Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Rhesus
EuripidesRhesus 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1Χορός— Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους. τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως, ἢ τευχοφόρων;— δέξαιτο νέων κληδόνα μύθων, οἳ τετράμοιρον νυκτὸς φυλακὴνπάσης στρατιᾶς προκάθηνται.— ὄρθου κεφαλὴν πῆχυν ἐρείσας, λῦσον βλεφάρων γοργωπὸν ἕδραν, λεῖπε χαμεύνας φυλλοστρώτους, Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι. Ἕκτωρτίς ὅδʼ; ἦ φίλιος φθόγγος· τίς ἀνήρ; τί τὸ σῆμα; θρόει· τίνες ἐκ νυκτῶν τὰς ἡμετέραςκοίτας πλάθουσʼ; ἐνέπειν χρή. Χορόςφύλακες στρατιᾶς. Ἕκτωρτί φέρῃ θορύβῳ; Χορόςθάρσει. Ἕκτωρθαρσῶ. μῶν τις λόχος ἐκ νυκτῶν; Χορόςοὐκ ἔστι. Ἕκτωρτί σὺ γὰρφυλακὰς προλιπὼν κινεῖς στρατιάν, εἰ μή τινʼ ἔχων νυκτηγορίαν; οὐκ οἶσθα δορὸς πέλας Ἀργείουνυχίαν ἡμᾶςκοίταν πανόπλους κατέχοντας;
1.2
23Χορός— ὁπλίζου χέρα· συμμάχων, Ἕκτορ, βᾶθι πρὸς εὐνάς, ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον, ἁρμόσατε ψαλίοις ἵππους.— τίς εἶσʼ ἐπὶ Πανθοΐδαν, ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;— ποῦ σφαγίων ἔφοροι;— ποῦ δὲ γυμνήτων μόναρχοιτοξοφόροι τε Φρυγῶν;— ζεύγνυτε κερόδετα τόξα νευραῖς.
1.3
34Ἕκτωρτὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν, τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς. ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷμάστιγι φοβῇ; φυλακὰς δὲ λιπὼνκινεῖς στρατιάν. τί θροεῖς; τί σε φῶνέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼνοὐδὲν τρανῶς ἀπέδειξας.
1.4
41Χορός— πύρʼ αἴθει στρατὸς Ἀργόλας, Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν, διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά. πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸςἐννύχιος θορύβῳ σκηνάν, νέαν τινʼ ἐφιέμενοιβάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθηναυσιπόρος στρατιά. σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον, ἤλυθον ἄγγελος, ὡςμήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.
1.5
52Ἕκτωρἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον· ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃλαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴνμέλλουσι· σαίνει μʼ ἔννυχος φρυκτωρία. ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισαςθοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸνσύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί. εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίουλαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ, πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖνκτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί. κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ· ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότεςμάντεις ἔπεισαν ἡμέρας μεῖναι φάοςκἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν. οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόωνβουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει. ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷτεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου, ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπινῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ, οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοιΦρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν. ΧορόςἝκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον· ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς. Ἕκτωρτίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν; Χορόςοὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί. Ἕκτωρπάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε. Χορόςοὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς. Ἕκτωροὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός. Χορόςσὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει. Ἕκτωρἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.
1.6
85Χορόςκαὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸςστείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι. ΑἰνείαςἝκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸντὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳνυκτηγοροῦσι καὶ κεκίνηται· στρατός; ἝκτωρΑἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν. Αἰνείαςτί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεταιδόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην; Ἕκτωρφεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν. Αἰνείαςτί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον; Ἕκτωραἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός· καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον, ἀλλʼ ἐκκέαντες πύρσʼ ἐπʼ εὐσέλμων νεῶνφυγῇ πρὸς οἴκους τῆσδʼ ἀφορμήσειν χθονός. Αἰνείαςσὺ δʼ ὡς τί δράσων πρὸς τάδʼ ὁπλίζῃ χέρας; Ἕκτωρφεύγοντας αὐτοὺς κἀπιθρῴσκοντας νεῶνλόγχῃ καθέξω κἀπικείσομαι βαρύς· αἰσχρὸν γὰρ ἡμῖν, καὶ πρὸς αἰσχύνῃ κακόν, θεοῦ διδόντος πολεμίους ἄνευ μάχηςφεύγειν ἐᾶσαι πολλὰ δράσαντας κακά. Αἰνείαςεἴθʼ ἦσθʼ ἀνὴρ εὔβουλος ὡς δρᾶσαι χερί. ἀλλʼ οὐ γὰρ αὑτὸς πάντʼ ἐπίστασθαι βροτῶνπέφυκεν· ἄλλῳ δʼ ἄλλο πρόσκειται γέρας, σὲ μὲν μάχεσθαι, τοὺς δὲ βουλεύειν καλῶς· ὅστις πυρὸς λαμπτῆρας ἐξήρθης κλύωνφλέγειν Ἀχαιούς, καὶ στρατὸν μέλλεις ἄγειντάφρους ὑπερβὰς νυκτὸς ἐν καταστάσει. καίτοι περάσας κοῖλον αὐλώνων βάθος, εἰ μὴ κυρήσεις πολεμίους ἀπὸ χθονὸςφεύγοντας, ἀλλὰ σὸν βλέποντας ἐς δόρυ, νικώμενος μὲν οὔτι μὴ μόλῃς πάλιν· πῶς γὰρ περάσει σκόλοπας ἐν τροπῇ στρατός; πῶς δʼ αὖ γεφύρας διαβαλοῦσʼ ἱππηλάται, ἢν ἆρα μὴ θραύσαντες ἀντύγων χνόας; νικῶν δʼ ἔφεδρον παῖδʼ ἔχεις τὸν Πηλέως, ὅς σʼ οὐκ ἐάσει ναυσὶν ἐμβαλεῖν φλόγα, οὐδʼ ὧδʼ Ἀχαιούς, ὡς δοκεῖς, ἀναρπάσαι. αἴθων γὰρ ἁνὴρ καὶ πεπύργωται χερί. ἀλλὰ στρατὸν μὲν ἥσυχον παρʼ ἀσπίδαςεὕδειν ἐῶμεν ἐκ κόπων ἀρειφάτων, κατάσκοπον δὲ πολεμίων, ὃς ἂν θέλῃ, πέμπειν δοκεῖ μοι· κἂν μὲν αἴρωνται φυγήν, στείχοντες ἐμπέσωμεν Ἀργείων στρατῷ· εἰ δʼ ἐς δόλον τινʼ ἥδʼ ἄγει φρυκτωρία, μαθόντες ἐχθρῶν μηχανὰς κατασκόπουβουλευσόμεσθα· τήνδʼ ἔχω γνώμην, ἄναξ.
1.7
131Χορόςτάδε δοκεῖ, τάδε μεταθέμενος νόει. σφαλερὰ δʼ οὐ φιλῶ στρατηγῶν κράτη. τί γὰρ ἄμεινον ἢταχυβάταν νεῶν κατόπταν μολεῖνπέλας ὅ τί ποτʼ ἄρα δαΐοιςπυρὰ κατʼ ἀντίπρῳρα ναυστάθμων δαίεται;
1.8
137Ἕκτωρνικᾶτʼ, ἐπειδὴ πᾶσιν ἁνδάνει τάδε. στείχων δὲ κοίμα συμμάχους· τάχʼ ἂν στρατὸςκινοῖτʼ ἀκούσας νυκτέρους ἐκκλησίας. ἐγὼ δὲ πέμψω πολεμίων κατάσκοπον. κἂν μέν τινʼ ἐχθρῶν μηχανὴν πυθώμεθα, σὺ πάντʼ ἀκούσῃ καὶ παρὼν εἴσῃ λόγον· ἐὰν δʼ ἀπαίρωσʼ ἐς φυγὴν ὁρμώμενοι, σάλπιγγος αὐδὴν προσδοκῶν καραδόκει, ὡς οὐ μενοῦντά μʼ· ἀλλὰ προσμείξω νεῶνὁλκοῖσι νυκτὸς τῆσδʼ ἐπʼ Ἀργείων στρατῷ. Αἰνείαςπέμφʼ ὡς τάχιστα· νῦν γὰρ ἀσφαλῶς φρονεῖς. σὺν σοὶ δʼ ἔμʼ ὄψῃ καρτεροῦνθʼ, ὅταν δέῃ. Ἕκτωρτίς δῆτα Τρώων οἳ πάρεισιν ἐν λόγῳθέλει κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν; τίς ἂν γένοιτο τῆσδε γῆς εὐεργέτης; τίς φησιν; οὔτοι πάντʼ ἐγὼ δυνήσομαιπόλει πατρῴᾳ συμμάχοις θʼ ὑπηρετεῖν. Δόλωνἐγὼ πρὸ γαίας τόνδε κίνδυνον θέλωῥίψας κατόπτης ναῦς ἐπʼ Ἀργείων μολεῖν, καὶ πάντʼ Ἀχαιῶν ἐκμαθὼν βουλεύματαἥξω· ἐπὶ τούτοις τόνδʼ ὑφίσταμαι πόνον. Ἕκτωρἐπώνυμος μὲν κάρτα καὶ φιλόπτολιςΔόλων· πατρὸς δὲ καὶ πρὶν εὐκλεᾶ δόμοννῦν δὶς τόσως ἔθηκας εὐκλεέστερον. Δόλωνοὐκοῦν πονεῖν μὲν χρή, πονοῦντα δʼ ἄξιονμισθὸν φέρεσθαι. παντὶ γὰρ προσκείμενονκέρδος πρὸς ἔργῳ τὴν χάριν τίκτει διπλῆν.
