Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Trojanwomen
EuripidesTrojanwome 1 · textus-receptusMore by Euripides
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/euripides" aria-label="More works by Euripides"> —
⋯
More
Original / primary: Textus receptus
1.1
1ΠοσειδῶνἭκω λιπὼν Αἴγαιον ἁλμυρὸν βάθοςπόντου Ποσειδῶν, ἔνθα Νηρῄδων χοροὶκάλλιστον ἴχνος ἐξελίσσουσιν ποδός. ἐξ οὗ γὰρ ἀμφὶ τήνδε Τρωικὴν χθόναΦοῖβός τε κἀγὼ λαΐνους πύργους πέριξὀρθοῖσιν ἔθεμεν κανόσιν, οὔποτʼ ἐκ φρενῶνεὔνοιʼ ἀπέστη τῶν ἐμῶν Φρυγῶν πόλει· ἣ νῦν καπνοῦται καὶ πρὸς Ἀργείου δορὸςὄλωλε πορθηθεῖσʼ· ὁ γὰρ ΠαρνάσιοςΦωκεὺς Ἐπειός, μηχαναῖσι Παλλάδοςἐγκύμονʼ ἵππον τευχέων ξυναρμόσας, πύργων ἔπεμψεν ἐντὸς ὀλέθριον βρέτας· ὅθεν πρὸς ἀνδρῶν ὑστέρων κεκλήσεταιΔούρειος Ἵππος, κρυπτὸν ἀμπισχὼν δόρυ. ἔρημα δʼ ἄλση καὶ θεῶν ἀνάκτοραφόνῳ καταρρεῖ· πρὸς δὲ κρηπίδων βάθροιςπέπτωκε Πρίαμος Ζηνὸς ἑρκείου θανών. πολὺς δὲ χρυσὸς Φρύγιά τε σκυλεύματαπρὸς ναῦς Ἀχαιῶν πέμπεται· μένουσι δὲπρύμνηθεν οὖρον, ὡς δεκασπόρῳ χρόνῳἀλόχους τε καὶ τέκνʼ εἰσίδωσιν ἄσμενοι, οἳ τήνδʼ ἐπεστράτευσαν Ἕλληνες πόλιν. ἐγὼ δέ— νικῶμαι γὰρ Ἀργείας θεοῦἭρας Ἀθάνας θʼ, αἳ συνεξεῖλον Φρύγας— λείπω τὸ κλεινὸν Ἴλιον βωμούς τʼ ἐμούς· ἐρημία γὰρ πόλιν ὅταν λάβῃ κακή, νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει. πολλοῖς δὲ κωκυτοῖσιν αἰχμαλωτίδωνβοᾷ Σκάμανδρος δεσπότας κληρουμένων. καὶ τὰς μὲν Ἀρκάς, τὰς δὲ Θεσσαλὸς λεὼςεἴληχʼ Ἀθηναίων τε Θησεῖδαι πρόμοι. ὅσαι δʼ ἄκληροι Τρῳάδων, ὑπὸ στέγαιςταῖσδʼ εἰσί, τοῖς πρώτοισιν ἐξῃρημέναιστρατοῦ, σὺν αὐταῖς δʼ ἡ Λάκαινα ΤυνδαρὶςἙλένη, νομισθεῖσʼ αἰχμάλωτος ἐνδίκως. τὴν δʼ ἀθλίαν τήνδʼ εἴ τις εἰσορᾶν θέλει, πάρεστιν, Ἑκάβην κειμένην πυλῶν πάρος, δάκρυα χέουσαν πολλὰ καὶ πολλῶν ὕπερ· ᾗ παῖς μὲν ἀμφὶ μνῆμʼ Ἀχιλλείου τάφουλάθρα τέθνηκε τλημόνως Πολυξένη· φροῦδος δὲ Πρίαμος καὶ τέκνʼ· ἣν δὲ παρθένονμεθῆκʼ Ἀπόλλων δρομάδα Κασάνδραν ἄναξ, τὸ τοῦ θεοῦ τε παραλιπὼν τό τʼ εὐσεβὲςγαμεῖ βιαίως σκότιον Ἀγαμέμνων λέχος. ἀλλʼ, ὦ ποτʼ εὐτυχοῦσα, χαῖρέ μοι, πόλιςξεστόν τε πύργωμʼ· εἴ σε μὴ διώλεσενΠαλλὰς Διὸς παῖς, ἦσθʼ ἂν ἐν βάθροις ἔτι.
1.2
48Ἀθήναἔξεστι τὸν γένει μὲν ἄγχιστον πατρὸςμέγαν τε δαίμονʼ ἐν θεοῖς τε τίμιον, λύσασαν ἔχθραν τὴν πάρος, προσεννέπειν; Ποσειδῶνἔξεστιν· αἱ γὰρ συγγενεῖς ὁμιλίαι, ἄνασσʼ Ἀθάνα, φίλτρον οὐ σμικρὸν φρενῶν. Ἀθήναἐπῄνεσʼ ὀργὰς ἠπίους· φέρω δὲ σοὶκοινοὺς ἐμαυτῇ τʼ ἐς μέσον λόγους, ἄναξ. Ποσειδῶνμῶν ἐκ θεῶν του καινὸν ἀγγελεῖς ἔπος, ἢ Ζηνὸς ἢ καὶ δαιμόνων τινὸς πάρα; Ἀθήναοὔκ, ἀλλὰ Τροίας οὕνεκʼ, ἔνθα βαίνομεν, πρὸς σὴν ἀφῖγμαι δύναμιν, ὡς κοινὴν λάβω. Ποσειδῶνἦ πού νιν, ἔχθραν τὴν πρὶν ἐκβαλοῦσα, νῦνἐς οἶκτον ἦλθες πυρὶ κατῃθαλωμένης; Ἀθήναἐκεῖσε πρῶτʼ ἄνελθε· κοινώσῃ λόγουςκαὶ συνθελήσεις ἃν ἐγὼ πρᾶξαι θέλω; Ποσειδῶνμάλιστʼ· ἀτὰρ δὴ καὶ τὸ σὸν θέλω μαθεῖν· πότερον Ἀχαιῶν ἦλθες οὕνεκʼ ἢ Φρυγῶν; Ἀθήνατοὺς μὲν πρὶν ἐχθροὺς Τρῶας εὐφρᾶναι θέλω, στρατῷ δʼ Ἀχαιῶν νόστον ἐμβαλεῖν πικρόν. Ποσειδῶντί δʼ ὧδε πηδᾷς ἄλλοτʼ εἰς ἄλλους τρόπουςμισεῖς τε λίαν καὶ φιλεῖς ὃν ἂν τύχῃς; Ἀθήναοὐκ οἶσθʼ ὑβρισθεῖσάν με καὶ ναοὺς ἐμούς; Ποσειδῶνοἶδʼ, ἡνίκʼ Αἴας εἷλκε Κασάνδραν βίᾳ. Ἀθήνακοὐδέν γʼ Ἀχαιῶν ἔπαθεν οὐδʼ ἤκουσʼ ὕπο. Ποσειδῶνκαὶ μὴν ἔπερσάν γʼ Ἴλιον τῷ σῷ σθένει. Ἀθήνατοιγάρ σφε σὺν σοὶ βούλομαι δρᾶσαι κακῶς. Ποσειδῶνἕτοιμʼ ἃ βούλῃ τἀπʼ ἐμοῦ. δράσεις δὲ τί; Ἀθήναδύσνοστον αὐτοῖς νόστον ἐμβαλεῖν θέλω. Ποσειδῶνἐν γῇ μενόντων ἢ καθʼ ἁλμυρὰν ἅλα; Ἀθήναὅταν πρὸς οἴκους ναυστολῶσʼ ἀπʼ Ἰλίου. καὶ Ζεὺς μὲν ὄμβρον καὶ χάλαζαν ἄσπετονπέμψει, δνοφώδη τʼ αἰθέρος φυσήματα· ἐμοὶ δὲ δώσειν φησὶ πῦρ κεραύνιον, βάλλειν Ἀχαιοὺς ναῦς τε πιμπράναι πυρί. σὺ δʼ αὖ, τὸ σόν, παράσχες Αἴγαιον πόροντρικυμίαις βρέμοντα καὶ δίναις ἁλός, πλῆσον δὲ νεκρῶν κοῖλον Εὐβοίας μυχόν, ὡς ἂν τὸ λοιπὸν τἄμʼ ἀνάκτορʼ εὐσεβεῖνεἰδῶσʼ Ἀχαιοί, θεούς τε τοὺς ἄλλους σέβειν. Ποσειδῶνἔσται τάδʼ· ἡ χάρις γὰρ οὐ μακρῶν λόγωνδεῖται· ταράξω πέλαγος Αἰγαίας ἁλός. ἀκταὶ δὲ Μυκόνου Δήλιοί τε χοιράδεςΣκῦρός τε Λῆμνός θʼ αἱ Καφήρειοί τʼ ἄκραιπολλῶν θανόντων σώμαθʼ ἕξουσιν νεκρῶν. ἀλλʼ ἕρπʼ Ὄλυμπον καὶ κεραυνίους βολὰςλαβοῦσα πατρὸς ἐκ χερῶν καραδόκει, ὅταν στράτευμʼ Ἀργεῖον ἐξιῇ κάλως. μῶρος δὲ θνητῶν ὅστις ἐκπορθεῖ πόλεις, ναούς τε τύμβους θʼ, ἱερὰ τῶν κεκμηκότων, ἐρημίᾳ δοὺς αὐτὸς ὤλεθʼ ὕστερον.
1.3
98Ἑκάβηἄνα, δύσδαιμον, πεδόθεν κεφαλή· ἐπάειρε δέρην· οὐκέτι Τροίατάδε καὶ βασιλῆς ἐσμεν Τροίας. μεταβαλλομένου δαίμονος ἀνέχου. πλεῖ κατὰ πορθμόν, πλεῖ κατὰ δαίμονα, μηδὲ προσίστω πρῷραν βιότουπρὸς κῦμα πλέουσα τύχαισιν. αἰαῖ αἰαῖ. τί γὰρ οὐ πάρα μοι μελέᾳ στενάχειν, ᾗ πατρὶς ἔρρει καὶ τέκνα καὶ πόσις; ὦ πολὺς ὄγκος συστελλόμενοςπρογόνων, ὡς οὐδὲν ἄρʼ ἦσθα. τί με χρὴ σιγᾶν; τί δὲ μὴ σιγᾶν; τί δὲ θρηνῆσαι; δύστηνος ἐγὼ τῆς βαρυδαίμονοςἄρθρων κλίσεως, ὡς διάκειμαι, νῶτʼ ἐν στερροῖς λέκτροισι ταθεῖσʼ. οἴμοι κεφαλῆς, οἴμοι κροτάφωνπλευρῶν θʼ, ὥς μοι πόθος εἱλίξαικαὶ διαδοῦναι νῶτον ἄκανθάν τʼεἰς ἀμφοτέρους τοίχους, μελέωνἐπὶ τοὺς αἰεὶ δακρύων ἐλέγους. μοῦσα δὲ χαὕτη τοῖς δυστήνοιςἄτας κελαδεῖν ἀχορεύτους.
1.4
122Ἑκάβηπρῷραι ναῶν, ὠκείαιςἼλιον ἱερὰν αἳ κώπαιςδιʼ ἅλα πορφυροειδέα καὶλιμένας Ἑλλάδος εὐόρμουςαὐλῶν παιᾶνι στυγνῷσυρίγγων τʼ εὐφθόγγων φωνᾷβαίνουσαι πλεκτὰν Αἰγύπτουπαιδείαν ἐξηρτήσασθʼ, αἰαῖ, Τροίας ἐν κόλποιςτὰν Μενελάου μετανισόμεναιστυγνὰν ἄλοχον, Κάστορι λώβαντῷ τʼ Εὐρώτᾳ δυσκλείαν, ἃ σφάζει μὲντὸν πεντήκοντʼ ἀροτῆρα τέκνωνΠρίαμον, ἐμέ τε μελέαν Ἑκάβανἐς τάνδʼ ἐξώκειλʼ ἄταν. ὤμοι, θάκους οἵους θάσσω, σκηναῖς ἐφέδρους Ἀγαμεμνονίαις. δούλα δʼ ἄγομαιγραῦς ἐξ οἴκων πενθήρηκρᾶτʼ ἐκπορθηθεῖσʼ οἰκτρῶς. ἀλλʼ ὦ τῶν χαλκεγχέων Τρώωνἄλοχοι μέλεαι, καὶ κοῦραι κοῦραι δύσνυμφοι, τύφεται Ἴλιον, αἰάζωμεν. μάτηρ δʼ ὡσεί τις πτανοῖςὄρνισιν, ὅπως ἐξάρξω ʼγὼκλαγγάν, μολπάν, οὐ τὰν αὐτὰνοἵαν ποτὲ δὴσκήπτρῳ Πριάμου διερειδομέναποδὸς ἀρχεχόρου πληγαῖς Φρυγίουςεὐκόμποις ἐξῆρχον θεούς.
1.5
153Ἡμιχόριον ΑἙκάβη, τί θροεῖς; τί δὲ θωΰσσεις; ποῖ λόγος ἥκει; διὰ γὰρ μελάθρωνἄιον οἴκτους οὓς οἰκτίζῃ. διὰ δὲ στέρνων φόβος ἄισσενΤρῳάσιν, αἳ τῶνδʼ οἴκων εἴσωδουλείαν αἰάζουσιν. Ἑκάβηὦ τέκνʼ, Ἀργείων πρὸς ναῦς ἤδη⋯ Ἡμιχόριον Ακινεῖται κωπήρης χείρ; οἲ ἐγώ, τί θέλουσʼ, ἦ πού μʼ ἤδηναυσθλώσουσιν πατρίας ἐκ γᾶς; Ἑκάβηοὐκ οἶδʼ, εἰκάζω δʼ ἄταν. Ἡμιχόριον Αἰὼ ἰώ. μέλεαι μόχθων ἐπακουσόμεναιΤρῳάδες, ἔξω κομίζεσθʼ οἴκων· στέλλουσʼ Ἀργεῖοι νόστον. Ἑκάβηαἶ, αἶ. μή νύν μοι τὰνἐκβακχεύουσαν Κασάνδραν, αἰσχύναν Ἀργείοισιν, πέμψητʼ ἔξω, μαινάδʼ, ἐπʼ ἄλγει δʼ ἀλγυνθῶ. ἰώ. Τροία Τροία δύστανʼ, ἔρρεις, δύστανοι δʼ οἵ σʼ ἐκλείποντεςκαὶ ζῶντες καὶ δμαθέντες.
