Phigintauris
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides">
—
⋯
Original / primary: Textus receptus
1.1
1ἸφιγένειαΠέλοψ ὁ Ταντάλειος ἐς Πῖσαν μολὼνθοαῖσιν ἵπποις Οἰνομάου γαμεῖ κόρην, ἐξ ἧς Ἀτρεὺς ἔβλαστεν· Ἀτρέως δὲ παῖςΜενέλαος Ἀγαμέμνων τε· τοῦ δʼ ἔφυν ἐγώτῆς Τυνδαρείας θυγατρὸς Ἰφιγένεια παῖς, ἣν ἀμφὶ δίναις ἃς θάμʼ Εὔριπος πυκναῖςαὔραις ἑλίσσων κυανέαν ἅλα στρέφει, ἔσφαξεν Ἑλένης οὕνεχʼ, ὡς δοκεῖ, πατὴρἈρτέμιδι κλειναῖς ἐν πτυχαῖσιν Αὐλίδος. ἐνταῦθα γὰρ δὴ χιλίων ναῶν στόλονἙλληνικὸν συνήγαγʼ Ἀγαμέμνων ἄναξ, τὸν καλλίνικον στέφανον Ἰλίου θέλωνλαβεῖν Ἀχαιοῖς τούς θʼ ὑβρισθέντας γάμουςἙλένης μετελθεῖν, Μενέλεῳ χάριν φέρων. δεινῆς δʼ ἀπλοίας πνευμάτων τε τυγχάνων, ἐς ἔμπυρʼ ἦλθε, καὶ λέγει Κάλχας τάδε· ὦ τῆσδʼ ἀνάσσων Ἑλλάδος στρατηγίας, Ἀγάμεμνον, οὐ μὴ ναῦς ἀφορμίσῃ χθονός, πρὶν ἂν κόρην σὴν Ἰφιγένειαν Ἄρτεμιςλάβῃ σφαγεῖσαν· ὅ τι γὰρ ἐνιαυτὸς τέκοικάλλιστον, ηὔξω φωσφόρῳ θύσειν θεᾷ. παῖδʼ οὖν ἐν οἴκοις σὴ Κλυταιμήστρα δάμαρτίκτει— τὸ καλλιστεῖον εἰς ἔμʼ ἀναφέρων— ἣν χρή σε θῦσαι. καί μʼ Ὀδυσσέως τέχναιςμητρὸς παρείλοντʼ ἐπὶ γάμοις Ἀχιλλέως. ἐλθοῦσα δʼ Αὐλίδʼ ἡ τάλαινʼ ὑπὲρ πυρᾶςμεταρσία ληφθεῖσʼ ἐκαινόμην ξίφει· ἀλλʼ ἐξέκλεψεν ἔλαφον ἀντιδοῦσά μουἌρτεμις Ἀχαιοῖς, διὰ δὲ λαμπρὸν αἰθέραπέμψασά μʼ ἐς τήνδʼ ᾤκισεν Ταύρων χθόνα, οὗ γῆς ἀνάσσει βαρβάροισι βάρβαροςΘόας, ὃς ὠκὺν πόδα τιθεὶς ἴσον πτεροῖςἐς τοὔνομʼ ἦλθε τόδε ποδωκείας χάριν. ναοῖσι δʼ ἐν τοῖσδʼ ἱερέαν τίθησί με· ὅθεν νόμοισι τοῖσιν ἥδεται θεὰἌρτεμις, ἑορτῆς, τοὔνομʼ ἧς καλὸν μόνον— τὰ δʼ ἄλλα σιγῶ, τὴν θεὸν φοβουμένη— θύω γὰρ ὄντος τοῦ νόμου καὶ πρὶν πόλει, ὃς ἂν κατέλθῃ τήνδε γῆν Ἕλλην ἀνήρ. κατάρχομαι μέν, σφάγια δʼ ἄλλοισιν μέλειἄρρητʼ ἔσωθεν τῶνδʼ ἀνακτόρων θεᾶς.
1.2
42ἃ καινὰ δʼ ἥκει νὺξ φέρουσα φάσματα, λέξω πρὸς αἰθέρʼ, εἴ τι δὴ τόδʼ ἔστʼ ἄκος. ἔδοξʼ ἐν ὕπνῳ τῆσδʼ ἀπαλλαχθεῖσα γῆςοἰκεῖν ἐν Ἄργει, παρθένοισι δʼ ἐν μέσαιςεὕδειν, χθονὸς δὲ νῶτα σεισθῆναι σάλῳ, φεύγειν δὲ κἄξω στᾶσα θριγκὸν εἰσιδεῖνδόμων πίτνοντα, πᾶν δʼ ἐρείψιμον στέγοςβεβλημένον πρὸς οὖδας ἐξ ἄκρων σταθμῶν. μόνος λελεῖφθαι στῦλος εἷς ἔδοξέ μοιδόμων πατρῴων, ἐκ δʼ ἐπικράνων κόμαςξανθὰς καθεῖναι, φθέγμα δʼ ἀνθρώπου λαβεῖν, κἀγὼ τέχνην τήνδʼ ἣν ἔχω ξενοκτόνοντιμῶσʼ ὑδραίνειν αὐτὸν ὡς θανούμενον, κλαίουσα. τοὔναρ δʼ ὧδε συμβάλλω τόδε· τέθνηκʼ Ὀρέστης, οὗ κατηρξάμην ἐγώ. στῦλοι γὰρ οἴκων παῖδές εἰσιν ἄρσενες· θνῄσκουσι δʼ οὓς ἂν χέρνιβες βάλωσʼ ἐμαί. οὐδʼ αὖ συνάψαι τοὔναρ ἐς φίλους ἔχω· Στροφίῳ γὰρ οὐκ ἦν παῖς, ὅτʼ ὠλλύμην ἐγώ. νῦν οὖν ἀδελφῷ βούλομαι δοῦναι χοὰςπαροῦσʼ ἀπόντι— ταῦτα γὰρ δυναίμεθʼ ἄν— σὺν προσπόλοισιν, ἃς ἔδωχʼ ἡμῖν ἄναξἙλληνίδας γυναῖκας. ἀλλʼ ἐξ αἰτίαςοὔπω τίνος πάρεισιν; εἶμʼ ἔσω δόμωνἐν οἷσι ναίω τῶνδʼ ἀνακτόρων θεᾶς.
1.3
67Ὀρέστηςὅρα, φυλάσσου μή τις ἐν στίβῳ βροτῶν. Πυλάδηςὁρῶ, σκοποῦμαι δʼ ὄμμα πανταχῆ στρέφων. ὈρέστηςΠυλάδη, δοκεῖ σοι μέλαθρα ταῦτʼ εἶναι θεᾶςἔνθʼ Ἀργόθεν ναῦν ποντίαν ἐστείλαμεν; Πυλάδηςἔμοιγʼ, Ὀρέστα· σοὶ δὲ συνδοκεῖν χρεών. Ὀρέστηςκαὶ βωμός, Ἕλλην οὗ καταστάζει φόνος; Πυλάδηςἐξ αἱμάτων γοῦν ξάνθʼ ἔχει τριχώματα. Ὀρέστηςθριγκοῖς δʼ ὑπʼ αὐτοῖς σκῦλʼ ὁρᾷς ἠρτημένα; Πυλάδηςτῶν κατθανόντων γʼ ἀκροθίνια ξένων. ἀλλʼ ἐγκυκλοῦντʼ ὀφθαλμὸν εὖ σκοπεῖν χρεών. Ὀρέστηςὦ Φοῖβε, ποῖ μʼ αὖ τήνδʼ ἐς ἄρκυν ἤγαγεςχρήσας, ἐπειδὴ πατρὸς αἷμʼ ἐτεισάμην, μητέρα κατακτάς, διαδοχαῖς δʼ Ἐρινύωνἠλαυνόμεσθα φυγάδες ἔξεδροι χθονὸςδρόμους τε πολλοὺς ἐξέπλησα καμπίμους, ἐλθὼν δέ σʼ ἠρώτησα πῶς τροχηλάτουμανίας ἂν ἔλθοιμʼ ἐς τέλος πόνων τʼ ἐμῶν, οὓς ἐξεμόχθουν περιπολῶν καθʼ Ἑλλάδα— σὺ δʼ εἶπας ἐλθεῖν Ταυρικῆς μʼ ὅρους χθονός, ἔνθʼ Ἄρτεμίς σοι σύγγονος βωμοὺς ἔχοι, λαβεῖν τʼ ἄγαλμα θεᾶς, ὅ φασιν ἐνθάδεἐς τούσδε ναοὺς οὐρανοῦ πεσεῖν ἄπο· λαβόντα δʼ ἢ τέχναισιν ἢ τύχῃ τινί, κίνδυνον ἐκπλήσαντʼ, Ἀθηναίων χθονὶδοῦναι— τὸ δʼ ἐνθένδʼ οὐδὲν ἐρρήθη πέρα— καὶ ταῦτα δράσαντʼ ἀμπνοὰς ἕξειν πόνων.
1.4
93ἥκω δὲ πεισθεὶς σοῖς λόγοισιν ἐνθάδεἄγνωστον ἐς γῆν, ἄξενον. σὲ δʼ ἱστορῶ, Πυλάδη— σὺ γάρ μοι τοῦδε συλλήπτωρ πόνου— τί δρῶμεν; ἀμφίβληστρα γὰρ τοίχων ὁρᾷςὑψηλά· πότερα δωμάτων προσαμβάσειςἐκβησόμεσθα; πῶς ἂν οὖν λάθοιμεν ἄν; ἢ χαλκότευκτα κλῇθρα λύσαντες μοχλοῖς— ὧν οὐδὲν ἴσμεν; ἢν δʼ ἀνοίγοντες πύλαςληφθῶμεν ἐσβάσεις τε μηχανώμενοι, θανούμεθʼ. ἀλλὰ πρὶν θανεῖν, νεὼς ἔπιφεύγωμεν, ᾗπερ δεῦρʼ ἐναυστολήσαμεν. Πυλάδηςφεύγειν μὲν οὐκ ἀνεκτὸν οὐδʼ εἰώθαμεν, τὸν τοῦ θεοῦ δὲ χρησμὸν οὐ κακιστέον· ναοῦ δʼ ἀπαλλαχθέντε κρύψωμεν δέμαςκατʼ ἄντρʼ ἃ πόντος νοτίδι διακλύζει μέλας— νεὼς ἄπωθεν, μή τις εἰσιδὼν σκάφοςβασιλεῦσιν εἴπῃ κᾆτα ληφθῶμεν βίᾳ. ὅταν δὲ νυκτὸς ὄμμα λυγαίας μόλῃ, τολμητέον τοι ξεστὸν ἐκ ναοῦ λαβεῖνἄγαλμα πάσας προσφέροντε μηχανάς. ὅρα δέ γʼ εἴσω τριγλύφων ὅποι κενὸνδέμας καθεῖναι· τοὺς πόνους γὰρ ἁγαθοὶτολμῶσι, δειλοὶ δʼ εἰσὶν οὐδὲν οὐδαμοῦ. Ὀρέστηςοὔ τοι μακρὸν μὲν ἤλθομεν κώπῃ πόρον, ἐκ τερμάτων δὲ νόστον ἀροῦμεν πάλιν. ἀλλʼ εὖ γὰρ εἶπας, πειστέον· χωρεῖν χρεὼνὅποι χθονὸς κρύψαντε λήσομεν δέμας. οὐ γὰρ τὸ τοῦ θεοῦ γʼ αἴτιον γενήσεταιπεσεῖν ἄχρηστον θέσφατον· τολμητέον· μόχθος γὰρ οὐδεὶς τοῖς νέοις σκῆψιν φέρει.
1.5
123Χορόςεὐφαμεῖτʼ, ὦπόντου δισσὰς συγχωρούσαςπέτρας Ἀξείνου ναίοντες. ὦ παῖ τᾶς Λατοῦς, Δίκτυννʼ οὐρεία, πρὸς σὰν αὐλάν, εὐστύλωνναῶν χρυσήρεις θριγκούς, πόδα παρθένιον ὅσιον ὁσίαςκλῃδούχου δούλα πέμπω, Ἑλλάδος εὐίππου πύργουςκαὶ τείχη χόρτων τʼ εὐδένδρωνἐξαλλάξασʼ Εὐρώπαν, πατρῴων οἴκων ἕδρας. ἔμολον· τί νέον; τίνα φροντίδʼ ἔχεις; τί με πρὸς ναοὺς ἄγαγες ἄγαγες, ὦ παῖ τοῦ τᾶς Τροίας πύργουςἐλθόντος κλεινᾷ σὺν κώπᾳχιλιοναύταμυριοτευχοῦς Ἀτρείδα; τῶν κλεινῶν;
1.6
143Ἰφιγένειαἰὼ δμωαί, δυσθρηνήτοις ὡς θρήνοιςἔγκειμαι, τᾶς οὐκ εὐμούσουμολπᾶς βοὰν ἀλύροις ἐλέγοις, αἰαῖ, αἰαῖ, κηδείοις οἴκτοισιν· αἵ μοι συμβαίνουσʼ ἆται, σύγγονον ἁμὸν κατακλαιομέναζωᾶς, οἵαν οἵαν ἰδόμανὄψιν ὀνείρωννυκτός, τᾶς ἐξῆλθʼ ὄρφνα. ὀλόμαν ὀλόμαν· οὐκ εἴσʼ οἶκοι πατρῷοι· οἴμοι μοι φροῦδος γέννα. φεῦ φεῦ τῶν Ἄργει μόχθων. ἰὼ δαῖμον, μόνον ὅς με κασίγνητον συλᾷςἈίδᾳ πέμψας, ᾧ τάσδε χοὰςμέλλω κρατῆρά τε τὸν φθιμένωνὑδραίνειν γαίας ἐν νώτοιςπηγάς τʼ οὐρείων ἐκ μόσχωνΒάκχου τʼ οἰνηρὰς λοιβὰςξουθᾶν τε πόνημα μελισσᾶν, ἃ νεκροῖς θελκτήρια κεῖται. ἀλλʼ ἔνδος μοι πάγχρυσοντεῦχος καὶ λοιβὰν Ἅιδα. ὦ κατὰ γαίας Ἀγαμεμνόνιονθάλος, ὡς φθιμένῳ τάδε σοι πέμπω· δέξαι δʼ· οὐ γὰρ πρὸς τύμβον σοιξανθὰν χαίταν, οὐ δάκρυʼ οἴσω. τηλόσε γὰρ δὴ σᾶς ἀπενάσθηνπατρίδος καὶ ἐμᾶς, ἔνθα δοκήμασικεῖμαι σφαχθεῖσʼ ἁ τλάμων.
1.7
178Χορόςἀντιψάλμους ᾠδὰς ὕμνων τʼἈσιητᾶν σοι βάρβαρον ἀχὰνδεσποίνᾳ γʼ ἐξαυδάσω, τὰν ἐν θρήνοισιν μοῦσαννέκυσι μελομέναν, τὰν ἐν μολπαῖςἍιδας ὑμνεῖ δίχα παιάνων. οἴμοι, τῶν Ἀτρειδᾶν οἴκων· ἔρρει φῶς σκήπτρων, οἴμοι, πατρῴων οἴκων. ἦν ἐκ τῶν εὐόλβων Ἄργειβασιλέων ἀρχά, μόχθος δʼ ἐκ μόχθων ᾄσσει· δινευούσαις ἵπποισι ῥιφαὶΠέλοπος πταναῖς· ἀλλάξας δʼ ἐξἕδρας ἱερὸν ἱερὸν ὄμμʼ αὐγᾶςἅλιος. ἄλλαις δʼ ἄλλα προσέβαχρυσέας ἀρνὸς μελάθροις ὀδύνα, φόνος ἐπὶ φόνῳ, ἄχεα ἄχεσινἔνθεν τῶν πρόσθεν δμαθέντωνΤανταλιδᾶν ἐκβαίνει ποινά γʼεἰς οἴκους, σπεύδει δʼ ἀσπούδαστʼἐπὶ σοὶ δαίμων.