1.9
164Ἕκτωρναί, καὶ δίκαια ταῦτα κοὐκ ἄλλως λέγω. τάξαι δὲ μισθόν, πλὴν ἐμῆς τυραννίδος. Δόλωνοὐ σῆς ἐρῶμεν πολιόχου τυραννίδος. Ἕκτωρσὺ δʼ ἀλλὰ γήμας Πριαμιδῶν γαμβρὸς γενοῦ. Δόλωνοὐδʼ ἐξ ἐμαυτοῦ μειζόνων γαμεῖν θέλω. Ἕκτωρχρυσὸς πάρεστιν, εἰ τόδʼ αἰτήσεις γέρας. Δόλωνἀλλʼ ἔστʼ ἐν οἴκοις· οὐ βίου σπανίζομεν. Ἕκτωρτί δῆτα χρῄζεις ὧν κέκευθεν Ἴλιος; Δόλωνἑλὼν Ἀχαιοὺς δῶρά μοι ξυναίνεσον. Ἕκτωρδώσω· σὺ δʼ αἴτει πλὴν στρατηλάτας νεῶν. Δόλωνκτεῖνʼ, οὔ σʼ ἀπαιτῶ Μενέλεω σχέσθαι χέρα. Ἕκτωροὐ μὴν τὸν Ἰλέως παῖδά μʼ ἐξαιτῇ λαβεῖν; Δόλωνκακαὶ γεωργεῖν χεῖρες εὖ τεθραμμέναι. Ἕκτωρτίνʼ οὖν Ἀχαιῶν ζῶντʼ ἀποινᾶσθαι θέλεις; Δόλωνκαὶ πρόσθεν εἶπον· ἔστι χρυσὸς ἐν δόμοις. Ἕκτωρκαὶ μὴν λαφύρων γʼ αὐτὸς αἱρήσῃ παρών. Δόλωνθεοῖσιν αὐτὰ πασσάλευε πρὸς δόμοις. Ἕκτωρτί δῆτα μεῖζον τῶνδέ μʼ αἰτήσεις γέρας; Δόλωνἵππους Ἀχιλλέως· χρὴ δʼ ἐπʼ ἀξίοις πονεῖνψυχὴν προβάλλοντʼ ἐν κύβοισι δαίμονος. Ἕκτωρκαὶ μὴν ἐρῶντί γʼ ἀντερᾷς ἵππων ἐμοί· ἐξ ἀφθίτων γὰρ ἄφθιτοι πεφυκότεςτὸν Πηλέως φέρουσι θούριον γόνον· δίδωσι δʼ αὐτοὺς πωλοδαμνήσας ἄναξΠηλεῖ Ποσειδῶν, ὡς λέγουσι, πόντιος. ἀλλʼ οὔ σʼ ἐπάρας ψεύσομαι· δώσω δέ σοι, κάλλιστον οἴκοις κτῆμʼ, Ἀχιλλέως ὄχον. Δόλωναἰνῶ· λαβὼν δʼ ἄν φημι κάλλιστον Φρυγῶνδῶρον δέχεσθαι τῆς ἐμῆς εὐσπλαγχνίας. σὲ δʼ οὐ φθονεῖν χρή· μυρίʼ ἔστιν ἄλλα σοι, ἐφʼ οἷσι τέρψῃ τῆσδʼ ἀριστεύων χθονός.
1.10
195Χορόςμέγας ἀγών, μεγάλα δʼ ἐπινοεῖς ἑλεῖν· μακάριός γε μὴν κυρήσας ἔσῃ. πόνος ὅδʼ εὐκλεής· μέγα δὲ κοιράνοισι γαμβρὸν πέλειν. τὰ θεόθεν ἐπιδέτω Δίκα, τὰ δὲ παρʼ ἀνδράσιν τέλειά σοι φαίνεται.
1.11
201Δόλωνστείχοιμʼ ἄν· ἐλθὼν δʼ ἐς δόμους ἐφέστιοςσκευῇ πρεπόντως σῶμʼ ἐμὸν καθάψομαι, κἀκεῖθεν ἥσω ναῦς ἐπʼ Ἀργείων πόδα. Χορόςἐπεὶ τίνʼ ἄλλην ἀντὶ τῆσδʼ ἕξεις στολήν; Δόλωνπρέπουσαν ἔργῳ κλωπικοῖς τε βήμασι. Χορόςσοφοῦ παρʼ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν· λέξον, τίς ἔσται τοῦδε σώματος σαγή; Δόλωνλύκειον ἀμφὶ νῶτʼ ἐνάψομαι δορὰνκαὶ χάσμα θηρὸς ἀμφʼ ἐμῷ θήσω κάρᾳ, βάσιν τε χερσὶ προσθίαν καθαρμόσαςκαὶ κῶλα κώλοις, τετράπουν μιμήσομαιλύκου κέλευθον πολεμίοις δυσεύρετον, τάφροις πελάζων καὶ νεῶν προβλήμασιν. ὅταν δʼ ἔρημον χῶρον ἐμβαίνω ποδί, δίβαμος εἶμι· τῇδε σύγκειται δόλος. Χορόςἀλλʼ εὖ σʼ ὁ Μαίας παῖς ἐκεῖσε καὶ πάλινπέμψειεν Ἑρμῆς, ὅς γε φηλητῶν ἄναξ. ἔχεις δὲ τοὔργον· εὐτυχεῖν μόνον σε δεῖ. Δόλωνσωθήσομαί γε καὶ κτανὼν Ὀδυσσέωςοἴσω κάρα σοι— σύμβολον δʼ ἔχων σαφὲςφήσεις Δόλωνα ναῦς ἐπʼ Ἀργείων μολεῖν— ἢ παῖδα Τυδέως· οὐδʼ ἀναιμάκτῳ χερὶἥξω πρὸς οἴκους πρὶν φάος μολεῖν χθόνα.
1.12
224ΧορόςΘυμβραῖε καὶ Δάλιε καὶ Λυκίαςναὸν ἐμβατεύωνἌπολλον, ὦ δία κεφαλά, μόλε τοξή- ρης, ἱκοῦ ἐννύχιοςκαὶ γενοῦ σωτήριος ἀνέρι πομπᾶςἁγεμὼν καὶ ξύλλαβε Δαρδανίδαις, ὦ παγκρατές, ὦ Τροΐαςτείχη παλαιὰ δείμας.
1.13
233Χορόςμόλοι δὲ ναυκλήρια, καὶ στρατιᾶςἙλλάδος διόπταςἵκοιτο, καὶ κάμψειε πάλιν θυμέλας οἴ- κων πατρὸς Ἰλιάδας. Φθιάδων δʼ ἵππων ποτʼ ἐπʼ ἄντυγα βαίη, δεσπότου πέρσαντος Ἀχαιὸν Ἄρη, τὰς πόντιος ΑἰακίδᾳΠηλεῖ δίδωσι δαίμων.
1.14
242Χορόςἐπεὶ πρό τʼ οἴκων πρό τε γᾶς ἔτλα μόνοςναύσταθμα βὰς κατιδεῖν· ἄγαμαιλήματος· ἦ σπανία τιςτῶν ἀγαθῶν, ὅταν ᾖδυσάλιος ἐν πελάγεικαὶ σαλεύῃπόλις. ἔστι Φρυγῶν τις ἔστιν ἄλκιμος· ἔνι δὲ θράσος ἐν αἰχ- μᾷ· πόθι Μυσῶν ὃς ἐμὰνσυμμαχίαν ἀτίζει;
1.15
254Χορόςτίνʼ ἄνδρʼ Ἀχαιῶν ὁ πεδοστιβὴς σφαγεὺςοὐτάσει ἐν κλισίαις, τετράπουνμῖμον ἔχων ἐπιγαίουθηρός; ἕλοι Μενέλαν, κτανὼν δʼ Ἀγαμεμνόνιονκρᾶτʼ ἐνέγκοιἙλένᾳ κακόγαμβρον ἐς χέρας γόον, ὃς ἐπὶ πόλιν, ὃς ἐπὶγᾶν Τροΐαν χιλιόναυνἤλυθʼ ἔχων στρατείαν.
