Commentarius in Isaiam
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1
Commentarius in Isaiam 1. 1 Τὸ πνεῦμα τῷ προφήτῃ ἐδείκνυ ποτὲ μὲν σαφῶς τὰ δηλούμενα ὡς μὴ δεῖσθαι τρόπων ἀλληγορίας ἐν τῇ τῶν φωνῶν ἑρμηνείᾳ, μόναις δὲ αὐταῖς κεχρῆσθαι ψιλαῖς ταῖς λέξεσιν, ποτὲ δὲ διὰ συμβόλων ἑτέρων πραγμάτων, ἐμφαντικοῖς ῥήμασί τε καὶ ὀνόμασιν ἑτέραν ὑποβαλλόντων διάνοιαν, ὥσπερ καὶ ἐπὶ τῶν ὀνείρων «τοῦ Ἰωσὴφ προσκυνεῖν» ἐδόκουν «ἀστέρες» τὸν ἀριθμὸν «ἕνδεκα», ὧδέ πη «τῶν ἀδελφῶν αὐτοῦ» δηλουμένων, ἄλλοτε δὲ «στάχυς» ἀναλέγοντας «τοὺς ἀδελφοὺς» ἑώρα τῆς σιτοδείας ὧδέ πως ᾐνιγμένης. οὕτως καὶ τῷ παρόντι προφήτῃ τὰ πλεῖστα τῶν θεσπιζομένων διὰ συμβόλων ἑωρᾶτο, πλεῖστα δὲ καὶ συμπεπλεγμένως εἴρηται κατὰ τὸ αὐτὸ τῶν μὲν πρὸς λέξιν τῶν δὲ πρὸς διάνοιαν ὑφασμένων, ὁποῖα καὶ ἐν ταῖς τοῦ σωτῆρος εὑρίσκεται διδασκαλίαις, δι' ὧν ἀναγέγραπται εἰπεῖν· «οὐχ ὑμεῖς λέγετε ὅτι τετράμηνός ἐστι καὶ ὁ θερισμὸς ἔρχεται; ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη»· τούτων γὰρ τὸ μὲν ῥητόν ἐστι, τὸ δὲ διανοίᾳ καὶ ἄλλα ἂν εὕροις μυρία ὥσπερ οὖν καὶ τῷ μετὰ χεῖρας προφήτῃ παρ' ᾧ ῥήματα μὲν αὐτολεξεὶ νοούμενα εὕροις ἂν τοιαῦτα· «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων» καὶ τὰ ἑξῆς, πρὸς δὲ μόνην διάνοιαν ταῦτα· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι» καὶ τὰ ἑξῆς.
1.1.1
Ὅρασιν δὲ οὐ κοινὴν λέγει οὐδὲ σωματικοῖς ὀφθαλμοῖς ὑποπίπτουσαν, ἀλλὰ προφητικὴν τῶν μακροῖς ὕστερον χρόνοις συμβησομένων ἐποπτικήν· ὥσπερ γὰρ εἴ τις ἐν μεγάλῳ πίνακι θεῷτο πολεμίων ἔφοδον καὶ δῃώσεις χώρας πολιορκίας τε καὶ ἀνδραποδισμοὺς χρώματος ἄνθεσιν ἐξεικονισμένας, τὸν αὐτὸν δοκεῖ τρόπον ὕπαρ ἀλλ' οὐ καθ' ὕπνους τὴν ὅρασιν τεθεᾶσθαι τοῦ θείου πνεύματος καταλάμποντος αὐτοῦ τὴν ψυχήν.
1.2.1
Ἠσαΐας οὐκ ἐκ διατριβῶν ὥρμητο οὐδ' ἐκ διδασκαλιῶν ὠφελημένος, ἀλλ' ἐξ ἀγροῦ παρελθὼν καὶ βίου ὥς γε δοκεῖ τοῖς πολλοῖς ἀφανοῦς καὶ ἀπεριμμένου τῆς θείας ἐμπνεύσεως καὶ σοφίας μετείληφεν. Ἠσαΐαν καὶ εὐαγγελιστὴν δεῖ λέγειν ὡς τὴν αὐτὴν διακονίαν τοῖς εὐαγγελισταῖς ποιήσαντα· διαφερόντως γὰρ τὸν υἱὸν τοῦ θεοῦ κηρύττει, ποτὲ μὲν θεολογῶν ποτὲ δὲ τὴν εἰς οὐρανοὺς πάροδον αὐτοῦ θεσπίζων καὶ τὴν ἐκ «παρθένου» προαγορεύων τοῦ «Ἐμμανουὴλ» γέννησιν καὶ τὴν ἀνάστασιν, ἀλλὰ καὶ ἀπόστολον· καὶ τοῦτο γὰρ παρίστησιν λέγουσα ἡ αὐτοῦ γραφή· «καὶ εἶπεν κύριος Τίνα ἀποστελῶ, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπον Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με».
1.3.1
Τὴν πᾶσαν ὑπόθεσιν κατὰ τοῦ Ἰουδαίων ἔθνους εἶναι διδάσκει· οὐ γὰρ μόνον ἐπὶ τοῦ πρώτου καταλεχθέντος βασιλέως, ἀλλὰ καὶ ἐπὶ τοῦ δευτέρου καὶ τρίτου καὶ τοῦ τετάρτου. καὶ εὕροις αὐτὸν ἐφ' ἑκάστῃ βασιλείᾳ τῶν προλεχθέντων ἐλέγχους τοῦ Ἰουδαίων ἔθνους καὶ προρρήσεις κατ' αὐτῶν ποιούμενον μέχρις αὐτοῦ τέλους τῆς βασιλείας, ἤτοι τοῦ Ἰουδαίων ἔθνους ἢ τῆς χώρας, Ἰερουσαλὴμ δὲ τῆς πόλεως. διὰ τί πρῶτον κατὰ τῆς Ἰουδαίας ἄρχεται καίτοι μέλλων λέγειν καὶ «κατὰ Βαβυλῶνος» καὶ «Αἰγυπτίων»; ἐπειδὴ ἐξ αὐτῶν ἄρχεται τῶν δοκούντων ἀνακεῖσθαι τῷ θεῷ κατὰ τὸ εἰρημένον ἀλλαχόθι· «ἀπὸ τῶν ἁγίων μου ἄρξασθε» καὶ «δυνατοὶ δυνατῶς ἐτασθήσονται».
1.4.1
Ἐπεσημήνατο δὲ τὸν τῶν βασιλέων χρόνον, ἐπειδὴ ἄλλη τις ἦν κατάστασις παρὰ Ἰουδαίοις πραγμάτων. ἔμελλεν δὲ τὰ μηδ' εἰς νοῦν μηδ' εἰς ὑπόνοιαν ἐπιόντα τῶν τότε μακροῖς ὕστερον χρόνοις ἀποβήσεσθαι. ὅτι κἀκεῖνος τηρητέον ὡς μία μὲν συνημμένη εἶναι δοκεῖ ἡ πᾶσα βίβλος, λέλεκται δὲ τῷ προφήτῃ κατὰ μέρος ἐν διαφόροις καὶ μακρῶν καιρῶν διαστήμασιν ὡς πολλῆς δεῖσθαι καὶ ἀκριβοῦς ἐπιστήμης τῷ μέλλοντι διαιρεῖν καὶ εἰς χρόνους ἀφορίζειν τὴν τῶν ἐμφερομένων διάνοιαν καὶ ταῖς πράξεσι ταῖς καθ' ἑκάστην βασιλείαν πεπραγμέναις τὴν προφητείαν ἐφαρμόζειν· ἐφ' ὅλοις γὰρ ἔτεσιν πεντήκοντα ὁ τῶν προκειμένων βασιλέων ἀπαρτίζεται χρόνος, καθ' ὃν εἴρηται τὰ δι' ὅλης τῆς βίβλου φερόμενα.
1.5.1
Πληρῶσαν τὸ θεῖον πνεῦμα τὴν τοῦ προφήτου ψυχὴν τῆς οἰκείας δυνάμεως ὡς δι' ὀργάνου τοῦ προφητικοῦ στόματος ἐξεφώνησεν τὰ προκείμενα προπαρασκευάζον ἀκροατὰς τῶν ὑπὸ τοῦ κυρίου λεγομένων λόγων, διό φησιν· ὅτι κύριος ἐλάλησεν. εἶθ' ἑξῆς καὶ τὸν λόγον αὐτὸν ἐμφαίνει, ὃν ἐλάλησε κύριος φῆσαν ἐκ προσώπου κυρίου τό· υἱοὺς ἐγέννησα καὶ ὕψωσα· ὁ μὲν οὖν κύριος ἐλάλησε τὸν λόγον, ἐπακοῦσαν δὲ τὸ πνεῦμα τὸ προφητικὸν τῆς τοῦ κυρίου φωνῆς ὡς δι' ὀργάνου τοῦ προφήτου ταῖς τῶν ἀνθρώπων ἀκοαῖς παρεδίδου τὸν λόγον, ὃν τοῦ κυρίου λέγοντος ἠκροάσατο, συνεκάλει δὲ πρὸς τὴν μάθησιν τὰ συνεκτικὰ μέρη, οὐρανὸν τοῦτον τὸν τὰς θείας δυνάμεις ἀπειληφότα καὶ γῆν τὸ τῶν θνητῶν οἰκητήριον. οὐρανῷ μὲν ἀκούειν, γῇ δὲ ἐνωτίζεσθαι παρακελεύεται ἢ ὡς ἐμψύχοις οὖσιν· διοικεῖν γὰρ καὶ τὸ οὐράνιον σῶμα ψυχὴν καὶ τὸ τῆς γῆς στοιχεῖον ὡσαύτως φασίν τινες, ἢ δι' αὐτῶν τὰς ἀφανεῖς δυνάμεις ἀνακαλούμενος ἢ ἔπειτα θεσπιζόμενα μακροῖς χρόνοις ἔμελλον ἀποβήσεσθαι τῆς θνητῆς φύσεως οὔσης ὀλιγοχρονίου πρὸς τὰ διαμένοντα ποιεῖται τὸν λόγον, ἢ ὡς μὴ ἀξίους ὄντας Ἰουδαίους τὸν οὐρανὸν προσκαλεῖται καὶ τὴν γῆν. καὶ τὸ μὲν ἀκούειν τῷ οὐρανῷ προσνέμει, ὅπερ ἐστὶν τὸ συνιέναι ὡς κρεῖττον, τῇ δὲ γῇ ἐνωτίζεσθαι, ὅπερ ἐστὶν τὸ δι' ὤτων ἀκούειν, ὅπερ ἐστὶ σωματικώτερον.
1.6.1
Υἱοὺς ἐγέννησα λέγει διὰ τὴν νοερὰν ψυχὴν τὸ «κατ' εἰκόνα αὐτοῦ» γενέσθαι, ἀλλὰ καὶ διὰ τὸ γέρους ἐξαιρέτου τετυχηκέναι τοὺς πρώτους.
1.7.1
Αἰνίττεται διὰ τοῦ λέγειν ἔγνω βοῦς τὸν κτησάμενον, ὅτι τὰ μὲν πρὶν 1. 7 κτηνῶν ἀλόγων κατ' οὐδὲν διαφέροντα ἔθνη συνήσουσιν, Ἰσραὴλ δὲ οὐ συνήσει· τὸ γὰρ οὐ συνῆκεν ἀντ' οὐ συνήσει. καὶ βοῦς μὲν καὶ ὄνος φυσικῇ φαντασίᾳ τοὺς τρέφοντας ἐπιγινώσκουσιν, οἱ δὲ τοσαύτης ἀξιωθέντες παρὰ τῷ θεῷ προνοίας, ὡς μὴ μόνον λογικοὺς καταστῆναι, ἀλλὰ καὶ λαὸν θεοῦ χρηματίσαι καταξιωθῆναι, υἱῶν τε προσηγορίᾳ τιμηθῆναι, οὐδ' ὁμοίως τοῖς ἀλόγοις θρέμμασιν τὸν γεννήσαντα καὶ ἀναθρέψαντα, τιμήσαντά τε καὶ ὑψώσαντα αὐτοὺς κύριον ἔγνωσαν. οἶμαι δὲ διὰ τούτων προφητικῶς αἰνίττεσθαι πρὸς τὸν Χριστὸν τοῦ θεοῦ αὐτὸν ὄντα τὸν κύριον μόνοις αὐτοῖς ἐξ ἁπάντων τῶν ἐθνῶν ἐπιδημήσαντα κατὰ τὴν ἐνανθρώπησιν οὐ παραδέξονται οὐδὲ ἐπιγνώσονται αὐτὸν οὐδὲ νοήσουσιν, ἀλλ' οὐδὲ συνήσουσιν.
1.8.1
Τὰ μὲν οὖν πρῶτα τὸν υἱὸν αὐτοπροσώπως εἰρηκέναι τὸ προφητικὸν ἐμαρτύρησε πνεῦμα, διὰ δὲ τῶν ἑξῆς ἐπιφερομένων οὐκέθ' ὁ κύριος, ἀλλ' αὐτὸ τὸ πνεῦμα ἐπιμέμφεται ὡς ἐνταῦθα ὑπὸ τοῦ κυρίου κατηγορηθεῖσιν φάσκον· οὐαὶ ἔθνος ἁμαρτωλόν. διὰ ταῦτα γοῦν ἀπελέγχει τὸ Ἰουδαίων ἔθνος καὶ ταλανίζει αὐτοὺς τὸ ἅγιον πνεῦμα ὡς πάντων τῶν ἐθνῶν χείρους καὶ ὡς τὸ μηδὲν ὠφεληθέντας μήτε ἐκ τῆς υἱοθεσίας μήτε ἐξ ἧς παρὰ τοῦ θεοῦ τιμῆς ἠξιώθησαν· ὑψωθέντες καὶ πλείστων ὅσων ἐξαιρέτων παρ' αὐτοῦ τετυχηκότες, ἀλλ' οὐδὲ ἐξ ὧν πολλάκις ἐπλήγησαν δι' ὑπερβολὴν ἀγάπης θεοῦ τυπτόμενοι καὶ κολαζόμενοι τῶν ἀσεβημάτων αὐτῶν ἕνεκα· «ὃν γὰρ ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται».
1.9.1
Τηρητέον ὡς τὸν λαὸν τὸν χρηματίζοντα Ἰσραὴλ καὶ διὰ τὸ «ἐξ Ἀβραὰμ τὸ γένος» κατάγειν καὶ διὰ τὸ «ἐκ σπέρματος» θεοφιλῶν ἀνδρῶν «κατὰ σάρκα γεγονέναι» μέγα φρονοῦντας τὸ πνεῦμα τὸ ἅγιον ἁμαρτωλὸν ἔθνος καὶ λαὸν πλήρη ἁμαρτιῶν καὶ σπέρμα πονηρὸν καὶ υἱοὺς ἀνόμους ἀποκαλεῖ, διδάσκων μάτην τυφοῦσθαι τοὺς ἐπὶ γένει καὶ «προπάτορσι» σεμνυνομένους.
1.10.1
Κύριον τὸν υἱὸν λέγει ἐνταῦθα, καὶ πρέποι δ' ἂν τῷ υἱῷ τοῦ θεοῦ λόγῳ ὄντι περὶ ἀνθρώπου φύσεως καὶ τῶν ἐν ἀνθρώποις λογικῶν ψυχῶν φάσκειν τό· υἱοὺς ἐγέννησα καὶ ὕψωσα. καὶ ἐπιλέγει· ἐγκατελείπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ. τίς δὲ ἦν ὃν ἐγκατέλιπον ἢ ὁ Χριστός, ὃν διὰ τὸ παρωργικέναι καὶ ἐγκαταλελοιπέναι τὰ ἑξῆς ἐπιλεγόμενα πεπόνθασιν; τηρητέον ὡς τὰ προκείμενα τοῦ παντὸς ἔθνους Ἰουδαίων ἀρχόντων τε καὶ ἀρχομένων κατηγορεῖ, οὐδὲν ἕτερον ἢ ὡς τὸν κύριον καταλιπόντων· οὐ γὰρ εἰδωλολατρίαν αὐτοῖς ἐπιμέμφεται, ἀλλ' ὅτι τὸν κύριον καταλελοίπασιν, ὃν βοῦς καὶ ὄνος ἐπέγνω, ὁ δὲ Ἰσραὴλ οὐ συνῆκεν. διόπερ εἰκότως αὐτὸν ταλανίζει ὡς καὶ αὐτῶν τῶν τῇ φύσει ἀλόγων ἀποδειχθέντα πολὺ χείρονα.
1.11.1
Ἀνίατόν τινα καὶ ἀθεράπευτον ἐπιμέμφεται αὐτοῖς νόσον· πᾶσαν γὰρ κεφαλήν φησιν εἰς πόνον καὶ πᾶσαν καρδίαν εἰς λύπην, ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία. εἶτα καὶ ἀπογινώσκει αὐτῶν ὁ λόγος τὴν θεραπείαν λέγων· οὐκ ἔστιν μάλαγμα ἐπιθεῖναι οὔτε ἔλαιον οὔτε καταδέσμους, ἅπερ εἰ μετὰ τοὺς χρόνους τοὺς περὶ τὴν σωτήριον παρουσίαν ἐκλαμβάνοιτο χώραν ἔχει, ἐπειδὴ τότε «ἔφθασεν εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος». εἰ δὲ ἐπὶ τοὺς ἀνωτέρω χρόνους οὐκ ἂν ἀληθεύοιτο, διὰ τὸ κατὰ χρόνους καὶ καθ' ἑκάστην γενεὰν ἐπ' αὐτῆς τε τῆς ἐν Βαβυλῶνι αἰχμαλωσίας γεγονέναι τινὰς παρ' αὐτοῖς θεοφιλεῖς ἄνδρας, ὥστε εὐλόγως ἡμᾶς τὰ προκείμενα ἐπὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν ἐκλαβεῖν, καθ' ἣν διὰ τὸ μὴ συνιέναι ἐπιδημήσαντα αὐτοῖς τὸν Χριστὸν τοῦ θεοῦ, πολιορκηθέντες ὑπὸ Ῥωμαίων οὐκέτι ἦραν κεφαλήν. ἀπηλλοτριώθησαν γοῦν εἰς τὰ ὀπίσω καὶ πᾶσα αὐτῶν κεφαλή, ἀρχοντικὴ δηλαδὴ ἐξουσία, ταπεινωθεῖσα γέγονεν εἰς πόνον, πᾶσά τε καρδία εἰς λύπην, ὡς ἀπὸ ποδῶν ἕως κεφαλῆς, ἀπὸ μικροῦ δηλαδὴ καὶ ἕως μείζονος, μὴ εἶναι ἐν αὐτοῖς ὁλοκληρίαν, μηδέ τι φάρμακον αὐτοῖς ἐπινοεῖς σωτήριον. πῶς γὰρ καὶ οἷόν τε ἦν ἕτερον αὐτοὺς ὑγείας καὶ σωτηρίας ποιητικὸν εὑρᾶσθαι φάρμακον ἀρνησαμένους τὸν κύριον, μηδὲ ἐπεγνωκότας αὐτὸν μηδὲ συνιέντας ἐπιδημήσαντα αὐτοῖς τὸν τῶν ψυχῶν ἰατρὸν τὸν μόνον πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ψυχῶν ὁμοῦ καὶ σωμάτων ἰάσασθαι δυνάμενον. ἀντὶ δὲ τοῦ· οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία οὔτε τραῦμα οὔτε μώλωψ καὶ τῶν ἑξῆς ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· οὐκ ἔστιν ἐν αὐτῷ ὑγιές, ἀλλὰ τραῦμα καὶ μώλωψ καὶ πληγὴ κρούματος οὐ σφιγγομένη οὐδ' ἐπιδεσμουμένη οὐδ' ἁπαλυνομένη ἐλαίῳ.
1.12.1
Τό· ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, καὶ τὰ τούτοις ἐπιλεγόμενα καὶ τότε μὲν οὐδαμῶς ἐνηργεῖτο ὁπηνίκα ἐλέγετο, μέλλοντα δὲ συμβήσεσθαί ποτε μακροῖς ὕστερον χρόνοις τῷ προφήτῃ προεθεωρεῖτο. ἀντὶ δὲ τοῦ· ὡς σκηνὴ ἐν ἀμπελῶνι, ὁ Σύμμαχος ὡς καλύβη φησὶν ἐν ἀμπελῶνι καὶ ὡς νυκτοφυλάκιον ἐν σικυηράτῳ καὶ ὡς πόλις πεπορθημένη. τὸν δ' ἐνταῦθα ἀμπελῶνα ὠνομασμένον ἐν τοῖς μετὰ ταῦτα τὸ πᾶν ἔθνος εἶναι διασαφεῖ ὁ αὐτὸς προφήτης λέγων· «ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν καὶ ἄνθρωπος τοῦ Ἰούδα νεόφυτον ἠγαπημένον». εἶθ' ἐπάγει τὴν αἰτίαν τῆς ἐρημίας αὐτῶν λέγων· «ἔμεινα ἵνα ποιήσῃ δικαιοσύνην, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν».
1.13.1
Ἐπεὶ αὐτοὶ πρότεροι «ἐγκατέλιπον τὸν κύριον καὶ παρώργισαν τὸν ἅγιον τοῦ Ἰσραήλ», εἰκότως ἐγκαταλειφθήσεσθαι λέγονται. τὸ δέ· ὡς σκηνὴ ἐν ἀμπελῶνι καταλείπεσθαι, σημαίνει τὴν παντελῆ αὐτῶν ἀκαρπίαν· ἕως μὲν γὰρ καρπῶν ἀγαθῶν πεπλήρωται, ἀμπελὼν τὸν φρουροῦντα κέκτηται, ὃς σκηνὴν πηξάμενος ἄνωθεν ἀφ' ὑψηλοῦ ἀφορᾷ καὶ φυλάττει τὸν ἀμπελῶνα. εἰ δ' ὁ τούτου καρπὸς ἀφανισθῇ, τηνικαῦτα ὁ φύλαξ ὡς ἂν μὴ εἰς μάταιον κάμνοι, τὴν σκηνὴν ἔρημον καταλιπὼν ἀναχωρεῖ τῆς φυλακῆς. τοῦτο δὴ οὖν αὐτὸ γενήσεσθαι περὶ τὸν νεὼν τὸ θεῖον πνεῦμα θεσπίζει· τοῦ γάρ τοι παντὸς ἔθνους δίκην ἀμπελῶνος συνεστῶτος, ὥσπερ τις σκηνὴν μέση τοῦ παντὸς ὁ ἐν τῇ Ἰερουσαλὴμ νεὼς ἵδρυτο, ἔνθεν τε ὡς ἀπὸ σκοπῆς ὁ φρουρὸς τὸν ἀμπελῶνα ἐπεσκόπει, ἐπεὶ δὲ «ἀντὶ σταφυλῆς ἐποίησεν ἀκάνθας», ἀκόλουθον καὶ τὴν πόλιν καὶ τὸν νεὼν ἐγκαταλειφθήσεσθαι θεσπίζει. ὡς σκηνὴ ἐν ἀμπελῶνι, ἀλλὰ καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ φησὶ διὰ τὸ οὐχ ὅπως τὰς κατ' ἀρετὴν πράξεις ὀνομαζομένας σταφυλὴν τὴν ὡς καρποῖς τιμιωτέραν μὴ φέρειν, ἀλλὰ μηδὲ τὴν καλουμένην ὀπώραν. τοιαύτη δέ τις ἦν ἡ πρόσκαιρος καὶ σωματικὴ κατὰ τὸν Μωσέως νόμον λατρεία ὡραία τις οὖσα τῇ ὄψει καὶ εὐθαλής, πλὴν ἀλλὰ πρόσκαιρος. διὸ καὶ ὁ τόπος, ἐν ᾧ τὰ τῆς ὀπώρας ἤκμαζεν, ὀπωροφυλάκιον ὠνόμαστο, ὃ δὴ καὶ αὐτὸ ἐγκαταλειφθήσεσθαι λέγεται. καταλιπόντος δὲ τὴν ἑαυτοῦ σκηνὴν καὶ τὸ ὀπωροφυλάκιον τοῦ δεσπότου καὶ φύλακος ἀκολούθως καὶ ἡ πᾶσα πόλις πεπολιορκημένη γέγονεν τῇ τε ἐρημίᾳ τοῦ τόπου καὶ τοῦ ἔθνους.
1.14.1
Ἐπειδὴ τὸ ἐξ αὐτῶν σπέρμα ὁ ἀποστολικὸς χορὸς «συνῆκέν τε αὐτὸν καὶ ἐπέγνω», εἰκότως ἀφορίζεται τοῦ πλήθους, μνήμην τε αὐτῶν ὁ λόγος ποιεῖται ἐκ προσώπου τῶν προφητῶν φάσκων· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν· ἄτοπον γὰρ τὸ νομίζειν τοὺς ἀποστόλους ἀσεβῶν σπέρμα λέγεσθαι, περὶ ὧν ἀνωτέρω ἐλέγετο· «σπέρμα πονηρόν, υἱοὶ ἄνομοι». Ταῦτα οὖν τῷ θείῳ πνεύματι οἱ προφῆται θεώμενοι παραμύθιον αὐτοῖς ἐπὶ τῇ τοῦ παντὸς ἔθνους ἀπωλείᾳ προσῆγον λέγοντες· καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν.
1.15.1
Παραβάλλει αὐτοὺς ἄρχουσι Σοδόμων καὶ λαῷ Γομόρρας διὰ τὴν μέλλουσαν καὶ αὐτοῖς ἐλεύσεσθαι καταστροφήν, ὁμοίως τοῖς τὰ Σόδομα καὶ Γόμορρα οἰκήσασιν ἀνδράσιν ἀσεβεστάτοις ἢ διὰ τὴν ὁμοιοτροπίαν τοῦ βίου, ἣν ἐν τοῖς ἑξῆς προϊὼν αὐτὸς ὁ προφήτης παρίστη λέγων· «τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν»· οὐκοῦν ἀποδέδεικται, δι' ἣν αἰτίαν ἄρχοντας Σοδόμων ἐκάλεσεν. Ἐπειδὴ Ἰουδαίων παῖδες ἐπὶ τῇ τῶν πατέρων ἀρετῇ σεμνυνόμενοι μέγα ἐφρόνουν ὡς «τοῦ Ἀβραὰμ ὄντες σπέρμα» καὶ τοῦ Ἰσραὴλ ἀπόγονοι, εἰκότως τὸ μεγάλαυχον αὐτῶν ὁ λόγος ταπεινοῖ καὶ τὸ μάταιον οἴημα καθαιρεῖ, τοὺς μὲν ἄρχοντας τοῦ διαβοήτου Ἰσραὴλ Σοδόμων ἄρχοντας ὀνομάζων, αὐτὸν δὲ τὸν χρηματίζοντα λαὸν τοῦ θεοῦ λαὸν Γομόρρας ἀποκαλῶν, τοὺς διὰ τῶν ἴσων ἐπιτηδευμάτων τοῖς πάλαι ἀσεβήσασιν ὁμοιωθέντας.
1.16.1
Καινὸν διδασκαλίας νόμον ὁ λόγος εἰσάγει παραίτησιν ἔχοντα τῆς κατὰ Μωσέα σωματικῆς λατρείας· ἀναφέρομεν δὲ ταῦτα ἐπὶ τοὺς κατὰ τὸν σωτῆρα γενομένους ἄρχοντας τοῦ ἔθνους, οἳ κατὰ τοῦ κυρίου τολμήσαντες θυσίαις καὶ σπονδαῖς καὶ ταῖς ἄλλαις κατὰ τὸν νόμον σωματικαῖς λατρείαις ἱλάσκεσθαι τὸν θεὸν ἐνόμιζον. πρὸς δὴ οὖν τούτους ἀποτείνεται ὁ λόγος φάσκων· τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; καὶ τὰ ἑξῆς. οἷς προστίθησιν τό· ἐγενήθητέ μοι εἰς πλησμονὴν καὶ τὰ ἑξῆς. ἐπὶ πᾶσιν τὴν αἰτίαν τῆς τοσαύτης ἀπειλῆς ἐκφαίνει συνάπτων ἑξῆς καὶ λέγων· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, «πληρώσαντες γὰρ τὸ μέτρον τῆς τῶν πατέρων αὐτῶν κακίας». τήρει τε ὡς ἐν τούτοις πᾶσιν οὐδαμοῦ διαβέβληνται εἰδωλολατρίᾳ, ἀλλ' ὅτι «μὴ ἔγνωσαν τὸν κύριον» καὶ ὅτι «μὴ συνῆκαν αὐτόν», τότε «ἐγκατέλιπον αὐτὸν καὶ παρώξυναν τὸν ἅγιον τοῦ Ἰσραήλ». καὶ πρὸς ἅπασι τούτοις, ὅτι αἱ χεῖρες αὐτῶν γεγόνασιν αἵματος πλήρεις διὰ τῆς κατὰ τοῦ Χριστοῦ μιαιφονίας, ἣν μετὰ μυρίας προφητοκτονίας εἰργάσαντο, γεγόνασιν αἵματος πλήρεις. διὰ τοῦτο πᾶσα ἑορτὴ καὶ πανήγυρις, τά τε λοιπὰ δι' ὧν ἐνόμιζον ἀφέσεως ἁμαρτημάτων τυγχάνειν κατὰ τὸν Μωσέως νόμον, ἀφῄρηται αὐτῶν μετὰ τὴν κατὰ Χριστοῦ τόλμαν. θέα δὲ καὶ ὁποία τις αὐτοῖς ἐπάγεται ἀπειλὴ λέγουσα· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, ὃ καὶ αὐτὸ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο· διὸ ἑξῆς ἐπιλέγεται· αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις, εἰκότως γοῦν ἐπειδὴ χεῖρες αὐτῶν πλήρεις γεγόνασιν αἵματος, ἐπενήνεκται τό· οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν, καὶ τό· ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν.