1.8
203Ἰφιγένειαἐξ ἀρχᾶς μοι δυσδαίμωνδαίμων τᾶς ματρὸς ζώναςκαὶ νυκτὸς κείνας· ἐξ ἀρχᾶςλόχιαι στερρὰν παιδείανΜοῖραι ξυντείνουσιν θεαί, τᾷ μναστευθείσᾳ ʼξ Ἑλλάνων, ἃν πρωτόγονον θάλος ἐν θαλάμοιςΛήδας ἁ τλάμων κούρασφάγιον πατρῴᾳ λώβᾳκαὶ θῦμʼ οὐκ εὐγάθητονἔτεκεν, ἔτρεφεν εὐκταίαν· ἱππείοις δʼ ἐν δίφροισιψαμάθων Αὐλίδος ἐπέβασαννύμφαιον, οἴμοι, δύσνυμφοντῷ τᾶς Νηρέως κούρας, αἰαῖ. νῦν δʼ ἀξείνου πόντου ξείναδυσχόρτους οἴκους ναίω, ἄγαμος ἄτεκνος ἄπολις ἄφιλος, οὐ τὰν Ἄργει μέλπουσʼ Ἥρανοὐδʼ ἱστοῖς ἐν καλλιφθόγγοιςκερκίδι Παλλάδος Ἀτθίδος εἰκὼκαὶ Τιτάνων ποικίλλουσʼ, ἀλλʼαἱμόρραντον δυσφόρμιγγαξείνων αἱμάσσουσʼ ἄταν βωμούς, οἰκτράν τʼ αἰαζόντων αὐδὰνοἰκτρόν τʼ ἐκβαλλόντων δάκρυον. καὶ νῦν κείνων μέν μοι λάθα, τὸν δʼ Ἄργει δμαθέντα κλαίωσύγγονον, ὃν ἔλιπον ἐπιμαστίδιον, ἔτι βρέφος, ἔτι νέον, ἔτι θάλοςἐν χερσὶν ματρὸς πρὸς στέρνοις τʼἌργει σκηπτοῦχον Ὀρέσταν.
1.9
236Χορόςκαὶ μὴν ὅδʼ ἀκτὰς ἐκλιπὼν θαλασσίουςβουφορβὸς ἥκει σημανῶν τί σοι νέον. ΒουκόλοςἈγαμέμνονός τε καὶ Κλυταιμήστρας τέκνον, ἄκουε καινῶν ἐξ ἐμοῦ κηρυγμάτων. Ἰφιγένειατί δʼ ἔστι τοῦ παρόντος ἐκπλῆσσον λόγου; Βουκόλοςἥκουσιν ἐς γῆν, κυανέαν Συμπληγάδαπλάτῃ φυγόντες, δίπτυχοι νεανίαι, θεᾷ φίλον πρόσφαγμα καὶ θυτήριονἈρτέμιδι. χέρνιβας δὲ καὶ κατάργματαοὐκ ἂν φθάνοις ἂν εὐτρεπῆ ποιουμένη. Ἰφιγένειαποδαποί; τίνος γῆς σχῆμʼ ἔχουσιν οἱ ξένοι; ΒουκόλοςἝλληνες· ἓν τοῦτʼ οἶδα κοὐ περαιτέρω. Ἰφιγένειαοὐδʼ ὄνομʼ ἀκούσας οἶσθα τῶν ξένων φράσαι; ΒουκόλοςΠυλάδης ἐκλῄζεθʼ ἅτερος πρὸς θατέρου. Ἰφιγένειατοῦ ξυζύγου δὲ τοῦ ξένου τί τοὔνομʼ ἦν; Βουκόλοςοὐδεὶς τόδʼ οἶδεν· οὐ γὰρ εἰσηκούσαμεν. Ἰφιγένειαπῶς δʼ εἴδετʼ αὐτοὺς κἀντυχόντες εἵλετε; Βουκόλοςἄκραις ἐπὶ ῥηγμῖσιν ἀξένου πόρου— Ἰφιγένειακαὶ τίς θαλάσσης βουκόλοις κοινωνία; Βουκόλοςβοῦς ἤλθομεν νίψοντες ἐναλίᾳ δρόσῳ. Ἰφιγένειαἐκεῖσε δὴ ʼπάνελθε, πῶς νιν εἵλετετρόπῳ θʼ ὁποίῳ· τοῦτο γὰρ μαθεῖν θέλω. χρόνιοι γὰρ ἥκουσʼ· οὐδέ πω βωμὸς θεᾶςἙλληνικαῖσιν ἐξεφοινίχθη ῥοαῖς.
1.10
260Βουκόλοςἐπεὶ τὸν ἐσρέοντα διὰ Συμπληγάδωνβοῦς ὑλοφορβοὺς πόντον εἰσεβάλλομεν, ἦν τις διαρρὼξ κυμάτων πολλῷ σάλῳκοιλωπὸς ἀγμός, πορφυρευτικαὶ στέγαι. ἐνταῦθα δισσοὺς εἶδέ τις νεανίαςβουφορβὸς ἡμῶν, κἀπεχώρησεν πάλινἄκροισι δακτύλοισι πορθμεύων ἴχνος. ἔλεξε δʼ· Οὐχ ὁρᾶτε; δαίμονές τινεςθάσσουσιν οἵδε.— θεοσεβὴς δʼ ἡμῶν τις ὢνἀνέσχε χεῖρα καὶ προσηύξατʼ εἰσιδών· ὦ ποντίας παῖ Λευκοθέας, νεῶν φύλαξ, δέσποτα Παλαῖμον, ἵλεως ἡμῖν γενοῦ, εἴτʼ οὖν ἐπʼ ἀκταῖς θάσσετον Διοσκόρω, ἢ Νηρέως ἀγάλμαθʼ, ὃς τὸν εὐγενῆἔτικτε πεντήκοντα Νηρῄδων χορόν. ἄλλος δέ τις μάταιος, ἀνομίᾳ θρασύς, ἐγέλασεν εὐχαῖς, ναυτίλους δʼ ἐφθαρμένουςθάσσειν φάραγγʼ ἔφασκε τοῦ νόμου φόβῳ, κλύοντας ὡς θύοιμεν ἐνθάδε ξένους. ἔδοξε δʼ ἡμῶν εὖ λέγειν τοῖς πλείοσι, θηρᾶν τε τῇ θεῷ σφάγια τἀπιχώρια. κἀν τῷδε πέτραν ἅτερος λιπὼν ξένοινἔστη κάρα τε διετίναξʼ ἄνω κάτωκἀπεστέναξεν ὠλένας τρέμων ἄκρας, μανίαις ἀλαίνων, καὶ βοᾷ κυναγὸς ὥς· Πυλάδη, δέδορκας τήνδε; τήνδε δʼ οὐχ ὁρᾷςἍιδου δράκαιναν, ὥς με βούλεται κτανεῖνδειναῖς ἐχίδναις εἰς ἔμʼ ἐστομωμένη; ἣ δʼ ἐκ χιτώνων πῦρ πνέουσα καὶ φόνονπτεροῖς ἐρέσσει, μητέρʼ ἀγκάλαις ἐμὴνἔχουσα— πέτρινον ὄχθον, ὡς ἐπεμβάλῃ. οἴμοι, κτενεῖ με· ποῖ φύγω; παρῆν δʼ ὁρᾶνοὐ ταῦτα μορφῆς σχήματʼ, ἀλλʼ ἠλλάσσετοφθογγάς τε μόσχων καὶ κυνῶν ὑλάγματα, ἃς φᾶσʼ Ἐρινῦς ἱέναι μιμήματα.
1.11
295ἡμεῖς δὲ συσταλέντες, ὡς θαμβούμενοι, σιγῇ καθήμεθʼ· ὃ δὲ χερὶ σπάσας ξίφος, μόσχους ὀρούσας ἐς μέσας λέων ὅπως, παίει σιδήρῳ λαγόνας ἐς πλευράς θʼ ἱείς, δοκῶν Ἐρινῦς θεὰς ἀμύνεσθαι τάδε, ὡς αἱματηρὸν πέλαγος ἐξανθεῖν ἁλός. κἀν τῷδε πᾶς τις, ὡς ὁρᾷ βουφόρβιαπίπτοντα καὶ πορθούμενʼ, ἐξωπλίζετο, κόχλους τε φυσῶν συλλέγων τʼ ἐγχωρίους· πρὸς εὐτραφεῖς γὰρ καὶ νεανίας ξένουςφαύλους μάχεσθαι βουκόλους ἡγούμεθα. πολλοὶ δʼ ἐπληρώθημεν ἐν μακρῷ χρόνῳ. πίπτει δὲ μανίας πίτυλον ὁ ξένος μεθείς, στάζων ἀφρῷ γένειον· ὡς δʼ ἐσείδομενπρούργου πεσόντα, πᾶς ἀνὴρ ἔσχεν πόνονβάλλων ἀράσσων. ἅτερος δὲ τοῖν ξένοινἀφρόν τʼ ἀπέψη σώματός τʼ ἐτημέλειπέπλων τε προυκάλυπτεν εὐπήνους ὑφάς, καραδοκῶν μὲν τἀπιόντα τραύματα, φίλον δὲ θεραπείαισιν ἄνδρʼ εὐεργετῶν. ἔμφρων δʼ ἀνᾴξας ὁ ξένος πεσήματοςἔγνω κλύδωνα πολεμίων προσκείμενονκαὶ τὴν παροῦσαν συμφορὰν αὐτοῖν πέλας, ᾤμωξέ θʼ· ἡμεῖς δʼ οὐκ ἀνίεμεν πέτροιςβάλλοντες, ἄλλος ἄλλοθεν προσκείμενοι. οὗ δὴ τὸ δεινὸν παρακέλευσμʼ ἠκούσαμεν· Πυλάδη, θανούμεθʼ, ἀλλʼ ὅπως θανούμεθακάλλισθʼ· ἕπου μοι, φάσγανον σπάσας χερί.— ὡς δʼ εἴδομεν δίπαλτα πολεμίων ξίφη, φυγῇ λεπαίας ἐξεπίμπλαμεν νάπας. ἀλλʼ, εἰ φύγοι τις, ἅτεροι προσκείμενοιἔβαλλον αὐτούς· εἰ δὲ τούσδʼ ὠσαίατο, αὖθις τὸ νῦν ὑπεῖκον ἤρασσεν πέτροις. ἀλλʼ ἦν ἄπιστον· μυρίων γὰρ ἐκ χερῶνοὐδεὶς τὰ τῆς θεοῦ θύματʼ εὐτύχει βαλών. μόλις δέ νιν τόλμῃ μὲν οὐ χειρούμεθα, κύκλῳ δὲ περιβαλόντες ἐξεκλέψαμενπέτροισι χειρῶν φάσγανʼ, ἐς δὲ γῆν γόνυκαμάτῳ καθεῖσαν. πρὸς δʼ ἄνακτα τῆσδε γῆςκομίζομέν νιν. ὃ δʼ ἐσιδὼν ὅσον τάχοςἐς χέρνιβάς τε καὶ σφαγεῖʼ ἔπεμπέ σοι. ηὔχου δὲ τοιάδʼ, ὦ νεᾶνί, σοι ξένωνσφάγια παρεῖναι· κἂν ἀναλίσκῃς ξένουςτοιούσδε, τὸν σὸν Ἑλλὰς ἀποτείσει φόνονδίκας τίνουσα τῆς ἐν Αὐλίδι σφαγῆς. Χορόςθαυμάστʼ ἔλεξας τὸν μανένθʼ, ὅστις ποτὲἝλληνος ἐκ γῆς πόντον ἦλθεν ἄξενον.
1.12
342Ἰφιγένειαεἶἑν· σὺ μὲν κόμιζε τοὺς ξένους μολών, τὰ δʼ ἐνθάδʼ ἡμεῖς ὅσια φροντιούμεθα— ὦ καρδία τάλαινα, πρὶν μὲν ἐς ξένουςγαληνὸς ἦσθα καὶ φιλοικτίρμων ἀεί, ἐς θοὑμόφυλον ἀναμετρουμένη δάκρυ, Ἕλληνας ἄνδρας ἡνίκʼ ἐς χέρας λάβοις. νῦν δʼ ἐξ ὀνείρων οἷσιν ἠγριώμεθα, δοκοῦσʼ Ὀρέστην μηκέθʼ ἥλιον βλέπειν, δύσνουν με λήψεσθʼ, οἵτινές ποθʼ ἥκετε. καὶ τοῦτʼ ἄρʼ ἦν ἀληθές, ᾐσθόμην, φίλαι· οἱ δυστυχεῖς γὰρ τοῖσι δυστυχεστέροιςαὐτοὶ κακῶς πράξαντες οὐ φρονοῦσιν εὖ. ἀλλʼ οὔτε πνεῦμα Διόθεν ἦλθε πώποτε, οὐ πορθμίς, ἥτις διὰ πέτρας ΣυμπληγάδαςἙλένην ἀπήγαγʼ ἐνθάδʼ, ἥ μʼ ἀπώλεσεν, Μενέλεών θʼ, ἵνʼ αὐτοὺς ἀντετιμωρησάμην, τὴν ἐνθάδʼ Αὖλιν ἀντιθεῖσα τῆς ἐκεῖ, οὗ μʼ ὥστε μόσχον Δαναΐδαι χειρούμενοιἔσφαζον, ἱερεὺς δʼ ἦν ὁ γεννήσας πατήρ. οἴμοι— κακῶν γὰρ τῶν τότʼ οὐκ ἀμνημονῶ— ὅσας γενείου χεῖρας ἐξηκόντισαγονάτων τε τοῦ τεκόντος, ἐξαρτωμένη, λέγουσα τοιάδʼ· ὦ πάτερ, νυμφεύομαινυμφεύματʼ αἰσχρὰ πρὸς σέθεν· μήτηρ δʼ ἐμὲσέθεν κατακτείνοντος Ἀργεῖαί τε νῦνὑμνοῦσιν ὑμεναίοισιν, αὐλεῖται δὲ πᾶνμέλαθρον· ἡμεῖς δʼ ὀλλύμεσθα πρὸς σέθεν. Ἅιδης Ἀχιλλεὺς ἦν ἄρʼ, οὐχ ὁ Πηλέως, ὅν μοι προσείσας πόσιν, ἐν ἁρμάτων ὄχοιςἐς αἱματηρὸν γάμον ἐπόρθμευσας δόλῳ. ἐγὼ δὲ λεπτῶν ὄμμα διὰ καλυμμάτωνἔχουσʼ, ἀδελφόν τʼ οὐκ ἀνειλόμην χεροῖν,— ὃς νῦν ὄλωλεν— οὐ κασιγνήτῃ στόμασυνῆψʼ ὑπʼ αἰδοῦς, ὡς ἰοῦσʼ ἐς Πηλέωςμέλαθρα· πολλὰ δʼ ἀπεθέμην ἀσπάσματαἐς αὖθις, ὡς ἥξουσʼ ἐς Ἄργος αὖ πάλιν. ὦ τλῆμον, εἰ τέθνηκας, ἐξ οἵων καλῶνἔρρεις, Ὀρέστα, καὶ πατρὸς ζηλωμάτων— τὰ τῆς θεοῦ δὲ μέμφομαι σοφίσματα, ἥτις βροτῶν μὲν ἤν τις ἅψηται φόνου, ἢ καὶ λοχείας ἢ νεκροῦ θίγῃ χεροῖν, βωμῶν ἀπείργει, μυσαρὸν ὡς ἡγουμένη, αὐτὴ δὲ θυσίαις ἥδεται βροτοκτόνοις. οὐκ ἔσθʼ ὅπως ἔτεκεν ἂν ἡ Διὸς δάμαρΛητὼ τοσαύτην ἀμαθίαν. ἐγὼ μὲν οὖντὰ Ταντάλου θεοῖσιν ἑστιάματαἄπιστα κρίνω, παιδὸς ἡσθῆναι βορᾷ, τοὺς δʼ ἐνθάδʼ, αὐτοὺς ὄντας ἀνθρωποκτόνους, ἐς τὴν θεὸν τὸ φαῦλον ἀναφέρειν δοκῶ· οὐδένα γὰρ οἶμαι δαιμόνων εἶναι κακόν.
1.13
392Χορόςκυάνεαι κυάνεαισύνοδοι θαλάσσας, ἵνʼ οἶ- στρος ὁ πετόμενος Ἀργόθεν ἄ- ξενον ἐπʼ οἶδμα διεπέρασεν— Ἀσιήτιδα γαῖανΕὐρώπας διαμείψας. τίνες ποτʼ ἄρα τὸν εὔυδρον δονακόχλοαλιπόντες Εὐρώταν ἢῥεύματα σεμνὰ Δίρκαςἔβασαν ἔβασαν ἄμεικτον αἶαν, ἔνθα κούρᾳδίᾳ τέγγειβωμοὺς καὶ περικίοναςναοὺς αἷμα βρότειον;
1.14
407Χορόςἦ ῥοθίοις εἰλατίναςδικρότοισι κώπας ἔπλευ- σαν ἐπὶ πόντια κύματα, νά- ιον ὄχημα λινοπόροις αὔραις, φιλόπλουτον ἅμιλλαναὔξοντες μελάθροισιν; φίλα γὰρ ἐλπίς γʼ, ἐπί τε πήμασιν βροτῶνἄπληστος ἀνθρώποις, ὄλ- βου βάρος οἳ φέρονταιπλάνητες ἐπʼ οἶδμα πόλεις τε βαρβάρους περῶντες, κοινᾷ δόξᾳ· γνώμα δʼ οἷς μὲν ἄκαιρος ὄλ- βου, τοῖς δʼ ἐς μέσον ἥκει.
