσον πολίταις καὶ πόλει σωτηρίαν. Τειρεσίαςβούλῃ σὺ μέντοι κοὐχὶ βουλήσῃ τάχα. Κρέωνκαὶ πῶς πατρῴαν γαῖαν οὐ σῷσαι θέλω; Τειρεσίαςθέλεις ἀκοῦσαι δῆτα καὶ σπουδὴν ἔχεις; Κρέωνἐς γὰρ τί μᾶλλον δεῖ προθυμίαν ἔχειν; Τειρεσίαςκλύοις ἂν ἤδη τῶν ἐμῶν θεσπισμάτων. πρῶτον δʼ ἐκεῖνο βούλομαι σαφῶς μαθεῖν, ποῦ ʼστιν Μενοικεύς, ὅς με δεῦρʼ ἐπήγαγεν; Κρέωνὅδʼ οὐ μακρὰν ἄπεστι, πλησίον δὲ σοῦ. Τειρεσίαςἀπελθέτω νυν θεσφάτων ἐμῶν ἑκάς. Κρέωνἐμὸς πεφυκὼς παῖς ἃ δεῖ σιγήσεται. Τειρεσίαςβούλῃ παρόντος δῆτά σοι τούτου φράσω; Κρέωνκλύων γὰρ ἂν τέρποιτο τῆς σωτηρίας.
1.33
911Τειρεσίαςἄκουε δή νυν θεσφάτων ἐμῶν ὁδόν· ἃ δρῶντες ἂν σώσαιτε Καδμείων πόλινσφάξαι Μενοικέα τόνδε δεῖ σʼ ὑπὲρ πάτρας, σὸν παῖδʼ, ἐπειδὴ τὴν τύχην αὐτὸς καλεῖς. Κρέωντί φῄς; τίνʼ εἶπας τόνδε μῦθον, ὦ γέρον; Τειρεσίαςἅπερ πέφυκε, ταῦτα κἀνάγκη σὲ δρᾶν. Κρέωνὦ πολλὰ λέξας ἐν βραχεῖ χρόνῳ κακά. Τειρεσίαςσοί γʼ, ἀλλὰ πατρίδι μεγάλα καὶ σωτήρια. Κρέωνοὐκ ἔκλυον, οὐκ ἤκουσα· χαιρέτω πόλις. Τειρεσίαςἁνὴρ ὅδʼ οὐκέθʼ αὑτός· ἐκνεύει πάλιν. Κρέωνχαίρων ἴθʼ· οὐ γὰρ σῶν με δεῖ μαντευμάτων. Τειρεσίαςἀπόλωλεν ἡ ἀλήθειʼ, ἐπεὶ σὺ δυστυχεῖς; Κρέωνὦ πρός σε γονάτων καὶ γερασμίου τριχὸς— Τειρεσίαςτί προσπίτνεις με; δυσφύλακτʼ αἰτῇ κακά. Κρέωνσίγα· πόλει δὲ τούσδε μὴ λέξῃς λόγους. Τειρεσίαςἀδικεῖν κελεύεις μʼ· οὐ σιωπήσαιμεν ἄν. Κρέωντί δή με δράσεις; παῖδά μου κατακτενεῖς; Τειρεσίαςἄλλοις μελήσει ταῦτʼ, ἐμοὶ δʼ εἰρήσεται. Κρέωνἐκ τοῦ δʼ ἐμοὶ τόδʼ ἦλθε καὶ τέκνῳ κακόν; Τειρεσίαςὀρθῶς μʼ ἐρωτᾷς κεἰς ἀγῶνʼ ἔρχῃ λόγων. δεῖ τόνδε θαλάμαις, οὗ δράκων ὁ γηγενὴςἐγένετο Δίρκης ναμάτων ἐπίσκοπος, σφαγέντα φόνιον αἷμα γῇ δοῦναι χοὰςΚάδμου, παλαιῶν Ἄρεος ἐκ μηνιμάτων, ὃς γηγενεῖ δράκοντι τιμωρεῖ φόνον. καὶ ταῦτα δρῶντες σύμμαχον κτήσεσθʼ Ἄρη. χθὼν δʼ ἀντὶ καρποῦ καρπὸν ἀντί θʼ αἵματοςαἷμʼ ἢν λάβῃ βρότειον, ἕξετʼ εὐμενῆγῆν, ἥ ποθʼ ἡμῖν χρυσοπήληκα στάχυνσπαρτῶν ἀνῆκεν· ἐκ γένους δὲ δεῖ θανεῖντοῦδʼ, ὃς δράκοντος γένυος ἐκπέφυκε παῖς. σὺ δʼ ἐνθάδʼ ἡμῖν λοιπὸς εἶ σπαρτῶν γένουςἀκέραιος, ἔκ τε μητρὸς ἀρσένων τʼ ἄπο, οἱ σοί τε παῖδες. Αἵμονος μὲν οὖν γάμοισφαγὰς ἀπείργουσʼ. οὐ γάρ ἐστιν ᾔθεος· κεἰ μὴ γὰρ εὐνῆς ἥψατʼ, ἀλλʼ ἔχει λέχος. οὗτος δὲ πῶλος τῇδʼ ἀνειμένος πόλειθανὼν πατρῴαν γαῖαν ἐκσώσειεν ἄν. πικρὸν δʼ Ἀδράστῳ νόστον Ἀργείοισί τεθήσει, μέλαιναν κῆρʼ ἐπʼ ὄμμασιν βαλών, κλεινάς τε Θήβας. τοῖνδʼ ἑλοῦ δυοῖν πότμοιντὸν ἕτερον· ἢ γὰρ παῖδα σῷσον ἢ πόλιν. τὰ μὲν παρʼ ἡμῶν πάντʼ ἔχεις· ἡγοῦ, τέκνον, πρὸς οἶκον. ὅστις δʼ ἐμπύρῳ χρῆται τέχνῃ, μάταιος· ἢν μὲν ἐχθρὰ σημήνας τύχῃ, πικρὸς καθέστηχʼ οἷς ἂν οἰωνοσκοπῇ· ψευδῆ δʼ ὑπʼ οἴκτου τοῖσι χρωμένοις λέγωνἀδικεῖ τὰ τῶν θεῶν. Φοῖβον ἀνθρώποις μόνονχρῆν θεσπιῳδεῖν, ὃς δέδοικεν οὐδένα.