1.17.1
Σφόδρα ἀκολούθως ὁ τὰ πρῶτα εἰρηκὼς κύριος ἔτι καὶ ταῦτα «πρὸς τοὺς» δηλωθέντας «ἄρχοντας Σοδόμων καὶ τὸν λαὸν Γομόρρας» διεξέρχεται ἐπὶ ἀγαθὰς ἐλπίδας αὐτοὺς προσκαλούμενος, εἰ μεταθέμενοι τῆς κακίας καὶ τῆς ἐθελοθρησκίας τῆς κατὰ τὸν σωματικὸν νόμον ἀναχωρήσαντες, ὑπήκοοι γένοιντο τῆς καινῆς αὐτοῦ διαθήκης καὶ τοῦ καινοῦ νόμου καὶ λόγου. διὸ μετὰ τὴν παρόρασιν τῶν ἐν τῇ παλαιᾷ διαθήκῃ τὰ τῆς καινῆς διαθήκης καὶ τὰ τοῦ καινοῦ νόμου εἰσάγει μυστήρια. ἃ δὴ καὶ ἐν τοῖς Εὐαγγελίοις αὐτὸς παρεδίδου λέγων· «ἐὰν μή τις ἀναγεννηθῇ ἐξ ὕδατος καὶ πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν». προκαλεῖται τοίνυν ὁ φιλάνθρωπος κύριος τοὺς τοσούτοις κακοῖς ἐνισχημένους τῷ τε προλεχθέντι αἵματι πεφυρμένους ἐπὶ τὴν ἀνάληψιν τῆς καινῆς διαθήκης σπεύδειν ἐπαγγελίαν αὐτοῖς προϊσχόμενος, τὴν διὰ αὐτῆς προξενουμένην ἄφεσιν ἁμαρτιῶν τοῖς τὰ μεγάλα ἠσεβηκόσιν. διό φησιν πρὸς αὐτούς· λούσασθε, καθαροὶ γένεσθε. καθαρτικὸς δὲ ψυχῶν ὁ σωτήριος τυγχάνων λόγος, οὐκ ἀναπέμπει μὲν ἐπὶ τὰ μωσαϊκὰ νόμιμα, προτρέπει δὲ σπεύδειν ἐπὶ τὰ εὐαγγελικὰ προστιθεὶς τῷ· λούσασθε, καθαροὶ γένεσθε τό· ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν. καὶ τοῦτο πράξατε ἀπέναντι τῶν ὀφθαλμῶν μου. μὴ γὰρ κατὰ τὸ νομιζόμενον ἀνθρώποις μέχρι τοῦ φανητιᾶν τὴν τῶν ἁμαρτημάτων ἐπιστροφὴν ποιεῖσθέ φησιν, ἐξ αὐτῆς δὲ ψυχῆς τῆς ἐμοὶ θεωρουμένης ἀφέλετε τὰς πονηρίας ὑμῶν. διὸ ἐπάγει· ἀπέναντι τῶν ὀφθαλμῶν μου παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν. Εἶτα μεταβαλόντες τῆς κακίας μὴ μέχρι τούτου στῆτε, τὸν δὲ κατὰ ἀρετὴν ἀναλάβετε βίον, διδασκαλίᾳ καινῇ τῇ κατὰ τὸ εὐαγγέλιον χρησάμενοι· διδακτὸν γὰρ τὸ ἀγαθόν. διό φησι· μάθετε καλὸν ποιεῖν καὶ ἐκζητήσατε κρίσιν, ἔπειτα ταῦτα κατορθώσαντες ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν. Ἐπειδὰν δὲ ταῦτα πάντα διαπράξησθε παρρησίαν λαβόντες, ἥκετε. εἶθ' ὡς ἐν δικαστηρίῳ διελεγχθῶμεν ἐγώ τε καὶ ὑμεῖς· ἐγὼ μὲν ὅσα πέπονθα ὑφ' ὑμῶν, ὅσα τε ὑμᾶς ἔτυχον εὐεργετήσας καταριθμούμενος καὶ ὡς μετὰ τοσαῦτα πλημμελήματα πάντων κακῶν ἀμνηστίαν ποιούμενος πεφοινιγμένας ὑμῶν τὰς χεῖρας ἐκ τοῦ προλεχθέντος αἵματος ἐκάθηρα λαμπροτέρας χιόνος αὐτὰς «διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας» καταστήσας. ὑμεῖς δὲ εἴ τις ὑμῖν πρὸς τὴν τοσαύτην χάριν ἔνεστιν λόγος, εἰς φανερὸν τοῦτον ἄγετε.
1.18.1
Τούτοις ἐπιλέγεται τό· καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου ἐν τῷ λούσασθαι καὶ τὰ λοιπὰ διαπράξασθαι κατὰ τὸν ἀποδοθέντα τρόπον, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. ἔνθ' ὁ λόγος ὡς μὲν πρὸς Ἰουδαίους διαλεγόμενος, οἷα νηπίους αὐτοὺς διὰ τῆς σωματικῆς ἐπαγγελίας τοῖς εἰρημένοις προτρέπει· πρὸς δὲ τὸν ἀληθῆ λόγον, γῆς τῆς ψυχῆς νοουμένης κατὰ τὴν σωτήριον παραβολὴν ἢ τὸν ἐπουράνιον σπόρον λέγεται παραδέχεσθαι. καὶ τότε μὲν «ἀποπνίγειν» καὶ ἀπολλύειν διαφόρως τὸν ἐν αὐτῇ καταβαλλόμενον λόγον, τότε δὲ «καρποὺς» εὐθαλεῖς «ἀποδιδόναι ἐν τριάκοντα ἢ ἑξήκοντα ἢ ἑκατὸν καρποφορίαις», ἀκόλουθόν ἐστιν ἀγαθὰ ψυχῆς νοεῖν ἤτοι τὰς κατὰ ἀρετὴν προκοπὰς καὶ τελειώσεις, ἢ τὰ ἐπηγγελμένα αὐτοῖς ἐν οὐρανῷ βασιλείᾳ καὶ ἐν ἐπουρανίῳ γῇ, περὶ ἧς ἐν Εὐαγγελίοις αὐτὸς ὁ σωτὴρ διδάσκων ἔλεγεν· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσιν τὴν γῆν». ἐπὶ ταύτης γοῦν τῆς οὐρανίου γῆς τὰ ὄντως ἀγαθὰ τυγχάνει· «ἃ ὁ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη». ἔνθα καὶ ἡ «ἐπουράνιος» νοεῖται «Ἰερουσαλήμ». Πεισθεῖσιν μὲν οὖν ταῦτα ὁ λόγος ἐπαγγέλλεται, ἀπειθοῦσι δὲ ἀπειλεῖ λέγων· ἐὰν μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα. πρὸς μὲν οὖν τὴν λέξιν αὐτίκα τοῖς λόγοις ἐπηκολούθει ἡ διὰ τῶν ἔργων ἔκβασις· οἱ γοῦν μὴ ἐπακούσαντες τῇ σωτηρίῳ χάριτι αὐτοῖς ἄρχουσι καὶ αὐτῷ λαῷ τοῦ Ἰουδαίων ἔθνους παραχρῆμα καὶ οὐκ εἰς μακρὸν τῇ τῶν πολεμίων μαχαίρᾳ παρεδόθησαν, ἐπελθόντων αὐτοῖς Ῥωμαίων καὶ πολέμου νόμῳ τοὺς πάντας χειρωσαμένων. εἰ δὲ καὶ διαβολική τίς ἐστι μάχαιρα, καὶ ταύτῃ ἔκδοτοι γεγόνασιν διὰ τὸ ἀπειθῆσαι τῇ κλήσει τῆς τοῦ Χριστοῦ χάριτος.
1.19.1
Οὔτε γοῦν τὸ Ἑβραϊκὸν οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τῆς Σιὼν ἐνταῦθα ἐμνημόνευσαν. διδάσκει δὲ ὁ λόγος, ὡς πάλαι μὲν ᾤκησαν τὴν πόλιν ἄνδρες πιστοί, διὸ πιστὴ πόλις ἐχρημάτισεν, ὥσπερ ἂν εἴποι τις πιστῶν πόλις, ἀλλὰ καὶ πλήρης κρίσεως ἦν καὶ δικαιοσύνης, ὡς ἂν ἐναρέτων ψυχῶν οἰκητήριον τότε γενομένη· διὸ κεκοιμῆσθαι ἐν αὐτῇ δικαιοσύνην, τοῦτ' ἔστιν ἐνοικῆσαι καὶ ἀναπεπαῦσθαι εἴρηται. πάλαι μὲν οὖν τούτων πλήρης ἐτύγχανεν, τάχα που περὶ τοὺς χρόνους Δαυίδ, ὃς πρῶτος ἑλὼν τὴν πόλιν ἐκ χειρὸς ἀλλοφύλων, τὴν κιβωτὸν τοῦ θεοῦ καὶ τὴν σκηνὴν ἐν αὐτῇ κατεστήσατο, αὐτός τε αὐτὴν βασιλικὴν ἀποδείξας ἑαυτοῦ ὡς χρηματίσαι «πόλιν Δαυὶδ» τὸν τόπον· τότε γὰρ εἰκὸς ἦν αὐτὴν καὶ πιστὴν γεγονέναι, πλήρη τε κρίσεως καὶ δικαιοσύνης, νυνὶ δὲ γέγονεν πόρνη διὰ τοὺς ἐκπορνεύσαντας ἐν αὐτῇ. οὗτοι δὲ ἦσαν, οὓς ἑξῆς δηλοῖ λέγων· νῦν δὲ φονευταί. καὶ ταῦτα συμφώνως τοῖς προαποδοθεῖσιν ἐπὶ τοὺς χρόνους ἀναφέροιτ' ἂν τοῦ σωτῆρος ἡμῶν, μετὰ δὲ τὸ φονευτὰς ἀποκαλέσαι τοὺς ἐκπορνεύσαντας ἀπὸ τοῦ νυμφίου λόγου τὸ πνεῦμα τὸ ἅγιον πρὸς αὐτοὺς τείνεται φάσκον· τὸ ἀργύριον ὑμῶν ἀδόκιμον ἐπειδὴ καὶ μετὰ τὸ ἐκπορνεῦσαι καὶ φονευτὰς γενέσθαι προσεποιοῦντο θεοσεβείας λόγους ἀπαγγέλλειν καὶ τὰς θείας γραφὰς διερμηνεύειν καὶ δευτερώσεις μυθικὰς ποιεῖσθαι τῶν ἀναγνωσμάτων. ἦν αὐτῶν τὸ ἀργύριον ἀδόκιμον, δηλαδὴ ὁ «Ἰουδαϊκὸς» λόγος «μυθικός» τις ὢν καὶ «γραώδης» καὶ διὰ τοῦτο «ἀπόβλητος». καὶ αὐτοὶ δὲ οἱ διδάσκαλοι αὐτῶν «καπηλεύοντες» τὴν διδασκαλίαν κάπηλοι προσφυῶς ὠνομάσθησαν μιγνύντες τὸν οἶνον ὕδατι, λόγῳ ἐξυδαροῦντι τὸν ἄκρατον καὶ τὸν στρυφνὸν καὶ ἐπιστυπτικὸν τῶν θεοπνεύστων γραφῶν νοῦν διὰ τῆς μυθικῆς αὐτῶν καὶ ληρώδους δευτερώσεως.
1.20.1
Καλούμενοι γὰρ ὑπὸ τοῦ σωτῆρος οὐχ ὑπήκουον, ἀλλὰ καὶ κοινωνοὶ κλεπτῶν ἐγίνοντο τῷ προδότῃ Ἰούδᾳ κλέπτοντι συνόντες καὶ κοινωνοῦντες αὐτῷ τῆς τοῦ διδασκάλου προδοσίας, οἱ δ' αὐτοὶ δωροδόκοι τινὲς ὄντες τὴν ὀρθότητα τοῦ δικαίου δώροις ἐπίπρασκον, ἐδίωκόν τε ἀνταπόδομα τῷ μὴ βούλεσθαι παραδέχεσθαι τὸν ὑπὸ ὠφελείας αὐτῶν γινόμενον ἔλεγχον, ἀμοιβῇ δὲ κακῇ κεχρῆσθαι ἐθέλειν. διὸ κατὰ τὸν Σύμμαχον λέγονται διώκειν ἀμοιβάς. πρὸς τούτοις ἅπασιν τὴν ἐπισκοπὴν πεπιστευμένοι τῶν ἐνδεῶν οὔτε ὀρφανοῖς ἔκρινον οὐδὲ χήρας ἀντιλαμβάνοντες. ταῦτα πάντα κατηγοροῦνται οἱ προλεχθέντες φονευταί, δύναται δὲ καὶ ἐπὶ τοὺς προπάτορας αὐτῶν ἀναφέρεσθαι· ταῦτα λέγω δὲ «τοὺς πάλαι γενομένους τῶν τοῦ θεοῦ προφητῶν φονευτάς».
1.21.1
Τὸ κύριος σαβαὼθ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος στρατιῶν. ἀναφέρεται δ' ὁ λόγος ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ μονογενῆ λόγον, ὃς ἐπὶ τοῦ παρόντος διὰ τὰς τῶν κατηγορηθέντων φονευτῶν πράξεις τὰ προκείμενα ἀπειλεῖ· Οὐαὶ οἱ ἰσχύοντες Ἰσραὴλ λέγων. τίνες δὲ ἦσαν οὗτοι, παρίστησι φάσκον τὸ Εὐαγγέλιον· «Οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί»· πρὸς γὰρ τοὺς ἄρχοντας καὶ τοὺς δυνατοὺς τοῦ ἔθνους ταῦτ' ἐλέγετο ὡς αἰτίους τῆς τῶν ὑπηκόων διαστροφῆς. οὐαὶ δὲ αὐτοῖς ἔσεσθαί φησιν ὁ δεσπότης κύριος σαβαώθ, ἐπεὶ ὁ θυμὸς αὐτοῦ τε τῆς τιμωρητικῆς καὶ κολαστικῆς δυνάμεως οὕτως δηλουμένης οὐ παύσεταί φησιν οὐδὲ ἀνήσει, ἕως οὗ μετέλθῃ αὐτούς. Φιλάνθρωπος δὲ ὢν ὁ λόγος καὶ «μὴ βουλόμενος τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν» ἐπαγγέλλεται τρόπον θεραπείας προσοίσειν τοῖς μὴ τοῦ θυμοῦ δεηθεῖσιν. τίς δὲ ἦν οὗτος, ἀλλ' ἢ ἡ αὐτοῦ χείρ, ἣν σωτήριον ὑπάρχουσαν καὶ ἰατικὴν ἑτέραν οὖσαν παρὰ τὸν θυμὸν αὐτοῦ ἐπάξειν φησὶ καὶ πυρώσειν ἐπὶ τῷ καθάραι καὶ διακρίναι τοὺς φαύλους ἀπὸ τῶν ἀστείων. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν τὴν σκωρίαν σου, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου· ὥσπερ γὰρ οἱ καθαίροντες διὰ πυρὸς χαλκὸν ἢ σίδηρον, τὴν σκωρίαν ἀποβάλλουσιν, καὶ οἱ τοὺς βότρυας τῆς ἀμπέλου πιέζοντες ἐν ταῖς ληνοῖς τὸ γιγαρτῶδες καὶ τὰ περιττὰ τῶν ἐκπατηθέντων βοτρύων ἀπορρίπτουσιν, τὸν αὐτὸν τρόπον κἀγώ φησι πυρώσω εἰς καθαρὸν τὸ γιγαρτῶδές σου. καὶ κατὰ τὸν Ἀκύλαν ὁμοίως εἴρηται· καὶ πυρώσω εἰς καθαρὸν στέμφυλά σου. τίς δὲ ἦν ἡ σκωρία καὶ τί τὸ ἐν αὐτοῖς γιγαρτῶδες, διασαφεῖ λευκώτερον ἐπιφέρων· καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ καὶ πάντας ὑπερηφάνους. ἐπειδὰν δὲ τὴν ἐμαυτοῦ χεῖρα ἐπάγων ἀφορίσω τὴν σκωρίαν σου καὶ τὸ γιγαρτῶδές σου τὸ τηνικαῦτά φησιν τοὺς περιλειφθέντας ἀπὸ τῶν προλεχθέντων «ὥσπερ χρυσὸν πυρὶ δεδοκιμασμένους», ἐπιστήσω κριτὰς καὶ συμβούλους τοιούτους ἐσομένους ὁποῖοι ἦσαν οἱ κατὰ τοὺς παλαιοὺς γενόμενοι χρόνους, δι' οὓς καὶ ἡ πόλις ὑπῆρχε τότε πιστὴ καὶ πλήρης κρίσεως καὶ δικαιοσύνης. ἐπαγγέλλεται δὲ γενήσεσθαι τὸ εὑρεθησόμενον ἐν αὐταῖς «λεῖμμα κατ' ἐκλογὴν χάριτος», δι' ὧν κἀνταῦθα πάλιν τοῦ σωτῆρος ἡμῶν τοὺς μαθητὰς σημαίνει τῇ μετὰ ταῦτα συστησομένῃ καινῇ πόλει, ἥν τινα καὶ ὄνομα πόλιν δικαιοσύνης ὀνομάζει καὶ μητρόπολιν πιστὴν Σιών, οὕτω προσειπὼν τὸ σύστημα τοῦ θεοφιλοῦς πολιτεύματος. ὃ πάλαι μὲν συνεστὸς παρὰ Ἰουδαίοις διεπεπτώκει, νυνὶ δὲ καθ' ὅλης τῆς οἰκουμένης διὰ τῆς τοῦ Χριστοῦ ἐκκλησίας ἐγήγερται «τεθεμελιωμένον ἐπὶ τὴν πέτραν». ταύτης δὲ τῆς καλῆς πόλεως οἱ προεστῶτες κριταὶ καὶ σύμβουλοι ἀρχὴν μὲν ἀπὸ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν εἰλήφασιν, ἐκ δὲ τῆς ἐκείνων διαδοχῆς εἰσέτι καὶ νῦν ὥσπερ ἐκ σπέρματος ἀγαθῶν φύντες διαλάμπουσι πρόεδροι τῆς τοῦ θεοῦ ἐκκλησίας καθεστῶτες.
1.22.1
Ὅτι δὲ περὶ ὀλίγων τοῦ Ἰουδαίων λαοῦ περιλειφθέντων ταῦτα θεσπίζεται, ἑξῆς ἡ προφητεία παρίστησι λέγουσα· μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· καὶ μετὰ δικαιοσύνης· εἰ γὰρ μετὰ κρίματος σωθήσεσθαι λέγεται ἡ αἰχμαλωσία αὐτῆς, δηλονότι οἱ σωτηρίας ἄξιοι κριθέντες μόνοι τεύξονται τῆς ἐπαγγελίας. μάτην ἄρα φαντάζονται Ἰουδαίων παῖδες ἐπιστροφὴν τῆς διασπορᾶς τοῦ παντὸς ἔσεσθαι αὐτῶν ἔθνους, σαφῶς τοῦ λόγου οὐχὶ πάντας ἐπαγγελλομένου ἐπιστρέψειν, ἀλλὰ τοὺς ἀξίους κριθησομένους. αἰχμαλωσίας δὲ ἐπιστροφὴν χρὴ νοεῖν τὴν ἀπὸ τῆς πλάνης ἐπὶ τὴν ἀληθῆ τοῦ θεοῦ γνῶσιν μεταβολὴν τῶν ψυχῶν, ἣν καὶ ὁ σωτὴρ παρίστη, ὁπηνίκα ἐν τῇ συναγωγῇ λαβὼν τὴν βίβλον τοῦ Ἠσαΐου, τήν τε περικοπὴν ἀναγνοὺς τὴν ἐξ αὐτοῦ προσώπου φήσασαν· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με». «πτύξας τὴν βίβλον» εἶπεν· «σήμερον ἡ γραφὴ αὕτη πεπλήρωται ἐν τοῖς ὠσὶν ὑμῶν», διδάσκων ὡς αὐτὸς εἴη ὁ λυτρωτὴς τῶν ἀνθρωπίνων ψυχῶν.
1.23.1
Τίνες δὲ ἦσαν οἱ ἐγκαταλιπόντες τὸν κύριον, ἐδίδαξεν ὁ λόγος διὰ τῶν ἔμπροσθεν εἰπών· «οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι· ἐγκατελείπατε τὸν κύριον καὶ παρωργίσατε τὸν ἅγιον τοῦ Ἰσραήλ». τούτοις οὖν αὐτοῖς ὁ λόγος συντέλειαν ἀπειλεῖ καὶ παντελῆ ἐρημίαν καὶ συντριβήν, ὅτε καὶ εἰς συναίσθησιν ἐλθόντες αἰσχυνθήσονται, ἐφ' οἷς οἱ πατέρες αὐτῶν πάλαι πρότερον ἠσέβουν εἰδωλολατροῦντες. αἰσχυνθέντες δὲ παύσονται τῆς ὁμοίας ἐκείνοις πλάνης, διὸ ἐπιλέγεται· ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπὶ τοῖς κήποις, ἃ ἐπεθύμησαν. ἡ δὲ ἐπὶ τοῖς αἰσχροῖς αἰσχύνη ἐκ συναισθήσεως αὐτοῖς ἐγγενομένη τῆς ἀναισχύντου καὶ ἀναιδοῦς προαιρέσεως μεταβολὴν αὐτοῖς ἤμελλεν ἐμποιήσειν. καί ἐστιν ἔργῳ παραλαβεῖν τοῦ θεσπίσματος τὸ ἀποτέλεσμα· οὐκέτι γοῦν τὸ Ἰουδαίων ἔθνος εἰδωλολατρεῖ ὁμοίως τοῖς αὐτῶν πατράσιν, ἀλλ' ᾐσχύνθη ἀληθῶς, ὁρῶντες τοὺς ἐκ πατέρων δαίμονας, λέγω δὲ τοὺς ἐξ ἐθνῶν διὰ τῆς Χριστοῦ διδασκαλίας ἐπὶ τὸν τῆς εὐσεβείας λόγον μεταβεβλημένους. οὐκοῦν πεπλήρωται ἡ πρόρρησις φήσασα· διότι αἰσχυνθήσονται ἀπὸ τῶν εἰδώλων αὐτῶν, ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπῃσχύνθησαν ἐν τοῖς κήποις, ἃ ἐπεθύμησαν· ἐπὶ γὰρ τῶν κήπων τὸ πλεῖστον τὰ τῆς εἰδωλολατρίας οἱ πατέρες αὐτῶν συνετέλουν.
1.24.1
Οἱ πάλαι ὄντες «ἀμπελὼν κυρίου σαβαὼθ» καὶ «ἐλαία εὔσκιος» καὶ «ἄμπελος εὐκληματοῦσα Ἰσραὴλ» τοσαύτην πείσεσθαι αὐτοὺς τὴν ἐπὶ τὰ χείρω τροπὴν διδάσκει ὡς τερεβίνθῳ παραβαλέσθαι καὶ οὐδὲ ἀνθούσῃ ταύτῃ, ἀλλὰ ἀποβεβληκυίᾳ τὰ φύλλα. ὃ δὴ σημεῖον ἔσται τοῦ μηδαμῆ μηδαμῶς ὑγρᾶς νοτίδος μετέχειν μηδέ τινα ζωτικὴν ἐπάγεσθαι δύναμιν, πλῆθος δὲ μόνον φέρειν ψυχῶν ἀπεσκληκυιῶν καὶ διὰ τοῦτο καρποῖς τερεβίνθου σκληροτάτοις καὶ ξηροτάτοις παραβαλλομένῳ. τοιαῦτα δ' ἂν ἴδοις τὰ ἐπὶ τοῦ παρόντος πλήθη τοῦ τῶν Ἰουδαίων ἔθνους, διὸ εἴρηται· ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, κατὰ δὲ τὸν Σύμμαχον· ὡς τερέβινθος ἀπορρεύσασα τὰ φύλλα αὐτῆς. γεγόνασι δὲ καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· εἰ γοῦν τις θεάσαιτο τὰς παρ' αὐτοῖς τῶν θείων γραφῶν ἀπαγγελίας, νομικῶν τε καὶ προφητικῶν ἀναγνώσεις, βίβλους τε ἱστορικῶν καὶ στιχηρῶν λόγων, ὑμνῳδίας τε τρόπους καὶ ψαλμῳδίας, ὄψεται παράδεισον ἀληθῶς καὶ λειμῶνα παντοίων ἀγαθῶν. εἰ δὲ ζητήσειεν παρ' αὐτοῖς τὸν ἔμψυχον καὶ γόνιμον καὶ ζῶντα λόγον, οὗ «ὁ πίνων πηγὴν ἕξει ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον», οὐκ ἂν εὕροι. διὸ θεσπίζονται ὡς παράδεισος ὕδωρ μὴ ἔχων.
1.25.1
Τὴν ἰσχὺν αὐτῶν φησιν ἔσεσθαι ὡς καλάμην οὐ σίτου οὐδέ τινος ἑτέρου τῶν ἀναγκαίων, ἀλλ' ὡς στιππύου καλάμην διὰ τὸ ἀφῃρῆσθαι ἀπ' αὐτῶν «ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα». διὸ οὐδὲ δύνανται λέγειν τοῖς Χριστοῦ μαθηταῖς ὁμοίως· «πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ», καί· «τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ; θλῖψις ἢ στενοχωρία» καὶ τὰ ἑξῆς. οὕτω γὰρ γέγονεν αὐτῶν ἡ ἰσχὺς ὡς καλάμη στιππύου, ὡς μὴ μόνον ἀπολέσαι τὴν ἐλευθερίαν, ἐν ᾗ πρότερον ἐκόμων αὐτονομίᾳ καὶ βασιλείᾳ οἰκείᾳ χρώμενοι, ἀλλὰ καὶ τοῖς τυχοῦσιν Ῥωμαίων στρατιωτικοῖς ἀνδράσιν δουλεύειν. καὶ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες γεγόνασιν, ἐπειδήπερ αἱ πράξεις αὐτῶν αἴτιαι πυρὸς γίγνονται, ἅτε «οὐ χρυσὸν οὔτε ἄργυρον οὔτε λίθους τιμίους, ξύλα δὲ μόνον καὶ χόρτον καὶ καλάμην οἰκοδομούντων». διὸ ἐπιλέγεται τούτοις ἅπασι· καὶ κατακαυθήσονται ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. ὁρᾷς ὅπως πυρπόλησιν καὶ ἐμπρησμὸν αὐτοῖς ἀπειλεῖ ὁ λόγος. καὶ τοῦτο τέλος τῆς παρούσης κατ' αὐτῶν προφητείας· ὃ δὴ καὶ πρὸς λέξιν ἀπέβη παραχρῆμα καὶ οὐκ εἰς μακρὸν μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν τόλμαν πυρποληθείσης τῆς μητροπόλεως, τῶν τε ἐν αὐτῇ ἀσεβῶν ἐκ τῶν οἰκείων σπινθήρων «τὸ ἄσβεστον πῦρ» τὸ αἰώνιον καὶ «τὴν ἐκ θεοῦ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς ἑαυτοῖς ταμιευσαμένων».