1.6
176Ἡμιχόριον Βοἴμοι. τρομερὰ σκηνὰς ἔλιποντάσδʼ Ἀγαμέμνονος ἐπακουσομένα, βασίλεια, σέθεν· μή με κτείνεινδόξʼ Ἀργείων κεῖται μελέαν; ἢ κατὰ πρύμνας ἤδη ναῦταιστέλλονται κινεῖν κώπας; Ἑκάβηὦ τέκνον, ὀρθρεύου σὰν ψυχάν. Ἡμιχόριον Βἐκπληχθεῖσʼ ἦλθον φρίκᾳ. ἤδη τις ἔβα Δαναῶν κῆρυξ; τῷ πρόσκειμαι δούλα τλάμων; Ἑκάβηἐγγύς που κεῖσαι κλήρου. Ἡμιχόριον Βἰὼ ἰώ. τίς μʼ Ἀργείων ἢ Φθιωτᾶνἢ νησαίαν μʼ ἄξει χώρανδύστανον πόρσω Τροίας; Ἑκάβηφεῦ φεῦ. τῷ δʼ ἁ τλάμωνποῦ πᾷ γαίας δουλεύσω γραῦς, ὡς κηφήν, ἁ δειλαία, νεκροῦ μορφά, νεκύων ἀμενηνὸν ἄγαλμα, αἰαῖτὰν παρὰ προθύροις φυλακὰν κατέχουσʼἢ παίδων θρέπτειρʼ, ἃ Τροίαςἀρχαγοὺς εἶχον τιμάς;
1.7
197Χορόςαἰαῖ αἰαῖ, ποίοις δʼ οἴκτοιςτὰν σὰν λύμαν ἐξαιάζεις; οὐκ Ἰδαίοις ἱστοῖς κερκίδαδινεύουσʼ ἐξαλλάξω. νέατον τεκέων σώματα λεύσσω, νέατον⋯ μόχθους ἕξω κρείσσους, ἢ λέκτροις πλαθεῖσʼ Ἑλλάνων⋯ ʽἑ̓́ ρροι νὺξ αὕτα καὶ δαίμων. ʼἢ Πειρήνας ὑδρευσομέναπρόσπολος οἰκτρὰ σεμνῶν ὑδάτων. τὰν κλεινὰν εἴθʼ ἔλθοιμενΘησέως εὐδαίμονα χώραν. μὴ γὰρ δὴ δίναν γʼ Εὐρώτα, τὰν ἐχθίσταν θεράπναν Ἑλένας, ἔνθʼ ἀντάσω Μενέλᾳ δούλα, τῷ τᾶς Τροίας πορθητᾷ.
1.8
214Χορόςτὰν Πηνειοῦ σεμνὰν χώραν, κρηπῖδʼ Οὐλύμπου καλλίσταν, ὄλβῳ βρίθειν φάμαν ἤκουσʼεὐθαλεῖ τʼ εὐκαρπείᾳ· τάδε δεύτερά μοι μετὰ τὰν ἱερὰνΘησέως ζαθέαν ἐλθεῖν χώραν. καὶ τὰν Αἰτναίαν ἩφαίστουΦοινίκας ἀντήρη χώραν, Σικελῶν ὀρέων ματέρʼ, ἀκούωκαρύσσεσθαι στεφάνοις ἀρετᾶς. τάν τʼ ἀγχιστεύουσαν γᾶνἸονίῳ ναύται πόντῳ, ἃν ὑγραίνει καλλιστεύωνὁ ξανθὰν χαίταν πυρσαίνωνΚρᾶθις ζαθέαις πηγαῖσι τρέφωνεὔανδρόν τʼ ὀλβίζων γᾶν.
1.9
230Χορόςκαὶ μὴν Δαναῶν ὅδʼ ἀπὸ στρατιᾶςκῆρυξ, νεοχμῶν μύθων ταμίας, στείχει ταχύπουν ἴχνος ἐξανύων. τί φέρει; τί λέγει; δοῦλαι γὰρ δὴΔωρίδος ἐσμὲν χθονὸς ἤδη. ΤαλθύβιοςἙκάβη, πυκνὰς γὰρ οἶσθά μʼ ἐς Τροίαν ὁδοὺςἐλθόντα κήρυκʼ ἐξ Ἀχαιικοῦ στρατοῦ, ἐγνωσμένος δὲ καὶ πάροιθέ σοι, γύναι, Ταλθύβιος ἥκω καινὸν ἀγγελῶν λόγον.
1.10
239Ἑκάβηαἰαῖ, τόδετόδε, φίλαι Τρῳάδες, ὃ φόβος ἦν πάλαι. Ταλθύβιοςἤδη κεκλήρωσθʼ, εἰ τόδʼ ἦν ὑμῖν φόβος. Ἑκάβηαἰαῖ, τίνʼ ἢΘεσσαλίας πόλιν ἢΦθιάδος εἶπας ἢ Καδμείας χθονός; Ταλθύβιοςκατʼ ἄνδρʼ ἑκάστη κοὐχ ὁμοῦ λελόγχατε. Ἑκάβητίνʼ ἄρα τίς ἔλαχε; τίνα πότμος εὐτυχὴςἸλιάδων μένει; Ταλθύβιοςοἶδʼ· ἀλλʼ ἕκαστα πυνθάνου, μὴ πάνθʼ ὁμοῦ. Ἑκάβητοὐμὸν τίς ἆρʼἔλαχε τέκος, ἔνεπε, τλάμονα Κασάνδραν; Ταλθύβιοςἐξαίρετόν νιν ἔλαβεν Ἀγαμέμνων ἄναξ. Ἑκάβηἦ τᾷ Λακεδαιμονίᾳ νύμφᾳδούλαν; ἰώ μοί μοι. Ταλθύβιοςοὔκ, ἀλλὰ λέκτρων σκότια νυμφευτήρια. Ἑκάβηἦ τὰν τοῦ Φοίβου παρθένον, ᾇ γέρας ὁχρυσοκόμας ἔδωκʼ ἄλεκτρον ζόαν; Ταλθύβιοςἔρως ἐτόξευσʼ αὐτὸν ἐνθέου κόρης. Ἑκάβηῥῖπτε, τέκνον, ζαθέους κλῇ- δας καὶ ἀπὸ χροὸς ἐνδυ- τῶν στεφέων ἱεροὺς στολμούς. Ταλθύβιοςοὐ γὰρ μέγʼ αὐτῇ βασιλικῶν λέκτρων τυχεῖν; Ἑκάβητί δʼ ὃ νεοχμὸν ἀπʼ ἐμέθεν ἐλάβετε τέκος, ποῦ μοι; ΤαλθύβιοςΠολυξένην ἔλεξας, ἢ τίνʼ ἱστορεῖς; Ἑκάβηταύταν· τῷ πάλος ἔζευξεν; Ταλθύβιοςτύμβῳ τέτακται προσπολεῖν Ἀχιλλέως. Ἑκάβηὤμοι ἐγώ· τάφῳ πρόσπολον ἐτεκόμαν. ἀτὰρ τίς ὅδʼ ἢ νόμος ἢ τίθέσμιον, ὦ φίλος, Ἑλλάνων; Ταλθύβιοςεὐδαιμόνιζε παῖδα σήν· ἔχει καλῶς. Ἑκάβητί τόδʼ ἔλακες; ἆρά μοι ἀέλιον λεύσσει; Ταλθύβιοςἔχει πότμος νιν, ὥστʼ ἀπηλλάχθαι πόνων. Ἑκάβητί δʼ ἁ τοῦ χαλκεομήστορος Ἕκτορος δάμαρ, Ἀνδρομάχα τάλαινα, τίνʼ ἔχει τύχαν; Ταλθύβιοςκαὶ τήνδʼ Ἀχιλλέως ἔλαβε παῖς ἐξαίρετον. Ἑκάβηἐγὼ δὲ τῷπρόσπολος ἁ τριτοβάμονος χερὶδευομένα βάκτρου γεραιῷ κάρᾳ; ΤαλθύβιοςἸθάκης Ὀδυσσεὺς ἔλαχʼ ἄναξ δούλην σʼ ἔχειν.
1.11
278Ἑκάβηἒ ἔ. ἄρασσε κρᾶτα κούριμον, ἕλκʼ ὀνύχεσσι δίπτυχον παρειάν. ἰώ μοί μοι. μυσαρῷ δολίῳ λέλογχα φωτὶ δουλεύειν, πολεμίῳ δίκας, παρανόμῳ δάκει, ὃς πάντα τἀκεῖθεν ἐνθάδε στρέφει, τὰ δʼἀντίπαλʼ αὖθις ἐκεῖσε διπτύχῳ γλώσσᾳφίλα τὰ πρότερʼ ἄφιλα τιθέμενος πάντων. γοᾶσθʼ, ὦ Τρῳάδες, με. βέβακα δύσποτμος. οἴχομαι ἁτάλαινα, δυστυχεστάτῳπροσέπεσον κλήρῳ.
1.12
292Χορόςτὸ μὲν σὸν οἶσθα, πότνια, τὰς δʼ ἐμὰς τύχαςτίς ἆρʼ Ἀχαιῶν ἢ τίς Ἑλλήνων ἔχει; Ταλθύβιοςἴτʼ, ἐκκομίζειν δεῦρο Κασάνδραν χρεὼνὅσον τάχιστα, δμῶες, ὡς στρατηλάτῃἐς χεῖρα δούς νιν, εἶτα τὰς εἰληγμέναςκαὶ τοῖσιν ἄλλοις αἰχμαλωτίδων ἄγω. ἔα· τί πεύκης ἔνδον αἴθεται σέλας; πιμπρᾶσιν— ἢ τί δρῶσι— Τρῳάδες μυχούς, ὡς ἐξάγεσθαι τῆσδε μέλλουσαι χθονὸςπρὸς Ἄργος, αὑτῶν τʼ ἐκπυροῦσι σώματαθανεῖν θέλουσαι; κάρτα τοι τοὐλεύθερονἐν τοῖς τοιούτοις δυσλόφως φέρει κακά. ἄνοιγʼ ἄνοιγε, μὴ τὸ ταῖσδε πρόσφορονἐχθρὸν δʼ Ἀχαιοῖς εἰς ἔμʼ αἰτίαν βάλῃ. Ἑκάβηοὐκ ἔστιν, οὐ πιμπρᾶσιν, ἀλλὰ παῖς ἐμὴμαινὰς θοάζει δεῦρο Κασάνδρα δρόμῳ.
1.13
308ΚασάνδραἌνεχε· πάρεχε. φῶς φέρʼ, ὤ· σέβω· φλέγω— ἰδού, ἰδού— λαμπάσι τόδʼ ἱερόν. ὦ Ὑμέναιʼ ἄναξ· μακάριος ὁ γαμέτας· μακαρία δʼ ἐγὼ βασιλικοῖς λέκτροιςκατʼ Ἄργος ἁ γαμουμένα. Ὑμήν, ὦ Ὑμέναιʼ ἄναξ. ἐπεὶ σύ, μᾶτερ, ἐπὶ δάκρυσι καὶγόοισι τὸν θανόντα πατέρα πατρίδα τεφίλαν καταστένουσʼ ἔχεις, ἐγὼ δʼ ἐπὶ γάμοις ἐμοῖςἀναφλέγω πυρὸς φῶςἐς αὐγάν, ἐς αἴγλαν, διδοῦσʼ, ὦ Ὑμέναιε, σοί, διδοῦσʼ, ὦ Ἑκάτα, φάος, παρθένων ἐπὶ λέκτροιςᾇ νόμος ἔχει. πάλλε πόδα. αἰθέριον ἄναγε χορόν· εὐἅν, εὐοἵ· ὡς ἐπὶ πατρὸς ἐμοῦμακαριωτάταιςτύχαις· ὁ χορὸς ὅσιος. ἄγε σύ, Φοῖβε, νῦν· κατὰ σὸν ἐν δάφναιςἀνάκτορον θυηπολῶ, Ὑμήν, ὦ Ὑμέναιʼ, Ὑμήν. χόρευε, μᾶτερ, ἀναγέλασον· ἕλισσε τᾷδʼ ἐκεῖσε μετʼ ἐμέθεν ποδῶνφέρουσα φιλτάταν βάσιν. βοάσαθʼ Ὑμέναιον, ὤ, μακαρίαις ἀοιδαῖςἰαχαῖς τε νύμφαν. ἴτʼ, ὦ καλλίπεπλοι Φρυγῶνκόραι, μέλπετʼ ἐμῶν γάμωντὸν πεπρωμένον εὐνᾷπόσιν ἐμέθεν.