1.34
960ΧορόςΚρέον, τί σιγᾷς γῆρυν ἄφθογγον σχάσας; κἀμοὶ γὰρ οὐδὲν ἧσσον ἔκπληξις πάρα. Κρέωντί δʼ ἄν τις εἴποι; δῆλον οἵ γʼ ἐμοὶ λόγοι. ἐγὼ γὰρ οὔποτʼ ἐς τόδʼ εἶμι συμφορᾶς, ὥστε σφαγέντα παῖδα προσθεῖναι πόλει. πᾶσιν γὰρ ἀνθρώποισι φιλότεκνος βίος, οὐδʼ ἂν τὸν αὑτοῦ παῖδά τις δοίη κτανεῖν. μή μʼ εὐλογείτω τἀμά τις κτείνων τέκνα. αὐτὸς δʼ— ἐν ὡραίῳ γὰρ ἕσταμεν βίου— θνῄσκειν ἕτοιμος πατρίδος ἐκλυτήριον. ἀλλʼ εἶα, τέκνον, πρὶν μαθεῖν πᾶσαν πόλιν, ἀκόλαστʼ ἐάσας μάντεων θεσπίσματα, φεῦγʼ ὡς τάχιστα τῆσδʼ ἀπαλλαχθεὶς χθονός· λέξει γὰρ ἀρχαῖς καὶ στρατηλάταις τάδε, πύλας ἐφʼ ἑπτὰ καὶ λοχαγέτας μολών· κἂν μὲν φθάσωμεν, ἔστι σοι σωτηρία· ἢν δʼ ὑστερήσῃς, οἰχόμεσθα, κατθανῇ. Μενοικεύςποῖ δῆτα φεύγω; τίνα πόλιν; τίνα ξένων; Κρέωνὅπου χθονὸς τῆσδʼ ἐκποδὼν μάλιστʼ ἔσῃ. Μενοικεύςοὐκοῦν σὲ φράζειν εἰκός, ἐκπονεῖν δʼ ἐμέ. ΚρέωνΔελφοὺς περάσας— Μενοικεύςποῖ με χρή, πάτερ, μολεῖν; ΚρέωνΑἰτωλίδʼ ἐς γῆν. Μενοικεύςἐκ δὲ τῆσδε ποῖ περῶ; ΚρέωνΘεσπρωτὸν οὖδας. Μενοικεύςσεμνὰ Δωδώνης βάθρα; Κρέωνἔγνως. Μενοικεύςτί δὴ τόδʼ ἔρυμά μοι γενήσεται; Κρέωνπόμπιμος ὁ δαίμων. Μενοικεύςχρημάτων δὲ τίς πόρος; Κρέωνἐγὼ πορεύσω χρυσόν. Μενοικεύςεὖ λέγεις, πάτερ. χώρει νυν· ὡς σὴν πρὸς κασιγνήτην μολών, ἧς πρῶτα μαστὸν εἵλκυσʼ, Ἰοκάστην λέγω, μητρὸς στερηθεὶς ὀρφανός τʼ ἀποζυγείς— προσηγορήσων εἶμι καὶ σῴσων βίον. ἀλλʼ εἶα, χώρει· μὴ τὸ σὸν κωλυέτω.—
1.35
991γυναῖκες, ὡς εὖ πατρὸς ἐξεῖλον φόβον, κλέψας λόγοισιν, ὥσθʼ ἃ βούλομαι τυχεῖν· ὅς μʼ ἐκκομίζει, πόλιν ἀποστερῶν τύχης, καὶ δειλίᾳ δίδωσι. καὶ συγγνωστὰ μὲνγέροντι, τοὐμὸν δʼ οὐχὶ συγγνώμην ἔχει, προδότην γενέσθαι πατρίδος ἥ μʼ ἐγείνατο. ὡς οὖν ἂν εἰδῆτʼ, εἶμι καὶ σῴσω πόλινψυχήν τε δώσω τῆσδʼ ὑπερθανεῖν χθονός. αἰσχρὸν γάρ· οἱ μὲν θεσφάτων ἐλεύθεροικοὐκ εἰς ἀνάγκην δαιμόνων ἀφιγμένοιστάντες παρʼ ἀσπίδʼ οὐκ ὀκνήσουσιν θανεῖν, πύργων πάροιθε μαχόμενοι πάτρας ὕπερ· ἐγὼ δέ, πατέρα καὶ κασίγνητον προδοὺςπόλιν τʼ ἐμαυτοῦ, δειλὸς ὣς ἔξω χθονὸςἄπειμʼ· ὅπου δʼ ἂν ζῶ, κακὸς φανήσομαι. μὰ τὸν μετʼ ἄστρων Ζῆνʼ Ἄρη τε φοίνιον, ὃς τοὺς ὑπερτείλαντας ἐκ γαίας ποτὲΣπαρτοὺς ἄνακτας τῆσδε γῆς ἱδρύσατο. ἀλλʼ εἶμι καὶ στὰς ἐξ ἐπάλξεων ἄκρωνσφάξας ἐμαυτὸν σηκὸν ἐς μελαμβαθῆδράκοντος, ἔνθʼ ὁ μάντις ἐξηγήσατο, ἐλευθερώσω γαῖαν· εἴρηται λόγος. στείχω δέ, θανάτου δῶρον οὐκ αἰσχρὸν πόλειδώσων, νόσου δὲ τήνδʼ ἀπαλλάξω χθόνα. εἰ γὰρ λαβὼν ἕκαστος ὅ τι δύναιτό τιςχρηστὸν διέλθοι τοῦτο κἀς κοινὸν φέροιπατρίδι, κακῶν ἂν αἱ πόλεις ἐλασσόνωνπειρώμεναι τὸ λοιπὸν εὐτυχοῖεν ἄν.
1.36
1019Χορόςἔβας ἔβας, ὦ πτεροῦσσα, γᾶς λόχευμανερτέρου τʼ Ἐχίδνας, Καδμείων ἁρπαγά, πολύφθορος πολύστονοςμειξοπάρθενος, δάιον τέρας, φοιτάσι πτεροῖςχαλαῖσί τʼ ὠμοσίτοις· Διρκαίων ἅ ποτʼ ἐκτόπων νέους πεδαίρουσʼἄλυρον ἀμφὶ μοῦσανὀλομέναν τʼ Ἐρινὺνἔφερες ἔφερες ἄχεα πατρίδιφόνια· φόνιος ἐκ θεῶνὃς τάδʼ ἦν ὁ πράξας. ἰάλεμοι δὲ ματέρων, ἰάλεμοι δὲ παρθένωνἐστέναζον οἴκοις· ἰηιήιον βοάν, ἰηιήιον μέλος, ἄλλος ἄλλʼ ἐπωτότυζεδιαδοχαῖς ἀνὰ πτόλιν. βροντᾷ δὲ στεναγμὸςἀχά τʼ ἦν ὅμοιος, ὁπότε πόλεος ἀφανίσειενἁ πτεροῦσσα παρθένος τινʼ ἀνδρῶν.
1.37
1043Χορόςχρόνῳ δʼ ἔβαΠυθίαις ἀποστολαῖσινΟἰδίπους ὁ τλάμωνΘηβαίαν τάνδε γᾶντότʼ ἀσμένοις, πάλιν δʼ ἄχη· ματρὶ γὰρ γάμουςδυσγάμους τάλαςκαλλίνικος ὢναἰνιγμάτων συνάπτει, μιαίνει δὲ πτόλιν· διʼ αἱμάτων δʼ ἀμείβειμυσαρὸν εἰς ἀγῶνακαταβαλὼν ἀραῖσιτέκεα μέλεος. ἀγάμεθʼ ἀγάμεθʼ, ὃς ἐπὶ θάνατον οἴχεταιγᾶς ὑπὲρ πατρῴας, Κρέοντι μὲν λιπὼν γόους, τὰ δʼ ἑπτάπυργα κλῇθρα γᾶςκαλλίνικα θήσων. γενοίμεθʼ ὧδε ματέρεςγενοίμεθʼ εὔτεκνοι, φίλαΠαλλάς, ἃ δράκοντος αἷμαλιθόβολον κατειργάσω, Καδμείαν μέριμνανὁρμήσασʼ ἐπʼ ἔργον, ὅθεν ἐπέσυτο τάνδε γαῖανἁρπαγαῖσι δαιμόνων τις ἄτα.
1.38
1067Ἄγγελοςὠή, τίς ἐν πύλαισι δωμάτων κυρεῖ; ἀνοίγετʼ· ἐκπορεύετʼ Ἰοκάστην δόμων. ὠὴ μάλʼ αὖθις· διὰ μακροῦ μέν, ἀλλʼ ὅμωςἔξελθʼ, ἄκουσον, Οἰδίπου κλεινὴ δάμαρ, λήξασʼ ὀδυρμῶν πενθίμων τε δακρύων. Ἰοκάστηὦ φίλτατʼ, οὔ που ξυμφορὰν ἥκεις φέρωνἘτεοκλέους θανόντος, οὗ παρʼ ἀσπίδαβέβηκας αἰεὶ πολεμίων εἴργων βέλη; τί μοί ποθʼ ἥκεις καινὸν ἀγγελῶν ἔπος; τέθνηκεν ἢ ζῇ παῖς ἐμός; σήμαινέ μοι. Ἄγγελοςζῇ, μὴ τρέσῃς τόδʼ, ὥς σʼ ἀπαλλάξω φόβου. Ἰοκάστητί δʼ; ἑπτάπυργοι πῶς ἔχουσι περιβολαί; Ἄγγελοςἑστᾶσʼ ἄθραυστοι, κοὐκ ἀνήρπασται πόλις. Ἰοκάστηἦλθον δὲ πρὸς κίνδυνον Ἀργείου δορός; Ἄγγελοςἀκμήν γʼ ἐπʼ αὐτήν· ἀλλʼ ὁ Καδμείων Ἄρηςκρείσσων κατέστη τοῦ Μυκηναίου δορός. Ἰοκάστηἓν εἰπὲ πρὸς θεῶν, εἴ τι Πολυνείκους πέριοἶσθʼ· ὡς μέλει μοι καὶ τόδʼ, εἰ λεύσσει φάος. Ἄγγελοςζῇ σοι ξυνωρὶς ἐς τόδʼ ἡμέρας τέκνων. Ἰοκάστηεὐδαιμονοίης. πῶς γὰρ Ἀργείων δόρυπυλῶν ἀπεστήσασθε πυργηρούμενοι; λέξον, γέροντα τυφλὸν ὡς κατὰ στέγαςἐλθοῦσα τέρψω, τῆσδε γῆς σεσῳσμένης. Ἄγγελοςἐπεὶ Κρέοντος παῖς ὁ γῆς ὑπερθανὼνπύργων ἐπʼ ἄκρων στὰς μελάνδετον ξίφοςλαιμῶν διῆκε τῇδε γῇ σωτήριον, λόχους ἔνειμεν ἑπτὰ καὶ λοχαγέταςπύλας ἐφʼ ἑπτά, φύλακας Ἀργείου δορός, σὸς παῖς, ἐφέδρους δʼ ἱππότας μὲν ἱππόταιςἔταξʼ, ὁπλίτας δʼ ἀσπιδηφόροις ἔπι, ὡς τῷ νοσοῦντι τειχέων εἴη δορὸςἀλκὴ διʼ ὀλίγου. περγάμων δʼ ἀπʼ ὀρθίωνλεύκασπιν εἰσορῶμεν Ἀργείων στρατὸνΤευμησὸν ἐκλιπόντα, καὶ τάφρου πέλαςδρόμῳ ξυνῆψαν ἄστυ Καδμείας χθονός. παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦἐκεῖθεν ἔκ τε τειχέων ἡμῶν πάρα.
