Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Heraclidae
EuripidesHeraclidae 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1ἸόλαοςΠάλαι ποτʼ ἐστὶ τοῦτʼ ἐμοὶ δεδογμένον· ὁ μὲν δίκαιος τοῖς πέλας πέφυκʼ ἀνήρ, ὃ δʼ ἐς τὸ κέρδος λῆμʼ ἔχων ἀνειμένονπόλει τʼ ἄχρηστος καὶ συναλλάσσειν βαρύς, αὑτῷ δʼ ἄριστος· οἶδα δʼ οὐ λόγῳ μαθών. ἐγὼ γὰρ αἰδοῖ καὶ τὸ συγγενὲς σέβων, ἐξὸν κατʼ Ἄργος ἡσύχως ναίειν, πόνωνπλείστων μετέσχον εἷς ἀνὴρ Ἡρακλέει, ὅτʼ ἦν μεθʼ ἡμῶν· νῦν δʼ, ἐπεὶ κατʼ οὐρανὸνναίει, τὰ κείνου τέκνʼ ἔχων ὑπὸ πτεροῖςσῴζω τάδʼ αὐτὸς δεόμενος σωτηρίας. ἐπεὶ γὰρ αὐτῶν γῆς ἀπηλλάχθη πατήρ, πρῶτον μὲν ἡμᾶς ἤθελʼ Εὐρυσθεὺς κτανεῖν· ἀλλʼ ἐξέδραμεν· καὶ πόλις μὲν οἴχεται, ψυχὴ δʼ ἐσώθη. φεύγομεν δʼ ἀλώμενοιἄλλην ἀπʼ ἄλλης ἐξορίζοντες πόλιν. πρὸς τοῖς γὰρ ἄλλοις καὶ τόδʼ Εὐρυσθεὺς κακοῖςὕβρισμʼ ἐς ἡμᾶς ἠξίωσεν ὑβρίσαι· πέμπων ὅπου γῆς πυνθάνοιθʼ ἱδρυμένουςκήρυκας ἐξαιτεῖ τε κἀξείργει χθονός, πόλιν προτείνων Ἄργος οὐ σμικρὸν φίληνἐχθράν τε θέσθαι, χαὑτὸν εὐτυχοῦνθʼ ἅμα. οἳ δʼ ἀσθενῆ μὲν τἀπ’ ἐμοῦ δεδορκότες, σμικροὺς δὲ τούσδε καὶ πατρὸς τητωμένους, τοὺς κρείσσονας σέβοντες ἐξείργουσι γῆς. ἐγὼ δὲ σὺν φεύγουσι συμφεύγω τέκνοιςκαὶ σὺν κακῶς πράσσουσι συμπράσσω κακῶς, ὀκνῶν προδοῦναι, μή τις ὧδ’ εἴπῃ βροτῶν· Ἴδεσθ’, ἐπειδὴ παισὶν οὐκ ἔστιν πατήρ, Ἰόλαος οὐκ ἤμυνε συγγενὴς γεγώς. πάσης δὲ χώρας Ἑλλάδος τητώμενοι, Μαραθῶνα καὶ σύγκληρον ἐλθόντες χθόναἱκέται καθεζόμεσθα βώμιοι θεῶν, προσωφελῆσαι· πεδία γὰρ τῆσδε χθονὸςδισσοὺς κατοικεῖν Θησέως παῖδας λόγος, κλήρῳ λαχόντας ἐκ γένους Πανδίονος, τοῖσδʼ ἐγγὺς ὄντας· ὧν ἕκατι τέρμοναςκλεινῶν Ἀθηνῶν τόνδʼ ἀφικόμεσθʼ ὅρον. δυοῖν γερόντοιν δὲ στρατηγεῖται φυγή· ἐγὼ μὲν ἀμφὶ τοῖσδε καλχαίνων τέκνοις, ἣ δʼ αὖ τὸ θῆλυ παιδὸς Ἀλκμήνη γένοςἔσωθε ναοῦ τοῦδʼ ὑπηγκαλισμένησῴζει· νέας γὰρ παρθένους αἰδούμεθαὄχλῳ πελάζειν κἀπιβωμιοστατεῖν. Ὕλλος δʼ ἀδελφοί θʼ οἷσι πρεσβεύει γένοςζητοῦσʼ ὅπου γῆς πύργον οἰκιούμεθα, ἢν τῆσδʼ ἀπωθώμεσθα πρὸς βίαν χθονός.
1.2
48ὦ τέκνα τέκνα, δεῦρο, λαμβάνεσθʼ ἐμῶνπέπλων· ὁρῶ κήρυκα τόνδʼ Εὐρυσθέωςστείχοντʼ ἐφʼ ἡμᾶς, οὗ διωκόμεσθʼ ὕποπάσης ἀλῆται γῆς ἀπεστερημένοι. ὦ μῖσος, εἴθʼ ὄλοιο χὡ πέμψας σ’ ἀνήρ· ὡς πολλὰ δὴ καὶ τῶνδε γενναίῳ πατρὶἐκ τοῦδε ταὐτοῦ στόματος ἤγγειλας κακά. Κῆρυξἦ που καθῆσθαι τήνδʼ ἕδραν καλὴν δοκεῖςπόλιν τʼ ἀφῖχθαι σύμμαχον, κακῶς φρονῶν· οὐ γάρ τις ἔστιν ὃς πάροιθʼ αἱρήσεταιτὴν σὴν ἀχρεῖον δύναμιν ἀντʼ Εὐρυσθέως. χώρει· τί μοχθεῖς ταῦτʼ; ἀνίστασθαί σε χρὴἐς Ἄργος, οὗ σε λεύσιμος μένει δίκη. Ἰόλαοςοὐ δῆτʼ, ἐπεί μοι βωμὸς ἀρκέσει θεοῦ, ἐλευθέρα τε γαῖʼ ἐν ᾗ βεβήκαμεν. Κῆρυξβούλῃ πόνον μοι τῇδε προσθεῖναι χερί; Ἰόλαοςοὔτοι βίᾳ γέ μʼ οὐδὲ τούσδʼ ἄξεις λαβών. Κῆρυξγνώσῃ σύ· μάντις δʼ ἦσθʼ ἄρʼ οὐ καλὸς τάδε. Ἰόλαοςοὐκ ἂν γένοιτο τοῦτʼ ἐμοῦ ζῶντός ποτε. Κῆρυξἄπαιρʼ· ἐγὼ δὲ τούσδε, κἂν σὺ μὴ θέλῃς, ἄξω νομίζων, οὗπέρ εἰσʼ, Εὐρυσθέως. Ἰόλαοςὦ τὰς Ἀθήνας δαρὸν οἰκοῦντες χρόνον, ἀμύνεθʼ· ἱκέται δʼ ὄντες ἀγοραίου Διὸςβιαζόμεσθα καὶ στέφη μιαίνεται— πόλει τʼ ὄνειδος καὶ θεῶν ἀτιμία.
1.3
73Χορός— ἔα ἔα· τίς ἡ βοὴ βωμοῦ πέλαςἕστηκε; ποίαν συμφορὰν δείξει τάχα; Χορός— ἴδετε τὸν γέροντʼ ἀμαλὸν ἐπὶ πέδῳχύμενον· ὦ τάλας.⋯— πρὸς τοῦ ποτʼ ἐν γῇ πτῶμα δύστηνον πίτνεις; Ἰόλαοςὅδʼ, ὦ ξένοι, με σοὺς ἀτιμάζων θεοὺςἕλκει βιαίως Ζηνὸς ἐκ προβωμίων. Χορόςσὺ δʼ ἐκ τίνος γῆς, ὦ γέρον, τετράπτολινξύνοικον ἦλθες λαόν; ἢ πέρα- θεν ἁλίῳ πλάτᾳκατέχετʼ ἐκλιπόντες Εὐβοῖδʼ ἀκτάν; Ἰόλαοςοὐ νησιώτην, ὦ ξένοι, τρίβω βίον, ἀλλʼ ἐκ Μυκηνῶν σὴν ἀφίγμεθα χθόνα. Χορόςὄνομα τί σε, γέρον, Μυκηναῖος ὠνόμαζεν λεώς; Ἰόλαοςτὸν Ἡράκλειον ἴστε που παραστάτηνἸόλαον· οὐ γὰρ σῶμʼ ἀκήρυκτον τόδε. Χορόςοἶδʼ εἰσακούσας καὶ πρίν· ἀλλὰ τοῦ ποτὲἐν χερὶ σᾷ κομίζεις κόρουςνεοτρεφεῖς; φράσον. ἸόλαοςἩρακλέους οἵδʼ εἰσὶ παῖδες, ὦ ξένοι, ἱκέται σέθεν τε καὶ πόλεως ἀφιγμένοι.
