Antiquorum martyriorum collectio
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
Antiquorum martyriorum collectio ΤΩΝ ΑΡΧΑΙΩΝ ΜΑΡΤΥΡΙΩΝ ΣΥΝΑΓΩΓΗ. Ἐκ τῆς Εὐσεβίου τοῦ Παμφίλου ἐκκλησιαστικῆς ἱστορίας περὶ τῶν κατὰ διαφόρους καιροὺς ἐν διαφόροις πόλεσι ἀθλησάντων ἁγίων μαρτύρων.
1.2.1
Ἐπὶ Μάρκου Ἀντωνίνου, καὶ Λουκίου Βήρου, διωγμοῦ κινηθέντος ἐν Σμύρνῃ τῆς Ἀσίας, πολλοὶ μὲν καὶ ἄλλοι τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν· καὶ Γερμανικὸς δὲ ὁ γενναῖος θηρίοις εἰς βορὰν ἐκδοθεὶς βιασάμενός τε καὶ παροξύνας αὐτοὺς ὡς ἂν θᾶττον τῆς παρούσης ζωῆς αὐτὸν ἐξαγάγοιεν· τὸ μακάριον τέλος ἐδέξατο· τότε καὶ ὁ θεῖος Πολύκαρπος διὰ πυρὸς ὡλοκαυτώθη Θεῷ· φασὶ δ' αὐτὸν καὶ ξίφει νυγῆναι ἐν αὐτῷ τῷ πυρὶ, ἐπεὶ μὴ κατεκαίετο ὑπ' αὐτῷ, αἷμά τε ἐκ τῆς πληγῆς καταῤῥεῦσαι πολὺ, ὥστε καὶ τὴν πυρκαϊὰν σβεσθῆναι, καὶ τὸ τίμιον αὐτοῦ λείψανον σῶον εὑρεθῆναι καὶ ἀσινὲς, ὃ καὶ πάλιν παρὰ τῶν ἀπίστων ἐκαύθη· καὶ Πιόνιος δὲ ὁ περιβόητος τῶν τότε μαρτύρων, ἀφορήτους κολάσεις ὑπενεγκὼν καθηλώσεις τε καὶ στρεβλώσεις, καὶ μάστιγας, καὶ τὴν διὰ πυρὸς τιμωρίαν τοῦ μακαρίου τέλους τετύχηκε. Ταῦτα ἐκ τῆς αὐτοπροσώπου τῆς Σμυρναίου Ἐκκλησίας γραφείσης ἐπιστολῆς. Ἐπὶ τῶν αὐτῶν βασιλέων Πτολεμαῖος γυναῖκα τῶν εὐγενῶν πρὸς τὴν εὐσέβειαν μεταζήσας, διεβλήθη παρὰ τοῦ ταύτης ἀνδρὸς Οὐρβικίῳ τῷ ἄρχοντι· καὶ τοῦ Οὐρβικίου κελεύσαντος αὐτὸν ἀπαχθῆναι, Λούκιος ὁ γενναῖος παῤῥησιασάμενος καὶ αὐτὸς ἀπήχθη τὴν ἐπὶ θάνατον. Ταῦτα Ἰουστῖνος, ὁ τῷ ὄντι φιλοσοφώτατος καὶ μάρτυς Χριστοῦ ἐν τῇ πρὸς Ἀντωνῖνον περὶ τοῦ καθ' ἡμᾶς δόγματος ἀπολογίᾳ φησί· ὃς καὶ αὐτὸς θείῳ τότε μαρτυρίῳ κατακοσμεῖται. Κρέσκεντός τινος τῶν παρ' Ἕλλησιν Κυνικῶν φιλοσόφων τὴν ἐπιβουλὴν συσκευασαμένου, ἐν Λουγδούνῳ τῆς Γαλλίας διωγμοῦ κινηθέντος πλεῖστοι τῷ ὑπὲρ Χριστοῦ μαρτυρίῳ κατεκοσμήθησαν· ὧν οἱ περιφανέστατοι καὶ γενναιότατοι μάλιστά εἰσιν οὗτοι. Ποθεινὸς ἐπίσκοπος τῆς αὐτῆς πόλεως γεγονὼς, ὑπὸ τοῦ δημώδους πλήθους αἰκισθεὶς, καὶ ἐν φυλακῇ ῥιφθεὶς μετὰ δʹ ἡμέρας τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο· μεθ' ὃν Εἰρηναῖος τῆς ἐν Λουγδούνῳ παροικίας ἐπεσκόπευσε. Βιβλιὸς μία οὖσα τῶν ἠρνημένων, ἐπεὶ καὶ βλασφημῆσαι τὸν Κύριον προετρέπετο, τοῦτο δὲ μὴ ἀνασχομένη ποιῆσαι, πάλιν ἐπὶ τοῦ βασανιστηρίου κατετείνετο δούλου, κἀνταῦθα διὰ τῆς αἰσθητῆς τιμωρίας εἰς μνήμην ἐλθοῦσα τῆς ἐν γεέννῃ κολάσεως, Χριστιανὴν αὖθις ἑαυτὴν ὡμολόγει· καὶ οὕτως