1.26.1
Ἀκολούθως μετὰ τὴν κατηγορίαν τοῦ ἐκ περιτομῆς λαοῦ καὶ μετὰ τὴν κατ' αὐτῶν ἐξενεχθεῖσαν ἀπόφασιν ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν μεταβαίνει τὸ προφητικὸν πνεῦμα θεσπίζον τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν τῶν ἐθνῶν. εἶθ' ἑξῆς τούτοις καινοῦ νόμου καὶ λόγου μέμνηται καὶ ὄρους καινοῦ καὶ οἴκου θεοῦ, ἐφ' ἃ ἥξειν ποτὲ τὰ ἀλλόφυλά φησιν ἔθνη, τοὺς μὲν πατρῴους καταλιπόντα θεούς, τὸν δὲ θεὸν τῶν προφητῶν τὸν παρ' αὐτοῖς θεὸν Ἰακὼβ χρηματίζοντα γνωσόμενα. σημεῖον δὲ ἐναργέστατον δίδωσιν τοῦ καιροῦ, καθ' ὃν ἤμελλεν ταῦτα ἐπιτελεῖσθαι· τὸ δὲ σημεῖον εἰρήνην ἔσεσθαι τὸ τηνικαῦτα τῶν ἐθνῶν ἁπάντων εὐαγγελίζεται, ὡς μηκέτι τοπαρχίας εἶναι καὶ πολυαρχίας μηδὲ τὰ ἔθνη διαιρεῖσθαι στασιάζοντα πρὸς ἄλληλα μηδὲ τὰς καθ' ἕκαστον ἔθνος πόλεις ἀλλήλαις πολεμεῖν καὶ μάχεσθαι, ὁμονοεῖν δὲ καὶ εἰρηνεύειν ἁπανταχοῦ πάντα ὡς μηκέτι κατὰ τὸ παλαιὸν τοὺς τὴν γῆν ἐργαζομένους ξίφων καὶ πολεμικῶν ὀργάνων πρόνοιαν ποιεῖσθαι, ὃ δὴ πρότερον ἔπραττον διὰ τὰς συνήθεις τῶν πλησιοχώρων ἐπαναστάσεις. ἄντικρυς δὲ καὶ ταῦτα ἐπληροῦτο μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν· οὐκ ἂν οὖν εὕροι τις ἐν τοῖς πρὸ τούτου χρόνοις τὴν αὐτὴν καιρῶν εὐσταθῆ καὶ εἰρηναίαν κατάστασιν, ὁποίαν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς μετὰ τοὺς τοῦ σωτῆρος ἡμῶν χρόνους ὀφθαλμοῖς ὁρῶμεν, ἐπιμιξίας οὔσης τῶν ἐθνῶν καὶ εἰρήνης ἁπανταχοῦ κατ' ἀγροὺς καὶ κατὰ πόλεις, ὡς τὸν καινὸν νόμον καὶ τὸν εὐαγγελικὸν λόγον ἀρξάμενον ἀπὸ τῆς τῶν Ἰουδαίων χώρας καὶ ἀπ' αὐτῆς τῆς Σιὼν ἀκωλύτως ἐπελθεῖν τὴν οἰκουμένην καὶ σύμπαντα τὰ ἔθνη πληρῶσαι. εἰκότως οὖν ὥσπερ καινῆς ὑποθέσεως ἀπαρχόμενον τὸ προφητικὸν πνεῦμα διαστολῇ κέχρηται μετὰ τὴν πρώτην κατηγορίαν καὶ τὴν κατὰ τοῦ Ἰουδαίων ἔθνους ἀπόφασιν, ἐξ ἑτέρας τε ἀρχῆς ὥσπερ εὐαγγελίου ἀπερχόμενον εἰσάγει τὸν τοῦ θεοῦ λόγον γενόμενον πρὸς Ἠσαΐαν. οὗτος δὲ ἦν ἐκεῖνος, οὗ καὶ τὸ Εὐαγγέλιον μέμνηται φῆσαν· «ἐν ἀρχῇ ἦν ὁ λόγος»· ἔδει γὰρ κλήσεως ἐθνῶν θεσπιζομένης τὸν θεὸν λόγον προτάττεσθαι εὐαγγελιζόμενον τὰ προκείμενα τοῖς ἔθνεσιν. Ἐπειδὴ κατὰ τὸν Σύμμαχον ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ λέγεται ἡ προφητεία, εἴποι ἄν τις εἰκότως ὑπὲρ αὐτῶν εἶναι τὸν λόγον πρὸς μὲν τὴν λέξιν καὶ τὴν πρόχειρον θεωρίαν διὰ τὸ ἐν τῇ Ἰουδαίᾳ καὶ ἐν Ἰερουσαλὴμ τὴν σωτήριον καὶ εὐαγγελικὴν χάριν ἀπαρχῆς πεποιῆσθαι τοῦ κηρύγματος. περιῄει οὖν ὁ Χριστὸς τοῦ θεοῦ τὴν Ἰουδαίαν καὶ τὴν Γαλιλαίαν, συνεχῶς τε ἐπεδήμει τῇ Ἰερουσαλὴμ «κηρύσσων τὴν βασιλείαν τοῦ θεοῦ». ταῦτα μὲν οὖν πρὸς λέξιν καὶ πρὸς ἱστορίαν, πρὸς δὲ διάνοιαν καὶ τὴν Ἰουδαίαν καὶ τὴν Ἰερουσαλὴμ ἑτέρας εἶναι προσήκει νοεῖν παρὰ τὰς προκατηγορηθείσας, εἰ δὴ κατὰ τὸν Σύμμαχον ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἰερουσαλὴμ ὁ λόγος ἦν τῷ προφήτῃ. εἰ μὲν γὰρ ἐπήγετο τῷ Ἰουδαίων ἔθνει χρηστοτέρα τις ἐπαγγελία, καλῶς ἂν εἶχεν τὴν χώραν αὐτῶν νομίζειν δηλοῦσθαι, νυνὶ δὲ κλῆσις μὲν ἐθνῶν συνῆπται, ἑξῆς δὲ ταύτῃ ἀποτεταμένῃ κατηγορίᾳ τοῦ Ἰουδαίων λαοῦ καὶ αὖθις ἀπειλῇ κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ, μήποτ' οὖν ὥσπερ καινὸν εἰσάγει νόμον παρὰ τὸν Μωσέως καὶ λόγον ἕτερον παρὰ τὸν παλαιόν, ἀλλὰ καὶ ὄρος καινὸν τὸ πάλαι μὲν ἀφανές, νυνὶ δὲ ἐμφανὲς γεγενημένον, οἶκόν τε θεοῦ τοῖς ἔθνεσι πᾶσιν ἐγνωσμένον, οὐχὶ δὲ καὶ Ἰουδαίοις οὐδὲ καὶ Ἰουδαίας χρὴ νοεῖν καὶ Ἰερουσαλὴμ ὁμοίας τὰς καὶ αὐτὰς τοῖς ἔθνεσιν ἐπηγγελμένας, ὑπὲρ ὧν ὁ παρών ἐστι λόγος. τί δ' ἂν εἴποι τις κατὰ διάνοιαν τὴν Ἰουδαίαν ἢ τὴν δηλουμένην διὰ τοῦ φάσκοντος λόγου· «γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός». ἡ τοίνυν τοῦ θεοῦ τὴν γνῶσιν ἀνειληφυῖα ψυχὴ εἴη δ' ἂν ἀληθῶς Ἰουδαία, εἰ δὴ «γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ θεός», οὐκοῦν τὴν τῶν ἐθνῶν θεογνωσίαν Ἰουδαίαν ἀποκαλεῖ. ὁ δὲ οἶκος τοῦ θεοῦ ὁ ἐν ταύτῃ ὑποστὰς εἴη ἂν ἡ ἐξ ἐθνῶν ἐκκλησία οἶκος θεοῦ χρηματίζουσα καὶ «τεθεμελιωμένη ἐπὶ τὴν» σωτήριον καὶ ἀρραγῆ «πέτραν» καὶ τὸ ὄρος δὲ τὸν θεοῦ λόγον εἰπών. οὐκ ἐκτὸς βάλλοις τῆς ἀληθείας τῷ προφήτῃ μαθητευόμενος Δανιὴλ τεθεαμένῳ «ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν», δι' ὧν ᾐνίττετο «λίθος» μὲν τὴν ἀνθρωπότητα τοῦ σωτῆρος, «ὄρος» δὲ τὸν θεὸν λόγον. ταῦτα δὲ ἔσεσθαι ἐν ταῖς ἐσχάταις ἡμέραις θεσπίζει. οἶκον δὲ τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων νοήσεις τοῦ σωτῆρος ἡμῶν ἐπακούσας περὶ τῆς ἐκκλησίας αὐτοῦ εἰρηκότος· «οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη». τὸ δὲ ὄρος τοῦ θεοῦ κατὰ διαφόρους ἐξακούεται τρόπους· σωματικώτερον μὲν ὡς ἂν ὑπολάβοιεν Ἰουδαῖοι τὸ ἐπὶ τῆς Παλαιστίνης χώρας, κατὰ διάνοιαν δὲ ὁ ὑψηλὸς καὶ ἐπουράνιος τοῦ θεοῦ λόγος εὐαγγελικός, κατὰ τρίτον δὲ λόγον ὁ θεῖος Ἀπόστολος Σιὼν «ἐπουράνιον» εἶναι διδάσκει καὶ «τὴν ἄνω Ἰερουσαλήμ, ἥν τινα εἶναι μητέρα πάντων ἡμῶν». οὐκ ἦν δὲ ἄρα τοῖς παλαιοῖς ἀνθρώποις ἐμφανὲς τὸ ὄρος τοῦτο, πλὴν θεσπίζει τὸ θεῖον πνεῦμα ἐμφανὲς αὐτὸ γενήσεσθαι πᾶσιν τοῖς ἔθνεσιν ἐν ταῖς ἐσχάταις ἡμέραις, ὅτε Χριστὸς «εἰς ἀθέτησιν τῶν ἁμαρτιῶν πεφανέρωται». σπεύσουσιν οὖν πάντα τὰ ἔθνη «Ἑλληνικά τε καὶ βάρβαρα» ἀποστρεφόμενα μὲν τὴν πολύθεον πλάνην καὶ τὰ πάλαι νομιζόμενα δαίμοσιν ἢ θεοῖς ἀνακεῖσθαι σωματικὰ ὄρη, σπεύδοντα δὲ ἐπὶ τὸν ἐν τοῖς δηλουμένοις καταγγελλόμενα θεόν, διὸ ἀλλήλοις προσφωνοῦντά φασι· Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. τούτοις οὖν τοῖς ἔθνεσιν ὁ λόγος ὑπισχνεῖται τὸ ὄρος καὶ τὸν οἶκον τοῦ θεοῦ τὰ ἐν οὐρανοῖς ἐμφανῆ καὶ γνώριμα πᾶσιν τοῖς μαθητευομένοις ποιήσειν. Εἴη δ' ἂν οὗτος ὁ Χριστοῦ νόμος εὐαγγελικὸς ὁ ἄνωθεν ὁρμηθεὶς ἐκ Σιὼν τῆς «ἐπουρανίου» καὶ ἐκ ταύτης δὲ τῆς ἐπὶ γῆς Σιών, ἐν ᾗ ὁ ὑπ' ἀνθρώπων θάνατος τοῦ σωτῆρος καὶ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, τά τε τῆς καινῆς διαθήκης μυστήρια καὶ παραγγέλματα ἀρχὴν λαβόντα προῆλθον εἰς πᾶσαν τὴν οἰκουμένην. αὐτὸς δὴ οὗτος ὁ νόμος καὶ ὁ καινὸς τοῦ εὐαγγελικοῦ λόγου κηρυχθεὶς πᾶσι τοῖς ἔθνεσιν ἐπαίδευσεν τοὺς ὑποδεξαμένους αὐτὸν τὰ περὶ τοῦ ὄρους τοῦ θεοῦ καὶ τοῦ οἴκου, ἐδίδαξέν τε τὰ ἔθνη λέγων· Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ. ὁ αὐτὸς δὲ καὶ διέκρινεν ἀνὰ μέσον τῶν ἐθνῶν ἀφορίσας ἑαυτῷ τοὺς ἀξίους καὶ ἐκλεξάμενος τοὺς κλητοὺς ἀπὸ τῶν μὴ τοιούτων. οὕτως οὖν ἀνὰ μέσον τῶν ἐθνῶν διακρίνας ὁ εὐαγγελικὸς λόγος λαὸν πολὺν ἤλεγξεν ἤτοι τοὺς εἰς αὐτὸν πεπιστευκότας ἀπελέγξας τὴν ἐν αὐτοῖς προτέραν πλάνην ἢ τοὺς μὴ εἰς αὐτὸν πεπιστευκότας ἐλέγξας παρὰ τὴν αὐτῶν αἰτίαν ἀπολλυμένους. οἱ δὴ οὖν καταδεξάμενοι αὐτὸν πάσης πολεμικῆς προαιρέσεως ἀπαλλαγέντες, ἐν εἰρήνῃ λοιπὸν διάγουσιν βίον ἀτάραχον ἀναλαβόντες, ὡς μηκέθ' ὑπὸ τῶν ἀντικειμένων δυνάμεων πολεμεῖσθαι μηδ' ὑποχειρίους εἶναι τῶν πάλαι κατακρατούντων αὐτῶν δαιμόνων. οἷς καὶ ὁ σωτὴρ αὐτὸς τὴν ἑαυτοῦ προξενῶν «εἰρήνην» ἔφασκεν· «εἰρήνην ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν». καὶ πρὸς λέξιν δὲ ταῦτα τέλους ἠξιοῦτο μετὰ τὴν αὐτοῦ θεοφάνειαν καὶ μετὰ τὸν κηρυχθέντα τοῖς ἔθνεσιν εὐαγγελικὸν νόμον διαλαβούσης εἰρήνης βαθυτάτης τὰ ἔθνη, ὃ δὴ καὶ σημαίνει τὸν Χριστὸν ἐδίδου ὁ λόγος φήσας συγκόψειν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα καὶ μηκέτι διδάσκεσθαι τὰ πολεμικά, ἃ δὴ καὶ πρότερον ἦσαν ἀναγκαῖα καὶ ἐκ παίδων κατ' ἀγροὺς καὶ κατὰ πόλεις ἠσκοῦντο διὰ τὸν ἀπὸ τῶν πλησιοχώρων πολεμίων φόβον.
1.27.1
Ἀκολούθως ὁ προφήτης διεξελθὼν τὴν κλῆσιν τῶν ἐθνῶν καὶ τὴν χυθεῖσαν εἰς ἅπαντας ἀνθρώπους εἰρήνην τὴν εἰς τοὺς οἰκείους ἐνδείκνυται φιλοστοργίαν παρακαλῶν τὸν αὐτοῦ λαόν, καταδέξασθαι τὴν πᾶσιν τοῖς ἔθνεσιν δωρηθεῖσαν τοῦ Χριστοῦ χάριν. διό φησι· Καὶ νῦν, ὁ οἶκος τοῦ Ἰακώβ, δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου. καὶ θέα ὅπως εἰς παρόρμησιν καὶ προτροπὴν τοῦ λαοῦ καὶ αὐτὸν καταλέγει, παρακαλῶν τοῦ φωτὸς κυρίου μεταλαγχάνειν, φῶς κυρίου ὀνομάζων τὸν ἐκ Σιὼν προελθόντα νόμον τῆς καινῆς διαθήκης καὶ τὸν σωτήριον καὶ εὐαγγελικὸν λόγον. προκαλεῖται δὲ οὐ τὸν Ἰακώβ, ἀλλὰ τὸν τούτου οἶκον ἥκειν ἐπὶ τὸ φῶς τῆς τοῦ κυρίου γνώσεως, ὡς ἂν ἐν σκότει τυγχάνοντας. ὃ δὴ καὶ αὐτὸ παρίστη συνάπτων ἑξῆς καὶ λέγων· ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ Ἰακώβ. σπεύσατε οὖν ὑμεῖς οἱ τοῦ ἀνεθέντος οἴκου καὶ δεῦτε ἅμα ἐμοί, ἐπεὶ καὶ αὐτὸς ἐγὼ ἅμα ὑμῖν ἕτοιμος τυγχάνω τοῦ πορεύεσθαι τῷ φωτὶ κυρίου. καλεῖ δὲ τὸν οἶκον Ἰακὼβ τὸν Ἰουδαίων λαὸν ὡς οὐκ ὄντα Ἰακὼβ οὐδ' ἄξιονχρηματίζειν τῷ τοῦ προπάτορος αὐτῶν ὀνόματι, αὐτὸ δὲ μόνον οἴκῳ ὄντι ὑποκένῳ καὶ σχολάζοντι. διὰ τί δὲ αὐτὸν ἀνῆκεν ὥσπερ ἀπολογούμενος ὑπὲρ τοῦ θεοῦ τὰς αἰτίας τίθησιν ἐπιφέρων· ὅτι ἐνεπλήσθη ἡ χώρα αὐτῶν ὡς τὸ ἀπ' ἀρχῆς κληδονισμῶν καὶ τὰ ἑξῆς, δι' ὧν παρίστησιν, ὅτι μὴ ἀλόγως αὐτοὺς ἀνῆκεν τὸ φῶς τοῦ κυρίου τὸ ἐπιλάμψαν πᾶσιν τοῖς ἔθνεσιν. ταῦτα μὲν οὖν κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν, καθ' οὓς τό· ἀνῆκεν τὸν λαὸν αὐτοῦ καὶ τὰ ἑπόμενα συνῆπται τῷ δευτέρῳ· καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου. Παραινέσας ὁ προφήτης τῷ λαῷ καὶ εἰπών· δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου μέχρι τούτου ἵσταται τὰ ἑξῆς ἐπιλεγόμενα οὐκέτι πρὸς τὸν λαὸν διεξερχόμενος, ἀλλ' αὐτῷ λέγων τῷ κυρίῳ. ἀντὶ τοῦ· ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ, ὁ Ἀκύλας ὅτι εἴασας λαόν σου οἶκον Ἰακὼβ ἐξέδωκεν, ὁ δὲ Σύμμαχος· ἀπέρριψας. εἶθ' ἑξῆς σημεῖα τοῦ ἀνεῖσθαι τὸν λαὸν παρίστησι λέγων, ὥσπερ τὸ παλαιὸν ἀλλόφυλοί τινες «Ἀμορραῖοι καὶ Εὐαῖοι καὶ Ἰεβουσαῖοι» τὰ πάνδεινα ἔπραττον οἰκοῦντες τὸν τόπον, καθ' οὓς «κληδόνων καὶ μαντειῶν» καὶ πάσης εἰδωλολατρίας ἐπεπλήρωτο αὐτῶν ἡ χώρα, οὗ ἡ χώρα τοῦ οἴκου Ἰακὼβ ἀλλοφύλων οἰκητόρων πληρωθήσεται καὶ τέκνα ἀλλόφυλα γενήσεται αὐτοῖς καὶ ἐμπλησθήσεται ἡ χώρα ἡ πάλαι τοῦ θεοῦ χρηματίζουσα στρατιωτικῶν ἀνδρῶν, οὓς αἰνίττεται διὰ τοῦ πλήθους τῶν ἵππων καὶ τῶν ἁρμάτων. ἔτι δὲ τὴν χώραν αὐτῶν πληρωθήσεσθαί φησι τῶν περὶ χρυσὸν καὶ ἄργυρον ἀσχολούμενον, ἔτι πρὸς τούτοις πλησθήσεσθαί φησι βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν· τίνων δὲ αὐτῶν, ἀλλ' ἢ τῶν ἀλλοφύλων οἰκητόρων, οἳ καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν; ταῦτα πάντα σημαντικὰ τυγχάνει ἀλλοφύλων ἐθνῶν καὶ εἰδωλολατρῶν μελλόντων οἰκεῖν αὐτὴν τὴν Ἰερουσαλὴμ καὶ τὴν Ἰουδαίαν χώραν. ἃ δὴ ἐπληροῦτο μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν, καὶ μετὰ τὸν λόγον τὸν εὐαγγελικὸν «τὸν φωτίσαντα πάντα τὰ ἔθνη». ἐπειδὴ μὴ ὑπήκουσαν τοῦ κεκληκότος αὐτοὺς προφήτου εἰρηκότος· Δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου, παραδοθέντων Ἰουδαίων τῇ Ῥωμαίων ἐξουσίᾳ, ἐφ' οἷς ἀλγῶν τὴν ψυχὴν ὁ προφήτης ἀναφωνεῖ πρὸς αὐτὸν λέγων τὸν κύριον· ἀνῆκες τὸν λαόν σου τὸν οἶκον τοῦ Ἰακώβ. εἶτα παρίστησι τεκμήρια, δι' ὧν δείκνυται ἀνεθεὶς ὁ λαὸς καὶ ἐγκαταλειφθεὶς ὑπὸ τοῦ κυρίου ἐκτὸς τὴν χώραν αὐτῶν ἀλλογενέσιν ἔθνεσιν ἐκδεδόσθαι, ὧν τὰς ἀσεβείας καταριθμησάμενος λέγει πρὸς αὐτὸν πάλιν ἀναφωνῶν τὸν κύριον· καὶ μὴ ἀφῇς αὐτοῖς· ἀντὶ γὰρ τοῦ· καὶ οὐ μὴ ἀνήσω αὐτούς, ὁ μὲν Ἀκύλας καὶ μὴ ἄρῃς αὐτοῖς ἡρμήνευσεν, ὁ δὲ Σύμμαχος· καὶ μὴ ἀφῇς αὐτοῖς. ὅπερ οὐκ ἂν ἔχοι λόγον περὶ Ἰουδαίων εἰρῆσθαι· οὐ γὰρ ἂν ὁ προφήτης κατηύξατο τοῦ ἰδίου λαοῦ, ἀλλὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν. ταῦτα περὶ τῶν εἰρημένων τῶν τὴν Ἰερουσαλὴμ πολεμησάντων καὶ πληρωσάντων στρατιωτικῆς δυνάμεως καὶ πάσης εἰδωλολατρίας ἐπήγαγεν.
1.28.1
Ἡγοῦμαι καὶ τὰ προκείμενα πεπληρῶσθαι καθ' ἕνα τε τρόπον ἐπὶ τῆς Ῥωμαίων κατὰ τοῦ Ἰουδαίων ἔθνους ἐφόδου, καθ' ἣν δῃουμένης τῆς χώρας φεύγοντες ἀπὸ προσώπου τῶν πολεμίων εἰς τὰς πέτρας ἐν τοῖς σπηλαίοις ἀποκρύπτονται διὰ τὴν ἀπὸ τοῦ θεοῦ αὐτοῖς ἐπικειμένην ὀργήν. τότε δὲ καὶ οἱ ὑπερήφανοι ἐταπεινοῦντο, ἀλλὰ καὶ οἱ ἐπὶ πλούτῳ γαυριῶντες πρότερον τότε μηθὲν ὄντες ἠλέγχοντο καταλαβούσης αὐτοὺς τῆς τοῦ κυρίου ἡμέρας, λέγω δὲ τοῦ Χριστοῦ τῆς ἐκδικήσεως, ἐν ᾧ οὐ μόνον τοὺς ὑπερηφάνους καὶ ἐπηρμένους ἄνδρας ἡ τοῦ κυρίου μετήρχετο ἡμέρα, ἀλλὰ καὶ τὰ τῆς χώρας κάλλη τῶν πολεμίων τὰ πάντα δῃούντων καὶ ἀφανιζόντων ὡς καὶ πύργους καταβαλεῖν καὶ τείχη καθαιρεῖν καὶ τὰ ὑψηλὰ πάντα συγκόπτειν. εἰ δὲ καὶ πραγματείαις ἐχρῶντο ταῖς διὰ θαλάσσης τινὲς καὶ τούτων τὰς ναῦς ἀπελάμβανον οἱ πολέμιοι, πανταχόθεν γοῦν τότε ἐταπείνουν καὶ διήρπαζον τὸ Ἰουδαίων ἔθνος, ἐπεὶ μὴ τῷ προφήτῃ παρακαλοῦντι καὶ λέγοντι· «δεῦτε καὶ πορευθῶμεν τῷ φωτὶ κυρίου», παρέσχον ἑαυτοὺς πειθηνίους. προλέγει δὲ ταῦτα ὁ προφήτης μαρτυρόμενος «τὴν μέλλουσαν» αὐτοὺς καταλήψεσθαι «ὀργήν», εἰ μὴ παραδέξοιντο «φῶς κυρίου». κατὰ τὸ αὐτὸ δὲ θεσπίζει καθαίρεσιν ἔσεσθαι τῆς ἐν ἀνθρώποις εἰδωλολατρίας, μόνον δὲ παρὰ τοῖς πᾶσιν ὑψοῦσθαι τὸν κύριον παντὸς ὑψώματος ἐπαιρομένου κατὰ τῆς γνώσεως τοῦ θεοῦ ταπεινουμένου. Ἡγοῦμαι τὸν προφήτην διὰ τῶν ἔμπροσθεν ἀποδυσπετοῦντα ἐφ' οἷς ἐθέσπισεν περὶ τῶν ἀλλοφύλων τῶν μελλόντων οἰκεῖν τὴν χώραν τοῦ Ἰουδαίων ἔθνους, αὐτήν τε τὴν Ἰερουσαλὴμ κατέχειν καὶ ὡς ἐν εὐχῇ δεηθέντα τοῦ θεοῦ καὶ εἰρηκότος· «μὴ ἀνῇς αὐτοῖς», ἀκολούθως κατηξιῶσθαι «τῆς τοῦ θεοῦ δικαιοκρισίας» δεικνύντος αὐτῷ τοῦ κυρίου «τὴν ἡμέραν τῆς ἐκδικήσεως» τῆς πάντας τοὺς ἀσεβεῖς μετελευσομένης, ἣν προθεωρήσας παραινεῖ ἐντεῦθεν ἤδη φυλάττεσθαι «τὴν μέλλουσαν» ἐπιέναι πᾶσιν τοῖς ἀσεβέσιν «ὀργήν». διὸ ὡς πρὸς αὐτοὺς ἐκείνους τοὺς μέλλοντας οἰκήσειν τὴν χώραν ἀποτεινόμενός φησιν εἰσέρχεσθαι εἰς τὰς πέτρας καὶ κρύπτεσθαι εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. οἱ γὰρ ὀφθαλμοὶ κυρίου ὑψηλοί, ὁ δὲ ἄνθρωπος ταπεινός· καὶ ταπεινωθήσεται τὸ ὕψος τῶν ἀνθρώπων, καὶ ὑψωθήσεται κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· ταῦτα γὰρ ἡγοῦμαι περὶ τῆς ἡμέρας τῆς κρίσεως λέγεσθαι, διὸ οὐ περὶ μόνον Ἰουδαίων ὁ λόγος τὰ παρόντα θεσπίζει, καθολικῶς δὲ περὶ πάντων τῶν τοιῶνδε ἀνθρώπων. ἐπιλέγει δ' οὖν ἑξῆς· ἡμέρα γὰρ κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται· σαφῶς γὰρ διὰ τούτων καθολικὴν εἰσάγει κατὰ πάντων τῶν ἀσεβῶν κρίσιν. διόπερ οὔτε ἡ Ἑβραϊκὴ ἀνάγνωσις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ καὶ νῦν εἰρήκασιν, ὅπερ ἐν τῇ παρ' ἡμῖν ἀναγνώσει φέρεται, καθ' ἣν εἴρηται· καὶ νῦν εἰσέρχεσθε εἰς τὰς πέτρας καὶ κρύπτεσθε, ἐπεὶ μὴ περὶ τοῦ ἐνεστῶτος καιροῦ ταῦτα ἐθέσπισεν, περὶ δὲ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. Εἶτ' ἐπειδὴ διὰ τῶν ἔμπροσθεν ἐμνημόνευσεν τῶν «τὰ ἅρματα καὶ τοὺς ἵππους» κεκτημένων, «χρυσοῦ τε καὶ ἀργύρου» πλοῦτον καὶ θησαυροὺς συνηγηοχότων, ἀκολούθως τὴν κρίσιν αἰνίττεται διὰ τροπικῆς ἀλληγορίας κέδρους Λιβάνου καὶ δένδρα βαλάνου καὶ ὄρη ὑψηλὰ καὶ βουνοὺς καὶ πύργους ὑψηλοὺς καὶ τείχη καὶ πλοῖα ὀνομάζων, ὧν ἁπάντων ἀπώλειαν ἔσεσθαι προφητεύει «κατὰ τὴν προσδοκωμένην τοῦ κυρίου ἡμέραν», ὧδέ πως αἰνιξάμενος ἐπικεκαλυμμένως «τοὺς κρατοῦντας τοῦ αἰῶνος τούτου» καὶ τὰ ὕψη καὶ τὰ ἀξιώματα, «τάς τε ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς ἐν τῷ βίῳ κοσμοκράτορας» «τοὺς τὸν θεὸν μὴ ἐπεγνωκότας» ταῦτα εὐξαμένῳ τῷ προφήτῃ καὶ φήσαντι· «μὴ ἀνῇς αὐτοῖς» ἔδειξε τὸ πνεῦμα τὸ ἅγιον θεραπεῦον αὐτοῦ τῆς ψυχῆς τὴν ἐπὶ τοῖς οἰκείοις ἀλγηδόνα. Εἶτ' ἐπειδήπερ ἐμνημόνευσεν διὰ τῶν ἔμπροσθεν, ὅπως «ἐνεπλήσθη ἡ γῆ βδελυγμάτων τῶν ἔργων τῶν χειρῶν αὐτῶν, καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν· καὶ ἔκυψεν ἄνθρωπος, καὶ ἐταπεινώθη ἀνήρ», ἀκολούθως διὰ τῶν μετὰ χεῖρας θεσπίζει λέγων· καὶ τὰ χειροποίητα κατακρύψουσιν εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, καὶ πάλιν· τῇ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησεν προσκυνεῖν αὐτοῖς· τηνικαῦτα γὰρ ἐπιστάσης τῆς τοῦ θεοῦ ἡμέρας τὰς δόξας αὐτῶν, ἃς εἶχον πρότερον ἐν τῇ ψυχῇ αὐτῶν περὶ τῆς πολυθέου πλάνης, κατακρύψουσιν ἐν ταῖς διερρωγυίαις αὐτῶν διανοίαις, ἀλλὰ καὶ ἐκβαλοῦσιν καὶ ἀπορρίψουσιν τοῦ ἑαυτῶν λογισμοῦ πᾶσαν τὴν ψευδῆ περὶ τῶν εἰδώλων ἑαυτῶν ὑπόληψιν. καὶ τοῦτο πράξουσιν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, πλὴν ἀλλὰ καὶ ἐπὶ τῆς πρώτης τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐκ μέρους ταῦτα συντελεῖσθαι ἤρξατο μετὰ τὸν κηρυχθέντα πᾶσι τοῖς ἔθνεσιν εὐαγγελικὸν λόγον. ἤδη γοῦν καθ' ἡμᾶς ἐλήλεκται τῶν πάλαι νομιζομένων τοῖς ἔθνεσι θεῶν ἡ πλάνη τῷ μὴ καὶ ἑαυτοῖς δύνασθαι ἐπικουρεῖν. διὸ πᾶς μὲν ἄνθρωπος εἰδωλολάτρης τεταπείνωται, μόνος δὲ ὁ τῶν ὅλων ὕψωται κύριος, οἱ δὲ τὸ πρὶν ἐπὶ τοῖς εἰδώλοις ὡς ἐπὶ θεοῖς μέγα φρονοῦντες ἐλεγχθείσης αὐτῶν τῆς πλάνης καὶ τῆς πολυτελοῦς ὕλης τῶν παρ' αὐτοῖς ξοάνων ἀφαιρουμένης τὰ ἄψυχα ξόανα κατὰ τὴν προφητείαν κατακρύπτον ὑπὸ σπήλαια διὰ τὸ τῆς ὕλης πολυτελὲς ὡς ἂν μὴ ληφθείη ὑπὸ τῶν βασιλικῶν ἀνδρῶν. καὶ ἐκ τούτων δὲ ἀναμφιλέκτως οἶμαι συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι. εἰδωλολατρούσης τῆς Ἰερουσαλὴμ μᾶλλον δὲ ἁπάσης πεπλανημένης τῆς Ἰουδαίας κατηχεῖτο τρόπον τινὰ τῆς Ἰουδαίας ὁ Βαβυλωνίων πόλεμος, οἳ πᾶσαν καταδῃώσαντες ἀπεκτείνασι μὲν τοὺς κατειλημμένους, γύναιά τε καὶ παῖδας ἀπεκόμισαν εἰς τὴν ἑαυτῶν γῆν. πλὴν τῆς ἐφόδου προαπηγγελμένης καὶ μελλούσης ἔσεσθαι, τοσοῦτον τοῖς Ἰουδαίοις γέγονε δεῖμα καὶ ἀγωνίας εἰς τοῦτο πεπτώκασιν, ὡς ἐν σπηλαίοις καὶ ταῖς τῶν ὀρῶν ῥωγμαῖς κατακρύπτεσθαι καὶ τόπους ἀβάτους καταλαμβάνειν ἁπάσης αὐτῶν ἀτονούσης χειρὸς τὴν τῶν ἐπιόντων ἀντίστασιν. Τὸ δέ· παύσασθε ὑμῖν ἀπὸ τοῦ ἀνθρώπου, ᾧ ἡ ἀναπνοὴ ἐν μυκτῆρι αὐτοῦ· ὅτι ἐν τίνι ἐλογίσθη αὐτός; κατὰ προσθήκην φέρεται. ἔοικεν δὲ παραινεῖν ὁ λόγος μὴ προσέχειν ἐκείνοις μηδὲ «εἰς ἀνθρώπους ἐλπίζειν» θνητοὺς τὴν πᾶσαν ζωὴν ἐν τοῖς μυκτῆρσιν κεκτημένους.