1.16
264Ἄγγελος Ποιμήνἄναξ, τοιούτων δεσπόταισιν ἄγγελοςεἴην τὸ λοιπὸν οἷά σοι φέρω μαθεῖν. Ἕκτωρἦ πόλλʼ ἀγρώταις σκαιὰ πρόσκειται φρενί· καὶ γὰρ σὺ ποίμνας δεσπόταις τευχεσφόροιςἥκειν ἔοικας ἀγγελῶν ἵνʼ οὐ πρέπει. οὐκ οἶσθα δῶμα τοὐμὸν ἢ θρόνους πατρός, οἷ χρῆν γεγωνεῖν σʼ εὐτυχοῦντα ποίμνια; Ἄγγελοςσκαιοὶ βοτῆρές ἐσμεν· οὐκ ἄλλως λέγω. ἀλλʼ οὐδὲν ἧσσον σοι φέρω κεδνοὺς λόγους. Ἕκτωρπαῦσαι λέγων μοι τὰς προσαυλείους τύχας· μάχας πρὸ χειρῶν καὶ δόρη βαστάζομεν. Ἄγγελοςτοιαῦτα κἀγὼ σημανῶν ἐλήλυθα· ἀνὴρ γὰρ ἀλκῆς μυρίας στρατηλατῶνστείχει φίλος σοὶ σύμμαχός τε τῇδε γῇ. Ἕκτωρποίας πατρῴας γῆς ἐρημώσας πέδον; ἌγγελοςΘρῄκης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται. ἝκτωρῬῆσον τιθέντʼ ἔλεξας ἐν Τροίᾳ πόδα; Ἄγγελοςἔγνως· λόγου δὲ δὶς τόσου μʼ ἐκούφισας. Ἕκτωρκαὶ πῶς πρὸς Ἴδης ὀργάδας πορεύεται, πλαγχθεὶς πλατείας πεδιάδος θʼ ἁμαξιτοῦ;
1.17
284Ἄγγελοςοὐκ οἶδʼ ἀκριβῶς· εἰκάσαι γε μὴν πάρα. νυκτὸς γὰρ οὔτι φαῦλον ἐμβαλεῖν στρατόν, κλύοντα πλήρη πεδία πολεμίας χερός. φόβον δʼ ἀγρώσταις, οἳ κατʼ Ἰδαῖον λέπαςοἰκοῦμεν αὐτόρριζον ἑστίαν χθονός, παρέσχε δρυμὸν νυκτὸς ἔνθηρον μολών. πολλῇ γὰρ ἠχῇ Θρῄκιος ῥέων στρατὸςἔστειχε· θάμβει δʼ ἐκπλαγέντες ἵεμενποίμνας πρὸς ἄκρας, μή τις Ἀργείων μόλῃλεηλατήσων καὶ σὰ πορθήσων σταθμά, πρὶν δὴ διʼ ὤτων γῆρυν οὐχ Ἑλληνικὴνἐδεξάμεσθα καὶ μετέστημεν φόβου. στείχων δʼ ἄνακτος προυξερευνητὰς ὁδοῦἀνιστόρησα Θρῃκίοις προσφθέγμασι, Τίς ὁ στρατηγὸς καὶ τίνος κεκλημένοςστείχει πρὸς ἄστυ Πριαμίδαισι σύμμαχος; καὶ πάντʼ ἀκούσας ὧν ἐφιέμην μαθεῖν, ἔστην· ὁρῶ δὲ Ῥῆσον ὥστε δαίμοναἑστῶτʼ ἐν ἵπποις Θρῃκίοις τʼ ὀχήμασι. χρυσῆ δὲ πλάστιγξ αὐχένα ζυγηφόρονπώλων ἔκλῃε χιόνος ἐξαυγεστέρων. πέλτη δʼ ἐπʼ ὤμων χρυσοκολλήτοις τύποιςἔλαμπε· Γοργὼν δʼ ὡς ἐπʼ αἰγίδος θεᾶςχαλκῆ μετώποις ἱππικοῖσι πρόσδετοςπολλοῖσι σὺν κώδωσιν ἐκτύπει φόβον. στρατοῦ δὲ πλῆθος οὐδʼ ἂν ἐν ψήφου λόγῳθέσθαι δυναίμην, ὡς ἄπλατον ἦν ἰδεῖν, πολλοὶ μὲν ἱππῆς, πολλὰ πελταστῶν τέλη, πολλοὶ δʼ ἀτράκτων τοξόται, πολὺς δʼ ὄχλοςγυμνὴς ὁμαρτῇ, Θρῃκίαν ἔχων στολήν. τοιόσδε Τροίᾳ σύμμαχος πάρεστʼ ἀνήρ, ὃν οὔτε φεύγων οὔθʼ ὑποσταθεὶς δορὶὁ Πηλέως παῖς ἐκφυγεῖν δυνήσεται. Χορόςὅταν πολίταις εὐσταθῶσι δαίμονες, ἕρπει κατάντης ξυμφορὰ πρὸς τἀγαθά.
1.18
319Ἕκτωρπολλούς, ἐπειδὴ τοὐμὸν εὐτυχεῖ δόρυκαὶ Ζεὺς πρὸς ἡμῶν ἐστιν, εὑρήσω φίλους. ἀλλʼ οὐδὲν αὐτῶν δεόμεθʼ, οἵτινες πάλαιμὴ ξυμπονοῦσιν, ἡνίκʼ ἐξώστης Ἄρηςἔθραυε λαίφη τῆσδε γῆς μέγας πνέων. Ῥῆσος δʼ ἔδειξεν οἷος ἦν Τροίᾳ φίλος· ἥκει γὰρ ἐς δαῖτʼ, οὐ παρὼν κυνηγέταιςαἱροῦσι λείαν οὐδὲ συγκαμὼν δορί. Χορόςὀρθῶς ἀτίζεις κἀπίμομφος εἶ φίλοις· δέχου δὲ τοὺς θέλοντας ὠφελεῖν πόλιν. Ἕκτωρἀρκοῦμεν οἱ σῴζοντες Ἴλιον πάλαι. Χορόςπέποιθας ἤδη πολεμίους ᾑρηκέναι; Ἕκτωρπέποιθα· δείξει τοὐπιὸν σέλας θεοῦ. Χορόςὅρα τὸ μέλλον· πόλλʼ ἀναστρέφει θεός. Ἕκτωρμισῶ φίλοισιν ὕστερον βοηδρομεῖν. ὃ δʼ οὖν, ἐπείπερ ἦλθε, σύμμαχος μὲν οὔ, ξένος δὲ πρὸς τράπεζαν ἡκέτω ξένων· χάρις γὰρ αὐτῷ Πριαμιδῶν διώλετο. Χορόςἄναξ, ἀπωθεῖν συμμάχους ἐπίφθονον. Ἄγγελοςφόβος γένοιτʼ ἂν πολεμίοις ὀφθεὶς μόνον. Ἕκτωρσύ τʼ εὖ παραινεῖς καὶ σὺ καιρίως σκοπεῖς. ὁ χρυσοτευχὴς δʼ οὕνεκʼ ἀγγέλου λόγωνῬῆσος παρέστω τῇδε σύμμαχος χθονί.
1.19
342ΧορόςἈδράστεια μὲν ἁ Διὸςπαῖς εἴργοι στομάτων φθόνον· φράσω γὰρ δὴ ὅσον μοι ψυχᾷπροσφιλές ἐστιν εἰπεῖν. ἥκεις, ὦ ποταμοῦ παῖ, ἥκεις, ἐπλάθης Φιλίου πρὸς αὐλὰνἀσπαστός, ἐπεί σε χρόνῳΠιερὶς μάτηρ ὅ τε καλλιγέφυ- ρος ποταμὸς πορεύει
1.20
351ΧορόςΣτρυμών, ὅς ποτε τᾶς μελῳ- δοῦ Μούσας διʼ ἀκηράτωνδινηθεὶς ὑδροειδὴς κόλπωνσὰν ἐφύτευσεν ἥβαν. σύ μοι Ζεὺς ὁ φαναῖοςἥκεις διφρεύων βαλιαῖσι πώλοις. νῦν, ὦ πατρὶς ὦ Φρυγία, ξὺν θεῷ νῦν σοι τὸν ἐλευθέριονΖῆνα πάρεστιν εἰπεῖν.
1.21
360Χορόςἆρά ποτʼ αὖθις ἁ παλαιὰ Τροΐατοὺς προπότας παναμερεύ- σει θιάσους ἐρώτωνψαλμοῖσι καὶ κυλίκων οἰνοπλανή- τοις ὑποδεξίαις ἁμίλ- λαις κατὰ πόντον ἈτρειδᾶνΣπάρταν οἰχομένωνἸλιάδος παρʼ ἀκτᾶς; ὦ φίλος, εἴθε μοισᾷ χερὶ καὶ σῷ δορὶ πρά- ξας τάδʼ ἐς οἶκον ἔλθοις.
1.22
370Χορόςἐλθέ, φάνηθι, τὰν ζάχρυσον προβαλοῦΠηλεΐδα κατʼ ὄμμα πέλ- ταν δοχμίαν πεδαίρωνσχιστὰν παρʼ ἄντυγα, πώλους ἐρεθί- ζων δίβολόν τʼ ἄκοντα πάλ- λων. σὲ γὰρ οὔτις ὑποστὰςἈργείας ποτʼ ἐν Ἥ- ρας δαπέδοις χορεύσει· ἀλλά νιν ἅδε γᾶκαπφθίμενον Θρῃκὶ μόρῳφίλτατον ἄχθος οἴσει.
1.23
380Χορός— ἰὼ ἰώ, μέγας ὦ βασιλεῦ. καλόν, ὦ Θρῄκη, σκύμνον ἔθρεψας πολίαρχον ἰδεῖν. ἴδε χρυσόδετον σώματος ἀλκήν, κλύε καὶ κόμπους κωδωνοκρότουςπαρὰ πορπάκων κελαδοῦντας. θεός, ὦ Τροία, θεός, αὐτὸς Ἄρηςὁ Στρυμόνιος πῶλος ἀοιδοῦΜούσης ἥκων καταπνεῖ σε.