ἐν αὐταῖς ταῖς βασάνοις ἀπέψυξε. Καὶ τῷ τῶν μαρτύρων προσετέθη κλήρῳ Σάγκτος διάκονος ἐκ πόλεως Βιέννης, καὶ Μάτουρος· παντοίως ἐπὶ πολλὰς ἡμέρας τιμωρηθέντες, τέλος ἐπὶ σιδηρᾶς ἐκπυρωθείσης καθέδρας ἀναγκασθέντες καθίσαι, καὶ ἅμα ὑπὸ παντὸς τοῦ δήμου παιόμενοι, καὶ θηρίοις ἐπεισελθοῦσιν ἑλκόμενοι, τὸν τοῦ μαρτυρίου ἀγῶνα διήνυσαν. Μεθ' οὓς ἡ γενναῖα Βλανδῖνα πλείστην καὶ αὐτὴ πρότερον καρτερίαν ἐνδειξαμένη, καὶ ποικίλας ὑπενεγκοῦσα βασάνους, ἐπὶ ξύλου κρεμασθεῖσα, τότε προὔκειτο βορὰ τῶν εἰσβαλλομένων θηρίων, καὶ μηδενὸς τούτων αὐτῆς ἁψαμένου, καθαιρεθεῖσα τοῦ ξύλου, πάλιν εἰς τὴν εἱρκτὴν ἐνεβλήθη, πρὸς ἀγῶνα δεύτερον τηρουμένη, καθ' ὃν αὖθις πλεῖστα παθοῦσα, μετὰ τὰς μάστιγας, μετὰ τὰ θηρία, μετὰ τὸ τήγανον, τοὔσχατον εἰς γύργαθον ἐμβληθεῖσα ταύρῳ παρεβλήθη ἀγρίῳ, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο. Μεθ' ἧς καί τι παιδάριον Ποντικὸν πᾶσαν κόλασιν ὑπέμεινε γενναίως, καὶ αὐτὸ τὸ πνεῦμα παρέδωκε. Ἀλέξανδρος ἰατρὸς ἐκ Φρυγίας παρεστὼς τῷ βήματι, τότε τῶν μαρτύρων ἐξεταζομένων, δῆλος ἐπὶ τοῖς περιεστηκόσι, πνεύματι τούτους πρὸς τὴν ὁμολογίαν προτρέπων, ἀγανακτήσαντος δὲ ἐπὶ τούτου τοῦ ὄχλου, ἐρωτηθεὶς παρ' αὐτοῦ ἄρχοντος τίς εἴη καὶ πόθεν Χριστιανὸν ἑαυτὸν ὡμολόγησεν· καὶ οὕτω θηριομαχῆσαι κατακριθεὶς, εἰσήχθη τὴν ἐπιοῦσαν μετά τινος Ἀττάλου Περγαμηνοῦ τῷ γένει, οἳ καὶ διὰ πάντων διεξελθόντες τῶν πρὸς κόλασιν ἐξευρημένων ὀργάνων, τοὔσχατον ἐτίθησαν καὶ αὐτοί· καὶ ἄλλοι δὲ πλεῖστοι τότε πυρὶ καὶ θηρίοις, καὶ διαφόροις κολάσεσιν, ἔτι δὲ καὶ ταῖς εἱρκταῖς ἐναποπνιγόμενοι ἐτελειώθησαν, ὧν τὰ ὀστᾶ συλλέξαντες οἱ τῆς ἀπωλείας υἱοὶ πυρὶ παρέδοσαν, καὶ τὴν ἐξ αὐτῶν τέφραν εἰς τὸν Ῥοδανὸν ποταμὸν διελίκμησαν. Ἐν τούτοις Ἀλκιβιάδης εἷς ὢν τῶν θείων ὁμολογητῶν, ἐγκρατείας πρότερον ὑπερβαλλούσης, συζῶν ὡς μηδενὸς ἄλλου μετέχειν, ἢ μόνον ἄρτου καὶ ὕδατος, ἐπειρᾶτο καὶ ἐν τῷ δεσμωτηρίῳ οὕτω διάγειν· Ἀττάλῳ δὲ περὶ οὗ προείπομεν ἀποκαλυφθὲν ὅτι μὴ καλῶς ποιεῖ Ἀλκιβιάδης τοῖς τοῦ Θεοῦ μὴ χρώμενος κτίσμασιν, τοῦτο μαθὼν ἐξ ἐκείνου, μετελάμβανε πάντων ἀνυποστόλως, εὐχαριστῶν τῷ Θεῷ· τοῦτό μοι ἀρκείτω ἐνταῦθα εἰς ἀπόδειξιν τοῦ μὴ δεῖν καθάπαξ ἀποτίθεσθαί τισι τῶν βρωμάτων, ὡς βλάβην ἐμποιεῖν δυναμένους· ἐπεὶ καλὰ πάντα τὰ τοῦ Θεοῦ κτίσματα, καὶ καλὰ λίαν, καὶ οὐκ αὐτὰ τὴν βλάβην εἴωθεν ἐμποιεῖν, ἀλλ' ἡ τούτων ἄμετρος χρῆσις. Ταῦτα ἐκ τῆς ἀποπροσώπου τῆς ἐν Λουγδούνῳ Ἐκκλησίας γραφείσης ἐπιστολῆς.