1.39
1104καὶ πρῶτα μὲν προσῆγε Νηίταις πύλαιςλόχον πυκναῖσιν ἀσπίσιν πεφρικόταὁ τῆς κυναγοῦ Παρθενοπαῖος ἔκγονος, ἐπίσημʼ ἔχων οἰκεῖον ἐν μέσῳ σάκει, ἑκηβόλοις τόξοισιν Ἀταλάντην κάπρονχειρουμένην Αἰτωλόν. ἐς δὲ Προιτίδαςπύλας ἐχώρει σφάγιʼ ἔχων ἐφʼ ἅρματιὁ μάντις Ἀμφιάραος, οὐ σημεῖʼ ἔχωνὑβρισμένʼ, ἀλλὰ σωφρόνως ἄσημʼ ὅπλα. Ὠγύγια δʼ ἐς πυλώμαθʼ Ἱππομέδων ἄναξἔστειχʼ ἔχων σημεῖον ἐν μέσῳ σάκειστικτοῖς Πανόπτην ὄμμασιν δεδορκότα, τὰ μὲν σὺν ἄστρων ἐπιτολαῖσιν ὄμματαβλέποντα, τὰ δὲ κρύπτοντα δυνόντων μέτα, ὡς ὕστερον θανόντος εἰσορᾶν παρῆν. Ὁμολωίσιν δὲ τάξιν εἶχε πρὸς πύλαιςΤυδεύς, λέοντος δέρος ἔχων ἐπʼ ἀσπίδιχαίτῃ πεφρικός· δεξιᾷ δὲ λαμπάδαΤιτὰν Προμηθεὺς ἔφερεν ὡς πρήσων πόλιν. ὁ σὸς δὲ Κρηναίαισι Πολυνείκης πύλαιςἌρη προσῆγε· Ποτνιάδες δʼ ἐπʼ ἀσπίδιἐπίσημα πῶλοι δρομάδες ἐσκίρτων φόβῳ, εὖ πως στρόφιγξιν ἔνδοθεν κυκλούμεναιπόρπαχʼ ὑπʼ αὐτόν, ὥστε μαίνεσθαι δοκεῖν. ὁ δʼ οὐκ ἔλασσον Ἄρεος ἐς μάχην φρονῶνΚαπανεὺς προσῆγε λόχον ἐπʼ Ἠλέκτραις πύλαις· σιδηρονώτοις δʼ ἀσπίδος τύποις ἐπῆνγίγας ἐπʼ ὤμοις γηγενὴς ὅλην πόλινφέρων μοχλοῖσιν ἐξανασπάσας βάθρων, ὑπόνοιαν ἡμῖν οἷα πείσεται πόλις. ταῖς δʼ ἑβδόμαις Ἄδραστος ἐν πύλαισιν ἦν, ἑκατὸν ἐχίδναις ἀσπίδʼ ἐκπληρῶν γραφῇ, ὕδρας ἔχων λαιοῖσιν ἐν βραχίοσινἈργεῖον αὔχημʼ· ἐκ δὲ τειχέων μέσωνδράκοντες ἔφερον τέκνα Καδμείων γνάθοις. παρῆν δʼ ἑκάστου τῶνδέ μοι θεάματαξύνθημα παρφέροντι ποιμέσιν λόχων. καὶ πρῶτα μὲν τόξοισι καὶ μεσαγκύλοιςἐμαρνάμεσθα σφενδόναις θʼ ἑκηβόλοιςπετρῶν τʼ ἀραγμοῖς· ὡς δʼ ἐνικῶμεν μάχῃ, ἔκλαγξε Τυδεὺς καὶ σὸς ἐξαίφνης γόνος· ὦ τέκνα Δαναῶν, πρὶν κατεξάνθαι βολαῖς, τί μέλλετʼ ἄρδην πάντες ἐμπίπτειν πύλαις, γυμνῆτες ἱππῆς ἁρμάτων τʼ ἐπιστάται; ἠχῆς δʼ ὅπως ἤκουσαν, οὔτις ἀργὸς ἦν· πολλοὶ δʼ ἔπιπτον κρᾶτας αἱματούμενοι, ἡμῶν τʼ ἐς οὖδας εἶδες ἂν πρὸ τειχέωνπυκνοὺς κυβιστητῆρας ἐκπεπνευκότας· ξηρὰν δʼ ἔδευον γαῖαν αἵματος ῥοαῖς.
1.40
1153ὁ δʼ Ἀρκάς, οὐκ Ἀργεῖος, Ἀταλάντης γόνοςτυφὼς πύλαισιν ὥς τις ἐμπεσὼν βοᾷπῦρ καὶ δικέλλας, ὡς κατασκάψων πόλιν· ἀλλʼ ἔσχε μαργῶντʼ αὐτὸν ἐναλίου θεοῦΠερικλύμενος παῖς λᾶαν ἐμβαλὼν κάρᾳἁμαξοπληθῆ, γεῖσʼ ἐπάλξεων ἄπο· ξανθὸν δὲ κρᾶτα διεπάλυνε καὶ ῥαφὰςἔρρηξεν ὀστέων, ἄρτι δʼ οἰνωπὸν γένυνκαθῃμάτωσεν· οὐδʼ ἀποίσεται βίοντῇ καλλιτόξῳ μητρὶ Μαινάλου κόρῃ. ἐπεὶ δὲ τάσδʼ ἐσεῖδεν εὐτυχεῖς πύλας, ἄλλας ἐπῄει παῖς σός, εἱπόμην δʼ ἐγώ. ὁρῶ δὲ Τυδέα καὶ παρασπιστὰς πυκνοὺςΑἰτωλίσιν λόγχαισιν εἰς ἄκρον στόμαπύργων ἀκοντίζοντας, ὥστʼ ἐπάλξεωνλιπεῖν ἐρίπνας φυγάδας· ἀλλά νιν πάλινκυναγὸς ὡσεὶ παῖς σὸς ἐξαθροίζεται, πύργοις δʼ ἐπέστησʼ αὖθις. ἐς δʼ ἄλλας πύλαςἠπειγόμεσθα, τοῦτο παύσαντες νοσοῦν. Καπανεὺς δὲ πῶς εἴποιμʼ ἂν ὡς ἐμαίνετο; μακραύχενος γὰρ κλίμακος προσαμβάσειςἔχων ἐχώρει, καὶ τοσόνδʼ ἐκόμπασε, μηδʼ ἂν τὸ σεμνὸν πῦρ νιν εἰργαθεῖν Διὸςτὸ μὴ οὐ κατʼ ἄκρων περγάμων ἑλεῖν πόλιν. καὶ ταῦθʼ ἅμʼ ἠγόρευε καὶ πετρούμενοςἀνεῖρφʼ ὑπʼ αὐτὴν ἀσπίδʼ εἱλίξας δέμας, κλίμακος ἀμείβων ξέστʼ ἐνηλάτων βάθρα. ἤδη δʼ ὑπερβαίνοντα γεῖσα τειχέωνβάλλει κεραυνῷ Ζεύς νιν· ἐκτύπησε δὲχθών, ὥστε δεῖσαι πάντας· ἐκ δὲ κλιμάκωνἐσφενδονᾶτο χωρὶς ἀλλήλων μέλη, κόμαι μὲν εἰς Ὄλυμπον, αἷμα δʼ ἐς χθόνα, χεῖρες δὲ καὶ κῶλʼ ὡς κύκλωμʼ Ἰξίονοςεἱλίσσετʼ· ἐς γῆν δʼ ἔμπυρος πίπτει νεκρός. ὡς δʼ εἶδʼ Ἄδραστος Ζῆνα πολέμιον στρατῷ, ἔξω τάφρου καθῖσεν Ἀργείων στρατόν. οἱ δʼ αὖ παρʼ ἡμῶν δεξιὸν Διὸς τέραςἰδόντες ἐξήλαυνον ἁρμάτων ὄχουςἱππῆς ὁπλῖται, κἀς μέσʼ Ἀργείων ὅπλασυνῆψαν ἔγχη· πάντα δʼ ἦν ὁμοῦ κακά· ἔθνῃσκον ἐξέπιπτον ἀντύγων ἄπο, τροχοί τʼ ἐπήδων ἄξονές τʼ ἐπʼ ἄξοσι, νεκροὶ δὲ νεκροῖς ἐξεσωρεύονθʼ ὁμοῦ. πύργων μὲν οὖν γῆς ἔσχομεν κατασκαφὰςἐς τὴν παροῦσαν ἡμέραν· εἰ δʼ εὐτυχὴςἔσται τὸ λοιπὸν ἥδε γῆ, θεοῖς μέλει· καὶ νῦν γὰρ αὐτὴν δαιμόνων ἔσῳσέ τις. Χορόςκαλὸν τὸ νικᾶν· εἰ δʼ ἀμείνονʼ οἱ θεοὶγνώμην ἔχουσιν— εὐτυχὴς εἴην ἐγώ.