1.24
388Ῥῆσοςχαῖρʼ, ἐσθλὸς ἐσθλοῦ παῖς, τύραννε τῆσδε γῆς, Ἕκτορ· παλαιᾷ σʼ ἡμέρᾳ προσεννέπω. χαίρω δέ σʼ εὐτυχοῦντα καὶ προσήμενονπύργοισιν ἐχθρῶν· συγκατασκάψων δʼ ἐγὼτείχη πάρειμι καὶ νεῶν πρήσων σκάφη. Ἕκτωρπαῖ τῆς μελῳδοῦ μητέρος Μουσῶν μιᾶςΘρῃκός τε ποταμοῦ Στρυμόνος, φιλῶ λέγειντἀληθὲς αἰεὶ κοὐ διπλοῦς πέφυκʼ ἀνήρ. πάλαι πάλαι χρῆν τῇδε συγκάμνειν χθονὶἐλθόντα, καὶ μὴ τοὐπί σʼ Ἀργείων ὕποΤροίαν ἐᾶσαι πολεμίῳ πεσεῖν δορί. οὐ γάρ τι λέξεις ὡς ἄκλητος ὢν φίλοιςοὐκ ἦλθες οὐδʼ ἤμυνας οὐδʼ ἐπεστράφης. τίς γάρ σε κῆρυξ ἢ γερουσία Φρυγῶνἐλθοῦσʼ ἀμύνειν οὐκ ἐπέσκηψεν πόλει; ποῖον δὲ δώρων κόσμον οὐκ ἐπέμψαμεν; σὺ δʼ ἐγγενὴς ὢν βάρβαρός τε βαρβάρουςἝλλησιν ἡμᾶς προύπιες τὸ σὸν μέρος. καίτοι σε μικρᾶς ἐκ τυραννίδος μέγανΘρῃκῶν ἄνακτα τῇδʼ ἔθηκʼ ἐγὼ χερί, ὅτʼ ἀμφὶ Πάγγαιόν τε Παιόνων τε γῆνΘρῃκῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμαἔρρηξα πέλτην, σοὶ δὲ δουλώσας λεὼνπαρέσχον· ὧν σὺ λακτίσας πολλὴν χάριν, φίλων νοσούντων ὕστερος βοηδρομεῖς. οἱ δʼ οὐδὲν ἡμῖν ἐν γένει πεφυκότες, πάλαι παρόντες, οἳ μὲν ἐν χωστοῖς τάφοιςκεῖνται πεσόντες, πίστις οὐ σμικρὰ πόλει, οἳ δʼ ἔν θʼ ὅπλοισι καὶ παρʼ ἱππείοις ὄχοιςψυχρὰν ἄησιν δίψιόν τε πῦρ θεοῦμένουσι καρτεροῦντες, οὐκ ἐν δεμνίοιςπυκνὴν ἄμυστιν ὡς σὺ δεξιούμενοι. ταῦθʼ, ὡς ἂν εἰδῇς Ἕκτορʼ ὄντʼ ἐλεύθερον, καὶ μέμφομαί σοι καὶ λέγω κατʼ ὄμμα σόν.
1.25
422Ῥῆσοςτοιοῦτός εἰμι καὐτός, εὐθεῖαν λόγωντέμνων κέλευθον, κοὐ διπλοῦς πέφυκʼ ἀνήρ. ἐγὼ δὲ μεῖζον ἢ σὺ τῆσδʼ ἀπὼν χθονὸςλύπῃ πρὸς ἧπαρ δυσφορῶν ἐτειρόμην· ἀλλʼ ἀγχιτέρμων γαῖά μοι, Σκύθης λεώς, μέλλοντι νόστον τὸν πρὸς Ἴλιον περᾶνξυνῆψε πόλεμον· Εὐξένου δʼ ἀφικόμηνπόντου πρὸς ἀκτάς, Θρῇκα πορθμεύσων στρατόν. ἔνθʼ αἱματηρὸς πέλανος ἐς γαῖαν Σκύθηςἠντλεῖτο λόγχῃ Θρῄξ τε συμμιγὴς φόνος. τοιάδε τοί μʼ ἀπεῖργε συμφορὰ πέδονΤροίας ἱκέσθαι σύμμαχόν τέ σοι μολεῖν. ἐπεὶ δʼ ἔπερσα, τῶνδʼ ὁμηρεύσας τέκνατάξας τʼ ἔτειον δασμὸν ἐς δόμους φέρειν, ἥκω περάσας ναυσὶ πόντιον στόμα, τὰ δʼ ἄλλα πεζὸς γῆς περῶν ὁρίσματα— οὐχ ὡς σὺ κομπεῖς τὰς ἐμὰς ἀμύστιδας, οὐδʼ ἐν ζαχρύσοις δώμασιν κοιμώμενος, ἀλλʼ οἷα πόντον Θρῄκιον φυσήματακρυσταλλόπηκτα Παιόνας τʼ ἐπεζάρει, ξὺν τοῖσδʼ ἄυπνος οἶδα τλὰς πορπάμασιν. ἀλλʼ ὕστερος μὲν ἦλθον, ἐν καιρῷ δʼ ὅμως· σὺ μὲν γὰρ ἤδη δέκατον αἰχμάζεις ἔτοςκοὐδὲν περαίνεις, ἡμέραν δʼ ἐξ ἡμέραςπίπτεις κυβεύων τὸν πρὸς Ἀργείους Ἄρη· ἐμοὶ δὲ φῶς ἓν ἡλίου καταρκέσειπέρσαντι πύργους ναυστάθμοις ἐπεσπεσεῖνκτεῖναί τʼ Ἀχαιούς· θατέρᾳ δʼ ἀπʼ Ἰλίουπρὸς οἶκον εἶμι, συντεμὼν τοὺς σοὺς πόνους, ὑμῶν δὲ μή τις ἀσπίδʼ ἄρηται χερί· ἐγὼ γὰρ ἕξω τοὺς μέγʼ αὐχοῦντας δορὶπέρσας Ἀχαιούς, καίπερ ὕστερος μολών.
1.26
454Χορόςἰὼ ἰώ. φίλα θροεῖς, φίλος Διόθεν εἶ· μόνονφθόνον ἄμαχον ὕπατοςΖεὺς θέλοι ἀμφὶ σοῖς λόγοισιν εἴργειν. τὸ δὲ νάιον Ἀργόθεν δόρυοὔτε πρίν τινʼ οὔτε νῦνἀνδρῶν ἐπόρευσε σέθεν κρείσσω. πῶς μοιἈχιλεὺς τὸ σὸν ἔγχος ἂν δύναιτο, πῶς δʼ Αἴας ὑπομεῖναι; εἰ γὰρ ἐγὼ τόδʼ ἦμαρ εἰσίδοιμʼ, ἄναξ, ὅτῳ πολυφόνουχειρὸς ἀποινάσαιο λόγχᾳ.
1.27
467Ῥῆσοςτοιαῦτα μέν σοι τῆς μακρᾶς ἀπουσίαςπρᾶξαι παρέξω— σὺν δʼ Ἀδραστείᾳ λέγω— ἐπειδἂν ἐχθρῶν τήνδʼ ἐλευθέραν πόλινθῶμεν θεοῖσί τʼ ἀκροθίνιʼ ἐξέλῃς, ξὺν σοὶ στρατεύειν γῆν ἐπʼ Ἀργείων θέλωκαὶ πᾶσαν ἐλθὼν Ἑλλάδʼ ἐκπέρσαι δορί, ὡς ἂν μάθωσιν ἐν μέρει πάσχειν κακῶς. Ἕκτωρεἰ τοῦ παρόντος τοῦδʼ ἀπαλλαχθεὶς κακοῦπόλιν νεμοίμην ὡς τὸ πρίν ποτʼ ἀσφαλῆ, ἦ κάρτα πολλὴν θεοῖς ἂν εἰδείην χάριν. τὰ δʼ ἀμφί τʼ Ἄργος καὶ νομὸν τὸν Ἑλλάδοςοὐχ ὧδε πορθεῖν ῥᾴδιʼ, ὡς λέγεις, δορί. Ῥῆσοςοὐ τούσδʼ ἀριστέας φασὶν Ἑλλήνων μολεῖν; Ἕκτωρκοὐ μεμφόμεσθά γʼ, ἀλλʼ ἄδην ἐλαύνομεν. Ῥῆσοςοὐκ οὖν κτανόντες τούσδε πᾶν εἰργάσμεθα; Ἕκτωρμή νυν τὰ πόρρω τἀγγύθεν μεθεὶς σκόπει. Ῥῆσοςἀρκεῖν ἔοικέ σοι παθεῖν, δρᾶσαι δὲ μή. Ἕκτωρπολλῆς γὰρ ἄρχω κἀνθάδʼ ὢν τυραννίδος. ἀλλʼ εἴτε λαιὸν εἴτε δεξιὸν κέραςεἴτʼ ἐν μέσοισι συμμάχοις πάρεστί σοιπέλτην ἐρεῖσαι καὶ καταστῆσαι στρατόν.