1.14
341Χορόςβασίλεια, βακχεύουσαν οὐ λήψῃ κόρην, μὴ κοῦφον αἴρῃ βῆμʼ ἐς Ἀργείων στρατόν; ἙκάβηἭφαιστε, δᾳδουχεῖς μὲν ἐν γάμοις βροτῶν, ἀτὰρ λυγράν γε τήνδʼ ἀναιθύσσεις φλόγαἔξω τε μεγάλων ἐλπίδων. οἴμοι, τέκνον, ὡς οὐχ ὑπʼ αἰχμῆς σʼ οὐδʼ ὑπʼ Ἀργείου δορὸςγάμους γαμεῖσθαι τούσδʼ ἐδόξαζόν ποτε. παράδος ἐμοὶ φῶς· οὐ γὰρ ὀρθὰ πυρφορεῖςμαινὰς θοάζουσʼ, οὐδέ σʼ αἱ τύχαι, τέκνον, ἐσωφρονήκασʼ, ἀλλʼ ἔτʼ ἐν ταὐτῷ μένεις. ἐσφέρετε πεύκας, δάκρυά τʼ ἀνταλλάξατετοῖς τῆσδε μέλεσι, Τρῳάδες, γαμηλίοις. Κασάνδραμῆτερ, πύκαζε κρᾶτʼ ἐμὸν νικηφόρον, καὶ χαῖρε τοῖς ἐμοῖσι βασιλικοῖς γάμοις· καὶ πέμπε, κἂν μὴ τἀμά σοι πρόθυμά γʼ ᾖ, ὤθει βιαίως· εἰ γὰρ ἔστι Λοξίας, Ἑλένης γαμεῖ με δυσχερέστερον γάμονὁ τῶν Ἀχαιῶν κλεινὸς Ἀγαμέμνων ἄναξ. κτενῶ γὰρ αὐτόν, κἀντιπορθήσω δόμουςποινὰς ἀδελφῶν καὶ πατρὸς λαβοῦσʼ ἐμοῦ⋯ ἀλλʼ ἄττʼ ἐάσω· πέλεκυν οὐχ ὑμνήσομεν, ὃς ἐς τράχηλον τὸν ἐμὸν εἶσι χἁτέρων· μητροκτόνους τʼ ἀγῶνας, οὓς οὑμοὶ γάμοιθήσουσιν, οἴκων τʼ Ἀτρέως ἀνάστασιν. πόλιν δὲ δείξω τήνδε μακαριωτέρανἢ τοὺς Ἀχαιούς, ἔνθεος μέν, ἀλλʼ ὅμωςτοσόνδε γʼ ἔξω στήσομαι βακχευμάτων· οἳ διὰ μίαν γυναῖκα καὶ μίαν Κύπριν, θηρῶντες Ἑλένην, μυρίους ἀπώλεσαν. ὁ δὲ στρατηγὸς ὁ σοφὸς ἐχθίστων ὕπερτὰ φίλτατʼ ὤλεσʼ, ἡδονὰς τὰς οἴκοθεντέκνων ἀδελφῷ δοὺς γυναικὸς οὕνεκα, καὶ ταῦθʼ ἑκούσης κοὐ βίᾳ λελῃσμένης. ἐπεὶ δʼ ἐπʼ ἀκτὰς ἤλυθον Σκαμανδρίους, ἔθνῃσκον, οὐ γῆς ὅριʼ ἀποστερούμενοιοὐδʼ ὑψίπυργον πατρίδʼ· οὓς δʼ Ἄρης ἕλοι, οὐ παῖδας εἶδον, οὐ δάμαρτος ἐν χεροῖνπέπλοις συνεστάλησαν, ἐν ξένῃ δὲ γῇκεῖνται. τὰ δʼ οἴκοι τοῖσδʼ ὅμοιʼ ἐγίγνετο· χῆραί τʼ ἔθνῃσκον, οἳ δʼ ἄπαιδες ἐν δόμοιςἄλλοις τέκνʼ ἐκθρέψαντες· οὐδὲ πρὸς τάφοιςἔσθʼ ὅστις αὐτῶν αἷμα γῇ δωρήσεται. ἦ τοῦδʼ ἐπαίνου τὸ στράτευμʼ ἐπάξιον.— σιγᾶν ἄμεινον τᾀσχρά, μηδὲ μοῦσά μοιγένοιτʼ ἀοιδὸς ἥτις ὑμνήσει κακά.
1.15
386Τρῶες δὲ πρῶτον μέν, τὸ κάλλιστον κλέος, ὑπὲρ πάτρας ἔθνῃσκον· οὓς δʼ ἕλοι δόρυ, νεκροί γʼ ἐς οἴκους φερόμενοι φίλων ὕποἐν γῇ πατρῴᾳ περιβολὰς εἶχον χθονός, χερσὶν περισταλέντες ὧν ἐχρῆν ὕπο· ὅσοι δὲ μὴ θάνοιεν ἐν μάχῃ Φρυγῶν, ἀεὶ κατʼ ἦμαρ σὺν δάμαρτι καὶ τέκνοιςᾤκουν, Ἀχαιοῖς ὧν ἀπῆσαν ἡδοναί. τὰ δʼ Ἕκτορός σοι λύπρʼ ἄκουσον ὡς ἔχει· δόξας ἀνὴρ ἄριστος οἴχεται θανών, καὶ τοῦτʼ Ἀχαιῶν ἵξις ἐξεργάζεται· εἰ δʼ ἦσαν οἴκοι, χρηστὸς ὢν ἐλάνθανεν. Πάρις δʼ ἔγημε τὴν Διός· γήμας δὲ μή, σιγώμενον τὸ κῆδος εἶχεν ἐν δόμοις. φεύγειν μὲν οὖν χρὴ πόλεμον ὅστις εὖ φρονεῖ· εἰ δʼ ἐς τόδʼ ἔλθοι, στέφανος οὐκ αἰσχρὸς πόλεικαλῶς ὀλέσθαι, μὴ καλῶς δὲ δυσκλεές. ὧν οὕνεκʼ οὐ χρή, μῆτερ, οἰκτίρειν σε γῆν, οὐ τἀμὰ λέκτρα· τοὺς γὰρ ἐχθίστους ἐμοὶκαὶ σοὶ γάμοισι τοῖς ἐμοῖς διαφθερῶ. Χορόςὡς ἡδέως κακοῖσιν οἰκείοις γελᾷς, μέλπεις θʼ ἃ μέλπουσʼ οὐ σαφῆ δείξεις ἴσως. Ταλθύβιοςεἰ μή σʼ Ἀπόλλων ἐξεβάκχευεν φρένας, οὔ τἂν ἀμισθὶ τοὺς ἐμοὺς στρατηλάταςτοιαῖσδε φήμαις ἐξέπεμπες ἂν χθονός. ἀτὰρ τὰ σεμνὰ καὶ δοκήμασιν σοφὰοὐδέν τι κρείσσω τῶν τὸ μηδὲν ἦν ἄρα. ὁ γὰρ μέγιστος τῶν Πανελλήνων ἄναξ, Ἀτρέως φίλος παῖς, τῆσδʼ ἔρωτʼ ἐξαίρετονμαινάδος ὑπέστη· καὶ πένης μέν εἰμʼ ἐγώ, ἀτὰρ λέχος γε τῆσδʼ ἂν οὐκ ἐκτησάμην. καὶ σοὶ μέν— οὐ γὰρ ἀρτίας ἔχεις φρένας— Ἀργεῖʼ ὀνείδη καὶ Φρυγῶν ἐπαινέσειςἀνέμοις φέρεσθαι παραδίδωμʼ· ἕπου δέ μοιπρὸς ναῦς, καλὸν νύμφευμα τῷ στρατηλάτῃ. σὺ δʼ, ἡνίκʼ ἄν σε Λαρτίου χρῄζῃ τόκοςἄγειν, ἕπεσθαι· σώφρονος δʼ ἔσῃ λάτριςγυναικός, ὥς φασʼ οἱ μολόντες Ἴλιον.
1.16
424Κασάνδραἦ δεινὸς ὁ λάτρις. τί ποτʼ ἔχουσι τοὔνομακήρυκες, ἓν ἀπέχθημα πάγκοινον βροτοῖς, οἱ περὶ τυράννους καὶ πόλεις ὑπηρέται; σὺ τὴν ἐμὴν φῂς μητέρʼ εἰς Ὀδυσσέωςἥξειν μέλαθρα; ποῦ δʼ Ἀπόλλωνος λόγοι, οἵ φασιν αὐτὴν εἰς ἔμʼ ἡρμηνευμένοιαὐτοῦ θανεῖσθαι;⋯ τἄλλα δʼ οὐκ ὀνειδιῶ. δύστηνος, οὐκ οἶδʼ οἷά νιν μένει παθεῖν· ὡς χρυσὸς αὐτῷ τἀμὰ καὶ Φρυγῶν κακὰδόξει ποτʼ εἶναι. δέκα γὰρ ἐκπλήσας ἔτηπρὸς τοῖσιν ἐνθάδʼ, ἵξεται μόνος πάτραν⋯ οὗ δὴ στενὸν δίαυλον ᾤκισται πέτραςδεινὴ Χάρυβδις, ὠμοβρώς τʼ ὀρειβάτηςΚύκλωψ, Λιγυστίς θʼ ἡ συῶν μορφώτριαΚίρκη, θαλάσσης θʼ ἁλμυρᾶς ναυάγια, λωτοῦ τʼ ἔρωτες, Ἡλίου θʼ ἁγναὶ βόες, αἳ σάρκα φωνήεσσαν ἥσουσίν ποτε, πικρὰν Ὀδυσσεῖ γῆρυν. ὡς δὲ συντέμω, ζῶν εἶσʼ ἐς Ἅιδου κἀκφυγὼν λίμνης ὕδωρκάκʼ ἐν δόμοισι μυρίʼ εὑρήσει μολών.
1.17
444Κασάνδραἀλλὰ γὰρ τί τοὺς Ὀδυσσέως ἐξακοντίζω πόνους; στεῖχʼ ὅπως τάχιστʼ· ἐς Ἅιδου νυμφίῳ γημώμεθα. ἦ κακὸς κακῶς ταφήσῃ νυκτός, οὐκ ἐν ἡμέρᾳ, ὦ δοκῶν σεμνόν τι πράσσειν, Δαναϊδῶν ἀρχηγέτα. κἀμέ τοι νεκρὸν φάραγγες γυμνάδʼ ἐκβεβλημένηνὕδατι χειμάρρῳ ῥέουσαι, νυμφίου πέλας τάφου, θηρσὶ δώσουσιν δάσασθαι, τὴν Ἀπόλλωνος λάτριν. ὦ στέφη τοῦ φιλτάτου μοι θεῶν, ἀγάλματʼ εὔια, χαίρετʼ· ἐκλέλοιφʼ ἑορτάς, αἷς πάροιθʼ ἠγαλλόμην. ἴτʼ ἀπʼ ἐμοῦ χρωτὸς σπαραγμοῖς, ὡς ἔτʼ οὖσʼ ἁγνὴ χρόαδῶ θοαῖς αὔραις φέρεσθαί σοι τάδʼ, ὦ μαντεῖʼ ἄναξ. ποῦ σκάφος τὸ τοῦ στρατηγοῦ; ποῖ ποτʼ ἐμβαίνειν με χρή; οὐκέτʼ ἂν φθάνοις ἂν αὔραν ἱστίοις καραδοκῶν, ὡς μίαν τριῶν Ἐρινὺν τῆσδέ μʼ ἐξάξων χθονός. χαῖρέ μοι, μῆτερ· δακρύσῃς μηδέν· ὦ φίλη πατρίς, οἵ τε γῆς ἔνερθʼ ἀδελφοὶ χὡ τεκὼν ἡμᾶς πατήρ, οὐ μακρὰν δέξεσθέ μʼ· ἥξω δʼ ἐς νεκροὺς νικηφόροςκαὶ δόμους πέρσασʼ Ἀτρειδῶν, ὧν ἀπωλόμεσθʼ ὕπο.
1.18
462ΧορόςἙκάβης γεραιᾶς φύλακες, οὐ δεδόρκατεδέσποιναν ὡς ἄναυδος ἐκτάδην πίτνει; οὐκ ἀντιλήψεσθʼ; ἦ μεθήσετʼ, ὦ κακαί, γραῖαν πεσοῦσαν; αἴρετʼ εἰς ὀρθὸν δέμας. Ἑκάβηἐᾶτέ μʼ— οὔτοι φίλα τὰ μὴ φίλʼ, ὦ κόραι— κεῖσθαι πεσοῦσαν· πτωμάτων γὰρ ἄξιαπάσχω τε καὶ πέπονθα κἄτι πείσομαι. ὦ θεοί⋯ κακοὺς μὲν ἀνακαλῶ τοὺς συμμάχους, ὅμως δʼ ἔχει τι σχῆμα κικλήσκειν θεούς, ὅταν τις ἡμῶν δυστυχῆ λάβῃ τύχην. πρῶτον μὲν οὖν μοι τἀγάθʼ ἐξᾷσαι φίλον· τοῖς γὰρ κακοῖσι πλείονʼ οἶκτον ἐμβαλῶ. ἦμεν τύραννοι κἀς τύραννʼ ἐγημάμην, κἀνταῦθʼ ἀριστεύοντʼ ἐγεινάμην τέκνα, οὐκ ἀριθμὸν ἄλλως, ἀλλʼ ὑπερτάτους Φρυγῶν· οὓς Τρῳὰς οὐδʼ Ἑλληνὶς οὐδὲ βάρβαροςγυνὴ τεκοῦσα κομπάσειεν ἄν ποτε. κἀκεῖνά τʼ εἶδον δορὶ πεσόνθʼ Ἑλληνικῷτρίχας τʼ ἐτμήθην τάσδε πρὸς τύμβοις νεκρῶν, καὶ τὸν φυτουργὸν Πρίαμον οὐκ ἄλλων πάρακλύουσʼ ἔκλαυσα, τοῖσδε δʼ εἶδον ὄμμασιναὐτὴ κατασφαγέντʼ ἐφʼ ἑρκείῳ πυρᾷ, πόλιν θʼ ἁλοῦσαν. ἃς δʼ ἔθρεψα παρθένουςἐς ἀξίωμα νυμφίων ἐξαίρετον, ἄλλοισι θρέψασʼ ἐκ χερῶν ἀφῃρέθην. κοὔτʼ ἐξ ἐκείνων ἐλπὶς ὡς ὀφθήσομαι, αὐτή τʼ ἐκείνας οὐκέτʼ ὄψομαί ποτε. τὸ λοίσθιον δέ, θριγκὸς ἀθλίων κακῶν, δούλη γυνὴ γραῦς Ἑλλάδʼ εἰσαφίξομαι. ἃ δʼ ἐστὶ γήρᾳ τῷδʼ ἀσυμφορώτατα, τούτοις με προσθήσουσιν, ἢ θυρῶν λάτρινκλῇδας φυλάσσειν, τὴν τεκοῦσαν Ἕκτορα, ἢ σιτοποιεῖν, κἀν πέδῳ κοίτας ἔχεινῥυσοῖσι νώτοις, βασιλικῶν ἐκ δεμνίων, τρυχηρὰ περὶ τρυχηρὸν εἱμένην χρόαπέπλων λακίσματʼ, ἀδόκιμʼ ὀλβίοις ἔχειν. οἲ ʼγὼ τάλαινα, διὰ γάμον μιᾶς ἕναγυναικὸς οἵων ἔτυχον ὧν τε τεύξομαι. ὦ τέκνον, ὦ σύμβακχε Κασάνδρα θεοῖς, οἵαις ἔλυσας συμφοραῖς ἅγνευμα σόν. σύ τʼ, ὦ τάλαινα, ποῦ ποτʼ εἶ, Πολυξένη; ὡς οὔτε μʼ ἄρσην οὔτε θήλεια σπορὰπολλῶν γενομένων τὴν τάλαιναν ὠφελεῖ. τί δῆτά μʼ ὀρθοῦτʼ; ἐλπίδων ποίων ὕπο; ἄγετε τὸν ἁβρὸν δήποτʼ ἐν Τροίᾳ πόδα, νῦν δʼ ὄντα δοῦλον, στιβάδα πρὸς χαμαιπετῆπέτρινά τε κρήδεμνʼ, ὡς πεσοῦσʼ ἀποφθαρῶδακρύοις καταξανθεῖσα. τῶν δʼ εὐδαιμόνωνμηδένα νομίζετʼ εὐτυχεῖν, πρὶν ἂν θάνῃ.