1.41
1202Ἰοκάστηκαλῶς τὰ τῶν θεῶν καὶ τὰ τῆς τύχης ἔχει· παῖδές τε γάρ μοι ζῶσι κἀκπέφευγε γῆ. Κρέων δʼ ἔοικε τῶν ἐμῶν νυμφευμάτωντῶν τʼ Οἰδίπου δύστηνος ἀπολαῦσαι κακῶν, παιδὸς στερηθείς, τῇ πόλει μὲν εὐτυχῶς, ἰδίᾳ δὲ λυπρῶς. ἀλλʼ ἄνελθέ μοι πάλιν, τί τἀπὶ τούτοις παῖδʼ ἐμὼ δρασείετον. Ἄγγελοςἔα τὰ λοιπά· δεῦρʼ ἀεὶ γὰρ εὐτυχεῖς. Ἰοκάστητοῦτʼ εἰς ὕποπτον εἶπας· οὐκ ἐατέον. Ἄγγελοςμεῖζον τί χρῄζεις παῖδας ἢ σεσῳσμένους; Ἰοκάστηκαὶ τἀπίλοιπά γʼ εἰ καλῶς πράσσω κλύειν. Ἄγγελοςμέθες μʼ· ἔρημος παῖς ὑπασπιστοῦ σέθεν. Ἰοκάστηκακόν τι κεύθεις καὶ στέγεις ὑπὸ σκότῳ. Ἄγγελοςκοὐκ ἄν γε λέξαιμʼ ἐπʼ ἀγαθοῖσι σοῖς κακά. Ἰοκάστηἢν μή γε φεύγων ἐκφύγῃς πρὸς αἰθέρα. Ἄγγελοςαἰαῖ· τί μʼ οὐκ εἴασας ἐξ εὐαγγέλουφήμης ἀπελθεῖν, ἀλλὰ μηνῦσαι κακά; τὼ παῖδε τὼ σὼ μέλλετον, τολμήματααἴσχιστα, χωρὶς μονομαχεῖν παντὸς στρατοῦ, λέξαντες Ἀργείοισι Καδμείοισί τεἐς κοινὸν οἷον μήποτʼ ὤφελον λόγον. Ἐτεοκλέης δʼ ὑπῆρξʼ ἀπʼ ὀρθίου σταθεὶςπύργου, κελεύσας σῖγα κηρῦξαι στρατῷ· ἔλεξε δʼ· ὦ γῆς Ἑλλάδος στρατηλάταιΔαναῶν ἀριστῆς, οἵπερ ἤλθετʼ ἐνθάδε, Κάδμου τε λαός, μήτε Πολυνείκους χάρινψυχὰς ἀπεμπολᾶτε μήθʼ ἡμῶν ὕπερ. ἐγὼ γὰρ αὐτὸς τόνδε κίνδυνον μεθεὶςμόνος συνάψω συγγόνῳ τὠμῷ μάχην· κἂν μὲν κτάνω τόνδʼ, οἶκον οἰκήσω μόνος, ἡσσώμενος δὲ τῷδε παραδώσω μόνῳ· ὑμεῖς δʼ ἀγῶνʼ ἀφέντες, Ἀργεῖοι, χθόνανίσεσθε, βίοτον μὴ λιπόντες ἐνθάδε, Σπαρτῶν τε λαὸς ἅλις ὅσος κεῖται νεκρός. τοσαῦτʼ ἔλεξε· σὸς δὲ Πολυνείκης γόνοςἐκ τάξεων ὤρουσε κἀπῄνει λόγους. πάντες δʼ ἐπερρόθησαν Ἀργεῖοι τάδεΚάδμου τε λαὸς ὡς δίκαιʼ ἡγούμενοι. ἐπὶ τοῖσδε δʼ ἐσπείσαντο, κἀν μεταιχμίοιςὅρκους συνῆψαν ἐμμενεῖν στρατηλάται.
1.42
1242ἤδη δʼ ἔκρυπτον σῶμα παγχάλκοις ὅπλοιςδισσοὶ γέροντος Οἰδίπου νεανίαι· φίλοι δʼ ἐκόσμουν, τῆσδε μὲν πρόμον χθονὸςΣπαρτῶν ἀριστῆς, τὸν δὲ Δαναϊδῶν ἄκροι. ἔσταν δὲ λαμπρὼ χρῶμά τʼ οὐκ ἠλλαξάτηνμαργῶντʼ ἐπʼ ἀλλήλοισιν ἱέναι δόρυ. παρεξιόντες δʼ ἄλλος ἄλλοθεν φίλωνλόγοις ἐθάρσυνόν τε κἀξηύδων τάδε· Πολύνεικες, ἐν σοὶ Ζηνὸς ὀρθῶσαι βρέταςτρόπαιον Ἄργει τʼ εὐκλεᾶ δοῦναι λόγον· Ἐτεοκλέα δʼ αὖ· νῦν πόλεως ὑπερμαχεῖς, νῦν καλλίνικος γενόμενος σκήπτρων κρατεῖς. τάδʼ ἠγόρευον παρακαλοῦντες ἐς μάχην. μάντεις δὲ μῆλʼ ἔσφαζον, ἐμπύρους τʼ ἀκμὰςῥήξεις τʼ ἐνώμων ὑγρότητʼ ἐναντίανἄκραν τε λαμπάδʼ, ἣ δυοῖν ὅρους ἔχει, νίκης τε σῆμα καὶ τὸ τῶν ἡσσωμένων. ἀλλʼ, εἴ τινʼ ἀλκὴν ἢ σοφοὺς ἔχεις λόγουςἢ φίλτρʼ ἐπῳδῶν, στεῖχʼ, ἐρήτυσον τέκναδεινῆς ἁμίλλης· ὡς ὁ κίνδυνος μέγας· κἄπαθλα δεινὰ δάκρυά σοι γενήσεταιδισσοῖν στερείσῃ τῇδʼ ἐν ἡμέρᾳ τέκνοιν. Ἰοκάστηὦ τέκνον ἔξελθʼ Ἀντιγόνη δόμων πάρος· οὐκ ἐν χορείαις οὐδὲ παρθενεύμασινῦν σοι προχωρεῖ δαιμόνων κατάστασις, ἀλλʼ ἄνδρʼ ἀρίστω καὶ κασιγνήτω σέθενἐς θάνατον ἐκνεύοντε κωλῦσαί σε δεῖξὺν μητρὶ τῇ σῇ μὴ πρὸς ἀλλήλοιν θανεῖν. Ἀντιγόνητίνʼ, ὦ τεκοῦσα μῆτερ, ἔκπληξιν νέανφίλοις ἀυτεῖς τῶνδε δωμάτων πάρος; Ἰοκάστηὦ θύγατερ, ἔρρει σῶν κασιγνήτων βίος. Ἀντιγόνηπῶς εἶπας; Ἰοκάστηαἰχμὴν ἐς μίαν καθέστατον. Ἀντιγόνηοἲ ʼγώ, τί λέξεις, μῆτερ; Ἰοκάστηοὐ φίλʼ, ἀλλʼ ἕπου. Ἀντιγόνηποῖ, παρθενῶνας ἐκλιποῦσʼ; Ἰοκάστηἀνὰ στρατόν. Ἀντιγόνηαἰδούμεθʼ ὄχλον. Ἰοκάστηοὐκ ἐν αἰσχύνῃ τὰ σά. Ἀντιγόνηδράσω δὲ δὴ τί; Ἰοκάστησυγγόνων λύσεις ἔριν. Ἀντιγόνητί δρῶσα, μῆτερ; Ἰοκάστηπροσπίτνουσʼ ἐμοῦ μέτα. Ἀντιγόνηἡγοῦ σὺ πρὸς μεταίχμιʼ· οὐ μελλητέον. Ἰοκάστηἔπειγʼ ἔπειγε, θύγατερ· ὡς, ἢν μὲν φθάσωπαῖδας πρὸ λόγχης, οὑμὸς ἐν φάει βίος· θανοῦσι δʼ αὐτοῖς συνθανοῦσα κείσομαι.