1.28
488Ῥῆσοςμόνος μάχεσθαι πολεμίοις, Ἕκτορ, θέλω. εἰ δʼ αἰσχρὸν ἡγῇ μὴ συνεμπρῆσαι νεῶνπρύμνας, πονήσας τὸν πάρος πολὺν χρόνον, τάξον μʼ Ἀχιλλέως καὶ στρατοῦ κατὰ στόμα. Ἕκτωροὐκ ἔστʼ ἐκείνῳ θοῦρον ἐντάξαι δόρυ. Ῥῆσοςκαὶ μὴν λόγος γʼ ἦν ὡς ἔπλευσʼ ἐπʼ Ἴλιον. Ἕκτωρἔπλευσε καὶ πάρεστιν· ἀλλὰ μηνίωνστρατηλάταισιν οὐ συναίρεται δόρυ. Ῥῆσοςτίς δὴ μετʼ αὐτὸν ἄλλος εὐδοξεῖ στρατοῦ; ἝκτωρΑἴας ἐμοὶ μὲν οὐδὲν ἡσσᾶσθαι δοκεῖχὡ Τυδέως παῖς· ἔστι δʼ αἱμυλώτατονκρότημʼ Ὀδυσσεύς, λῆμά τʼ ἀρκούντως θρασὺςκαὶ πλεῖστα χώραν τήνδʼ ἀνὴρ καθυβρίσας· ὃς εἰς Ἀθάνας σηκὸν ἔννυχος μολὼνκλέψας ἄγαλμα ναῦς ἐπʼ Ἀργείων φέρει. ἤδη δʼ ἀγύρτης πτωχικὴν ἔχων στολὴνἐσῆλθε πύργους, πολλὰ δʼ Ἀργείοις κακὰἠρᾶτο, πεμφθεὶς Ἰλίου κατάσκοπος· κτανὼν δὲ φρουροὺς καὶ παραστάτας πυλῶνἐξῆλθεν· αἰεὶ δʼ ἐν λόχοις εὑρίσκεταιΘυμβραῖον ἀμφὶ βωμὸν ἄστεως πέλαςθάσσων· κακῷ δὲ μερμέρῳ παλαίομεν. Ῥῆσοςοὐδεὶς ἀνὴρ εὔψυχος ἀξιοῖ λάθρᾳκτεῖναι τὸν ἐχθρόν, ἀλλʼ ἰὼν κατὰ στόμα. τοῦτον δʼ ὃν ἵζειν φὴς σὺ κλωπικὰς ἕδραςκαὶ μηχανᾶσθαι, ζῶντα συλλαβὼν ἐγὼπυλῶν ἐπʼ ἐξόδοισιν ἀμπείρας ῥάχινστήσω πετεινοῖς γυψὶ θοινατήριον. λῃστὴν γὰρ ὄντα καὶ θεῶν ἀνάκτορασυλῶντα δεῖ νιν τῷδε κατθανεῖν μόρῳ. Ἕκτωρνῦν μὲν καταυλίσθητε· καὶ γὰρ εὐφρόνη. δείξω δʼ ἐγώ σοι χῶρον, ἔνθα χρὴ στρατὸντὸν σὸν νυχεῦσαι τοῦ τεταγμένου δίχα. ξύνθημα δʼ ἡμῖν Φοῖβος, ἤν τι καὶ δέῃ· μέμνησʼ ἀκούσας, Θρῃκί τʼ ἄγγειλον στρατῷ. ὑμᾶς δὲ βάντας χρὴ προταινὶ τάξεωνφρουρεῖν ἐγερτὶ καὶ νεῶν κατάσκοπονδέχθαι Δόλωνα· καὶ γάρ, εἴπερ ἐστὶ σῶς, ἤδη πελάζει στρατοπέδοισι Τρωικοῖς.
1.29
527Χορός— τίνος ἁ φυλακά; τίς ἀμείβειτὰν ἐμάν; πρῶταδύεται σημεῖα καὶ ἑπτάποροιΠλειάδες αἰθέριαι· μέσα δʼ αἰετὸς οὐρανοῦ ποτᾶται.— ἔγρεσθε, τί μέλλετε; κοιτᾶνἔγρεσθε πρὸς φυλακάν. οὐ λεύσσετε μηνάδος αἴγλαν;— ἀὼς δὴ πέλας, ἀὼςγίγνεται, καί τις προδρόμωνὅδε γʼ ἐστὶν ἀστήρ.— τίς ἐκηρύχθη πρώτην φυλακήν;— Μυγδόνος υἱόν φασι Κόροιβον.— τίς γὰρ ἐπʼ αὐτῷ;— Κίλικας Παίωνστρατὸς ἤγειρεν, Μυσοὶ δʼ ἡμᾶς.— οὐκ οὖν Λυκίους πέμπτην φυλακὴνβάντας ἐγείρεινκαιρὸς κλήρου κατὰ μοῖραν;
1.30
546Χορός— καὶ μὴν ἀΐω· Σιμόεντοςἡμένα κοίταςφοινίας ὑμνεῖ πολυχορδοτάτᾳγήρυϊ παιδολέτωρ μελοποιὸν ἀηδονὶς μέριμναν.— ἤδη δὲ νέμουσι κατʼ Ἴδανποίμνια· νυκτιβρόμουσύριγγος ἰὰν κατακούω.— θέλγει δʼ ὄμματος ἕδρανὕπνος· ἅδιστος γὰρ ἔβαβλεφάροις πρὸς ἀοῦς.— τί ποτʼ οὐ πλάθει σκοπός, ὃν ναῶνἝκτωρ ὤτρυνε κατόπταν;— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.— ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσαςδιόλωλε;— τάχʼ ἄν. φοβερόν μοι.— αὐδῶ Λυκίους πέμπτην φυλακὴνβάντας ἐγείρεινἡμᾶς κλήρου κατὰ μοῖραν.
1.31
565ὈδυσσεύςΔιόμηδες, οὐκ ἤκουσας— ἢ κενὸς ψόφοςστάζει διʼ ὤτων;— τευχέων τινὰ κτύπον; Διομήδηςοὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγωνκλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμηνδεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος. Ὀδυσσεύςὅρα κατʼ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς. Διομήδηςφυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα. Ὀδυσσεύςἢν δʼ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ; ΔιομήδηςΦοῖβον Δόλωνος οἶδα σύμβολον κλύων. Ὀδυσσεύςἔα· εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ. Διομήδηςκαὶ μὴν Δόλων γε τάσδʼ ἔφραζεν Ἕκτοροςκοίτας, ἐφʼ ᾧπερ ἔγχος εἵλκυσται τόδε. Ὀδυσσεύςτί δῆτʼ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι; Διομήδηςἴσως ἐφʼ ἡμῖν μηχανὴν στήσων τινά. Ὀδυσσεύςθρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς. Διομήδηςτί δῆτʼ, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεντὸν ἄνδρʼ ἐν εὐναῖς, ἐλπίδων δʼ ἡμάρτομεν. Ὀδυσσεύςστείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας. σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶντίθησιν· ἡμῖν δʼ οὐ βιαστέον τύχην. Διομήδηςοὐκ οὖν ἐπʼ Αἰνέαν ἢ τὸν ἔχθιστον ΦρυγῶνΠάριν μολόντε χρὴ καρατομεῖν ξίφει; Ὀδυσσεύςπῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸνζητῶν δυνήσῃ τούσδʼ ἀκινδύνως κτανεῖν; Διομήδηςαἰσχρόν γε μέντοι ναῦς ἐπʼ Ἀργείων μολεῖνδράσαντε μηδὲν πολεμίους νεώτερον. Ὀδυσσεύςπῶς δʼ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμωνκατάσκοπον Δόλωνα σῴζομεν τάδεσκυλεύματʼ; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς; Διομήδηςπείθεις, πάλιν στείχωμεν· εὖ δʼ εἴη τυχεῖν.
1.32
595Ἀθήναποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεωνχωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι, εἰ μὴ κτανεῖν σφῷν Ἕκτορʼ ἢ Πάριν θεὸςδίδωσιν; ἄνδρα δʼ οὐ πέπυσθε σύμμαχονΤροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ. ὃς εἰ διοίσει νύκτα τήνδʼ ἐς αὔριον, οὔτε σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυμὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι, τείχη κατασκάψαντα καὶ πυλῶν ἔσωλόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον. τοῦτον κατακτὰς πάντʼ ἔχεις. τὰς δʼ Ἕκτοροςεὐνὰς ἔασον καὶ καρατόμους σφαγάς· ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός. Ὀδυσσεύςδέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμηντοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρπαροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε· τὸν ἄνδρα δʼ ἡμῖν, ποῦ κατηύνασται, φράσον· πόθεν τέτακται βαρβάρου στρατεύματος; Ἀθήναὅδʼ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ, ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασενἝκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος. πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτωνλευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ· στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν. ταύτας, κτανόντες δεσπότην, κομίζετε, κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπουτοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν. ὈδυσσεύςΔιόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών, ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν. Διομήδηςἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ· τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός. χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ. Ἀθήνακαὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπωστείχοντα, φυλάκων ἔκ τινος πεπυσμένονδόξας ἀσήμους πολεμίων μεμβλωκότων. Διομήδηςπότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται; Ἀθήναμόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτοροςχωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ. Διομήδηςοὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή; Ἀθήναοὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον. τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν. ἀλλʼ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς, τάχυνʼ· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπριςδοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν, σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι. καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν, οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου.