1.4
95Χορόςτί χρέος; ἢ λόγων πόλεος, ἔνεπέ μοι, μελόμενοι τυχεῖν; Ἰόλαοςμήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶντῶν σῶν ἀποσπασθέντες εἰς Ἄργος μολεῖν. Κῆρυξἀλλʼ οὔτι τοῖς σοῖς δεσπόταις τάδʼ ἀρκέσει, οἳ σοῦ κρατοῦντες ἐνθάδʼ εὑρίσκουσί σε. Χορόςεἰκὸς θεῶν ἱκτῆρας αἰδεῖσθαι, ξένε, καὶ μὴ βιαίῳ χερὶ δαιμόνωνἀπολείπειν σʼ ἕδη· πότνια γὰρ Δίκα τάδʼ οὐ πείσεται. Κῆρυξἔκπεμπέ νυν γῆς τούσδε τοὺς Εὐρυσθέως, κοὐδὲν βιαίῳ τῇδε χρήσομαι χερί. Χορόςἄθεον ἱκεσίανμεθεῖναι πόλει ξένων προστροπάν. Κῆρυξκαλὸν δέ γʼ ἔξω πραγμάτων ἔχειν πόδα, εὐβουλίας τυχόντα τῆς ἀμείνονος.⋯
1.5
111Χορόςοὐκοῦν τυράννῳ τῆσδε γῆς φράσαντά σεχρῆν ταῦτα τολμᾶν, ἀλλὰ μὴ βίᾳ ξένουςθεῶν ἀφέλκειν, γῆν σέβοντʼ ἐλευθέραν. Κῆρυξτίς δʼ ἐστὶ χώρας τῆσδε καὶ πόλεως ἄναξ; Χορόςἐσθλοῦ πατρὸς παῖς Δημοφῶν ὁ Θησέως. Κῆρυξπρὸς τοῦτον ἁγὼν ἆρα τοῦδε τοῦ λόγουμάλιστʼ ἂν εἴη· τἄλλα δʼ εἴρηται μάτην. Χορόςκαὶ μὴν ὅδʼ αὐτὸς ἔρχεται σπουδὴν ἔχωνἈκάμας τʼ ἀδελφός, τῶνδʼ ἐπήκοοι λόγων. Δημοφῶνἐπείπερ ἔφθης πρέσβυς ὢν νεωτέρουςβοηδρομήσας τήνδʼ ἐπʼ ἐσχάραν Διός, λέξον, τίς ὄχλον τόνδʼ ἀθροίζεται τύχη; Χορόςἱκέται κάθηνται παῖδες οἵδʼ Ἡρακλέουςβωμὸν καταστέψαντες, ὡς ὁρᾷς, ἄναξ, πατρός τε πιστὸς Ἰόλεως παραστάτης. Δημοφῶντί δῆτʼ ἰυγμῶν ἥδʼ ἐδεῖτο συμφορά; Χορόςβίᾳ νιν οὗτος τῆσδʼ ἀπʼ ἐσχάρας ἄγεινζητῶν βοὴν ἔστησε κἄσφηλεν γόνυγέροντος, ὥστε μʼ ἐκβαλεῖν οἴκτῳ δάκρυ. Δημοφῶνκαὶ μὴν στολήν γʼ Ἕλληνα καὶ ῥυθμὸν πέπλωνἔχει, τὰ δʼ ἔργα βαρβάρου χερὸς τάδε. σὸν δὴ τὸ φράζειν ἐστί, μὴ μέλλειν τ’, ἐμοὶποίας ἀφῖξαι δεῦρο γῆς ὅρους λιπών;
1.6
134ΚῆρυξἈργεῖός εἰμι· τοῦτο γὰρ θέλεις μαθεῖν· ἐφʼ οἷσι δʼ ἥκω καὶ παρʼ οὗ λέγειν θέλω. πέμπει Μυκηνῶν δεῦρό μʼ Εὐρυσθεὺς ἄναξἄξοντα τούσδε· πολλὰ δʼ ἦλθον, ὦ ξένε, δίκαιʼ ὁμαρτῇ δρᾶν τε καὶ λέγειν ἔχων. Ἀργεῖος ὢν γὰρ αὐτὸς Ἀργείους ἄγωἐκ τῆς ἐμαυτοῦ τούσδε δραπέτας ἔχων, νόμοισι τοῖς ἐκεῖθεν ἐψηφισμένουςθανεῖν· δίκαιοι δʼ ἐσμὲν οἰκοῦντες πόλιναὐτοὶ καθʼ αὑτῶν κυρίους κραίνειν δίκας. πολλῶν δὲ κἄλλων ἑστίας ἀφιγμένοιἐν τοῖσιν αὐτοῖς τοισίδʼ ἕσταμεν λόγοις, κοὐδεὶς ἐτόλμησʼ ἴδια προσθέσθαι κακά. ἀλλʼ ἤ τινʼ ἐς σὲ μωρίαν ἐσκεμμένοιδεῦρʼ ἦλθον ἢ κίνδυνον ἐξ ἀμηχάνωνῥίπτοντες, εἴτʼ οὖν εἴτε μὴ γενήσεται· οὐ γὰρ φρενήρη γʼ ὄντα σʼ ἐλπίζουσί πουμόνον τοσαύτης ἣν ἐπῆλθον Ἑλλάδοςτὰς τῶνδʼ ἀβούλους συμφορὰς κατοικτιεῖν. φέρʼ ἀντίθες γάρ· τούσδε τʼ ἐς γαῖαν παρεὶςἡμᾶς τʼ ἐάσας ἐξάγειν, τί κερδανεῖς; τὰ μὲν παρʼ ἡμῶν τοιάδʼ ἔστι σοι λαβεῖν, Ἄργους τοσήνδε χεῖρα τήν τʼ Εὐρυσθέωςἰσχὺν ἅπασαν τῇδε προσθέσθαι πόλει. ἢν δʼ ἐς λόγους τε καὶ τὰ τῶνδʼ οἰκτίσματαβλέψας πεπανθῇς, ἐς πάλην καθίσταταιδορὸς τὸ πρᾶγμα· μὴ γὰρ ὡς μεθήσομενδόξῃς ἀγῶνα τόνδʼ ἄτερ χαλυβδικοῦ. τί δῆτα φήσεις, ποῖα πεδίʼ ἀφαιρεθείς, τί ῥυσιασθείς, πόλεμον Ἀργείοις ἔχειν; ποίοις δʼ ἀμύνων συμμάχοις, τίνος δʼ ὕπερθάψεις νεκροὺς πεσόντας; ἦ κακὸν λόγονκτήσῃ πρὸς ἀστῶν, εἰ γέροντος οὕνεκα, τύμβου, τὸ μηδὲν ὄντος, ὡς εἰπεῖν ἔπος, παίδων τε τῶνδʼ, ἐς ἄντλον ἐμβήσῃ πόδα. ἐρεῖς τὸ λῷστον ἐλπίδʼ εὑρήσειν μόνον. καὶ τοῦτο πολλῷ τοῦ παρόντος ἐνδεές· κακῶς γὰρ Ἀργείοισιν οἵδ’ ὡπλισμένοιςμάχοιντʼ ἂν ἡβήσαντες, εἴ τι τοῦτό σεψυχὴν ἐπαίρει· χοὑν μέσῳ πολὺς χρόνοςἐν ᾧ διεργασθεῖτʼ ἄν. ἀλλʼ ἐμοὶ πιθοῦ· δοὺς μηδέν, ἀλλὰ τἄμ’ ἐῶν ἄγειν ἐμὲκτῆσαι Μυκήνας, μηδʼ ὅπερ φιλεῖτε δρᾶνπάθῃς σὺ τοῦτο, τοὺς ἀμείνονας παρὸνφίλους ἑλέσθαι, τοὺς κακίονας λάβῃς. Χορόςτίς ἂν δίκην κρίνειεν ἢ γνοίη λόγον, πρὶν ἂν παρʼ ἀμφοῖν μῦθον ἐκμάθῃ σαφῶς;
1.7
181Ἰόλαοςἄναξ— ὑπάρχει μὲν τόδʼ ἐν τῇ σῇ χθονί— εἰπεῖν ἀκοῦσαί τʼ ἐν μέρει πάρεστί μοι, κοὐδείς μʼ ἀπώσει πρόσθεν, ὥσπερ ἄλλοθεν. ἡμῖν δὲ καὶ τῷδʼ οὐδέν ἐστιν ἐν μέρει· ἐπεὶ γὰρ Ἄργους οὐ μέτεσθʼ ἡμῖν ἔτι, ψήφῳ δοκῆσαν, ἀλλὰ φεύγομεν πάτραν, πῶς ἂν δικαίως ὡς Μυκηναίους ἄγοιὧδʼ ὄντας ἡμᾶς, οὓς ἀπήλασαν χθονός; ξένοι γάρ ἐσμεν. ἢ τὸν Ἑλλήνων ὅρονφεύγειν δικαιοῦθʼ ὅστις ἂν τἄργος φύγῃ; οὔκουν Ἀθήνας γʼ· οὐ γὰρ Ἀργείων φόβῳτοὺς Ἡρακλείους παῖδας ἐξελῶσι γῆς. οὐ γάρ τι Τραχίς ἐστιν οὐδʼ Ἀχαιικὸνπόλισμʼ, ὅθεν σὺ τούσδε, τῇ δίκῃ μὲν οὔ, τὸ δʼ Ἄργος ὀγκῶν, οἷάπερ καὶ νῦν λέγεις, ἤλαυνες ἱκέτας βωμίους καθημένους. εἰ γὰρ τόδʼ ἔσται καὶ λόγους κρινοῦσι σούς, οὐκ οἶδʼ Ἀθήνας τάσδʼ ἐλευθέρας ἔτι. ἀλλʼ οἶδʼ ἐγὼ τὸ τῶνδε λῆμα καὶ φύσιν· θνῄσκειν θελήσουσʼ· ἡ γὰρ αἰσχύνη πάροςτοῦ ζῆν παρʼ ἐσθλοῖς ἀνδράσιν νομίζεται. πόλιν μὲν ἀρκεῖ· καὶ γὰρ οὖν ἐπίφθονονλίαν ἐπαινεῖν ἐστι, πολλάκις δὲ δὴκαὐτὸς βαρυνθεὶς οἶδʼ ἄγαν αἰνούμενος. σοὶ δʼ ὡς ἀνάγκη τούσδε βούλομαι φράσαισῴζειν, ἐπείπερ τῆσδε προστατεῖς χθονός. Πιτθεὺς μέν ἐστι Πέλοπος, ἐκ δὲ ΠιτθέωςΑἴθρα, πατὴρ δʼ ἐκ τῆσδε γεννᾶται σέθενΘησεύς. πάλιν δὲ τῶνδʼ ἄνειμί σοι γένος. Ἡρακλέης ἦν Ζηνὸς Ἀλκμήνης τε παῖς, κείνη δὲ Πέλοπος θυγατρός. αὐτανεψίωνπατὴρ ἂν εἴη σός τε χὡ τούτων γεγώς. γένους μὲν ἥκεις ὧδε τοῖσδε, Δημοφῶν· ἃ δʼ ἐκτὸς ἤδη τοῦ προσήκοντός σε δεῖτεῖσαι λέγω σοι παισί· φημὶ γάρ ποτεσύμπλους γενέσθαι τῶνδʼ ὑπασπίζων πατρὶζωστῆρα Θησεῖ τὸν πολυκτόνον μέτα· Ἅιδου τʼ ἐρυμνῶν ἐξανήγαγεν μυχῶνπατέρα σόν· Ἑλλὰς πᾶσα τοῦτο μαρτυρεῖ. ὧν ἀντιδοῦναί σʼ οἵδʼ ἀπαιτοῦσιν χάριν, μήτʼ ἐκδοθῆναι μήτε πρὸς βίαν θεῶντῶν σῶν ἀποσπασθέντες ἐκπεσεῖν χθονός. σοὶ γὰρ τόδʼ αἰσχρὸν χωρίς, ἔν τε πόλει κακόν, ἱκέτας ἀλήτας συγγενεῖς, οἴμοι, κακῶς— βλέψον πρὸς αὐτοὺς βλέψον·— ἕλκεσθαι βίᾳ. ἀλλʼ ἄντομαί σε καὶ καταστέφω χεροῖν, καὶ⋯ πρὸς γενείου, μηδαμῶς ἀτιμάσῃςτοὺς Ἡρακλείους παῖδας ἐς χέρας λαβών· γενοῦ δὲ τοῖσδε συγγενής, γενοῦ φίλοςπατὴρ ἀδελφὸς δεσπότης· ἅπαντα γὰρταῦτʼ ἐστὶ κρείσσω πλὴν ὑπʼ Ἀργείοις πεσεῖν.
1.8
232Χορόςᾤκτιρʼ ἀκούσας τούσδε συμφορᾶς, ἄναξ. τὴν δʼ εὐγένειαν τῆς τύχης νικωμένηννῦν δὴ μάλιστʼ ἐσεῖδον· οἵδε γὰρ πατρὸςἐσθλοῦ γεγῶτες δυστυχοῦσʼ ἀναξίως. Δημοφῶντρισσαί μʼ ἀναγκάζουσι συμφορᾶς ὁδοί, Ἰόλαε, τοὺς σοὺς μὴ παρώσασθαι ξένους· τὸ μὲν μέγιστον Ζεὺς ἐφʼ οὗ σὺ βώμιοςθακεῖς νεοσσῶν τήνδʼ ἔχων πανήγυριν· τὸ συγγενές τε καὶ τὸ προυφείλειν καλῶςπράσσειν παρʼ ἡμῶν τούσδε πατρῴαν χάριν· τό τʼ αἰσχρόν, οὗπερ δεῖ μάλιστα φροντίσαι· εἰ γὰρ παρήσω τόνδε συλᾶσθαι βίᾳξένου πρὸς ἀνδρὸς βωμόν, οὐκ ἐλευθέρανοἰκεῖν δοκήσω γαῖαν, Ἀργείων δʼ ὄκνῳἱκέτας προδοῦναι· καὶ τάδʼ ἀγχόνης πέλας. ἀλλʼ ὤφελες μὲν εὐτυχέστερος μολεῖν, ὅμως δὲ καὶ νῦν μὴ τρέσῃς ὅπως σέ τιςσὺν παισὶ βωμοῦ τοῦδʼ ἀποσπάσει βίᾳ. σὺ δʼ Ἄργος ἐλθὼν ταῦτά τʼ Εὐρυσθεῖ φράσον, πρὸς τοῖσδέ τʼ, εἴ τι τοισίδʼ ἐγκαλεῖ ξένοις, δίκης κυρήσειν· τούσδε δʼ οὐκ ἄξεις ποτέ.