1.43
1284Χορόςαἰαῖ αἰαῖ, τρομερὰν φρίκᾳτρομερὰν φρένʼ ἔχω· διὰ σάρκα δʼ ἐμὰνἔλεος ἔλεος ἔμολε μα- τέρος δειλαίας. δίδυμα τέκεα πότερος ἄραπότερον αἱμάξει— ἰώ μοι πόνων, ἰὼ Ζεῦ, ἰὼ γᾶ— ὁμογενῆ δέραν, ὁμογενῆ ψυχὰνδιʼ ἀσπίδων, διʼ αἱμάτων; τάλαινʼ ἐγὼ τάλαινα, πό- τερον ἄρα νέκυν ὀλόμενον ἰαχήσω;
1.44
1296Χορόςφεῦ δᾶ φεῦ δᾶ, δίδυμοι θῆρες, φόνιαι ψυχαὶ δορὶ παλλόμεναιπέσεα πέσεα δάιʼ αὐ- τίχʼ αἱμάξετον. τάλανες, ὅ τι ποτὲ μονομάχονἐπὶ φρένʼ ἠλθέτην, βοᾷ βαρβάρῳ στενακτὰν ἰαχὰνμελομέναν νεκροῖς δάκρυσι θρηνήσω. σχεδὸν τύχα πέλας φόνου· κρινεῖ φάος τὸ μέλλον. ἄ- ποτμος ἄποτμος ὁ φόνος ἕνεκʼ Ἐρινύων.
1.45
1307Χορόςἀλλὰ γὰρ Κρέοντα λεύσσω τόνδε δεῦρο συννεφῆπρὸς δόμους στείχοντα, παύσω τοὺς παρεστῶτας γόους.
1.46
1310Κρέωνοἴμοι, τί δράσω; πότερʼ ἐμαυτὸν ἢ πόλινστένω δακρύσας, ἣν πέριξ ἔχει νέφοςτοιοῦτον ὥστε διʼ Ἀχέροντος ἱέναι; ἐμός τε γὰρ παῖς γῆς ὄλωλʼ ὑπερθανών, τοὔνομα λαβὼν γενναῖον, ἀνιαρὸν δʼ ἐμοί· ὃν ἄρτι κρημνῶν ἐκ δρακοντείων ἑλὼναὐτοσφαγῆ δύστηνος ἐκόμισʼ ἐν χεροῖν, βοᾷ δὲ δῶμα πᾶν· ἐγὼ δʼ ἥκω μέταγέρων ἀδελφὴν γραῖαν Ἰοκάστην, ὅπωςλούσῃ προθῆταί τʼ οὐκέτʼ ὄντα παῖδʼ ἐμόν. τοῖς γὰρ θανοῦσι χρὴ τὸν οὐ τεθνηκότατιμὰς διδόντα χθόνιον εὐσεβεῖν θεόν. Χορόςβέβηκʼ ἀδελφὴ σή, Κρέων, ἔξω δόμωνκόρη τε μητρὸς Ἀντιγόνη κοινῷ ποδί. Κρέωνποῖ; κἀπὶ ποίαν συμφοράν; σήμαινέ μοι. Χορόςἤκουσε τέκνα μονομάχῳ μέλλειν δορὶἐς ἀσπίδʼ ἥξειν βασιλικῶν δόμων ὕπερ. Κρέωνπῶς φῄς; νέκυν τοι παιδὸς ἀγαπάζων ἐμοῦοὐκ ἐς τόδʼ ἦλθον ὥστε καὶ τάδʼ εἰδέναι. Χορόςἀλλʼ οἴχεται μὲν σὴ κασιγνήτη πάλαι· δοκῶ δʼ ἀγῶνα τὸν περὶ ψυχῆς, Κρέον, ἤδη πεπρᾶχθαι παισὶ τοῖσιν Οἰδίπου. Κρέωνοἴμοι, τὸ μὲν σημεῖον εἰσορῶ τόδε, σκυθρωπὸν ὄμμα καὶ πρόσωπον ἀγγέλουστείχοντος, ὃς πᾶν ἀγγελεῖ τὸ δρώμενον.
1.47
1335Ἄγγελοςὦ τάλας ἐγώ, τίνʼ εἴπω μῦθον ἢ τίνας γόους; Κρέωνοἰχόμεσθʼ· οὐκ εὐπροσώποις φροιμίοις ἄρχῃ λόγου. Ἄγγελοςὦ τάλας, δισσῶς ἀυτῶ· μεγάλα γὰρ φέρω κακά. Κρέωνπρὸς πεπραγμένοισιν ἄλλοις πήμασιν. λέγεις δὲ τί; Ἄγγελοςοὐκέτʼ εἰσὶ σῆς ἀδελφῆς παῖδες ἐν φάει, Κρέον.