1.3.1
Ἐπὶ Σευήρου βασιλέως Ῥωμαίων, διωγμοῦ κινηθέντος ἐν τῇ κατ' Αἴγυπτον Ἀλεξανδρείᾳ, πλεῖστοι, καὶ διαφορώτατοι τῆς εἰς Χριστὸν ὑπερήθλησαν πίστεως· ἐν οἷς καὶ Λεωνίδης ὁ τοῦ Ὠριγένους πατὴρ τὴν κεφαλὴν ἀποτμηθεὶς νέον κομιδῆ καταλείπει τὸν παῖδα· ὃς δὴ τοσοῦτον περὶ τὸ μαρτύριον τὸν ἔρωτα ἔσχεν, ὡς ὁμόσε τοῖς κινδύνοις χωρεῖν, προπηδᾷν τε καὶ προθύμως ἐπὶ τὸν ἀγῶνα ὁρμᾷν· τέως γε μὴν τῆς μητρὸς τὴν πᾶσαν αὐτοῦ ἀποκρυψαμένης ἐσθῆτα, ἀπρόϊτος οἴκοι μένειν ἀναγκασθεὶς, ἐπέστειλε τῷ πατρὶ καθειργμένῳ ὄντι τὴν περὶ μαρτυρίου προτρεπτικὴν ἐπιστολὴν, ἐν ᾗ κατὰ λέξιν ὧδέ φησι· «Ἔπεχε μὴ δι' ἡμᾶς ἄλλο τι φρονήσῃς.» Οὗτος μέγας, καὶ περιβόητος λόγοις τε καὶ ἔργοις κατ' ἐκεῖνο καιροῦ γεγονὼς, τοῦ ἐν Ἀλεξανδρείᾳ κατηχητικοῦ διδασκαλείου προέστη, καὶ πολλοὺς τῶν φοιτητῶν ἐπὶ τὸν ὅμοιον αὐτῷ παρορμήσας ζῆλον, μάρτυρας Χριστοῦ πεποίηκεν· ὧν πρῶτος Πλούταρχος ἦν οὗ τὴν ἐπὶ θάνατον ἀπαγομένου, μικροῦ δεῖν καὶ αὐτὸς Ὠριγένης ἀνῄρητο συμπαρὼν, ὡς ἀπωλείας αἴτιος αὐτῷ γεγονώς. Καὶ ὕστερον δὲ ἐπὶ Δεκίου βήματι παρέστη τυραννικῷ, ὡς σεβόμενος τὸν Χριστόν· ἀλλ' οὐκ ἐπέτυχε τῆς μαρτυρίας, τοῦ Θεοῦ, οἶμαι, ταύτης αὐτὸν ἀνάξιον κρίναντος, διὰ τὸ περὶ τὰ δόγματα καὶ τὴν ὀρθὴν πίστιν διάστροφον· λειποτακτεῖ γὰρ, καὶ ταῦτα μετὰ πεῖραν βασάνων. Δεύτερος τῶν Ὠριγένους φοιτητῶν μάρτυς ἀναδείκνυται Σέρηνος, διὰ πυρὸς τὴν δοκιμὴν ἧς παρείληφε πίστεως παρεσχημένος. Τῆς αὐτῆς διατριβῆς τρίτος καθίσταται μάρτυς Ἡρακλείδης, καὶ ἐπὶ τούτῳ τέταρτος Ἥρων· ὁ μὲν πρότερος ἔτι κατηχούμενος, ὁ δὲ νεοφώτιστος, τὰς κεφαλὰς ἀποτμηθέντες. Ἔτι πρὸς τούτοις, ἕτερος τοῦ προτέρου Σέρηνος, μετὰ πλείστην βασάνων ὑπομονὴν, κεφαλικῶς τιμωρεῖται. Καὶ γυναικῶν δὲ Ἡραῒς ἔτι κατηχουμένη τὸ διὰ πυρὸς ὑφίσταται βάπτισμα. Ἐπὶ τούτοις ἕβδομος Βασιλείδης, ὁ τὴν περιβόητον Ποταμίαν ἀναπαγαγών. Παραλαβὼν γὰρ αὐτὴν, καὶ τὴν ἐπὶ θανάτῳ ἀπάγων, τοὺς ἐνοχλοῦντας αὐτῇ, καὶ ἀκολάστοις ῥήμασιν ἐνυβρίζοντας ἀναστέλλων ἦν παντὶ τρόπῳ, καὶ διωθούμενος· ἡ δὲ τῆς περὶ αὐτὴν συμπαθείας ἀποδεξαμένη, τὸν ἄνδρα θαῤῥεῖν παρακελεύεται, ἐξαιτήσασθαι γὰρ αὐτὸν ἀπελθοῦσαν παρὰ τοῦ ἑαυτῆς Χριστοῦ, καὶ ταύτην αὐτῷ τὴν ἀμοιβὴν, τῶν εἰς αὑτὴν πεπραγμένων, οὐκ εἰς μακρὰν ἀποτίσειν. Ταῦτα δ' εἰποῦσαν, γενναίως τὴν ἔξοδον ὑποστῆναι πίττης ἐμπύρου περιχυθείσης αὐτῇ. Οὐ μακρὸν δὲ χρόνον ὁ Βασιλείδης διαλιπὼν ὅρκον διά τινα αἰτίαν, πρὸς τῶν συστρατιωτῶν αἰτηθεὶς, μὴ ἐξεῖναι αὐτῷ, ἔφη, Χριστιανῷ γε ὄντι τὸ παράπαν ὀμνύναι· οἱ δὲ, παίζειν αὐτὸν τὰ πρῶτα νομίζοντες, ἄγουσιν ἐπὶ τὸν ἄρχοντα, ἐφ' οὗ τὴν εὔστασιν ὁμολογήσας δεσμοῖς παραδίδοται. Ἀφικομένων δὲ πρὸς αὐτὸν τῶν κατὰ Θεὸν ἀδελφῶν, καὶ τὴν αἰτίαν τῆς παραδόξου πυνθανομένων ὁρμῆς, τὴν μάρτυρα Ποταμίαν ἀνιδεῖν ἔφη, μετὰ τρίτην ἡμέραν τοῦ μαρτυρίου ἐπιστᾶσαν αὐτῷ, στέφανόν τε τῇκεφαλῇ ἐπιθεῖσαν αὐτοῦ, παρακεκληκέναι τὸν Κύριον, χάριν αὐτοῦ φῆσαι, καὶ τῆς ἀξιώσεως τετυχηκέναι, οὐκ εἰς μακρόν τε αὐτὸν παραλήψεσθαι. Ἐπὶ τούτοις τῶν ἀδελφῶν τῆς ἐν Κυρίῳ σφραγῖδος μεταδόντων αὐτῷ, τῇ ἐφεξῆς ἡμέρᾳ, τῷ τοῦ Κυρίου διαπρέψας μαρτυρίῳ, τὴν κεφαλὴν ἀποτέμνεται.