1.15
421Χορόςπῶς πέτρας τὰς συνδρομάδας, πῶς Φινεϊδᾶν ἀΰ- πνους ἀκτὰς ἐπέρασανπαρʼ ἅλιοναἰγιαλὸν ἐπʼ Ἀμφιτρί- τας ῥοθίῳ δραμόντες, ὅπου πεντήκοντα κορᾶνΝηρῄδων⋯ χοροὶμέλπουσιν ἐγκύκλιοι, πλησιστίοισι πνοαῖςσυριζόντων κατὰ πρύμνανεὐναίων πηδαλίωναὔραις σὺν νοτίαιςἢ πνεύμασι Ζεφύρου, τὰν πολυόρνιθον ἐπʼ αἶ- αν, λευκὰν ἀκτάν, Ἀχιλῆ- ος δρόμους καλλισταδίους, ἄξεινον κατὰ πόντον;
1.16
439Χορόςεἴθʼ εὐχαῖσιν δεσποσύνοιςΛήδας Ἑλένα φίλαπαῖς ἐλθοῦσα τύχοι τὰνΤρῳάδα λι- ποῦσα πόλιν, ἵνʼ ἀμφὶ χαί- τᾳ δρόσον αἱματηρὰνἑλιχθεῖσα λαιμοτόμῳδεσποίνας χειρὶ θάνοιποινὰς δοῦσʼ ἀντιπάλους. ἁδίσταν δʼ ἀγγελίανδεξαίμεσθʼ, Ἑλλάδος ἐκ γᾶςπλωτήρων εἴ τις ἔβα, δουλείας ἐμέθενδειλαίας παυσίπονος· κἀν γὰρ ὀνείροισι συνεί- ην δόμοις πόλει τε πατρῴ- ᾳ, τερπνῶν ὕπνων ἀπόλαυ- σιν, κοινὰν χάριν ὄλβου.
1.17
456Χορόςἀλλʼ οἵδε χέρας δεσμοῖς δίδυμοισυνερεισθέντες χωροῦσι, νέονπρόσφαγμα θεᾶς· σιγᾶτε, φίλαι. τὰ γὰρ Ἑλλήνων ἀκροθίνια δὴναοῖσι πέλας τάδε βαίνει· οὐδʼ ἀγγελίας ψευδεῖς ἔλακενβουφορβὸς ἀνήρ. ὦ πότνιʼ, εἴ σοι τάδʼ ἀρεσκόντωςπόλις ἥδε τελεῖ, δέξαι θυσίας, ἃς ὁ παρʼ ἡμῖν νόμος οὐχ ὁσίαςἝλλησι διδοὺς ἀναφαίνει.
1.18
467Ἰφιγένειαεἶἑν· τὰ τῆς θεοῦ μὲν πρῶτον ὡς καλῶς ἔχῃφροντιστέον μοι. μέθετε τῶν ξένων χέρας, ὡς ὄντες ἱεροὶ μηκέτʼ ὦσι δέσμιοι. ναοῦ δʼ ἔσω στείχοντες εὐτρεπίζετεἃ χρὴ ʼπὶ τοῖς παροῦσι καὶ νομίζεται. φεῦ· τίς ἆρα μήτηρ ἡ τεκοῦσʼ ὑμᾶς ποτεπατήρ τʼ; ἀδελφή τʼ, εἰ γεγῶσα τυγχάνει— οἵων στερεῖσα διπτύχων νεανιῶνἀνάδελφος ἔσται.— τὰς τύχας τίς οἶδʼ ὅτῳτοιαίδʼ ἔσονται; πάντα γὰρ τὰ τῶν θεῶνἐς ἀφανὲς ἕρπει, κοὐδὲν οἶδʼ οὐδεὶς κακὸν⋯ ἡ γὰρ τύχη παρήγαγʼ ἐς τὸ δυσμαθές. πόθεν ποθʼ ἥκετʼ, ὦ ταλαίπωροι ξένοι; ὡς διὰ μακροῦ μὲν τήνδʼ ἐπλεύσατε χθόνα, μακρὸν δʼ ἀπʼ οἴκων χρόνον ἔσεσθʼ ἀεὶ κάτω. Ὀρέστηςτί ταῦτʼ ὀδύρῃ, κἀπὶ τοῖς μέλλουσι νῷνκακοῖσι λυπεῖς, ἥτις εἶ ποτʼ, ὦ γύναι; οὔτοι νομίζω σοφόν, ὃς ἂν μέλλων κτενεῖνοἴκτῳ τὸ δεῖμα τοὐλέθρου νικᾶν θέλῃ. οὐχ ὅστις Ἅιδην ἐγγὺς ὄντʼ οἰκτίζεταισωτηρίας ἄνελπις· ὡς δύʼ ἐξ ἑνὸςκακὼ συνάπτει, μωρίαν τʼ ὀφλισκάνειθνῄσκει θʼ ὁμοίως· τὴν τύχην δʼ ἐᾶν χρεών. ἡμᾶς δὲ μὴ θρήνει σύ· τὰς γὰρ ἐνθάδεθυσίας ἐπιστάμεσθα καὶ γιγνώσκομεν.
1.19
492Ἰφιγένειαπότερος ἄρʼ ὑμῶν ἐνθάδʼ ὠνομασμένοςΠυλάδης κέκληται; τόδε μαθεῖν πρῶτον θέλω. Ὀρέστηςὅδʼ, εἴ τι δή σοι τοῦτʼ ἐν ἡδονῇ μαθεῖν. Ἰφιγένειαποίας πολίτης πατρίδος Ἕλληνος γεγώς; Ὀρέστηςτί δʼ ἂν μαθοῦσα τόδε πλέον λάβοις, γύναι; Ἰφιγένειαπότερον ἀδελφὼ μητρός ἐστον ἐκ μιᾶς; Ὀρέστηςφιλότητί γʼ· ἐσμὲν δʼ οὐ κασιγνήτω, γύναι. Ἰφιγένειασοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ; Ὀρέστηςτὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθʼ ἄν. Ἰφιγένειαοὐ τοῦτʼ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ. Ὀρέστηςἀνώνυμοι θανόντες οὐ γελῴμεθʼ ἄν. Ἰφιγένειατί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα; Ὀρέστηςτὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα. Ἰφιγένειαοὐδʼ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι; Ὀρέστηςζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ. Ἰφιγένειαχάριν δὲ δοῦναι τήνδε κωλύει τί σε; Ὀρέστηςτὸ κλεινὸν Ἄργος πατρίδʼ ἐμὴν ἐπεύχομαι. Ἰφιγένειαπρὸς θεῶν, ἀληθῶς, ὦ ξένʼ, εἶ κεῖθεν γεγώς; Ὀρέστηςἐκ τῶν Μυκηνῶν γʼ, αἵ ποτʼ ἦσαν ὄλβιαι. Ἰφιγένειαφυγὰς δʼ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ; Ὀρέστηςφεύγω τρόπον γε δή τινʼ οὐχ ἑκὼν ἑκών. Ἰφιγένειαἆρʼ ἄν τί μοι φράσειας ὧν ἐγὼ θέλω; Ὀρέστηςὡς ἐν παρέργῳ τῆς ἐμῆς δυσπραξίας. Ἰφιγένειακαὶ μὴν ποθεινός γʼ ἦλθες ἐξ Ἄργους μολών. Ὀρέστηςοὔκουν ἐμαυτῷ γʼ· εἰ δὲ σοί, σὺ τοῦτʼ ἔρα. ἸφιγένειαΤροίαν ἴσως οἶσθʼ, ἧς ἁπανταχοῦ λόγος. Ὀρέστηςὡς μήποτʼ ὤφελόν γε μηδʼ ἰδὼν ὄναρ. Ἰφιγένειαφασίν νιν οὐκέτʼ οὖσαν οἴχεσθαι δορί. Ὀρέστηςἔστιν γὰρ οὕτως οὐδʼ ἄκραντʼ ἠκούσατε. ἸφιγένειαἙλένη δʼ ἀφῖκται δῶμα Μενέλεω πάλιν; Ὀρέστηςἥκει, κακῶς γʼ ἐλθοῦσα τῶν ἐμῶν τινι. Ἰφιγένειακαὶ ποῦ ʼστι; κἀμοὶ γάρ τι προυφείλει κακόν. ὈρέστηςΣπάρτῃ ξυνοικεῖ τῷ πάρος ξυνευνέτῃ. Ἰφιγένειαὦ μῖσος εἰς Ἕλληνας, οὐκ ἐμοὶ μόνῃ. Ὀρέστηςἀπέλαυσα κἀγὼ δή τι τῶν κείνης γάμων. Ἰφιγένειανόστος δʼ Ἀχαιῶν ἐγένεθʼ, ὡς κηρύσσεται; Ὀρέστηςὡς πάνθʼ ἅπαξ με συλλαβοῦσʼ ἀνιστορεῖς. Ἰφιγένειαπρὶν γὰρ θανεῖν σε, τοῦδʼ ἐπαυρέσθαι θέλω. Ὀρέστηςἔλεγχʼ, ἐπειδὴ τοῦδʼ ἐρᾷς· λέξω δʼ ἐγώ. ἸφιγένειαΚάλχας τις ἦλθε μάντις ἐκ Τροίας πάλιν; Ὀρέστηςὄλωλεν, ὡς ἦν ἐν Μυκηναίοις λόγος. Ἰφιγένειαὦ πότνιʼ, ὡς εὖ.— τί γὰρ ὁ Λαέρτου γόνος; Ὀρέστηςοὔπω νενόστηκʼ οἶκον, ἔστι δʼ, ὡς λόγος. Ἰφιγένειαὄλοιτο, νόστου μήποτʼ ἐς πάτραν τυχών. Ὀρέστηςμηδὲν κατεύχου· πάντα τἀκείνου νοσεῖ. ἸφιγένειαΘέτιδος δʼ ὁ τῆς Νηρῇδος ἔστι παῖς ἔτι; Ὀρέστηςοὐκ ἔστιν· ἄλλως λέκτρʼ ἔγημʼ ἐν Αὐλίδι. Ἰφιγένειαδόλια γάρ, ὡς ἴσασιν οἱ πεπονθότες.
1.20
540Ὀρέστηςτίς εἶ ποθʼ; ὡς εὖ πυνθάνῃ τἀφʼ Ἑλλάδος. Ἰφιγένειαἐκεῖθέν εἰμι· παῖς ἔτʼ οὖσʼ ἀπωλόμην. Ὀρέστηςὀρθῶς ποθεῖς ἄρʼ εἰδέναι τἀκεῖ, γύναι. Ἰφιγένειατί δʼ ὁ στρατηγός, ὃν λέγουσʼ εὐδαιμονεῖν; Ὀρέστηςτίς; οὐ γὰρ ὅν γʼ ἐγᾦδα τῶν εὐδαιμόνων. ἸφιγένειαἈτρέως ἐλέγετο δή τις Ἀγαμέμνων ἄναξ. Ὀρέστηςοὐκ οἶδʼ· ἄπελθε τοῦ λόγου τούτου, γύναι. Ἰφιγένειαμὴ πρὸς θεῶν, ἀλλʼ εἴφʼ, ἵνʼ εὐφρανθῶ, ξένε. Ὀρέστηςτέθνηχʼ ὁ τλήμων, πρὸς δʼ ἀπώλεσέν τινα. Ἰφιγένειατέθνηκε; ποίᾳ συμφορᾷ; τάλαινʼ ἐγώ. Ὀρέστηςτί δʼ ἐστέναξας τοῦτο; μῶν προσῆκέ σοι; Ἰφιγένειατὸν ὄλβον αὐτοῦ τὸν πάροιθʼ ἀναστένω. Ὀρέστηςδεινῶς γὰρ ἐκ γυναικὸς οἴχεται σφαγείς. Ἰφιγένειαὦ πανδάκρυτος ἡ κτανοῦσα⋯ χὡ κτανών. Ὀρέστηςπαῦσαί νυν ἤδη μηδʼ ἐρωτήσῃς πέρα. Ἰφιγένειατοσόνδε γʼ, εἰ ζῇ τοῦ ταλαιπώρου δάμαρ. Ὀρέστηςοὐκ ἔστι· παῖς νιν ὃν ἔτεχʼ, οὗτος ὤλεσεν. Ἰφιγένειαὦ συνταραχθεὶς οἶκος. ὡς τί δὴ θέλων; Ὀρέστηςπατρὸς θανόντος τήνδε τιμωρούμενος. Ἰφιγένειαφεῦ· ὡς εὖ κακὸν δίκαιον εἰσεπράξατο. Ὀρέστηςἀλλʼ οὐ τὰ πρὸς θεῶν εὐτυχεῖ δίκαιος ὤν. Ἰφιγένειαλείπει δʼ ἐν οἴκοις ἄλλον Ἀγαμέμνων γόνον; Ὀρέστηςλέλοιπεν Ἠλέκτραν γε παρθένον μίαν. Ἰφιγένειατί δέ; σφαγείσης θυγατρὸς ἔστι τις λόγος; Ὀρέστηςοὐδείς γε, πλὴν θανοῦσαν οὐχ ὁρᾶν φάος. Ἰφιγένειατάλαινʼ ἐκείνη χὡ κτανὼν αὐτὴν πατήρ. Ὀρέστηςκακῆς γυναικὸς χάριν ἄχαριν ἀπώλετο. Ἰφιγένειαὁ τοῦ θανόντος δʼ ἔστι παῖς Ἄργει πατρός; Ὀρέστηςἔστʼ, ἄθλιός γε, κοὐδαμοῦ καὶ πανταχοῦ. Ἰφιγένειαψευδεῖς ὄνειροι, χαίρετʼ· οὐδὲν ἦτʼ ἄρα. Ὀρέστηςοὐδʼ οἱ σοφοί γε δαίμονες κεκλημένοιπτηνῶν ὀνείρων εἰσὶν ἀψευδέστεροι. πολὺς ταραγμὸς ἔν τε τοῖς θείοις ἔνικἀν τοῖς βροτείοις· ἓν δὲ λυπεῖται μόνον, ὃς οὐκ ἄφρων ὢν μάντεων πεισθεὶς λόγοιςὄλωλεν— ὡς ὄλωλε τοῖσιν εἰδόσιν. Χορόςφεῦ φεῦ· τί δʼ ἡμεῖς οἵ τʼ ἐμοὶ γεννήτορες; ἆρʼ εἰσίν; ἆρʼ οὐκ εἰσί; τίς φράσειεν ἄν;
1.21
578Ἰφιγένειαἀκούσατʼ· ἐς γὰρ δή τινʼ ἥκομεν λόγον, ὑμῖν τʼ ὄνησιν, ὦ ξένοι, σπουδῆς ἅμακἀμοί. τὸ δʼ εὖ μάλιστά γʼ οὕτω γίγνεται, εἰ πᾶσι ταὐτὸν πρᾶγμʼ ἀρεσκόντως ἔχει. θέλοις ἄν, εἰ σῴσαιμί σʼ, ἀγγεῖλαί τί μοιπρὸς Ἄργος ἐλθὼν τοῖς ἐμοῖς ἐκεῖ φίλοις, δέλτον τʼ ἐνεγκεῖν, ἥν τις οἰκτίρας ἐμὲἔγραψεν αἰχμάλωτος, οὐχὶ τὴν ἐμὴνφονέα νομίζων χεῖρα, τοῦ νόμου δʼ ὕποθνῄσκειν τὰ τῆς θεοῦ, τάδε δίκαιʼ ἡγουμένης; οὐδένα γὰρ εἶχον ὅστις ἀγγείλαι μολὼνἐς Ἄργος αὖθις, τάς τʼ ἐμὰς ἐπιστολὰςπέμψειε σωθεὶς τῶν ἐμῶν φίλων τινί. σὺ δʼ— εἶ γάρ, ὡς ἔοικας, οὔτε δυσμενὴςκαὶ τὰς Μυκήνας οἶσθα χοὓς κἀγὼ θέλω— σώθητι, καὶ σὺ μισθὸν οὐκ αἰσχρὸν λαβών, κούφων ἕκατι γραμμάτων σωτηρίαν. οὗτος δʼ, ἐπείπερ πόλις ἀναγκάζει τάδε, θεᾷ γενέσθω θῦμα χωρισθεὶς σέθεν. Ὀρέστηςκαλῶς ἔλεξας τἄλλα πλὴν ἕν, ὦ ξένη· τὸ γὰρ σφαγῆναι τόνδε μοι βάρος μέγα. ὁ ναυστολῶν γάρ εἰμʼ ἐγὼ τὰς συμφοράς, οὗτος δὲ συμπλεῖ τῶν ἐμῶν μόχθων χάριν. οὔκουν δίκαιον ἐπʼ ὀλέθρῳ τῷ τοῦδʼ ἐμὲχάριν τίθεσθαι καὐτὸν ἐκδῦναι κακῶν. ἀλλʼ ὣς γενέσθω· τῷδε μὲν δέλτον δίδου· πέμψει γὰρ Ἄργος, ὥστε σοι καλῶς ἔχειν· ἡμᾶς δʼ ὁ χρῄζων κτεινέτω. τὰ τῶν φίλωναἴσχιστον ὅστις καταβαλὼν ἐς ξυμφορὰςαὐτὸς σέσῳσται. τυγχάνει δʼ ὅδʼ ὢν φίλος, ὃν οὐδὲν ἧσσον ἢ ʼμὲ φῶς ὁρᾶν θέλω. Ἰφιγένειαὦ λῆμʼ ἄριστον, ὡς ἀπʼ εὐγενοῦς τινοςῥίζης πέφυκας τοῖς φίλοις τʼ ὀρθῶς φίλος. τοιοῦτος εἴη τῶν ἐμῶν ὁμοσπόρωνὅσπερ λέλειπται. καὶ γὰρ οὐδʼ ἐγώ, ξένοι, ἀνάδελφός εἰμι, πλὴν ὅσʼ οὐχ ὁρῶσά νιν. ἐπεὶ δὲ βούλῃ ταῦτα, τόνδε πέμψομενδέλτον φέροντα, σὺ δὲ θανῇ· πολλὴ δέ τιςπροθυμία σε τοῦδʼ ἔχουσα τυγχάνει.