1.48
1340Κρέωναἰαῖ· μεγάλα μοι θροεῖς πάθεα καὶ πόλει. ὦ δώματʼ εἰσηκούσατʼ Οἰδίπου τάδεπαίδων ὁμοίαις συμφοραῖς ὀλωλότων; Χορόςὥστʼ ἂν δακρῦσαί γʼ, εἰ φρονοῦντʼ ἐτύγχανεν. Κρέωνοἴμοι ξυμφορᾶς βαρυποτμωτάτας, οἴμοι κακῶν δύστηνος· ὦ τάλας ἐγώ. Ἄγγελοςεἰ καὶ τὰ πρὸς τούτοισί γʼ εἰδείης κακά. Κρέωνκαὶ πῶς γένοιτʼ ἂν τῶνδε δυσποτμώτερα; Ἄγγελοςτέθνηκʼ ἀδελφὴ σὴ δυοῖν παίδοιν μέτα. Χορόςἀνάγετʼ ἀνάγετε κωκυ- τόν, ἐπὶ κάρα τε λευκοπήχεις κτύπους χεροῖν. Κρέωνὦ τλῆμον, οἷον τέρμονʼ, Ἰοκάστη, βίουγάμων τε τῶν σῶν Σφιγγὸς αἰνιγμοὺς ἔτλης. πῶς καὶ πέπρακται διπτύχων παίδων φόνοςἀρᾶς τʼ ἀγώνισμʼ Οἰδίπου; σήμαινέ μοι. Ἄγγελοςτὰ μὲν πρὸ πύργων εὐτυχήματα χθονὸςοἶσθʼ· οὐ μακρὰν γὰρ τειχέων περιπτυχαί. ὥστʼ οὐχ ἅπαντά σʼ εἰδέναι τὰ δρώμενα. ἐπεὶ δὲ χαλκέοις σῶμʼ ἐκοσμήσανθʼ ὅπλοιςοἱ τοῦ γέροντος Οἰδίπου νεανίαι, ἔστησαν ἐλθόντʼ ἐς μέσον μεταίχμιονδισσὼ στρατηγὼ καὶ διπλὼ στρατηλάταὡς εἰς ἀγῶνα μονομάχου τʼ ἀλκὴν δορός. βλέψας δʼ ἐπʼ Ἄργος ἧκε Πολυνείκης ἀράς· ὦ πότνιʼ Ἥρα— σὸς γάρ εἰμʼ, ἐπεὶ γάμοιςἔζευξʼ Ἀδράστου παῖδα καὶ ναίω χθόνα— δός μοι κτανεῖν ἀδελφόν, ἀντήρη δʼ ἐμὴνκαθαιματῶσαι δεξιὰν νικηφόρον·— αἴσχιστον αἰτῶν στέφανον, ὁμογενῆ κτανεῖν. πολλοῖς δʼ ἐπῄει δάκρυα τῆς τύχης ὅση, κἄβλεψαν ἀλλήλοισι διαδόντες κόρας. Ἐτεοκλέης δὲ Παλλάδος χρυσάσπιδοςβλέψας πρὸς οἶκον ηὔξατʼ· ὦ Διὸς κόρη, δὸς ἔγχος ἡμῖν καλλίνικον ἐκ χερὸςἐς στέρνʼ ἀδελφοῦ τῆσδʼ ἀπʼ ὠλένης βαλεῖνκτανεῖν θʼ ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν. ἐπεὶ δʼ ἀφείθη πυρσὸς ὣς Τυρσηνικῆςσάλπιγγος ἠχὴ σῆμα φοινίου μάχης, ᾖξαν δράμημα δεινὸν ἀλλήλοις ἔπι· κάπροι δʼ ὅπως θήγοντες ἀγρίαν γένυνξυνῆψαν, ἀφρῷ διάβροχοι γενειάδας· ᾖσσον δὲ λόγχαις· ἀλλʼ ὑφίζανον κύκλοις, ὅπως σίδηρος ἐξολισθάνοι μάτην. εἰ δʼ ὄμμʼ ὑπερσχὸν ἴτυος ἅτερος μάθοι, λόγχην ἐνώμα, στόματι προφθῆναι θέλων. ἀλλʼ εὖ προσῆγον ἀσπίδων κεγχρώμασινὀφθαλμόν, ἀργὸν ὥστε γίγνεσθαι δόρυ. πλείων δὲ τοῖς ὁρῶσιν ἐστάλασσʼ ἱδρὼςἢ τοῖσι δρῶσι, διὰ φίλων ὀρρωδίαν.
1.49
1390Ἐτεοκλέης δὲ ποδὶ μεταψαίρων πέτρονἴχνους ὑπόδρομον, κῶλον ἐκτὸς ἀσπίδοςτίθησι· Πολυνείκης δʼ ἀπήντησεν δορί, πληγὴν σιδήρῳ παραδοθεῖσαν εἰσιδών, κνήμην τε διεπέρασεν Ἀργεῖον δόρυ· στρατὸς δʼ ἀνηλάλαξε Δαναϊδῶν ἅπας. κἀν τῷδε μόχθῳ γυμνὸν ὦμον εἰσιδὼνὁ πρόσθε τρωθεὶς στέρνα Πολυνείκους βίᾳδιῆκε λόγχην, κἀπέδωκεν ἡδονὰςΚάδμου πολίταις, ἀπὸ δʼ ἔθραυσʼ ἄκρον δόρυ. ἐς δʼ ἄπορον ἥκων δορὸς ἐπὶ σκέλος πάλινχωρεῖ, λαβὼν δʼ ἀφῆκε μάρμαρον πέτρονμέσον δʼ ἄκοντʼ ἔθραυσεν· ἐξ ἴσου δʼ Ἄρηςἦν, κάμακος ἀμφοῖν χεῖρʼ ἀπεστερημένοιν. ἔνθεν δὲ κώπας ἁρπάσαντε φασγάνωνἐς ταὐτὸν ἧκον, συμβαλόντε δʼ ἀσπίδαςπολὺν ταραγμὸν ἀμφιβάντʼ εἶχον μάχης. καί πως νοήσας Ἐτεοκλῆς τὸ Θεσσαλὸνἐσήγαγεν σόφισμʼ ὁμιλίᾳ χθονός. ἐξαλλαγεὶς γὰρ τοῦ παρεστῶτος πόνου, λαιὸν μὲν ἐς τοὔπισθεν ἀμφέρει πόδα, πρόσω τὰ κοῖλα γαστρὸς εὐλαβούμενος, προβὰς δὲ κῶλον δεξιὸν διʼ ὀμφαλοῦκαθῆκεν ἔγχος σφονδύλοις τʼ ἐνήρμοσεν. ὁμοῦ δὲ κάμψας πλευρὰ καὶ νηδὺν τάλαςσὺν αἱματηραῖς σταγόσι Πολυνείκης πίτνει. ὃ δʼ, ὡς κρατῶν δὴ καὶ νενικηκὼς μάχῃ, ξίφος δικὼν ἐς γαῖαν ἐσκύλευέ νιντὸν νοῦν πρὸς αὑτὸν οὐκ ἔχων, ἐκεῖσε δέ. ὃ καί νιν ἔσφηλʼ· ἔτι γὰρ ἐμπνέων βραχύ, σῴζων σίδηρον ἐν λυγρῷ πεσήματι, μόλις μέν, ἐξέτεινε δʼ εἰς ἧπαρ ξίφος. Ἐτεοκλέους ὁ πρόσθε Πολυνείκης πεσών. γαῖαν δʼ ὀδὰξ ἑλόντες ἀλλήλων πέλαςπίπτουσιν ἄμφω κοὐ διώρισαν κράτος. Χορόςφεῦ φεῦ, κακῶν σῶν, Οἰδίπου, σʼ ὅσον στένω· τὰς σὰς δʼ ἀρὰς ἔοικεν ἐκπλῆσαι θεός.
1.50
1427Ἄγγελοςἄκουε δή νυν καὶ τὰ πρὸς τούτοις κακά. ἐπεὶ τέκνω πεσόντʼ ἐλειπέτην βίον, ἐν τῷδε μήτηρ ἡ τάλαινα προσπίτνεισὺν παρθένῳ τε καὶ προθυμίᾳ ποδός. τετρωμένους δʼ ἰδοῦσα καιρίους σφαγὰςᾤμωξεν· ὦ τέκνʼ, ὑστέρα βοηδρόμοςπάρειμι. προσπίτνουσα δʼ ἐν μέρει τέκναἔκλαιʼ, ἐθρήνει, τὸν πολὺν μαστῶν πόνονστένουσʼ, ἀδελφή θʼ ἡ παρασπίζουσʼ ὁμοῦ· ὦ γηροβοσκὼ μητρός, ὦ γάμους ἐμοὺςπροδόντʼ ἀδελφὼ φιλτάτω. στέρνων δʼ ἄποφύσημʼ ἀνεὶς δύσθνητον Ἐτεοκλῆς ἄναξἤκουσε μητρός, κἀπιθεὶς ὑγρὰν χέραφωνὴν μὲν οὐκ ἀφῆκεν, ὀμμάτων δʼ ἄποπροσεῖπε δακρύοις, ὥστε σημῆναι φίλα. ὃ δʼ ἦν ἔτʼ ἔμπνους, πρὸς κασιγνήτην δʼ ἰδὼνγραῖάν τε μητέρʼ εἶπε Πολυνείκης τάδε· Ἀπωλόμεσθα, μῆτερ· οἰκτίρω δὲ σὲκαὶ τήνδʼ ἀδελφὴν καὶ κασίγνητον νεκρόν. φίλος γὰρ ἐχθρὸς ἐγένετʼ, ἀλλʼ ὅμως φίλος. θάψον δέ μʼ, ὦ τεκοῦσα, καὶ σύ, σύγγονε, ἐν γῇ πατρῴᾳ, καὶ πόλιν θυμουμένηνπαρηγορεῖτον, ὡς τοσόνδε γοῦν τύχωχθονὸς πατρῴας, κεἰ δόμους ἀπώλεσα. ξυνάρμοσον δὲ βλέφαρά μου τῇ σῇ χερί, μῆτερ— τίθησι δʼ αὐτὸς ὀμμάτων ἔπι— καὶ χαίρετʼ· ἤδη γάρ με περιβάλλει σκότος.