1.4.1
Ἐπὶ Δεκίου διωγμοῦ κινηθέντος ἐν τῇ αὐτῇ τῶν Ἀλεξανδρέων πόλει, πλεῖστοι τῶν εἰς Χριστὸν ἠλπικότων τοῖς ὑπὲρ αὐτοῦ μαρτυρίοις κατεκοσμήθησαν· ὧν καὶ οὗτοι ἐτύγχανον. Μητρᾶς τις πρεσβύτης περὶ τὰς ἀρχὰς τοῦ διωγμοῦ συλληφθεὶς ὑπὸ τοῦ δημώδους ὄχλου, καὶ ῥήματα ἄθεα λέγειν κελευσθεὶς, ἐπεὶ μὴ ἐπείθετο, ξύλοις τὸ σῶμα παιόμενος, καὶ καλάμοις ὀξέσι τὸ πρόσωπον κεντούμενος καὶ τοὺς ὀφθαλμοὺς, τέλος εἰς τὸ προάστειον ἀχθεὶς καθελέσθαι, καὶ οὕτω τὴν ψυχὴν τῷ Κυρίῳ παρέθετο. Γυνή τις καλουμένη Κοΐντα, ἐπεὶ μὴ ἐπείθετο τοῖς εἰδώλοις προσκυνεῖν, εἰς εἰδωλεῖον ἀχθεῖσα, σχοίνοις δεθεῖσα τοὺς πόδας, καὶ διὰ πάσης γυμνὴ συρεῖσα τῆς πόλεως, ἐπὶ τὸν αὐτὸν ἀχθεῖσα τόπον, λίθοις ὑπὸ τοῦ πλήθους βαλλομένη ἐτελειώθη. Ἀπολλωνία ἡ παρθένος τε καὶ πρεσβῦτις ἀναγκαζομένη εἰδώλοις θῦσαι, τοὺς ὀδόντας ἐζημίωτο κοπτομένη τὰς σιαγόνας· εἶθ' οὕτως πυρᾶς ἀναφθείσης, ἀπειλοῦντας εἰς αὐτὴν ἐμβαλεῖν τοὺς κατέχοντας, μικρὸν ὑποπαραιτησαμένη καὶ ἀναθεῖσα, συντόνως ἐπεπήδησεν εἰς τὸ πῦρ, καὶ καταπέφλεκται. Καὶ μετ' αὐτὴν Σαραπίωνα καταλαβόντες ἐφέστιον, σκληραῖς βασάνοις αἰκισάμενοι, καὶ πάντα τὰ ἄρθρα διακλάσαντες, ἀπὸ τοῦ ὑπερῴου πρηνῆ κατέῤῥιψαν. Ἰουλιανὸς ποδαγρὸς ὢν, καὶ μήτε στῆναι, μήτε βαδίσαι δυνάμενος, ἅμα δυσὶν ἑτέροις Χριστιανοῖς, τοῖς αὐτὸν φέρουσι προσήχθη· ὧν ὁ μὲν ἕτερος εὐθὺς ἠρνήσατο· ἅτερος δὲ Κρονίων καλούμενος, καὶ αὐτὸς Ἰουλιανὸς, διὰ πάσης τῆς πόλεως καμήλοις ἐποχούμενοι διελθόντες, καὶ ἅμα ὑπὸ τοῦ πλήθους παιόμενοι, τέλος πυρὶ παρεδόθησαν· καί τις τῶν στρατιωτῶν Βησᾶς καλούμενος, παραστὰς ἀπαγομένοις αὐτοῖς, καὶ τοῖς ἐφυβρίζουσιν ἐναντιωθεὶς, ἐμβοησάντων αὐτῶν περιεσχέθη, καὶ τὴν κεφαλὴν ἀπετμήθη. Ἕτερος δέ τις τὸ μὲν γένος Λίβυς ὑπάρχων, Μάκαρ δὲ τὴν προσηγορίαν, ἐπιμόνως αὐτὸν τοῦ δικαστοῦ προτρεπομένου πρὸς ἄρνησιν, ἐπεὶ μὴ ἐπείσθη, πυρὶ παραδοθεὶς, φερωνύμως τοῦ μακαρίου τετύχηκε τέλους.