1.22
617Ὀρέστηςθύσει δὲ τίς με καὶ τὰ δεινὰ τλήσεται; Ἰφιγένειαἐγώ· θεᾶς γὰρ τῆσδε προστροπὴν ἔχω. Ὀρέστηςἄζηλά γʼ, ὦ νεᾶνι, κοὐκ εὐδαίμονα. Ἰφιγένειαἀλλʼ εἰς ἀνάγκην κείμεθʼ, ἣν φυλακτέον. Ὀρέστηςαὐτὴ ξίφει θύουσα θῆλυς ἄρσενας; Ἰφιγένειαοὔκ, ἀλλὰ χαίτην ἀμφὶ σὴν χερνίψομαι. Ὀρέστηςὁ δὲ σφαγεὺς τίς; εἰ τάδʼ ἱστορεῖν με χρή. Ἰφιγένειαἔσω δόμων τῶνδʼ εἰσὶν οἷς μέλει τάδε. Ὀρέστηςτάφος δὲ ποῖος δέξεταί μʼ, ὅταν θάνω; Ἰφιγένειαπῦρ ἱερὸν ἔνδον χάσμα τʼ εὐρωπὸν πέτρας. Ὀρέστηςφεῦ· πῶς ἄν μʼ ἀδελφῆς χεὶρ περιστείλειεν ἄν; Ἰφιγένειαμάταιον εὐχήν, ὦ τάλας, ὅστις ποτʼ εἶ, ηὔξω· μακρὰν γὰρ βαρβάρου ναίει χθονός. οὐ μήν, ἐπειδὴ τυγχάνεις Ἀργεῖος ὤν, ἀλλʼ ὧν γε δυνατὸν οὐδʼ ἐγὼ λείψω χάριν. πολύν τε γάρ σοι κόσμον ἐνθήσω τάφῳ, ξανθῷ τʼ ἐλαίῳ σῶμα σὸν κατασβέσω, καὶ τῆς ὀρείας ἀνθεμόρρυτον γάνοςξουθῆς μελίσσης ἐς πυρὰν βαλῶ σέθεν. ἀλλʼ εἶμι δέλτον τʼ ἐκ θεᾶς ἀνακτόρωνοἴσω· τὸ μέντοι δυσμενὲς μὴ ʼμοὶ λάβῃς. φυλάσσετʼ αὐτούς, πρόσπολοι, δεσμῶν ἄτερ— ἴσως ἄελπτα τῶν ἐμῶν φίλων τινὶπέμψω πρὸς Ἄργος, ὃν μάλιστʼ ἐγὼ φιλῶ, καὶ δέλτος αὐτῷ ζῶντας οὓς δοκεῖ θανεῖνλέγουσα πιστὰς ἡδονὰς ἀπαγγελεῖ.
1.23
644Χορόςκατολοφύρομαι σὲ τὸν χερνίβωνῥανίσι μελόμενον αἱμακταῖς. Ὀρέστηςοἶκτος γὰρ οὐ ταῦτʼ, ἀλλὰ χαίρετʼ, ὦ ξέναι. Χορόςσὲ δὲ τύχας μάκαρος, ὦνεανία, σεβόμεθʼ, ἐςπάτραν ὅτι ποτʼ ἐπεμβάσῃ. Πυλάδηςἄζηλά τοι φίλοισι, θνῃσκόντων φίλων. Χορόςὦ σχέτλιοι πομπαί. φεῦ φεῦ, διόλλυσαι. αἰαῖ αἰαῖ. πότερος ὁ μᾶλλον; ἔτι γὰρ ἀμφίλογα δίδυμα μέμονε φρήν, σὲ πάρος ἢ σὲ ἀναστενάξω γόοις.
1.24
658ὈρέστηςΠυλάδη, πέπονθας ταὐτὸ πρὸς θεῶν ἐμοί; Πυλάδηςοὐκ οἶδʼ· ἐρωτᾷς οὐ λέγειν ἔχοντά με. Ὀρέστηςτίς ἐστὶν ἡ νεᾶνις; ὡς Ἑλληνικῶςἀνήρεθʼ ἡμᾶς τούς τʼ ἐν Ἰλίῳ πόνουςνόστον τʼ Ἀχαιῶν τόν τʼ ἐν οἰωνοῖς σοφὸνΚάλχαντʼ Ἀχιλλέως τʼ ὄνομα, καὶ τὸν ἄθλιονἈγαμέμνονʼ ὡς ᾤκτιρʼ ἀνηρώτα τέ μεγυναῖκα παῖδάς τε. ἔστιν ἡ ξένη γένοςἐκεῖθεν Ἀργεία τις· οὐ γὰρ ἄν ποτεδέλτον τʼ ἔπεμπε καὶ τάδʼ ἐξεμάνθανεν, ὡς κοινὰ πράσσουσʼ, Ἄργος εἰ πράσσει καλῶς. Πυλάδηςἔφθης με μικρόν· ταὐτὰ δὲ φθάσας λέγεις, πλὴν ἕν· τὰ γὰρ τῶν βασιλέων παθήματαἴσασι πάντες, ὧν ἐπιστροφή τις ἦν. ἀτὰρ διῆλθον χἅτερον λόγον τινά. Ὀρέστηςτίνʼ; ἐς τὸ κοινὸν δοὺς ἄμεινον ἂν μάθοις. Πυλάδηςαἰσχρὸν θανόντος σοῦ βλέπειν ἡμᾶς φάος· κοινῇ τʼ ἔπλευσα⋯ δεῖ με καὶ κοινῇ θανεῖν. καὶ δειλίαν γὰρ καὶ κάκην κεκτήσομαιἌργει τε Φωκέων τʼ ἐν πολυπτύχῳ χθονί, δόξω δὲ τοῖς πολλοῖσι— πολλοὶ γὰρ κακοί— προδοὺς σεσῷσθαί σʼ αὐτὸς εἰς οἴκους μόνοςἢ καὶ φονεύσας ἐπὶ νοσοῦσι δώμασιῥάψαι μόρον σοι σῆς τυραννίδος χάριν, ἔγκληρον ὡς δὴ σὴν κασιγνήτην γαμῶν. ταῦτʼ οὖν φοβοῦμαι καὶ διʼ αἰσχύνης ἔχω, κοὐκ ἔσθʼ ὅπως οὐ χρὴ συνεκπνεῦσαί μέ σοικαὶ σὺν σφαγῆναι καὶ πυρωθῆναι δέμας, φίλον γεγῶτα καὶ φοβούμενον ψόγον.
1.25
687Ὀρέστηςεὔφημα φώνει· τἀμὰ δεῖ φέρειν κακά, ἁπλᾶς δὲ λύπας ἐξόν, οὐκ οἴσω διπλᾶς. ὃ γὰρ σὺ λυπρὸν κἀπονείδιστον λέγεις, ταὔτʼ ἔστιν ἡμῖν, εἴ σε συμμοχθοῦντʼ ἐμοὶκτενῶ· τὸ μὲν γὰρ εἰς ἔμʼ οὐ κακῶς ἔχει, πράσσονθʼ ἃ πράσσω πρὸς θεῶν, λῦσαι βίον. σὺ δʼ ὄλβιός τʼ εἶ, καθαρά τʼ, οὐ νοσοῦντʼ, ἔχειςμέλαθρʼ, ἐγὼ δὲ δυσσεβῆ καὶ δυστυχῆ. σωθεὶς δέ, παῖδας ἐξ ἐμῆς ὁμοσπόρουκτησάμενος, ἣν ἔδωκά σοι δάμαρτʼ ἔχειν— ὄνομά τʼ ἐμοῦ γένοιτʼ ἄν, οὐδʼ ἄπαις δόμοςπατρῷος οὑμὸς ἐξαλειφθείη ποτʼ ἄν. ἀλλʼ ἕρπε καὶ ζῆ καὶ δόμους οἴκει πατρός. ὅταν δʼ ἐς Ἑλλάδʼ ἵππιόν τʼ Ἄργος μόλῃς, πρὸς δεξιᾶς σε τῆσδʼ ἐπισκήπτω τάδε· τύμβον τε χῶσον κἀπίθες μνημεῖά μοι, καὶ δάκρυʼ ἀδελφὴ καὶ κόμας δότω τάφῳ. ἄγγελλε δʼ ὡς ὄλωλʼ ὑπʼ Ἀργείας τινὸςγυναικός, ἀμφὶ βωμὸν ἁγνισθεὶς φόνῳ. καὶ μὴ προδῷς μου τὴν κασιγνήτην ποτέ, ἔρημα κήδη καὶ δόμους ὁρῶν πατρός. καὶ χαῖρʼ· ἐμῶν γὰρ φίλτατόν σʼ ηὗρον φίλων, ὦ συγκυναγὲ καὶ συνεκτραφεὶς ἐμοί, ὦ πόλλʼ ἐνεγκὼν τῶν ἐμῶν ἄχθη κακῶν. ἡμᾶς δʼ ὁ Φοῖβος μάντις ὢν ἐψεύσατο· τέχνην δὲ θέμενος ὡς προσώταθʼ Ἑλλάδοςἀπήλασʼ, αἰδοῖ τῶν πάρος μαντευμάτων. ᾧ πάντʼ ἐγὼ δοὺς τἀμὰ καὶ πεισθεὶς λόγοις, μητέρα κατακτὰς αὐτὸς ἀνταπόλλυμαι. Πυλάδηςἔσται τάφος σοι, καὶ κασιγνήτης λέχοςοὐκ ἂν προδοίην, ὦ τάλας, ἐπεί σʼ ἐγὼθανόντα μᾶλλον ἢ βλέπονθʼ ἕξω φίλον. ἀτὰρ τὸ τοῦ θεοῦ σʼ οὐ διέφθορέν γέ πωμάντευμα· καίτοι γʼ ἐγγὺς ἕστηκας φόνου. ἀλλʼ ἔστιν, ἔστιν, ἡ λίαν δυσπραξίαλίαν διδοῦσα μεταβολάς, ὅταν τύχῃ. Ὀρέστηςσίγα· τὰ Φοίβου δʼ οὐδὲν ὠφελεῖ μʼ ἔπη· γυνὴ γὰρ ἥδε δωμάτων ἔξω περᾷ.
1.26
725Ἰφιγένειαἀπέλθεθʼ ὑμεῖς καὶ παρευτρεπίζετετἄνδον μολόντες τοῖς ἐφεστῶσι σφαγῇ. δέλτου μὲν αἵδε πολύθυροι διαπτυχαί, ξένοι, πάρεισιν· ἃ δʼ ἐπὶ τοῖσδε βούλομαι, ἀκούσατʼ. οὐδεὶς αὑτὸς ἐν πόνοις τʼ ἀνὴρὅταν τε πρὸς τὸ θάρσος ἐκ φόβου πέσῃ. ἐγὼ δὲ ταρβῶ μὴ ἀπονοστήσας χθονὸςθῆται παρʼ οὐδὲν τὰς ἐμὰς ἐπιστολὰςὁ τήνδε μέλλων δέλτον εἰς Ἄργος φέρειν. Ὀρέστηςτί δῆτα βούλῃ; τίνος ἀμηχανεῖς πέρι; Ἰφιγένειαὅρκον δότω μοι τάσδε πορθμεύσειν γραφὰςπρὸς Ἄργος, οἷσι βούλομαι πέμψαι φίλων. Ὀρέστηςἦ κἀντιδώσεις τῷδε τοὺς αὐτοὺς λόγους; Ἰφιγένειατί χρῆμα δράσειν ἢ τί μὴ δράσειν; λέγε. Ὀρέστηςἐκ γῆς ἀφήσειν μὴ θανόντα βαρβάρου. Ἰφιγένειαδίκαιον εἶπας· πῶς γὰρ ἀγγείλειεν ἄν; Ὀρέστηςἦ καὶ τύραννος ταῦτα συγχωρήσεται; Ἰφιγένειαναί. πείσω σφε, καὐτὴ ναὸς εἰσβήσω σκάφος. Ὀρέστηςὄμνυ· σὺ δʼ ἔξαρχʼ ὅρκον ὅστις εὐσεβής. Ἰφιγένειαδώσω, λέγειν χρή, τήνδε τοῖσι σοῖς φίλοις. Πυλάδηςτοῖς σοῖς φίλοισι γράμματʼ ἀποδώσω τάδε. Ἰφιγένειακἀγὼ σὲ σώσω κυανέας ἔξω πέτρας. Πυλάδηςτίνʼ οὖν ἐπόμνυς τοισίδʼ ὅρκιον θεῶν; ἸφιγένειαἌρτεμιν, ἐν ἧσπερ δώμασιν τιμὰς ἔχω. Πυλάδηςἐγὼ δʼ ἄνακτά γʼ οὐρανοῦ, σεμνὸν Δία. Ἰφιγένειαεἰ δʼ ἐκλιπὼν τὸν ὅρκον ἀδικοίης ἐμέ; Πυλάδηςἄνοστος εἴην· τί δὲ σύ, μὴ σῴσασά με; Ἰφιγένειαμήποτε κατʼ Ἄργος ζῶσʼ ἴχνος θείην ποδός. Πυλάδηςἄκουε δή νυν ὃν παρήλθομεν λόγον. Ἰφιγένειαἀλλʼ αὖθις ἔσται καινός, ἢν καλῶς ἔχῃ. Πυλάδηςἐξαίρετόν μοι δὸς τόδʼ, ἤν τι ναῦς πάθῃ, χἡ δέλτος ἐν κλύδωνι χρημάτων μέταἀφανὴς γένηται, σῶμα δʼ ἐκσῴσω μόνον, τὸν ὅρκον εἶναι τόνδε μηκέτʼ ἔμπεδον. Ἰφιγένειαἀλλʼ οἶσθʼ ὃ δράσω; πολλὰ γὰρ πολλῶν κυρεῖ· τἀνόντα κἀγγεγραμμένʼ ἐν δέλτου πτυχαῖςλόγῳ φράσω σοι πάντʼ ἀναγγεῖλαι φίλοις. ἐν ἀσφαλεῖ γάρ· ἢν μὲν ἐκσῴσῃς γραφήν, αὐτὴν φράσει σιγῶσα τἀγγεγραμμένα· ἢν δʼ ἐν θαλάσσῃ γράμματʼ ἀφανισθῇ τάδε, τὸ σῶμα σῴσας τοὺς λόγους σῴσεις ἐμοί. Πυλάδηςκαλῶς ἔλεξας τῶν θεῶν ἐμοῦ θʼ ὕπερ. σήμαινε δʼ ᾧ χρὴ τάσδʼ ἐπιστολὰς φέρεινπρὸς Ἄργος ὅ τι τε χρὴ κλύοντα σοῦ λέγειν.