1.9
253Κῆρυξοὐκ ἢν δίκαιον ᾖ τι καὶ νικῶ λόγῳ; Δημοφῶνκαὶ πῶς δίκαιον τὸν ἱκέτην ἄγειν βίᾳ; Κῆρυξοὐκ οὖν ἐμοὶ τόδʼ αἰσχρόν, ἀλλʼ οὐ σοὶ βλάβος; Δημοφῶνἐμοί γʼ, ἐάν σοι τούσδʼ ἐφέλκεσθαι μεθῶ. Κῆρυξσὺ δʼ ἐξόριζε, κᾆτʼ ἐκεῖθεν ἄξομεν. Δημοφῶνσκαιὸς πέφυκας τοῦ θεοῦ πλείω φρονῶν. Κῆρυξδεῦρʼ, ὡς ἔοικε, τοῖς κακοῖσι φευκτέον. Δημοφῶνἅπασι κοινὸν ῥῦμα δαιμόνων ἕδρα. Κῆρυξταῦτʼ οὐ δοκήσει τοῖς Μυκηναίοις ἴσως. Δημοφῶνοὐκ οὖν ἐγὼ τῶν ἐνθάδʼ εἰμὶ κύριος; Κῆρυξβλάπτων γʼ ἐκείνους μηδέν, ἢν σὺ σωφρονῇς. Δημοφῶνβλάπτεσθʼ, ἐμοῦ γε μὴ μιαίνοντος θεούς. Κῆρυξοὐ βούλομαί σε πόλεμον Ἀργείοις ἔχειν. Δημοφῶνκἀγὼ τοιοῦτος· τῶνδε δʼ οὐ μεθήσομαι. Κῆρυξἄξω γε μέντοι τοὺς ἐμοὺς ἐγὼ λαβών. Δημοφῶνοὐκ ἆρ’ ἐς Ἄργος ῥᾳδίως ἄπει πάλιν. Κῆρυξπειρώμενος δὴ τοῦτό γʼ αὐτίκʼ εἴσομαι. Δημοφῶνκλαίων ἄρʼ ἅψῃ τῶνδε κοὐκ ἐς ἀμβολάς. Χορόςμὴ πρὸς θεῶν κήρυκα τολμήσῃς θενεῖν. Δημοφῶνεἰ μή γʼ ὁ κῆρυξ σωφρονεῖν μαθήσεται. Χορόςἄπελθε· καὶ σὺ τοῦδε μὴ θίγῃς, ἄναξ. Κῆρυξστείχω· μιᾶς γὰρ χειρὸς ἀσθενὴς μάχη. ἥξω δὲ πολλὴν Ἄρεος Ἀργείου λαβὼνπάγχαλκον αἰχμὴν δεῦρο. μυρίοι δέ μεμένουσιν ἀσπιστῆρες Εὐρυσθεύς τʼ ἄναξαὐτὸς στρατηγῶν· Ἀλκάθου δʼ ἐπʼ ἐσχάτοιςκαραδοκῶν τἀνθένδε τέρμασιν μένει. λαμπρὸς δʼ ἀκούσας σὴν ὕβριν φανήσεταισοὶ καὶ πολίταις γῇ τε τῇδε καὶ φυτοῖς· μάτην γὰρ ἥβην ὧδέ γʼ ἂν κεκτῄμεθαπολλὴν ἐν Ἄργει, μή σε τιμωρούμενοι. Δημοφῶνφθείρου· τὸ σὸν γὰρ Ἄργος οὐ δέδοικʼ ἐγώ. ἐνθένδε δʼ οὐκ ἔμελλες αἰσχύνας ἐμὲἄξειν βίᾳ τούσδʼ· οὐ γὰρ Ἀργείων πόλειὑπήκοον τήνδʼ ἀλλʼ ἐλευθέραν ἔχω.
1.10
288Χορόςὥρα προνοεῖν, πρὶν ὅροις πελάσαιστρατὸν Ἀργείων· μάλα δʼ ὀξὺς Ἄρης ὁ Μυκηναίων, ἐπὶ τοῖσι δὲ δὴ μᾶλλον ἔτʼ ἢ πρίν. πᾶσι γὰρ οὗτος κήρυξι νόμος, δὶς τόσα πυργοῦν τῶν γιγνομένωνπόσα νιν λέξειν βασιλεῦσι δοκεῖς, ὡς δείνʼ ἔπαθεν καὶ παρὰ μικρὸνψυχὴν ἦλθεν διακναῖσαι;
1.11
297Ἰόλαοςοὐκ ἔστι τοῦδε παισὶ κάλλιον γέρας, ἢ πατρὸς ἐσθλοῦ κἀγαθοῦ πεφυκέναιγαμεῖν τʼ ἀπʼ ἐσθλῶν· ὃς δὲ νικηθεὶς πόθῳκακοῖς ἐκοινώνησεν, οὐκ ἐπαινέσω, τέκνοις ὄνειδος οὕνεχʼ ἡδονῆς λιπεῖν. τὸ δυστυχὲς γὰρ ηὑγένει’ ἀμύνεταιτῆς δυσγενείας μᾶλλον· ἡμεῖς γὰρ κακῶνἐς τοὔσχατον πεσόντες ηὕρομεν φίλουςκαὶ ξυγγενεῖς τούσδʼ, οἳ τοσῆσδʼ οἰκουμένηςἙλληνίδος γῆς τῶνδε προύστησαν μόνοι. δότ’, ὦ τέκνʼ, αὐτοῖς χεῖρα δεξιάν, δότε· ὑμεῖς τε παισί, καὶ πέλας προσέλθετε. ὦ παῖδες, ἐς μὲν πεῖραν ἤλθομεν φίλων· ἢν δʼ οὖν ποθʼ ὑμῖν νόστος ἐς πάτραν φανῇκαὶ δώματʼ οἰκήσητε καὶ τιμὰς πατρός⋯ σωτῆρας αἰεὶ καὶ φίλους νομίζετε, καὶ μήποτʼ ἐς γῆν ἐχθρὸν αἴρεσθαι δόρυμέμνησθέ μοι τήνδʼ, ἀλλὰ φιλτάτην πόλινπασῶν νομίζετʼ. ἄξιοι δʼ ὑμῖν σέβεινοἳ γῆν τοσήνδε καὶ Πελασγικὸν λεὼνἡμῶν ἀπηλλάξαντο πολεμίους ἔχειν, πτωχοὺς ἀλήτας εἰσορῶντες· ἀλλʼ ὅμωςοὐκ ἐξέδωκαν οὐδʼ ἀπήλασαν χθονός. ἐγὼ δὲ καὶ ζῶν καὶ θανών, ὅταν θάνω, πολλῷ σʼ ἐπαίνῳ Θησέως, ὦ τᾶν, πέλαςὑψηλὸν ἀρῶ καὶ λέγων τάδʼ εὐφρανῶὡς εὖ τʼ ἐδέξω καὶ τέκνοισιν ἤρκεσαςτοῖς Ἡρακλείοις, εὐγενὴς δʼ ἀνʼ Ἑλλάδασῴζεις πατρῴαν δόξαν, ἐξ ἐσθλῶν δὲ φὺςοὐδὲν κακίων τυγχάνεις γεγὼς πατρός, παύρων μετʼ ἄλλων· ἕνα γὰρ ἐν πολλοῖς ἴσωςεὕροις ἂν ὅστις ἐστὶ μὴ χείρων πατρός. Χορόςἀεί ποθʼ ἥδε γαῖα τοῖς ἀμηχάνοιςσὺν τῷ δικαίῳ βούλεται προσωφελεῖν. τοιγὰρ πόνους δὴ μυρίους ὑπὲρ φίλωνἤνεγκε, καὶ νῦν τόνδʼ ἀγῶνʼ ὁρῶ πέλας.
1.12
333Δημοφῶνσοί τʼ εὖ λέλεκται, καὶ τὰ τῶνδʼ αὐχῶ, γέρον, τοιαῦτʼ ἔσεσθαι· μνημονεύσεται χάρις. κἀγὼ μὲν ἀστῶν σύλλογον ποήσομαι, τάξω δʼ, ὅπως ἂν τὸν Μυκηναίων στρατὸνπολλῇ δέχωμαι χειρί· πρῶτα μὲν σκοποὺςπέμψω πρὸς αὐτόν, μὴ λάθῃ με προσπεσών· ταχὺς γὰρ Ἄργει πᾶς ἀνὴρ βοηδρόμος· μάντεις δʼ ἀθροίσας θύσομαι. σὺ δʼ ἐς δόμουςσὺν παισὶ χώρει, Ζηνὸς ἐσχάραν λιπών. εἰσὶν γὰρ οἵ σου, κἂν ἐγὼ θυραῖος ὦ, μέριμναν ἕξουσʼ. ἀλλʼ ἴθʼ ἐς δόμους, γέρον. Ἰόλαοςοὐκ ἂν λίποιμι βωμόν· ἑζώμεσθα δὴἱκέται μένοντες ἐνθάδʼ εὖ πρᾶξαι πόλιν· ὅταν δʼ ἀγῶνος τοῦδʼ ἀπαλλαχθῇς καλῶς, ἴμεν πρὸς οἴκους. θεοῖσι δʼ οὐ κακίοσινχρώμεσθα συμμάχοισιν Ἀργείων, ἄναξ· τῶν μὲν γὰρ Ἥρα προστατεῖ, Διὸς δάμαρ, ἡμῶν δʼ Ἀθηνᾶ. φημὶ δʼ εἰς εὐπραξίανκαὶ τοῦθʼ ὑπάρχειν, θεῶν ἀμεινόνων τυχεῖν· νικωμένη γὰρ Παλλὰς οὐκ ἀνέξεται.
1.13
353ΧορόςΕἰ σὺ μέγʼ αὐχεῖς, ἕτεροισοῦ πλέον οὐ μέλονται, ὦ ξεῖν’ Ἀργόθεν ἐλθών, μεγαληγορίαισι δʼ ἐμὰςφρένας οὐ φοβήσεις. μήπω ταῖς μεγάλαισιν οὕ- τω καὶ καλλιχόροις Ἀθή- ναις εἴη· σὺ δʼ ἄφρων, ὅ τʼ Ἄρ- γει Σθενέλου τύραννος.
1.14
362Χορόςὃς πόλιν ἐλθὼν ἑτέρανοὐδὲν ἐλάσσονʼ Ἄργους, θεῶν ἱκτῆρας ἀλάταςκαὶ ἐμᾶς χθονὸς ἀντομένουςξένος ὢν βιαίωςἕλκεις, οὐ βασιλεῦσιν εἴ- ξας, οὐκ ἄλλο δίκαιον εἰ- πών· ποῦ ταῦτα καλῶς ἂν εἴ- η παρά γʼ εὖ φρονοῦσιν;
1.15
371ΧορόςΕἰρήνα μὲν ἐμοί γʼ ἀρέ- σκει· σὺ δʼ, ὦ κακόφρων ἄναξ, λέγω, εἰ πόλιν ἥξεις, οὐχ οὕτως ἃ δοκεῖς κυρή- σεις· οὐ σοὶ μόνῳ ἔγχος οὐδʼἰτέα κατάχαλκός ἐστιν. ἀλλʼ οὐ, πολέμων ἐραστάς, μή μοι δορὶ συνταράξειςτὰν εὖ χαρίτων ἔχουσανπόλιν, ἀλλʼ ἀνάσχου.