1.33
642Ἀλέξανδροςσὲ τὸν στρατηγὸν καὶ κασίγνητον λέγω, Ἕκτορ, καθεύδεις; οὐκ ἐγείρεσθαί σε χρῆν; ἐχθρῶν τις ἡμῖν χρίμπτεται στρατεύματι, ἢ κλῶπες ἄνδρες ἢ κατάσκοποί τινες. Ἀθήναθάρσει· φυλάσσει σʼ ἥδε πρευμενὴς Κύπρις. μέλει δʼ ὁ σός μοι πόλεμος, οὐδʼ ἀμνημονῶτιμῆς, ἐπαινῶ δʼ εὖ παθοῦσα πρὸς σέθεν. καὶ νῦν ἐπʼ εὐτυχοῦντι Τρωικῷ στρατῷἥκω πορεύουσʼ ἄνδρα σοι μέγαν φίλον, τῆς ὑμνοποιοῦ παῖδα Θρῄκιον θεᾶςΜούσης· πατρὸς δὲ Στρυμόνος κικλήσκεται. Ἀλέξανδροςαἰεί ποτʼ εὖ φρονοῦσα τυγχάνεις πόλεικἀμοί, μέγιστον δʼ ἐν βίῳ κειμήλιονκρίνας σέ φημι τῇδε προσθέσθαι πόλει. ἥκω δʼ ἀκούσας οὐ τορῶς— φήμη δέ τιςφύλαξιν ἐμπέπτωκεν— ὡς κατάσκοποιἥκουσʼ Ἀχαιῶν. χὣ μὲν οὐκ ἰδὼν λέγει, ὃ δʼ εἰσιδὼν μολόντας οὐκ ἔχει φράσαι· ὧν οὕνεκʼ εὐνὰς ἤλυθον πρὸς Ἕκτορος. Ἀθήναμηδὲν φοβηθῇς· οὐδὲν ἐν στρατῷ νέον· Ἕκτωρ δὲ φροῦδος Θρῇκα κοιμήσων στρατόν. Ἀλέξανδροςσύ τοί με πείθεις, σοῖς δὲ πιστεύων λόγοιςτάξιν φυλάξων εἶμʼ ἐλεύθερος φόβου. Ἀθήναχώρει· μέλειν γὰρ πάντʼ ἐμοὶ δόκει τὰ σά, ὥστʼ εὐτυχοῦντας συμμάχους ἐμοὺς ὁρᾶν. γνώσῃ δὲ καὶ σὺ τὴν ἐμὴν προθυμίαν. ὑμᾶς δʼ ἀυτῶ τοὺς ἄγαν ἐρρωμένους, Λαερτίου παῖ, θηκτὰ κοιμίσαι ξίφη. κεῖται γὰρ ἡμῖν Θρῄκιος στρατηλάτης, ἵπποι τʼ ἔχονται, πολέμιοι δʼ ᾐσθημένοιχωροῦσʼ ἐφʼ ὑμᾶς· ἀλλʼ ὅσον τάχιστα χρὴφεύγειν πρὸς ὁλκοὺς ναυστάθμων. τί μέλλετεσκηπτοῦ ʼπιόντος πολεμίων σῷσαι βίον;
1.34
675Χορός— ἔα ἔα· βάλε βάλε βάλε βάλε. θένε θένε.— τίς ἁνήρ; λεύσσετε· τοῦτον αὐδῶ.— κλῶπες οἵτινες κατʼ ὄρφνην τόνδε κινοῦσι στρατόν.— δεῦρο δεῦρο πᾶς.— τούσδʼ ἔχω, τούσδʼ ἔμαρψα.— τίς ὁ λόχος; πόθεν ἔβας; ποδαπὸς εἶ;
1.35
683Ὀδυσσεύςοὔ σε χρὴ εἰδέναι· θανῇ γὰρ σήμερον δράσας κακῶς. Χορόςοὐκ ἐρεῖς ξύνθημα, λόγχην πρὶν διὰ στέρνων μολεῖν; Ὀδυσσεύςἵστω. θάρσει. Χορόςπέλας ἴθι. παῖε πᾶς. Ὀδυσσεύςἦ σὺ δὴ Ῥῆσον κατέκτας; Χορόςἀλλὰ τὸν κτενοῦντα σὲ⋯ Ὀδυσσεύςἴσχε πᾶς τις. Χορόςοὐ μὲν οὖν. Ὀδυσσεύςἆ· φίλιον ἄνδρα μὴ θένῃς. Χορόςκαὶ τί δὴ τὸ σῆμα; ὈδυσσεύςΦοῖβος. Χορόςἔμαθον· ἴσχε πᾶς δόρυ. οἶσθʼ ὅποι βεβᾶσιν ἅνδρες; Ὀδυσσεύςτῇδέ πῃ κατείδομεν. Χορόςἕρπω πᾶς κατʼ ἴχνος αὐτῶν. ἢ βοὴν ἐγερτέον; ἀλλὰ συμμάχους ταράσσειν δεινὸν ἐκ νυκτῶν φόβῳ.
1.36
692Χορός— τίς ἀνδρῶν ὁ βάς; τίς ὁ μέγα θρασὺς ἐπεύξεταιχέρα φυγὼν ἐμάν; πόθεν νιν κυρήσω; τίνι προσεικάσω, ὅστις διʼ ὄρφνης ἦλθʼ ἀδειμάντῳ ποδὶδιά τε τάξεων καὶ φυλάκων ἕδρας; Θεσσαλὸς ἢπαραλίαν Λοκρῶν νεμόμενος πόλιν; ἢ νησιώτην σποράδα κέκτηται βίον; τίς ἦν; πόθεν; ποίας πάτρας; ποῖον δʼ εὔχεται τὸν ὕπατον θεῶν;— ἆρʼ ἔστʼ Ὀδυσσέως τοὔργον ἢ τίνος τόδε; εἰ τοῖς πάροιθε χρὴ τεκμαίρεσθαι· τί μήν;— δοκεῖς γάρ;— τί μὴν οὔ;— θρασὺς γοῦν ἐς ἡμᾶς.— τίνʼ ἀλκήν; τίνʼ αἰνεῖς;— Ὀδυσσῆ.— μὴ κλωπὸς αἴνει φωτὸς αἱμύλον δόρυ.
1.37
710Χορόςἔβα καὶ πάροςκατὰ πόλιν, ὕπαφρον ὄμμʼ ἔχων, ῥακοδύτῳ στολᾷπυκασθείς, ξιφήρηςκρύφιος ἐν πέπλοις. βίον δʼ ἐπαιτῶν εἷρπʼ ἀγύρτης τις λάτρις, ψαφαρόχρουν κάρα πολυπινές τʼ ἔχων· πολλὰ δὲ τὰνβασιλίδʼ ἑστίαν Ἀτρειδᾶν κακῶςἔβαζε δῆθεν ἐχθρὸς ὢν στρατηλάταις. ὄλοιτʼ ὄλοιτο πανδίκως, πρὶν ἐπὶ γᾶν Φρυγῶν ποδὸς ἴχνος βαλεῖν.— εἴτʼ οὖν Ὀδυσσέως εἴτε μή, φόβος μʼ ἔχει· Ἕκτωρ γὰρ ἡμῖν τοῖς φύλαξι μέμψεται.— τί λάσκων;— δυσοίζων.— τί δρᾶσαι; τί ταρβεῖς;— καθʼ ἡμᾶς περᾶσαι⋯— τίνʼ ἀνδρῶν;— οἳ τῆσδε νυκτὸς ἦλθον ἐς Φρυγῶν στρατόν.
1.38
728Ἡνίοχοςἰὼ, ἰώ, δαίμονος τύχα βαρεῖα. φεῦ φεῦ. Χορόςἔα, ἔα· σῖγα πᾶς ὕφιζʼ· ἴσως γὰρ ἐς βόλον τις ἔρχεται. Ἡνίοχοςἰὼ ἰώ, συμφορὰ βαρεῖα Θρῃκῶν. Χορόςσυμμάχων τις ὁ στένων.
1.39
733Ἡνίοχοςἰὼ ἰώ, δύστηνος ἐγώ· σύ τʼ, ἄναξ Θρῃκῶν, ὦ στυγνοτάτην Τροίαν ἐσιδών, οἷόν σε βίου τέλος εἷλεν.
1.40
736Χορόςτίς εἶ ποτʼ ἀνδρῶν συμμάχων; κατʼ εὐφρόνηνἀμβλῶπες αὐγαὶ κοὔ σε γιγνώσκω τορῶς.
1.41
738Ἡνίοχοςποῦ τινʼ ἀνάκτων Τρωικῶν εὕρω; ποῦ δῆθʼ Ἕκτωρτὸν ὑπασπίδιον κοῖτον ἰαύει; τίνι σημήνω διόπων στρατιᾶςοἷα πεπόνθαμεν, οἷά τις ἡμᾶςδράσας ἀφανῆ φροῦδος, φανερὸνΘρῃξὶν πένθος τολυπεύσας;
1.42
745Χορόςκακὸν κυρεῖν τι Θρῃκίῳ στρατεύματιἔοικεν, οἷα τοῦδε γιγνώσκω κλύων.
1.43
747Ἡνίοχοςἔρρει στρατιά, πέπτωκεν ἄναξδολίῳ πληγῇ. ἆ ἆ ἆ ἆ, οἵα μʼ ὀδύνη τείρει φονίουτραύματος εἴσω. πῶς ἂν ὀλοίμην; χρῆν γάρ μʼ ἀκλεῶς Ῥῆσόν τε θανεῖν, Τροίᾳ κέλσαντʼ ἐπίκουρον;
1.44
754Χορόςτάδʼ οὐκ ἐν αἰνιγμοῖσι σημαίνει κακά· σαφῶς γὰρ αὐδᾷ συμμάχους ὀλωλότας. Ἡνίοχοςκακῶς πέπρακται κἀπὶ τοῖς κακοῖσι πρὸςαἴσχιστα· καίτοι δὶς τόσον κακὸν τόδε· θανεῖν γὰρ εὐκλεῶς μέν, εἰ θανεῖν χρεών, λυπρὸν μὲν οἶμαι τῷ θανόντι— πῶς γὰρ οὔ;— τοῖς ζῶσι δʼ ὄγκος καὶ δόμων εὐδοξία. ἡμεῖς δʼ ἀβούλως κἀκλεῶς ὀλώλαμεν. ἐπεὶ γὰρ ἡμᾶς ηὔνασʼ Ἑκτόρεια χείρ, ξύνθημα λέξας, ηὕδομεν πεδοστιβεῖκόπῳ δαμέντες, οὐδʼ ἐφρουρεῖτο στρατὸςφυλακαῖσι νυκτέροισιν, οὐδʼ ἐν τάξεσινἔκειτο τεύχη, πλῆκτρά τʼ οὐκ ἐπὶ ζυγοῖςἵππων καθήρμοσθʼ, ὡς ἄναξ ἐπεύθετοκρατοῦντας ὑμᾶς κἀφεδρεύοντας νεῶνπρύμναισι· φαύλως δʼ ηὕδομεν πεπτωκότες. κἀγὼ μελούσῃ καρδίᾳ λήξας ὕπνουπώλοισι χόρτον, προσδοκῶν ἑωθινὴνζεύξειν ἐς ἀλκήν, ἀφθόνῳ μετρῶ χερί. λεύσσω δὲ φῶτε περιπολοῦνθʼ ἡμῶν στρατὸνπυκνῆς διʼ ὄρφνης· ὡς δʼ ἐκινήθην ἐγώ, ἐπτηξάτην τε κἀνεχωρείτην πάλιν· ἤπυσα δʼ αὐτοῖς μὴ πελάζεσθαι στρατῷ, κλῶπας δοκήσας συμμάχων πλάθειν τινάς. οἳ δʼ οὐδέν· οὐ μὴν οὐδʼ ἐγὼ τὰ πλείονα. ηὗδον δʼ ἀπελθὼν αὖθις ἐς κοίτην πάλιν.