1.5.1
Ἐπίμαχός τε μετ' αὐτοὺς καὶ Ἀλέξανδρος, μετὰ πολὺν ὃν ἔμειναν δεσμῶται χρόνον, μυρίας βασάνους διενεγκόντες, ξυστῆράς τε καὶ μάστιγας πυρὶ καὶ οὗτοι ἐφλέχθησαν. Καὶ γυναῖκες δὲ τρεῖς τὸν ἀριθμὸν προσαχθεῖσαι, ἡ μὲν αὐτῶν Ἀμμωναρία καλουμένη, πάνυ φιλονείκως αὐτὴν τοῦ δικαστοῦ βασανίσαντος, ἅτε προαποφηναμένην, ὅτι μηδὲν ὧν ἐκεῖνος κελεύει φθέγξοιτο, ἀληθεύσασα τὴν ἐπαγγελίαν ἀπήχθη· αἱ δὲ λοιπαὶ, Μερκουρία καὶ Διονυσία, αἰδεσθέντος ἀνηνύτοις ἐπιχειρεῖν, καὶ ὑπὸ γυναικῶν ἡττᾶσθαι τοῦ ἄρχοντος, ξίφει τὰς κεφαλὰς ἀφῃρέθησαν, μηκέτι βασάνων πεῖραν λαβοῦσαι. Ἥρων δὲ, καὶ Ἀτὴρ, καὶ Ἰσίδωρος, καὶ σὺν αὐτοῖς Διόσκορος, παῖς ὢν ὡς ἐτῶν πέντε καὶ δέκα, στάντες, οἱ μὲν διαφόροις βασάνοις ἐγκαρτερήσαντες πυρὶ παρεδόθησαν. Διόσκορος δὲ σοφώτατα παῤῥησιασάμενος, καὶ πρὸς τὰς τοῦ ἡγεμόνος πεύσεις ἀνδρείως ἀποκρινάμενος, θαυμάσαντος τὰς ἀποκρίσεις τοῦ ἄρχοντος, καὶ τῆς ἡλικίας οἶκτον λαβόντος, ἀφείθη μάρτυς τέλειος τῇ προαιρέσει γεγενημένος. Νεμεσίων τις Αἰγύπτιος γραφὴν ὡς λῃστὴς ὑπομείνας, καὶ ταῦτα ἀπολυσάμενος, καὶ καταμηνυθεὶς αὖθις ὡς εἴη Χριστιανὸς, διπλαῖς ἢ εἰ λῃστὴς ἦν μάστιξιν ἐτασθεὶς, μεταξὺ δύο λῃστῶν κατεφλέγη, τιμηθεὶς τῷ τοῦ Χριστοῦ παραδείγματι. Ἀμμὼν, καὶ Ζήνων, Πτολεμαῖός τε καὶ Ἰγγένης, καὶ Θεόφιλος ἑστῶτες πρὸ τοῦ δικαστηρίου, καί τινα πρὸς ἄρνησιν ἤδη ῥέποντα νεύμασι πρὸς τὴν ὁμολογίαν ἐπιθαῤῥύνοντες· ἐπεὶ ἔγνωσαν ἀγανακτοῦντας ἐπὶ τούτῳ τοὺς ὄχλους, πρὶν ὑπ' αὐτῶν συλληφθῆναι, Χριστιανοὺς ἑαυτοὺς ἀνεκήρυξαν, καὶ οὕτω τὴν ἐπὶ θανάτῳ ἀπήχθησαν. Ἰσχυρίων ἐπιτροπεύων τινὶ τῶν ἀρχόντων, ἐπὶ μισθῷ τοῦ μισθοδότου κελεύοντος αὐτὸν θῦσαι, ἐπεὶ μὴ ἐπείσθη τοῦτο ποιῆσαι, βακτηρίαν μεγίστην κατὰ τῆς ἕδρας ὠσθεῖσαν διά τε τῶν σπλάγχνων καὶ τῶν ἐντέρων δεξάμενος, τὸ πνεῦμα παρέδωκε. Ταῦτα ἐκ τῆς ἐπιστολῆς Διονυσίου τοῦ Ἀλεξανδρείας.
1.6.1
Ἐπὶ Οὐαλεριανοῦ βασιλέως Ῥωμαίων διωγμοῦ κινηθέντος, ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, τρεῖς ἄνδρες, Πρίσκος τε καὶ Μάλλος καὶ Ἀλέξανδρος, ἐν ἀγρῷ οἰκοῦντες, ἐπεὶ περὶ τοῦ διωγμοῦ μεμαθήκεσαν, καλέσαντες ἑαυτοὺς ὡς ἀμελεῖς καὶ ῥᾳθύμους, ὥρμησαν ὁμοθυμαδὸν εἰς τὴν πόλιν, καὶ λαμπρῶς τῇ κατὰ Χριστὸν διαλάμψαντες ὁμολογίᾳ, θείῳ κατεκοσμήθησαν μαρτυρίῳ, θηρίων γενόμενοι βορά. Ἐπὶ Γαλιηνοῦ, ἐν τῇ προειρημένῃ πόλει Μαρῖνος ἑκατοντάρχου ἀξίαν κομίσασθαι προσελθὼν, τῆς ἐν οὐρανοῖς στρατείας διὰ μαρτυρίου ἐπέτυχε. Παρελθὼν γάρ τις πρὸ τοῦ βήματος μὴ ἐξεῖναι αὐτῷ ἔφη τῆς Ῥωμαίων μετέχειν ἀξίας, Χριστιανῷ γε ὄντι, καὶ τοῖς βασιλεῦσι μὴ πειθομένῳ. Αὐτίκα τοίνυν ἐρωτηθεὶς ὁ Μαρῖνος, καὶ Χριστιανὸν ἑαυτὸν παῤῥησίᾳ ὁμολογήσας, τριῶν ὡρῶν εἰς ἐπίσκεψιν ἔλαβε παρὰ τοῦ ἡγεμόνος διάστημα· καὶ τοῦ βήματος ἐκτὸς γεγονότος, Θεότεκνος ὁ τῇδε ἐπίσκοπος λαβόμενος αὐτοῦ τῆς χειρὸς εἰς τὴν ἐκκλησίαν εἰσήγαγε, τὴν θείαν τε τῶν Εὐαγγελίων βίβλον ἀνὰ χεῖρας λαβὼν, καὶ ἅμα τὸ προσηρτημένον αὐτῷ ξίφος ἐπιδεικνύων· Τούτων ὁπότερον βούλει ταχέως, ἔφη, ἑλοῦ. Ὡς δ' ἀμελλητὶ τὴν δεξιὰν προτείνας ἐδέξατο τὴν θείαν Γραφὴν, Ἔχου τοίνυν, φησὶ πρὸς αὐτὸν ὁ Θεότεκνος, τοῦ Θεοῦ, καὶ τύχοις ὧν εἵλου, πρὸς αὐτοῦ δυναμούμενος, καὶ βάδιζε μετ' εἰρήνης. Ἐκεῖθεν τοίνυν ἐπανελθὼν, καὶ τὰ αὐτὰ καὶ πάλιν ὁμολογήσας, τὴν ἐπὶ θανάτῳ ἀπαχθεὶς τελειοῦται. Οὕτω τίμιον λείψανον Ἀστύριος τῶν ἐπὶ Ῥώμης συγκλητικῶν γεγονὼς, βασιλεῦσί τε προσφιλὴς, καὶ πᾶσι γνώριμος, λαμπρᾷ καὶ πολυτελεῖ περιστείλας ἐσθῆτι, καὶ φανερῶς ἐπὶ πάντων, ἐπὶ τῶν ὤμων ἀράμενος τῇ προσηκούσῃ ταφῇ παραδίδωσι.