1.29.1
Τὰ μὲν προλεχθέντα περὶ «τῆς ἡμέρας τῆς ἐκδικήσεως» εἴρηται, τὰ δὲ προκείμενα ἐξ ἑτέρας ἀρχῆς περιαίρεσιν ἀπειλεῖ τῶν ἐν τῷ προτέρῳ λαῷ τοῦ θεοῦ χαρισμάτων, ἅ φησιν ἀρθήσεσθαι ἀπ' αὐτῶν, οὔτε διὰ εἰδωλολατρίας οὔτε διά τινας ἑτέρας πράξεις, διὰ δὲ μίαν βουλὴν ἄθεον ἀληθῶς καὶ ἀσεβῆ καὶ πονηρὰν τὴν κατὰ τοῦ κυρίου. θέα γοῦν ὅπως μετὰ πάσας τὰς κατ' αὐτῶν ἀπειλὰς ἐπάγει λέγων· «τὴν δὲ ἁμαρτίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες· Δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν»· τὸ γὰρ αἴτιον τῶν ἀπειλουμένων ἁπάντων τοῦτο ἦν. καὶ ἐκ τούτων δὲ ἀναμφιλέκτως οἶμαι συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι. διὸ ἀφελεῖ φησι κύριος ἀπὸ Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἢ κατὰ τὸν Ἀκύλαν ἔρεισμα καὶ ἐρεισμόν, ἢ κατὰ τὸν Σύμμαχον· στήριγμα καὶ στηριγμόν. ὅπερ νοήσεις τὸν ἀποστολικὸν λόγον, ὃς τοὺς βίῳ τῷ κατὰ θεὸν ἐμπρέποντας «στύλους καὶ ἑδραίωμα» ὠνόμασε· πάντως γάρ που καὶ παρὰ τῷ προτέρῳ λαῷ ἦσάν τινες ὥσπερ «ἑδραιώματα» καὶ στηρίγματα τοῦ παντὸς αὐτῶν ἔθνους, οὓς ἀρθήσεσθαι ἀπ' αὐτῶν ὁ λόγος ἀπειλεῖ, ἔπειτα οὐκ ἄρτον οὐδὲ ὕδωρ, ἀλλὰ ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος. καὶ τοῦτο δὲ νοήσεις ἀπὸ ἑτέρου προφήτου φήσαντος· «ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ ἀποστελῶ λιμὸν ἐπὶ τὴν γῆν, οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος, ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου». ἔστιν οὖν ψυχῆς ἄρτος θρεπτικός τις λόγος καὶ ποτὸν ὡσαύτως λογικόν, ὧν εἰ καὶ νομίζουσιν Ἰουδαῖοι μετειληφέναι ἐν τῷ τὰς θείας μετέρχεσθαι γραφὰς καὶ περὶ τὰς ἐκμαθήσεις καὶ ἐπαγγελίας αὐτῶν φιλοκαλεῖν, ἀλλά γε τὴν ἰσχὺν τῶν θρεπτικῶν λόγων καὶ τὸ θρεπτικὸν τῆς ζωοποιοῦ πηγῆς οὐκ ἂν εὕροις παρ' αὐτοῖς. καὶ γίγαντα δὲ καὶ ἰσχύοντα καὶ ἄνθρωπον στοχαστὴν ἀφαιρεθήσεσθαι αὐτῶν ἀπειλεῖ· γίγαντα οὔτε ἡ Ἑβραϊκὴ φωνὴ οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ ὠνόμασαν. ἀντὶ δὲ τούτου ὁ μὲν Ἀκύλας δυνατόν, ὁ δὲ Σύμμαχος ἀνδρεῖον, ὁ δὲ Θεοδοτίων δυνάστην ἐκδέδωκαν. καὶ δυνάστην οὖν καὶ δυνατὸν καὶ ἔτι πρὸς τούτοις καὶ ἄνδρα πολεμιστὴν καὶ δικαστήν, ἀνθ' οὗ οἱ λοιποὶ πεποιήκασι κριτήν, καὶ ἐπὶ πᾶσιν προφήτην καὶ στοχαστὴν περιαιρεθήσεσθαι ἀπειλεῖ. καὶ ἐκ τούτων δὲ οἶμαι ἀναμφιλέκτως συνίστασθαι τὸ μετὰ τὴν σωτήριον παρουσίαν ταῦτα τέλους τετυχηκέναι· εἰ γοῦν τις θελήσειεν βιασάμενος κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου ἢ κατὰ τοὺς τῆς Βαβυλωνίων πολιορκίας ταῦτα φάναι γεγονέναι, ψευδῆ δοξάζων ἐλεγχθήσεται· συνῆσαν γὰρ αὐτοῖς τότε πλεῖστοι προφῆται ἐν αὐτῇ τῇ Ἰερουσαλὴμ πρὸ τῆς πολιορκίας καὶ κατὰ τὴν πολιορκίαν, ἐπ' αὐτῆς τε τῆς Βαβυλωνίας καὶ μετὰ τὴν ἐνθένδε ἐπάνοδον ἦσαν δὲ καὶ δικασταὶ παρ' αὐτοῖς οἱ κρίνοντες τὸν λαόν. ἐν αὐτῇ γοῦν τῇ Βαβυλῶνι Δανιὴλ ἔκρινεν «τοὺς πρεσβυτέρους», καὶ μετὰ τὴν ἐπάνοδον Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ καὶ Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ καθηγήσαντο τοῦ λαοῦ καὶ ἔτι τοῖς χρόνοις μεταγενέστεροι Ἔσδρας καὶ Νεεμίας καὶ πρεσβύτεροι δὲ συνέσει καὶ σοφίᾳ τετιμημένοι ἐκόσμουν τὸ ἔθνος αὐτῶν. τότε εὑρήσεις καὶ πολεμιστὰς διαφανεῖς παρ' αὐτοῖς γενομένους κατὰ τοὺς χρόνους τῶν Μακκαβαίων, ἐν οἷς πάντως ἦσαν καὶ πεντηκόνταρχοι ἐν τῇ στρατιωτικῇ τάξει. εἰκός τε δὲ καὶ θαυμαστοὺς συμβούλους παρ' αὐτοῖς γεγονέναι σοφούς τε λόγων καὶ ἀρχιτέκτονας. ἦσαν δὲ καὶ συνετοὶ ἀκροαταὶ παρ' αὐτοῖς, οἳ τοὺς τῶν προφητῶν λόγους ἐνέκρινον, τοὺς τῶν ψευδοπροφητῶν ἀποδοκιμάζοντες καὶ τοῦτο πράττοντες πνεύματι κριτικῷ. τὸ μὲν οὖν παλαιὸν ταῦτα πάντα παρὰ τῷ Ἰουδαίων ἔθνει ἤκμαζεν, ἀθρόως δὲ ἐξέλιπε καὶ «ἀφῃρέθη» κατὰ τὴν προφητείαν «ἀπὸ τῆς Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας», ὁμοῦ τὰ πάντα οὐκ ἄλλοτε ἢ κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν. Ἐκπεσόντες δὲ τῶν προλεχθέντων πάντων οἱ ὑπὸ τῆς προφητείας κατηγορούμενοι ἐμπαίκταις κυρίοις καὶ νεανίσκοις ἄρχουσι παρεδόθησαν. τὸ δ' αἴτιον τούτων ἁπάντων ὁ λόγος διδάξει αὖθις οὐκ εἰδωλολατρίαν αὐτῶν κατηγόρων, ἀλλὰ ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες Δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν, καὶ ὅτι αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας τὰ πρὸς κύριον ἠπείθουν, ἀνθ' οὗ ὁ Σύμμαχος· αἱ γλῶσσαι αὐτῶν καὶ τὰ ἐπιτηδεύματα αὐτῶν πρὸς κύριον πρὸς τὸ παραπικραίνειν, ὁ δὲ Ἀκύλας· ὅτι γλῶσσα αὐτῶν καὶ ἐπιτηδεύματα αὐτῶν πρὸς κύριον προσερίζοντες, ὁρᾷς τὸ αἴτιον διὸ ἀφῃρέθη αὐτῶν τὰ προλεχθέντα. καὶ γὰρ τὰς ἑαυτῶν ἠκόνησαν γλώττας κατὰ τοῦ κυρίου, ὁπηνίκα τὰς ἀσεβεῖς ἠφίεσαν φωνὰς λέγοντες· «αἶρε αἶρε αὐτόν», «τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν»· τότε γὰρ ἀληθῶς ἡ γλῶσσα αὐτῶν καὶ τὰ ἐπιτηδεύματα κατὰ τοῦ κυρίου γέγονεν εἰς τὸ παραπικράναι αὐτόν. διὸ ἑξῆς διασαφῶν τὴν διάνοιαν ἐπιλέγει· τὴν δὲ ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, ὅτι βεβούλευνται βουλὴν πονηρὰν καθ' ἑαυτῶν εἰπόντες Δήσομεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστι. καὶ τοῦτ' ἦν ἄρα τὸ αἴτιον τοῦ περιαιρεῖσθαι τὰ πάλαι διαλάμποντα τοῦ θεοῦ χαρίσματα. τίς δὲ ὁρῶν τοὺς παρὰ Ἰουδαίοις ὀνομαζομένους πατριάρχας, νεανίσκους ἀληθῶς, οὐ τὴν τοῦ σώματος ἡλικίαν μόνον, ἀλλὰ καὶ τὰς ψυχὰς ἀτελεῖς καὶ ἐνδεεῖς φρενῶν, τούς τε λοιποὺς αὐτῶν διδασκάλους οὐκ ἂν εἴποι ἐμπαίκτας εἶναι, καὶ οὓς ἡ προφητεία ἐδήλου; ἀλλὰ καὶ ὁ λαὸς συμπέπτωκεν, ἄνθρωπος πρὸς ἄνθρωπον καὶ ἄνθρωπος πρὸς τὸν πλησίον αὐτοῦ· προσκόψει δὲ τὸ παιδίον πρὸς τὸν πρεσβύτερον καὶ ὁ ἄτιμος πρὸς τὸν ἔντιμον. μηδεμιᾶς τάξεως οὔσης μηδὲ λόγου θεοῦ ἐν αὐτοῖς πολιτευομένου εἰς τοσαύτην δὲ πενίαν καὶ φρενῶν ἔνδειαν ἐλάσειν αὐτούς φησιν, ὡς μηδὲ ἱματίου μηδὲ ἄρτου εὐπορεῖν· ἱματίου μὲν εὐσχήμονος καὶ κοσμίου λόγου τοῦ καλύπτοντος αὐτῶν τῆς ψυχῆς τὴν ἀσχημοσύνην, ἄρτου δὲ τοῦ τῆς διανοίας θρεπτικοῦ λόγου. διό φησιν· ἐπιλήψεται ἄνθρωπος τοῦ ἀδελφοῦ αὐτοῦ ἢ τοῦ οἰκείου τοῦ πατρὸς λέγων Ἱμάτιον ἔχεις, ἀρχηγὸς ἡμῶν γενοῦ, καὶ τὸ βρῶμα τὸ ἐμὸν ὑπὸ σὲ ἔστω. καὶ ἀποκριθεὶς ἐρεῖ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Οὐκ ἔσομαί σου ἀρχηγός· οὐ γὰρ ἔστιν ἐν τῷ οἴκῳ μου ἄρτος οὐδὲ ἱμάτιον. εἶτα τὴν ἐρημίαν τῆς χώρας καὶ τὴν παντελῆ τῆς Ἰερουσαλὴμ ἀπόπτωσιν σημαίνει ἐπιφέρων ἑξῆς· ἀνεῖται Ἰερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκεν. ἡ δ' αἰτία προλέλεκται· διὰ γὰρ τὰς γλώσσας αὐτῶν, δι' ὧν παρεπίκραναν τὸν θεὸν καὶ ὅτι ἐβουλεύσαντο βουλὴν πονηρὰν τὴν κατὰ τῆς ἑαυτῶν ψυχῆς, μᾶλλον ἢ κατὰ τοῦ βουλευσαμένου γενομένην ταῦτα πεπόνθασιν. διὸ τὰ γενήματα τῶν ἔργων αὐτῶν φάγονται καὶ οὐαὶ γέγονεν τῷ ἀνόμῳ λαῷ, ἐπειδὴ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ πονηρὰ ὄντα συμβήσεται αὐτῷ· «ὁποῖα γάρ τις ἂν σπείρῃ, τοιαῦτα καὶ θερίσει».
1.30.1
Οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς. τῶν κατά τι πλημμελούντων οἱ μὲν πταίουσιν ἐν γνώσει νικώμενοι ὑπὸ τῆς κακίας, κεντούμενοι δὲ καὶ τιτρωσκόμενοι τὸ συνειδὸς ἐφ' οἷς πράττουσιν, οἱ δ' ἐν ἀγνοίᾳ τυγχάνοντες τρόπον βοσκημάτων φέρονται. τρίτοι δέ εἰσιν τῶν προλεχθέντων χείρους, οἱ πρὸς τῇ ἑαυτῶν ἀπωλείᾳ καὶ ἑτέρους διὰ ἀπάτης τοῖς ὁμοίοις ὑποβάλλοντες ἀτοπήμασιν. ὁ τοίνυν τοῦ θεοῦ λόγος πολλοὺς ὁρῶν παρὰ Ἰουδαίοις κατὰ πλάνην πταίοντας ἀφορίζει μὲν τῶν ἔμπροσθεν κατηγορηθέντων, παρακελεύεται δ' αὐτοῖς διὰ τῶν προκειμένων, οἷα Χριστὸς καὶ φιλάνθρωπος καὶ λαὸν αὐτοῦ ὀνομάζει προτρεπτικῶς ἰδιοποιούμενος καὶ ἕλκων ἐπὶ τὴν ἑαυτοῦ γνῶσιν. πᾶς τοίνυν ἄνθρωπος αὐτοῦ τυγχάνει κἂν ἁμαρτάνῃ· ἐπάγεται τοίνυν πρὸς ἑαυτὸν συγγνώμην νέμων τοῖς κατὰ ἄγνοιαν πλημμελοῦσιν, διό φησι· λαός μου. εἶτ' ἐλέγχει τοὺς αἰτίους αὐτοῖς γινομένους τῆς εἰς αὐτὸν ἀπιστίας, οὓς διὰ τῶν ἔμπροσθεν «ἐμπαίκτας» ὠνόμασεν. διό φησι· λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς· βουλόμενοι γὰρ τὰ παρὰ τοῦ θεοῦ κέρδη συνάγειν οἱ ἄρχοντες τοῦ Ἰουδαίων ἔθνους δι' ἀπαρχῶν καὶ δεκατῶν καὶ τῶν ἄλλων αὐτοῖς ὡς ἄρχουσι καὶ διδασκάλοις προσφερομένων, οὐκ ἐπέτρεπον τὴν εἰς τὸν Χριστὸν γνῶσιν αὐτοὺς ἀναλαβεῖν. ὃ δὴ παρίστησιν λέγων· οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύσουσιν ὑμῶν. τίνα δὲ ἀπαιτοῦντες ἢ τὰ προλεχθέντα κέρδη, ὧν ἕνεκα οὐδὲ τοὺς ἁμαρτάνοντας ἤλεγχον, πάντας δὲ πρὸς κολακείαν ὁμιλοῦντες ἐμακάριζον αὐτούς; διὸ καὶ τούτους ἀπελέγχει φάσκων· λαός μου, οἱ μακαρίζοντες ὑμᾶς πλανῶσιν ὑμᾶς καὶ τὴν τρίβον τῶν ποδῶν ὑμῶν ταράσσουσιν· ἀποτρέποντες γὰρ τῆς εὐθείας ὁδοῦ τῆς ἀγούσης ἐπὶ τὸν σωτήριον λόγον, διέστρεφον αὐτῶν τὰ τῆς ψυχῆς βήματα. τῶν δὲ ἀπατωμένων ἐπὶ τῷ μακαρισμῷ καὶ ἡ τρίβος τῶν ποδῶν συνταράσσεται· διότι ἡ μὲν θλῖψις ἐπὶ ταπείνωσιν προσκαλεῖται, ὁ δὲ μακαρισμὸς φυσίωσιν ἐμποιεῖ. Ἀκολούθως οὖν τοῖς τοιάδε δρῶσιν ἑξῆς ἐπιλέγει· ἀλλὰ νῦν καταστήσεται εἰς κρίσιν κύριος, καὶ πάλιν· αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. πρεσβύτεροι οὖν καὶ ἄρχοντες οἱ μὴ διὰ τῆς ὑγιαινούσης διδασκαλίας καὶ τῶν κατὰ τὸν ἴδιον βίον ἀγαθῶν ὑποδειγμάτων τὸν ἀμπελῶνα γεωργοῦντες ταῦτα ἐγκληθησόμεθα. εἶθ' ὡς παραστὰς τῷ τοῦ κυρίου βήματι καταμέμφεται καὶ εἰς πρόσωπον αὐτοὺς ἀπελέγχει λέγων· Ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν; τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; ἐὰν τὰ εἰς λόγον τῆς ἀναπαύσεως τῶν πενήτων διδόμενα ἐν τοῖς οἴκοις ἔχωμεν ἀποστεροῦντες τοὺς ἐνδεεῖς. ἔθος τοῖς ἀδικοῦσι καὶ ἀποστεροῦσιν, ἐπειδὰν ἐγκαλῶνται παρὰ τῶν ἠδικημένων, ὕβρεσι καὶ λοιδορίαις καταισχύνειν αὐτοὺς ἐξευτελίζοντες καὶ πληγὰς ἀπειλοῦντες. τοῦτο οὖν φησι τὴν ὑμῖν προσήκουσαν ἐκ τῆς ἀδικίας αἰσχύνην ταύτην ἐκ τῆς τυραννίδος ὑμῶν τοῖς πτωχοῖς περιτρέπετε. λαὸν δὲ αὐτοῦ καὶ νῦν ἀποκαλεῖ καὶ ἀμπελῶνα αὐτοῦ ἐμπεπυρισμένον τοὺς κατὰ συναρπαγὴν καὶ διαστροφὴν τῶν διδασκάλων ἠπατημένους, οὓς ἀνακαλούμενος καὶ πρὸς ἑαυτὸν ἐπιστρέφων ἀποτρέπει τῆς τῶν προλεχθέντων διαστρόφου διδασκαλίας. σφόδρα δὲ ἀκολούθως τὴν πρώτην τοῦ σωτῆρος παρουσίαν θεσπίσας καὶ τὴν τῶν ἀρχόντων τοῦ λαοῦ διαστροφήν, τὰ περὶ τῆς δευτέρας ἀφίξεως αὐτοῦ παραδίδωσιν λέγων· αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ.
1.31.1
Ἀντὶ τῶν κοσύμβων ὁ Ἀκύλας τελαμῶνας ἡρμήνευσεν καὶ ἀντὶ τοῦ· τοὺς μηνίσκους, ὁ Σύμμαχος· μανιάκας, τὸ κάθεμα ὁ Ἀκύλας· κροκυφάντους, ὁ Σύμμαχος· τὰ χαλαστά, καὶ πάλιν τοὺς χλιδῶνας ὁ Σύμμαχος· τὰ ἐνκομβώματα. ἐπειδὴ περὶ ἀνδρῶν ἔδοξεν ἡ προφητεία διὰ τῶν ἔμπροσθεν πάντα εἰρηκέναι, εἰκὸς δὲ ἦν τὰς γυναῖκας μηδὲν πρὸς αὐτὰς λελέχθαι νομίζειν ἀναγκαίως καὶ τὴν κατ' αὐτῶν ἀπειλὴν τίθησιν, τὴν παλαιὰν αὐτῶν κατάστασιν ὑπογράφων ὡς «ἐντρυφῶσαι καὶ κατασπαταλῶσαι» ἐν πλούτῳ· καὶ πολλῇ περιουσίᾳ θεοῦ μνήμην οὐδεμίαν ἐποιοῦντο, διὸ καὶ «γυμνώσειν» αὐτὰς ἐκείνων ἐν οἷς ἐτρύφων ἀπειλεῖ. Ἀντὶ δὲ τῆς προτέρας τρυφῆς τὴν ἐπὶ τὰ χείρω μεταβολὴν αὐταῖς σημαίνει, δι' ὧν ἐπιλέγει· ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. δύναται δὲ ταῦτα μὴ περὶ μόνων γυναικῶν λέγεσθαι, ἀλλὰ καὶ περὶ ψυχῶν χαύνων καὶ τεθηλυμένων. εἰκὸς δ' ἦν καὶ ταῦτα μετὰ τὴν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀντιλογίαν τῷ ἐκ περιτομῆς ἐπιτελεῖσθαι λαῷ· πλούτῳ γὰρ περιρρεόμενοι οἱ τὴν Σιὼν ἔτι τότε οἰκοῦντες, αἵ τε τούτων θυγατέρες «κατεσπατάλων» ἀναισθήτως ἔχουσαι τῶν περιεχόντων αὐτὰς κακῶν. Εἰκότως οὖν καὶ τὰς κατ' αὐτῶν ἀπειλὰς πεποίηται ἡ προφητεία τῇ τῶν πολεμίων μαχαίρᾳ παραδοθήσεσθαι αὐτὰς εἰπὼν καὶ τὴν Ῥωμαίων ἔφοδον αἰνιξάμενος διὰ τοῦ φάναι· καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται. ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· ἀντὶ δὲ κάλλους οἱ καλοὶ τοῦ ἀριθμοῦ σου μαχαίρᾳ πεσοῦνται καὶ οἱ δυνατοί σου ἐν πολέμῳ, ὅτε καὶ κενωθήσεται καὶ πενθήσει ἡ πόλις. πρὸς αὐτὴν γοῦν εἴρηται κατὰ τοὺς Ἑβδομήκοντα τό· καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Τῆς ἐσχάτης ἐρημίας τοῦ τόπου διὰ τούτων σημαινομένης τούτοις δ' ἑξῆς ὡς ἐκλελοιπότων ἀνδρῶν καὶ μηκέτ' ὄντων διὰ τὸ ἀνῃρῆσθαι μαχαίρᾳ ἑπτά φησιν γυναῖκας ἐπιλήψεσθαι ἑνὸς ἀνδρὸς δεομένας ὥστε χρηματίσαι αὐταῖς οὐδὲν πλέον μηδὲ γὰρ ἐνδεεῖσθαι αὐταῖς, εἰ μὴ τὸ αὐτοῦ ὄνομα καὶ δοκεῖν αὐτῶν προεστάναι, ὡς ἂν μὴ εἶεν ἔρημοι καὶ ἐπονείδιστοι τῷ μηδένα ἔχειν τὸν προεστῶτα. διὸ ὥσπερ σπάνιόν τινα εὑροῦσαι τοῦτον τῶν πάντων ἀπολωλότων φασὶν πρὸς αὐτόν· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφ' ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν. ταῦτα μὲν ἡ τῆς λέξεως διάνοια, ἕτεροι δὲ τὸν ἄνθρωπον τὸν πρῶτον ἔφασαν εἶναι τὸν σωτῆρα, ἑπτὰ δὲ γυναῖκας τὰς ἑπτὰ δυνάμεις τοῦ ἁγίου πνεύματος, αἳ περὶ τὸν πρῶτον γεγόνασιν ἄνθρωπον διὰ τὸ μηδένα εὑρίσκειν ἕτερον τὸν οἷόν τε αὐτὰς χωρεῖν, εἶναι δὲ ταύτας «πνεῦμα σοφίας καὶ συνέσεως, βουλῆς καὶ ἰσχύος, γνώσεως καὶ εὐσεβείας» καὶ ἐπὶ πᾶσιν «πνεῦμα φόβου θεοῦ».
1.32.1
Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεός. ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον καὶ τὰ πρῶτα ἔσεσθαι καὶ τὰ προκείμενα διδάσκει, ἀλλ' ἐκεῖνα μὲν ἦν σκυθρωπά, τὰ δὲ παρόντα χρηστότερα. πῶς οὖν οἷόν τε ἦν καὶ τὰ τῆς χρηστῆς ἐπαγγελίας, ὑφ' ἕνα χρόνον εἰς τοὺς αὐτοὺς ἀποπληροῦσθαι; τὸ γὰρ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοῦ αὐτοῦ Χριστοῦ τυγχάνει σημαντικόν, ἐν ᾧ καὶ τὰ προλεχθέντα γενήσεται, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς. ἀνθ' οὗ ὁ Σύμμαχος πεποίηκεν· ἔσται ἀνατολὴ κύριος εἰς δύναμιν καὶ δόξαν τῆς γῆς καὶ ὑπεροχή. ἀλλ' εἰ μὲν ἑξῆς ἐπῆγεν τῷ παντὶ λαῷ τὰς χρηστὰς ἐπαγγελίας ἔδοξεν ἐναντιώματα περιέχειν ὁ λόγος, νυνὶ δὲ οὐ παντὶ τῷ ἔθνει, ἀλλὰ μόνῳ τῷ ἐξ αὐτοῦ καταλειφθέντι ἐπάγγελται· ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ἀνυψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν ἐν Ἰερουσαλήμ, καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Ἰερουσαλὴμ ἅγιοι κληθήσονται. οὗτοι δὲ ἦσαν αὐτοί, οἳ διὰ τῆς προτέρας προφητείας δεδηλωμένοι διὰ τοῦ «σπέρματος» τοῦ καταλειφθέντος, περὶ οὗ ἐλέγετο· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». δι' ὧν παρίστη τοὺς ἀπὸ Ἰουδαίων εἰς τὸν Χριστὸν πεπιστευκότας, ἐν οἷς ὑπῆρχον οἱ ἀπόστολοι οἱ τὰ λογικὰ καὶ ἐπουράνια σπέρματα εἰς πάντα κατασπείροντες τὰ ἔθνη. περὶ τούτων τοιγαροῦν καὶ ἡ παροῦσα προφητεία τὰ προκείμενα θεσπίζει λέγουσα· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δηλαδὴ ἐν τῷ καιρῷ τῆς ἀποβολῆς ἐκείνων, ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, οἱ ἅγιοι κληθέντες καὶ ἐγγραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλήμ. καὶ ἔστιν γε καὶ ἔργῳ παραλαβεῖν ὅπως οἱ πρῶτοι οἱ ἐκ τοῦ Ἰσραὴλ εἰς τὸν Χριστὸν πεπιστευκότες ἀπόστολοι καὶ μαθηταὶ καὶ εὐαγγελισταὶ τοῦ σωτῆρος ἐδοξάσθησαν καὶ ὑψώθησαν, ὡς πανταχοῦ γῆς καὶ καθ' ὅλης τῆς οἰκουμένης ἐπιφανεῖς αὐτοὺς γενέσθαι, εἰσέτι τε καὶ νῦν παρὰ πᾶσι τοῖς ἔθνεσιν, «Ἕλλησί τε καὶ βαρβάροις», δοξάζεσθαι αὐτῶν καὶ τοὔνομα καὶ τὴν διδασκαλίαν. μόνοι οὗτοι ἅγιοι κληθήσονται οἱ καταξιωθέντες γραφῆναι εἰς τὴν αἰώνιον ζωὴν «τῆς ἐπουρανίου Ἰερουσαλήμ»· τούτοις παράθες τοῦ σωτῆρος ἡμῶν τὴν πρὸς τοὺς ἀποστόλους φωνήν, δι' ἧς εἴρηται· «χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγγέγραπται ἐν τοῖς οὐρανοῖς». Πῶς δὲ ἄξιοι τούτων ἔσονται, διασαφεῖ ἑξῆς λέγων τό· ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως, σαφῶς «τὸ λουτρὸν τῆς παλιγγενεσίας» δηλῶν, ὃ καὶ διὰ τῶν ἔμπροσθεν ἐδήλου λέγων· «λούσασθε, καθαροὶ γένεσθε», καὶ νῦν ἐπαγγέλλεται. ἐν πνεύματι δὲ καύσεως τοῦ «ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ» οὐδὲν ἂν διαφέροι. ῥύπον δὲ ψυχῶν φησιν, ὃν ἐρυπάνθησαν μολυνθεῖσαι ἀπὸ τοῦ αἵματος, οὗ καὶ διὰ τῶν ἔμπροσθεν ὁ λόγος ἐμνημόνευσεν εἰπών· «αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις». ὃ δὴ καὶ αἷμα Ἰερουσαλὴμ ἐπὶ τοῦ παρόντος ὀνομάζει φήσας· ἐκπλυνεῖ κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σιὼν καὶ τὸ αἷμα ἐκκαθαριεῖ. ποίαις δὲ θυγατράσι Σιὼν ἢ ταῖς ἀρτίως διὰ τῆς ἔμπροσθεν περικοπῆς κατηγορηθείσαις ἐν τῷ λέγεσθαι· «Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ» καὶ τὰ τούτοις ἑπόμενα. λέγει δὲ ταῦτα περὶ τῶν κεκοινωνηκότων μὲν τῇ κατὰ τοῦ σωτῆρος μιαιφονίᾳ, μικρὸν δὲ ὕστερον μεταβαλόντων καὶ γνωρισάντων αὐτοῦ τὸ εὐαγγέλιον, ὁποῖος ἦν ὁ Παῦλος «λυμαινόμενος μὲν πρότερον τὴν ἐκκλησίαν τοῦ θεοῦ», «συνευδοκῶν τε τῇ ἀναιρέσει» Στεφάνου, πάντως δέ που καὶ τῷ αἵματι τοῦ σωτῆρος, μεταβαλὼν δὲ ὕστερον καὶ «βαπτισθεὶς» ἐν πνεύματι δὲ κρίσεως. λέγονται πάντες οὗτοι οἱ Παύλῳ παραπλησίως ἐκπλυνόμενοι καθαρισθήσεσθαι· «μετὰ γὰρ κρίματος» «σωθήσεσθαι» ἤμελλον «καὶ μετὰ δικαιοσύνης», ἀλλὰ καὶ ἐν πνεύματι καύσεως. θέα δὲ εἰ μὴ σφόδρα σύμφωνός ἐστιν ὁ παρὼν λόγος τῇ εὐαγγελικῇ μαρτυρίᾳ περὶ τοῦ σωτῆρος ἡμῶν, ἣ ἐδίδασκε λέγουσα· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί»· τὸ γὰρ ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως τοῦ «ἐν πνεύματι ἁγίῳ καὶ πυρί» οὐδὲν διαφέρει. οἱ γὰρ πυρωτικοὶ λόγοι καθαπτόμενοι αὐτῶν κάθαρσιν αὐτοῖς ἐνεποίουν τῶν ἁμαρτημάτων. καὶ ὁ σωτὴρ ὁμοίως ἐν τῷ Εὐαγγελίῳ «βαπτίσειν» λέγεται οὐχ ὕδατι ἀλλ' «ἐν πνεύματι ἁγίῳ καὶ πυρί»· τοῦτο γὰρ ἐδίδαξεν ὁ Ἰωάννης περὶ μὲν ἑαυτοῦ εἰπών· «ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι», περὶ δὲ τοῦ σωτῆρος· «αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί». Τούτοις ἐπιλέγει· καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος ἐν Σιὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας· τίς δὲ ἥξει, προφήτης ἕτερος παραστήσει εἰπών· «ἥξει ἐκ Σιὼν ὁ ῥυόμενος», καὶ ὁ φήσας· «ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ», ἐλθών τε τὰ ἐπιλεγόμενα πληρώσει. ἀντὶ δὲ τοῦ· ἥξει, τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ καὶ κτίσει κύριος πάντα τόπον ὄρους Σιὼν εἰρήκασιν, «καινὴν κτίσιν» τὴν τῆς ἐκκλησίας τοῦ θεοῦ τῆς εἰς πάντα τόπον τεθεμελιωμένην δηλοῦντες. καὶ νῦν δὲ ὄρος Σιὼν ὁ εὐαγγελικὸς ὠνόμασται λόγος, ἐφ' ὃν «ἡ καινὴ» κατεσκευάσθη «κτίσις», οὐχ ὑπὸ ἀνθρώπου τινὸς ἀλλ' ὑπ' αὐτοῦ τοῦ κυρίου τοῦ καὶ φήσαντος· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν», ἧς τὰ περικύκλῳ φησὶ σκιάσειν νεφέλην καὶ ὡς πυρὸς φωτὸς καιομένου νυκτός· πάσῃ τῇ δόξῃ σκεπασθήσεται. νοήσομεν δὲ τοῦτο ἐπὶ τὴν παρὰ Μωσεῖ ἀναδραμόντες ἱστορίαν, ἐν ᾗ λέλεκται «ἡμέρας μὲν ἐν στύλῳ νεφέλης προπορεύεσθαι αὐτῶν» τὸν Χριστόν, «νυκτὸς δὲ ἐν στύλῳ πυρὸς» ὥστε φαίνειν αὐτοῖς· τοιουτότροπον γὰρ καὶ περὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἔσεσθαι ὁ παρὼν θεσπίζει προφήτης, ἡμέρᾳ μὲν εἰπὼν νεφέλην ἐπισκιάσειν αὐτῇ, ἵνα μὴ καίοιτο ὑπὸ φλογμοῦ, νυκτὸς δὲ φῶς καὶ πυρὸς φέγγος, ἵνα μὴ σκοτίζοιτο, ὁμοῦ δὲ πᾶσαν ταύτην σκιάσειν τὴν δόξαν τοῦ θεοῦ φησιν, ὡς μηδὲν αὐτὴν καταβλάπτεσθαι μηθ' ὑπὸ καύματος ἡμερινοῦ μηθ' ὑπὸ σκληρότητος ἡμερινῶν ὑετῶν, δι' ὧν ὁ λόγος διδάσκει θεοῦ δεξιὰν ἐπισκιάσειν τὴν ἐκκλησίαν αὐτοῦ, διὰ παντὸς πρὸς τὸ μηδὲν αὐτὴν καταβλάπτεσθαι μήτε ἐν ταῖς εὐπραγίαις καὶ εἰρηνικαῖς καταστάσεσιν μήτε ἐν τοῖς τῶν διωγμῶν καιροῖς, μένειν τε αὐτὴν εἰς ἀεὶ ἄπτωτον καὶ ἀδιάτρεπτον καὶ σκιαζομένην ὑπὸ τῆς δόξης τοῦ θεοῦ, ὡς μήτε ἐν ἡμέρᾳ καὶ ἐν καύματι φλέγεσθαι μήτ' ἀπὸ σκληρότητός τε καὶ ὑετῶν τε καὶ χειμερινῶν ἀνέμων ἀδικεῖσθαι. διὸ λέλεκται· πάσῃ τῇ δόξῃ σκεπασθήσεται· καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.