1.27
769Ἰφιγένειαἄγγελλʼ Ὀρέστῃ, παιδὶ τῷ Ἀγαμέμνονος· Ἡ ʼν Αὐλίδι σφαγεῖσʼ ἐπιστέλλει τάδεζῶσʼ Ἰφιγένεια, τοῖς ἐκεῖ δʼ οὐ ζῶσʼ ἔτι— Ὀρέστηςποῦ δʼ ἔστʼ ἐκείνη; κατθανοῦσʼ ἥκει πάλιν; Ἰφιγένειαἥδʼ ἣν ὁρᾷς σύ· μὴ λόγοις ἔκπλησσέ με. Κόμισαί μʼ ἐς Ἄργος, ὦ σύναιμε, πρὶν θανεῖν, ἐκ βαρβάρου γῆς καὶ μετάστησον θεᾶςσφαγίων, ἐφʼ οἷσι ξενοφόνους τιμὰς ἔχω. ὈρέστηςΠυλάδη, τί λέξω; ποῦ ποτʼ ὄνθʼ ηὑρήμεθα; Ἰφιγένειαἢ σοῖς ἀραία δώμασιν γενήσομαι. ΠυλάδηςὈρέστα—; Ἰφιγένειαἵνʼ αὖθις ὄνομα δὶς κλύων μάθῃς. Πυλάδηςὦ θεοί. Ἰφιγένειατί τοὺς θεοὺς ἀνακαλεῖς ἐν τοῖς ἐμοῖς; Πυλάδηςοὐδέν· πέραινε δʼ· ἐξέβην γὰρ ἄλλοσε. τάχʼ οὐκ ἐρωτῶν σʼ εἰς ἄπιστʼ ἀφίξομαι. Ἰφιγένειαλέγʼ οὕνεκʼ ἔλαφον ἀντιδοῦσά μου θεὰἌρτεμις ἔσῳσέ μʼ, ἣν ἔθυσʼ ἐμὸς πατήρ, δοκῶν ἐς ἡμᾶς ὀξὺ φάσγανον βαλεῖν, ἐς τήνδε δʼ ᾤκισʼ αἶαν. αἵδʼ ἐπιστολαί, τάδʼ ἐστὶ τἀν δέλτοισιν ἐγγεγραμμένα. Πυλάδηςὦ ῥᾳδίοις ὅρκοισι περιβαλοῦσά με, κάλλιστα δʼ ὀμόσασʼ, οὐ πολὺν σχήσω χρόνον, τὸν δʼ ὅρκον ὃν κατώμοσʼ ἐμπεδώσομεν. ἰδού, φέρω σοι δέλτον ἀποδίδωμί τε, Ὀρέστα, τῆσδε σῆς κασιγνήτης πάρα. Ὀρέστηςδέχομαι· παρεὶς δὲ γραμμάτων διαπτυχὰςτὴν ἡδονὴν πρῶτʼ οὐ λόγοις αἱρήσομαι. ὦ φιλτάτη μοι σύγγονʼ, ἐκπεπληγμένοςὅμως σʼ ἀπίστῳ περιβαλὼν βραχίονιἐς τέρψιν εἶμι, πυθόμενος θαυμάστʼ ἐμοί.
1.28
798Χορόςξένʼ, οὐ δικαίως τῆς θεοῦ τὴν πρόσπολονχραίνεις ἀθίκτοις περιβαλὼν πέπλοις χέρα. Ὀρέστηςὦ συγκασιγνήτη τε κἀκ ταὐτοῦ πατρὸςἈγαμέμνονος γεγῶσα, μή μʼ ἀποστρέφου, ἔχουσʼ ἀδελφόν, οὐ δοκοῦσʼ ἕξειν ποτέ. Ἰφιγένειαἐγώ σʼ ἀδελφὸν τὸν ἐμόν; οὐ παύσῃ λέγων; τὸ δʼ Ἄργος αὐτοῦ μεστὸν ἥ τε Ναυπλία. Ὀρέστηςοὐκ ἔστʼ ἐκεῖ σός, ὦ τάλαινα, σύγγονος. Ἰφιγένειαἀλλʼ ἡ Λάκαινα Τυνδαρίς σʼ ἐγείνατο; ὈρέστηςΠέλοπός γε παιδὶ παιδός, οὗ ʼκπέφυκʼ ἐγώ. Ἰφιγένειατί φῄς; ἔχεις τι τῶνδέ μοι τεκμήριον; Ὀρέστηςἔχω· πατρῴων ἐκ δόμων τι πυνθάνου. Ἰφιγένειαοὐκοῦν λέγειν μὲν χρὴ σέ, μανθάνειν δʼ ἐμέ. Ὀρέστηςλέγοιμʼ ἄν, ἀκοῇ πρῶτον Ἠλέκτρας τάδε· Ἀτρέως Θυέστου τʼ οἶσθα γενομένην ἔριν; Ἰφιγένειαἤκουσα· χρυσῆς ἀρνὸς ἦν νείκη πέρι. Ὀρέστηςταῦτʼ οὖν ὑφήνασʼ οἶσθʼ ἐν εὐπήνοις ὑφαῖς; Ἰφιγένειαὦ φίλτατʼ, ἐγγὺς τῶν ἐμῶν κάμπτεις φρενῶν. Ὀρέστηςεἰκώ τʼ ἐν ἱστοῖς ἡλίου μετάστασιν; Ἰφιγένειαὕφηνα καὶ τόδʼ εἶδος εὐμίτοις πλοκαῖς. Ὀρέστηςκαὶ λούτρʼ ἐς Αὖλιν μητρὸς ἀνεδέξω πάρα; Ἰφιγένειαοἶδʼ· οὐ γὰρ ὁ γάμος ἐσθλὸς ὤν μʼ ἀφείλετο. Ὀρέστηςτί γάρ; κόμας σὰς μητρὶ δοῦσα σῇ φέρειν; Ἰφιγένειαμνημεῖά γʼ ἀντὶ σώματος τοὐμοῦ τάφῳ. Ὀρέστηςἃ δʼ εἶδον αὐτός, τάδε φράσω τεκμήρια· Πέλοπος παλαιὰν ἐν δόμοις λόγχην πατρός, ἣν χερσὶ πάλλων παρθένον Πισάτιδαἐκτήσαθʼ Ἱπποδάμειαν, Οἰνόμαον κτανών, ἐν παρθενῶσι τοῖσι σοῖς κεκρυμμένην.
1.29
827Ἰφιγένειαὦ φίλτατʼ, οὐδὲν ἄλλο, φίλτατος γὰρ εἶ, ἔχω σʼ, Ὀρέστα, τηλύγετον χθονὸς ἀπὸ πατρίδοςἈργόθεν, ὦ φίλος. Ὀρέστηςκἀγώ σε τὴν θανοῦσαν, ὡς δοξάζεται. κατὰ δὲ δάκρυ, κατὰ δὲ γόος ἅμα χαρᾷτὸ σὸν νοτίζει βλέφαρον, ὡσαύτως δʼ ἐμόν. Ἰφιγένειατόδʼ ἔτι βρέφοςἔλιπον ἀγκάλαισι νεαρὸν τροφοῦνεαρὸν ἐν δόμοις. ὦ κρεῖσσον ἢ λόγοισιν εὐτυχοῦσά μουψυχά, τί φῶ; θαυμάτωνπέρα καὶ λόγου πρόσω τάδʼ ἐπέβα. Ὀρέστηςτὸ λοιπὸν εὐτυχοῖμεν ἀλλήλων μέτα. Ἰφιγένειαἄτοπον ἁδονὰν ἔλαβον, ὦ φίλαι· δέδοικα δʼ ἐκ χερῶν με μὴ πρὸς αἰθέραἀμπτάμενος φύγῃ· ἰὼ Κυκλωπὶς ἑστία· ἰὼ πατρίς, Μυκήνα φίλα, χάριν ἔχω ζόας, χάριν ἔχω τροφᾶς, ὅτι μοι συνομαίμονα τόνδε δόμοιςἐξεθρέψω φάος. Ὀρέστηςγένει μὲν εὐτυχοῦμεν, ἐς δὲ συμφοράς, ὦ σύγγονʼ, ἡμῶν δυστυχὴς ἔφυ βίος. Ἰφιγένειαἐγᾦδʼ ἁ μέλεος, οἶδʼ, ὅτε φάσγανονδέρᾳ θῆκέ μοι μελεόφρων πατήρ. Ὀρέστηςοἴμοι. δοκῶ γὰρ οὐ παρών σʼ ὁρᾶν ἐκεῖ. Ἰφιγένειαἀνυμέναιος, ὦ σύγγονʼ, Ἀχιλλέωςἐς κλισίαν λέκτρωνδολίαν ὅτʼ ἀγόμαν· παρὰ δὲ βωμὸν ἦν δάκρυα καὶ γόοι. φεῦ φεῦ χερνίβων τῶν ἐκεῖ. Ὀρέστηςᾤμωξα κἀγὼ τόλμαν ἣν ἔτλη πατήρ. Ἰφιγένειαἀπάτορʼ ἀπάτορα πότμον ἔλαχον. ἄλλα δʼ ἐξ ἄλλων κυρεῖδαίμονος τύχᾳ τινός. Ὀρέστηςεἰ σόν γʼ ἀδελφόν, ὦ τάλαινʼ, ἀπώλεσας.
1.30
868Ἰφιγένειαὦ μελέα δεινᾶς τόλμας. δείνʼ ἔτλανδείνʼ ἔτλαν, ὤμοι σύγγονε. παρὰ δʼ ὀλίγονἀπέφυγες ὄλεθρον ἀνόσιον ἐξ ἐμᾶνδαϊχθεὶς χερῶν. ἁ δʼ ἐπʼ αὐτοῖσι τίς τελευτά; τίς τύχα μοι συγχωρήσει; τίνα σοι πόρον εὑρομένα— πάλιν ἀπὸ πόλεως, ἀπὸ φόνου πέμψωπατρίδʼ ἐς Ἀργείαν, πρὶν ἐπὶ ξίφος αἵματι σῷ πελάσαι; τόδε τόδε σόν, ὦ μελέα ψυχά, χρέος ἀνευρίσκειν. πότερον κατὰ χέρσον, οὐχὶ ναΐ—; ἀλλὰ ποδῶν ῥιπᾷθανάτῳ πελάσεις ἄρα βάρβαρα φῦλακαὶ διʼ ὁδοὺς ἀνόδους στείχων· διὰ κυανέας μὴνστενοπόρου πέτρας μακρὰ κέλευθα να- ΐοισιν δρασμοῖς. τάλαινα, τάλαινα. τίς ἂν οὖν τάδʼ ἂν ἢ θεὸς ἢ βροτὸς ἢτί τῶν ἀδοκήτων, πόρον ἄπορον ἐξανύσας, δυοῖντοῖν μόνοιν Ἀτρείδαιν φαίνοικακῶν ἔκλυσιν;
1.31
900Χορόςἐν τοῖσι θαυμαστοῖσι καὶ μύθων πέρατάδʼ εἶδον αὐτὴ κοὐ κλύουσʼ ἀπαγγελῶ. Πυλάδηςτὸ μὲν φίλους ἐλθόντας εἰς ὄψιν φίλων, Ὀρέστα, χειρῶν περιβολὰς εἰκὸς λαβεῖν· λήξαντα δʼ οἴκτων κἀπʼ ἐκεῖνʼ ἐλθεῖν χρεών, ὅπως τὸ κλεινὸν ὄνομα τῆς σωτηρίαςλαβόντες ἐκ γῆς βησόμεσθα βαρβάρου. σοφῶν γὰρ ἀνδρῶν ταῦτα, μὴ ʼκβάντας τύχης, καιρὸν λαβόντας, ἡδονὰς ἄλλας λαβεῖν. Ὀρέστηςκαλῶς ἔλεξας· τῇ τύχῃ δʼ οἶμαι μέλειντοῦδε ξὺν ἡμῖν· ἢν δέ τις πρόθυμος ᾖ, σθένειν τὸ θεῖον μᾶλλον εἰκότως ἔχει. Ἰφιγένειαμηδέν μʼ ἐπίσχῃ γʼ· οὐδʼ ἀποστήσει λόγου, πρῶτον πυθέσθαι τίνα ποτʼ Ἠλέκτρα πότμονεἴληχε βιότου· φίλα γὰρ ἔστε πάντʼ ἐμοί. Ὀρέστηςτῷδε ξυνοικεῖ βίον ἔχουσʼ εὐδαίμονα. Ἰφιγένειαοὗτος δὲ ποδαπὸς καὶ τίνος πέφυκε παῖς; ὈρέστηςΣτρόφιος ὁ Φωκεὺς τοῦδε κλῄζεται πατήρ. Ἰφιγένειαὁ δʼ ἐστί γʼ Ἀτρέως θυγατρός, ὁμογενὴς ἐμός; Ὀρέστηςἀνεψιός γε, μόνος ἐμοὶ σαφὴς φίλος. Ἰφιγένειαοὐκ ἦν τόθʼ οὗτος ὅτε πατὴρ ἔκτεινέ με. Ὀρέστηςοὐκ ἦν· χρόνον γὰρ Στρόφιος ἦν ἄπαις τινά. Ἰφιγένειαχαῖρʼ ὦ πόσις μοι τῆς ἐμῆς ὁμοσπόρου. Ὀρέστηςκἀμός γε σωτήρ, οὐχὶ συγγενὴς μόνον. Ἰφιγένειατὰ δεινὰ δʼ ἔργα πῶς ἔτλης μητρὸς πέρι; Ὀρέστηςσιγῶμεν αὐτά· πατρὶ τιμωρῶν ἐμῷ. Ἰφιγένειαἡ δʼ αἰτία τίς ἀνθʼ ὅτου κτείνει πόσιν; Ὀρέστηςἔα τὰ μητρός· οὐδὲ σοὶ κλύειν καλόν. Ἰφιγένειασιγῶ· τὸ δʼ Ἄργος πρὸς σὲ νῦν ἀποβλέπει; ὈρέστηςΜενέλαος ἄρχει· φυγάδες ἐσμὲν ἐκ πάτρας. Ἰφιγένειαοὔ που νοσοῦντας θεῖος ὕβρισεν δόμους; Ὀρέστηςοὔκ, ἀλλʼ Ἐρινύων δεῖμά μʼ ἐκβάλλει χθονός. Ἰφιγένειαταῦτʼ ἆρʼ ἐπʼ ἀκταῖς κἀνθάδʼ ἠγγέλης μανείς; Ὀρέστηςὤφθημεν οὐ νῦν πρῶτον ὄντες ἄθλιοι. Ἰφιγένειαἔγνωκα· μητρός σʼ οὕνεκʼ ἠλάστρουν θεαί. Ὀρέστηςὥσθʼ αἱματηρὰ στόμιʼ ἐπεμβαλεῖν ἐμοί. Ἰφιγένειατί γάρ ποτʼ ἐς γῆν τήνδʼ ἐπόρθμευσας πόδα; ὈρέστηςΦοίβου κελευσθεὶς θεσφάτοις ἀφικόμην. Ἰφιγένειατί χρῆμα δράσειν; ῥητὸν ἢ σιγώμενον;
1.32
939Ὀρέστηςλέγοιμʼ ἄν· ἀρχαὶ δʼ αἵδε μοι πολλῶν πόνων. ἐπεὶ τὰ μητρὸς ταῦθʼ ἃ σιγῶμεν κακὰἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύωνἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδαἐς τὰς Ἀθήνας δῆτʼ ἔπεμψε Λοξίας, δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς. ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲΖεὺς εἵσατʼ ἔκ του δὴ χερῶν μιάσματος. ἐλθὼν δʼ ἐκεῖσε— πρῶτα μέν μʼ οὐδεὶς ξένωνἑκὼν ἐδέξαθʼ, ὡς θεοῖς στυγούμενον· οἳ δʼ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοιπαρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει, σιγῇ δʼ ἐτεκτήναντʼ ἀπόφθεγκτόν μʼ, ὅπωςδαιτὸς γενοίμην πώματός τʼ αὐτοῖς δίχα, ἐς δʼ ἄγγος ἴδιον ἴσον ἅπασι βακχίουμέτρημα πληρώσαντες εἶχον ἡδονήν. κἀγὼ ʼξελέγξαι μὲν ξένους οὐκ ἠξίουν, ἤλγουν δὲ σιγῇ κἀδόκουν οὐκ εἰδέναι, μέγα στενάζων οὕνεκʼ ἦ μητρὸς φονεύς. κλύω δʼ Ἀθηναίοισι τἀμὰ δυστυχῆτελετὴν γενέσθαι, κἄτι τὸν νόμον μένειν, χοῆρες ἄγγος Παλλάδος τιμᾶν λεών. ὡς δʼ εἰς Ἄρειον ὄχθον ἧκον, ἐς δίκηνἔστην, ἐγὼ μὲν θάτερον λαβὼν βάθρον, τὸ δʼ ἄλλο πρέσβειρʼ ἥπερ ἦν Ἐρινύων. εἰπὼν δʼ ἀκούσας θʼ αἵματος μητρὸς πέρι, Φοῖβός μʼ ἔσῳσε μαρτυρῶν, ἴσας δέ μοιψήφους διηρίθμησε Παλλὰς ὠλένῃ· νικῶν δʼ ἀπῆρα φόνια πειρατήρια. ὅσαι μὲν οὖν ἕζοντο πεισθεῖσαι δίκῃ, ψῆφον παρʼ αὐτὴν ἱερὸν ὡρίσαντʼ ἔχειν· ὅσαι δʼ Ἐρινύων οὐκ ἐπείσθησαν νόμῳ, δρόμοις ἀνιδρύτοισιν ἠλάστρουν μʼ ἀεί, ἕως ἐς ἁγνὸν ἦλθον αὖ Φοίβου πέδον, καὶ πρόσθεν ἀδύτων ἐκταθείς, νῆστις βορᾶς, ἐπώμοσʼ αὐτοῦ βίον ἀπορρήξειν θανών, εἰ μή με σώσει Φοῖβος, ὅς μʼ ἀπώλεσεν. ἐντεῦθεν αὐδὴν τρίποδος ἐκ χρυσοῦ λακὼνΦοῖβός μʼ ἔπεμψε δεῦρο, διοπετὲς λαβεῖνἄγαλμʼ Ἀθηνῶν τʼ ἐγκαθιδρῦσαι χθονί. ἀλλʼ ἥνπερ ἡμῖν ὥρισεν σωτηρίαν, σύμπραξον· ἢν γὰρ θεᾶς κατάσχωμεν βρέτας, μανιῶν τε λήξω καὶ σὲ πολυκώπῳ σκάφειστείλας Μυκήναις ἐγκαταστήσω πάλιν. ἀλλʼ, ὦ φιληθεῖσʼ, ὦ κασίγνητον κάρα, σῷσον πατρῷον οἶκον, ἔκσῳσον δʼ ἐμέ· ὡς τἄμʼ ὄλωλε πάντα καὶ τὰ Πελοπιδῶν, οὐράνιον εἰ μὴ ληψόμεσθα θεᾶς βρέτας.