1.51
1454ἄμφω δʼ ἅμʼ ἐξέπνευσαν ἄθλιον βίον. μήτηρ δʼ, ὅπως ἐσεῖδε τήνδε συμφοράν, ὑπερπαθήσασʼ, ἥρπασʼ ἐκ νεκρῶν ξίφοςκἄπραξε δεινά· διὰ μέσου γὰρ αὐχένοςὠθεῖ σίδηρον, ἐν δὲ τοῖσι φιλτάτοιςθανοῦσα κεῖται περιβαλοῦσʼ ἀμφοῖν χέρας. ἀνῇξε δʼ ὀρθὸς λαὸς εἰς ἔριν λόγων, ἡμεῖς μὲν ὡς νικῶντα δεσπότην ἐμόν, οἳ δʼ ὡς ἐκεῖνον. ἦν δʼ ἔρις στρατηλάταις, οἳ μὲν πατάξαι πρόσθε Πολυνείκη δορί, οἳ δʼ ὡς θανόντων οὐδαμοῦ νίκη πέλοι. κἀν τῷδʼ ὑπεξῆλθʼ Ἀντιγόνη στρατοῦ δίχα. οἳ δʼ εἰς ὅπλʼ ᾖσσον· εὖ δέ πως προμηθίᾳκαθῆστο Κάδμου λαὸς ἀσπίδων ἔπι· κἄφθημεν οὔπω τεύχεσιν πεφραγμένονἈργεῖον ἐσπεσόντες ἐξαίφνης στρατόν. κοὐδεὶς ὑπέστη, πεδία δʼ ἐξεπίμπλασανφεύγοντες, ἔρρει δʼ αἷμα μυρίων νεκρῶνλόγχαις πιτνόντων. ὡς δʼ ἐνικῶμεν μάχῃ, οἳ μὲν Διὸς τροπαῖον ἵστασαν βρέτας, οἳ δʼ ἀσπίδας συλῶντες Ἀργείων νεκρῶνσκυλεύματʼ εἴσω τειχέων ἐπέμπομεν. ἄλλοι δὲ τοὺς θανόντας Ἀντιγόνης μέτανεκροὺς φέρουσιν ἐνθάδʼ οἰκτίσαι φίλοις. πόλει δʼ ἀγῶνες οἳ μὲν εὐτυχέστατοιτῇδʼ ἐξέβησαν, οἳ δὲ δυστυχέστατοι.
1.52
1480Χορόςοὐκ εἰς ἀκοὰς ἔτι δυστυχίαδώματος ἥκει· πάρα γὰρ λεύσσεινπτώματα νεκρῶν τρισσῶν ἤδητάδε πρὸς μελάθροις κοινῷ θανάτῳσκοτίαν αἰῶνα λαχόντων.
1.53
1485Ἀντιγόνηοὐ προκαλυπτομένα βοτρυχώδεοςἁβρὰ παρηίδος οὐδʼ ὑπὸ παρθενί- ας τὸν ὑπὸ βλεφάροις φοίνικʼ, ἐρύθημα προσώπου, αἰδομένα φέρομαι βάκχα νεκύ- ων, κράδεμνα δικοῦσα κόμας ἀπʼ ἐ- μᾶς, στολίδος κροκόεσσαν ἀνεῖσα τρυφάν, ἁγεμόνευμα νεκροῖσι πολύστονον. αἰαῖ, ἰώ μοι. ὦ Πολύνεικες, ἔφυς ἄρʼ ἐπώνυμος· ὤμοι μοι, Θῆβαι· σὰ δʼ ἔρις— οὐκ ἔρις, ἀλλὰ φόνῳ φόνος— Οἰδιπόδα δόμον ὤλεσε κρανθεῖσʼαἵματι δεινῷ, αἵματι λυγρῷ. τίνα προσῳδὸνἢ τίνα μουσοπόλον στοναχὰν ἐπὶδάκρυσι δάκρυσιν, ὦ δόμος, ὦ δόμος, ἀγκαλέσωμαι, τρισσὰ φέρουσα τάδʼ αἵματα σύγγονα, ματέρα καὶ τέκνα, χάρματʼ Ἐρινύος; ἃ δόμον Οἰδιπόδα πρόπαν ὤλεσε, τᾶς ἀγρίας ὅτεδυσξυνέτου ξυνετὸν μέλος ἔγνωΣφιγγὸς ἀοιδοῦ σῶμα φονεύσας. ἰώ μοί μοι, πάτερ, τίς Ἑλλὰς ἢ βάρβαρος ἢτῶν προπάροιθʼ εὐγενετᾶνἕτερος ἔτλα κακῶν τοσῶνδʼαἵματος ἁμερίουτοιάδʼ ἄχεα φανερά; τάλαινʼ, ὡς ἐλελίζει— τίς ἄρʼ ὄρνις, ἢ δρυὸς ἢἐλάτας ἀκροκόμοις ἀμφὶ κλάδοις ἑζομένα, μονομάτορσιν ὀδυρμοῖςἐμοῖς ἄχεσι συνῳδός; αἴλινον αἰάγμασιν ἃτοῖσδε προκλαίω μονάδʼ αἰ- ῶνα διάξουσα τὸν αἰεὶ χρόνον ἐνλειβομένοισιν δάκρυσιν ἰαχήσω. τίνʼ ἐπὶ πρῶτον ἀπὸ χαί- τας σπαραγμοῖς ἀπαρχὰς βάλω; ματρὸς ἐμᾶς ἢ διδύμοι- σι γάλακτος παρὰ μαστοῖςἢ πρὸς ἀδελ- φῶν οὐλόμενʼ αἰκίσματα νεκρῶν;
1.54
1530ὀτοτοτοῖ λεῖπε σοὺςδόμους, ἀλαὸν ὄμμα φέρων, πάτερ γεραιέ, δεῖξον, Οἰδιπόδα, σὸν αἰῶνα μέλεον, ὃς ἐπὶδώμασιν ἀέριον σκότον ὄμμασισοῖσι βαλὼν ἕλκεις μακρόπνουν ζόαν. κλύεις, ὦ κατʼ αὐλὰνἀλαίνων γεραιὸνπόδʼ ἢ δεμνίοις δύ- στανος ἰαύων; Οἰδίπουςτί μʼ, ὦ παρθένε, βακτρεύμασι τυφλοῦποδὸς ἐξάγαγες ἐς φῶςλεχήρη σκοτίων ἐκ θαλάμων οἰκ- τροτάτοισιν δακρύοισιν, πολιὸν αἰθέρος ἀφανὲς εἴδωλον ἢνέκυν ἔνερθεν ἢπτανὸν ὄνειρον; Ἀντιγόνηδυστυχὲς ἀγγελίας ἔπος οἴσῃ, πάτερ, οὐκέτι σοι τέκνα λεύσσειφάος οὐδʼ ἄλοχος, παραβάκτροιςἃ πόδα σὸν τυφλόπουν θεραπεύμασιν αἰὲν ἐμόχθει, ὦ πάτερ, ὤμοι. Οἰδίπουςὤμοι ἐμῶν παθέων· πάρα γὰρ στενάχειν τάδʼ, ἀυτεῖν. τρισσαὶ ψυχαί· ποίᾳ μοίρᾳπῶς ἔλιπον φάος; ὦ τέκνον, αὔδα.
1.55
1555Ἀντιγόνηοὐκ ἐπʼ ὀνείδεσιν οὐδʼ ἐπιχάρμασιν, ἀλλʼ ὀδύναισι λέγω· σὸς ἀλάστωρξίφεσιν βρίθωνκαὶ πυρὶ καὶ σχετλίαισι μάχαις ἐπὶ παῖδας ἔβα σούς, ὦ πάτερ, ὤ μοι. Οἰδίπουςαἰαῖ. Ἀντιγόνητί τάδε καταστένεις, Οἰδίπουςτέκνα. Ἀντιγόνηδιʼ ὀδύνας ἔβας· εἰ δὲ τέθριππά γʼ ἔθʼ ἅρματα λεύσσωνἀελίου τάδε σώματα νεκρῶνὄμματος αὐγαῖς σαῖς ἐπενώμας— Οἰδίπουςτῶν μὲν ἐμῶν τεκέων φανερὸν κακόν· ἁ δὲ τάλαινʼ ἄλοχος τίνι μοι, τέκνον, ὤλετο μοίρᾳ; Ἀντιγόνηδάκρυα γοερὰφανερὰ πᾶσι τιθεμένα, τέκεσι μαστὸν ἔφερεν ἔφερενἱκέτις ἱκέτιν ὀρομένα. ηὗρε δʼ ἐν Ἠλέκτραισι πύλαις τέκναλωτοτρόφον κατὰ λείμακα λόγχαις, κοινὸν ἐνυάλιον, μάτηρ, ὥστε λέοντας ἐναύλους, μαρναμένους ἐπὶ τραύμασιν, αἵματοςἤδη ψυχρὰν λοιβὰν φονίαν, ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης· χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσωσαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι. πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν, ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃςτάδε τελευτᾷ.