1.45
780καί μοι καθʼ ὕπνον δόξα τις παρίσταται· ἵππους γὰρ ἃς ἔθρεψα κἀδιφρηλάτουνῬήσῳ παρεστώς, εἶδον, ὡς ὄναρ δοκῶν, λύκους ἐπεμβεβῶτας ἑδραίαν ῥάχιν· θείνοντε δʼ οὐρᾷ πωλικῆς ῥινοῦ τρίχαἤλαυνον, αἳ δʼ ἔρρεγκον ἐξ ἀντηρίδωνθυμὸν πνέουσαι κἀνεχαίτιζον φόβῳ. ἐγὼ δʼ ἀμύνων θῆρας ἐξεγείρομαιπώλοισιν· ἔννυχος γὰρ ἐξώρμα φόβος. κλύω δʼ ἐπάρας κρᾶτα μυχθισμὸν νεκρῶν. θερμὸς δὲ κρουνὸς δεσπότου πάρα σφαγαῖςβάλλει με δυσθνῄσκοντος αἵματος νέου. ὀρθὸς δʼ ἀνᾴσσω χειρὶ σὺν κενῇ δορός. καί μʼ ἔγχος αὐγάζοντα καὶ θηρώμενονπαίει παραστὰς νεῖραν ἐς πλευρὰν ξίφειἀνὴρ ἀκμάζων· φασγάνου γὰρ ᾐσθόμηνπληγῆς, βαθεῖαν ἄλοκα τραύματος λαβών. πίπτω δὲ πρηνής· οἳ δʼ ὄχημα πωλικὸνλαβόντες ἵππων ἵεσαν φυγῇ πόδα. ἆ ἆ. ὀδύνη με τείρει, κοὐκέτʼ ὀρθοῦμαι τάλας. καὶ ξυμφορὰν μὲν οἶδʼ ὁρῶν, τρόπῳ δʼ ὅτῳτεθνᾶσιν οἱ θανόντες οὐκ ἔχω φράσαι, οὐδʼ ἐξ ὁποίας χειρός. εἰκάσαι δέ μοιπάρεστι λυπρὰ πρὸς φίλων πεπονθέναι. Χορόςἡνίοχε Θρῃκὸς τοῦ κακῶς πεπραγότος, μηδὲν δυσοίζου· πολέμιοι δρασαν τάδε. Ἕκτωρ δὲ καὐτὸς συμφορᾶς πεπυσμένοςχωρεῖ· συναλγεῖ δʼ, ὡς ἔοικε, σοῖς κακοῖς. Ἕκτωρπῶς, ὦ μέγιστα πήματʼ ἐξειργασμένοι, μολόντες ὑμᾶς πολεμίων κατάσκοποιλήθουσιν αἰσχρῶς, καὶ κατεσφάγη στρατός, κοὔτʼ εἰσιόντας στρατόπεδʼ ἐξαπώσατεοὔτʼ ἐξιόντας; τῶνδε τίς τείσει δίκηνπλὴν σοῦ; σὲ γὰρ δὴ φύλακά φημʼ εἶναι στρατοῦ. φροῦδοι δʼ ἄπληκτοι, τῇ Φρυγῶν κακανδρίᾳπόλλʼ ἐγγελῶντες τῷ στρατηλάτῃ τʼ ἐμοί. εὖ νυν τόδʼ ἴστε— Ζεὺς ὀμώμοται πατήρ— ἤτοι μάραγνά γʼ ἢ καρανιστὴς μόροςμένει σε δρῶντα τοιάδʼ, ἢ τὸν Ἕκτορατὸ μηδὲν εἶναι καὶ κακὸν νομίζετε.
1.46
820Χορόςἰὼ ἰώ, μετὰ σέ, ναί, μετὰ σέ, ὦ πολίοχον κράτος, τότʼ ἄρʼ ἔμολον, ὅτε σοιἄγγελος ἦλθον ἀμφὶ ναῦς πύρʼ αἴθειν· ἐπεὶ ἄγρυπνον ὄμμʼ ἐν εὐφρόνῃοὔτʼ ἐκοίμισʼ οὔτʼ ἔβριξʼ, οὐ τὰς Σιμοεντιάδας πηγάς· μή μοικότον, ὦ ἄνα, θῇς· ἀναίτιος γὰρ⋯ ἔγωγε πάντων. εἰ δὲ χρόνῳ παράκαιρον ἔργον ἢ λόγονπύθῃ, κατά με γᾶςζῶντα πόρευσον· οὐ παραιτοῦμαι.
1.47
833Ἡνίοχοςτί τοῖσδʼ ἀπειλεῖς βάρβαρός τε βαρβάρουγνώμην ὑφαιρῇ τὴν ἐμήν, πλέκων λόγους; σὺ ταῦτʼ ἔδρασας· οὐδένʼ ἂν δεξαίμεθαοὔθʼ οἱ θανόντες οὔτʼ ἂν οἱ τετρωμένοιἄλλον· μακροῦ γε δεῖ σε καὶ σοφοῦ λόγου, ὅτῳ με πείσεις μὴ φίλους κατακτανεῖν, ἵππων ἐρασθείς, ὧν ἕκατι συμμάχουςτοὺς σοὺς φονεύεις, πόλλʼ ἐπισκήπτων μολεῖν. ἦλθον, τεθνᾶσιν· εὐπρεπέστερον Πάριςξενίαν κατῄσχυνʼ ἢ σὺ συμμάχους κτανών. μὴ γάρ τι λέξῃς ὥς τις Ἀργείων μολὼνδιώλεσʼ ἡμᾶς· τίς δʼ ὑπερβαλὼν λόχουςΤρώων ἐφʼ ἡμᾶς ἦλθεν, ὥστε καὶ λαθεῖν; σὺ πρόσθεν ἡμῶν ἧσο καὶ Φρυγῶν στρατός. τίς οὖν τέτρωται, τίς τέθνηκε συμμάχωντῶν σῶν, μολόντων ὧν σὺ πολεμίων λέγεις; ἡμεῖς δʼ ἑκὰς τετρώμεθʼ, οἳ δὲ μειζόνωςπαθόντες οὐχ ὁρῶσιν ἡλίου φάος. ἁπλῶς δʼ Ἀχαιῶν οὐδένʼ αἰτιώμεθα. τίς δʼ ἂν χαμεύνας πολεμίων κατʼ εὐφρόνηνῬήσου μολὼν ἐξηῦρεν, εἰ μή τις θεῶνἔφραζε τοῖς κτανοῦσιν; οὐδʼ ἀφιγμένοντὸ πάμπαν ᾖσαν· ἀλλὰ μηχανᾷ τάδε. Ἕκτωρχρόνον μὲν ἤδη συμμάχοισι χρώμεθαὅσονπερ ἐν γῇ τῇδʼ Ἀχαιικὸς λεώς, κοὐδὲν πρὸς αὐτῶν οἶδα πλημμελὲς κλύων· ἐν σοὶ δʼ ἂν ἀρχοίμεσθα. μή μʼ ἔρως ἕλοιτοιοῦτος ἵππων ὥστʼ ἀποκτείνειν φίλους. καὶ ταῦτʼ Ὀδυσσεύς· τίς γὰρ ἄλλος ἄν ποτεἔδρασεν ἢ ʼβούλευσεν Ἀργείων ἀνήρ; δέδοικα δʼ αὐτὸν καί τί μου θράσσει φρένας, μὴ καὶ Δόλωνα συντυχὼν κατακτάνῃ· χρόνον γὰρ ἤδη φροῦδος ὢν οὐ φαίνεται. Ἡνίοχοςοὐκ οἶδα τοὺς σοὺς οὓς λέγεις Ὀδυσσέας· ἡμεῖς δʼ ὑπʼ ἐχθρῶν οὐδενὸς πεπλήγμεθα. Ἕκτωρσὺ δʼ οὖν νόμιζε ταῦτʼ, ἐπείπερ σοι δοκεῖ. Ἡνίοχοςὦ γαῖα πατρίς, πῶς ἂν ἐνθάνοιμί σοι; Ἕκτωρμὴ θνῇσχʼ· ἅλις γὰρ τῶν τεθνηκότων ὄχλος. Ἡνίοχοςποῖ δὴ τράπωμαι δεσποτῶν μονούμενος; Ἕκτωροἶκός σε κεύθων οὑμὸς ἐξιάσεται. Ἡνίοχοςκαὶ πῶς με κηδεύσουσιν αὐθεντῶν χέρες; Ἕκτωρὅδʼ αὖ τὸν αὐτὸν μῦθον οὐ λήξει λέγων. Ἡνίοχοςὄλοιθʼ ὁ δράσας. οὐ γὰρ ἐς σὲ τείνεταιγλῶσσʼ, ὡς σὺ κομπεῖς· ἡ Δίκη δʼ ἐπίσταται. Ἕκτωρλάζυσθʼ· ἄγοντες δʼ αὐτὸν ἐς δόμους ἐμούς, οὕτως ὅπως ἂν μὴ ʼγκαλῇ πορσύνετε· ὑμᾶς δʼ ἰόντας τοῖσιν ἐν τείχει χρεὼνΠριάμῳ τε καὶ γέρουσι σημῆναι νεκροὺςθάπτειν κελεύθου λεωφόρου πρὸς ἐκτροπάς.