1.19
511Χορόςἀμφί μοι Ἴλιον, ὦΜοῦσα, καινῶν ὕμνωνἄεισον ἐν δακρύοις ᾠδὰν ἐπικήδειον· νῦν γὰρ μέλος ἐς Τροίαν ἰαχήσω, τετραβάμονος ὡς ὑπʼ ἀπήναςἈργείων ὀλόμαν τάλαινα δοριάλωτος, ὅτʼ ἔλιπον ἵππον οὐράνιαβρέμοντα χρυσεοφάλαρον ἔνο- πλον ἐν πύλαις Ἀχαιοί· ἀνὰ δʼ ἐβόασεν λεὼςΤρῳάδος ἀπὸ πέτρας σταθείς· Ἴτʼ, ὦ πεπαυμένοι πόνων, τόδʼ ἱερὸν ἀνάγετε ξόανονἸλιάδι Διογενεῖ κόρᾳ. τίς οὐκ ἔβα νεανίδων, τίς οὐ γεραιὸς ἐκ δόμων; κεχαρμένοι δʼ ἀοιδαῖςδόλιον ἔσχον ἄταν.
1.20
531Χορόςπᾶσα δὲ γέννα Φρυγῶνπρὸς πύλας ὡρμάθη, πεύκᾳ ἐν οὐρεΐᾳ ξεστὸν λόχον Ἀργείωνκαὶ Δαρδανίας ἄταν θέᾳ δώσων, χάριν ἄζυγος ἀμβροτοπώλου· κλωστοῦ δʼ ἀμφιβόλοις λίνοιο ναὸς ὡσεὶσκάφος κελαινόν, εἰς ἕδραναλάινα δάπεδά τε φόνια πατρί- δι Παλλάδος θέσαν θεᾶς. ἐπὶ δὲ πόνῳ καὶ χαρᾷνύχιον ἐπεὶ κνέφας παρῆν, Λίβυς τε λωτὸς ἐκτύπειΦρύγιά τε μέλεα, παρθένοι δʼἀέριον ἀνὰ κρότον ποδῶνβοὰν ἔμελπον εὔφρονʼ, ἐνδόμοις δὲ παμφαὲς σέλαςπυρὸς μέλαιναν αἴγλανἄκος ἔδωκεν ὕπνῳ.
1.21
551Χορόςἐγὼ δὲ τὰν ὀρεστέραντότʼ ἀμφὶ μέλαθρα παρθένονΔιὸς κόραν ἐμελπόμανχοροῖσι· φοινία δʼ ἀνὰπτόλιν βοὰ κατεῖχε Περ- γάμων ἕδρας· βρέφη δὲ φίλι- α περὶ πέπλους ἔβαλλε μα- τρὶ χεῖρας ἐπτοημένας· λόχου δʼ ἐξέβαινʼ Ἄρης, κόρας ἔργα Παλλάδος. σφαγαὶ δʼ ἀμφιβώμιοιΦρυγῶν, ἔν τε δεμνίοιςκαράτομος ἐρημίανεανίδων στέφανον ἔφερενἙλλάδι κουροτρόφον, Φρυγῶν πατρίδι πένθη.
1.22
568ΧορόςἙκάβη, λεύσσεις τήνδʼ Ἀνδρομάχηνξενικοῖς ἐπʼ ὄχοις πορθμευομένην; παρὰ δʼ εἰρεσίᾳ μαστῶν ἕπεταιφίλος Ἀστυάναξ, Ἕκτορος ἶνις. ποῖ ποτʼ ἀπήνης νώτοισι φέρῃ, δύστανε γύναι, πάρεδρος χαλκέοιςἝκτορος ὅπλοις σκύλοις τε Φρυγῶνδοριθηράτοις, οἷσιν Ἀχιλλέως παῖς Φθιώταςστέψει ναοὺς ἀπὸ Τροίας;
1.23
577ἈνδρομάχηἈχαιοὶ δεσπόται μʼ ἄγουσιν. Ἑκάβηοἴμοι. Ἀνδρομάχητί παιᾶνʼ ἐμὸν στενάζεις; Ἑκάβηαἰαῖ— Ἀνδρομάχητῶνδʼ ἀλγέων— Ἑκάβηὦ Ζεῦ— Ἀνδρομάχηκαὶ συμφορᾶς. Ἑκάβητέκεα, Ἀνδρομάχηπρίν ποτʼ ἦμεν.
1.24
582Ἑκάβηβέβακʼ ὄλβος, βέβακε ΤροίαἈνδρομάχητλάμων. Ἑκάβηἐμῶν τʼ εὐγένεια παίδων. Ἀνδρομάχηφεῦ φεῦ. Ἑκάβηφεῦ δῆτʼ ἐμῶνἈνδρομάχηκακῶν. Ἑκάβηοἰκτρὰ τύχαἈνδρομάχηπόλεος, Ἑκάβηἃ καπνοῦται.
1.25
587Ἀνδρομάχημόλοις, ὦ πόσις, μοι— Ἑκάβηβοᾷς τὸν παρʼ Ἅιδᾳπαῖδʼ ἐμόν, ὦ μελέα. Ἀνδρομάχησᾶς δάμαρτος ἄλκαρ.
1.26
591Ἑκάβησύ τʼ, ὦ λῦμʼ Ἀχαιῶν, τέκνων δέσποθʼ ἁμῶν, πρεσβυγενὲς Πρίαμε, κοίμισαί μʼ ἐς Ἅιδου.
1.27
595Ἀνδρομάχηοἵδε πόθοι μεγάλοι⋯ Ἑκάβησχετλία, τάδε πάσχομεν ἄλγη. Ἀνδρομάχηοἰχομένας πόλεως⋯ Ἑκάβηἐπὶ δʼ ἄλγεσιν ἄλγεα κεῖται. Ἀνδρομάχηδυσφροσύναισι θεῶν, ὅτε σὸς γόνος ἔκφυγεν Ἅιδαν, ὃς λεχέων στυγερῶν χάριν ὤλεσεπέργαμα Τροίας· αἱματόεντα δὲθεᾷ παρὰ Παλλάδι σώματα νεκρῶνγυψὶ φέρειν τέταται· ζυγὰ δʼ ἤνυσεδούλια Τροίᾳ.
1.28
601Ἑκάβηὦ πατρίς, ὦ μελέα⋯ Ἀνδρομάχηκαταλειπομέναν σε δακρύω, Ἑκάβηνῦν τέλος οἰκτρὸν ὁρᾷς. Ἀνδρομάχηκαὶ ἐμὸν δόμον ἔνθʼ ἐλοχεύθην. Ἑκάβηὦ τέκνʼ, ἐρημόπολις μάτηρ ἀπολείπεται ὑμῶν, οἷος ἰάλεμος, οἷά τε πένθη⋯ δάκρυά τʼ ἐκ δακρύων καταλείβεταιἁμετέροισι δόμοις· ὁ θανὼν δʼ ἐπι- λάθεται ἀλγέων ἀδάκρυτος.
1.29
608Χορόςὡς ἡδὺ δάκρυα τοῖς κακῶς πεπραγόσιθρήνων τʼ ὀδυρμοὶ μοῦσά θʼ ἣ λύπας ἔχει. Ἀνδρομάχηὦ μῆτερ ἀνδρός, ὅς ποτʼ Ἀργείων δορὶπλείστους διώλεσʼ, Ἕκτορος, τάδʼ εἰσορᾷς; Ἑκάβηὁρῶ τὰ τῶν θεῶν, ὡς τὰ μὲν πυργοῦσʼ ἄνωτὸ μηδὲν ὄντα, τὰ δὲ δοκοῦντʼ ἀπώλεσαν. Ἀνδρομάχηἀγόμεθα λεία σὺν τέκνῳ· τὸ δʼ εὐγενὲςἐς δοῦλον ἥκει, μεταβολὰς τοσάσδʼ ἔχον. Ἑκάβητὸ τῆς ἀνάγκης δεινόν· ἄρτι κἀπʼ ἐμοῦβέβηκʼ ἀποσπασθεῖσα Κασάνδρα βίᾳ. Ἀνδρομάχηφεῦ φεῦ· ἄλλος τις Αἴας, ὡς ἔοικε, δεύτεροςπαιδὸς πέφηνε σῆς. νοσεῖς δὲ χἅτερα. Ἑκάβηὧν γʼ οὔτε μέτρον οὔτʼ ἀριθμός ἐστί μοι· κακῷ κακὸν γὰρ εἰς ἅμιλλαν ἔρχεται. Ἀνδρομάχητέθνηκέ σοι παῖς πρὸς τάφῳ Πολυξένησφαγεῖσʼ Ἀχιλλέως, δῶρον ἀψύχῳ νεκρῷ. Ἑκάβηοἲ ʼγὼ τάλαινα. τοῦτʼ ἐκεῖνʼ ὅ μοι πάλαιΤαλθύβιος αἴνιγμʼ οὐ σαφῶς εἶπεν σαφές. Ἀνδρομάχηεἶδόν νιν αὐτή, κἀποβᾶσα τῶνδʼ ὄχωνἔκρυψα πέπλοις κἀπεκοψάμην νεκρόν. Ἑκάβηαἰαῖ, τέκνον, σῶν ἀνοσίων προσφαγμάτων· αἰαῖ μάλʼ αὖθις, ὡς κακῶς διόλλυσαι. Ἀνδρομάχηὄλωλεν ὡς ὄλωλεν· ἀλλʼ ὅμως ἐμοῦζώσης γʼ ὄλωλεν εὐτυχεστέρῳ πότμῳ. Ἑκάβηοὐ ταὐτόν, ὦ παῖ, τῷ βλέπειν τὸ κατθανεῖν· τὸ μὲν γὰρ οὐδέν, τῷ δʼ ἔνεισιν ἐλπίδες.
1.30
634Ἀνδρομάχηὦ μῆτερ, ὦ τεκοῦσα, κάλλιστον λόγονἄκουσον, ὥς σοι τέρψιν ἐμβαλῶ φρενί. τὸ μὴ γενέσθαι τῷ θανεῖν ἴσον λέγω, τοῦ ζῆν δὲ λυπρῶς κρεῖσσόν ἐστι κατθανεῖν. ἀλγεῖ γὰρ οὐδὲν τῶν κακῶν ᾐσθημένος· ὁ δʼ εὐτυχήσας ἐς τὸ δυστυχὲς πεσὼνψυχὴν ἀλᾶται τῆς πάροιθʼ εὐπραξίας. κείνη δʼ, ὁμοίως ὥσπερ οὐκ ἰδοῦσα φῶς, τέθνηκε κοὐδὲν οἶδε τῶν αὑτῆς κακῶν. ἐγὼ δὲ τοξεύσασα τῆς εὐδοξίαςλαχοῦσα πλεῖον τῆς τύχης ἡμάρτανον. ἃ γὰρ γυναιξὶ σώφρονʼ ἔσθʼ ηὑρημένα, ταῦτʼ ἐξεμόχθουν Ἕκτορος κατὰ στέγας. πρῶτον μέν, ἔνθα— κἂν προσῇ κἂν μὴ προσῇψόγος γυναιξίν— αὐτὸ τοῦτʼ ἐφέλκεταικακῶς ἀκούειν, ἥτις οὐκ ἔνδον μένει, τούτου παρεῖσα πόθον ἔμιμνον ἐν δόμοις· ἔσω τε μελάθρων κομψὰ θηλειῶν ἔπηοὐκ εἰσεφρούμην, τὸν δὲ νοῦν διδάσκαλονοἴκοθεν ἔχουσα χρηστὸν ἐξήρκουν ἐμοί. γλώσσης τε σιγὴν ὄμμα θʼ ἥσυχον πόσειπαρεῖχον· ᾔδη δʼ ἁμὲ χρῆν νικᾶν πόσιν, κείνῳ τε νίκην ὧν ἐχρῆν παριέναι. καὶ τῶνδε κληδὼν ἐς στράτευμʼ Ἀχαιϊκὸνἐλθοῦσʼ ἀπώλεσέν μʼ· ἐπεὶ γὰρ ᾑρέθην, Ἀχιλλέως με παῖς ἐβουλήθη λαβεῖνδάμαρτα· δουλεύσω δʼ ἐν αὐθεντῶν δόμοις. κεἰ μὲν παρώσασʼ Ἕκτορος φίλον κάραπρὸς τὸν παρόντα πόσιν ἀναπτύξω φρένα, κακὴ φανοῦμαι τῷ θανόντι· τόνδε δʼ αὖστυγοῦσʼ ἐμαυτῆς δεσπόταις μισήσομαι. καίτοι λέγουσιν ὡς μίʼ εὐφρόνη χαλᾷτὸ δυσμενὲς γυναικὸς εἰς ἀνδρὸς λέχος· ἀπέπτυσʼ αὐτήν, ἥτις ἄνδρα τὸν πάροςκαινοῖσι λέκτροις ἀποβαλοῦσʼ ἄλλον φιλεῖ. ἀλλʼ οὐδὲ πῶλος ἥτις ἂν διαζυγῇτῆς συντραφείσης, ῥᾳδίως ἕλξει ζυγόν. καίτοι τὸ θηριῶδες ἄφθογγόν τʼ ἔφυξυνέσει τʼ ἄχρηστον τῇ φύσει τε λείπεται.