1.33
987Χορόςδεινή τις ὀργὴ δαιμόνων ἐπέζεσετὸ Ταντάλειον σπέρμα διὰ πόνων τʼ ἄγει. Ἰφιγένειατὸ μὲν πρόθυμον, πρίν σε δεῦρʼ ἐλθεῖν, ἔχωἌργει γενέσθαι καὶ σέ, σύγγονʼ, εἰσιδεῖν. θέλω δʼ ἅπερ σύ, σέ τε μεταστῆσαι πόνωννοσοῦντά τʼ οἶκον, οὐχὶ τῷ κτανόντι μεθυμουμένη, πατρῷον ὀρθῶσαι· θέλω· σφαγῆς τε γὰρ σῆς χεῖρʼ ἀπαλλάξαιμεν ἂνσῴσαιμί τʼ οἴκους. τὴν θεὸν δʼ ὅπως λάθωδέδοικα καὶ τύραννον, ἡνίκʼ ἂν κενὰςκρηπῖδας εὕρῃ λαΐνας ἀγάλματος. πῶς δʼ οὐ θανοῦμαι; τίς δʼ ἔνεστί μοι λόγος; ἀλλʼ, εἰ μὲν— ἕν τι— τοῦθʼ ὁμοῦ γενήσεται, ἄγαλμά τʼ οἴσεις κἄμʼ ἐπʼ εὐπρύμνου νεὼςἄξεις, τὸ κινδύνευμα γίγνεται καλόν· τούτου δὲ χωρισθεῖσʼ— ἐγὼ μὲν ὄλλυμαι, σὺ δʼ ἂν τὸ σαυτοῦ θέμενος εὖ νόστου τύχοις. οὐ μήν τι φεύγω γʼ, οὐδέ σʼ εἰ θανεῖν χρεὼνσῴσασαν· οὐ γὰρ ἀλλʼ ἀνὴρ μὲν ἐκ δόμωνθανὼν ποθεινός, τὰ δὲ γυναικὸς ἀσθενῆ. Ὀρέστηςοὐκ ἂν γενοίμην σοῦ τε καὶ μητρὸς φονεύς· ἅλις τὸ κείνης αἷμα· κοινόφρων δὲ σοὶκαὶ ζῆν θέλοιμʼ ἂν καὶ θανὼν λαχεῖν ἴσον. ἄξω δέ γʼ, ἤνπερ καὐτὸς ἐνταυθοῖ περῶ, πρὸς οἶκον, ἢ σοῦ κατθανὼν μενῶ μέτα. γνώμης δʼ ἄκουσον· εἰ πρόσαντες ἦν τόδεἈρτέμιδι, πῶς ἂν Λοξίας ἐθέσπισεκομίσαι μʼ ἄγαλμα θεᾶς πόλισμʼ ἐς Παλλάδος⋯ καὶ σὸν πρόσωπον εἰσιδεῖν; ἅπαντα γὰρσυνθεὶς τάδʼ εἰς ἓν νόστον ἐλπίζω λαβεῖν.
1.34
1017Ἰφιγένειαπῶς οὖν γένοιτʼ ἂν ὥστε μήθʼ ἡμᾶς θανεῖν, λαβεῖν θʼ ἃ βουλόμεσθα; τῇδε γὰρ νοσεῖνόστος πρὸς οἴκους· ἡ δὲ βούλησις πάρα. Ὀρέστηςἆρʼ ἂν τύραννον διολέσαι δυναίμεθʼ ἄν; Ἰφιγένειαδεινὸν τόδʼ εἶπας, ξενοφονεῖν ἐπήλυδας. Ὀρέστηςἀλλʼ, εἰ σὲ σώσει κἀμέ, κινδυνευτέον. Ἰφιγένειαοὐκ ἂν δυναίμην· τὸ δὲ πρόθυμον ᾔνεσα. Ὀρέστηςτί δʼ, εἴ με ναῷ τῷδε κρύψειας λάθρα; Ἰφιγένειαὡς δὴ σκότον λαβόντες ἐκσωθεῖμεν ἄν; Ὀρέστηςκλεπτῶν γὰρ ἡ νύξ, τῆς δʼ ἀληθείας τὸ φῶς. Ἰφιγένειαεἴσʼ ἔνδον ἱεροὶ φύλακες, οὓς οὐ λήσομεν. Ὀρέστηςοἴμοι, διεφθάρμεσθα· πῶς σωθεῖμεν ἄν; Ἰφιγένειαἔχειν δοκῶ μοι καινὸν ἐξεύρημά τι. Ὀρέστηςποῖόν τι; δόξης μετάδος, ὡς κἀγὼ μάθω. Ἰφιγένειαταῖς σαῖς ἀνίαις χρήσομαι σοφίσμασι. Ὀρέστηςδειναὶ γὰρ αἱ γυναῖκες εὑρίσκειν τέχνας. Ἰφιγένειαφονέα σε φήσω μητρὸς ἐξ Ἄργους μολεῖν. Ὀρέστηςχρῆσαι κακοῖσι τοῖς ἐμοῖς, εἰ κερδανεῖς. Ἰφιγένειαὡς οὐ θέμις γε λέξομεν θύειν θεᾷ, Ὀρέστηςτίνʼ αἰτίαν ἔχουσʼ; ὑποπτεύω τι γάρ. Ἰφιγένειαοὐ καθαρὸν ὄντα· τὸ δʼ ὅσιον δώσω φόβῳ. Ὀρέστηςτί δῆτα μᾶλλον θεᾶς ἄγαλμʼ ἁλίσκεται; Ἰφιγένειαπόντου σε πηγαῖς ἁγνίσαι βουλήσομαι, Ὀρέστηςἔτʼ ἐν δόμοισι βρέτας, ἐφʼ ᾧ πεπλεύκαμεν. Ἰφιγένειακἀκεῖνο νίψαι, σοῦ θιγόντος ὥς, ἐρῶ. Ὀρέστηςποῖ δῆτα; πόντου νοτερὸν εἶπας ἔκβολον; Ἰφιγένειαοὗ ναῦς χαλινοῖς λινοδέτοις ὁρμεῖ σέθεν. Ὀρέστηςσὺ δʼ ἤ τις ἄλλος ἐν χεροῖν οἴσει βρέτας; Ἰφιγένειαἐγώ· θιγεῖν γὰρ ὅσιόν ἐστʼ ἐμοὶ μόνῃ. ὈρέστηςΠυλάδης δʼ ὅδʼ ἡμῖν ποῦ τετάξεται πόνου; Ἰφιγένειαταὐτὸν χεροῖν σοὶ λέξεται μίασμʼ ἔχων. Ὀρέστηςλάθρα δʼ ἄνακτος ἢ εἰδότος δράσεις τάδε; Ἰφιγένειαπείσασα μύθοις· οὐ γὰρ ἂν λάθοιμί γε. Ὀρέστηςκαὶ μὴν νεώς γε πίτυλος εὐήρης πάρα. Ἰφιγένειασοὶ δὴ μέλειν χρὴ τἄλλʼ ὅπως ἕξει καλῶς. Ὀρέστηςἑνὸς μόνου δεῖ, τάσδε συγκρύψαι τάδε. ἀλλʼ ἀντίαζε καὶ λόγους πειστηρίουςεὕρισκʼ· ἔχει τοι δύναμιν εἰς οἶκτον γυνή. τὰ δʼ ἄλλʼ ἴσως—. ἅπαντα συμβαίη καλῶς.
1.35
1056Ἰφιγένειαὦ φίλταται γυναῖκες, εἰς ὑμᾶς βλέπω, καὶ τἄμʼ ἐν ὑμῖν ἐστιν ἢ καλῶς ἔχεινἢ μηδὲν εἶναι καὶ στερηθῆναι πάτραςφίλου τʼ ἀδελφοῦ φιλτάτης τε συγγόνου. καὶ πρῶτα μέν μοι τοῦ λόγου τάδʼ ἀρχέτω· γυναῖκές ἐσμεν, φιλόφρον ἀλλήλαις γένοςσῴζειν τε κοινὰ πράγματʼ ἀσφαλέσταται. σιγήσαθʼ ἡμῖν καὶ συνεκπονήσατεφυγάς. καλόν τοι γλῶσσʼ ὅτῳ πιστὴ παρῇ. ὁρᾶτε δʼ ὡς τρεῖς μία τύχη τοὺς φιλτάτους, ἢ γῆς πατρῴας νόστον ἢ θανεῖν ἔχει. σωθεῖσα δʼ, ὡς ἂν καὶ σὺ κοινωνῇς τύχης, σώσω σʼ ἐς Ἑλλάδʼ. ἀλλὰ πρός σε δεξιᾶςσὲ καὶ σὲ ἱκνοῦμαι, σὲ δὲ φίλης παρηίδος, γονάτων τε καὶ τῶν ἐν δόμοισι φιλτάτωνμητρὸς πατρός τε καὶ τέκνων ὅτῳ κυρεῖ. τί φατέ; τίς ὑμῶν φησιν ἢ τίς οὐ θέλειν— φθέγξασθε— ταῦτα; μὴ γὰρ αἰνουσῶν λόγουςὄλωλα κἀγὼ καὶ κασίγνητος τάλας. Χορόςθάρσει, φίλη δέσποινα, καὶ σῴζου μόνον· ὡς ἔκ γʼ ἐμοῦ σοι πάντα σιγηθήσεται— ἴστω μέγας Ζεύς— ὧν ἐπισκήπτεις πέρι. Ἰφιγένειαὄναισθε μύθων καὶ γένοισθʼ εὐδαίμονες. σὸν ἔργον ἤδη καὶ σὸν ἐσβαίνειν δόμους· ὡς αὐτίχʼ ἥξει τῆσδε κοίρανος χθονός, θυσίαν ἐλέγχων εἰ κατείργασται ξένων. ὦ πότνιʼ, ἥπερ μʼ Αὐλίδος κατὰ πτυχὰςδεινῆς ἔσωσας ἐκ πατροκτόνου χερός, σῶσόν με καὶ νῦν τούσδε τʼ· ἢ τὸ Λοξίουοὐκέτι βροτοῖσι διὰ σὲ ἐτήτυμον στόμα. ἀλλʼ εὐμενὴς ἔκβηθι βαρβάρου χθονὸςἐς τὰς Ἀθήνας· καὶ γὰρ ἐνθάδʼ οὐ πρέπειναίειν, παρόν σοι πόλιν ἔχειν εὐδαίμονα.
1.36
1089Χορόςὄρνις, ἃ παρὰ πετρίναςπόντου δειράδας, ἀλκυών, ἔλεγον οἶτον ἀείδεις, εὐξύνετον ξυνετοῖς βοάν, ὅτι πόσιν κελαδεῖς ἀεὶ μολπαῖς, ἐγώ σοι παραβάλλομαιθρήνους, ἄπτερος ὅρνις, ποθοῦσʼ Ἑλλάνων ἀγόρους, ποθοῦσʼ Ἄρτεμιν λοχίαν, ἃ παρὰ Κύνθιον ὄχθον οἰ- κεῖ φοίνικά θʼ ἁβροκόμανδάφναν τʼ εὐερνέα καὶγλαυκᾶς θαλλὸν ἱερὸν ἐλαί- ας, Λατοῦς ὠδῖνα φίλαν, λίμναν θʼ εἱλίσσουσαν ὕδωρκύκλιον, ἔνθα κύκνος μελῳ- δὸς Μούσας θεραπεύει.
1.37
1106Χορόςὦ πολλαὶ δακρύων λιβάδες, αἳ παρηίδας εἰς ἐμὰςἔπεσον, ἁνίκα πύργωνὀλομένων ἐν ναυσὶν ἔβανπολεμίων ἐρετμοῖσι καὶ λόγχαις. ζαχρύσου δὲ διʼ ἐμπολᾶςνόστον βάρβαρον ἦλθον, ἔνθα τᾶς ἐλαφοκτόνουθεᾶς ἀμφίπολον κόρανπαῖδʼ Ἀγαμεμνονίαν λατρεύ- ω βωμούς τʼ οὐ μηλοθύτας, ζηλοῦσʼ ἄταν διὰ παν- τὸς δυσδαίμονʼ· ἐν γὰρ ἀνάγ- καις οὐ κάμνεις σύντροφος ὤν. μεταβάλλει δυσδαιμονία· τὸ δὲ μετʼ εὐτυχίας κακοῦ- σθαι θνατοῖς βαρὺς αἰών.
1.38
1123Χορόςκαὶ σὲ μέν, πότνιʼ, Ἀργείαπεντηκόντορος οἶκον ἄξει· συρίζων θʼ ὁ κηροδέταςκάλαμος οὐρείου Πανὸςκώπαις ἐπιθωΰξει, ὁ Φοῖβός θʼ ὁ μάντις ἔχωνκέλαδον ἑπτατόνου λύραςἀείδων ἄξει λιπαρὰνεὖ σʼ Ἀθηναίων ἐπὶ γᾶν. ἐμὲ δʼ αὐτοῦ λιποῦσαβήσῃ ῥοθίοισι πλάταις· ἀέρι δὲ ἱστία πρότονοι κατὰ πρῷραν ὑ- πὲρ στόλον ἐκπετάσουσι πόδαναὸς ὠκυπόμπου.