1.48
882Χορόςτί ποτʼ εὐτυχίας ἐκ τῆς μεγάληςΤροίαν ἀνάγει πάλιν ἐς πένθηδαίμων ἄλλος, τί φυτεύων; ἔα ἔα. ὦ ὦ. τίς ὑπὲρ κεφαλῆς θεός, ὦ βασιλεῦ, τὸν νεόκμητον νεκρὸν ἐν χειροῖνφοράδην πέμπει; ταρβῶ, λεύσσων τόδε, πῆμα.
1.49
890Μοῦσαὁρᾶν πάρεστι, Τρῶες· ἡ γὰρ ἐν σοφοῖςτιμὰς ἔχουσα Μοῦσα συγγόνων μίαπάρειμι, παῖδα τόνδʼ ὁρῶσʼ οἰκτρῶς φίλονθανόνθʼ ὑπʼ ἐχθρῶν· ὅν ποθʼ ὁ κτείνας χρόνῳδόλιος Ὀδυσσεὺς ἀξίαν τείσει δίκην.
1.50
895Μοῦσαἰαλέμῳ αὐθιγενεῖ, τέκνον, σʼ ὀλοφύρομαι, ὦματρὸς ἄλγος, οἵανἔκελσας ὁδὸν ποτὶ Τροίαν· ἦ δυσδαίμονα καὶ μελέαν, ἀπομεμφομένας ἐμοῦ πορευθείς, ἀπὸ δʼ ἀντομένου πατρὸς βιαίως. ὤμοι ἐγὼ σέθεν, ὦ φιλίαφιλία κεφαλά, τέκνον, ὤμοι.
1.51
904Χορόςὅσον προσήκει μὴ γένους κοινωνίανἔχοντι λύπῃ τὸν σὸν οἰκτίρω γόνον.
1.52
906Μοῦσαὄλοιτο μὲν Οἰνεΐδας, ὄλοιτο δὲ Λαρτιάδας, ὅς μʼ ἄπαιδα γένναςἔθηκεν ἀριστοτόκοιο· ἅ θʼ Ἕλλανα λιποῦσα δόμονΦρυγίων λεχέων ἔπλευσε πλαθεῖσʼὑπʼ Ἰλίῳ ὤλεσε μὲν σʼ ἕκατι Τροίας, φίλτατε, μυριάδας τε πόλειςἀνδρῶν ἀγαθῶν ἐκένωσεν.
1.53
915Μοῦσαἦ πολλὰ μὲν ζῶν, πολλὰ δʼ εἰς Ἅιδου μολών, Φιλάμμονος παῖ, τῆς ἐμῆς ἥψω φρενός· ὕβρις γάρ, ἥ σʼ ἔσφηλε, καὶ Μουσῶν ἔριςτεκεῖν μʼ ἔθηκε τόνδε δύστηνον γόνον. περῶσα γὰρ δὴ ποταμίους διὰ ῥοὰςλέκτροις ἐπλάθην Στρυμόνος φυταλμίοις, ὅτʼ ἤλθομεν γῆς χρυσόβωλον ἐς λέπαςΠάγγαιον ὀργάνοισιν ἐξησκημέναιΜοῦσαι μεγίστην εἰς ἔριν μελῳδίαςκείνῳ σοφιστῇ Θρῃκί, κἀκτυφλώσαμενΘάμυριν, ὃς ἡμῶν πόλλʼ ἐδέννασεν τέχνην. κἀπεὶ σὲ τίκτω, συγγόνους αἰδουμένηκαὶ παρθενείαν, ἧκʼ ἐς εὐύδρου πατρὸςδίνας· τρέφειν δέ σʼ οὐ βρότειον ἐς χέραΣτρυμὼν δίδωσιν, ἀλλὰ πηγαίαις κόραις. ἔνθʼ ἐκτραφεὶς κάλλιστα Παρθένων ὕπο, Θρῄκης ἀνάσσων πρῶτος ἦσθʼ ἀνδρῶν, τέκνον. καί σʼ ἀμφὶ γῆν μὲν πατρίαν φιλαιμάτουςἀλκὰς κορύσσοντʼ οὐκ ἐδείμαινον θανεῖν· Τροίας δʼ ἀπηύδων ἄστυ μὴ κέλσαι ποτε, εἰδυῖα τὸν σὸν πότμον· ἀλλά σʼ Ἕκτοροςπρεσβεύμαθʼ αἵ τε μυρίαι γερουσίαιἔπεισαν ἐλθεῖν κἀπικουρῆσαι φίλοις. καὶ τοῦδʼ, Ἀθάνα, παντὸς αἰτία μόρου,— οὐδὲν δʼ Ὀδυσσεὺς οὐδʼ ὁ Τυδέως τόκοςἔδρασε δράσας— μὴ δόκει λεληθέναι. καίτοι πόλιν σὴν σύγγονοι πρεσβεύομενΜοῦσαι μάλιστα κἀπιχρώμεθα χθονί, μυστηρίων τε τῶν ἀπορρήτων φανὰςἔδειξεν Ὀρφεύς, αὐτανέψιος νεκροῦτοῦδʼ ὃν κατακτείνεις σύ· Μουσαῖόν τε, σὸνσεμνὸν πολίτην κἀπὶ πλεῖστον ἄνδρʼ ἕναἐλθόντα, Φοῖβος σύγγονοί τʼ ἠσκήσαμεν. καὶ τῶνδε μισθὸν παῖδʼ ἔχουσʼ ἐν ἀγκάλαιςθρηνῶ· σοφιστὴν δʼ ἄλλον οὐκ ἐπάξομαι. Χορόςμάτην ἄρʼ ἡμᾶς Θρῄκιος τροχηλάτηςἐδέννασʼ, Ἕκτορ, τῷδε βουλεῦσαι φόνον.
1.54
952Ἕκτωρᾔδη τάδʼ· οὐδὲν μάντεων ἔδει φράσαιὈδυσσέως τέχναισι τόνδʼ ὀλωλότα. ἐγὼ δὲ γῆς ἔφεδρον Ἑλλήνων στρατὸνλεύσσων, τί μὴν ἔμελλον οὐ πέμψειν φίλοιςκήρυκας, ἐλθεῖν κἀπικουρῆσαι χθονί; ἔπεμψʼ· ὀφείλων δʼ ἦλθε συμπονεῖν ἐμοί. οὐ μὴν θανόντι γʼ οὐδαμῶς συνήδομαι. καὶ νῦν ἕτοιμος τῷδε καὶ τεῦξαι τάφονκαὶ ξυμπυρῶσαι μυρίων πέπλων χλιδήν· φίλος γὰρ ἐλθὼν δυστυχῶς ἀπέρχεται. Μοῦσαοὐκ εἶσι γαίας ἐς μελάγχιμον πέδον· τοσόνδε Νύμφην τὴν ἔνερθʼ αἰτήσομαι, τῆς καρποποιοῦ παῖδα Δήμητρος θεᾶς, ψυχὴν ἀνεῖναι τοῦδʼ· ὀφειλέτις δέ μοιτοὺς Ὀρφέως τιμῶσα φαίνεσθαι φίλους. κἀμοὶ μὲν ὡς θανών τε κοὐ λεύσσων φάοςἔσται τὸ λοιπόν· οὐ γὰρ ἐς ταὐτόν ποτεοὔτʼ εἶσιν οὔτε μητρὸς ὄψεται δέμας· κρυπτὸς δʼ ἐν ἄντροις τῆς ὑπαργύρου χθονὸςἀνθρωποδαίμων κείσεται βλέπων φάος, Βάκχου προφήτης ὥστε Παγγαίου πέτρανᾤκησε, σεμνὸς τοῖσιν εἰδόσιν θεός. ῥᾷον δὲ πένθος τῆς θαλασσίας θεοῦοἴσω· θανεῖν γὰρ καὶ τὸν ἐκ κείνης χρεών. θρήνοις δʼ ἀδελφαὶ πρῶτα μὲν σὲ ὑμνήσομεν, ἔπειτʼ Ἀχιλλέα Θέτιδος ἐν πένθει ποτέ. οὐ ῥύσεταί νιν Παλλάς, ἥ σʼ ἀπέκτανεν· τοῖον φαρέτρα Λοξίου σῴζει βέλος. ὦ παιδοποιοὶ συμφοραί, πόνοι βροτῶν· ὡς ὅστις ὑμᾶς μὴ κακῶς λογίζεται, ἄπαις διοίσει κοὐ τεκὼν θάψει τέκνα. Χορόςοὗτος μὲν ἤδη μητρὶ κηδεύειν μέλει· σὺ δʼ εἴ τι πράσσειν τῶν προκειμένων θέλεις, Ἕκτορ, πάρεστι· φῶς γὰρ ἡμέρας τόδε. Ἕκτωρχωρεῖτε, συμμάχους δʼ ὁπλίζεσθαι τάχοςἄνωχθε πληροῦν τʼ αὐχένας ξυνωρίδων. πανοὺς δʼ ἔχοντας χρὴ μένειν Τυρσηνικῆςσάλπιγγος αὐδήν· ὡς ὑπερβαλὼν στρατὸντείχη τʼ Ἀχαιῶν ναυσὶν αἶθον ἐμβαλεῖνπέποιθα Τρωσί θʼ ἡμέραν ἐλευθέρανἀκτῖνα τὴν στείχουσαν ἡλίου φέρειν.
1.55
993Χορόςπείθου βασιλεῖ· στείχωμεν ὅπλοιςκοσμησάμενοι καὶ ξυμμαχίᾳτάδε φράζωμεν· τάχα δʼ ἂν νίκηνδοίη δαίμων ὁ μεθʼ ἡμῶν.

Intertext edge

Open linked passage

Note