1.16
381Ἰόλαοςὦ παῖ, τί μοι σύννοιαν ὄμμασιν φέρωνἥκεις; νέον τι πολεμίων λέξεις πέρι; μέλλουσιν ἢ πάρεισιν ἢ τί πυνθάνῃ; οὐ γάρ τι μὴ ψεύσῃς γε κήρυκος λόγους· ὁ γὰρ στρατηγὸς εὐτυχὴς τὰ πρὸς θεῶνεἶσιν, σάφʼ οἶδα, καὶ μάλʼ οὐ σμικρὸν φρονῶν, ἐς τὰς Ἀθήνας. ἀλλὰ τῶν φρονημάτωνὁ Ζεὺς κολαστὴς τῶν ἄγαν ὑπερφρόνων. Δημοφῶνἥκει στράτευμʼ Ἀργεῖον Εὐρυσθεύς τʼ ἄναξ· ἐγώ νιν αὐτὸς εἶδον. ἄνδρα γὰρ χρεών, ὅστις στρατηγεῖν φησʼ ἐπίστασθαι καλῶς, οὐκ ἀγγέλοισι τοὺς ἐναντίους ὁρᾶν. πεδία μὲν οὖν γῆς ἐς τάδʼ οὐκ ἐφῆκέ πωστρατόν, λεπαίαν δʼ ὀφρύην καθήμενοςσκοπεῖ— δόκησιν δὴ τόδʼ ἂν λέγοιμί σοι— ποίᾳ προσάξει στρατόπεδον τὰ νῦν δορὸςἐν ἀσφαλεῖ τε τῆσδʼ ἱδρύσεται χθονός. καὶ τἀμὰ μέντοι πάντʼ ἄραρʼ ἤδη καλῶς· πόλις τʼ ἐν ὅπλοις, σφάγιά θʼ ἡτοιμασμέναἕστηκεν οἷς χρὴ ταῦτα τέμνεσθαι θεῶν, τροπαῖά τʼ ἐχθρῶν καὶ πόλει σωτήρια, θυηπολεῖται δʼ ἄστυ μάντεων ὕπο. χρησμῶν δʼ ἀοιδοὺς πάντας εἰς ἓν ἁλίσαςἤλεγξα καὶ βέβηλα καὶ κεκρυμμέναλόγια παλαιά, τῇδε γῇ σωτήρια. καὶ τῶν μὲν ἄλλων διάφορʼ ἐστὶ θεσφάτοιςπόλλʼ· ἓν δὲ πᾶσι γνῶμα ταὐτὸν ἐμπρέπει· σφάξαι κελεύουσίν με παρθένον ΚόρῃΔήμητρος, ἥτις ἐστὶ πατρὸς εὐγενοῦς. ἐγὼ δʼ ἔχω μέν, ὡς ὁρᾷς, προθυμίαντοσήνδʼ ἐς ὑμᾶς· παῖδα δʼ οὔτʼ ἐμὴν κτενῶοὔτʼ ἄλλον ἀστῶν τῶν ἐμῶν ἀναγκάσωἄκονθʼ· ἑκὼν δὲ τίς κακῶς οὕτω φρονεῖ, ὅστις τὰ φίλτατʼ ἐκ χερῶν δώσει τέκνα; καὶ νῦν πικρὰς ἂν συστάσεις ἂν εἰσίδοις, τῶν μὲν λεγόντων ὡς δίκαιον ἦν ξένοιςἱκέταις ἀρήγειν, τῶν δὲ μωρίαν ἐμὴνκατηγορούντων· εἰ δὲ δὴ δράσω τόδε, οἰκεῖος ἤδη πόλεμος ἐξαρτύεται. ταῦτʼ οὖν ὅρα σὺ καὶ συνεξεύρισχʼ ὅπωςαὐτοί τε σωθήσεσθε καὶ πέδον τόδε, κἀγὼ πολίταις μὴ διαβληθήσομαι. οὐ γὰρ τυραννίδʼ ὥστε βαρβάρων ἔχω· ἀλλʼ, ἢν δίκαια δρῶ, δίκαια πείσομαι. Χορόςἀλλʼ ἦ πρόθυμον οὖσαν οὐκ ἐᾷ θεὸςξένοις ἀρήγειν τήνδε χρῄζουσιν πόλιν;
1.17
427Ἰόλαοςὦ τέκνʼ, ἔοιγμεν ναυτίλοισιν, οἵτινεςχειμῶνος ἐκφυγόντες ἄγριον μένοςἐς χεῖρα γῇ συνῆψαν, εἶτα χερσόθενπνοιαῖσιν ἠλάθησαν ἐς πόντον πάλιν. οὕτω δὲ χἡμεῖς τῆσδʼ ἀπωθούμεσθα γῆςἤδη πρὸς ἀκταῖς ὄντες ὡς σεσῳσμένοι. οἴμοι· τί δῆτʼ ἔτερψας ὦ τάλαινά μεἐλπὶς τότʼ, οὐ μέλλουσα διατελεῖν χάριν; συγγνωστὰ γάρ τοι καὶ τὰ τοῦδʼ, εἰ μὴ θέλεικτείνειν πολιτῶν παῖδας· αἰνέσαι δʼ ἔχωκαὶ τἀνθάδ’· εἰ θεοῖσι δὴ δοκεῖ τάδεπράσσειν ἔμʼ, οὔτοι σή γʼ ἀπόλλυται χάρις. ὦ παῖδες, ὑμῖν δʼ οὐκ ἔχω τί χρήσομαι. ποῖ τρεψόμεσθα; τίς γὰρ ἄστεπτος θεῶν; ποῖον δὲ γαίας ἕρκος οὐκ ἀφίγμεθα; ὀλούμεθʼ, ὦ τέκνʼ· ἐκδοθησόμεσθα δή. κἀμοῦ μὲν οὐδὲν εἴ με χρὴ θανεῖν μέλει, πλὴν εἴ τι τέρψω τοὺς ἐμοὺς ἐχθροὺς θανών· ὑμᾶς δὲ κλαίω καὶ κατοικτίρω, τέκνα, καὶ τὴν γεραιὰν μητέρʼ Ἀλκμήνην πατρός. ὦ δυστάλαινα τοῦ μακροῦ βίου σέθεν, τλήμων δὲ κἀγὼ πολλὰ μοχθήσας μάτην. χρῆν χρῆν ἄρʼ ἡμᾶς ἀνδρὸς εἰς ἐχθροῦ χέραςπεσόντας αἰσχρῶς καὶ κακῶς λιπεῖν βίον. ἀλλʼ οἶσθ’ ὅ μοι σύμπραξον; οὐχ ἅπασα γὰρπέφευγεν ἐλπὶς τῶνδέ μοι σωτηρίας· ἔμʼ ἔκδος Ἀργείοισιν ἀντὶ τῶνδʼ, ἄναξ, καὶ μήτε κινδύνευε, σωθήτω τέ μοιτέκνʼ· οὐ φιλεῖν δεῖ τὴν ἐμὴν ψυχήν· ἴτω. μάλιστα δʼ Εὐρυσθεύς με βούλοιτʼ ἂν λαβὼντὸν Ἡράκλειον σύμμαχον καθυβρίσαι· σκαιὸς γὰρ ἁνήρ. τοῖς σοφοῖς δʼ εὐκτὸν σοφῷἔχθραν συνάπτειν, μὴ ἀμαθεῖ φρονήματι· πολλῆς γὰρ αἰδοῦς καὶ δίκης τις ἂν τύχοι. Χορόςὦ πρέσβυ, μή νυν τήνδʼ ἐπαιτιῶ πόλιν· τάχʼ ἂν γὰρ ἡμῖν ψευδὲς ἀλλʼ ὅμως κακὸνγένοιτʼ ὄνειδος ὡς ξένους προυδώκαμεν. Δημοφῶνγενναῖα μὲν τάδʼ εἶπας, ἀλλʼ ἀμήχανα. οὐ σοῦ χατίζων δεῦρʼ ἄναξ στρατηλατεῖ· τί γὰρ γέροντος ἀνδρὸς Εὐρυσθεῖ πλέονθανόντος; ἀλλὰ τούσδε βούλεται κτανεῖν. δεινὸν γὰρ ἐχθροῖς βλαστάνοντες εὐγενεῖς, νεανίαι τε καὶ πατρὸς μεμνημένοιλύμας· ἃ κεῖνον πάντα προσκοπεῖν χρεών. ἀλλʼ, εἴ τινʼ ἄλλην οἶσθα καιριωτέρανβουλήν, ἑτοίμαζʼ, ὡς ἔγωγʼ ἀμήχανοςχρησμῶν ἀκούσας εἰμὶ καὶ φόβου πλέως.
1.18
474Μακαρίαξένοι, θράσος μοι μηδὲν ἐξόδοις ἐμαῖςπροσθῆτε· πρῶτον γὰρ τόδʼ ἐξαιτήσομαι· γυναικὶ γὰρ σιγή τε καὶ τὸ σωφρονεῖνκάλλιστον, εἴσω θʼ ἥσυχον μένειν δόμων. τῶν σῶν δʼ ἀκούσασʼ, Ἰόλεως, στεναγμάτωνἐξῆλθον, οὐ ταχθεῖσα πρεσβεύειν γένους. ἀλλʼ, εἰμὶ γάρ πως πρόσφορος, μέλει δέ μοιμάλιστ’ ἀδελφῶν, τῶνδε κἀμαυτῆς πέριθέλω πυθέσθαι, μὴ’ πὶ τοῖς πάλαι κακοῖςπροσκείμενόν τι πῆμα σὴν δάκνει φρένα. Ἰόλαοςὦ παῖ, μάλιστα σʼ οὐ νεωστὶ δὴ τέκνωντῶν Ἡρακλείων ἐνδίκως αἰνεῖν ἔχω. ἡμῖν δὲ δόξας εὖ προχωρῆσαι δρόμοςπάλιν μεθέστηκʼ αὖθις ἐς τἀμήχανον· χρησμῶν γὰρ ᾠδούς φησι σημαίνειν ὅδε, οὐ ταῦρον οὐδὲ μόσχον, ἀλλὰ παρθένονσφάξαι Κόρῃ Δήμητρος ἥτις εὐγενής, εἰ χρὴ μὲν ἡμᾶς, χρὴ δὲ τήνδʼ εἶναι πόλιν. ταῦτʼ οὖν ἀμηχανοῦμεν· οὔτε γὰρ τέκνασφάξειν ὅδʼ αὑτοῦ φησιν οὔτʼ ἄλλου τινός. κἀμοὶ λέγει μὲν οὐ σαφῶς, λέγει δέ πως, εἰ μή τι τούτων ἐξαμηχανήσομεν, ἡμᾶς μὲν ἄλλην γαῖαν εὑρίσκειν τινά, αὐτὸς δὲ σῶσαι τήνδε βούλεται χθόνα. Μακαρίαἐν τῷδε κἀχόμεσθα σωθῆναι λόγῳ; Ἰόλαοςἐν τῷδε, τἄλλα γʼ εὐτυχῶς πεπραγότες. Μακαρίαμή νυν τρέσῃς ἔτʼ ἐχθρὸν Ἀργεῖον δόρυ· ἐγὼ γὰρ αὐτὴ πρὶν κελευσθῆναι, γέρον, θνῄσκειν ἑτοίμη καὶ παρίστασθαι σφαγῇ. τί φήσομεν γάρ, εἰ πόλις μὲν ἀξιοῖκίνδυνον ἡμῶν οὕνεκʼ αἴρεσθαι μέγαν, αὐτοὶ δὲ προστιθέντες ἄλλοισιν πόνους, παρόν σφε σῷσαι, φευξόμεσθα μὴ θανεῖν; οὐ δῆτʼ, ἐπεί τοι καὶ γέλωτος ἄξια, στένειν μὲν ἱκέτας δαιμόνων καθημένους, πατρὸς δʼ ἐκείνου φύντας οὗ πεφύκαμενκακοὺς ὁρᾶσθαι· ποῦ τάδʼ ἐν χρηστοῖς πρέπει; κάλλιον, οἶμαι, τῆσδʼ— ἃ μὴ τύχοι ποτέ— πόλεως ἁλούσης, χεῖρας εἰς ἐχθρῶν πεσεῖν, κἄπειτα τινὰ πατρὸς οὖσαν εὐγενοῦςπαθοῦσαν Ἅιδην μηδὲν ἧσσον εἰσιδεῖν. ἀλλʼ ἐκπεσοῦσα τῆσδʼ ἀλητεύσω χθονός; κοὐκ αἰσχυνοῦμαι δῆτ’, ἐὰν δή τις λέγῃ· Τί δεῦρʼ ἀφίκεσθʼ ἱκεσίοισι σὺν κλάδοιςαὐτοὶ φιλοψυχοῦντες; ἔξιτε χθονός· κακοὺς γὰρ ἡμεῖς οὐ προσωφελήσομεν.