1.31
673σὲ δʼ, ὦ φίλʼ Ἕκτορ, εἶχον ἄνδρʼ ἀρκοῦντά μοιξυνέσει γένει πλούτῳ τε κἀνδρείᾳ μέγαν· ἀκήρατον δέ μʼ ἐκ πατρὸς λαβὼν δόμωνπρῶτος τὸ παρθένειον ἐζεύξω λέχος. καὶ νῦν ὄλωλας μὲν σύ, ναυσθλοῦμαι δʼ ἐγὼπρὸς Ἑλλάδʼ αἰχμάλωτος ἐς δοῦλον ζυγόν. ἆρʼ οὐκ ἐλάσσω τῶν ἐμῶν ἔχειν κακῶνΠολυξένης ὄλεθρος, ἣν καταστένεις; ἐμοὶ γὰρ οὐδʼ ὃ πᾶσι λείπεται βροτοῖςξύνεστιν ἐλπίς, οὐδὲ κλέπτομαι φρέναςπράξειν τι κεδνόν· ἡδὺ δʼ ἐστὶ καὶ δοκεῖν. Χορόςἐς ταὐτὸν ἥκεις συμφορᾶς· θρηνοῦσα δὲτὸ σὸν διδάσκεις μʼ ἔνθα πημάτων κυρῶ. Ἑκάβηαὐτὴ μὲν οὔπω ναὸς εἰσέβην σκάφος, γραφῇ δʼ ἰδοῦσα καὶ κλύουσʼ ἐπίσταμαι. ναύταις γὰρ ἢν μὲν μέτριος ᾖ χειμὼν φέρειν, προθυμίαν ἔχουσι σωθῆναι πόνων, ὁ μὲν παρʼ οἴαχʼ, ὁ δʼ ἐπὶ λαίφεσιν βεβώς, ὁ δʼ ἄντλον εἴργων ναός· ἢν δʼ ὑπερβάλῃπολὺς ταραχθεὶς πόντος, ἐνδόντες τύχῃπαρεῖσαν αὑτοὺς κυμάτων δρομήμασιν. οὕτω δὲ κἀγὼ πόλλʼ ἔχουσα πήματαἄφθογγός εἰμι καὶ παρεῖσʼ ἐῶ στόμα· νικᾷ γὰρ οὑκ θεῶν με δύστηνος κλύδων. ἀλλʼ, ὦ φίλη παῖ, τὰς μὲν Ἕκτορος τύχαςἔασον· οὐ μὴ δάκρυά νιν σώσῃ τὰ σά· τίμα δὲ τὸν παρόντα δεσπότην σέθεν, φίλον διδοῦσα δέλεαρ ἀνδρὶ σῶν τρόπων. κἂν δρᾷς τάδʼ, ἐς τὸ κοινὸν εὐφρανεῖς φίλουςκαὶ παῖδα τόνδε παιδὸς ἐκθρέψειας ἂνΤροίᾳ μέγιστον ὠφέλημʼ, ἵνʼ— εἴ ποτε— ἐκ σοῦ γενόμενοι παῖδες Ἴλιον πάλινκατοικίσειαν, καὶ πόλις γένοιτʼ ἔτι. ἀλλʼ ἐκ λόγου γὰρ ἄλλος ἐκβαίνει λόγος, τίνʼ αὖ δέδορκα τόνδʼ Ἀχαιϊκὸν λάτρινστείχοντα καινῶν ἄγγελον βουλευμάτων;
1.32
709ΤαλθύβιοςΦρυγῶν ἀρίστου πρίν ποθʼ Ἕκτορος δάμαρ, μή με στυγήσῃς· οὐχ ἑκὼν γὰρ ἀγγελῶ. Δαναῶν δὲ κοινὰ Πελοπιδῶν τʼ ἀγγέλματα⋯ Ἀνδρομάχητί δʼ ἔστιν; ὥς μοι φροιμίων ἄρχῃ κακῶν. Ταλθύβιοςἔδοξε τόνδε παῖδα⋯ πῶς εἴπω λόγον; Ἀνδρομάχημῶν οὐ τὸν αὐτὸν δεσπότην ἡμῖν ἔχειν; Ταλθύβιοςοὐδεὶς Ἀχαιῶν τοῦδε δεσπόσει ποτέ. Ἀνδρομάχηἀλλʼ ἐνθάδʼ αὐτοῦ λείψανον Φρυγῶν λιπεῖν; Ταλθύβιοςοὐκ οἶδʼ ὅπως σοι ῥᾳδίως εἴπω κακά. Ἀνδρομάχηἐπῄνεσʼ αἰδῶ, πλὴν ἐὰν λέγῃς καλά. Ταλθύβιοςκτενοῦσι σὸν παῖδʼ, ὡς πύθῃ κακὸν μέγα. Ἀνδρομάχηοἴμοι, γάμων τόδʼ ὡς κλύω μεῖζον κακόν. Ταλθύβιοςνικᾷ δʼ Ὀδυσσεὺς ἐν Πανέλλησιν λέγων⋯ Ἀνδρομάχηαἰαῖ μάλʼ· οὐ γὰρ μέτρια πάσχομεν κακά. Ταλθύβιοςλέξας ἀρίστου παῖδα μὴ τρέφειν πατρὸς⋯ Ἀνδρομάχητοιαῦτα νικήσειε τῶν αὑτοῦ πέρι. Ταλθύβιοςῥῖψαι δὲ πύργων δεῖν σφε Τρωικῶν ἄπο. ἀλλʼ ὣς γενέσθω, καὶ σοφωτέρα φανῇ· μήτʼ ἀντέχου τοῦδʼ, εὐγενῶς δʼ ἄλγει κακοῖς, μήτε σθένουσα μηδὲν ἰσχύειν δόκει. ἔχεις γὰρ ἀλκὴν οὐδαμῇ. σκοπεῖν δὲ χρή· πόλις τʼ ὄλωλε καὶ πόσις, κρατῇ δὲ σύ, ἡμεῖς δὲ πρὸς γυναῖκα μάρνασθαι μίανοἷοί τε. τούτων οὕνεκʼ οὐ μάχης ἐρᾶνοὐδʼ αἰσχρὸν οὐδὲν οὐδʼ ἐπίφθονόν σε δρᾶν, οὐδʼ αὖ σʼ Ἀχαιοῖς βούλομαι ῥίπτειν ἀράς. εἰ γάρ τι λέξεις ὧν χολώσεται στρατός, οὔτʼ ἂν ταφείη παῖς ὅδʼ οὔτʼ οἴκτου τύχοι. σιγῶσα δʼ εὖ τε τὰς τύχας κεκτημένητὸν τοῦδε νεκρὸν οὐκ ἄθαπτον ἂν λίποιςαὐτή τʼ Ἀχαιῶν πρευμενεστέρων τύχοις.
1.33
740Ἀνδρομάχηὦ φίλτατʼ, ὦ περισσὰ τιμηθεὶς τέκνον, θανῇ πρὸς ἐχθρῶν μητέρʼ ἀθλίαν λιπών, ἡ τοῦ πατρὸς δέ σʼ εὐγένειʼ ἀποκτενεῖ, ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία, τὸ δʼ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθε σοὶ πατρός. ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι, οἷς ἦλθον ἐς μέλαθρον Ἕκτορός ποτε, οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσʼ ἐμόν, ἀλλʼ ὡς τύραννον Ἀσιάδος πολυσπόρου. ὦ παῖ, δακρύεις· αἰσθάνῃ κακῶν σέθεν; τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων, νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς; οὐκ εἶσιν Ἕκτωρ κλεινὸν ἁρπάσας δόρυγῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν, οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν· λυγρὸν δὲ πήδημʼ ἐς τράχηλον ὑψόθενπεσὼν ἀνοίκτως, πνεῦμʼ ἀπορρήξεις σέθεν. ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον, ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄραἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψʼ ὅδε, μάτην δʼ ἐμόχθουν καὶ κατεξάνθην πόνοις. νῦν— οὔποτʼ αὖθις— μητέρʼ ἀσπάζου σέθεν, πρόσπιτνε τὴν τεκοῦσαν, ἀμφὶ δʼ ὠλέναςἕλισσʼ ἐμοῖς νώτοισι καὶ στόμʼ ἅρμοσον. ὦ βάρβαρʼ ἐξευρόντες Ἕλληνες κακά, τί τόνδε παῖδα κτείνετʼ οὐδὲν αἴτιον; ὦ Τυνδάρειον ἔρνος, οὔποτʼ εἶ Διός, πολλῶν δὲ πατέρων φημί σʼ ἐκπεφυκέναι, Ἀλάστορος μὲν πρῶτον, εἶτα δὲ Φθόνου, Φόνου τε Θανάτου θʼ ὅσα τε γῆ τρέφει κακά. οὐ γάρ ποτʼ αὐχῶ Ζῆνά γʼ ἐκφῦσαί σʼ ἐγώ, πολλοῖσι κῆρα βαρβάροις Ἕλλησί τε. ὄλοιο· καλλίστων γὰρ ὀμμάτων ἄποαἰσχρῶς τὰ κλεινὰ πεδίʼ ἀπώλεσας Φρυγῶν. ἀλλʼ ἄγετε φέρετε ῥίπτετʼ, εἰ ῥίπτειν δοκεῖ· δαίνυσθε τοῦδε σάρκας. ἔκ τε γὰρ θεῶνδιολλύμεσθα, παιδί τʼ οὐ δυναίμεθʼ ἂνθάνατον ἀρῆξαι. κρύπτετʼ ἄθλιον δέμαςκαὶ ῥίπτετʼ ἐς ναῦς· ἐπὶ καλὸν γὰρ ἔρχομαιὑμέναιον, ἀπολέσασα τοὐμαυτῆς τέκνον. Χορόςτάλαινα Τροία, μυρίους ἀπώλεσαςμιᾶς γυναικὸς καὶ λέχους στυγνοῦ χάριν.
1.34
782Ταλθύβιοςἄγε παῖ, φίλιον πρόσπτυγμα μεθεὶςμητρὸς μογερᾶς, βαῖνε πατρῴωνπύργων ἐπʼ ἄκρας στεφάνας, ὅθι σοιπνεῦμα μεθεῖναι ψῆφος ἐκράνθη. λαμβάνετʼ αὐτόν. τὰ δὲ τοιάδε χρὴκηρυκεύειν, ὅστις ἄνοικτοςκαὶ ἀναιδείᾳ τῆς ἡμετέραςγνώμης μᾶλλον φίλος ἐστίν. Ἑκάβηὦ τέκνον, ὦ παῖ παιδὸς μογεροῦ, συλώμεθα σὴν ψυχὴν ἀδίκωςμήτηρ κἀγώ. τί πάθω; τί σʼ ἐγώ, δύσμορε, δράσω; τάδε σοι δίδομενπλήγματα κρατὸς στέρνων τε κόπους· τῶνδε γὰρ ἄρχομεν. οἲ ʼγὼ πόλεως, οἴμοι δὲ σέθεν· τί γὰρ οὐκ ἔχομεν; τίνος ἐνδέομεν μὴ οὐ πανσυδίᾳχωρεῖν ὀλέθρου διὰ παντός;
1.35
799Χορόςμελισσοτρόφου Σαλαμῖνος ὦ βασιλεῦ Τελαμών, νάσου περικύμονος οἰκήσας ἕδραντᾶς ἐπικεκλιμένας ὄχθοις ἱεροῖς, ἵνʼ ἐλαίαςπρῶτον ἔδειξε κλάδον γλαυκᾶς Ἀθάνα, οὐράνιον στέφανον λιπαραῖσί τε κόσμον Ἀθήναις, ἔβας ἔβας τῷ τοξοφόρῳ συναρι- στεύων ἅμʼ Ἀλκμήνας γόνῳἼλιον Ἴλιον ἐκπέρσων πόλινἁμετέραν τὸ πάροιθεν ὅτʼ ἔβας ἀφʼ Ἑλλάδος·
1.36
809Χορόςὅθʼ Ἑλλάδος ἄγαγε πρῶτον ἄνθος ἀτυζόμενοςπώλων, Σιμόεντι δʼ ἐπʼ εὐρείτᾳ πλάτανἔσχασε ποντοπόρον καὶ ναύδετʼ ἀνήψατο πρυμνᾶνκαὶ χερὸς εὐστοχίαν ἐξεῖλε ναῶν, Λαομέδοντι φόνον· κανόνων δὲ τυκίσματα Φοίβου⋯ πυρὸς φοίνικι πνοᾷ καθελὼνΤροίας ἐπόρθησε χθόνα. δὶς δὲ δυοῖν πιτύλοιν τείχη περὶΔαρδανίας φοινία κατέλυσεν αἰχμά.
1.37
820Χορόςμάταν ἄρʼ, ὦ χρυσέαις ἐν οἰνοχόαις ἁβρὰ βαίνων, Λαομεδόντιε παῖ, Ζηνὸς ἔχεις κυλίκων πλήρωμα, καλλίσταν λατρείαν· ἁ δέ σε γειναμένα πυρὶ δαίεται· ἠιόνες δʼ ἅλιαιἴακχον οἰωνὸς οἷ- ον τεκέων ὕπερ βοᾷ, ᾇ μὲν εὐνάτορας, ᾇ δὲ παῖδας, ᾇ δὲ ματέρας γεραιάς. τὰ δὲ σὰ δροσόεντα λουτρὰγυμνασίων τε δρόμοιβεβᾶσι, σὺ δὲ πρόσωπα νεα- ρὰ χάρισι παρὰ Διὸς θρόνοιςκαλλιγάλανα τρέφεις· Πριάμοιο δὲ γαῖανἙλλὰς ὤλεσʼ αἰχμά.