1.33.1
Ἔτι τὸ προφητικὸν πνεῦμα τοῖς προλεχθεῖσιν ἐπισυνάπτει καὶ αὐτὰ† ειπ αὐτῆς μέρος τυγχάνει «τῆς ὁράσεως», «ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμὼς κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλήμ». διεξέρχεται δὲ τὰ προκείμενα ἐκ προσώπου τοῦ ἁγίου πνεύματος φάσκον τό· Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου. ἀντὶ δὲ τοῦ· τῷ ἀμπελῶνί μου, ἡ Ἑβραϊκὴ λέξις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ τῷ ἀμπελῶνι αὐτοῦ ἐκδεκώκασι· τῷ γὰρ ἠγαπημένῳ φησὶν ᾄσω ᾆσμα οὐκ ἐμὸν οὐδ' ὑπ' ἐμοῦ πεποιημένον, ἀλλ' ὑπ' αὐτοῦ τοῦ ἀγαπητοῦ ᾄσαντος τῷ ἀμπελῶνι αὐτοῦ ᾆσμα θρήνου καὶ κλαυθμοῦ ἔμπλεων. ὅθεν ὁ Ἀκύλας τοῦτον ἡρμήνευσε τὸν τρόπον· ᾄσω δὴ τῷ προσφιλεῖ μου ᾠδὴν πατραδέλφου μου τῷ ἀμπελῶνι αὐτοῦ, ὁ δὲ Σύμμαχος· ᾄσω δὴ τῷ ἀγαπητῷ μου ᾆσμα τοῦ ἀγαπητοῦ μου εἰς τὸν ἀμπελῶνα αὐτοῦ, καὶ ὁ Θεοδοτίων· ᾄσω δὴ τῷ ἀγαπητῷ μου ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνι αὐτοῦ· οὐ γὰρ ἐμόν φησιν, ἀλλὰ τοῦ ἀγαπητοῦ μου τυγχάνει τὸ ᾆσμα· αὐτὸς γὰρ συνέθηκεν αὐτὸ ἐπὶ τῷ ἀμπελῶνι αὐτοῦ ἢ εἰς τὸν ἀμπελῶνα αὐτοῦ ᾠδὴν θρήνου πεποιηκώς. ἠγαπημένος δὲ ἦν καὶ ἀγαπητός, ἠγαπημένος μὲν τῷ θεῷ καὶ πατρὶ αὐτοῦ, ἀγαπητὸς δὲ τοῦ ἁγίου πνεύματος· τοῦτο γὰρ παρίστησιν τὸ προφητικὸν πνεῦμα φῆσαν· Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ μου τῷ ἀμπελῶνί μου. διὰ δὲ τῆς ᾠδῆς τὰς εἰς τὸν ἀμπελῶνα εὐεργεσίας αὐτοῦ ἀπαριθμεῖται καὶ τοῦ ἀμπελῶνος τὴν μοχθηρίαν ἐλέγχει, θεσπίζει τε κατὰ τὸ αὐτὸ τὰ μέλλοντα αὐτῷ συμβήσεσθαι. οὗτος τοιγαροῦν ὁ ἀγαπητὸς τοῦ θεοῦ τὸν πρῶτον λαὸν τὸν ἐκ περιτομῆς κλῆρον καὶ μερίδα κτησάμενος ἀποθρηνεῖ τὴν ἀπώλειαν αὐτοῦ δι' ὑπερβολὴν φιλανθρωπίας· φησὶ γάρ· ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι, ἢ κατὰ τὸν Σύμμαχον· ἐν κέρατι ἐν τόπῳ ἐλαιῶνι, ἢ κατὰ τὸν Ἀκύλαν· ἐν κέρατι υἱῷ ἐλαίου. φασὶ δὲ τὴν Ἰουδαίαν χώραν οὕτω δηλοῦσθαι διὰ τὸ πίονα εἶναι καὶ λιπαρωτάτην, λέγεσθαι δὲ ἐν κέρατι διὰ τὸ συστῆναι βασιλικὴν μητρόπολιν ἐν αὐτῇ τῇ Ἰερουσαλήμ· εἴωθεν γὰρ ἡ γραφὴ κέρατα τὰς βασιλείας ὀνομάζειν. Φραγμὸν δὲ περιέθηκε τῷ ἀμπελῶνι, δηλαδὴ τῷ παντὶ λαῷ, πάντως που ἀγγέλοις αὐτὸν περιφράξας, ἐχαράκωσε δὲ αὐτὸν προφήταις καὶ ἁγίοις ἀνδράσιν ὑποστηρίσας, ἀλλὰ καὶ κατεφύτευσεν αὐτὸν ἄμπελον σωρήκ. τίς δὲ ἦν αὕτη ἢ πάντως που ἡ θεόπνευστος γραφὴ καὶ ὁ τῆς θεοσεβείας λόγος ὁ τῷ παντὶ παραδοθεὶς ἔθνει; ὁ μὲν γὰρ ἀμπελὼν κυρίου οἶκος τοῦ Ἰσραὴλ εἶναι λέλεκται καθ' ἕτερον τρόπον, ἄμπελος καὶ αὐτὸς χρηματίζων κατὰ τό· «ἄμπελον ἐξ Αἰγύπτου μετῆρας, ἐξέβαλες ἔθνη καὶ κατεφύτευσας τὰς ῥίζας αὐτῆς». ἄμπελος γὰρ εἶναι δηλοῦται ὁ διὰ Μωϋσέως προελθὼν λαός, ἑτέρα δ' ἂν εἴη περὶ τὸν λαὸν ἡ ἐν αὐτῷ καταφυτευθεῖσα ἄμπελος σωρήκ, ἣν ὁ Σύμμαχος ἡρμήνευσεν ἐκλεκτήν. αὕτη δὲ ἦν αὐτὸς ὁ τοῦ θεοῦ λόγος ὁ καὶ ἐν Εὐαγγελίοις περὶ αὐτοῦ διδάξας καὶ εἰπών· «ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὁ πατήρ μου ὁ γεωργός»· ἐξ αὐτοῦ γὰρ καὶ ὁ πρῶτος λαὸς τὴν τῶν θείων μαθημάτων φυτείαν εἴληφε. πρὸς δὲ τῇ ἐκλεκτῇ ταύτῃ καὶ λογικὴ φυτεία ἦν, ὥσπερ «ἐνεκέντρισε» τῇ παλαιᾷ καὶ Αἰγυπτιακῇ ἀμπέλῳ. καὶ πύργον οἰκοδομεῖ ἐν μέσῳ τοῦ ἀμπελῶνος, δηλαδὴ τὸν ναόν, καὶ προλήνιον δὲ ὀρύττει ἐν αὐτῷ, τὸ πρὸ τοῦ ναοῦ θυσιαστήριον, πάντα δὲ τὰ παρ' ἑαυτοῦ πεποιηκὼς ὁ κύριος τοῦ ἀμπελῶνος τοὺς καρποὺς λοιπὸν ἐκδέχεται τοὺς ἐπαξίους τῆς τοσαύτης ἐπιμελείας. ὁ δ' ἀντὶ βοτρύων ἀκάνθας ἐποίει, σαπρίας κατὰ τὸν Ἀκύλαν, ἢ ἀτελῆ κατὰ τὸν Σύμμαχον. ταῦτα εἰρηκότος τοῦ ἁγίου πνεύματος περὶ τοῦ κυρίου τοῦ ἀμπελῶνος διαλαβὼν ὁ κύριος τὰ ἑξῆς, ἀποτείνεται πρὸς αὐτοὺς τοὺς κρινομένους λέγων· καὶ νῦν, οἱ ἐνοικοῦντες Ἰερουσαλὴμ καὶ ἄνθρωπος τοῦ Ἰούδα, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνος· εἴ τις γάρ φησιν ἐν ὑμῖν «τοῖς ἐκλεκτοῖς, βασιλικοῦ γένους» καὶ ἐκ φυλῆς Ἰούδα ὁρμώμενος, αὐτοὶ δὴ ὑμεῖς οἱ τῆς Ἰερουσαλὴμ πολῖται, περὶ ἧς ὁ πᾶς ἐστί μοι λόγος, κριταὶ γένεσθε τῶν τε ὑπ' ἐμοῦ λελεγμένων καὶ τῆς τοῦ ἀμπελῶνος κακίας, ἀλλὰ καὶ συμβουλεύσατε, τί χρὴ μετὰ τοσαύτην ἐπιμέλειαν ποιῆσαι, ἢ τί χρὴ γενέσθαι ὃ οὐ γέγονεν. εἰ δ' ὑμεῖς μηδὲν ἔχετε λέγειν, ἀλλ' ἐμοῦ γε προλέγοντος, ἃ μέλλω πράττειν, ἐπακούσατε. εἰκὸς ὑμᾶς μαθόντας ὠφεληθήσεσθαι καὶ τοιαῦτα πρᾶξαι, ὡς μὴ παθεῖν τὰ ἀπειλούμενα. πρῶτον μὲν οὖν τὸν ἀποδοθέντα φραγμὸν τοῦ ἀμπελῶνος καὶ τὸν περιφράττοντα αὐτὸν τῆς ἐμῆς ἐπισκοπῆς τοῖχον περιελῶ· τούτου γὰρ γενομένου ἔσται εἰς διαρπαγὴν καὶ καταπάτημα τοῖς ἁρπάζειν καὶ καταπατεῖν αὐτὸν προῃρημένοις, καὶ οὐκέτι μὲν τεύξεται γεωργίας, ἧς πρότερον ἠξιοῦτο. ἀναβήσεται γὰρ εἰς αὐτὸν ὡς εἰς χέρσον ἄκανθα, ἀλλὰ καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτὸν ὑετόν, νεφέλας δηλῶν τοὺς προφήτας διὰ τὸ καθαρὸν αὐτῶν καὶ διαυγὲς τοῦ βίου· διὰ τούτων γὰρ ὁ οὐράνιος αὐτοῖς ἐχορηγεῖτο λόγος, οὓς ἀπειλεῖ ὁ κύριος ἀποστήσειν αὐτῶν. καὶ τὴν αἰτίαν λευκότερον ἐπάγει λέγων· διότι ἔμεινα ἵνα ποιήσῃ κρίσιν, ἐποίησεν δὲ ἀνομίαν καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν· κραυγὴν δὲ ἀφίησι «πᾶσα πρὸς θάνατον ἁμαρτία» «βοώσης» τῆς πράξεως αὐτῆς· οὕτως γοῦν εἴρηται τό· «φωνὴ αἵματος Ἅβελ τοῦ ἀδελφοῦ σου βοᾷ πρός με». Τινὲς ἐκ τῶν προκειμένων ᾠήθησαν θεσπίζεσθαι τὰ κατὰ τοῦ σωτῆρος τῷ λαῷ τολμηθέντα· ἀκάνθας γοῦν αὐτῷ περιτεθείκασιν καὶ κραυγὴν ἄθεον ἀφῆκαν κατ' αὐτοῦ. διὸ μετῆλθεν αὐτοὺς ὁ παντελὴς ὄλεθρος καὶ ἡ ἐσχάτη ἐρημία, ἥ τε λεγομένη «ὀργὴ εἰς τέλος»· ἐξ ἐκείνου γὰρ καὶ εἰς δεῦρο οὐδεμιᾶς ἠξιώθησαν ἐπισκοπῆς, μένει δὲ καὶ τὸ πτῶμα τοῦ πύργου αὐτῶν, λέγω δὴ τοῦ ναοῦ ἀθεράπευτον καὶ τὸ πᾶν ἔθνος ἀνεπίσκοπον καὶ ἀγεώργητον τυγχάνει, ἀλλ' οὐδὲ αἱ νεφέλαι τὸν λογικὸν αὐτοῖς χορηγοῦσιν ὑετόν. καίτοι τὸ παλαιὸν καὶ ἐπ' αὐτῆς πολεμίας γῆς συνῆσαν αὐτοῖς προφῆται ὥσπερ ἐν Βαβυλῶνι καὶ ἐν Αἰγύπτῳ καὶ μετὰ τὴν ἐκεῖθεν ἐπάνοδον, ὥστε νῦν ἔργῳ πεπληρῶσθαι εἰς αὐτοὺς τό· καὶ ταῖς νεφέλαις ἐντελοῦμαι τοῦ μὴ βρέξαι εἰς αὐτοὺς ὑετόν. εἰ δὲ λέγοιέν τινες, ὅτι καὶ πρὸ τῆς τοῦ σωτῆρος ἐπιδημίας διαλελοίπασιν οἱ προφῆται, ἀλλά γε συνειστήκει ὁ νεὼς καὶ ἡ σωματικὴ ἐπετελεῖτο λατρεία μέχρι τῆς αὐτοῦ παρουσίας. ὁ δὲ παρὼν λόγος συνίστατο τέλους τετυχηκότα ἢ μετὰ τὴν ὑστάτην πολιορκίαν τὴν ὑπὸ Ῥωμαίων γενομένην.
1.34.1
Δύναται μὲν ταῦτα καὶ κοινὰ εἶναι παραγγέλματα τοῖς πλεονεξίαν νοσοῦσιν κατ' ἄλληλα, δύναται δὲ καὶ τῇ διανοίᾳ ἕπεσθαι τῶν προαποδεδομένων· ἐπειδὴ γὰρ μέλλει θεσπίζειν ἐρημίαν τῆς χώρας καὶ ἀπώλειαν τῶν ἀνδρῶν, εἰκότως ταλανίζει τοὺς μὴ προορῶντας τὸ μέλλον, ὅλους δὲ ἑαυτοὺς ἐκδεδωκότας ἀδικίαις καὶ πλεονεξίαις, ὡς τῶν μὲν πέλας τοὺς οἴκους ἁρπάζειν, τῶν δὲ ἀγρογειτόνων τὰς χώρας ἰδιοποιεῖσθαι, οὓς τὸ πνεῦμα τὸ θεῖον ταλανίζει οἰκτροὺς ἀληθῶς καὶ ἀθλίους εἶναι διδάσκον, ὅτι μὴ τὴν φύσιν ἐν νῷ λαβόντες κόρον οὐκ εἶχον τῆς ἀπληστίας. εἶτα καὶ ἀφανισμὸν ἀπειλεῖ οὐ τῶν οἴκων μόνων, ἀλλὰ καὶ τῆς χώρας αὐτῆς, ὡς μηκέτ' εὐλογίας τῆς παρὰ τοῦ θεοῦ τευξομένης, ὑπὸ κατάραν δὲ γενησομένης οὕτως, ὡς μηδὲν ἄξιον φέρειν τῶν κατὰ γεωργίαν εἰς αὐτὴν πονουμένων. οὗ γάρ φησιν ἐργῶνται δέκα ζεύγη βοῶν, ποιήσει κεράμιον ἕν, καὶ ὁ σπείρων ἀρτάβας ἕξ, ποιήσει μέτρα τρία. σφόδρα δὲ ἀκολούθως εἰπὼν περὶ τοῦ ἀμπελῶνος, ὡς «ἀντὶ σταφυλῶν ἀκάνθας ποιήσει», «καὶ οὐ δικαιοσύνην ἀλλὰ κραυγήν», καὶ «ἀντὶ κρίσεως ἀνομίαν» καταλέγει. τίνες αἱ «ἄκανθαι» καὶ τίς ἡ «κραυγὴ» καὶ τίς ἡ «ἀνομία», τὰς πλεονεξίας αὐτῶν καὶ τὰς ἀδικίας αὐτῶν, ταύτας εἶναι διδάσκων καὶ τό· ζεύγη δέκα βοῶν πλέον ἑνὸς κεραμίου μὴ ποιήσειν, πλείστην ἔχοι ἀκολουθίαν πρὸς τὴν ἀποδοθεῖσαν κατὰ τοῦ ἀμπελῶνος ᾠδήν. ὅλως δὲ τὸ λέγεσθαι ποιήσειν κεράμιον ἓν ἀπὸ πληθοσπόρου καὶ ἀπὸ ζευγῶν βοῶν δέκα. σπανίους τινὰς τοὺς ἐν αὐτοῖς εὑρεθησομένους σωτηρίας ἀξίους ᾐνίττετο, περὶ ὧν πλεῖστα ὅσα καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο.
1.35.1
Καὶ ταῦτα μέρη τῶν «ἀκανθῶν» ὑπῆρχεν, ὧν «ἀντὶ σταφυλῆς ὁ ἀμπελὼν» λέγεται «πεποιηκέναι». εἰκὸς δὲ καὶ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν τόλμαν, ὅτ' ἐχρῆν αὐτοὺς πενθεῖν «διὰ τὴν μέλλουσαν» αὐτοὺς καταλήψεσθαι «ὀργήν», «κραιπάλαις» καὶ «οἰνοφλυγίαις», καὶ τῇ ἄλλῃ τρυφῇ σχολάζειν. διὸ ταλανίζονται ὑπὸ τοῦ λόγου, ὡς ἀνεπαισθήτως ἔχοντες τῶν ὅσῳ οὔπω καταληψομένων αὐτοὺς κακῶν. γυμνοτέραν δ' ἔχοντες τὴν διάνοιαν τὰ προκείμενα ἐνδιατρίβειν αὐτοῖς οὐκ ἐπιτρέπει διὰ τὸ σπεύδειν ἐπὶ τὴν τῶν ἀσαφεστέρων ἐξέτασιν· ὅμως δ' οὖν ἔοικεν ὁ λόγος τοὺς δηλωθέντας ἐφ' οἷς ἔπραττον ἐλέγξας λιμὸν αὐτοῖς ἐλεύσεσθαι καὶ θάνατον πόλεμόν τε καὶ αἰχμαλωσίαν ἀπειλεῖν, ἃ δὴ πάντα μετῆλθε τὴν γενεὰν τὴν κατὰ τοὺς τοῦ σωτῆρος ἡμῶν χρόνους γενομένην. ῥητῶς τε γὰρ μετῆλθεν αὐτοῖς ταῦτα πάντα ἐπὶ Οὐεσπασιανοῦ καὶ Ἀδριανοῦ Ῥωμαίων αὐτοκρατόρων, κατὰ δὲ διάνοιαν στερηθέντων τοῦ λογικοῦ ἄρτου τῆς ζωῆς, εἰσέτι καὶ νῦν ἐνδείᾳ τροφῆς ἐπουρανίου τὰς ψυχὰς λιμώττουσιν κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν γραφήν· «ἐπιστρέψουσιν εἰς ἑσπέραν καὶ λιμώξουσιν ὡς κύων καὶ κυκλώσουσιν πόλιν», καὶ «τὸν ἀρχηγὸν τῆς ζωῆς» «ἀρνησάμενοι» τῷ τῆς ψυχῆς θανάτῳ περιπεπτώκασιν. ἔτι μὴν τὸν λυτρωτὴν τῆς τῶν ψυχῶν αἰχμαλωσίας ἀποστραφέντες τὸν ἐλθόντα «κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν», τοῖς νοητοῖς πολεμίοις παρεδόθησαν, καὶ τῇ τῶν ψυχῶν ἐναπέμειναν αἰχμαλωσίᾳ. ἀντὶ δὲ τοῦ· καὶ βοσκηθήσονται οἱ διηρπασμένοι ὡς ταῦροι, ὁ Σύμμαχος καὶ νεμηθήσονταί φησιν ἀμνοὶ κατὰ τὴν ἀπαγωγὴν αὐτῶν, τὰ δὲ ἔρημα τῶν παρανόμων πάροικοι φάγονται. ἃ καὶ πρὸς λέξιν ἐπληροῦτο· τῶν γὰρ ἀρχόντων τοῦ λαοῦ δίκην ταύρων ἀγέλης ἡγουμένων εἰς μετοικίαν ἀχθέντων καὶ ἐπὶ τῆς ἀλλοδαπῆς διαρπασθέντων τὰς ἐρήμους αὐτῶν χώρας πάροικοί τινες ἐπελθόντες καὶ μέτοικοί τινες ἀπολαβόντες κατέσχον. ὃ δὴ καὶ διὰ τῶν ἔμπροσθεν ἐδηλοῦτο, ἐν οἷς εἴρητο· «τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων».
1.36.1
Καὶ ταῦτα τοῖς προλεχθεῖσιν ἕπεται· πολλῶν γὰρ ἐπακούσαντες διδασκαλικῶν λόγων τοῦ σωτῆρος, τῶν τε μετ' αὐτὸν ἀποστόλων αὐτοῦ, οὐδὲν μὲν πρὸς ὠφελείας ἐκαρποῦντο· τῇ δ' ἀπιστίᾳ ἐπιμένοντες καὶ τοῖς ἀτοπήμασιν, προσθήκας ἐποιοῦντο τῶν ἁμαρτημάτων δεύτερα ἐπὶ πρώτοις καὶ τρίτα ἐπὶ δευτέροις πλημμελοῦντες καὶ τούτοις πάλιν ἕτερα συμπλέκοντες. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐαὶ οἱ ἕλκοντες τὰς ἀνομίας ὡς σχοινίῳ ματαιότητος καὶ ὡς βρόχῳ τῆς ἁμάξης τὴν ἁμαρτίαν. οἱ δ' αὐτοὶ οὗτοι τὰς κατ' αὐτῶν ἀπειλὰς τῶν τε παλαιῶν προφητῶν καὶ αὐτοῦ τοῦ σωτῆρος ἀκροώμενοι ἠπίστουν. διὸ ἔλεγον· Τὸ τάχος ἐγγισάτω ἃ ποιήσει, ἵνα ἴδωμεν, καὶ ἐλθέτω ἡ βουλὴ τοῦ ἁγίου Ἰσραήλ, ἵνα γνῶμεν. ἅγιον δὲ Ἰσραὴλ κἀνταῦθα τὸν μονογενῆ τοῦ θεοῦ λόγον σημαίνει.
1.37.1
Καὶ ταῦτα τοῖς τὰ πρῶτα κατηγορηθεῖσιν ἁρμόζει· οἱ γὰρ αὐτοὶ τὸν ὑγιῆ διαστρέφοντες λόγον καὶ τὸ φῶς τοῦ σωτηρίου εὐαγγελίου βλασφημοῦντες, πικρούς τε εἶναι τοὺς γλυκεῖς καὶ τροφίμους τοῦ σωτῆρος ἡμῶν λόγους ἡγούμενοι, ἀνάπαλιν τούτοις τοὺς μοχθηροὺς καὶ πονηροὺς λογισμοὺς ὡς ἀγαθοὺς ἀπεδέχοντο. καὶ τὸ σκότος τῆς πλάνης τὸ συνέχον αὐτῶν τὰς ψυχὰς ἐν χώρᾳ φωτὸς ἐτίθεντο, τῆς τε κακίας τὴν πικρίαν καὶ δηλητήριον φύσιν, ὥσπερ τινὰ γλυκεῖαν ἡδονὴν μετεδίωκον. ἴδοις δ' ἂν εἰσέτι καὶ νῦν τοιούτους τοὺς τῶν Ἰουδαίων παῖδας τὴν μὲν ἀλήθειαν τοῦ εὐαγγελίου ἀποστρεφομένους, «τοὺς δὲ γραώδεις μύθους» καὶ τὸ τῆς ἀγνοίας σκότος μεταδιώκοντας. ταύτῃ δὲ τῇ προαιρέσει «ἠρνήσαντο μὲν τὸν Χριστὸν τοῦ θεοῦ», «ᾐτήσαντο δὲ τὸν Βαραββᾶν», μετὰ «λῃστῶν» καὶ «κακούργων» τὴν αὐτῶν θέμενοι μερίδα. ἀλλὰ καὶ ἀθέοις καὶ ἀσεβέσιν ἔθνεσιν συναγελαζόμενοι, τοὺς μὲν εἰδωλολάτρας ἀποδέχονται, τὸν δὲ σώφρονα καὶ σεμνὸν τοῦ Χριστοῦ λαὸν ἀποστρέφονται καὶ διώκουσιν.
1.38.1
Τοῖς αὐτοῖς ἁρμόζοι ἂν καὶ ταῦτα περιέχοντα μὲν καὶ γενικὴν πρὸς ἅπαντας τοὺς δοκητισόφους ἀπειλὴν οὐ μὴν ἀλλὰ καὶ ἀπελέγχοντα τοὺς δι' ὅλης τῆς προφητείας κατηγορηθέντας· μὴ γὰρ προσέχοντες τοῖς τοῦ σωτῆρος λόγοις κακοῖς διδασκάλοις αὐτοὶ ἑαυτοῖς ἐχρήσαντο ὡς συνετοὶ ἐν ἑαυτοῖς καὶ ἐνώπιον ἑαυτῶν ἐπιστήμονες, ἔπειτα ὥσπερ ἰσχύοντες καὶ πολλὰ δυνάμενοι ἐν τῷ λαῷ, μέθῃ μὲν τὴν ἑαυτῶν ψυχὴν περιέβαλλον τῷ τῆς ἀγνοίας σκότῳ καρούμενοι. ἤδη δὲ καὶ ἑτέροις ποτὸν δεδολωμένον «ἐκίρνων» τὸ καλούμενον σίκερα, ὅπερ οἱ λοιποὶ ἑρμηνευταὶ μέθυσμα ὠνομάκασιν. καὶ τοῦτ' ἔπραττον «καπηλεύοντες τὸν λόγον τοῦ θεοῦ». διὸ καὶ ἀνωτέρω πρὸς τοὺς αὐτοὺς ἐλέγετο· «οἱ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι». οἱ δ' αὐτοὶ οὗτοι δωροδοκοῦντες τὸν μὲν ἀσεβῆ δίκαιον ἀπέφαινον, ἄδικον δὲ τὸν δίκαιον. διὸ τὰ ἑξῆς ἐπιφερόμενα ὁ λόγος αὐτοῖς ἀπειλεῖ λέγων.