1.19
520ἀλλʼ οὐδὲ μέντοι, τῶνδε μὲν τεθνηκότων, αὐτὴ δὲ σωθεῖσʼ, ἐλπίδʼ εὖ πράξειν ἔχω·— πολλοὶ γὰρ ἤδη τῇδε προύδοσαν φίλους.— τίς γὰρ κόρην ἔρημον ἢ δάμαρτʼ ἔχειν, ἢ παιδοποιεῖν ἐξ ἐμοῦ βουλήσεται; οὐκ οὖν θανεῖν ἄμεινον ἢ τούτων τυχεῖνἀναξίαν; ἄλλῃ δὲ κἂν πρέποι τινὶμᾶλλον τάδʼ, ἥτις μὴ’ πίσημος ὡς ἐγώ. ἡγεῖσθʼ ὅπου δεῖ σῶμα κατθανεῖν τόδεκαὶ στεμματοῦτε καὶ κατάρχεσθʼ, εἰ δοκεῖ· νικᾶτε δʼ ἐχθρούς· ἥδε γὰρ ψυχὴ πάραἑκοῦσα κοὐκ ἄκουσα· κἀξαγγέλλομαιθνῄσκειν ἀδελφῶν τῶνδε κἀμαυτῆς ὕπερ. εὕρημα γάρ τοι μὴ φιλοψυχοῦσʼ ἐγὼκάλλιστον ηὕρηκ’, εὐκλεῶς λιπεῖν βίον. Χορόςφεῦ φεῦ, τί λέξω παρθένου μέγαν λόγονκλύων, ἀδελφῶν ἣ πάρος θέλει θανεῖν; τούτων τίς ἂν λέξειε γενναίους λόγουςμᾶλλον, τίς ἂν δράσειεν ἀνθρώπων ἔτι; Ἰόλαοςὦ τέκνον, οὐκ ἔστʼ ἄλλοθεν τὸ σὸν κάρα, ἀλλʼ ἐξ ἐκείνου σπέρμα τῆς θείας φρενὸςπέφυκας Ἡράκλειος· οὐδʼ αἰσχύνομαιτοῖς σοῖς λόγοισι, τῇ τύχῃ δʼ ἀλγύνομαι. ἀλλʼ ᾗ γένοιτʼ ἂν ἐνδικωτέρως φράσω· πάσας ἀδελφὰς τῆσδε δεῦρο χρὴ καλεῖν, κᾆθʼ ἡ λαχοῦσα θνῃσκέτω γένους ὕπερ· σὲ δʼ οὐ δίκαιον κατθανεῖν ἄνευ πάλου. Μακαρίαοὐκ ἂν θάνοιμι τῇ τύχῃ λαχοῦσʼ ἐγώ· χάρις γὰρ οὐ πρόσεστι· μὴ λέξῃς, γέρον. ἀλλʼ, εἰ μὲν ἐνδέχεσθε καὶ βούλεσθέ μοιχρῆσθαι προθύμως, τὴν ἐμὴν ψυχὴν ἐγὼδίδωμʼ ἑκοῦσα τοῖσδʼ, ἀναγκασθεῖσα δʼ οὔ. Ἰόλαοςφεῦ· ὅδʼ αὖ λόγος σοι τοῦ πρὶν εὐγενέστερος· κἀκεῖνος ἦν ἄριστος· ἀλλʼ ὑπερφέρειςτόλμῃ τε τόλμαν καὶ λόγῳ χρηστῷ λόγον. οὐ μὴν κελεύω γʼ οὐδʼ ἀπεννέπω, τέκνον, θνῄσκειν σʼ· ἀδελφοὺς δʼ ὠφελεῖς θανοῦσα σούς. Μακαρίασοφῶς κελεύεις· μὴ τρέσῃς μιάσματοςτοὐμοῦ μετασχεῖν, ἀλλʼ ἐλευθέρως θάνω. ἕπου δέ, πρέσβυ· σῇ γὰρ ἐνθανεῖν χερὶθέλω· πέπλοις δὲ σῶμʼ ἐμὸν κρύψον παρών· ἐπεὶ σφαγῆς γε πρὸς τὸ δεινὸν εἶμʼ ἐγώ, εἴπερ πέφυκα πατρὸς οὗπερ εὔχομαι. Ἰόλαοςοὐκ ἂν δυναίμην σῷ παρεστάναι μόρῳ. Μακαρίασὺ δʼ ἀλλὰ τοῦδε χρῇζε, μή μʼ ἐν ἀρσένων, ἀλλʼ ἐν γυναικῶν, χερσὶν ἐκπνεῦσαι βίον.
1.20
567Δημοφῶνἔσται τάδʼ, ὦ τάλαινα παρθένων, ἐπεὶκἀμοὶ τόδʼ αἰσχρόν, μή σε κοσμεῖσθαι καλῶς, πολλῶν ἕκατι, τῆς τε σῆς εὐψυχίαςκαὶ τοῦ δικαίου· τλημονεστάτην δὲ σὲπασῶν γυναικῶν εἶδον ὀφθαλμοῖς ἐγώ. ἀλλʼ, εἴ τι βούλῃ, τούσδε τὸν γέροντά τεχώρει προσειποῦσʼ ὑστάτοις προσφθέγμασιν. Μακαρίαὦ χαῖρε, πρέσβυ, χαῖρε καὶ δίδασκέ μοιτοιούσδε τούσδε παῖδας, ἐς τὸ πᾶν σοφούς, ὥσπερ σύ, μηδὲν μᾶλλον· ἀρκέσουσι γάρ. πειρῶ δὲ σῶσαι μὴ θανεῖν, πρόθυμος ὤν· σοὶ παῖδές ἐσμεν, σαῖν χεροῖν τεθράμμεθα. ὁρᾷς δὲ κἀμὲ τὴν ἐμὴν ὥραν γάμουδιδοῦσαν ἀντὶ τῶνδε κατθανουμένην. ὑμεῖς τʼ, ἀδελφῶν ἡ παροῦσʼ ὁμιλία, εὐδαιμονοῖτε, καὶ γένοιθʼ ὑμῖν ὅσωνἡμὴ πάροιθε καρδία σφαγήσεται. καὶ τὸν γέροντα τήν τʼ ἔσω γραῖαν δόμωντιμᾶτε πατρὸς μητέρʼ Ἀλκμήνην ἐμοῦξένους τε τούσδε. κἂν ἀπαλλαγὴ πόνωνκαὶ νόστος ὑμῖν εὑρεθῇ ποτʼ ἐκ θεῶν, μέμνησθε τὴν σώτειραν ὡς θάψαι χρεών. κάλλιστά τοι δίκαιον· οὐ γὰρ ἐνδεὴςὑμῖν παρέστην, ἀλλὰ προύθανον γένους. τάδʼ ἀντὶ παίδων ἐστί μοι κειμήλιακαὶ παρθενείας, εἴ τι δὴ κάτω χθονός· εἴη γε μέντοι μηδέν. εἰ γὰρ ἕξομενκἀκεῖ μερίμνας οἱ θανούμενοι βροτῶν, οὐκ οἶδ’ ὅποι τις τρέψεται· τὸ γὰρ θανεῖνκακῶν μέγιστον φάρμακον νομίζεται. Ἰόλαοςἀλλʼ, ὦ μέγιστον ἐκπρέπουσʼ εὐψυχίᾳπασῶν γυναικῶν, ἴσθι, τιμιωτάτηκαὶ ζῶσʼ ὑφʼ ἡμῶν καὶ θανοῦσʼ ἔσῃ πολύ· καὶ χαῖρε· δυσφημεῖν γὰρ ἅζομαι θεάν, ᾗ σὸν κατῆρκται σῶμα, Δήμητρος κόρην. ὦ παῖδες, οἰχόμεσθα· λύεται μέληλύπῃ· λάβεσθε κεἰς ἕδραν μʼ ἐρείσατεαὐτοῦ πέπλοισι τοῖσδε κρύψαντες, τέκνα. ὡς οὔτε τούτοις ἥδόμαι πεπραγμένοις, χρησμοῦ τε μὴ κρανθέντος οὐ βιώσιμον· μείζων γὰρ ἄτη· συμφορὰ δὲ καὶ τάδε.
1.21
608Χορόςοὔτινά φημι θεῶν ἄτερ ὄλβιον, οὐ βαρύποτμον, ἄνδρα γενέσθαι· οὐδὲ τὸν αὐτὸν ἀεὶ βεβάναι δόμονεὐτυχίᾳ· παρὰ δʼ ἄλλαν ἄλλαμοῖρα διώκει. τὸν μὲν ἀφʼ ὑψηλῶν βραχὺν ᾤκισε, τὸν δʼ ἀλέταν εὐδαίμονα τεύχει. μόρσιμα δʼ οὔτι φυγεῖν θέμις, οὐ σοφί- ᾳ τις ἀπώσεται, ἀλλὰ μάταν ὁ πρό- θυμος ἀεὶ πόνον ἕξει.
1.22
618Χορόςἀλλὰ σὺ μὴ προπίτνων τὰ θεῶν φέρε, μηδʼ ὑπεράλγειφροντίδα λύπᾳ· εὐδόκιμον γὰρ ἔχει θανάτου μέροςἁ μελέα πρό τʼ ἀδελφῶν καὶ γᾶς· οὐδʼ ἀκλεής νινδόξα πρὸς ἀνθρώπων ὑποδέξεται· ἁ δʼ ἀρετὰ βαίνει διὰ μόχθων. ἄξια μὲν πατρός, ἄξια δʼ εὐγενί- ας τάδε γίγνεται· εἰ δὲ σέβεις θανά- τους ἀγαθῶν, μετέχω σοι.⋯⋯⋯⋯
1.23
630Θεράπωνὦ τέκνα, χαίρετʼ· Ἰόλεως δὲ ποῦ γέρων; μήτηρ τε πατρὸς τῆσδʼ ἕδρας ἀποστατεῖ; Ἰόλαοςπάρεσμεν, οἵα δή γʼ ἐμοῦ παρουσία. Θεράπωντί χρῆμα κεῖσαι καὶ κατηφὲς ὄμμʼ ἔχεις; Ἰόλαοςφροντίς τις ἦλθʼ οἰκεῖος, ᾗ συνειχόμην. Θεράπωνἔπαιρέ νυν σεαυτόν, ὄρθωσον κάρα. Ἰόλαοςγέροντές ἐσμεν κοὐδαμῶς ἐρρώμεθα. Θεράπωνἥκω γε μέντοι χάρμα σοι φέρων μέγα. Ἰόλαοςτίς δʼ εἶ σύ; ποῦ σοι συντυχὼν ἀμνημονῶ; ΘεράπωνὝλλου πενέστης· οὔ με γιγνώσκεις ὁρῶν; Ἰόλαοςὦ φίλταθʼ, ἥκεις ἆρα σωτὴρ νῷν βλάβης; Θεράπωνμάλιστα· καὶ πρός γʼ εὐτυχεῖς τὰ νῦν τάδε. Ἰόλαοςὦ μῆτερ ἐσθλοῦ παιδός, Ἀλκμήνην λέγω, ἔξελθʼ, ἄκουσον τοῦδε φιλτάτους λόγους. πάλαι γὰρ ὠδίνουσα τῶν ἀφιγμένωνψυχὴν ἐτήκου νόστος εἰ γενήσεται. Ἀλκμήνητί χρῆμʼ ἀϋτῆς πᾶν τόδʼ ἐπλήσθη στέγοςἸόλαε; μῶν τίς σʼ αὖ βιάζεται παρὼνκῆρυξ ἀπʼ Ἄργους; ἀσθενὴς μὲν ἥ γʼ ἐμὴῥώμη, τοσόνδε δʼ εἰδέναι σʼ ἐχρῆν, ξένε, οὐκ ἔστʼ ἄγειν σε τούσδʼ ἐμοῦ ζώσης ποτέ. ἦ τἄρ’ ἐκείνου μὴ νομιζοίμην ἐγὼμήτηρ ἔτʼ· εἰ δὲ τῶνδε προσθίξῃ χερί, δυοῖν γερόντοιν οὐ καλῶς ἀγωνιῇ. Ἰόλαοςθάρσει, γεραιά, μὴ τρέσῃς· οὐκ Ἀργόθενκῆρυξ ἀφῖκται πολεμίους λόγους ἔχων. Ἀλκμήνητί γὰρ βοὴν ἔστησας ἄγγελον φόβου; Ἰόλαοςσέ, πρόσθε ναοῦ τοῦδʼ ὅπως βαίης πέλας. Ἀλκμήνηοὐκ ἴσμεν ἡμεῖς ταῦτα· τίς γάρ ἐσθʼ ὅδε; Ἰόλαοςἥκοντα παῖδα παιδὸς ἀγγέλλει σέθεν.