1.38
840ΧορόςἜρως Ἔρως, ὃς τὰ Δαρδάνεια μέλαθρά ποτʼ ἦλθεςοὐρανίδαισι μέλων, ὡς τότε μὲν μεγάλως Τροίαν ἐπύργωσας, θεοῖσικῆδος ἀναψάμενος. τὸ μὲν οὖν Διὸςοὐκέτʼ ὄνειδος ἐρῶ· τὸ τᾶς δὲ λευκοπτέρουφίλιον Ἁμέρας βροτοῖςφέγγος ὀλοὸν εἶδε γαῖαν, εἶδε περγάμων ὄλεθρον, τεκνοποιὸν ἔχουσα τᾶσδεγᾶς πόσιν ἐν θαλάμοις, ὃν ἀστέρων τέθριππος ἔλα- βε χρύσεος ὄχος ἀναρπάσας, ἐλπίδα γᾷ πατρίᾳ μεγάλαν· τὰ θεῶν δὲφίλτρα φροῦδα Τροίᾳ.
1.39
860Μενέλαοςὦ καλλιφεγγὲς ἡλίου σέλας τόδε, ἐν ᾧ δάμαρτα τὴν ἐμὴν χειρώσομαιἙλένην· ὁ γὰρ δὴ πολλὰ μοχθήσας ἐγὼΜενέλαός εἰμι καὶ στράτευμʼ Ἀχαιϊκόν. ἦλθον δὲ Τροίαν οὐχ ὅσον δοκοῦσί μεγυναικὸς οὕνεκʼ, ἀλλʼ ἐπʼ ἄνδρʼ ὃς ἐξ ἐμῶνδόμων δάμαρτα ξεναπάτης ἐλῄσατο. κεῖνος μὲν οὖν δέδωκε σὺν θεοῖς δίκηναὐτός τε καὶ γῆ δορὶ πεσοῦσʼ Ἑλληνικῷ. ἥκω δὲ τὴν τάλαιναν— οὐ γὰρ ἡδέωςὄνομα δάμαρτος ἥ ποτʼ ἦν ἐμὴ λέγω— ἄξων· δόμοις γὰρ τοῖσδʼ ἐν αἰχμαλωτικοῖςκατηρίθμηται Τρῳάδων ἄλλων μέτα. οἵπερ γὰρ αὐτὴν ἐξεμόχθησαν δορί, κτανεῖν ἐμοί νιν ἔδοσαν, εἴτε μὴ κτανὼνθέλοιμʼ ἄγεσθαι πάλιν ἐς Ἀργείαν χθόνα. ἐμοὶ δʼ ἔδοξε τὸν μὲν ἐν Τροίᾳ μόρονἙλένης ἐᾶσαι, ναυπόρῳ δʼ ἄγειν πλάτῃἙλληνίδʼ ἐς γῆν κᾆτʼ ἐκεῖ δοῦναι κτανεῖν, ποινὰς ὅσοις τεθνᾶσʼ ἐν Ἰλίῳ φίλοι. ἀλλʼ εἶα χωρεῖτʼ ἐς δόμους, ὀπάονες, κομίζετʼ αὐτὴν τῆς μιαιφονωτάτηςκόμης ἐπισπάσαντες· οὔριοι δʼ ὅτανπνοαὶ μόλωσι, πέμψομέν νιν Ἑλλάδα. Ἑκάβηὦ γῆς ὄχημα κἀπὶ γῆς ἔχων ἕδραν, ὅστις ποτʼ εἶ σύ, δυστόπαστος εἰδέναι, Ζεύς, εἴτʼ ἀνάγκη φύσεος εἴτε νοῦς βροτῶν, προσηυξάμην σε· πάντα γὰρ διʼ ἀψόφουβαίνων κελεύθου κατὰ δίκην τὰ θνήτʼ ἄγεις. Μενέλαοςτί δʼ ἔστιν; εὐχὰς ὡς ἐκαίνισας θεῶν. Ἑκάβηαἰνῶ σε, Μενέλαʼ, εἰ κτενεῖς δάμαρτα σήν. ὁρᾶν δὲ τήνδε φεῦγε, μή σʼ ἕλῃ πόθῳ. αἱρεῖ γὰρ ἀνδρῶν ὄμματʼ, ἐξαιρεῖ πόλεις, πίμπρησιν οἴκους· ὧδʼ ἔχει κηλήματα. ἐγώ νιν οἶδα, καὶ σύ, χοἱ πεπονθότες.
1.40
895ἙλένηΜενέλαε, φροίμιον μὲν ἄξιον φόβουτόδʼ ἐστίν· ἐν γὰρ χερσὶ προσπόλων σέθενβίᾳ πρὸ τῶνδε δωμάτων ἐκπέμπομαι. ἀτὰρ σχεδὸν μὲν οἶδά σοι μισουμένη, ὅμως δʼ ἐρέσθαι βούλομαι· γνῶμαι τίνεςἝλλησι καὶ σοὶ τῆς ἐμῆς ψυχῆς πέρι; Μενέλαοςοὐκ εἰς ἀκριβὲς ἦλθες, ἀλλʼ ἅπας στρατὸςκτανεῖν ἐμοί σʼ ἔδωκεν, ὅνπερ ἠδίκεις. Ἑλένηἔξεστιν οὖν πρὸς ταῦτʼ ἀμείψασθαι λόγῳ, ὡς οὐ δικαίως, ἢν θάνω, θανούμεθα; Μενέλαοςοὐκ ἐς λόγους ἐλήλυθʼ, ἀλλά σε κτενῶν. Ἑκάβηἄκουσον αὐτῆς, μὴ θάνῃ τοῦδʼ ἐνδεής, Μενέλαε, καὶ δὸς τοὺς ἐναντίους λόγουςἡμῖν κατʼ αὐτῆς· τῶν γὰρ ἐν Τροίᾳ κακῶνοὐδὲν κάτοισθα. συντεθεὶς δʼ ὁ πᾶς λόγοςκτενεῖ νιν οὕτως ὥστε μηδαμοῦ φυγεῖν. Μενέλαοςσχολῆς τὸ δῶρον· εἰ δὲ βούλεται λέγειν, ἔξεστι. τῶν σῶν δʼ οὕνεχʼ— ὡς μάθῃ— λόγωνδώσω τόδʼ αὐτῇ· τῆσδε δʼ οὐ δώσω χάριν. Ἑλένηἴσως με, κἂν εὖ κἂν κακῶς δόξω λέγειν, οὐκ ἀνταμείψῃ πολεμίαν ἡγούμενος. ἐγὼ δʼ, ἅ σʼ οἶμαι διὰ λόγων ἰόντʼ ἐμοῦκατηγορήσειν, ἀντιθεῖσʼ ἀμείψομαιτοῖς σοῖσι τἀμὰ καὶ τὰ σʼ αἰτιάματα. πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν, Πάριν τεκοῦσα· δεύτερον δʼ ἀπώλεσεΤροίαν τε κἄμʼ ὁ πρέσβυς οὐ κτανὼν βρέφος, δαλοῦ πικρὸν μίμημʼ, Ἀλέξανδρόν ποτε. ἐνθένδε τἀπίλοιπʼ ἄκουσον ὡς ἔχει. ἔκρινε τρισσὸν ζεῦγος ὅδε τριῶν θεῶν· καὶ Παλλάδος μὲν ἦν Ἀλεξάνδρῳ δόσιςΦρυξὶ στρατηγοῦνθʼ Ἑλλάδʼ ἐξανιστάναι, Ἥρα δʼ ὑπέσχετʼ Ἀσιάδʼ Εὐρώπης θʼ ὅρουςτυραννίδʼ ἕξειν, εἴ σφε κρίνειεν Πάρις· Κύπρις δὲ τοὐμὸν εἶδος ἐκπαγλουμένηδώσειν ὑπέσχετʼ, εἰ θεὰς ὑπερδράμοικάλλει. τὸν ἔνθεν δʼ ὡς ἔχει σκέψαι λόγον· νικᾷ Κύπρις θεάς, καὶ τοσόνδʼ οὑμοὶ γάμοιὤνησαν Ἑλλάδʼ· οὐ κρατεῖσθʼ ἐκ βαρβάρων, οὔτʼ ἐς δόρυ σταθέντες, οὐ τυραννίδι. ἃ δʼ εὐτύχησεν Ἑλλάς, ὠλόμην ἐγὼεὐμορφίᾳ πραθεῖσα, κὠνειδίζομαιἐξ ὧν ἐχρῆν με στέφανον ἐπὶ κάρᾳ λαβεῖν. οὔπω με φήσεις αὐτὰ τἀν ποσὶν λέγειν, ὅπως ἀφώρμησʼ ἐκ δόμων τῶν σῶν λάθρα. ἦλθʼ οὐχὶ μικρὰν θεὸν ἔχων αὑτοῦ μέταὁ τῆσδʼ ἀλάστωρ, εἴτʼ Ἀλέξανδρον θέλειςὀνόματι προσφωνεῖν νιν εἴτε καὶ Πάριν· ὅν, ὦ κάκιστε, σοῖσιν ἐν δόμοις λιπὼνΣπάρτης ἀπῆρας νηὶ Κρησίαν χθόνα.
1.41
945εἶἑν. οὐ σέ, ἀλλʼ ἐμαυτὴν τοὐπὶ τῷδʼ ἐρήσομαι· τί δὴ φρονοῦσά γʼ ἐκ δόμων ἅμʼ ἑσπόμηνξένῳ, προδοῦσα πατρίδα καὶ δόμους ἐμούς; τὴν θεὸν κόλαζε καὶ Διὸς κρείσσων γενοῦ, ὃς τῶν μὲν ἄλλων δαιμόνων ἔχει κράτος, κείνης δὲ δοῦλός ἐστι· συγγνώμη δʼ ἐμοί. ἔνθεν δʼ ἔχοις ἂν εἰς ἔμʼ εὐπρεπῆ λόγον· ἐπεὶ θανὼν γῆς ἦλθʼ Ἀλέξανδρος μυχούς, χρῆν μʼ, ἡνίκʼ οὐκ ἦν θεοπόνητά μου λέχη, λιποῦσαν οἴκους ναῦς ἐπʼ Ἀργείων μολεῖν. ἔσπευδον αὐτὸ τοῦτο· μάρτυρες δέ μοιπύργων πυλωροὶ κἀπὸ τειχέων σκοποί, οἳ πολλάκις μʼ ἐφηῦρον ἐξ ἐπάλξεωνπλεκταῖσιν ἐς γῆν σῶμα κλέπτουσαν τόδε. βίᾳ δʼ ὁ καινός μʼ οὗτος ἁρπάσας πόσιςΔηίφοβος ἄλοχον εἶχεν ἀκόντων Φρυγῶν. πῶς οὖν ἔτʼ ἂν θνῄσκοιμʼ ἂν ἐνδίκως, πόσι,⋯ πρὸς σοῦ δικαίως, ἣν ὁ μὲν βίᾳ γαμεῖ, τὰ δʼ οἴκοθεν κεῖνʼ ἀντὶ νικητηρίωνπικρῶς ἐδούλευσʼ; εἰ δὲ τῶν θεῶν κρατεῖνβούλῃ, τὸ χρῄζειν ἀμαθές ἐστί σου τόδε. Χορόςβασίλειʼ, ἄμυνον σοῖς τέκνοισι καὶ πάτρᾳπειθὼ διαφθείρουσα τῆσδʼ, ἐπεὶ λέγεικαλῶς κακοῦργος οὖσα· δεινὸν οὖν τόδε. Ἑκάβηταῖς θεαῖσι πρῶτα σύμμαχος γενήσομαικαὶ τήνδε δείξω μὴ λέγουσαν ἔνδικα. ἐγὼ γὰρ Ἥραν παρθένον τε Παλλάδαοὐκ ἐς τοσοῦτον ἀμαθίας ἐλθεῖν δοκῶ, ὥσθʼ ἣ μὲν Ἄργος βαρβάροις ἀπημπόλα, Παλλὰς δʼ Ἀθήνας Φρυξὶ δουλεύειν ποτέ, εἰ παιδιαῖσι καὶ χλιδῇ μορφῆς πέριἦλθον πρὸς Ἴδην. τοῦ γὰρ οὕνεκʼ ἂν θεὰἭρα τοσοῦτον ἔσχʼ ἔρωτα καλλονῆς; πότερον ἀμείνονʼ ὡς λάβῃ Διὸς πόσιν; ἢ γάμον Ἀθηνᾶ θεῶν τίνος θηρωμένη— ἣ παρθενείαν πατρὸς ἐξῃτήσατο, φεύγουσα λέκτρα; μὴ ἀμαθεῖς ποίει θεὰςτὸ σὸν κακὸν κοσμοῦσα, μὴ οὐ πείσῃς σοφούς. Κύπριν δʼ ἔλεξας— ταῦτα γὰρ γέλως πολύς— ἐλθεῖν ἐμῷ ξὺν παιδὶ Μενέλεω δόμους. οὐκ ἂν μένουσʼ ἂν ἥσυχός σʼ ἐν οὐρανῷαὐταῖς Ἀμύκλαις ἤγαγεν πρὸς Ἴλιον;
1.42
987ἦν οὑμὸς υἱὸς κάλλος ἐκπρεπέστατος, ὁ σὸς δʼ ἰδών νιν νοῦς ἐποιήθη Κύπρις· τὰ μῶρα γὰρ πάντʼ ἐστὶν Ἀφροδίτη βροτοῖς, καὶ τοὔνομʼ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς. ὃν εἰσιδοῦσα βαρβάροις ἐσθήμασιχρυσῷ τε λαμπρὸν ἐξεμαργώθης φρένας. ἐν μὲν γὰρ Ἄργει μίκρʼ ἔχουσʼ ἀνεστρέφου, Σπάρτης δʼ ἀπαλλαχθεῖσα τὴν Φρυγῶν πόλινχρυσῷ ῥέουσαν ἤλπισας κατακλύσεινδαπάναισιν· οὐδʼ ἦν ἱκανά σοι τὰ Μενέλεωμέλαθρα ταῖς σαῖς ἐγκαθυβρίζειν τρυφαῖς. εἶἑν· βίᾳ γὰρ παῖδα φῄς σʼ ἄγειν ἐμόν· τίς Σπαρτιατῶν ᾔσθετʼ; ἢ ποίαν βοὴνἀνωλόλυξας— Κάστορος νεανίουτοῦ συζύγου τʼ ἔτʼ ὄντος, οὐ κατʼ ἄστρα πω; ἐπεὶ δὲ Τροίαν ἦλθες Ἀργεῖοί τέ σουκατʼ ἴχνος, ἦν δὲ δοριπετὴς ἀγωνία, εἰ μὲν τὰ τοῦδε κρείσσονʼ ἀγγέλλοιτό σοι, Μενέλαον ᾔνεις, παῖς ὅπως λυποῖτʼ ἐμὸςἔχων ἔρωτος ἀνταγωνιστὴν μέγαν· εἰ δʼ εὐτυχοῖεν Τρῶες, οὐδὲν ἦν ὅδε. ἐς τὴν τύχην δʼ ὁρῶσα τοῦτʼ ἤσκεις, ὅπωςἕποιʼ ἅμʼ αὐτῇ, τῇ ἀρετῇ δʼ οὐκ ἤθελες. κἄπειτα πλεκταῖς σῶμα σὸν κλέπτειν λέγειςπύργων καθιεῖσʼ, ὡς μένουσʼ ἀκουσίως; ποῦ δῆτʼ ἐλήφθης ἢ βρόχους ἀρτωμένηἢ φάσγανον θήγουσʼ, ἃ γενναία γυνὴδράσειεν ἂν ποθοῦσα τὸν πάρος πόσιν; καίτοι σʼ ἐνουθέτουν γε πολλὰ πολλάκις· Ὦ θύγατερ, ἔξελθʼ· οἱ δʼ ἐμοὶ παῖδες γάμουςἄλλους γαμοῦσι, σὲ δʼ ἐπὶ ναῦς Ἀχαιϊκὰςπέμψω συνεκκλέψασα· καὶ παῦσον μάχηςἝλληνας ἡμᾶς τε. ἀλλὰ σοὶ τόδʼ ἦν πικρόν. ἐν τοῖς Ἀλεξάνδρου γὰρ ὕβριζες δόμοιςκαὶ προσκυνεῖσθαι βαρβάρων ὕπʼ ἤθελες· μεγάλα γὰρ ἦν σοι.— κἀπὶ τοῖσδε σὸν δέμαςἐξῆλθες ἀσκήσασα κἄβλεψας πόσειτὸν αὐτὸν αἰθέρʼ, ὦ κατάπτυστον κάρα· ἣν χρῆν ταπεινὴν ἐν πέπλων ἐρειπίοις, φρίκῃ τρέμουσαν, κρᾶτʼ ἀπεσκυθισμένηνἐλθεῖν, τὸ σῶφρον τῆς ἀναιδείας πλέονἔχουσαν ἐπὶ τοῖς πρόσθεν ἡμαρτημένοις. Μενέλαʼ, ἵνʼ εἰδῇς οἷ τελευτήσω λόγον, στεφάνωσον Ἑλλάδʼ ἀξίως τήνδε κτανὼνσαυτοῦ, νόμον δὲ τόνδε ταῖς ἄλλαισι θὲςγυναιξί, θνῄσκειν ἥτις ἂν προδῷ πόσιν.