1.39
1138Χορόςλαμπροὺς ἱπποδρόμους βαίην, ἔνθʼ εὐάλιον ἔρχεται πῦρ· οἰκείων δʼ ὑπὲρ θαλάμωνπτέρυγας ἐν νώτοις ἁμοῖςλήξαιμι θοάζουσα· χοροῖς δʼ ἑσταίην, ὅθι καὶπαρθένος, εὐδοκίμων γάμων, παρὰ πόδʼ εἱλίσσουσα φίλαςματρὸς ἡλίκων θιάσους, χαρίτων εἰς ἁμίλλας, χαίτας ἁβρόπλουτον ἔριν, ὀρνυμένα, πολυποίκιλα φάρεακαὶ πλοκάμους περιβαλλομέναγένυσιν ἐσκίαζον.
1.40
1153Θόαςποῦ ʼσθʼ ἡ πυλωρὸς τῶνδε δωμάτων γυνὴἙλληνίς; ἤδη τῶν ξένων κατήρξατο; ἀδύτοις ἐν ἁγνοῖς σῶμα λάμπονται πυρί; Χορόςἥδʼ ἐστίν, ἥ σοι πάντʼ, ἄναξ, ἐρεῖ σαφῶς. Θόαςἔα· τί τόδε μεταίρεις ἐξ ἀκινήτων βάθρων, Ἀγαμέμνονος παῖ, θεᾶς ἄγαλμʼ ἐν ὠλέναις; Ἰφιγένειαἄναξ, ἔχʼ αὐτοῦ πόδα σὸν ἐν παραστάσιν. Θόαςτί δʼ ἔστιν, Ἰφιγένεια, καινὸν ἐν δόμοις; Ἰφιγένειαἀπέπτυσʼ· Ὁσίᾳ γὰρ δίδωμʼ ἔπος τόδε. Θόαςτί φροιμιάζῃ νεοχμόν; ἐξαύδα σαφῶς. Ἰφιγένειαοὐ καθαρά μοι τὰ θύματʼ ἠγρεύσασθʼ, ἄναξ. Θόαςτί τοὐκδιδάξαν τοῦτό σʼ; ἢ δόξαν λέγεις; Ἰφιγένειαβρέτας τὸ τῆς θεοῦ πάλιν ἕδρας ἀπεστράφη. Θόαςαὐτόματον, ἤ νιν σεισμὸς ἔστρεψε χθονός; Ἰφιγένειααὐτόματον· ὄψιν δʼ ὀμμάτων ξυνήρμοσεν. Θόαςἡ δʼ αἰτία τίς; ἦ τὸ τῶν ξένων μύσος; Ἰφιγένειαἥδʼ, οὐδὲν ἄλλο· δεινὰ γὰρ δεδράκατον. Θόαςἀλλʼ ἦ τινʼ ἔκανον βαρβάρων ἀκτῆς ἔπι; Ἰφιγένειαοἰκεῖον ἦλθον τὸν φόνον κεκτημένοι. Θόαςτίνʼ; εἰς ἔρον γὰρ τοῦ μαθεῖν πεπτώκαμεν. Ἰφιγένειαμητέρα κατειργάσαντο κοινωνῷ ξίφει. ΘόαςἌπολλον, οὐδʼ ἐν βαρβάροις ἔτλη τις ἄν. Ἰφιγένειαπάσης διωγμοῖς ἠλάθησαν Ἑλλάδος. Θόαςἦ τῶνδʼ ἕκατι δῆτʼ ἄγαλμʼ ἔξω φέρεις; Ἰφιγένειασεμνόν γʼ ὑπʼ αἰθέρʼ, ὡς μεταστήσω φόνου. Θόαςμίασμα δʼ ἔγνως τοῖν ξένοιν ποίῳ τρόπῳ; Ἰφιγένειαἤλεγχον, ὡς θεᾶς βρέτας ἀπεστράφη πάλιν. Θόαςσοφήν σʼ ἔθρεψεν Ἑλλάς, ὡς ᾔσθου καλῶς. Ἰφιγένειακαὶ μὴν καθεῖσαν δέλεαρ ἡδύ μοι φρενῶν. Θόαςτῶν Ἀργόθεν τι φίλτρον ἀγγέλλοντέ σοι; Ἰφιγένειατὸν μόνον Ὀρέστην ἐμὸν ἀδελφὸν εὐτυχεῖν. Θόαςὡς δή σφε σῴσαις ἡδοναῖς ἀγγελμάτων. Ἰφιγένειακαὶ πατέρα γε ζῆν καὶ καλῶς πράσσειν ἐμόν. Θόαςσὺ δʼ ἐς τὸ τῆς θεοῦ γʼ ἐξένευσας εἰκότως. Ἰφιγένειαπᾶσάν γε μισοῦσʼ Ἑλλάδʼ, ἥ μʼ ἀπώλεσεν. Θόαςτί δῆτα δρῶμεν, φράζε, τοῖν ξένοιν πέρι; Ἰφιγένειατὸν νόμον ἀνάγκη τὸν προκείμενον σέβειν. Θόαςοὔκουν ἐν ἔργῳ χέρνιβες ξίφος τε σόν; Ἰφιγένειαἁγνοῖς καθαρμοῖς πρῶτά νιν νίψαι θέλω. Θόαςπηγαῖσιν ὑδάτων ἢ θαλασσίᾳ δρόσῳ; Ἰφιγένειαθάλασσα κλύζει πάντα τἀνθρώπων κακά. Θόαςὁσιώτερον γοῦν τῇ θεῷ πέσοιεν ἄν. Ἰφιγένειακαὶ τἀμά γʼ οὕτω μᾶλλον ἂν καλῶς ἔχοι. Θόαςοὔκουν πρὸς αὐτὸν ναὸν ἐκπίπτει κλύδων; Ἰφιγένειαἐρημίας δεῖ· καὶ γὰρ ἄλλα δράσομεν. Θόαςἄγʼ ἔνθα χρῄζεις· οὐ φιλῶ τἄρρηθʼ ὁρᾶν. Ἰφιγένειαἁγνιστέον μοι καὶ τὸ τῆς θεοῦ βρέτας. Θόαςεἴπερ γε κηλὶς ἔβαλέ νιν μητροκτόνος. Ἰφιγένειαοὐ γάρ ποτʼ ἄν νιν ἠράμην βάθρων ἄπο. Θόαςδίκαιος ηὑσέβεια καὶ προμηθία.
1.41
1203Ἰφιγένειαοἶσθά νυν ἅ μοι γενέσθω; Θόαςσὸν τὸ σημαίνειν τόδε. Ἰφιγένειαδεσμὰ τοῖς ξένοισι πρόσθες. Θόαςποῖ δέ σʼ ἐκφύγοιεν ἄν; Ἰφιγένειαπιστὸν Ἑλλὰς οἶδεν οὐδέν. Θόαςἴτʼ ἐπὶ δεσμά, πρόσπολοι. Ἰφιγένειακἀκκομιζόντων δὲ δεῦρο τοὺς ξένους— Θόαςἔσται τάδε. Ἰφιγένειακρᾶτα κρύψαντες πέπλοισιν. Θόαςἡλίου πρόσθεν φλογός. Ἰφιγένειασῶν τέ μοι σύμπεμπʼ ὀπαδῶν. Θόαςοἵδʼ ὁμαρτήσουσί σοι. Ἰφιγένειακαὶ πόλει πέμψον τινʼ ὅστις σημανεῖ— Θόαςποίας τύχας; Ἰφιγένειαἐν δόμοις μίμνειν ἅπαντας. Θόαςμὴ συναντῷεν φόνῳ; Ἰφιγένειαμυσαρὰ γὰρ τὰ τοιάδʼ ἐστί. Θόαςστεῖχε καὶ σήμαινε σύ— Ἰφιγένειαμηδένʼ εἰς ὄψιν πελάζειν. Θόαςεὖ γε κηδεύεις πόλιν. Ἰφιγένειακαὶ φίλων γʼ οὓς δεῖ μάλιστα. Θόαςτοῦτʼ ἔλεξας εἰς ἐμέ. Ἰφιγένεια⋯ Θόαςὡς εἰκότως σε πᾶσα θαυμάζει πόλις. Ἰφιγένειασὺ δὲ μένων αὐτοῦ πρὸ ναῶν τῇ θεῷ— Θόαςτί χρῆμα δρῶ; Ἰφιγένειαἅγνισον πυρσῷ μέλαθρον. Θόαςκαθαρὸν ὡς μόλῃς πάλιν. Ἰφιγένειαἡνίκʼ ἂν δʼ ἔξω περῶσιν οἱ ξένοι— Θόαςτί χρή με δρᾶν; Ἰφιγένειαπέπλον ὀμμάτων προθέσθαι. Θόαςμὴ παλαμναῖον λάβω. Ἰφιγένειαἢν δʼ ἄγαν δοκῶ χρονίζειν— Θόαςτοῦδʼ ὅρος τίς ἐστί μοι; Ἰφιγένειαθαυμάσῃς μηδέν. Θόαςτὰ τῆς θεοῦ πρᾶσσʼ— ἐπεὶ σχολή— καλῶς. Ἰφιγένειαεἰ γὰρ ὡς θέλω καθαρμὸς ὅδε πέσοι. Θόαςσυνεύχομαι. Ἰφιγένειατούσδʼ ἄρʼ ἐκβαίνοντας ἤδη δωμάτων ὁρῶ ξένουςκαὶ θεᾶς κόσμους νεογνούς τʼ ἄρνας, ὡς φόνῳ φόνονμυσαρὸν ἐκνίψω, σέλας τε λαμπάδων τά τʼ ἄλλʼ ὅσαπρουθέμην ἐγὼ ξένοισι καὶ θεᾷ καθάρσια. ἐκποδὼν δʼ αὐδῶ πολίταις τοῦδʼ ἔχειν μιάσματος, εἴ τις ἢ ναῶν πυλωρὸς χεῖρας ἁγνεύει θεοῖςἢ γάμον στείχει συνάψων ἢ τόκοις βαρύνεται, φεύγετʼ, ἐξίστασθε, μή τῳ προσπέσῃ μύσος τόδε. ὦ Διὸς Λητοῦς τʼ ἄνασσα παρθένʼ, ἢν νίψω φόνοντῶνδε καὶ θύσωμεν οὗ χρή, καθαρὸν οἰκήσεις δόμον, εὐτυχεῖς δʼ ἡμεῖς ἐσόμεθα. τἄλλα δʼ οὐ λέγουσʼ, ὅμωςτοῖς τὰ πλείονʼ εἰδόσιν θεοῖς σοί τε σημαίνω, θεά.
1.42
1234Χορόςεὔπαις ὁ Λατοῦς γόνος, τόν ποτε Δηλιὰς ἐν καρποφόροις γυάλοιςἔτικτε, χρυσοκόμανἐν κιθάρᾳ σοφόν, ἅ τʼ ἐπὶ τόξωνεὐστοχίᾳ γάνυται· φέρε δʼ αὐτάνιν ἀπὸ δειράδος εἰναλίας, λοχεῖα κλεινὰ λιποῦσα μά- τηρ, τὰν ἀστάκτων ὑδάτωνβακχεύουσαν Διονύ- σῳ Παρνάσιον κορυφάν· ὅθι ποικιλόνωτος οἰ- νωπὸς δράκων, σκιερᾷ κατάχαλκος εὐ- φύλλῳ δάφνᾳ, γᾶς πελώριον τέρας, ἄμφεπε μαντεῖ- ον Χθόνιον. ἔτι μιν ἔτι βρέφος, ἔτι φίλαςἐπὶ ματέρος ἀγκάλαισι θρῴσκωνἔκανες, ὦ Φοῖβε, μαντείων δʼ ἐπέβας ζαθέων, τρίποδί τʼ ἐν χρυσέῳ θάσσεις, ἐν ἀψευδεῖ θρόνῳμαντείας βροτοῖς θεσφάτων νέμωνἀδύτων ὕπο, Κασταλίας ῥεέθρων γείτων, μέσονγᾶς ἔχων μέλαθρον.
1.43
1259ΧορόςΘέμιν δʼ ἐπεὶ γᾶς ἰὼνπαῖδʼ ἀπενάσσατο Πυθῶνος ἀπὸ ζαθέωνχρηστηρίων, νύχιαΧθὼν ἐτεκνώσατο φάσματʼ ὀνείρων, οἳ πολέσιν μερόπων τά τε πρῶτα, τά τʼἔπειθʼ, ὅσσα τʼ ἔμελλε τυχεῖν, ὕπνου κατὰ δνοφερὰς γᾶς εὐ- νὰς ἔφραζον· Γαῖα δὲ τὰνμαντεῖον ἀφείλετο τι- μὰν Φοῖβον, φθόνῳ θυγατρός. ταχύπους δʼ ἐς Ὄλυμπον ὁρ- μαθεὶς ἄναξχέρα παιδνὸν ἕλιξεν ἐκΔιὸς θρόνωνΠυθίων δόμων χθονίαν ἀφελεῖν μῆ- νιν θεᾶς. νυχίους τʼ ἐνοπὰς. γέλασε δʼ, ὅτι τέκος ἄφαρ ἔβαπολύχρυσα θέλων λατρεύματα σχεῖν· ἐπὶ δʼ ἔσεισεν κόμαν, παῦσαι νυχίους ἐνοπάς, ἀπὸ δʼ ἀλαθοσύναν νυκτωπὸν ἐξεῖλεν βροτῶν, καὶ τιμὰς πάλιν θῆκε Λοξίᾳ, πολυάνορι δʼ ἐν ξενόεντι θρόνῳ θάρση βροτοῖςθεσφάτων ἀοιδαῖς.
1.44
1284Ἄγγελοςὦ ναοφύλακες βώμιοί τʼ ἐπιστάται, Θόας ἄναξ γῆς τῆσδε ποῦ κυρεῖ βεβώς; καλεῖτʼ ἀναπτύξαντες εὐγόμφους πύλαςἔξω μελάθρων τῶνδε κοίρανον χθονός. Χορόςτί δʼ ἔστιν, εἰ χρὴ μὴ κελευσθεῖσαν λέγειν; Ἄγγελοςβεβᾶσι φροῦδοι δίπτυχοι νεανίαιἈγαμεμνονείας παιδὸς ἐκ βουλευμάτωνφεύγοντες ἐκ γῆς τῆσδε καὶ σεμνὸν βρέταςλαβόντες ἐν κόλποισιν Ἑλλάδος νεώς. Χορόςἄπιστον εἶπας μῦθον· ὃν δʼ ἰδεῖν θέλειςἄνακτα χώρας, φροῦδος ἐκ ναοῦ συθείς. Ἄγγελοςποῖ; δεῖ γὰρ αὐτὸν εἰδέναι τὰ δρώμενα. Χορόςοὐκ ἴσμεν· ἀλλὰ στεῖχε καὶ δίωκέ νινὅπου κυρήσας τούσδʼ ἀπαγγελεῖς λόγους. Ἄγγελοςὁρᾶτʼ, ἄπιστον ὡς γυναικεῖον γένος· μέτεστι χὑμῖν τῶν πεπραγμένων μέρος. Χορόςμαίνῃ· τί δʼ ἡμῖν τῶν ξένων δρασμοῦ μέτα; οὐκ εἶ κρατούντων πρὸς πύλας ὅσον τάχος; Ἄγγελοςοὔ, πρίν γʼ ἂν εἴπῃ τοὔπος ἑρμηνεὺς ὅδε, εἴτʼ ἔνδον εἴτʼ οὐκ ἔνδον ἀρχηγὸς χθονός. ὠή, χαλᾶτε κλῇθρα, τοῖς ἔνδον λέγω, καὶ δεσπότῃ σημήναθʼ οὕνεκʼ ἐν πύλαιςπάρειμι, καινῶν φόρτον ἀγγέλλων κακῶν. Θόαςτίς ἀμφὶ δῶμα θεᾶς τόδʼ ἵστησιν βοήν, πύλας ἀράξας καὶ ψόφον πέμψας ἔσω; Ἄγγελοςφεῦ· πῶς ἔλεγον αἵδε, καί μʼ ἀπήλαυνον δόμων, ὡς ἐκτὸς εἴης· σὺ δὲ κατʼ οἶκον ἦσθʼ ἄρα. Θόαςτί προσδοκῶσαι κέρδος ἢ θηρώμεναι; Ἄγγελοςαὖθις τὰ τῶνδε σημανῶ· τὰ δʼ ἐν ποσὶπαρόντʼ ἄκουσον. ἡ νεᾶνις ἣ ʼνθάδεβωμοῖς παρίστατʼ, Ἰφιγένειʼ, ἔξω χθονὸςσὺν τοῖς ξένοισιν οἴχεται, σεμνὸν θεᾶςἄγαλμʼ ἔχουσα· δόλια δʼ ἦν καθάρματα. Θόαςπῶς φῄς; τί πνεῦμα συμφορᾶς κεκτημένη; Ἄγγελοςσῴζουσʼ Ὀρέστην· τοῦτο γὰρ σὺ θαυμάσῃ. Θόαςτὸν ποῖον; ἆρʼ ὃν Τυνδαρὶς τίκτει κόρη; Ἄγγελοςὃν τοῖσδε βωμοῖς θεὰ καθωσιώσατο. Θόαςὦ θαῦμα— πῶς σε μεῖζον ὀνομάσας τύχω; Ἄγγελοςμὴ ʼνταῦθα τρέψῃς σὴν φρένʼ, ἀλλʼ ἄκουέ μου· σαφῶς δʼ ἀθρήσας καὶ κλύων ἐκφρόντισονδιωγμὸς ὅστις τοὺς ξένους θηράσεται. Θόαςλέγʼ· εὖ γὰρ εἶπας· οὐ γὰρ ἀγχίπλουν πόρονφεύγουσιν, ὥστε διαφυγεῖν τοὐμὸν δόρυ.