1.24
660Ἀλκμήνηὦ χαῖρε καὶ σὺ τοῖσδε τοῖς ἀγγέλμασιν. ἀτὰρ τί χώρᾳ τῇδε προσβαλὼν πόδαποῦ νῦν ἄπεστι; τίς νιν εἶργε συμφορὰσὺν σοὶ φανέντα δεῦρʼ ἐμὴν τέρψαι φρένα; Θεράπωνστρατὸν καθίζει τάσσεταί θʼ ὃν ἦλθʼ ἔχων. Ἀλκμήνητοῦδʼ οὐκέθʼ ἡμῖν τοῦ λόγου μέτεστι δή. Ἰόλαοςμέτεστιν· ἡμῶν δʼ ἔργον ἱστορεῖν τάδε. Θεράπωντί δῆτα βούλῃ τῶν πεπραγμένων μαθεῖν; Ἰόλαοςπόσον τι πλῆθος συμμάχων πάρεστʼ ἔχων; Θεράπωνπολλούς· ἀριθμὸν δʼ ἄλλον οὐκ ἔχω φράσαι. Ἰόλαοςἴσασιν, οἶμαι, ταῦτʼ· Ἀθηναίων πρόμοι; Θεράπωνἴσασι· καὶ δὴ λαιὸν ἕστηκεν κέρας. Ἰόλαοςἤδη γὰρ ὡς ἐς ἔργον ὥπλισται στρατός; Θεράπωνκαὶ δὴ παρῆκται σφάγια τάξεων ἑκάς. Ἰόλαοςπόσον τι δʼ ἔστʼ ἄπωθεν Ἀργεῖον δόρυ; Θεράπωνὥστʼ ἐξορᾶσθαι τὸν στρατηγὸν ἐμφανῶς. Ἰόλαοςτί δρῶντα; μῶν τάσσοντα πολεμίων στίχας; Θεράπωνᾐκάζομεν ταῦτʼ· οὐ γὰρ ἐξηκούομεν. ἀλλʼ εἶμ’· ἐρήμους δεσπότας τοὐμὸν μέροςοὐκ ἂν θέλοιμι πολεμίοισι συμβαλεῖν. Ἰόλαοςκἄγωγε σὺν σοί· ταὐτὰ γὰρ φροντίζομεν, φίλοις παρόντες, ὡς ἔοιγμεν, ὠφελεῖν. Θεράπωνἥκιστα πρὸς σοῦ μῶρον ἦν εἰπεῖν ἔπος. Ἰόλαοςκαὶ μὴ μετασχεῖν γʼ ἀλκίμου μάχης φίλοις. Θεράπωνοὐκ ἔστʼ ἐν ὄψει τραῦμα μὴ δρώσης χερός. Ἰόλαοςτί δʼ; οὐ σθένοιμι κἂν ἐγὼ δι’ ἀσπίδος; Θεράπωνσθένοις ἄν, ἀλλὰ πρόσθεν αὐτὸς ἂν πέσοις. Ἰόλαοςοὐδεὶς ἔμʼ ἐχθρῶν προσβλέπων ἀνέξεται. Θεράπωνοὐκ ἔστιν, ὦ τᾶν, ἥ ποτʼ ἦν ῥώμη σέθεν. Ἰόλαοςἀλλʼ οὖν μαχοῦνται γʼ ἀριθμὸν οὐκ ἐλάσσοσι. Θεράπωνσμικρὸν τὸ σὸν σήκωμα προστίθης φίλοις. Ἰόλαοςμή τοί μʼ ἔρυκε δρᾶν παρεσκευασμένον. Θεράπωνδρᾶν μὲν σύ γʼ οὐχ οἷός τε, βούλεσθαι δʼ ἴσως. Ἰόλαοςὡς μὴ μενοῦντα τἄλλα σοι λέγειν πάρα. Θεράπωνπῶς οὖν ὁπλίταις τευχέων ἄτερ φανῇ; Ἰόλαοςἔστʼ ἐν δόμοισιν ἔνδον αἰχμάλωθʼ ὅπλα, τοῖς δʼ οὖσι χρησόμεσθα· κἀποδώσομενζῶντες, θανόντας δʼ οὐκ ἀπαιτήσει θεός. ἀλλʼ εἴσιθʼ εἴσω κἀπὸ πασσάλων ἑλὼνἔνεγχ’ ὁπλίτην κόσμον ὡς τάχιστά μοι. αἰσχρὸν γὰρ οἰκούρημα γίγνεται τόδε, τοὺς μὲν μάχεσθαι, τοὺς δὲ δειλίᾳ μένειν.
1.25
702Χορόςλῆμα μὲν οὔπω στόρνυσι χρόνοςτὸ σόν, ἀλλʼ ἡβᾷ, σῶμα δὲ φροῦδον. τί πονεῖς ἄλλως ἃ σὲ μὲν βλάψει, σμικρὰ δʼ ὀνήσει πόλιν ἡμετέραν; χρὴ γνωσιμαχεῖν τὴν ἡλικίαν, τὰ δʼ ἀμήχανʼ ἐᾶν· οὐκ ἔστιν ὅπωςἥβην κτήσῃ πάλιν αὖθις.
1.26
709Ἀλκμήνητί χρῆμα μέλλεις σῶν φρενῶν οὐκ ἔνδον ὢνλιπεῖν μʼ ἔρημον σὺν τέκνοις ἐμοῖς;⋯ Ἰόλαοςἀνδρῶν γὰρ ἀλκή· σοὶ δὲ χρῆν τούτων μέλειν. Ἀλκμήνητί δʼ; ἢν θάνῃς σύ, πῶς ἐγὼ σωθήσομαι; Ἰόλαοςπαιδὸς μελήσει παισὶ τοῖς λελειμμένοις. Ἀλκμήνηἢν δʼ οὖν, ὃ μὴ γένοιτο, χρήσωνται τύχῃ; Ἰόλαοςοἵδ’ οὐ προδώσουσίν σε, μὴ τρέσῃς, ξένοι. Ἀλκμήνητοσόνδε γάρ τοι θάρσος, οὐδὲν ἄλλʼ ἔχω. Ἰόλαοςκαὶ Ζηνὶ τῶν σῶν, οἶδʼ ἐγώ, μέλει πόνων. Ἀλκμήνηφεῦ· Ζεὺς ἐξ ἐμοῦ μὲν οὐκ ἀκούσεται κακῶς· εἰ δʼ ἐστὶν ὅσιος αὐτὸς οἶδεν εἰς ἐμέ. Θεράπωνὅπλων μὲν ἤδη τήνδʼ ὁρᾷς παντευχίαν, φθάνοις δʼ ἂν οὐκ ἂν τοῖσδε συγκρύπτων δέμας· ὡς ἐγγὺς ἁγών, καὶ μάλιστʼ Ἄρης στυγεῖμέλλοντας· εἰ δὲ τευχέων φοβῇ βάρος, νῦν μὲν πορεύου γυμνός, ἐν δὲ τάξεσινκόσμῳ πυκάζου τῷδʼ· ἐγὼ δʼ οἴσω τέως. Ἰόλαοςκαλῶς ἔλεξας· ἀλλʼ ἐμοὶ πρόχειρʼ ἔχωντεύχη κόμιζε, χειρὶ δʼ ἔνθες ὀξύην, λαιόν τʼ ἔπαιρε πῆχυν, εὐθύνων πόδα. Θεράπωνἦ παιδαγωγεῖν γὰρ τὸν ὁπλίτην χρεών; Ἰόλαοςὄρνιθος οὕνεκʼ ἀσφαλῶς πορευτέον. Θεράπωνεἴθʼ ἦσθα δυνατὸς δρᾶν ὅσον πρόθυμος εἶ. Ἰόλαοςἔπειγε· λειφθεὶς δεινὰ πείσομαι μάχης. Θεράπωνσύ τοι βραδύνεις, οὐκ ἐγὼ δοκῶ τι δρᾶν. Ἰόλαοςοὔκουν ὁρᾷς μου κῶλον ὡς ἐπείγεται; Θεράπωνὁρῶ δοκοῦντα μᾶλλον ἢ σπεύδοντά σε. Ἰόλαοςοὐ ταῦτα λέξεις, ἡνίκʼ ἂν λεύσσῃς μʼ ἐκεῖ. Θεράπωντί δρῶντα; βουλοίμην δʼ ἂν εὐτυχοῦντά γε. Ἰόλαοςδιʼ ἀσπίδος θείνοντα πολεμίων τινά. Θεράπωνεἰ δή ποθʼ ἥξομέν γε· τοῦτο γὰρ φόβος. Ἰόλαοςφεῦ· εἴθʼ, ὦ βραχίων, οἷον ἡβήσαντά σεμεμνήμεθʼ ἡμεῖς, ἡνίκα ξὺν ἩρακλεῖΣπάρτην ἐπόρθεις, σύμμαχος γένοιό μοιτοιοῦτος· οἵαν ἂν τροπὴν Εὐρυσθέωςθείμην· ἐπεί τοι καὶ κακὸς μένειν δόρυ. ἔστιν δʼ ἐν ὄλβῳ καὶ τόδʼ οὐκ ὀρθῶς ἔχον, εὐψυχίας δόκησις· οἰόμεσθα γὰρτὸν εὐτυχοῦντα πάντʼ ἐπίστασθαι καλῶς.
1.27
748ΧορόςΓᾶ καὶ παννύχιος σελά- να καὶ λαμπρόταται θεοῦφαεσίμβροτοι αὐγαί, ἀγγελίαν μοι ἐνέγκαιτʼ· ἰαχήσατε δʼ οὐρανῷκαὶ παρὰ θρόνον ἀρχέτανγλαυκᾶς ἐν Ἀθάνας. μέλλω τᾶς πατριώτιδοςγᾶς, μέλλω καὶ ὑπὲρ δόμωνἱκέτας ὑποδεχθεὶςκίνδυνον πολιῷ τεμεῖν σιδάρῳ.
1.28
759Χορόςδεινὸν μὲν πόλιν ὡς Μυκή- νας εὐδαίμονα καὶ δορὸςπολυαίνετον ἀλκᾷμῆνιν ἐμᾷ χθονὶ κεύθειν· κακὸν δʼ, ὦ πόλις, εἰ ξένουςἱκτῆρας παραδώσομενκελεύμασιν Ἄργους. Ζεύς μοι σύμμαχος, οὐ φοβοῦ- μαι, Ζεύς μοι χάριν ἐνδίκωςἔχει· οὔποτε θνατῶνἥσσους δαίμονες ἔκ γʼ ἐμοῦ φανοῦνται.
1.29
770Χορόςἀλλʼ, ὦ πότνια— σὸν γὰρ οὖ- δας γᾶς, σὸν καὶ πόλις, ἇς σὺ μά- τηρ δέσποινά τε καὶ φύλαξ— πόρευσον ἄλλᾳ τὸν οὐ δικαίωςτᾷδʼ ἐπάγοντα δορυσσοῦνστρατὸν Ἀργόθεν· οὐ γὰρ ἐμᾷ γʼ ἀρετᾷδίκαιός εἰμʼ ἐκπεσεῖν μελάθρων.
1.30
777Χορόςἐπεί σοι πολύθυτος ἀεὶτιμὰ κραίνεται, οὐδὲ λά- θει μηνῶν φθινὰς ἁμέρα, νέων τʼ ἀοιδαὶ χορῶν τε μολπαί. ἀνεμόεντι δʼ ἐπʼ ὄχθῳὀλολύγματα παννυχίοις ὑπὸ παρ- θένων ἰαχεῖ ποδῶν κρότοισιν.