1.39.1
Τὰ συμβησόμενα «πρὶν γενέσθαι» ἐπίτηδες ὁ λόγος προαναφωνεῖ τῷ τῆς ἀπειλῆς φόβῳ τὴν κακίαν ἀναστέλλειν προῃρημένος· εἰκὸς γὰρ ἦν σωφρονισθήσεσθαι τοὺς ἀκροωμένους προμαθόντας τὰ ἐπελευσόμενα. τοῖς ἐπιμόνως ἁμαρτάνουσίν φησιν οὖν διὰ τοῦτο· οὐ γὰρ διά τινα συντυχίαν οὐδὲ δι' ἀνάγκην φυσικὴν οὐδὲ διὰ τὴν εἱμαρμένην, ἀλλὰ διὰ τὰ προλεχθέντα ἀτοπήματα τάδε ὑμῖν καὶ τάδε ἐπελεύσεται, ἐπεὶ τοίνυν ὑμεῖς «ὁ ἀμπελὼν κυρίου», οὐ βότρυς οὐδὲ καρποὺς ἀγαθούς, «ξύλα δὲ καὶ χόρτον καὶ καλάμην» συνηγάγετε καὶ «τὰς ἀκάνθας ὑμῶν» ἐπληθύνατε. τούτου χάριν λέγει εἰκότως· ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς καὶ συγκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης οὕτως ἡ τῆς κακίας ὑμῶν ῥίζα ὡς χνοῦς καὶ ὡς ἀπόβρωμα πυρὸς ἔσται, ἀλλὰ καὶ τὸ ἄνθος ὑμῶν ὡραιότης, δηλαδὴ τοῦ σώματος, καὶ ἡ τοῦ πλούτου δόξα καὶ ἡ τοῦ παντὸς ἔθνους εὐπρέπεια, ὅσον οὐδέπω κονιορτοῦ δίκην διασκεδασθήσεται. ταῦτα δέ φησιν αὐτοῖς ἔσεσθαι, ἐπειδὴ πρὸς τοῖς προλεχθεῖσιν τὸν νόμον κυρίου σαβαὼθ οὐκ ἠθέλησαν παραδέξασθαι, ἀλλὰ καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. καὶ ἐν τούτοις δὲ θέα ὡς οὐκ εἰδωλολατρίας αὐτῶν κατηγορεῖ, ἀλλ' ὅτι μὴ τὸν νόμον κυρίου σαβαὼθ ἐθέλησαν· ποῖον δὲ νόμον ἢ περὶ οὗ ἀνωτέρω εἴρηται· «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἰερουσαλήμ»; ἐπεὶ τοίνυν οὐκ ἠβουλήθησαν τὸν νόμον τῆς καινῆς διαθήκης, ἀλλὰ καὶ τὸν ζῶντα τοῦ θεοῦ λόγον παρώξυναν, κατὰ δὲ τὸν Ἀκύλαν· ὅτι ἀπέρριψαν τὸν νόμον κυρίου στρατιῶν καὶ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ διέσυραν, κατὰ δὲ τὸν Σύμμαχον· ὅτι ἀπεδοκίμασαν τὸν νόμον κυρίου τῶν δυνάμεων καὶ τὸν λόγον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Τούτου χάριν ἐπιλέγει· καὶ ἐθυμώθη ὀργῇ κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, ὃν αὐτὸς μὲν ἐβουλεύετο εἶναι οἰκεῖον αὐτοῦ λαόν τε καὶ χρηματίζειν, οἱ δ' οὐκ ἐβούλοντο. καὶ ἐπέβαλεν τὴν χεῖρα αὐτοῦ ἐπ' αὐτοὺς καὶ ἐπάταξεν αὐτούς, καὶ ταῦτα πάντα διὰ τὰς ἀποδοθείσας αἰτίας προστίθησι δὲ τούτοις λέγων· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή. σημαίνει δὲ καὶ διὰ τούτων πολεμίων ἔφοδον καὶ πλῆθος τῶν ἀναιρουμένων, ὡς καὶ αὐτὰ πληροῦσθαι τὰ ὄρη νεκρῶν σωμάτων, καὶ τὴν χώραν ἅπασαν τῶν θνησιμαίων αὐτῶν μεστὴν γίνεσθαι. ἐπίμονος δὲ ὢν ὁ θυμὸς τοῦ θεοῦ κατ' αὐτῶν οὐκ ἀπεστράφη τοσαῦτα αὐτοῖς ἐνδειξάμενος, ἀλλ' ἔτι ἡ χεὶρ τοῦ θεοῦ κατ' αὐτῶν ὑπῆρχεν ὑψηλὴ διὰ τὸ ἐπίμονον αὐτῶν τῆς ἀπιστίας. τήρει δέ πως εἴρηται τό· ἔτι ἡ χεὶρ ὑψηλή· ὡς γὰρ παραμενούσης κατ' αὐτῶν εἰσέτι καὶ νῦν τῆς τοῦ θεοῦ ὀργῆς λέλεκται. ὃ δὴ καὶ ὁ Ἀπόστολος παρίστησιν εἰπών· «ἔφθασεν δὲ ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος». πόθεν δὲ ἤμελλεν πληροῦσθαι τὰ ὄρη καὶ ἡ χώρα τῶν θνησιμαίων αὐτῶν ἑξῆς παρίστησιν διὰ τούτων.
1.40.1
Πολεμικὴν παράταξιν καὶ ἔφοδον ἐθνῶν ὑπογράφει κατὰ τοῦ μὴ παραδεξαμένου τὸν καινὸν νόμον καὶ τὸν λόγον τοῦ κυρίου σαβαὼθ λαοῦ, παρίστησίν τε πόθεν τὰ ὄρη παρωξύνθη, μᾶλλον δὲ κατὰ τὸν Ἀκύλαν ἐκλονήθη, ἐταράχθη δὲ κατὰ τὸν Σύμμαχον. πόθεν δὲ τὰ θνησιμαῖα αὐτῶν ἐγενήθη ὡς κοπρία ἐν μέσῳ ὁδοῦ διδάσκων, ὡς πάντα αὐτὰ αὐτοῖς συμβέβηκεν ἐκ τῆς τῶν πολεμίων ἐφόδου, ἣν οὐκ ἐξ ἑαυτῶν ἐποιήσαντο, θεὸς δὲ ἦγεν αὐτοὺς μονονουχὶ σύρων καὶ ἕλκων ἐπὶ τὴν τῶν κατηγορηθέντων πολιορκίαν. Τοῦτο γὰρ σημαίνει φάσκων ὁ λόγος· τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπ' ἄκρου τῆς γῆς. σημαίνει δὲ διὰ τούτων τὸ Ῥωμαϊκὸν στρατόπεδον ἀπὸ τῶν δυτικῶν μερῶν ὁρμῆσαν κατὰ τῆς Ἰερουσαλήμ. εἴ ποτε γοῦν Βαβυλωνίους ἢ Ἀσσυρίους βούλεται λέγειν, ὀνομαστὶ τούτων μνημονεύειν εἴωθεν ἢ τοὺς «ἀπὸ βορρᾶ» καλεῖ διὰ τὸ ἐν τοῖς βορειοτέροις τῆς Ἰουδαίων χώρας οἰκεῖν, νυνὶ δὲ ὥσπερ ἐν ἱστορίᾳ τῆς Ῥωμαϊκῆς παρατάξεως τὸ πλῆθος ἔθνη καλεῖ μακρὰν ἀφεστῶτα καὶ ἐν ἄκροις τῆς γῆς οἰκοῦντα. εἶτα διαγράφει θυμοὺς πολεμικῶν ἀνδρῶν, ἐμφαντικῶς τε παρίστησιν δοράτων καὶ ξιφῶν καὶ τῶν λοιπῶν πολεμικῶν ὅπλων, ἵππων τε πρὸς τούτοις καὶ ἁρμάτων παρασκευήν. οἷς ἐπιλέγει περὶ μὲν τῶν πολιορκητῶν· ὁρμῶσιν ὡς λέοντες καὶ παρεστήκασιν ὡς σκύμνοι λέοντος· καὶ ἐπιλήψεται καὶ βοήσει ὡς φωνὴ θαλάσσης κυμαινούσης. ἔνθα προσήκει ἐπιστῆσαι τὸν νοῦν, ὡς τὸ πλῆθος τῶν πολεμίων φωνῇ θαλάσσης κυμαινούσης ἐξομοιοῖ, ἵν' εἴ ποτε λέγοιτό τινα τοιαῦτα ὡς περὶ θαλάσσης ἔχοιμεν, ἐντεῦθεν τῆς θεωρίας τὴν μαρτυρίαν ἐκλαμβάνειν. ταῦτα μὲν οὖν εἴρηται περὶ τῶν πολιορκητῶν, περὶ δὲ τῶν πολιορκηθησομένων· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν. καὶ τοῦτο τέλος τῆς κατὰ Ὀζίαν τὸν βασιλέα προφητείας ἀρξαμένης μὲν ἀπὸ τοῦ· «Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι κύριος ἐλάλησεν», διαρκεσάσης δὲ μέχρι τῆς παρούσης περικοπῆς, δι' ἧς ὁ τελευταῖος κατ' αὐτῶν πόλεμος ἠπείληται καὶ τὸ ἐπελθὸν σκότος τοῖς παροξύνασιν τὸ λόγιον κυρίου καὶ μὴ θελήσασιν τὸν νόμον τῆς καινῆς αὐτοῦ διαθήκης παραδέξασθαι. τὰ δ' ἑξῆς τούτοις ἐπιφερόμενα μετὰ τὴν τελευτὴν «Ὀζίου τοῦ βασιλέως» θεωρεῖται ἐπὶ τῶν χρόνων «Ἰωαθάμ»· οὗτος γὰρ τὴν «τοῦ Ὀζίου» βασιλείαν διαδέχεσθαι ἱστορεῖται.
1.41.1
Αὐτὸς ὁ προφήτης τὸν κύριον σαβαὼθ ἐπὶ τὸν ναὸν αὐτοῦ, ὃν πολλάκις ἀνεκήρυξεν, αὐτοψίᾳ θεωρεῖ. διεξέρχεταί τε τὰ προκείμενα ἐξ οἰκείου προσώπου, ὃ δὴ παρίστησιν ἐκ τοῦ ἐπιφέρειν ἑξῆς· «καὶ εἶπον Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐμμέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου»· σαφῶς γὰρ ταῦτα τὸν ἄνθρωπον αὐτὸν παρίστησιν διηγούμενον, ἃ ἑώρακεν καὶ ὡς τὸν κύριον σαβαώθ, περὶ οὗ τὰ τοσαῦτα διὰ τῶν ἔμπροσθεν εἴρηται, τοῖς ὀφθαλμοῖς αὐτοῦ τεθέαται. ἱστορεῖ δὲ καὶ τὸν χρόνον τῆς θεωρίας λέγων· Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. οἶμαι δὲ διὰ τούτων σαφῶς παρίστασθαι, τίς ποτ' ἦν ὁ διὰ πάσης τῆς προφητείας δηλούμενος κύριος κύριος σαβαώθ, ὅπερ ἑρμηνεύεται κύριος στρατιῶν ἢ κύριος τῶν δυνάμεων. ὁρώμενον γοῦν θεὸν εἰσάγει· καίτοι περὶ τῆς ἀγεννήτου θεότητος εἴρηται τό· «θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». αὐτός τε ὁ σωτὴρ διδάσκει· «οὐχ ὅτι τὸν πατέρα ἑώρακέν τις, εἰ μὴ ὁ ὢν παρὰ τοῦ θεοῦ, οὗτος ἑώρακεν τὸν πατέρα»· οὐκοῦν ὁ νῦν τῷ προφήτῃ θεωρούμενος κύριος σαβαὼθ τῆς ἀγεννήτου καὶ ἀοράτου καὶ ἀκαταλήπτου θεότητος ἕτερος ἦν. τίς δὲ οὗτος ἢ «ὁ μονογενὴς θεὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός», ὃς ὑποκαταβαίνων τοῦ ἰδίου μεγέθους, σμικρύνων τε αὐτὸν ἐξ ἐκείνου ὁρατὸν καὶ καταληπτὸν ἀνθρώποις ἐποίει. οὕτω γοῦν «ὤφθη» καὶ «τῷ Ἀβραάμ», ὁπηνίκα «εἶπεν αὐτῷ Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην». Ἐπιλέγει οὖν ἡ γραφή· «καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ὀφθέντι αὐτῷ», καὶ πάλιν· «Ἀβραὰμ ἐγένετο ἐτῶν ἐνενήκοντα, καὶ ὤφθη αὐτῷ κύριος», καὶ αὖθις· «ὤφθη κύριος τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρή». καὶ περὶ τοῦ Ἰσαὰκ εἴρηται· «καὶ ἐπορεύθη, καὶ ἀνέβη ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου, καὶ ὤφθη κύριος αὐτῷ ἐν τῇ νυκτὶ ἐκείνῃ», καὶ αὖθις ἐπὶ τοῦ Ἰακὼβ εἴρηται· «ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ θεοῦ». ἀλλὰ καὶ ὅτε «ἦλθεν εἰς Βαιθὴλ αὐτὸς καὶ ὁ πᾶς ὁ λαὸς ὁ μετ' αὐτοῦ, ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐκάλεσεν τὸ ὄνομα οἴκου Βαιθήλ· ἐκεῖ γὰρ ἐφάνη αὐτῷ ὁ θεός». καὶ πάλιν εἴρηται· «ὤφθη δὲ ὁ θεὸς τῷ Ἰακὼβ καὶ ἔτι ἐν Λουζᾶ». καὶ ἄλλοτε εἶπεν αὐτῷ ἐν ἀνθρώπου σχήματι ὀφθείς· «οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακώβ, ἀλλ' ἢ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ καὶ μετὰ ἀνθρώπων δυνατός». ὅτε «καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου Εἶδος θεοῦ εἰπών· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή». καὶ Μωσῆς δὲ τὸν χρηματίζοντα αὐτῷ θεὸν ἱκέτευσε λέγων· «εἰ εὗρον χάριν ἐνώπιόν σου, ἐμφάνισόν μοι σεαυτόν, γνωστῶς ἴδω σε». ὁ δὲ ἀπεκρίνατο αὐτῷ λέγων· «καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω· εὕρηκας γὰρ χάριν ἐνώπιόν μου». ἀλλὰ καὶ ὁ Ἰεζεκιὴλ «τὸν ἐπὶ τῶν χερουβὶμ καθήμενον» «εἶδεν, ὡς ὅρασιν ἀνθρώπου» «ἀπὸ τῆς ὀσφύος αὐτοῦ καὶ ἕως κάτω πῦρ, καὶ ἀπὸ τῆς ὀσφύος αὐτοῦ ἕως ὑπὲρ ὅρασιν ἠλέκτρου». δι' ὧν ἁπάντων μανθάνομεν οὐχ ὁμοίας τὰς ὀπτασίας γεγονέναι τοῖς προλεχθεῖσιν, ἀλλὰ διαφόρους· τῷ μὲν γὰρ Μωσῇ εἴρητο· «οὐ δυνήσῃ ἰδεῖν τὸ πρόσωπόν μου· οὐ γὰρ ἴδῃ ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται»· τὸ γὰρ πρόσωπον τοῦ θεοῦ λόγου καὶ ἡ θεότης τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ θνητῇ φύσει οὐκ ἂν γένοιτο καταληπτή. καὶ τῷ Ἰεζεκιὴλ δὲ ἡ τοῦ λόγου δόξα δι' αἰνιγμάτων ἐθεωρεῖτο· τῷ δὲ Ἀβραὰμ ἐσχηματισμένος ἑωρᾶτο ἐν ἀνθρώπου μορφῇ, ὡς καὶ «ὑπὸ τὴν δρῦν» γενέσθαι, καὶ «τοὺς πόδας ἀπονίψασθαι» καὶ τραπέζης κοινωνῆσαι. ὁμοίως καὶ ἐπὶ τοῦ Ἰακὼβ ἄνθρωπος εἰσῆκται «παλαίων», ὃν ἡ μὲν γραφὴ «ἄνθρωπον» ὀνομάζει, αὐτὸς δὲ ὁ χρηματίζων· «οὐ κληθήσεταί φησιν τὸ ὄνομά σου Ἰακώβ· ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ». ὅθεν καὶ ὁ Ἰακὼβ ἔλεγεν· «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή». ὁ δὲ παρὼν προφήτης ἰδεῖν καὶ αὐτὸς μαρτυρεῖται τὴν δόξαν αὐτοῦ. οὐκοῦν τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δόξαν διὰ τῶν προκειμένων ἑώρακεν. οὕτω καὶ Μωσεῖ, οὕτω καὶ Ἰεζεκιήλ, οὐχ ὁμοίως τὰς ὀπτασίας ποιούμενος. ἑώρα δὲ τὴν τοῦ σωτῆρος ἡμῶν δόξαν ὁ προφήτης οὐ πάντως σαρκὸς ὀφθαλμοῖς, τοῖς δὲ τῆς διανοίας πεφωτισμένοις ὑπὸ τοῦ ἁγίου πνεύματος· ὡς γὰρ οἱ τοῦ σώματος ὑπὸ τῆς ἔξωθεν χορηγουμένης τοῦ φωτὸς αὐγῆς συνεργοῦνται εἰς τὸ βλέπειν τὰ αἰσθητά, τὸν αὐτὸν τρόπον τὰ τῆς κεκαθαρμένης ψυχῆς ὄμματα ὑπὸ νοεροῦ φωτὸς καταυγαζόμενα τὰ θεῖα κατοπτεύειν δύναται. διὸ καὶ ὁ σωτὴρ τοῦτ' ἐδίδασκεν λέγων· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται», ὧν εἷς ὑπάρχων καὶ ὁ Ἠσαΐας εἶδε τὸν κύριον ἐν τῷ χρόνῳ τῆς τελευτῆς Ὀζίου τοῦ βασιλέως. διὰ τί δὲ μὴ ἔτι ζῶντος τὴν προκειμένην ὄψιν ἑώρα, ἀλλ' ἐν τῷ ἐνιαυτῷ, ᾧ ἀπέθανεν; ἐπειδὴ διὰ τὸ τολμῆσαι Ὀζίαν τὸν βασιλέα τὸ ἀνόσιον τόλμημα ἡ δόξα τοῦ θεοῦ ἡ πάλαι ἐπισκιάζουσα τὸν οἶκον ἀνακεχωρήκει πάντα τὸν χρόνον τῆς αὐτοῦ ζωῆς, καθ' ὃν λελεπρωμένος κατῴκει τὴν Ἰερουσαλήμ· λεπροῦ γὰρ βασιλέως οἰκοῦντος τὸν τόπον. ἐπεὶ δὲ ἐτελεύτα μὲν ἐκεῖνος, Ἰωαθὰμ δὲ ὁ υἱὸς αὐτοῦ τὴν βασιλείαν διεδέδεκτο, περὶ οὗ γέγραπται· «εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν Ἰερουσαλήμ. καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου». εἰκότως κατ' αὐτὸν ἐκεῖνον τὸν ἐνιαυτὸν ἐν ᾧ ὁ λελεπρωμένος μετηλλάχει τοῦ βίου, ὁ δὲ εὐάρεστος τῷ θεῷ τὴν βασιλείαν ὑποδέδεκτο, αὖθις ἡ δόξα τοῦ θεοῦ ἐπανῄει ἐπὶ τὸν οἶκον, δηλαδὴ ἐπὶ τὸν ναόν, ὃ δὴ καὶ ἱστορεῖ ὁ προφήτης λέγων· καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ· ὁ μὲν οὖν οἶκος τῆς δόξης πεπλήρωτο, ὁ δὲ προφήτης οὐκ ἔνδον ἐν τῷ οἴκῳ τὸν κύριον ἑώρα, ἀλλὰ τὸν μὲν καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου. οὗτος δὲ ἦν, ὃν ἡ θεία γραφὴ παρίστη ἡ φήσασα· «κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ· κύριος, ἐν οὐρανῷ ὁ θρόνος αὐτοῦ». καὶ αὐτὸς δὲ ὁ κύριος τοῦτ' ἐδήλου λέγων· «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος». οὐκοῦν ἐπὶ μὲν τῆς οὐρανίου βασιλείας ἐνθρονιζόμενον τὸν κύριον τοῖς τῆς διανοίας ὀφθαλμοῖς ὁ προφήτης ἑώρα, τὸν δὲ ἐπὶ γῆς οἶκον πλήρη δόξης εἶναί φησιν, ὥσπερ τισὶν φωτὸς ἀκτῖσιν ἄνωθεν ἐξ οὐρανοῦ ταῖς τοῦ θείου λόγου μαρμαρυγαῖς καταυγαζόμενον. Ἀσώματοί τινες θεῖαι καὶ ὑπερκόσμιοι δυνάμεις, ἃς καὶ ὁ Δανιὴλ ἐδήλου λέγων· «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἐνώπιον αὐτοῦ». δύο μὲν οὖν εἶναι τὰ σεραφεὶμ ἐνόμισαν ἄλλοι, ἐγὼ δὲ ἐπιστήσας τῇ διανοίᾳ τῆς λεγούσης γραφῆς κύκλῳ αὐτοῦ τὰ σεραφεὶμ ἑστάναι πλεῖστα εἶναι ἡγοῦμαι, ταῦτα στεφάνου δίκην ἁπανταχόθεν ὥσπερ μέγαν βασιλέα δορυφοροῦντα, περιέποντά τε αὐτὸν τὸν θρόνον τῷ φωτίζεσθαι καὶ ζωοποιεῖσθαι ἐξ αὐτοῦ, διὰ ταῦτα δὲ τὰ κυκλοῦντα αὐτὸν σεραφεὶμ κύριος σαβαὼθ ὠνομάζετο, ὅπερ ἑρμηνεύεται κύριος τῶν δυνάμεων ἢ κύριος τῶν στρατιῶν. ἓξ δὲ πτέρυγες τῷ ἑνὶ λέγονται προσπεφυκέναι, τῷ ἕκαστον κεκοσμῆσθαι, ὥσπερ πτέρυξιν, ἐμφύτοις ἀρεταῖς καὶ μετεωροπόλοις δυνάμεσιν, αἷς ἱπτάμεναι δι' οὐρανοῦ καὶ αἰθέρος φέρονται, νοηταῖς τισι χρώμεναι ἐνεργείαις, πραγμάτων τινῶν ἡμῖν ἀρρήτων ἀποτελεστικαῖς· ὡς γὰρ ἐν ἀνθρώποις οἱ ἅγιοι τοῦ θεοῦ «χαρισμάτων κρειττόνων» μετεῖχον, ὡς προφητεύειν τὰ μέλλοντα καὶ νόσους ἰᾶσθαι καὶ νεκροὺς ἀνιστᾶν καὶ γλώσσαις σοφίας τε λαλεῖν καὶ γνώσεως μετέχειν, ἢ καὶ ὥσπερ κατὰ τὸ σῶμα φυσικοῖς αἰσθητηρίοις κεχρήμεθα τὸν ἀριθμὸν πέντε ὁράσει, ἀκοῇ, ὀσφρήσει, γεύσει, ἁφῇ, οὕτω πως τάχα τὴν τῶν ἀγγέλων φύσιν εἰκός, δυνάμεσι θείαις τισὶ καί τινων παραδόξων ἐνεργητικαῖς, ἡμῖν τε ἀγνώστοις κεχρῆσθαι, ἃς δὴ πτέρυγας ὁ λόγος ὠνόμασεν· ἐπεὶ καὶ περὶ τῶν ἀνέμων εἴρηται· «ὁ περιπατῶν ἐπὶ πτερύγων ἀνέμων», οὐ πάντως ἐκπιπτόντων ἡμῶν ἐπὶ σχήματα σωματικά, ὡς τῶν ἀνέμων ὀρνέων δίκην πτερυττομένων. τῶν δὲ περὶ τὰ σεραφεὶμ πτερύγων ἤτοι δυνάμεων παραδόξων ἔργων ἀποτελεστικῶν, δύο μὲν τὸ πρόσωπον ἐκάλυπτον, οὐ τὸ τοῦ κυρίου, ἀλλὰ τὸ αὑτῶν, ὡς μὴ τολμᾶν ἀτενὲς ἀφορᾶν εἰς τὸ θεωρούμενον. διὸ «οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ μόνον ὁ γεννήσας αὐτὸν πατήρ». καὶ τοὺς πόδας δὲ ἐκάλυπτον τοὺς ἑαυτῶν, τὰ ἔσχατα τῆς οἰκείας πορείας καὶ ὡς ἂν εἴποι τις, τὰ βήματα καὶ τοῦ βίου τὰς πράξεις ἐπισκιάζοντα, ὡς μὴ ἀκαλύπτοις ποσὶν τῷ ἑαυτῶν παραστήκοιεν βασιλεῖ. διὸ ἐγκαλυπτόμενα καὶ ὥσπερ ἀποκρύπτοντα τὴν τοῦ βίου ἑαυτῶν πορείαν, τὴν μέσην μόνην παρεῖχον ὁρᾶν ἑαυτῶν κατάστασιν, καὶ αὐτοῦ δὲ τοῦ μονογενοῦς τῆς μέσης προνοίας καὶ διοικήσεως τὴν σοφίαν ὑπερεθαύμαζον, μήτε εἰς τὸ τῆς θεότητος αὐτοῦ πρόσωπον ἐνατενίζειν τολμῶντα μήτε τοῖς ποσὶν ὡσαύτως διὰ τὸ ἀπειρομεγέθες τῆς ἀτελευτήτου καὶ ἀκαταλήπτου φύσεως, ὑπερεκπληττόμενα δὲ τὴν ἄρρητον θεότητα τοῦ θεωρουμένου. ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· τῷ ἐνιαυτῷ ᾧ ἀπέθανεν Ὀζίας ὁ βασιλεὺς εἶδον τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ τὰ πρὸς ποδῶν αὐτοῦ ἐπλήρου τὸν ναόν. σεραφεὶμ ἑστῶτα ἐπάνωθεν ἑκάστου ἓξ πτέρυγες. τὰ δὲ πρὸς ποδῶν αὐτοῦ πεπληρωκέναι τὸν ναὸν λέγει, ἐπειδὴ ὁ ἐπὶ γῆς νεὼς ἐν τῷ «ὑποποδίῳ» τοῦ θεοῦ συνειστήκει· «Ὁ οὐρανὸς γὰρ αὐτοῦ θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ». εἰκότως οὖν τὰ πληροῦντα τὸν ἐπὶ γῆς οἶκον πρὸς ποδῶν ἐλέγετο τοῦ ἑωραμένου. σεραφεὶμ δὲ ἑστήκει ἐπάνωθεν, τίνος ἐπάνωθεν ἢ τοῦ οἴκου, οὐ γὰρ δὴ τοῦ κυρίου. ὁ δὲ προφήτης ἑαυτὸν ταλανίζει, ὅτι ἐσιώπησε μὴ συναναβοήσας τοῖς σεραφεὶμ μηδὲ ὁμοίως αὐτοῖς τὸν ὕμνον τῆς θεολογίας τοῦ ἁγιασμοῦ τοῦ κυρίου ἀνειπών, αἴτιον δὲ αὐτῷ τῆς σιωπῆς γεγονέναι τὸ ἀκάθαρτά φησιν ἐσχηκέναι χείλη ἀπὸ τῆς πρὸς τὸν ἀσεβῆ λαὸν ὁμιλίας. Ἕτερος πρὸς τὸν ἕτερον ἐβόα καὶ ἔκραγεν λέγοντα· Ἅγιος ἅγιος κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ. οὐ μίαν δὲ ἠφίεσαν φωνὴν οὐδὲ ἀθρόως ὁμοῦ τὰ πάντα κοινῇ ταύτην ἀνέπεμπον, ἀλλ' ἕτερος πρὸς τὸν ἕτερον ἐμφαίνων τὸ ἑαυτοῦ θαῦμα καὶ τὴν ἔκπληξιν τὴν ἐπὶ τῷ θεωρουμένῳ. μάλιστα δὲ ὑπερεξέπληττεν αὐτὰ ἡ ἀπὸ τῶν ὑψηλοτέρων ἐπὶ τὰ ταπεινὰ κατάβασις τῆς δόξης τοῦ θεοῦ λόγου. τοῦτο γοῦν αὐτοῖς παρεῖχεν θαῦμα μέγιστον, ὅτι μὴ μόνος ὁ οὐρανὸς πλήρης ἐτύγχανεν τῆς δόξης αὐτοῦ, ἀλλ' ἤδη καὶ μέχρι γῆς ἔφθανεν, ὡς πληροῦσθαι τὴν σύμπασαν γῆν τῆς αὐτοῦ δόξης· ὑπερβολὴ γὰρ αὕτη φιλανθρωπίας τοῦ καθημένου μὲν ἐπὶ τοῦ ὑψηλοτάτου θρόνου, πληροῦντος δὲ καὶ τὰ ἐπὶ γῆς, ἐν οἷς τέως κατὰ τὸ παλαιὸν ὁ ἐν Ἱεροσολύμοις νεὼς ἐπληροῦτο κατὰ τὸν καιρὸν τῆς τούτων θέας. διὸ ἀνωτέρω ἐλέγετο· «καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ». τὰ σεραφεὶμ εὐφημοῦντα ἐβόα, ἀλλ' ὅτι καὶ πᾶσα ἡ γῆ πλήρης ἔσεσθαι ἔμελλεν τῆς δόξης αὐτοῦ· προγνώσει γὰρ τοῦ μέλλοντος ὑπερεθαύμαζον. ὃ δὴ καὶ ἀκολούθως τοῖς θεσπίσμασιν ἐτελεῖτο μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν πάροδον· ἐξ ἐκείνου γὰρ ὡς ἀληθῶς πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν καὶ εἰς πᾶσαν ἐκηρύχθη τὴν γῆν, οὐ μόνον ἡ γνῶσις, ἀλλὰ καὶ ἡ δόξα τῆς περὶ αὐτοῦ θεολογίας. ἐπειδὴ γὰρ ἑώρων αὐτοῦ τὴν δόξαν ἐπὶ γῆς μέλλουσαν ἐκλάμπειν μηδὲν δὲ ἀπὸ τῆς γεώδους καὶ φθαρτῆς οὐσίας ζημιουμένην, εἰκότως ἀνεβόων τό· Ἅγιος ἅγιος ἅγιος κύριος σαβαώθ, οὐχ ἅπαξ τὸν ἁγιασμὸν αὐτοῦ, ἀλλὰ καὶ πολλάκις, μᾶλλον δὲ εἰς ἀναρίθμητον καὶ εἰς ἄπειρον καὶ εἰς ἀεὶ ὑπερεκπληττόμενα. διὸ ἕτερος πρὸς τὸν ἕτερον ἐκεκράγει ἐμφαίνων ὁ καθ' εἷς τῷ πλησίον τὸ ἑαυτοῦ θαῦμα. καὶ ἐπήρθη τὸ ὑπέρθυρον. ἐπὶ ταύτῃ τῇ βοῇ τὸ ὑπέρθυρον τοῦ ναοῦ ἐπήρθη, καὶ ὁ οἶδος ἐνεπλήσθη καπνοῦ, ἀπορρήτως αἰνιττομένου τοῦ λόγου, ὡς ἄρα πληρουμένης πάσης τῆς γῆς τῆς δόξης αὐτοῦ, γυμνοῦσθαι ἤμελλεν ὁ ἐν ἐκείνῳ τῷ τόπῳ νεὼς καὶ τοῦ ὑπερθύρου δὲ ἀρθέντος ἔρημος καταλειφθήσεσθαι καὶ καπνοῦ τε πλήρης ἔσεσθαι παραδοθεὶς πυρί· πυρὸς γὰρ σημεῖον ὁ καπνός. ᾐνίξατο τοίνυν διὰ τούτων ὁ λόγος ἐπὶ τέλει τὸν κατειληφότα τὸν τόπον ἐμπρησμόν, μεθ' ὃν ἐπληρώθη πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ τοῦ κυρίου· οὐκέτι ἑνὸς οἴκου, μυρίων δὲ καθ' ὅλης τῆς οἰκουμένης πολὺ κρειττόνων ἐκείνου συστάντων. ἀκολούθως τῇ βοῇ τῶν σεραφεὶμ ταῦτα θεασάμενος ὁ προφήτης ἐν ἀγωνίᾳ κατέστη, μή πη ἄρα καὶ αὐτὸς τῷ πλήθει συναπόλοιτο τοῦ λαοῦ· συνιδὼν γὰρ ὡς ἀνωτέρω μὲν ἐλέγετο, «πλήρης εἶναι ὁ οἶκος τῆς δόξης τοῦ θεοῦ», ἐπὶ δὲ τῇ γενομένῃ βοῇ οὐκέτι δόξης ἀλλὰ καπνοῦ. Εἰκότως τὴν ἐπὶ τὸ χεῖρον μεταβολὴν τοῦ οἴκου τεκμηράμενος θορυβεῖται καὶ ἀγωνιᾷ μὴ ἄρα πη συμπαραληφθῇ τούτοις, δι' οὓς ταῦτ' ἔπασχεν ὁ τόπος, ἀλλὰ καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ θεωρουμένου κυρίου τῇ θνητῇ φύσει συμβαλὼν ἐξομολογεῖται, ταλανίζων δι' αὐτῆς ἑαυτόν φησιν· Ὦ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν βασιλέα κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. ὁμολογεῖ δὲ ἀκάθαρτος εἶναι οὐ τὴν ψυχὴν ἀλλ' οὐδὲ τὸ πᾶν σῶμα, ἐπεὶ μηδεμίαν ἑαυτῷ πρᾶξιν ἀκάθαρτον συνῄδει, μόνα δὲ τὰ χείλη ἀκάθαρτα ἐσχηκέναι φησίν, ὡς τοῦ λοιποῦ σώματος αὐτῷ καθαριεύοντος καὶ τῆς ψυχῆς, κατὰ τό· «μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται». καὶ τὰ χείλη δὲ ἀκάθαρτα εἶχεν, οὐδ' ἄλλοθεν ἢ ἀπὸ τῆς πρὸς τοὺς ἀκαθάρτους ὁμιλίας· ἠναγκάζετο γὰρ ὡς εἰκὸς ἀκαθάρτοις ἀνδράσι προσομιλῶν ἄξια τῆς ἐκείνων φθέγγεσθαι μοχθηρίας, δι' ὧν ἐμόλυνε τὰ χείλη. οὕτω δὲ ἀκριβὴς ὁ βίος ἐτύγχανε τοῦ προφήτου ὡς καὶ ἐπὶ τῷ σμικροτάτῳ κατανύττεσθαι, διαβάλλει δὲ ὁμοῦ τὴν θνητὴν φύσιν ὡς ἂν φθορᾶς ἔμπλεω καὶ ἀτιμίας. διό φησι τό· ἄνθρωπος ὤν· ἀπήρκει γὰρ πρὸς διαβολὴν καὶ τὸ ἄνθρωπον εἶναι σάρκα φθαρτὴν περιβεβλημένον.
1.42.1
Τῷ μὲν προφήτῃ Ἰερεμίᾳ εἰρηκότι· «Ὁ Ὢν δέσποτα κύριε, ἰδοὺ οὐκ ἐπίσταμαι λαλεῖν, ὅτι νεώτερος ἐγώ εἰμι», «ἐξέτεινεν κύριος τὴν χεῖρα αὐτοῦ καὶ ἥψατο τοῦ στόματος αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν· Ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου»· ἐπεὶ γὰρ μὴ καθάρσεως ἐδεῖτο τὰ τοῦ Ἰερεμίου χείλη, εἰκότως «ἡ τοῦ κυρίου χεὶρ ἁψαμένη τοῦ στόματος αὐτοῦ» τῆς προφητικῆς αὐτὸν ἐπλήρου χάριτος. νυνὶ δὲ τῷ Ἠσαΐᾳ καθάρσεως δεομένῳ οὐχ ὁ κύριος, ἀλλ' ἓν τῶν σεραφεὶμ ἀποσταλὲν ὑπὸ τοῦ κυρίου ἄνθρακα φέρον πρόσεισιν καὶ τὰ χείλη αὐτοῦ περικαθαίρει τῷ ἄνθρακι. ἔνθεν εἰκότως ἑρμηνευόμενα τὰ σεραφεὶμ εἰς τὴν Ἑλλάδα φωνὴν ἐμπινπρῶντες ἢ ἐμπρησταὶ σημαίνουσιν. καί μοι δοκοῦσιν καθαρτικοί τινες εἶναι τῶν καθάρσεως δεομένων, διὸ οἱ σεραφεὶμ τοῖς τοῦ προφήτου χείλεσιν τὸν καθαρτικὸν ἄνθρακα προσῆγεν εἷς τούτων κελευσθεὶς τοῦτο πρᾶξαι. οὗτος δὲ ἦν ὁ ἄνθραξ ἀπὸ τοῦ θυσιαστηρίου τάχα που τοῦ φιλανθρώπου κυρίου πληροῦντος τὸ ἑαυτοῦ θυσιαστήριον τοιούτων τινῶν σωτηρίων καὶ καθαρτικῶν ἀνθράκων. διὸ λέλεκταί που· «ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ». καὶ ὁ θεὸς δὲ αὐτὸς παρὰ Μωϋσεῖ «πῦρ καταναλίσκον» εἴρηται, καὶ ὁ σωτὴρ ἐν Εὐαγγελίοις «βαπτίσειν» τοὺς ἀξίους «ἐν πνεύματι ἁγίῳ καὶ πυρὶ» μεμαρτύρηται. διὰ τούτων ἁπάντων παιδεύοντος ἡμᾶς τοῦ λόγου μὴ ἄλλως δύνασθαί τινα τυχεῖν καθάρσεως ἁμαρτημάτων ἢ διὰ τοῦ θείου πυρός· «ὁποῖον γάρ ἐστι τὸ ἑκάστου ἔργον τὸ πῦρ αὐτὸ δοκιμάσει», καί· «ὁ σωθησόμενος» γάρ φησιν «οὕτως σωθήσεται ὡς διὰ πυρός». Εἰκότως οὖν καὶ ὁ τοσοῦτος προφήτης δι' ἄνθρακος πυρὸς καθαίρεται τὰ χείλη, διὸ λέγεται πρὸς αὐτόν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. ποίας δὲ ἀνομίας καὶ ἁμαρτίας ἢ ὧν τὰ χείλη αὐτοῦ πεπληρῶσθαι ὁμολογεῖ; Μετὰ δὲ τὴν τούτων κάθαρσιν ἀκολούθως φωνῆς καταξιοῦται τοῦ καθημένου ἐπὶ θρόνου λεγούσης· Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; ἐδοκίμαζεν ἄρα ἡ τοιαύτη φωνὴ μέσως εἰρημένη τὴν τοῦ προφήτου προθυμίαν, ὡς ἂν τῆς ἀγαθῆς προαιρέσεως μισθὸν κτήσοιτο. διὸ οὐ προστακτικῶς ἐκέλευσεν αὐτῷ ἀπιέναι, μέσως δὲ ἠρώτα, τίς εἴη ἕτοιμος τοῦτο πράττειν. ὁ δὲ ὑπολαβὼν σὺν πολλῷ θάρσει ἅτε δὴ κεκαθαρμένος τὰ χείλη εἶπεν· Ἰδοὺ ἐγώ εἰμι· ἀπόστειλόν με. Ἡ δὲ φωνὴ πρὸς αὐτόν· Πορεύθητι καὶ εἰπὲ τῷ λαῷ τούτῳ· Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. τίνα δὲ βλέποντες βλέψουσιν καὶ τίνος ἀκοῇ ἀκούσονται, οὐ παρέστησεν ἡμῖν καταλιπὼν σκοπεῖν ἐκ τῆς τοῦ λόγου ἀκολουθίας, ἧς ὁ νοῦς τοιοῦτός ἐστιν· ὃν σὺ τεθέασαι «κύριον» καὶ ὃν τοῖς σοῖς ὀφθαλμοῖς «εἶδες», ὦ προφῆτα, τοῦτον καὶ ὁ λαὸς οὗτός ποτε ὄψεται, ἀλλὰ καὶ τῆς φωνῆς ἧς αὐτὸς ἐπὶ τοῦ παρόντος ἐπακήκοας, ἐπακούσεται καιρῷ τινι καὶ αὐτός· οὐ μὴν καὶ συνήσει οὐδὲ γνώσεται οὐδὲ βουλήσεται αὐτοῦ τὴν χάριν παραδέξασθαι. σαφῶς δὲ διὰ τούτων τὴν εἰς ἀνθρώπους ἑαυτοῦ παρουσίαν ὁ ταῦτα λέγων ἐδήλου. ὅπως δὲ βλέποντες οὐκ ἑώρων, διερμηνεύει ἑξῆς φάσκων· τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς· ὁ μὲν γὰρ σωτὴρ ἅτε φῶς ὑπάρχων πάντων ἐφώτιζεν τὰς ψυχάς, ὡς καὶ «τυφλοῖς τὸ βλέπειν χαρίζεσθαι», οἱ δὲ τοὺς ὀφθαλμοὺς ἔμυον, ὥστε μὴ βλέπειν, καὶ οὕτω βλέποντες οὐκ ἔβλεπον· ὅταν γάρ τις ἐνατενίσας καὶ ἀκριβῶς θεασάμενος ὑπερίδῃ καὶ καταφρονήσῃ τοῦ ὁρωμένου ἢ μύσῃ τὰ ὄμματα προσποιούμενος μὴ ἑωρακέναι, τότε βλέπων οὐκ εἶδεν. τὸ μὲν οὖν βλέψαι ὑπῆρξεν αὐτοῖς ἀπὸ τῆς χάριτος τοῦ ὀφθέντος, τὸ δὲ μὴ ἰδεῖν συμβέβηκεν ἀπὸ τοῦ αὐτοὺς μῦσαι τοὺς ὀφθαλμοὺς ἑαυτῶν καὶ προσποιηθῆναι μὴ βλέπειν. οὕτω δὲ καὶ ἀκοῇ ἀκούει τις καὶ πάλιν οὐκ ἀκούει, ἐπειδὰν μὴ συνῇ τὰ λεγόμενα ἢ ὅταν παρακούῃ καὶ καταφρονῇ τῶν λεγομένων. συμβαίνει δὲ τοῦτο, ἐπειδάν τις τὰ ὦτα ἑαυτοῦ βαρύνῃ ὥσπερ ἀποφράξας καὶ ἀποκωφώσας αὐτά. ταῦτα οὖν ἔσεσθαι περὶ τὸν τῶν Ἰουδαίων λαὸν ἡ φωνὴ τοῦ κυρίου ἐθέσπισεν, ἣ ἐπληροῦτο ἔργοις ἐπὶ τῆς τοῦ σωτῆρος ἐπιδημίας, καθ' ἣν παρόντα αὐτὸν «ὀφθαλμοῖς ὁρῶντες οὐκ ἔβλεπον» καὶ διδάσκοντος «τὰ μυστήρια τῆς βασιλείας» οὐ συνίεσαν. καὶ τὴν δόξαν δὲ κυρίου διὰ τῶν ἐκκλησιῶν αὐτοῦ πληροῦσαν πᾶσαν τὴν γῆν ὁρῶντες οὐ κατανύττονται τὴν καρδίαν, δι' ἣν αὐτοὶ ἑαυτοῖς ἐνεποίησαν ἀπιστίαν. διὸ καὶ τὴν αἰτίαν ἐπιλέγει· καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, εἰπών· μήποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν καὶ ἰάσομαι αὐτούς. Τούτων ἐπακούσας ὁ προφήτης ἐρωτᾷ λέγων· Ἕως πότε, κύριε; τί γὰρ ἔσται τέλος τῆς τοιαύτης αὐτῶν ἀβλεψίας; ὁ δὲ ἀποκρίνεται· Ἕως ἐρημωθῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι. σημαίνει δὲ διὰ τούτων τὴν ἐπελθοῦσαν πρώτην ὑπὸ Ῥωμαίων τῷ τόπῳ πολιορκίαν μετὰ τὰ κατὰ τοῦ σωτῆρος αὐτοῖς τολμηθέντα, καθ' ἣν Ἰουδαίων πλεῖσται πόλεις ἐπὶ αὐτοκράτορος Οὐεσπασιανοῦ δῃωθεῖσαι ἀφανεῖς παντελῶς κατέστησαν, ὡς μηδὲ μνήμην αὐτῶν μηδὲ ὄνομα περιλείπεσθαι. ἀντὶ δὲ τοῦ· καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, σαφέστερον ἐξέδωκεν ὁ Σύμμαχος εἰπών· καὶ μακρὰν ποιήσει κύριος τοὺς ἀνθρώπους. σημαίνει δὲ ὁ λόγος, ἣν κατὰ τὸν αὐτὸν χρόνον ὑπέμεινεν αἰχμαλωσίαν τὸ πλῆθος τοῦ Ἰουδαίων ἔθνους, καὶ τὸν διασκεδασμόν, ὃν διεσκεδάσθησαν φεύγοντες τὰς ἐπικειμένας αὐτοῖς συμφοράς. ἐπὰν δὲ ἐκεῖνοί φησι μακρυνθῶσιν τὸ τηνικαῦτα, πληθυνθήσονταί φησιν οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς ἕτεροι ὄντες τῶν προτέρων. τοσοῦτοι δὲ οὗτοι ἔσονται, ὡς παραβαλλομένους αὐτοὺς τοῖς πρώτοις πολλοστημόριον εἶναι νομίζεσθαι τοῦ ἐκείνων πλήθους· ἔσται γάρ φησι καὶ ἔτι ἐν αὐτῇ τὸ δέκατον. εἶθ' ὁποῖον ἔσται τέλος καὶ τούτων τῶν περιλειφθέντων παρίστησιν ἐπιφέρων ἑξῆς· καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς, κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· καὶ πάλιν ἔσται εἰς καταβόσκησιν ὡς δρῦς καὶ ὡς βάλανος, ἥτις ἀποβαλοῦσα ἵσταται μόνη, οὕτω πως ἐρημίαν παντελῆ προαγορεύοντος τοῦ λόγου. ἐπληροῦτο δὲ καὶ αὕτη κατὰ τοὺς τοῦ Ἀδριανοῦ χρόνους, καθ' οὓς δευτέραν ὑπομείναντες Ἰουδαῖοι πολιορκίαν εἰς τοῦτο κακῶν περιέστησαν, ὡς νόμοις καὶ διατάγμασιν αὐτοκρατορικοῖς μηδ' ἐξ ἀπόπτου τὴν ἐρημίαν τῆς αὐτῶν μητροπόλεως θεωρεῖν ἐπιτρέπεσθαι. σφόδρα δὲ ὁ λόγος προσφυέσι κέχρηται παραδείγμασιν φήσας περὶ τοῦ Ἰουδαίων λαοῦ· ἔσονται γὰρ ὡς τερέβινθος ἢ ὡς δρῦς ἢ βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς. οὐκέτι γὰρ «ἀμπελὼν κυρίου σαβαὼθ» οὐδ' «ὡς παράδεισος θεοῦ» οὐδ' «ὡς ἐλαία ὡραία» οὐδ' «ὡς φοῖνιξ κατὰ τὸν δίκαιον» οὐδ' ὡς ἄλλο τι τῶν ἡμέρων καὶ ἀναγκαίων φυτῶν ἔσεσθαι αὐτούς φησιν, ἀλλ' ὡς βάλανον οὐδ' αὐτὴν συνεστῶσαν, ἀλλ' ἐκπεπτωκυῖαν τῆς θήκης αὐτῆς, καὶ ὡς τερέβινθον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὡς δρῦν. δρῦν δὲ καὶ βάλανον καὶ δρυμὸν καὶ τῶν ἀνημέρων ξύλων τὰ ἄκαρπα καὶ ἀγριώτατα εἴωθεν ὀνομάζειν ἡ θεία γραφή, ἐπειδὰν ἐθέλῃ τὰ ἀλλόφυλα σημαίνειν ἔθνη, οἷς ὅμοιον ἔσεσθαί φησι καὶ τὸν Ἰουδαίων λαὸν οὐδὲν τῶν ἀλλοφύλων ἐθνῶν οὔτε τῷ βίῳ οὔτε τῷ τρόπῳ διενηνοχότα, ἀλλὰ καὶ ἐν χείρονι τυγχάνοντα καταστάσει, τῷ τοὺς μὲν τὰς οἰκείας ἐπέχειν χώρας καὶ τοὺς κατὰ φύσιν τὴν αὐτῶν προφέρειν καρπούς, τούτους δὲ τῆς οἰκείας ἐκπεπτωκέναι καὶ μὴδ' ὁμοίως ἐκείνοις ἐνεργεῖν, ὡς διὰ τοῦτο παραβάλλεσθαι δρυὶ ἀγρίῳ φυτῷ καὶ βαλάνῳ καρπῷ ζῴων ἀλόγων θρεπτικῷ καὶ τούτῳ ἐκπεπτωκότι τῆς θήκης. τούτοις ἑξῆς μετὰ ἀστερίσκων προσθήκης ἐπιλέγει περὶ τοῦ ἐξ αὐτῶν ἁγίου σπέρματος, περὶ οὗ καὶ ἐν τοῖς ἀνωτέρω ἐλέγετο· «εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». τό· σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς οὐ κεῖται μὲν παρὰ τοῖς ἡμετέροις ἀντιγράφοις, διὸ καὶ περιττὸν εἶναι δόξειεν ἄν· πλὴν ἐπεὶ ὁ μὲν Θεοδοτίων ἐξέδωκεν οὕτως εἰπών· σπέρμα ἅγιον τὸ στήλωμα αὐτῆς, ὁ δὲ Ἀκύλας· σπέρμα ἡγιασμένον στήλωσις αὐτῆς, ὁ δὲ Σύμμαχος· σπέρμα ἅγιον ἡ ἀντίστασις αὐτῆς. τίνα ἀντίστασιν ἢ στήλωσιν φήσειεν εἶναι τοῦ ἐκπεσόντος ἐκείνων λαοῦ ἢ τὸ ἐξ αὐτῶν σπέρμα ἅγιον τὸ μὴ ἐκπεσὸν μηδὲ τὴν ὁμοίαν τοῖς λοιποῖς ὑπομεῖναν πτῶσιν; εἶεν δ' ἂν οὗτοι οἱ τὴν χάριν τὴν σωτήριον ὑποδεδεγμένοι «ἀκοῇ ἀκούσαντες» καὶ ὀφθαλμοῖς βλέψαντες, οὓς μακαρίζων ὁ σωτὴρ ἔλεγεν· «ὑμῶν δὲ μακάριοι οἱ ὀφθαλμοὶ ὅτι βλέπουσιν, καὶ τὰ ὦτα ὑμῶν ὅτι ἀκούουσιν».
1.43.1
Τὰ πρῶτα τῆς προφητείας ἐπὶ Ὀζίου τοῦ βασιλέως λέλεκτο, ὃν διαδεξαμένου Ἰωαθὰμ κατ' ἀρχὰς «τῆς βασιλείας» αὐτοῦ τὴν προταθεῖσαν ὀπτασίαν ὁ προφήτης ἑώρα, δι' ἧς τὴν θεότητα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ παρέστησεν καὶ θεσπίσας τὰ λελεγμένα μέχρι τούτων ἔστη, οὐ πολλῶν λόγων δεηθέντος τοῦ καιροῦ διὰ τὴν τοῦ βασιλέως εὐσεβῆ κατάστασιν, ᾧ καὶ τὸν λαὸν ἐξακολουθεῖν εἰκὸς ἦν. μετὰ δὲ τὴν ὀπτασίαν χρόνου μεταξὺ διαγενομένου «ἐτῶν δέκα ἕξ»· τοσούτοις γὰρ ἦρξεν ὁ Ἰωαθάμ, βασιλεύει Ἄχαζ δυσσεβέστατος ἀνδρῶν. εἴ τις καὶ ἄλλος, καθ' ὃν τὰ προκείμενα θεσπίζεται περιέχοντα προφητείαν τῆς τοῦ υἱοῦ τοῦ θεοῦ κατὰ σάρκα γεννήσεως. καὶ πολλῆς γε ἔχεται ἀκολουθίας ὁ λόγος μετὰ τὴν θεότητα αὐτοῦ θεσπίζων τὰ περὶ τῆς εἰς ἄνθρωπον αὐτοῦ γενέσεως. γίγνεται δὲ ὑπόθεσις τοῦ τῆς προφητείας λόγου δύο βασιλέων ἐπανάστασις κατὰ τοῦ Ἄχαζ, ὧν ὁ μὲν τῆς Συρίας ἡγεῖτο Ῥαασσὼν ὄνομα, βασιλικὴν πόλιν τὴν Δαμασκὸν κεκτημένος, ὁ δ' ἐκράτει τοῦ πλήθους τοῦ Ἰουδαίων ἐν τῇ καλουμένῃ Σαμαρείᾳ πόλει. ἦν δὲ οὗτος Φάκεε Ῥομελίου υἱός. καὶ δὴ συμφωνήσαντες οὗτοι ἐπιστρατεύουσιν τῷ Ἄχαζ, ὃς ἐβασίλευσεν τῆς Ἰερουσαλὴμ... φυλῶν τοῦ Ἰουδαίων ἔθνους καθηγούμενος, ἀλλὰ τὸν μὲν Ἄχαζπαραδίδωσι ὁ θεὸς διὰ πλείστας ὅσας δυσσεβείας αὐτοῦ, τόν τε ὑπ' αὐτῷ λαὸν τοῖς εἰρημένοις βασιλεῦσιν, ὡς ἀνελεῖν μὲν αὐτῶν «δέκα καὶ δύο μυριάδας ἀνδρῶν», αἰχμαλώτους δὲ ἀπαγαγεῖν οὐκ ἐλάττους «εἴκοσι μυριάδων». τοιαύτης δὴ τροπῆς κατὰ τὴν πρώτην συμβολὴν γενομένης, οὐκ εἰς μακρὸν δὲ αὖθις οἱ προλεχθέντες βασιλεῖς, ὁ τῆς Δαμασκοῦ λέγω καὶ τῆς Σαμαρείας, ὁπλίζονται κατὰ τοῦ Ἄχαζ προθέμενοι τὴν Ἰερουσαλὴμ πολιορκίᾳ ἑλεῖν καὶ τὸν μὲν Ἄχαζ ἀνελεῖν, ἕτερον δὲ ἀντ' αὐτοῦ καταστῆσαι βασιλέα, τὸν λεγόμενον «υἱὸν Ταβεήλ». Οὐκ ἔλαθεν ταῦτα τὸν Ἄχαζ οὐδὲ τὸν ὑπ' αὐτῷ λαὸν οἶκον Δαυὶδ ὀνομαζόμενον· οὕτω δὲ ἐκαλοῦντο οἱ ἀπὸ γένους Δαυὶδ καὶ πάντες οἱ ἐκ διαδοχῆς αὐτοῦ ἄρχοντες καὶ ἀρχόμενοι. ὡς οὖν ἔμαθον μέλλειν αὐτοῖς αὖθις ἐπιτίθεσθαι τοὺς δηλωθέντας, ἐξέστη αὐτῶν ἡ ψυχή, τοῦτ' ἔστιν ἐθορυβήθη, ἢ κατὰ τὸν Σύμμαχον ἐκλονήθη, ἢ κατὰ τὸν Ἀκύλαν ἐσαλεύθη. οὐ μόνον δὲ τοῦ βασιλικοῦ γένους, ἀλλὰ καὶ τοῦ λαοῦ παντὸς τάραχος οὐ μικρὸς τὴν ψυχὴν κατέσχηκεν μνήμῃ προτέρων κακῶν, ὧν οὐ πρὸ πολλοῦ ἔτυχον πεπειραμένοι, ἣν δὲ αὐτῶν ἀπεικάσαι τὴν ψυχὴν κλονουμένην καὶ σειομένην ἐκ τῆς ἀκοῆς ξύλοις δρυμοῦ ὑπὸ σφοδροτάτῳ πνεύματι δονουμένοις, ἀλλ' ὁ ἀγαθὸς κύριος οἶκτον λαβὼν αὐτῶν φιλανθρωπεύεται καὶ ἀποστέλλει τὸν αὐτοῦ προφήτην παραινῶν τῷ Ἄχαζ ἄφοβον καὶ ἀτάραχον ἑαυτὸν φυλάττειν· βοηθοῦ γὰρ αὐτοῦ τεύξεται τοῦ θεοῦ νῦν γοῦν εἰ καὶ μὴ πρότερον, ἐπειδὴ καὶ τὸ πρῶτον αὐτοῦ παραδόντος τοῖς πολεμίοις αὐτοὺς διὰ τὰς ἐκτόπους αὐτῶν δυσσεβείας τὰ προλεχθέντα πεπονθότες εἶεν. καὶ δὴ προστάττει τῷ προφήτῃ κατά τινα τόπον τὸν αὐτῷ φανέντα εὔκαιρον συντυχεῖν τῷ Ἄχαζ, παραλαβεῖν δ' ἅμα αὐτῷ κελεύσας τὸν περιλειφθέντα αὐτῷ υἱόν, ὡς ἂν ἄμφω αὐτός τε ὁ προφήτης καὶ ὁ τούτου υἱὸς ἐξ ἅπαντος τοῦ λαοῦ, ᾧ τὴν ψυχὴν ἔοικεν περιλελεῖφθαι, προσέλθοιεν τῷ βασιλεῖ καὶ τὰ κελευόμενα εἴποιεν. Ἔδει γὰρ καὶ τὸν υἱὸν τοῦ προφήτου μὴ συνδιαφθαρέντα τῷ πλήθει ἐναπομείναντα δὲ τῇ πατρικῇ διδασκαλίᾳ μαθητεύεσθαι ἐξ ἐκείνου τῷ πατρί, διὰ τοῦ παρεῖναι αὐτῷ θαρσαλέως προσιόντι καὶ πράττοντι τὰ κεκελευσμένα, φάναι δὲ τῷ Ἄχαζ συναντήσαντα, ἃ προστάττει ὁ θεός· Φύλαξαι τοῦ ἡσυχάσαι, κατὰ δὲ τὸν Ἀκύλαν· φύλαξαι καὶ ἡσύχασαι, κατὰ δὲ τὸν Θεοδοτίωνα· πρόσεχε καὶ ἡσύχασον. θαρσῶν φησι τῷ λόγῳ τοῦ θεοῦ ἄτρομος ἔσο καὶ μὴ φοβοῦ, μηδὲ ἡ ψυχή σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων, τῶν οὐδαμῶς μὲν φῶς ἐχόντων, δαλῷ δὲ μόνον ἐσβεσμένῳ καὶ καπνιζομένῳ ἐοικότων· τοιοῦτοι γάρ τινές εἰσιν οἱ δύο βασιλεῖς, ὧν ἐν φόβῳ καὶ ἀγωνίᾳ καθέστηκας. εἰ γὰρ καὶ τὰ μάλιστα ἡ παιδευτική μου δύναμις, ἣν ὀργὴν εἴωθεν ἀποκαλεῖν τὰ λόγια, μετῆλθεν ὑμᾶς τὸ πρότερον εἰς ἔλεγχον τῶν νομιζομένων ὑμῖν θεῶν, οἷς ἐθαρσεῖτε μὲν αὐτοί, οἳ δὲ τὸ μηθὲν ὄντες ἀπηλέγχοντο, ὁπηνίκα ὑποχειρίους ὑμᾶς εἷλον οἱ πολέμιοι. ὅμως ἐπεὶ μή ἐστιν ἡ ἐμὴ ὀργὴ παράμονος ὡς ἀγαθὸς θεὸς αὐτὸς καὶ τὸ πρῶτον παίσας ὑμᾶς ἐπὶ τῷ συμφέροντι· καὶ νῦν αὖθις πᾶν τὸ νοσῆσαν ὑμῶν ἰάσομαι, εἰ ἐπιστραφέντες τῆς προτέρας πλάνης μάθετε ἀληθῶς εὐσεβεῖν. Οἱ γοῦν δύο βασιλεῖς οὗτοι, ὁ τε τῆς Συρίας καὶ ὁ τῆς Σαμαρείας, Ἀρὰμ δὲ ἡ νῦν Συρία, Σαμάρεια δὲ ἡ νῦν καλουμένη πόλις Σεβαστή, εἰ καὶ μεγάλα ἠπείλησαν τὴν προλεχθεῖσαν βουλευσάμενοι βουλήν, ἀλλ' οὐ κατὰ γνώμην πράξουσιν· ἐγὼ γὰρ αὐτὸς ὁ κύριος σαβαώθ, ὡς ἂν κύριος ὢν τῶν δυνάμεων τῶν θειῶν καὶ τῶν κατ' οὐρανὸν ἀγγελικῶν στρατιῶν, οὐκ ἐπιτρέψω τὴν βουλὴν αὐτῶν ἐπὶ πέρας ἀχθῆναι, κρίνας σῶσαι ὑμᾶς ὡς ἂν σχοίητε τῆς ἐμῆς εὐεργετικῆς καὶ σωτηρίου δυνάμεως ἐναργεστάτην αἴσθησιν· ἀπαρκεῖ γὰρ τῇ μὲν Συρίᾳ κεφαλὴν ἔχειν τὴν Δαμασκὸν καὶ ταύτης εἶναι τὸν Ῥαασσὼν βασιλέα, τῇ δὲ Σαμαρείᾳ τὸν Ἐφραίμ. οὕτω δὲ ἐκαλεῖτο τὸ πλῆθος τῶν ἐννέα ἥμισυ φυλῶν τοῦ Ἰσραὴλ διὰ τὸν ἐξ Ἐφραὶμ αὐτῶν βασιλεύσαντα· ἀρκετὸν οὖν καὶ τούτοις ἔχειν τὴν Σαμάρειαν καὶ ταύτης ἡγεῖσθαι τὸν τοῦ Ῥομελίου υἱόν. μάνθανε δὲ καὶ τοῦτο, ὦ Ἄχαζ, ὡς ὅσον οὔπω ἡ τῆς Σαμαρείας βασιλεία καταλυθήσεται, τοῦ ἐν αὐτοῖς βασιλευομένου λαοῦ αὐτοῖς βασιλεῦσιν αἰχμαλώτου γενησομένου, καὶ εἰς Ἀσσυρίους ἀποικισθησομένου διὰ τὰς ὑπερβαλλούσας αὐτῶν ἀθεμίτους πράξεις. εἰ δὲ καὶ τὸν χρόνον γνῶναι ποθεῖς, γίνωσκε, ὡς εἴσω ἑξήκοντα καὶ πέντε ἐτῶν ἐπιστὰς ὁ τῶν Ἀσσυρίων βασιλεὺς πάντας αὐτοὺς λήψεται ἀπάξας τε αἰχμαλώτους εἰς τὴν αὐτοῦ μετοικιεῖ χώραν. ταῦτα τῷ προφήτῃ λέγειν ὁ θεὸς προσέταττεν αὐτῷ τε τῷ Ἄχαζ καὶ τῷ ὑπ' αὐτὸν λαῷ· παρορμῶν αὐτοὺς πρὸς ἑαυτὸν ἐπιστρέφειν, πιστεύειν τε καὶ μὴ διαπιστεῖν τοῖς εἰρημένοις. διὸ τοῖς πᾶσιν ἐπιφέρει λέγων· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε. ὁ μὲν οὖν τοῦ θεοῦ λόγος οὐκ εἰς μακρὸν τέλους ἐτύγχανεν· συμπληρουμένου γὰρ τοῦ προλεχθέντος χρόνου, καὶ ἡ Δαμασκὸς καὶ ἡ Σαμάρεια, οἵ τε τούτων ἡγεμόνες ἥλωσαν ὑπὸ τοῦ τῶν Ἀσσυρίων βασιλέως. ταῦτα μὲν οὖν ὧδέ πη τὴν προφητείαν ἐπιστοῦτο διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως, τά γε μὴν ἑξήκοντα καὶ πέντε ἔτη φασὶν Ἑβραίων παῖδες ἐπ' ἀκριβὲς συμπληροῦσθαι, εἴ τις ἀριθμεῖν ἄρξαιτο τοὺς χρόνους ἀπὸ τοῦ πέμπτου καὶ εἰκοστοῦ ἔτους τῆς τοῦ Ὀζίου βασιλείας. προφητεύει μὲν γὰρ κατὰ ταὐτὸν ὁμοῦ τῷ Ἠσαίᾳ καὶ Ἀμὼς ὁ προφήτης· θεσπίζει δὲ πρῶτος ὁ Ἀμὼς τὴν μέλλουσανσυμβήσεσθαι αἰχμαλωσίαν τοῦ Ἰσραὴλ λέγων· «ὁ δὲ Ἰσραὴλ αἰχμάλωτος ἀχθήσεται ἀπὸ τῆς γῆς αὐτοῦ». καὶ κατὰ τῆς Σαμαρείας δὲ ὁ αὐτὸς προφητεύει ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα «πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ». φασὶν δὲ τὸν σεισμὸν τοῦτον εἶναι τὸν γενόμενον ἐπὶ Ὀζίου, ὅτε εἰσελθὼν εἰς τὸ ἁγίασμα ἐπὶ τῷ θῦσαι «ἐλεπρώθη», καὶ ἐξεχύθη ἡ πιότης τοῦ θυσιαστηρίου σεισμοῦ γενομένου. «πρὸ δύο» τοίνυν «ἐτῶν τοῦ σεισμοῦ» προφητεύσαντος τοῦ Ἀμὼς κατὰ τῆς Σαμαρείας καὶ κατὰ τῆς Ἰερουσαλὴμ προσήκει φασὶν ἐξ ἐκείνου δεῖν ἄρχεσθαι τὰ ἑξήκοντα καὶ πέντε ἔτη συνάγειν. γίνεται δὲ τὰ λοιπὰ τοῦ Ὀζίου ἔτη εἴκοσι ἑπτά, ἐπειδὴ τὰ πάντα «δύο καὶ πεντήκοντα ἔτη βασιλεῦσαι» μνημονεύεται τῶν δὲ κατὰ τὸ πέμπτον καὶ εἰκοστόν. πρῶτος Ἀμὼς τὰ περὶ τῆς τοῦ Ἰσραὴλ αἰχμαλωσίας ἐθέσπισεν, ἔπειτα «Ἰωαθὰμ ἔτη δέκα ἓξ» καὶ «Ἄχαζ» ὁμοίως «ἔτη δέκα ἕξ». εἰ τὰ τῆς Ἑζεκίου βασιλείας ἔτη ἓξ ὁμοῦ τὰ πάντα συνάγεται εἰς ἔτη ἑξήκοντα καὶ πέντε· ἕκτῳ γοῦν ἔτει Ἑζεκίου ὁ Ἰσραὴλ τὴν ὑστάτην ὑπέμεινεν αἰχμαλωσίαν. ταῖς προφητείαις ἀκολούθως σημεῖον δὲ αὐτῷ δώσειν ἐπαγγέλλεται, δι' οὗ σωθήσεσθαι ἔμελλεν· ὁ δὲ σκληροκάρδιος ὢν καὶ τῇ δαιμονικῇ πλάνῃ βεβαπτισμένος ἀναίνεται καὶ παραιτεῖται τὸ τοῦ θεοῦ σημεῖον, κἂν τούτῳ τὸ ἄπιστον καὶ ἀνυπότακτον ἑαυτοῦ δεικνύς. ἰστέον ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ὄγδοος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.