1.43
1033ΧορόςΜενέλαε, προγόνων τʼ ἀξίως δόμων τε σῶντεῖσαι δάμαρτα κἀφελοῦ, πρὸς Ἑλλάδος, ψόγον τὸ θῆλύ τʼ, εὐγενὴς ἐχθροῖς φανείς. Μενέλαοςἐμοὶ σὺ συμπέπτωκας ἐς ταὐτὸν λόγου, ἑκουσίως τήνδʼ ἐκ δόμων ἐλθεῖν ἐμῶνξένας ἐς εὐνάς· χἡ Κύπρις κόμπου χάρινλόγοις ἐνεῖται.— βαῖνε λευστήρων πέλαςπόνους τʼ Ἀχαιῶν ἀπόδος ἐν μικρῷ μακροὺςθανοῦσʼ, ἵνʼ εἰδῇς μὴ καταισχύνειν ἐμέ. Ἑλένημή, πρός σε γονάτων, τὴν νόσον τὴν τῶν θεῶνπροσθεὶς ἐμοὶ κτάνῃς με, συγγίγνωσκε δέ. Ἑκάβημηδʼ οὓς ἀπέκτεινʼ ἥδε συμμάχους προδῷς· ἐγὼ πρὸ κείνων καὶ τέκνων σε λίσσομαι. Μενέλαοςπαῦσαι, γεραιά· τῆσδε δʼ οὐκ ἐφρόντισα. λέγω δὲ προσπόλοισι πρὸς πρύμνας νεῶντήνδʼ ἐκκομίζειν, ἔνθα ναυστολήσεται. Ἑκάβημή νυν νεὼς σοὶ ταὐτὸν ἐσβήτω σκάφος. Μενέλαοςτί δʼ ἔστι; μεῖζον βρῖθος ἢ πάροιθʼ ἔχει; Ἑκάβηοὐκ ἔστʼ ἐραστὴς ὅστις οὐκ ἀεὶ φιλεῖ. Μενέλαοςὅπως ἂν ἐκβῇ τῶν ἐρωμένων ὁ νοῦς. ἔσται δʼ ἃ βούλῃ· ναῦν γὰρ οὐκ ἐσβήσεταιἐς ἥνπερ ἡμεῖς· καὶ γὰρ οὐ κακῶς λέγεις· ἐλθοῦσα δʼ Ἄργος ὥσπερ ἀξία κακῶςκακὴ θανεῖται καὶ γυναιξὶ σωφρονεῖνπάσαισι θήσει. ῥᾴδιον μὲν οὐ τόδε· ὅμως δʼ ὁ τῆσδʼ ὄλεθρος ἐς φόβον βαλεῖτὸ μῶρον αὐτῶν, κἂν ἔτʼ ὦσʼ ἐχθίονες.
1.44
1060Χορόςοὕτω δὴ τὸν ἐν Ἰλίῳναὸν καὶ θυόεντα βω- μὸν προύδωκας Ἀχαιοῖς, ὦ Ζεῦ, καὶ πελάνων φλόγασμύρνης αἰθερίας τε κα- πνὸν καὶ Πέργαμον ἱερὰνἸδαῖά τʼ Ἰδαῖα κισσοφόρα νάπηχιόνι κατάρυτα ποταμίᾳτέρμονα πρωτόβολόν θʼ ἁλίῳ, τὰν καταλαμπομέναν ζαθέαν θεράπναν.
1.45
1071Χορόςφροῦδαί σοι θυσίαι χορῶν τʼεὔφημοι κέλαδοι κατʼ ὄρ- φναν τε παννυχίδες θεῶν, χρυσέων τε ξοάνων τύποιΦρυγῶν τε ζάθεοι σελᾶ- ναι συνδώδεκα πλήθει. μέλει μέλει μοι τάδʼ εἰ φρονεῖς, ἄναξ, οὐράνιον ἕδρανον ἐπιβεβὼςαἰθέρα τε πτόλεως ὀλομένας, ἃν πυρὸς αἰθομένα κατέλυσεν ὁρμά.
1.46
1081Χορόςὦ φίλος ὦ πόσι μοι, σὺ μὲν φθίμενος ἀλαίνειςἄθαπτος ἄνυδρος, ἐμὲ δὲ πόντιον σκάφοςἀίσσον πτεροῖσι πορεύσειἱππόβοτον Ἄργος, ἵνα τείχεαλάινα Κυκλώπιʼ οὐράνια νέμονται. τέκνων δὲ πλῆθος ἐν πύλαιςδάκρυσι κατᾴορα στένει· βοᾷ βοᾷ· Μᾶτερ, ὤμοι, μόναν δή μʼ Ἀχαιοὶ κομί- ζουσι σέθεν ἀπʼ ὀμμάτωνκυανέαν ἐπὶ ναῦνεἰναλίαισι πλάταιςἢ Σαλαμῖνʼ ἱερὰνἢ δίπορον κορυφὰνἼσθμιον, ἔνθα πύλαςΠέλοπος ἔχουσιν ἕδραι.
1.47
1100Χορόςεἴθʼ ἀκάτου Μενέλαμέσον πέλαγος ἰούσας, δίπαλτον ἱερὸν ἀνὰ μέσον πλατᾶν πέσοιΑἰγαίου κεραυνοφαὲς πῦρ, Ἰλιόθεν ὅτε με πολύδακρυνἙλλάδι λάτρευμα γᾶθεν ἐξορίζει, χρύσεα δʼ ἔνοπτρα, παρθένωνχάριτας, ἔχουσα τυγχάνειΔιὸς κόρα· μηδὲ γαῖάν ποτʼ ἔλθοι Λάκαιναν πατρῷ- όν τε θάλαμον ἑστίας, μηδὲ πόλιν Πιτάναςχαλκόπυλόν τε θεάν, δύσγαμον αἶσχος ἑλὼνἙλλάδι τᾷ μεγάλᾳκαὶ Σιμοεντιάσινμέλεα πάθεα ῥοῇσιν.
1.48
1118Χορόςἰὼ ἰώ, καίνʼ ἐκ καινῶν μεταβάλλουσαιχθονὶ συντυχίαι. λεύσσετε Τρώωντόνδʼ Ἀστυάνακτʼ ἄλοχοι μέλεαινεκρόν, ὃν πύργων δίσκημα πικρὸνΔαναοὶ κτείναντες ἔχουσιν.
1.49
1123ΤαλθύβιοςἙκάβη, νεὼς μὲν πίτυλος εἷς λελειμμένοςλάφυρα τἀπίλοιπʼ Ἀχιλλείου τόκουμέλλει πρὸς ἀκτὰς ναυστολεῖν Φθιώτιδας· αὐτὸς δʼ ἀνῆκται Νεοπτόλεμος, καινάς τιναςΠηλέως ἀκούσας συμφοράς, ὥς νιν χθονὸςἌκαστος ἐκβέβληκεν, ὁ Πελίου γόνος. οὗ θᾶσσον οὕνεκʼ, ἢ χάριν μονῆς ἔχων, φροῦδος, μετʼ αὐτοῦ δʼ Ἀνδρομάχη, πολλῶν ἐμοὶδακρύων ἀγωγός, ἡνίκʼ ἐξώρμα χθονός, πάτραν τʼ ἀναστένουσα καὶ τὸν Ἕκτοροςτύμβον προσεννέπουσα. καί σφʼ ᾐτήσατοθάψαι νεκρὸν τόνδʼ, ὃς πεσὼν ἐκ τειχέωνψυχὴν ἀφῆκεν Ἕκτορος τοῦ σοῦ γόνος· φόβον τʼ Ἀχαιῶν, χαλκόνωτον ἀσπίδατήνδʼ, ἣν πατὴρ τοῦδʼ ἀμφὶ πλεύρʼ ἐβάλλετο, μή νυν πορεῦσαι Πηλέως ἐφʼ ἑστίαν, μηδʼ ἐς τὸν αὐτὸν θάλαμον, οὗ νυμφεύσεταιμήτηρ νεκροῦ τοῦδʼ Ἀνδρομάχη, λύπας ὁρᾶν, ἀλλʼ ἀντὶ κέδρου περιβόλων τε λαΐνωνἐν τῇδε θάψαι παῖδα· σὰς δʼ ἐς ὠλέναςδοῦναι, πέπλοισιν ὡς περιστείλῃς νεκρὸνστεφάνοις θʼ, ὅση σοι δύναμις, ὡς ἔχει τὰ σά· ἐπεὶ βέβηκε, καὶ τὸ δεσπότου τάχοςἀφείλετʼ αὐτὴν παῖδα μὴ δοῦναι τάφῳ. ἡμεῖς μὲν οὖν, ὅταν σὺ κοσμήσῃς νέκυν, γῆν τῷδʼ ἐπαμπισχόντες ἀροῦμεν δόρυ· σὺ δʼ ὡς τάχιστα πρᾶσσε τἀπεσταλμένα. ἑνὸς μὲν οὖν μόχθου σʼ ἀπαλλάξας ἔχω· Σκαμανδρίους γὰρ τάσδε διαπερῶν ῥοὰςἔλουσα νεκρὸν κἀπένιψα τραύματα. ἀλλʼ εἶμʼ ὀρυκτὸν τῷδʼ ἀναρρήξων τάφον, ὡς σύντομʼ ἡμῖν τἀπʼ ἐμοῦ τε κἀπὸ σοῦἐς ἓν ξυνελθόντʼ οἴκαδʼ ὁρμήσῃ πλάτην.
1.50
1156Ἑκάβηθέσθʼ ἀμφίτορνον ἀσπίδʼ Ἕκτορος πέδῳ, λυπρὸν θέαμα κοὐ φίλον λεύσσειν ἐμοί. ὦ μείζονʼ ὄγκον δορὸς ἔχοντες ἢ φρενῶν, τί τόνδʼ, Ἀχαιοί, παῖδα δείσαντες φόνονκαινὸν διειργάσασθε; μὴ Τροίαν ποτὲπεσοῦσαν ὀρθώσειεν; οὐδὲν ἦτʼ ἄρα, ὅθʼ Ἕκτορος μὲν εὐτυχοῦντος ἐς δόρυδιωλλύμεσθα μυρίας τʼ ἄλλης χερός, πόλεως δʼ ἁλούσης καὶ Φρυγῶν ἐφθαρμένωνβρέφος τοσόνδʼ ἐδείσατʼ· οὐκ αἰνῶ φόβον, ὅστις φοβεῖται μὴ διεξελθὼν λόγῳ.