1.7.1
Ἐπὶ Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ προτεθέντος τοῦ κατὰ Χριστιανῶν προγράμματος ἐν Νικομηδείᾳ, ἀμφοτέραις ἀνελὼν τοῦτο χερσὶ διαῤῥήγνυσι. καὶ τοῦτο πεποιηκὼς, εὐθὺς ἀνάρπαστος γίνεται, πλεῖστά τε παθὼν, οἷα εἰκὸς τὸν ἐπὶ τηλικούτῳ συλληφθέντα τολμήματι, διὰ μαρτυρίου τῆς παρούσης ζωῆς ὑπεξίσταται. Ἕτερος ὑπὸ τὸν αὐτὸν χρόνον, τῶν περὶ τὸν βασιλέα παίδων εἷς ὢν, Πέτρος καλούμενος, πέτρου τῷ ὄντι στεῤῥότερος τὴν ὁμολογίαν ἐδείχθη. Ὡς γὰρ κελευόμενος θύειν ἐνίστατο, μετάρσιος ἀρθεὶς ἐπὶ ξύλου γυμνὸς, μάστιξιν εἰς τοσοῦτον κατεξάνθη τὸ σῶμα, ὡς καὶ τὰ ὀστᾶ τῶν σαρκῶν ἤδη ἐκλελοιπότων ἐκφαίνεσθαι· ὡς δὲ καὶ ταῦτα πάσχων ἀδιάτρεπτος ἦν, ὄξος ἅλατι φύραντες, κατὰ τῶν διασαπέντων τοῦ σώματος μερῶν ἐνέχεον· ὡς δὲ καὶ τούτων ἀνώτερος τῶν ἀλγηδόνων ὑπῆρχεν, ἐσχάρᾳ πεπυρακτωμένῃ ἐπιτίθεται· καὶ οὕτω κατὰ μικρὸν τοῦ πυρὸς τὰ λειπόμενα τῶν κρεῶν ἐπινειμαμένου, νικηφόρος ἐν αὐταῖς παρέδωκε τὴν ψυχὴν ταῖς βασάνοις. Δωρόθεος καὶ Γοργόνιος, τῆς βασιλικῆς οἰκετείας καὶ αὐτοὶ ὄντες, ἑτέροις ἅμα πλείοσι μετὰ πολυτρόπους ἀγῶνας βρόχῳ τὴν ζωὴν μεταλλάξαντες, τῆς ἐνθέου νίκης ἀπηνέγκαντο τὰ βραβεῖα. Ὑπὸ τὸν αὐτὸν χρόνον, Ἄνθιμος τῆς κατὰ Νικομήδειαν προεστὼς Ἐκκλησίας, διὰ τὴν εἰς Χριστὸν μαρτυρίαν, τὴν κεφαλὴν ἀποτέμνεται· τούτῳ δὲ πλῆθος σχεδὸν ἀναρίθμητον μαρτύρων προστίθεται. Ἐν γὰρ τοῖς κατὰ Νικομήδειαν βασιλείοις πυρκαϊᾶς ἐν ταύταις δὴ ταῖς ἡμέραις ἁφθείσης, λόγου διαδοθέντος ὑπὸ Χριστιανῶν ἐπιχειρηθῆναι τὰ τῆς φλογὸς σωρηδὸν κατὰ πρόσταξιν βασιλικὴν, οἱ μὲν τῶν τῇδε θεοσεβῶν ξίφεσιν ἀπεσφάττοντο, οἱ δὲ πυρὶ παρεδίδοντο, ἄλλοι δὲ τοῖς θαλαττίοις ἐναπεῤῥίπτοντο βυθοῖς, καὶ οὕτω παντὶ τρόπῳ τελειούμενοι, οὐδὲ μετὰ τέλος τῆς νενομισμένης ἠξιοῦντο ταφῆς· ἀλλὰ πυρὶ τῶν λειψάνων αὐτῶν καιομένων, ἡ κόνις τῷ ἀέρι ἐνελικμᾶτο, ἢ τῇ θαλάσσῃ ἐναπεῤῥίπτετο. Τὰ αὐτὰ δὲ καὶ κατὰ πᾶσαν ἐπαρχίαν κατὰ Χριστιανῶν ἐπράττετο· ἤκμαζε δὲ μάλιστα κατὰ Φοινίκην τε καὶ Συρίαν, Αἴγυπτόν τε καὶ Θηβαΐδα, καὶ Ἀφρικὴν καὶ τὸ Μαύρων ἔθνος. Ἐξ ὀνόματος δὲ καταλέγειν τοὺς ἐν ταῖς τοιαύταις ἐπαρχίαις εὐδοκίμως ἀθλήσαντας, καὶ τὸ πλῆθος αὐτῶν, καὶ τοὺς ποικίλους τῆς τελειώσεως τρόπους ἐπαριθμεῖσθαι ἄπορον εἰδὼς καὶ καθόλου ἀδύνατον, ὀλίγων τινῶν τῶν ἐπισημοτάτων μνησθήσομαι. Λουκιανὸς ἐξ Ἀντιοχείας πρεσβύτερος, τὸν πάντα βίον ἄριστος, καὶ περὶ λόγους εὐδοκιμώτατος γεγονὼς, ἐν Νικομηδείᾳ βασιλέως ἐπιπαρόντος ἀχθεὶς, δεσμωτήριον οἰκεῖν κατακρίνεται· κἀν τούτῳ διάγων, τῇ τῶν ἀναγκαίων ἐνδείᾳ λιμοκτονηθεὶς μετήλλαξε τὴν ζωήν· καὶ οὗτος μὲν ἐξ Ἀντιοχείας