1.56
1582Χορόςπολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοιςτόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος. Κρέωνοἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφουμνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγονἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοιἘτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺςΑἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν. οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι· σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτεσοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν. ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγωοὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστοραςτοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν. Οἰδίπουςὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιονκαὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ· ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν, ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισενφονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ. ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρκτείνει με νομίσας πολέμιον πεφυκέναι· χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ μεμαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν· οὗ σῳζόμεσθα— Ταρτάρου γὰρ ὤφελενἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα, ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ⋯⋯ δουλεῦσαί τέ μοιδαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην. κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος, παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα, ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς. οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίονἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην. εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ; τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ; ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι. ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι. ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον; πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον; ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς. οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυκακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲςοὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.
1.57
1625Κρέωνσοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά, ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα. νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼνἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλινπατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυνἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός. κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε· ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται. ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν. σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶνκόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσωκαὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέρανμένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει. Ἀντιγόνηὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς. ὥς σε στενάζω τῶν τεθνηκότων πλέον· οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ, ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ. ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον· τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός; τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ; ΚρέωνἘτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε. Ἀντιγόνηἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε. Κρέωνπῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν; Ἀντιγόνηοὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα. Κρέωντί δʼ; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται; Ἀντιγόνηοὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν. Κρέωνεἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν. Ἀντιγόνηοὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα. Κρέωνκαὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω. Ἀντιγόνητί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς; Κρέωνἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται. Ἀντιγόνηἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις. Κρέωνσαυτὴν ἄρʼ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ. Ἀντιγόνηἀλλʼ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας. Κρέωνλάζυσθε τήνδε κἀς δόμους κομίζετε. Ἀντιγόνηοὐ δῆτʼ, ἐπεὶ τοῦδʼ οὐ μεθήσομαι νεκροῦ. Κρέωνἔκρινʼ ὁ δαίμων, παρθένʼ, οὐχ ἃ σοὶ δοκεῖ. Ἀντιγόνηκἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς. Κρέωνὡς οὔτις ἀμφὶ τῷδʼ ὑγρὰν θήσει κόνιν. Ἀντιγόνηναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον. Κρέωνμάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε. Ἀντιγόνησὺ δʼ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μʼ ἔα. Κρέωνἓν τοῦτʼ ἂν εἴη τῶν ἀπορρήτων πόλει. Ἀντιγόνηἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν. Κρέωνοὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν. Ἀντιγόνηὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
1.58
1672Κρέωνοὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις. Ἀντιγόνηἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε; Κρέωνπολλή σʼ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος; Ἀντιγόνηνὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν. Κρέωνεἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν; Ἀντιγόνηἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος. Κρέωντί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων; Ἀντιγόνησυμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί. Κρέωνγενναιότης σοι, μωρία δʼ ἔνεστί τις. Ἀντιγόνηκαὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω. Κρέωνἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα. Οἰδίπουςὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας. Ἀντιγόνηἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ; Οἰδίπουςμένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά. Ἀντιγόνηκαὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ; Οἰδίπουςπεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ. Ἀντιγόνηὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα; Οἰδίπουςὄλωλʼ· ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν. Ἀντιγόνηοὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν; Οἰδίπουςαἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί. Ἀντιγόνηοὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ. Οἰδίπουςπροσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν. Ἀντιγόνηἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί. Οἰδίπουςὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη. Ἀντιγόνηοἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά. ΟἰδίπουςἘτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ; Ἀντιγόνητώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας. Οἰδίπουςπρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ. Ἀντιγόνηἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί. Οἰδίπουςὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός. Ἀντιγόνηὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί. Οἰδίπουςνῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται. Ἀντιγόνηὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά; Οἰδίπουςἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον. Ἀντιγόνηποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται; Οἰδίπουςἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ. ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί, ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.
1.59
1710Ἀντιγόνηἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν, πάτερ γεραιέ, πομπίμανἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν. Οἰδίπουςἰδοὺ ἰδού, πορεύομαι· τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ. Ἀντιγόνηγενόμεθα γενόμεθʼ, ἄθλιαίγε δῆτα Θηβαιᾶν μάλιστα παρθένων. Οἰδίπουςπόθι γεραιὸν ἴχνος τίθημι; βάκτρα πρόσφερʼ, ὦ τέκνον. Ἀντιγόνητᾷδε τᾷδε βᾶθί μοι, τᾷδε τᾷδε πόδα τιθείς, ὥστʼ ὄνειρον ἰσχύν. Οἰδίπουςἰὼ ἰώ, δυστυχεστάτας φυγὰςἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας. ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς. Ἀντιγόνητί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς, οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας. Οἰδίπουςὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ- λίνικον οὐράνιον ἔβανμειξοπαρθένου κόραςαἴνιγμʼ ἀσύνετον εὑρών. ἈντιγόνηΣφιγγὸς ἀναφέρεις ὄνειδος. ἄπαγε τὰ πάρος εὐτυχήματʼ αὐδῶν. τάδε σʼ ἐπέμενε μέλεα πάθεαφυγάδα πατρίδος ἄπο γενόμενον, ὦ πάτερ, θανεῖν που. ποθεινὰ δάκρυα παρὰ φίλαισι παρθένοιςλιποῦσʼ ἄπειμι πατρίδος ἀποπρὸ γαίαςἀπαρθένευτʼ ἀλωμένα. φεῦ τὸ χρήσιμον φρενῶνἐς πατρός γε συμφορὰςεὐκλεᾶ με θήσει· τάλαινʼ ἐγὼ σῶν συγγόνου θʼ ὑβρισμάτων, ὃς ἐκ δόμων νέκυς ἄθαπτος οἴχεταιμέλεος, ὅν, εἴ με καὶ θανεῖν, πάτερ, χρεών, σκότια γᾷ καλύψω. Οἰδίπουςπρὸς ἥλικας φάνηθι σάς. Ἀντιγόνηἅλις ὀδυρμάτων ἐμῶν. Οἰδίπουςσὺ δʼ ἀμφὶ βωμίους λιτὰς— Ἀντιγόνηκόρον ἔχουσʼ ἐμῶν κακῶν. Οἰδίπουςἴθʼ ἀλλὰ Βρόμιος ἵνα τε σηκὸςἄβατος ὄρεσι μαινάδων. ἈντιγόνηΚαδμείαν ᾧ νεβρίδαστολιδωσαμένα ποτʼ ἐγὼ Σεμέλαςθίασον ἱερὸν ὄρεσιν ἀνεχόρευσα, χάριν ἀχάριτον ἐς θεοὺς διδοῦσα;
1.60
1758Οἰδίπουςὦ πάτρας κλεινῆς πολῖται, λεύσσετʼ, Οἰδίπους ὅδε, ὃς τὰ κλείνʼ αἰνίγματʼ ἔγνω καὶ μέγιστος ἦν ἀνήρ, ὃς μόνος Σφιγγὸς κατέσχον τῆς μιαιφόνου κράτη, νῦν ἄτιμος αὐτὸς οἰκτρὸς ἐξελαύνομαι χθονός. ἀλλὰ γὰρ τί ταῦτα θρηνῶ καὶ μάτην ὀδύρομαι; τὰς γὰρ ἐκ θεῶν ἀνάγκας θνητὸν ὄντα δεῖ φέρειν.
1.61
1764Χορόςὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸνβίοτον κατέχοιςκαὶ μὴ λήγοις στεφανοῦσα.