1.31
784Θεράπωνδέσποινα, μύθους σοί τε συντομωτάτουςκλύειν ἐμοί τε τῷδε καλλίστους φέρω. νικῶμεν ἐχθροὺς καὶ τροπαῖʼ ἱδρύεταιπαντευχίαν ἔχοντα πολεμίων σέθεν. Ἀλκμήνηὦ φίλταθʼ, ἥδε σʼ ἡμέρα διήλασενἐλευθερῶσαι τοῖσδε τοῖς ἀγγέλμασιν. μιᾶς δʼ ἔμʼ οὔπω συμφορᾶς ἐλευθεροῖς· φόβος γὰρ εἴ μοι ζῶσιν οὓς ἐγὼ θέλω. Θεράπωνζῶσιν μέγιστόν γʼ εὐκλεεῖς κατὰ στρατόν. Ἀλκμήνηὁ μὲν γέρων οὐκ ἔστιν Ἰόλεως ὅδε; Θεράπωνμάλιστα, πράξας δʼ ἐκ θεῶν κάλλιστα δή. Ἀλκμήνητί δʼ ἔστι; μῶν τι κεδνὸν ἠγωνίζετο; Θεράπωννέος μεθέστηκʼ ἐκ γέροντος αὖθις αὖ. Ἀλκμήνηθαυμάστʼ ἔλεξας· ἀλλά σʼ εὐτυχῆ φίλωνμάχης ἀγῶνα πρῶτον ἀγγεῖλαι θέλω. Θεράπωνεἷς μου λόγος σοι πάντα σημανεῖ τάδε. ἐπεὶ γὰρ ἀλλήλοισιν ὁπλίτην στρατὸνκατὰ στόμʼ ἐκτείνοντες ἀντετάξαμεν, ἐκβὰς τεθρίππων Ὕλλος ἁρμάτων πόδαἔστη μέσοισιν ἐν μεταιχμίοις δορός. κἄπειτ’ ἔλεξεν· Ὦ στρατήγʼ ὃς Ἀργόθενἥκεις, τί τήνδε γαῖαν οὐκ εἰάσαμεν⋯⋯ καὶ τὰς Μυκήνας οὐδὲν ἐργάσῃ κακὸνἀνδρὸς στερήσας· ἀλλʼ ἐμοὶ μόνος μόνῳμάχην συνάψας, ἢ κτανὼν ἄγου λαβὼντοὺς Ἡρακλείους παῖδας ἢ θανὼν ἐμοὶτιμὰς πατρῴους καὶ δόμους ἔχειν ἄφες. στρατὸς δʼ ἐπῄνεσ’, ἔς τʼ ἀπαλλαγὰς πόνωνκαλῶς λελέχθαι μῦθον ἔς τʼ εὐψυχίαν. ὃ δʼ οὔτε τοὺς κλύοντας αἰδεσθεὶς λόγωνοὔτʼ αὐτὸς αὑτοῦ δειλίαν στρατηγὸς ὢνἐλθεῖν ἐτόλμησʼ ἐγγὺς ἀλκίμου δορός, ἀλλʼ ἦν κάκιστος· εἶτα τοιοῦτος γεγὼςτοὺς Ἡρακλείους ἦλθε δουλώσων γόνους. Ὕλλος μὲν οὖν ἀπῴχετ’ ἐς τάξιν πάλιν· μάντεις δʼ, ἐπειδὴ μονομάχου διʼ ἀσπίδοςδιαλλαγὰς ἔγνωσαν οὐ τελουμένας, ἔσφαζον, οὐκ ἔμελλον, ἀλλʼ ἀφίεσανλαιμῶν βροτείων εὐθὺς οὔριον φόνον. οἳ δʼ ἅρματʼ εἰσέβαινον, οἳ δʼ ὑπʼ ἀσπίδωνπλευροῖς ἔκρυπτον πλεύρʼ· Ἀθηναίων δʼ ἄναξστρατῷ παρήγγελλ’ οἷα χρὴ τὸν εὐγενῆ· Ὦ ξυμπολῖται, τῇ τε βοσκούσῃ χθονὶκαὶ τῇ τεκούσῃ νῦν τινʼ ἀρκέσαι χρεών. ὃ δʼ αὖ τό τʼ Ἄργος μὴ καταισχῦναι θέλεινκαὶ τὰς Μυκήνας συμμάχους ἐλίσσετο.
1.32
830ἐπεὶ δʼ ἐσήμηνʼ ὄρθιον Τυρσηνικῇσάλπιγγι καὶ συνῆψαν ἀλλήλοις μάχην, πόσον τινʼ αὐχεῖς πάταγον ἀσπίδων βρέμειν, πόσον τινὰ στεναγμὸν οἰμωγήν θʼ ὁμοῦ; τὰ πρῶτα μέν νυν πίτυλος Ἀργείου δορὸςἐρρήξαθʼ ἡμᾶς· εἶτʼ ἐχώρησαν πάλιν. τὸ δεύτερον δὲ ποὺς ἐπαλλαχθεὶς ποδί, ἀνὴρ δʼ ἐπʼ ἀνδρὶ στάς, ἐκαρτέρει μάχη· πολλοὶ δʼ ἔπιπτον. ἦν δὲ τοῦ κελεύματος· Ὦ τὰς Ἀθήνας— Ὦ τὸν Ἀργείων γύηνσπείροντες— οὐκ ἀρήξετʼ αἰσχύνην πόλει; μόλις δὲ πάντα δρῶντες οὐκ ἄτερ πόνωνἐτρεψάμεσθʼ Ἀργεῖον ἐς φυγὴν δόρυ. κἀνταῦθʼ ὁ πρέσβυς Ὕλλον ἐξορμώμενονἰδών, ὀρέξας ἱκέτευσε δεξιὰνἸόλαος ἐμβῆσαί νιν ἵππειον δίφρον. λαβὼν δὲ χερσὶν ἡνίας Εὐρυσθέωςπώλοις ἐπεῖχε. τἀπὸ τοῦδʼ ἤδη κλύωνλέγοιμʼ ἂν ἄλλων, δεῦρο δʼ αὐτὸς εἰσιδών. Παλληνίδος γὰρ σεμνὸν ἐκπερῶν πάγονδίας Ἀθάνας, ἅρμʼ ἰδὼν Εὐρυσθέως, ἠράσαθʼ Ἥβῃ Ζηνί θʼ, ἡμέραν μίαννέος γενέσθαι κἀποτείσασθαι δίκηνἐχθρούς. κλύειν δὴ θαύματος πάρεστί σοι. δισσὼ γὰρ ἀστέρʼ ἱππικοῖς ἐπὶ ζυγοῖςσταθέντʼ ἔκρυψαν ἅρμα λυγαίῳ νέφει· σὸν δὴ λέγουσι παῖδά γʼ οἱ σοφώτεροιἭβην θʼ· ὃ δʼ ὄρφνης ἐκ δυσαιθρίου νέωνβραχιόνων ἔδειξεν ἡβητὴν τύπον. αἱρεῖ δʼ ὁ κλεινὸς Ἰόλεως Εὐρυσθέωςτέτρωρον ἅρμα πρὸς πέτραις Σκιρωνίσιν, δεσμοῖς τε δήσας χεῖρας ἀκροθίνιονκάλλιστον ἥκει τὸν στρατηλάτην ἄγωντὸν ὄλβιον πάροιθε. τῇ δὲ νῦν τύχῃβροτοῖς ἅπασι λαμπρὰ κηρύσσει μαθεῖν, τὸν εὐτυχεῖν δοκοῦντα μὴ ζηλοῦν, πρὶν ἂνθανόντʼ ἴδῃ τις· ὡς ἐφήμεροι τύχαι. Χορόςὦ Ζεῦ τροπαῖε, νῦν ἐμοὶ δεινοῦ φόβουἐλεύθερον πάρεστιν ἦμαρ εἰσιδεῖν.
1.33
869Ἀλκμήνηὦ Ζεῦ, χρόνῳ μὲν τἄμ’ ἐπεσκέψω κακά, χάριν δʼ ὅμως σοι τῶν πεπραγμένων ἔχω· καὶ παῖδα τὸν ἐμὸν πρόσθεν οὐ δοκοῦσʼ ἐγὼθεοῖς ὁμιλεῖν νῦν ἐπίσταμαι σαφῶς. ὦ τέκνα, νῦν δὴ νῦν ἐλεύθεροι πόνων, ἐλεύθεροι δὲ τοῦ κακῶς ὀλουμένουΕὐρυσθέως ἔσεσθε καὶ πόλιν πατρὸςὄψεσθε, κλήρους δʼ ἐμβατεύσετε χθονὸςκαὶ θεοῖς πατρῴοις θύσεθʼ, ὧν ἀπειργμένοιξένοι πλανήτην εἴχετʼ ἄθλιον βίον. ἀτὰρ τί κεύθων Ἰόλεως σοφόν ποτεΕὐρυσθέως ἐφείσαθʼ ὥστε μὴ κτανεῖν; λέξον· παρʼ ἡμῖν μὲν γὰρ οὐ σοφὸν τόδε, ἐχθροὺς λαβόντα μὴ ἀποτείσασθαι δίκην. Θεράπωντὸ σὸν προτιμῶν, ὥς νιν ὀφθαλμοῖς ἴδοιςκρατοῦντα καὶ σῇ δεσποτούμενον χερί. οὐ μὴν ἑκόντα γʼ αὐτόν, ἀλλὰ πρὸς βίανἔζευξʼ ἀνάγκῃ· καὶ γὰρ οὐκ ἐβούλετοζῶν ἐς σὸν ἐλθεῖν ὄμμα καὶ δοῦναι δίκην. ἀλλʼ, ὦ γεραιά, χαῖρε καὶ μέμνησό μοιὃ πρῶτον εἶπας, ἡνίκʼ ἠρχόμην λόγου, ἐλευθερώσειν μʼ· ἐν δὲ τοῖς τοιοῖσδε χρὴἀψευδὲς εἶναι τοῖσι γενναίοις στόμα.
1.34
892ΧορόςἘμοὶ χορὸς μὲν ἡδύς, εἰ λίγεια λω- τοῦ χάρις ενι δαι· εἴη δʼ εὔχαρις Ἀφροδί- τα· τερπνὸν δέ τι καὶ φίλων ἆρʼεὐτυχίαν ἰδέσθαιτῶν πάρος οὐ δοκούντων. πολλὰ γὰρτίκτει Μοῖρα τελεσσιδώ- τειρʼ Αἰών τε Χρόνου παῖς.
1.35
901Χορόςἔχεις ὁδόν τινʼ, ὦ πόλις, δίκαιον— οὐχρή ποτε τοῦδʼ ἀφέσθαι,— τιμᾶν θεούς· ὁ δὲ μή σε φά- σκων ἐγγὺς μανιῶν ἐλαύνει, δεικνυμένων ἐλέγχωντῶνδʼ· ἐπίσημα γάρ τοιθεὸς παραγ- γέλλει, τῶν ἀδίκων παραι- ρῶν φρονήματος αἰεί.
1.36
910Χορόςἔστιν ἐν οὐρανῷ βεβα- κὼς τεὸς γόνος, ὦ γεραι- ά· φεύγει λόγον ὡς τὸν Ἅι- δα δόμον κατέβα, πυρὸςδεινᾷ φλογὶ σῶμα δαισθείς· Ἥβας τʼ ἐρατὸν χροΐζειλέχος χρυσέαν κατʼ αὐλάν. ὦ Ὑμέναιε, δισσοὺς παῖ- δας Διὸς ἠξίωσας.
1.37
919Χορόςσυμφέρεται τὰ πολλὰ πολ- λοῖς· καὶ γὰρ πατρὶ τῶνδʼ Ἀθά- ναν λέγουσʼ ἐπίκουρον εἶ- ναι, καὶ τούσδε θεᾶς πόλιςκαὶ λαὸς ἔσωσε κείνας· ἔσχεν δʼ ὕβριν ἀνδρὸς ᾧ θυ- μὸς ἦν πρὸ δίκας βίαιος. μήποτʼ ἐμοὶ φρόνημα ψυ- χά τʼ ἀκόρεστος εἴη.