1.45
1327Ἄγγελοςἐπεὶ πρὸς ἀκτὰς ἤλθομεν θαλασσίας, οὗ ναῦς Ὀρέστου κρύφιος ἦν ὡρμισμένη, ἡμᾶς μέν, οὓς σὺ δεσμὰ συμπέμπεις ξένωνἔχοντας, ἐξένευσʼ ἀποστῆναι πρόσωἈγαμέμνονος παῖς, ὡς ἀπόρρητον φλόγαθύουσα καὶ καθαρμὸν ὃν μετῴχετο, αὐτὴ δʼ ὄπισθε δέσμʼ ἔχουσα τοῖν ξένοινἔστειχε χερσί. καὶ τάδʼ ἦν ὕποπτα μέν, ἤρεσκε μέντοι σοῖσι προσπόλοις, ἄναξ. χρόνῳ δʼ, ἵνʼ ἡμῖν δρᾶν τι δὴ δοκοῖ πλέον, ἀνωλόλυξε καὶ κατῇδε βάρβαραμέλη μαγεύουσʼ, ὡς φόνον νίζουσα δή. ἐπεὶ δὲ δαρὸν ἦμεν ἥμενοι χρόνον, ἐσῆλθεν ἡμᾶς μὴ λυθέντες οἱ ξένοικτάνοιεν αὐτὴν δραπέται τʼ οἰχοίατο. φόβῳ δʼ ἃ μὴ χρῆν εἰσορᾶν καθήμεθασιγῇ· τέλος δὲ πᾶσιν ἦν αὑτὸς λόγοςστείχειν ἵνʼ ἦσαν, καίπερ οὐκ ἐωμένοις. κἀνταῦθʼ ὁρῶμεν Ἑλλάδος νεὼς σκάφοςταρσῷ κατήρει πίτυλον ἐπτερωμένον, ναύτας τε πεντήκοντʼ ἐπὶ σκαλμῶν πλάταςἔχοντας, ἐκ δεσμῶν δὲ τοὺς νεανίαςἐλευθέρους πρύμνηθεν ἑστῶτας νεώς. κοντοῖς δὲ πρῷραν εἶχον, οἳ δʼ ἐπωτίδωνἄγκυραν ἐξανῆπτον· οἳ δέ, κλίμακαςσπεύδοντες, ἦγον διὰ χερῶν πρυμνήσια, πόντῳ δὲ δόντες τοῖν ξένοιν καθίεσαν. ἡμεῖς δʼ ἀφειδήσαντες, ὡς ἐσείδομενδόλια τεχνήματʼ, εἰχόμεσθα τῆς ξένηςπρυμνησίων τε, καὶ διʼ εὐθυντηρίαςοἴακας ἐξῃροῦμεν εὐπρύμνου νεώς. λόγοι δʼ ἐχώρουν· Τίνι λόγῳ πορθμεύετεκλέπτοντες ἐκ γῆς ξόανα καὶ θυηπόλους; τίνος τίς ὢν σὺ τήνδʼ ἀπεμπολᾷς χθονός; ὁ δʼ εἶπʼ· Ὀρέστης, τῆσδʼ ὅμαιμος, ὡς μάθῃς, Ἀγαμέμνονος παῖς, τήνδʼ ἐμὴν κομίζομαιλαβὼν ἀδελφήν, ἣν ἀπώλεσʼ ἐκ δόμων.
1.46
1364ἀλλʼ οὐδὲν ἧσσον εἰχόμεσθα τῆς ξένηςκαὶ πρὸς σὲ ἕπεσθαι διεβιαζόμεσθά νιν· ὅθεν τὰ δεινὰ πλήγματʼ ἦν γενειάδων. κεῖνοί τε γὰρ σίδηρον οὐκ εἶχον χεροῖνἡμεῖς τε· πυγμαί τʼ ἦσαν ἐγκροτούμεναι, καὶ κῶλʼ ἀπʼ ἀμφοῖν τοῖν νεανίαιν ἅμαἐς πλευρὰ καὶ πρὸς ἧπαρ ἠκοντίζετο, ὡς τῷ ξυνάπτειν καὶ συναποκαμεῖν μέλη. δεινοῖς δὲ σημάντροισιν ἐσφραγισμένοιἐφεύγομεν πρὸς κρημνόν, οἳ μὲν ἐν κάρᾳκάθαιμʼ ἔχοντες τραύμαθʼ, οἳ δʼ ἐν ὄμμασιν· ὄχθοις δʼ ἐπισταθέντες εὐλαβεστέρωςἐμαρνάμεσθα καὶ πέτρους ἐβάλλομεν. ἀλλʼ εἶργον ἡμᾶς τοξόται πρύμνης ἔπισταθέντες ἰοῖς, ὥστʼ ἀναστεῖλαι πρόσω. κἀν τῷδε— δεινὸς γὰρ κλύδων ὤκειλε ναῦνπρὸς γῆν, φόβος δʼ ἦν παρθένῳ τέγξαι πόδα— λαβὼν Ὀρέστης ὦμον εἰς ἀριστερόν, βὰς ἐς θάλασσαν κἀπὶ κλίμακος θορών, ἔθηκʼ ἀδελφὴν ἐντὸς εὐσήμου νεώς, τό τʼ οὐρανοῦ πέσημα, τῆς Διὸς κόρηςἄγαλμα. ναὸς δʼ ἐκ μέσης ἐφθέγξατοβοή τις· ὦ γῆς Ἑλλάδος ναῦται, νεὼςλάβεσθε κώπαις ῥόθιά τʼ ἐκλευκαίνετε· ἔχομεν γὰρ ὧνπερ οὕνεκʼ ἄξενον πόρονΣυμπληγάδων ἔσωθεν εἰσεπλεύσαμεν.
1.47
1390οἳ δὲ στεναγμὸν ἡδὺν ἐκβρυχώμενοιἔπαισαν ἅλμην. ναῦς δʼ, ἕως μὲν ἐντὸς ἦνλιμένος, ἐχώρει στόμια, διαπερῶσα δὲλάβρῳ κλύδωνι συμπεσοῦσʼ ἠπείγετο· δεινὸς γὰρ ἐλθὼν ἄνεμος ἐξαίφνης νεὼςὠθεῖ παλίμπρυμνʼ ἱστίʼ· οἳ δʼ ἐκαρτέρουνπρὸς κῦμα λακτίζοντες· ἐς δὲ γῆν πάλινκλύδων παλίρρους ἦγε ναῦν. σταθεῖσα δὲἈγαμέμνονος παῖς ηὔξατʼ· ὦ Λητοῦς κόρησῷσόν με τὴν σὴν ἱερέαν πρὸς Ἑλλάδαἐκ βαρβάρου γῆς καὶ κλοπαῖς σύγγνωθʼ ἐμαῖς. φιλεῖς δὲ καὶ σὺ σὸν κασίγνητον, θεά· φιλεῖν δὲ κἀμὲ τοὺς ὁμαίμονας δόκει. ναῦται δʼ ἐπευφήμησαν εὐχαῖσιν κόρηςπαιᾶνα, γυμνὰς ἐκ πέπλων ἐπωμίδαςκώπῃ προσαρμόσαντες ἐκ κελεύσματος. μᾶλλον δὲ μᾶλλον πρὸς πέτρας ᾔει σκάφος· χὣ μέν τις ἐς θάλασσαν ὡρμήθη ποσίν, ἄλλος δὲ πλεκτὰς ἐξανῆπτεν ἀγκύλας. κἀγὼ μὲν εὐθὺς πρὸς σὲ δεῦρʼ ἀπεστάλην, σοὶ τὰς ἐκεῖθεν σημανῶν, ἄναξ, τύχας. ἀλλʼ ἕρπε, δεσμὰ καὶ βρόχους λαβὼν χεροῖν· εἰ μὴ γὰρ οἶδμα νήνεμον γενήσεται, οὐκ ἔστιν ἐλπὶς τοῖς ξένοις σωτηρίας. πόντου δʼ ἀνάκτωρ Ἴλιόν τʼ ἐπισκοπεῖσεμνὸς Ποσειδῶν, Πελοπίδαις ἐναντίος, καὶ νῦν παρέξει τὸν Ἀγαμέμνονος γόνονσοὶ καὶ πολίταις, ὡς ἔοικεν, ἐν χεροῖνλαβεῖν, ἀδελφήν θʼ, ἣ φόνον τὸν Αὐλίδιἀμνημόνευτον θεᾷ προδοῦσʼ ἁλίσκεται. Χορόςὦ τλῆμον Ἰφιγένεια, συγγόνου μέταθανῇ πάλιν μολοῦσα δεσποτῶν χέρας. Θόαςὦ πάντες ἀστοὶ τῆσδε βαρβάρου χθονός, οὐκ εἶα πώλοις ἐμβαλόντες ἡνίαςπαράκτιοι δραμεῖσθε κἀκβολὰς νεὼςἙλληνίδος δέξεσθε, σὺν δὲ τῇ θεῷσπεύδοντες ἄνδρας δυσσεβεῖς θηράσετε, οἳ δʼ ὠκυπομποὺς ἕλξετʼ ἐς πόντον πλάτας; ὡς ἐκ θαλάσσης ἔκ τε γῆς ἱππεύμασιλαβόντες αὐτοὺς ἢ κατὰ στύφλου πέτραςῥίψωμεν, ἢ σκόλοψι πήξωμεν δέμας. ὑμᾶς δὲ τὰς τῶνδʼ ἴστορας βουλευμάτων, γυναῖκες, αὖθις, ἡνίκʼ ἂν σχολὴν λάβω, ποινασόμεσθα· νῦν δὲ τὴν προκειμένηνσπουδὴν ἔχοντες οὐ μενοῦμεν ἥσυχοι.
1.48
1435Ἀθήναποῖ ποῖ διωγμὸν τόνδε πορθμεύεις, ἄναξΘόας; ἄκουσον τῆσδʼ Ἀθηναίας λόγους. παῦσαι διώκων ῥεῦμά τʼ ἐξορμῶν στρατοῦ· πεπρωμένος γὰρ θεσφάτοισι Λοξίουδεῦρʼ ἦλθʼ Ὀρέστης, τόν τʼ Ἐρινύων χόλονφεύγων ἀδελφῆς τʼ Ἄργος ἐσπέμψων δέμαςἄγαλμά θʼ ἱερὸν εἰς ἐμὴν ἄξων χθόνα, τῶν νῦν παρόντων πημάτων ἀναψυχάς. πρὸς μὲν σὲ ὅδʼ ἡμῖν μῦθος· ὃν δʼ ἀποκτενεῖνδοκεῖς Ὀρέστην ποντίῳ λαβὼν σάλῳ, ἤδη Ποσειδῶν χάριν ἐμὴν ἀκύμοναπόντου τίθησι νῶτα πορθμεύειν πλάτῃ. μαθὼν δʼ, Ὀρέστα, τὰς ἐμὰς ἐπιστολάς— κλύεις γὰρ αὐδὴν καίπερ οὐ παρὼν θεᾶς— χώρει λαβὼν ἄγαλμα σύγγονόν τε σήν. ὅταν δʼ Ἀθήνας τὰς θεοδμήτους μόλῃς, χῶρός τις ἔστιν Ἀτθίδος πρὸς ἐσχάτοιςὅροισι, γείτων δειράδος Καρυστίας, ἱερός, Ἁλάς νιν οὑμὸς ὀνομάζει λεώς· ἐνταῦθα τεύξας ναὸν ἵδρυσαι βρέτας, ἐπώνυμον γῆς Ταυρικῆς πόνων τε σῶν, οὓς ἐξεμόχθεις περιπολῶν καθʼ Ἑλλάδαοἴστροις Ἐρινύων. Ἄρτεμιν δέ νιν βροτοὶτὸ λοιπὸν ὑμνήσουσι Ταυροπόλον θεάν. νόμον τε θὲς τόνδʼ· ὅταν ἑορτάζῃ λεώς, τῆς σῆς σφαγῆς ἄποινʼ ἐπισχέτω ξίφοςδέρῃ πρὸς ἀνδρὸς αἷμά τʼ ἐξανιέτω, ὁσίας ἕκατι θεά θʼ ὅπως τιμὰς ἔχῃ. σὲ δʼ ἀμφὶ σεμνάς, Ἰφιγένεια, κλίμακαςΒραυρωνίας δεῖ τῇδε κλῃδουχεῖν θεᾷ· οὗ καὶ τεθάψῃ κατθανοῦσα, καὶ πέπλωνἄγαλμά σοι θήσουσιν εὐπήνους ὑφάς, ἃς ἂν γυναῖκες ἐν τόκοις ψυχορραγεῖςλίπωσʼ ἐν οἴκοις. τάσδε δʼ ἐκπέμπειν χθονὸςἙλληνίδας γυναῖκας ἐξεφίεμαιγνώμης δικαίας οὕνεκʼ⋯ ἐκσῴσασα δὲκαὶ πρίν σʼ Ἀρείοις ἐν πάγοις ψήφους ἴσαςκρίνασʼ, Ὀρέστα· καὶ νόμισμʼ ἔσται τόδε, νικᾶν ἰσήρεις ὅστις ἂν ψήφους λάβῃ. ἀλλʼ ἐκκομίζου σὴν κασιγνήτην χθονός, Ἀγαμέμνονος παῖ.— καὶ σὺ μὴ θυμοῦ, Θόας.
1.49
1475Θόαςἄνασσʼ Ἀθάνα, τοῖσι τῶν θεῶν λόγοιςὅστις κλύων ἄπιστος, οὐκ ὀρθῶς φρονεῖ. ἐγὼ δʼ Ὀρέστῃ τʼ, εἰ φέρων βρέτας θεᾶςβέβηκʼ, ἀδελφῇ τʼ οὐχὶ θυμοῦμαι· τί γὰρπρὸς τοὺς σθένοντας θεοὺς ἁμιλλᾶσθαι καλόν; ἴτωσαν ἐς σὴν σὺν θεᾶς ἀγάλματιγαῖαν, καθιδρύσαιντό τʼ εὐτυχῶς βρέτας. πέμψω δὲ καὶ τάσδʼ Ἑλλάδʼ εἰς εὐδαίμοναγυναῖκας, ὥσπερ σὸν κέλευσμʼ ἐφίεται. παύσω δὲ λόγχην ἣν ἐπαίρομαι ξένοιςναῶν τʼ ἐρετμά, σοὶ τάδʼ ὡς δοκεῖ, θεά. Ἀθήνααἰνῶ· τὸ γὰρ χρεὼν σοῦ τε καὶ θεῶν κρατεῖ. ἴτʼ, ὦ πνοαί, ναυσθλοῦσθε τὸν Ἀγαμέμνονοςπαῖδʼ εἰς Ἀθήνας· συμπορεύσομαι δʼ ἐγὼσῴζουσʼ ἀδελφῆς τῆς ἐμῆς σεμνὸν βρέτας.
1.50
1490Χορόςἴτʼ ἐπʼ εὐτυχίᾳ τῆς σῳζομένηςμοίρας εὐδαίμονες ὄντες. ἀλλʼ, ὦ σεμνὴ παρά τʼ ἀθανάτοιςκαὶ παρὰ θνητοῖς, Παλλὰς Ἀθάνα, δράσομεν οὕτως ὡς σὺ κελεύεις. μάλα γὰρ τερπνὴν κἀνέλπιστονφήμην ἀκοαῖσι δέδεγμαι.——— ὦ μέγα σεμνὴ Νίκη, τὸν ἐμὸνβίοτον κατέχοιςκαὶ μὴ λήγοις στεφανοῦσα.