τῆς κατὰ τὴν Κοίλην Συρίαν. Τῶν δ' ἐπὶ Φοινίκης μαρτύρων, Τυραννίων ἐπίσκοπος τῆς κατὰ Τύρον Ἐκκλησίας πρώτιστος ἦν, πρεσβύτερός τε τῆς κατὰ Σιδῶνα Ζηνόβιος, καὶ ἔτι Σιλβανὸς τῶν ἀμφὶ τὴν Ἔμεσσαν ἐκκλησιῶν ἐπίσκοπος (θηρίων δ' οὗτος μεθ' ἑτέρων ἐπ' αὐτῆς Ἐμέσσης ἐγεγόνει βορά). Ἄμφω δὲ οἱ προειρημένοι ἐπ' Ἀντιοχείας τὸν τοῦ Θεοῦ Λόγον μέχρι θανάτου ἐδοξάτην, ὁ μὲν θαλαττίοις παραδοθεὶς βυθοῖς ὁ ἐπίσκοπος, ὁ δὲ ἰατρῶν ἄριστος Ζηνόβιος ταῖς κατὰ τῶν πλευρῶν ἐπιτεθείσαις αὐτῷ καρτερῶς ἐναποθανὼν βασάνοις. Τῶν δ' ἐπὶ Παλαιστίνης μαρτύρων, Σιλβανὸς ἐπίσκοποςΓάζης, κατὰ τὰ ἐν Φοινίκῃ χαλκοῦ μέταλλα, σὺν ἑτέροις, ἑνὸς δέοντος, τὸν ἀριθμὸν τεσσαράκοντα, τὴν κεφαλὴν ἀποτέμνεται. Αἰγύπτιοί τε αὐτόθι Πηλεὺς καὶ Νεῖλος, ἐπίσκοποι, μεθ' ἑτέρων τὴν διὰ πυρὸς ὑπέμειναν τελευτήν· καὶ Πάμφιλος δὲ τότε, πρεσβύτερος ὢν Καισαρείας τῆς κατὰ Παλαιστίνην, θείῳ μαρτυρίῳ κατακοσμεῖται λαμπρῶς ἀγωνισάμενος. Τῶν δ' ἐπ' Ἀλεξανδρείας καθ' ὅλης τε τῆς Αἰγύπτου, καὶ Θηβαΐδος διαπρεπῶς τελειωθέντων, ἐν πρώτοις ἦν Πέτρος αὐτῆς Ἀλεξανδρείας ἐπίσκοπος, καὶ τῶν σὺν αὐτῷ πρεσβυτέρων Φαῦστος, καὶ Δῖος, καὶ Ἀμμώνιος, τέλειοι Χριστοῦ μάρτυρες, Φιλέας τε καὶ Ἡσύχιος, καὶ Παχύμιος, καὶ Θεόδωρος, τῶν κατ' Αἴγυπτον ἐκκλησιῶν ἐπίσκοποι. Κατὰ τὸν αὐτὸν χρόνον, πολίχνην τινὰ κατὰ τὴν Φρυγίαν κειμένην, ὅτι δὴ πανδημεὶ πάντες οἱ ταύτην οἰκοῦντες Χριστιανοὺς σφᾶς ὡμολόγουν, παραλαβόντες οἱ στρατιῶται, πῦρ τε ὑφάψαντες κατέφλεξαν αὐτοὺς ἅμα γυναιξὶ καὶ νηπίοις, τὸν Χριστὸν ἐπιβοωμένους. Καί τις ἕτερος Ῥωμαϊκῆς ἀξίας ἐπειλημμένος Ἄδαυκτος τοὔνομα, γένους τῶν παρ' Ἰταλοῖς ἐπισήμων, τῆς πρώτης παρὰ βασιλεῦσι τιμῆς ἀξιούμενος, διαπρέψας τότε τῆς εἰς Χριστὸν ἀδιατρέπτῳ καὶ ἀκλινεῖ ὁμολογίᾳ, τῷ τοῦ μαρτυρίου διαδήματι κατεκοσμήθη, γενναίως τὸν ἀγῶνα διηνυκώς. Καί τις ἱερὰ καὶ θαυμασία γυνὴ, πλούτῳ, καὶ γένει, καὶ εὐδοξίᾳ παρὰ πᾶσιν Ἀντιοχεῦσι βεβοημένη, παίδων ξυνωρίδα παρθένων διαπρεπῶν ἀναθρεψαμένη, ἐπειδὴ πολὺς ὁ περὶ αὐτὰς κινούμενος φθόνος, λανθανούσας τε καὶ ἐν ἀλλοδαπῇ διατριβούσας ἐπὶ τὴν Ἀντιόχου ἐκάλει· δικτύων δὲ ἤδη στρατιωτικῶν εἴσω περιεβέβληντο, ἐν ἀμηχάνοις ἑαυτήν τε καὶ τὰς παῖδας θεασαμένη, καὶ τὰ ἐξ ἀνθρώπων λογισαμένη δεινὰ, πορνείας τε ἀπειλῆν μηδ' ἄκροις ὠσὶν ἀκούειν ἀνασχομένη, ἀλλὰ καὶ τὸ δουλεῦσαι δαίμοσι πάντων θανάτων καὶ πάσης ἀπωλείας χεῖρον φήσασα εἶναι, μίαν ἑαυτῇ καὶ ταῖς θυγατράσιν ὑπετίθετο λύσιν τούτων ἁπάντων, τὴν ἐπὶ τὸν Κύριον καταφυγήν. Καὶ δὴ τὴν γνώμην ὁμοῦ συνθέμεναι, τά τε σώματα περισταλεῖσαι κοσμίως, ἐπὶ μέσης γενόμεναι τῆς ὁδοῦ, ἐπὶ παραῤῥέοντα ποταμὸν ἑαυτὰς ἠκόντισαν· αἱ δὲ μὲν οὖν ἑαυτάς. Ἄλλην δ' ἐπ' αὐτῆς Ἀντιοχείας ξυνωρίδα παρθένων, τὰ πάντα θεοπρεπῶν καὶ ἀληθῶς ἀδελφῶν, ἐπιδόξων μὲν τὸ γένος, λαμπρῶν δὲ τὸν βίον, νέων τοὺς χρόνους, ὡραίων τὸ σῶμα, σεμνῶν τὴν ψυχὴν, εὐσεβῶν τὸν τρόπον, θαυμαστῶν τὴν σπουδὴν, θαλαττίοις βυθοῖς παρέδοσαν οἱ τῶν δαιμόνων θεραπευταί. Τί με χρὴ νῦν ἐπ' ὀνόματος τῶν λοιπῶν μνημονεύειν, καὶ τὸ πλῆθος τῶν ἀνδρῶν ἀριθμεῖν, καὶ τὰς πολυτρόπους αἰκίας ἀναζωγραφεῖν τῶν θαυμασίων Χριστοῦ μαρτύρων, τοτὲ μὲν πέλυξιν ἀνηρημένων, οἷα γέγονε τοῖς ἐπ' Ἀραβίας, τοτὲ δὲ τὰ σκέλη καταγνυμένων, οἷα τοῖς ἐν Καππαδοκίᾳ συμβέβηκε· καὶ ποτὲ μὲν κατὰ κεφαλῆς ἐκ τοῖν ποδοῖν εἰς ὕψος ἀναρτωμένων, καὶ μαλθακοῦ πυρὸς ὑποκαιομένου τῷ παραπεμπομένῳ καπνῷ τῆς φλεγομένης ὕλης ἀποπνιγομένων, οἷα τοῖς ἐν Μεσοποταμίᾳἐπενήνεκται, ποτὲ δὲ ῥίνας, καὶ ὦτα, καὶ χεῖρας ἀκρωτηριαζομένων, τά τε λοιπὰ τοῦ σώματος μέλη καὶ μέρη κρεουργουμένων, οἷά τε ἐπ' Ἀλεξανδρείας ἦν; τί δεῖ τῶν ἐπ' Ἀντιοχείας ἀναζωπυρεῖν τὴν μνήμην, ἐσχάραις πυρὸς, οὐκ εἰς θάνατον, ἀλλ' ἐπὶ μακρᾷ τιμωρίᾳ κατοπτωμένων, ἑτέρων δὲ θᾶττον τὴν δεξιὰν αὐτῶν πυρὶ καθιέντων ἢ τῆς ἐναγοῦς θυσίας ἐφαπτομένων; ὧν τινες τὴν πεῖραν φεύγοντες πρὶν ἁλῶναι, καὶ εἰς χεῖρας τῶν ἐπιβούλων ἐλθεῖν, ἄνωθεν ἀφ' ὑψηλῶν δωμάτων ἑαυτοὺς κατεκρήμνισαν, τὸν θάνατον ἅρπαγμα θέμενοι τῆς τῶν δυσσεβῶν μοχθηρίας· τὰ φρικτὰ δὲ ἀκοαῖς κατὰ τὸν Πόντον ἔπασχον ἕτεροι, καλάμοις ὀξέσι ταῖν χεροῖν ἐξ ἄκρων ὀνύχων τοὺς δακτύλους διαπειρόμενοι, καὶ ἄλλοι πυρὶ μολίβδου διατακέντος βραζούσῃ καὶ πεπυρακτωμένῃ τῇ ὕλῃ τὰ νῶτα καταχεόμενοι, καὶ τὰ μάλιστα ἀναγκαιότατα τοῦ σώματος μέρη κατοπτώμενοι· διά τε τῶν ἀποῤῥήτων ἕτεροι μελῶν καὶ μερῶν, αἰσχρὰς, καὶ ἀσυμπαθεῖς, καὶ οὐδὲ λόγῳ ῥητὰς ὑπέμενον πάθας. Τὰ δ' οὖν τῶν συμφορῶν ἔσχατα, ὅτε δὴ λοιπὸν οἱ κατὰ πᾶσαν ἐπαρχίαν ἄρχοντες ἀπειρήκεσαν ἐπὶ τῇ τῶν κακῶν ὑπερβολῇ, καὶ πρὸς τὸ κτείνειν ἀποκαμόντες ἐπὶ τὸ νομιζόμενον αὐτοῖς χρηστὸν ἐτράποντο, καὶ φιλάνθρωπον τηνικαῦτα ὀφθαλμοὺς ἐξορύττεσθαι, καὶ τοῖν σκελοῖν πηροῦσθαι θάτερον προσετάττετο. Ταῦτα γὰρ οὖν αὐτοῖς τὰ φιλάνθρωπα, καὶ τῶν καθ' ἡμῶν τιμωριῶν τὰ κουφότατα, ὥστε ἤδη ταύτης ἕνεκα τῆς τῶν ἀσεβῶν φιλανθρωπίας οὐκ ἔτι εἶναι δυνατὸν ἐξειπεῖν τὸ πλῆθος τῶν ὑπὲρ πάντα λόγον τοὺς μὲν δεξιοὺς ὀφθαλμοὺς ξίφει πρότερον ἐκκοπτομένων, καὶ πυρὶ καυτηριαζομένων, τοὺς δὲ λαιοὺς πόδας αὖθις κατὰ τῶν ἀγκυλῶν καυτῆρσιν ἀχρειωμένων, μετὰ ταῦτα τοῖς κατ' ἐπαρχίαν χαλκοῦ μετάλλοις οὐχ ὑπηρεσίας τοσοῦτον, ὅσον κακώσεως καὶ ταλαιπωρίας ἕνεκεν καταδικαζομένων.