1.38
928Θεράπωνδέσποινʼ, ὁρᾷς μέν, ἀλλʼ ὅμως εἰρήσεται, Εὐρυσθέα σοι τόνδʼ ἄγοντες ἥκομεν, ἄελπτον ὄψιν, τῷδέ τʼ οὐχ ἧσσον τύχην· οὐ γάρ ποτʼ ηὔχει χεῖρας ἵξεσθαι σέθεν, ὅτʼ ἐκ Μυκηνῶν πολυπόνῳ σὺν ἀσπίδιἔστειχε μείζω τῆς δίκης φρονῶν, πόλινπέρσων Ἀθηνᾶς. ἀλλὰ τὴν ἐναντίανδαίμων ἔθηκε, καὶ μετέστησεν τύχην. Ὕλλος μὲν οὖν ὅ τʼ ἐσθλὸς Ἰόλεως βρέταςΔιὸς τροπαίου καλλίνικον ἵστασαν· ἐμοὶ δὲ πρὸς σὲ τόνδʼ ἐπιστέλλουσʼ ἄγειν, τέρψαι θέλοντες σὴν φρένʼ· ἐκ γὰρ εὐτυχοῦςἥδιστον ἐχθρὸν ἄνδρα δυστυχοῦνθʼ ὁρᾶν. Ἀλκμήνηὦ μῖσος, ἥκεις; εἷλέ σʼ ἡ Δίκη χρόνῳ; πρῶτον μὲν οὖν μοι δεῦρʼ ἐπίστρεψον κάρακαὶ τλῆθι τοὺς σοὺς προσβλέπειν ἐναντίονἐχθρούς· κρατῇ γὰρ νῦν γε κοὐ κρατεῖς ἔτι. ἐκεῖνος εἶ σύ— βούλομαι γὰρ εἰδέναι— ὃς πολλὰ μὲν τὸν ὄνθʼ ὅπου’ στὶ νῦν ἐμὸνπαῖδʼ ἠξίωσας, ὦ πανοῦργʼ, ἐφυβρίσαι; τί γὰρ σὺ κεῖνον οὐκ ἔτλης καθυβρίσαι; ὃς καὶ παρʼ Ἅιδην ζῶντά νιν κατήγαγες, ὕδρας λέοντάς τʼ ἐξαπολλύναι λέγωνἔπεμπες. ἄλλα δʼ οἷ’ ἐμηχανῶ κακὰσιγῶ· μακρὸς γὰρ μῦθος ἂν γένοιτό μοι. κοὐκ ἤρκεσέν σοι ταῦτα τολμῆσαι μόνον, ἀλλʼ ἐξ ἁπάσης κἀμὲ καὶ τέκνʼ Ἑλλάδοςἤλαυνες ἱκέτας δαιμόνων καθημένους, τοὺς μὲν γέροντας, τοὺς δὲ νηπίους ἔτι. ἀλλʼ ηὗρες ἄνδρας καὶ πόλισμʼ ἐλεύθερον, οἵ σʼ οὐκ ἔδεισαν. δεῖ σε κατθανεῖν κακῶς, καὶ κερδανεῖς ἅπαντα· χρῆν γὰρ οὐχ ἅπαξθνῄσκειν σὲ πολλὰ πήματʼ ἐξειργασμένον. Χορόςοὐκ ἔστʼ ἀνυστὸν τόνδε σοι κατακτανεῖν. Θεράπωνἄλλως ἄρʼ αὐτὸν αἰχμάλωτον εἵλομεν; Ἀλκμήνηεἴργει δὲ δὴ τίς τόνδε μὴ θνῄσκειν νόμος; Χορόςτοῖς τῆσδε χώρας προστάταισιν οὐ δοκεῖ. Ἀλκμήνητί δὴ τόδʼ; ἐχθροὺς τοισίδʼ οὐ καλὸν κτανεῖν; Χορόςοὐχ ὅντινʼ ἄν γε ζῶνθʼ ἕλωσιν ἐν μάχῃ. Ἀλκμήνηκαὶ ταῦτα δόξανθʼ Ὕλλος ἐξηνέσχετο; Χορόςχρῆν δʼ αὐτόν, οἶμαι, τῇδʼ ἀπιστῆσαι χθονί; Ἀλκμήνηχρῆν τόνδε μὴ ζῆν μηδʼ ὁρᾶν φάος ἔτι. Χορόςτότʼ ἠδικήθη πρῶτον οὐ θανὼν ὅδε. Ἀλκμήνηοὐκ οὖν ἔτʼ ἐστὶν ἐν καλῷ δοῦναι δίκην; Χορόςοὐκ ἔστι τοῦτον ὅστις ἂν κατακτάνοι. Ἀλκμήνηἔγωγε· καίτοι φημὶ κἄμʼ εἶναί τινα. Χορόςπολλὴν ἄρʼ ἕξεις μέμψιν, εἰ δράσεις τόδε.
1.39
975Ἀλκμήνηφιλῶ πόλιν τήνδʼ· οὐδὲν ἀντιλεκτέον. τοῦτον δʼ, ἐπείπερ χεῖρας ἦλθεν εἰς ἐμάς, οὐκ ἔστι θνητῶν ὅστις ἐξαιρήσεται. πρὸς ταῦτα τὴν θρασεῖαν ὅστις ἂν θέλῃκαὶ τὴν φρονοῦσαν μεῖζον ἢ γυναῖκα χρὴλέξει· τὸ δʼ ἔργον τοῦτʼ ἐμοὶ πεπράξεται. Χορόςδεινόν τι καὶ συγγνωστόν, ὦ γύναι, σʼ ἔχεινεῖκος πρὸς ἄνδρα τόνδε, γιγνώσκω καλῶς. Ἐυρυσθεύςγύναι, σάφʼ ἴσθι μή με θωπεύσοντά σε, μηδʼ ἄλλο μηδὲν τῆς ἐμῆς ψυχῆς πέριλέξονθʼ ὅθεν χρὴ δειλίαν ὀφλεῖν τινα. ἐγὼ δὲ νεῖκος οὐχ ἑκὼν τόδʼ ἠράμην· ᾔδη γε σοὶ μὲν αὐτανέψιος γεγώς, τῷ σῷ δὲ παιδὶ συγγενὴς Ἡρακλέει. ἀλλʼ εἴτʼ ἔχρῃζον εἴτε μή— θεὸς γὰρ ἦν— Ἥρα με κάμνειν τήνδʼ ἔθηκε τὴν νόσον. ἐπεὶ δʼ ἐκείνῳ δυσμένειαν ἠράμηνκἄγνων ἀγῶνα τόνδʼ ἀγωνιούμενος, πολλῶν σοφιστὴς πημάτων ἐγιγνόμηνκαὶ πόλλʼ ἔτικτον νυκτὶ συνθακῶν ἀεί, ὅπως διώσας καὶ κατακτείνας ἐμοὺςἐχθροὺς τὸ λοιπὸν μὴ συνοικοίην φόβῳ, εἰδὼς μὲν οὐκ ἀριθμὸν ἀλλʼ ἐτητύμωςἄνδρʼ ὄντα τὸν σὸν παῖδα· καὶ γὰρ ἐχθρὸς ὢνἀκούσεται’ μοί γʼ ἐσθλὰ χρηστὸς ὢν ἀνήρ. κείνου δʼ ἀπαλλαχθέντος οὐκ ἐχρῆν μʼ ἄραμισούμενον πρὸς τῶνδε καὶ ξυνειδόταἔχθραν πατρῴαν, πάντα κινῆσαι πέτρον, κτείνοντα κἀκβάλλοντα καὶ τεχνώμενον; τοιαῦτα δρῶντι τἄμʼ ἐγίγνετʼ ἀσφαλῆ. οὔκουν σύ γʼ ἀναλαβοῦσα τὰς ἐμὰς τύχαςἐχθροῦ λέοντος δυσγενῆ βλαστήματαἤλαυνες ἂν κακοῖσιν, ἀλλὰ σωφρόνωςεἴασας οἰκεῖν Ἄργος; οὔτινʼ ἂν πίθοις. νῦν οὖν ἐπειδή μʼ οὐ διώλεσαν τότεπρόθυμον ὄντα, τοῖσιν Ἑλλήνων νόμοιςοὐχ ἁγνός εἰμι τῷ κτανόντι κατθανών· πόλις τʼ ἀφῆκε σωφρονοῦσα, τὸν θεὸνμεῖζον τίουσα τῆς ἐμῆς ἔχθρας πολύ. προσεῖπας, ἀντήκουσας· ἐντεῦθεν δὲ χρὴτὸν προστρόπαιον τόν τε γενναῖον καλεῖν. οὕτω γε μέντοι τἄμ’ ἔχεις· θανεῖν μὲν οὐχρῄζω, λιπὼν δʼ ἂν οὐδὲν ἀχθοίμην βίον.⋯⋯⋯
1.40
1018Χορόςπαραινέσαι σοι σμικρόν, Ἀλκμήνη, θέλω, τὸν ἄνδρʼ ἀφεῖναι τόνδʼ, ἐπεὶ δοκεῖ πόλει. Ἀλκμήνητί δʼ, ἢν θάνῃ τε καὶ πόλει πιθώμεθα; Χορόςτὰ λῷστ’ ἂν εἴη· πῶς τάδʼ οὖν γενήσεται; Ἀλκμήνηἐγὼ διδάξω ῥᾳδίως· κτανοῦσα γὰρτόνδʼ εἶτα νεκρὸν τοῖς μετελθοῦσιν φίλωνδώσω· τὸ γὰρ σῶμʼ οὐκ ἀπιστήσω χθονί, οὗτος δὲ δώσει τὴν δίκην θανὼν ἐμοί. Ἐυρυσθεύςκτεῖνʼ, οὐ παραιτοῦμαί σε· τήνδε δὲ πτόλιν, ἐπεί μʼ ἀφῆκε καὶ κατῃδέσθη κτανεῖν, χρησμῷ παλαιῷ Λοξίου δωρήσομαι, ὃς ὠφελήσει μείζονʼ ἢ δοκεῖν χρόνῳ. θανόντα γάρ με θάψεθʼ οὗ τὸ μόρσιμον, δίας πάροιθε παρθένου Παλληνίδος· καὶ σοὶ μὲν εὔνους καὶ πόλει σωτήριοςμέτοικος αἰεὶ κείσομαι κατὰ χθονός, τοῖς τῶνδε δʼ ἐκγόνοισι πολεμιώτατος, ὅταν μόλωσι δεῦρο σὺν πολλῇ χερὶχάριν προδόντες τήνδε. τοιούτων ξένωνπρούστητε. πῶς οὖν ταῦτʼ ἐγὼ πεπυσμένοςδεῦρʼ ἦλθον, ἀλλʼ οὐ χρησμὸν ἠρόμην θεοῦ; Ἥραν νομίζων θεσφάτων κρείσσω πολὺκοὐκ ἂν προδοῦναί μʼ. ἀλλὰ μήτε μοι χοὰςμήθʼ αἷμʼ ἐάσῃς εἰς ἐμὸν στάξαι τόπον. κακὸν γὰρ αὐτοῖς νόστον ἀντὶ τῶνδʼ ἐγὼδώσω· διπλοῦν δὲ κέρδος ἕξετʼ ἐξ ἐμοῦ, ὑμᾶς τʼ ὀνήσω τούσδε τε βλάψω θανών. Ἀλκμήνητί δῆτα μέλλετʼ, εἰ πόλει σωτηρίανκατεργάσασθαι τοῖσί τʼ ἐξ ἡμῶν χρεών, κτείνειν τὸν ἄνδρα τόνδʼ, ἀκούοντες τάδε; δείκνυσι γὰρ κέλευθον ἀσφαλεστάτην· ἐχθρὸς μὲν ἁνήρ, ὠφελεῖ δὲ κατθανών. κομίζετʼ αὐτόν, δμῶες· εἶτα χρὴ κυσὶνδοῦναι κτανόντας· μὴ γὰρ ἐλπίσῃς ὅπωςαὖθις πατρῴας ζῶν ἔμʼ ἐκβαλεῖς χθονός.⋯⋯⋯⋯⋯
1.41
1053Ἡμιχόριονταὐτὰ δοκεῖ μοι. στείχετʼ, ὀπαδοί. τὰ γὰρ ἐξ ἡμῶνκαθαρῶς ἔσται βασιλεῦσιν.

Intertext edge

Open linked passage

Note