1.51
1168ὦ φίλταθʼ, ὥς σοι θάνατος ἦλθε δυστυχής. εἰ μὲν γὰρ ἔθανες πρὸ πόλεως, ἥβης τυχὼνγάμων τε καὶ τῆς ἰσοθέου τυραννίδος, μακάριος ἦσθʼ ἄν, εἴ τι τῶνδε μακάριον· νῦν δʼ αὔτʼ ἰδὼν μὲν γνούς τε σῇ ψυχῇ, τέκνον, οὐκ οἶσθʼ, ἐχρήσω δʼ οὐδὲν ἐν δόμοις ἔχων. δύστηνε, κρατὸς ὥς σʼ ἔκειρεν ἀθλίωςτείχη πατρῷα, Λοξίου πυργώματα, ὃν πόλλʼ ἐκήπευσʼ ἡ τεκοῦσα βόστρυχονφιλήμασίν τʼ ἔδωκεν, ἔνθεν ἐκγελᾷὀστέων ῥαγέντων φόνος, ἵνʼ αἰσχρὰ μὴ λέγω. ὦ χεῖρες, ὡς εἰκοὺς μὲν ἡδείας πατρὸςκέκτησθʼ, ἐν ἄρθροις δʼ ἔκλυτοι πρόκεισθέ μοι. ὦ πολλὰ κόμπους ἐκβαλὸν φίλον στόμα, ὄλωλας, ἐψεύσω μʼ, ὅτʼ ἐσπίπτων πέπλους, Ὦ μῆτερ, ηὔδας, ἦ πολύν σοι βοστρύχωνπλόκαμον κεροῦμαι, πρὸς τάφον θʼ ὁμηλίκωνκώμους ἀπάξω, φίλα διδοὺς προσφθέγματα. σὺ δʼ οὐκ ἔμʼ, ἀλλʼ ἐγὼ σὲ τὸν νεώτερον, γραῦς ἄπολις ἄτεκνος, ἄθλιον θάπτω νεκρόν. οἴμοι, τὰ πόλλʼ ἀσπάσμαθʼ αἵ τʼ ἐμαὶ τροφαὶὕπνοι τʼ ἐκεῖνοι φροῦδά μοι. τί καί ποτεγράψειεν ἄν σε μουσοποιὸς ἐν τάφῳ; Τὸν παῖδα τόνδʼ ἔκτειναν Ἀργεῖοί ποτεδείσαντες;— αἰσχρὸν τοὐπίγραμμά γʼ Ἑλλάδι. ἀλλʼ οὖν πατρῴων οὐ λαχὼν ἕξεις ὅμωςἐν ᾗ ταφήσῃ χαλκόνωτον ἰτέαν. ὦ καλλίπηχυν Ἕκτορος βραχίονασῴζουσʼ, ἄριστον φύλακʼ ἀπώλεσας σέθεν. ὡς ἡδὺς ἐν πόρπακι σῷ κεῖται τύποςἴτυός τʼ ἐν εὐτόρνοισι περιδρόμοις ἱδρώς, ὃν ἐκ μετώπου πολλάκις πόνους ἔχωνἔσταζεν Ἕκτωρ προστιθεὶς γενειάδι. φέρετε, κομίζετʼ ἀθλίῳ κόσμον νεκρῷἐκ τῶν παρόντων· οὐ γὰρ ἐς κάλλος τύχαςδαίμων δίδωσιν· ὧν δʼ ἔχω, λήψῃ τάδε. θνητῶν δὲ μῶρος ὅστις εὖ πράσσειν δοκῶνβέβαια χαίρει· τοῖς τρόποις γὰρ αἱ τύχαι, ἔμπληκτος ὡς ἄνθρωπος, ἄλλοτʼ ἄλλοσεπηδῶσι, κοὐδεὶς αὐτὸς εὐτυχεῖ ποτε. Χορόςκαὶ μὴν πρόχειρον αἵδε σοι σκυλευμάτωνΦρυγίων φέρουσι κόσμον ἐξάπτειν νεκρῷ. Ἑκάβηὦ τέκνον, οὐχ ἵπποισι νικήσαντά σεοὐδʼ ἥλικας τόξοισιν, οὓς Φρύγες νόμουςτιμῶσιν, οὐκ ἐς πλησμονὰς θηρωμένη, μήτηρ πατρός σοι προστίθησʼ ἀγάλματατῶν σῶν ποτʼ ὄντων· νῦν δέ σʼ ἡ θεοστυγὴςἀφείλεθʼ Ἑλένη, πρὸς δὲ καὶ ψυχὴν σέθενἔκτεινε καὶ πάντʼ οἶκον ἐξαπώλεσεν.
1.52
1216Χορόςἒ ἔ, φρενῶνἔθιγες ἔθιγες· ὦ μέγας ἐμοί ποτʼ ἂνἀνάκτωρ πόλεως.
1.53
1218Ἑκάβηἃ δʼ ἐν γάμοισι χρῆν σε προσθέσθαι χροῒἈσιατίδων γήμαντα τὴν ὑπερτάτην, Φρύγια πέπλων ἀγάλματʼ ἐξάπτω χροός. σύ τʼ, ὦ ποτʼ οὖσα καλλίνικε, μυρίωνμῆτερ τροπαίων, Ἕκτορος φίλον σάκος, στεφανοῦ· θανῇ γὰρ οὐ θανοῦσα σὺν νεκρῷ· ἐπεὶ σὲ πολλῷ μᾶλλον ἢ τὰ τοῦ σοφοῦκακοῦ τʼ Ὀδυσσέως ἄξιον τιμᾶν ὅπλα.
1.54
1226Χορόςαἰαῖ αἰαῖ· πικρὸν ὄδυρμα⋯ γαῖά σʼ ὦ τέκνον δέξεται. στέναζε, μᾶτερ, Ἑκάβηαἰαῖ. Χορόςνεκρῶν ἴακχον. Ἑκάβηοἴμοι μοι. Χορόςοἴμοι δῆτα σῶν ἀλάστων κακῶν.
1.55
1232Ἑκάβητελαμῶσιν ἕλκη τὰ μὲν ἐγώ σʼ ἰάσομαι, τλήμων ἰατρός, ὄνομʼ ἔχουσα, τἄργα δʼ οὔ· τὰ δʼ ἐν νεκροῖσι φροντιεῖ πατὴρ σέθεν.
1.56
1235Χορόςἄρασσʼ ἄρασσε κρᾶταπιτύλους διδοῦσα χειρός, ἰώ μοί μοι. Ἑκάβηὦ φίλταται γυναῖκες⋯ ΧορόςἙκάβη, σὰς ἔνεπε· τίνα θροεῖς αὐδάν;
1.57
1240Ἑκάβηοὐκ ἦν ἄρʼ ἐν θεοῖσι πλὴν οὑμοὶ πόνοιΤροία τε πόλεων ἔκκριτον μισουμένη, μάτην δʼ ἐβουθυτοῦμεν. εἰ δὲ μὴ θεὸςἔστρεψε τἄνω περιβαλὼν κάτω χθονός, ἀφανεῖς ἂν ὄντες οὐκ ἂν ὑμνήθημεν ἂνμούσαις ἀοιδὰς δόντες ὑστέρων βροτῶν. χωρεῖτε, θάπτετʼ ἀθλίῳ τύμβῳ νεκρόν· ἔχει γὰρ οἷα δεῖ γε νερτέρων στέφη. δοκῶ δὲ τοῖς θανοῦσι διαφέρειν βραχύ, εἰ πλουσίων τις τεύξεται κτερισμάτων· κενὸν δὲ γαύρωμʼ ἐστὶ τῶν ζώντων τόδε.
1.58
1251Χορόςἰὼ ἰώ· μελέα μήτηρ, ἣ τὰς μεγάλαςἐλπίδας ἐν σοὶ κατέκναψε βίου. μέγα δʼ ὀλβισθεὶς ὡς ἐκ πατέρωνἀγαθῶν ἐγένου, δεινῷ θανάτῳ διόλωλας. ἔα ἔα· τίνας Ἰλιάσιν ταῖσδʼ ἐν κορυφαῖςλεύσσω φλογέας δαλοῖσι χέραςδιερέσσοντας; μέλλει Τροίᾳκαινόν τι κακὸν προσέσεσθαι.
1.59
1260Ταλθύβιοςαὐδῶ λοχαγοῖς, οἳ τέταχθʼ ἐμπιμπράναιΠριάμου τόδʼ ἄστυ, μηκέτʼ ἀργοῦσαν φλόγαἐν χειρὶ σῴζειν, ἀλλὰ πῦρ ἐνιέναι, ὡς ἂν κατασκάψαντες Ἰλίου πόλινστελλώμεθʼ οἴκαδʼ ἄσμενοι Τροίας ἄπο. ὑμεῖς δʼ, ἵνʼ αὑτὸς λόγος ἔχῃ μορφὰς δύο, χωρεῖτε, Τρώων παῖδες, ὀρθίαν ὅτανσάλπιγγος ἠχὼ δῶσιν ἀρχηγοὶ στρατοῦ, πρὸς ναῦς Ἀχαιῶν, ὡς ἀποστέλλησθε γῆς. σύ τʼ, ὦ γεραιὰ δυστυχεστάτη γύναι, ἕπου. μεθήκουσίν σʼ Ὀδυσσέως πάραοἵδʼ, ᾧ σε δούλην κλῆρος ἐκπέμπει πάτρας. Ἑκάβηοἲ ʼγὼ τάλαινα· τοῦτο δὴ τὸ λοίσθιονκαὶ τέρμα πάντων τῶν ἐμῶν ἤδη κακῶν· ἔξειμι πατρίδος, πόλις ὑφάπτεται πυρί. ἀλλʼ, ὦ γεραιὲ πούς, ἐπίσπευσον μόλις, ὡς ἀσπάσωμαι τὴν ταλαίπωρον πόλιν. ὦ μεγάλα δή ποτʼ ἀμπνέουσʼ ἐν βαρβάροιςΤροία, τὸ κλεινὸν ὄνομʼ ἀφαιρήσῃ τάχα. πιμπρᾶσί σʼ, ἡμᾶς δʼ ἐξάγουσʼ ἤδη χθονὸςδούλας· ἰὼ θεοί. καὶ τί τοὺς θεοὺς καλῶ; καὶ πρὶν γὰρ οὐκ ἤκουσαν ἀνακαλούμενοι. φέρʼ ἐς πυρὰν δράμωμεν· ὡς κάλλιστά μοισὺν τῇδε πατρίδι κατθανεῖν πυρουμένῃ. Ταλθύβιοςἐνθουσιᾷς, δύστηνε, τοῖς σαυτῆς κακοῖς. ἀλλʼ ἄγετε, μὴ φείδεσθʼ· Ὀδυσσέως δὲ χρὴἐς χεῖρα δοῦναι τήνδε καὶ πέμπειν γέρας.
1.60
1287Ἑκάβηὀττοτοτοτοτοῖ. Κρόνιε, πρύτανι Φρύγιε, γενέταπάτερ, ἀνάξια τᾶς Δαρδάνουγονᾶς τάδʼ οἷα πάσχομεν δέδορκας; Χορόςδέδορκεν, ἁ δὲ μεγαλόπολιςἄπολις ὄλωλεν οὐδʼ ἔτʼ ἔστι Τροία. Ἑκάβηὀττοτοτοτοτοῖ. λέλαμπεν Ἴλιος, Περ- γάμων τε πυρὶ καταίθεται τέραμνακαὶ πόλις ἄκρα τε τειχέων. Χορόςπτέρυγι δὲ καπνὸς ὥς τις οὐ- ρανίᾳ πεσοῦσα δορὶ καταφθίνει γᾶ. μαλερὰ μέλαθρα πυρὶ κατάδρομαδαΐῳ τε λόγχᾳ.
1.61
1302Ἑκάβηἰὼ γᾶ τρόφιμε τῶν ἐμῶν τέκνων. Χορόςἓ ἕ. Ἑκάβηὦ τέκνα, κλύετε, μάθετε ματρὸς αὐδάν. Χορόςἰαλέμῳ τοὺς θανόντας ἀπύεις. Ἑκάβηγεραιά γʼ ἐς πέδον τιθεῖσα μέλεα καὶχερσὶ γαῖαν κτυποῦσα δισσαῖς. Χορόςδιάδοχά σοι γόνυ τίθημι γαίᾳτοὺς ἐμοὺς καλοῦσα νέρθενἀθλίους ἀκοίτας. Ἑκάβηἀγόμεθα φερόμεθʼ⋯ Χορόςἄλγος ἄλγος βοᾷς. Ἑκάβηδούλειον ὑπὸ μέλαθρον. Χορόςἐκ πάτρας γʼ ἐμᾶς. Ἑκάβηἰώ. Πρίαμε Πρίαμε, σὺ μὲν ὀλόμενοςἄταφος ἄφιλοςἄτας ἐμᾶς ἄιστος εἶ. Χορόςμέλας γὰρ ὄσσε κατεκάλυψεθάνατος ὅσιος ἀνοσίαις σφαγαῖσιν.
1.62
1317Ἑκάβηἰὼ θεῶν μέλαθρα καὶ πόλις φίλα, Χορόςἓ ἕ. Ἑκάβητὰν φόνιον ἔχετε φλόγα δορός τε λόγχαν. Χορόςτάχʼ ἐς φίλαν γᾶν πεσεῖσθʼ ἀνώνυμοι. Ἑκάβηκόνις δʼ ἴσα καπνῷ πτέρυγι πρὸς αἰθέραᾆστον οἴκων ἐμῶν με θήσει. Χορόςὄνομα δὲ γᾶς ἀφανὲς εἶσιν· ἄλλᾳ δʼἄλλο φροῦδον, οὐδʼ ἔτʼ ἔστινἁ τάλαινα Τροία. Ἑκάβηἐμάθετʼ, ἐκλύετε; ΧορόςΠεργάμων γε κτύπον. Ἑκάβηἔνοσις ἅπασαν ἔνοσις⋯ Χορόςἐπικλύσει πόλιν. Ἑκάβηἰώ· τρομερὰ μέλεα, φέρετʼ ἐμὸν ἴχνος· ἴτʼ ἐπί, τάλανα, δούλειον ἁμέραν βίου. Χορόςἰὼ τάλαινα πόλις· ὅμως δὲπρόφερε πόδα σὸν ἐπὶ πλάτας Ἀχαιῶν.

Intertext edge

Open linked passage

Note