1.44.1
Ἀντὶ τοῦ· εἰς βάθος ἢ εἰς ὕψος, ὁ μὲν Σύμμαχος αἴτησαί φησι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ εἰς ὕψος ἄνω, ὁ δὲ Ἀκύλας· ἐπερώτησον σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ μετεώρισον εἰς ἄνω, ὁ δὲ Θεοδοτίων· αἴτησαι σεαυτῷ σημεῖον παρὰ κυρίου θεοῦ σου, βάθυνον εἰς ᾅδην ἢ ὕψωσον ἄνω. νοήσομεν δέ γε τὸ εἰς βάθος ἢ εἰς ὕψος σημεῖον ἐκ τῆς παρὰ Μωϋσεῖ γραφῆς· τῶν γὰρ ἐν Αἰγύπτῳ διὰ Μωϋσέως γενομένων σημείων, περὶ ὧν εἴρηται· «ἐξαπέστειλεν σημεῖα καὶ τέρατα ἐν μέσῳ σου, Αἴγυπτε», τὰ μὲν ἀπὸ γῆς ἐτύγχανεν ὡς «οἱ βάτραχοι καὶ αἱ ἀκρίδες καὶ οἱ σκνῖφες καὶ ἡ κυνόμυια», τὰ δὲ ἐξ οὐρανοῦ ὡς «ἡ χάλαζα καὶ τὸ πῦρ τό τε τριήμερον σκότος». εἴποι δ' ἄν τις καὶ τὸ ἐπὶ Ἑζεκίου γενόμενον σημεῖον ἐξ οὐρανοῦ γεγονέναι, «ὅτε ἀναποδίσαντος τοῦ ἡλίου ἔδραμεν εἰς τὰ ὀπίσω ἡ σκιὰ τοὺς δέκα ἀναβαθμούς». ἐκ βάθους δὲ ἦν σημεῖον καὶ τὸ ἐπὶ Σαοὺλ γενόμενον, ὅτε Σαμουὴλ μετὰ θάνατον αὐτοῦ προμηνύει. ὁμοίως ἐκ βάθους ἦν «σημεῖον Ἰωνᾶς» «ἐκ τῆς κοιλίας τοῦ κήτους» προϊὼν καὶ Νινευίταις ἀλλοφύλοις ἀνδράσιν κηρύττων. κελεύεται τοίνυν ὁ Ἄχαζ σημεῖον αἰτῆσαι, δι' οὗ σωθήσεσθαι ἔμελλεν αὐτός τε καὶ ὁ σὺν αὐτῷ λαός. ἐξουσίαν τε αὐτῷ δίδωσιν ὁ θεὸς αἱρέσεως τοῦ σημείου, εἴτ' ἐκ βάθους αἰτήσειεν αὐτῷ δοθῆναι τοῦτο, ἐκ βάθους οὐχ ἑτέρου ἢ τοῦ κατὰ τὸν ᾅδην· εἴτ' ἐξ ὕψους, καὶ αὐτῶν τῶν ἄνω μετεώρων. ὁ δὲ ἀκούσας ἀναίνεται, ἅτε δὴ ἀσεβὴς ὢν καὶ μὴ πειθαρχῶν τῷ θεῷ κελεύοντι μηδὲ θέλων ἀπόπειραν λαβεῖν τῆς τοῦ θεοῦ παραδοξοποιοῦ δυνάμεως. διό φησιν· Οὐ μὴ αἰτήσω οὐδ' οὐ μὴ πειράσω κύριον. εἶθ' ὁ προφήτης ἐπὶ τῇ τοῦ ἀνδρὸς ἀπονοίᾳ σχετλιάσας ἐξ οἰκείου προσώπου τὰ ἑξῆς ἐπιλέγει φάσκων· Ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα παρέχειν ἀνθρώποις; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; ἐκάλει δὲ καὶ ἐν τοῖς ἀνωτέρῳ οἶκον Δαυὶδ τοὺς ἐκ τῆς διαδοχῆς Δαυὶδ κατάγοντας τὸ γένος, ἐν οἷς ἔλεγεν· «καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυίδ, ὅτι συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραίμ», πρὸς τὸν αὐτὸν τοίνυν οἶκον Δαυὶδ τὰ προκείμενα φάσκει μηκέτι τοῦ λόγου καταξιῶν τὸν Ἄχαζ. τίνα δέ ἐστιν ἃ πρὸς τὸν οἶκον Δαυὶδ ἀποκρίνεται; μὴ μικρόν φησίν ἐστιν τὸ παρέχειν ἀνθρώποις ἀγῶνα; καὶ πῶς κυρίῳ παρέχετε ἀγῶνα; ἀνθ' ὧν ὁ Ἀκύλας τοῦτον ἡρμήνευσεν τὸν τρόπον· ἀκούσατε δή, οἶκος Δαυίδ· μήτι ὀλίγον μοχθοῦν ἄνδρας, ὅτι μοχθοῦτε καίγε τὸν θεόν μου; ὁ δὲ Σύμμαχος· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ οὐκ αὔταρκες ὑμῖν κοποῦν ἀνθρώπους, ὅτι κοποῦτε ἔτι καὶ τὸν θεόν μου; ὁ δὲ Θεοδοτίων· καὶ εἶπεν· ἀκούσατε δή, οἶκος Δαυίδ· μὴ μικρὸν ἐξ ὑμῶν ἀγῶνα παρέχειν ἀνθρώποις, ὅτι ἀγῶνα παρέχετε καίγε τῷ θεῷ μου; ἔστι δὲ ὁ νοῦς τῶν προκειμένων τοιοῦτος· οὐ παύσεσθέ ποτε τοῖς τοῦ θεοῦ ἀνθρώποις, λέγω δὲ τοῖς τοῦ θεοῦ προφήταις, κόπους καὶ μόχθους καὶ ἀγῶνας τοὺς ὑπὲρ τῆς ὑμετέρας σωτηρίας παρέχοντες, ἀλλὰ δὴ καὶ αὐτὸν τὸν ἐμὸν θεόν, ὃν ὑμεῖς ἀγνοεῖτε, κοποῦτε σκυλμοὺς καὶ ἀγῶνας παρέχοντες τῷ μὴ βούλεσθαι πιστεύειν αὐτοῦ ταῖς ἐπαγγελίαις. ὁ μὲν γὰρ οἷα θεὸς δι' ὑπερβολὴν φιλανθρωπίας σωτήριον σημεῖον αἰτεῖν παρ' αὐτοῦ προστάττει, δι' οὗ μέλλετε σωθήσεσθαι καὶ τῆς τῶν δύο βασιλέων τῶν ἐπιστρατευσάντων ὑμῖν ἀγωνίας ἀπαλλάττεσθαι. ὑμεῖς δὲ ἐπιμένοντες τῇ ἑαυτῶν μοχθηρίᾳ ἀγῶνα παρέχετε αὐτῷ καὶ κόπους ὁμοίως τοῖς αὐτοῦ προφήταις καὶ αὐτῷ χρώμενοι οἷς ἀπιστοῦντες ἐπιβουλὰς ἐμηχανήσασθε κατ' αὐτῶν πολλάκις. Πλὴν εἰ καὶ ὑμεῖς τοιοῦτοι, ἀλλ' αὐτὸς πάλιν οἷα θεὸς μιμούμενος ἑαυτὸν οὐ παρίησιν ὑμᾶς ἀπολλυμένους, τὸ δὲ σωτήριον σημεῖον καὶ μὴ βουλομένοις ὑμῖν παρέξει. τί δὲ τοῦτό ἐστιν; παράδοξόν τι θαῦμα ἔσται ποτὲ ἐν ἀνθρώποις καὶ σημεῖον μηδέποτε ἀκουσθὲν ἐκ τοῦ παντὸς αἰῶνος· παρθένος γὰρ κυήσει δίχα τῆς πρὸς ἄνδρα κοινωνίας καὶ θεὸν γεννήσει, σωτῆρα τοῦ τῶν ἀνθρώπων γένους. τοῦτον οὖν αὐτὸν τὸν μέλλοντα τοιαύτης λαγχάνειν γενέσεως θεὸν σημεῖον ὑμῖν σωτήριον ἐντεῦθεν ἤδη ὁ θεὸς παρέχει. ὃ δὴ καὶ εἰς βάθος ἐκταθήσεται καὶ εἰς ὕψος· εἰς βάθος μὲν δι' ἣν ποιήσεται μέχρις ᾅδου κατάβασιν, εἰς ὕψος δὲ διὰ τὴν εἰς οὐρανοὺς ἐπάνοδον. σὺ τοιγαροῦν, ὁ οἶκος Δαυίδ, ἐντεῦθεν ἤδη κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς παρόντας πολεμίους συμβολῆς ἀνακαλοῦ τοῦτον Ἐμμανουὴλ ἐπονομάζων, ὅπερ ἐκ τῆς ἑρμηνείας τὴν τοῦ λόγου παρίστησι δύναμιν· μεθ' ἡμῶν γὰρ ὁ θεὸς δηλοῖ τοὔνομα. πιστεύων δῆτα τῷ σημείῳ θάρσει καὶ μηκέτι μὲν θεοὺς ἀνακαλοῦ Δαμασκοῦ μηδὲ τοὺς μὴ ὄντας βοηθοὺς ἐπιγράφου σαυτῷ, τὸν δὲ Ἐμμανουήλ, ὡς ἂν θεὸν ἀνθρώποις συνεσόμενόν ποτε, κάλει, θαρσῶν σὺν πεποιθήσει τελείᾳ, πιστεύων τῇ τῆς προσηγορίας δυνάμει. ἔνθα δὴ γενομένους ἐπιστῆσαι προσήκει ὡς ἀκριβῶς ἡ προφητεία τῷ οἴκῳ Δαυὶδ προστάττει τὸν ἐκ τῆς παρθένου γενησόμενον Ἐμμανουὴλ καλεῖν λέγουσα· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ· σὺ γὰρ αὐτός, ὁ οἶκος Δαυίδ, ὁ νῦν τῷ προφήτῃ παρὼν καὶ τούτων ἀκροώμενος τῶν λόγων τὸν θεσπιζόμενον καλέσεις Ἐμμανουήλ, ὡσεὶ σαφέστερον ἔλεγεν· ἐπικαλοῦ βοηθὸν σεαυτῷ συνεχῶς καὶ πολλάκις Ἐμμανουὴλ ὀνομάζων καὶ ὡς συνόντα σοι θεὸν τοῦτον ἀνακαλούμενος. εἰ γὰρ καὶ τὰ μάλιστα μακροῖς ὕστερον χρόνοις ἡ παρθένος τοῦτον κυήσει καὶ τέξεται. ὅτε καὶ τὸ ἀποτέλεσμα γενήσεται τῆς προφητείας, ὅτε καὶ σωτὴρ ἀναφανήσεται τοῦ παντὸς ἀνθρώπων γένους, παρ' ᾧ καὶ ἑτέρῳ τότε χρήσεται ὀνόματι σωτηρίας ἐπωνύμῳ. ἀλλ' ἐντεῦθεν ἤδη, σύ, ὁ οἶκος Δαυίδ, ἀγαθὸν σύνθημα παρὰ κυρίου λαβὼν ἀνακαλοῦ αὐτὸν Ἐμμανουὴλ ὀνομάζων· σωτηρίαν γάρ σοι πιστεύοντι καὶ πειθαρχοῦντι τοῖς λεγομένοις ἡ τοιαύτη προξενήσει ἐπίκλησις. εἰ μὲν οὖν εἴρητο· καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ, ἔδοξεν ἂν εἰς μέλλοντα χρόνον τὴν πᾶσαν παραπέμπειν προφητείαν· οὕτως τ' ἂν ἀμφιλογίαν εἶχεν ὁ λόγος, ἐπεὶ μὴ Ἐμμανουήλ, ἀλλὰ «Ἰησοῦς τὸ ὄνομα κέκληται» τοῦ ἐκ τῆς ἁγίας παρθένου γεννηθέντος σωτῆρος ἡμῶν κατὰ τὸν τοῦ ἀγγέλου χρηματισμὸν φήσαντος πρὸς τὸν Ἰωσήφ· «μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ πνεύματός ἐστιν ἁγίου. τέξεται δὲ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· αὐτὸς γὰρ σώσει τὸν λαὸν αὐτοῦ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν». εἰ οὖν «Ἰησοῦς», ἀλλ' οὐχὶ Ἐμμανουὴλ τὸ ἐπώνυμον εἴληφεν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐκ τῆς παρθένου γενόμενος κατὰ τὴν προφητείαν, πῶς ἂν ἐπηλήθευσεν τὸ λόγιον φῆσαν· καὶ καλέσουσιν τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ; διόπερ οὐκ εἴρηται μὲν οὕτως· οὐ γὰρ ἔμελλεν ὑπὸ πάντων ἀνθρώπων τούτῳ καλεῖσθαι τῷ προσρήματι, ἀκριβῶς δὲ ὁ προφητικὸς λόγος καὶ καλέσεις περιέχει. σὺ γάρ, ὁ οἶκος Δαυίδ, δι' ὃν ταῦτα θεσπίζεται, σύνθημα σωτηρίας λαβὼν κατὰ τὸν καιρὸν τῆς πρὸς τοὺς πολεμίους συμβολῆς Ἐμμανουὴλ κάλει καὶ τῆς τῶν πολεμίων ἐλευθερίας ἐπιγράφου τοῦτον αἴτιον, ἐκ παρθένου μὲν γενησόμενόν ποτε, ἤδη δὲ θεὸν ὄντα καὶ μεθ' ἡμῶν ὄντα, ἐντεῦθέν τε ἤδη τὰ μεγάλα σοι πρὸς σωτηρίαν χαριούμενον. εἰ πιστεύων τῷ θείῳ προστάγματι, συνεχῶς αὐτὸν ἐπικαλοῖο βοηθὸν Ἐμμανουὴλ ὀνομάζων· τοιαύτης γὰρ ὥσπερ ἐπῳδῆς τινος χρεία σοι πρὸς τὸ μὴ δαίμοσιν βοηθοῖς προσέχειν, μόνον δὲ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι καὶ διὰ τούτου σῴζεσθαι. οὗτος δεῖν αὐτὸς ὁ ταῦτα διὰ τοῦ προφήτου χρηματίζων, καὶ ταῦτα μὴ νοήσαντές τινες ἐν τῷ κατὰ Ματθαῖον Εὐαγγελίῳ ἀντὶ τοῦ καλέσεις «καὶ καλέσουσιν» πεποιήκασιν, οὐχ οὕτως ἐχούσης τῆς προφητικῆς λέξεως· ἥ τε γὰρ Ἑβραϊκὴ φωνή, ταύτῃ τε καταλλήλως ἅπαντες οἱ ἑρμηνευταὶ καὶ καλέσεις ἐκδεδώκασιν. ἀντὶ δὲ τοῦ· ἡ παρθένος, κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς νεᾶνις ὠνόμασται. οὐδὲν δ' ἂν κωλύῃ καὶ νεᾶνιν λέγεσθαι τὴν παρθένον· εἰκὸς γὰρ μὴ ἀτελῆ παῖδα τὴν ἁγίαν παρθένον τὴν τὸν σωτῆρα κυήσασαν, νεᾶνιν δὲ τὴν ἡλικίαν καὶ τελείαν κόρην γεγονέναι. τοῦτο μὲν οὖν τὸ θαῦμα καιρῷ... γενέσθαι θεσπίζει, πρὸς δὲ τὸν οἶκον Δαυὶδ σωτῆρος καὶ βοηθοῦ χρείαν ἔχοντα ἀναγκαίως ἐλέγετο· καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ. ἐπικαλοῦ τοίνυν αὐτὸν οὐ πόρρω ἑστῶτά φησι, διὰ παντὸς δὲ παρόντα καὶ συνόντα τοῖς ἐπικαλουμένοις αὐτόν. Εἰ δὲ θαυμάζεις θεὸν γεννώμενον ἀκούων, πίστευσον ὅτι καὶ τροφῇ νηπιώδῃ χρήσεται· οὐ γὰρ κατά τινα φαντασίαν ὀφθήσεται ἀνθρώποις, οὐδὲ τῷ δοκεῖν ἔσται τὸ γινόμενον, ἀλλ' ἀληθῶς τοιαύτην ὑπομενεῖ γένεσιν, ὡς κοινωνῆσαι νηπιώδῃ τροφῇ, βουτύρῳ λέγω καὶ μέλιτι ὁμοίως τοῖς λοιποῖς βρέφεσιν. τοῦτο μὲν οὖν ἀνθρώπινον, τὸ δὲ τῆς θεότητος αὐτοῦ παραστατικὸν ἐκεῖνο ἂν εἴη, ὅτι πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρὰ ἐκλέξεται τὸ ἀγαθόν· διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακὸν ἀπειθεῖ πονηρίᾳ ἐκλέξασθαι τὸ ἀγαθόν. σημαίνει δὲ ὁ λόγος ὡς καὶ παρ' αὐτὴν τὴν γένεσιν διακριτικός τις ἦν καὶ ἀγαθῶν ποιητικὸς ὁ Ἐμμανουήλ, τὸ κριτικὸν ἐξ ἐκείνου κεκτημένος καὶ ἀποσειόμενος μὲν τὸ κακόν, μόνον δὲ τὸ ἀγαθὸν ἀποδεχόμενος· τοιαύτης γάρ φησιν ἔσται φύσεως καὶ ἐξ αὐτῆς γενέσεως. ἢ τὴν μέλλουσαν ἔσεσθαι τοῦ σωτῆρος ἡμῶν καθ' ὅλου κρίσιν τὸ ῥητὸν εἴπωμεν διαγράφειν, καθ' ἣν πάντα μὲν πονηρὸν ἄνδρα ἀποδοκιμάσει, μόνον δὲ τὸν ἀγαθὸν ὡς ἄξιον τῆς αὐτοῦ χάριτος ἀποδέξεται καὶ τοῦτο πράξει ἐξ αὐτῆς ἐκείνης τῆς νηπιώδους καταστάσεως καὶ ἐξ αὐτῆς γενέσεως. διὰ τοῦτο προσδοκᾶν ὀφείλεις σὺ αὐτός, ὁ Ἄχαζ, ἢ σύ, ὁ οἶκος Δαυίδ, καὶ πάντες ὑμεῖς οἱ τοῦ βασιλικοῦ γένους, ὡς ἥξει καιρός, καθ' ὃν ἐπάξει ὁ θεὸς ἐφ' ὑμᾶς καὶ ἐπὶ τὸν λαὸν τὸν ὑμῖν ὑποχείριον καὶ ἐπὶ τὸν οἶκον τοῦ ὑμετέρου πατρός, δηλαδὴ τοῦ Δαυίδ, ἡμέρας τινάς, ὁποίων οὐδεπώποτε πεῖραν εἰλήφατε. καὶ μάλιστα ἐξ οὗπερ οἱ τὴν Σαμάρειαν οἰκοῦντες εἰς ἑαυτοὺς περιέσπασαν τὴν Ἀσσυρίων ἔφοδον, ἀφελόντες μὲν αὐτὴν καὶ ἀποστήσαντες τῆς καθ' ὑμῶν ὁρμῆς, εἰς ἑαυτοὺς δὲ αὐτὴν ἐπισπασάμενοι· ὑπερβάλλοντες γὰρ δυσσεβείᾳ τοὺς τὴν Ἰερουσαλὴμ οἰκοῦντας πρῶτοι τῶν πολεμίων ἐπειράθησαν ἀποστήσαντες αὐτοὺς τῆς κατὰ τοῦ οἴκου Δαυὶδ ὁρμῆς, ἐν δὲ τῷ σημανθέντι καιρῷ καὶ ταῖς ἐπαχθησομέναις ὑμῖν ἡμέραις. τίνα ποτὲ ἔσται, ἀκολούθως διδάσκει λέγων· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ καὶ τὰ ἑξῆς.
1.45.1
Σημαίνει δὲ διὰ τούτων ὁ λόγος Αἰγυπτίων ἀνδρῶν ἔφοδον, οὓς διὰ τὸ λύθροις καὶ αἵμασιν τοῖς κατὰ τὴν ἀκάθαρτον εἰδωλολατρίαν χαίρειν παραβάλλει μυίαις, οὕς φησιν ἥξειν ἐπὶ τὴν Ἰουδαίων χώραν οὐκ ἄνευ θεοῦ, νεύματι δὲ αὐτοῦ τοῦ κυρίου διεγείροντος καὶ ὥσπερ συρίγματι παρορμῶντος αὐτοὺς ἥκειν ἀπὸ τῆς Αἰγύπτου· καὶ οὐκ ἀπὸ πάσης ταύτης, ἀλλὰ ἐκ μέρους αὐτῆς. οὐ μόνον δὲ ταύταις ταῖς ἀποδοθείσαις Αἰγυπτιακαῖς μυίαις συριεῖν ὁ κύριος εἴρηται, ἀλλὰ καὶ τῇ μελίσσῃ τῇ κατοικούσῃ τὴν Ἀσσυρίων χώραν, δυνάμει δηλαδὴ πολεμικῇ, ἣν διὰ τὸ πολεμικῷ κέντρῳ κεχρῆσθαι καὶ τῶν λοιπῶν ἐθνῶν τότε κρατεῖν μελίσσῃ ὁ λόγος ἀπείκασεν. καὶ ταύτας γοῦν φησι τὰς μελίσσας ἐπιτραπείσας μᾶλλον καὶ παρορμηθείσας ὑπὸ τοῦ συρίγματος τοῦ κυρίου ἐλεύσεσθαι ἀπὸ τῆς Ἀσσυρίων χώρας, εἶτ' ἐλθούσας ἀναπαύσασθαι ἐν ταῖς φάραγξιν τοῦ Ἰουδαίων ἔθνους καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ καὶ οὕτως λήψεσθαι πάσας τὰς πόλεις αὐτῶν. καὶ τὰς χώρας ταύτας οὖν τὰς ὑμετέρας προσήκει ὑμᾶς ἀγωνιᾶν, ὦ οὗτοι, πρὸς οὓς ὁ παρών μοι λόγος ἐστίν, καὶ τὴν τῶν εἰρημένων Αἰγυπτίων τε καὶ Ἀσσυρίων ἄφιξιν χρὴ προσδοκᾶν καὶ δεδιέναι, ἀλλὰ μὴ τοὺς δύο τούτους βασιλεῖς, λέγω δὲ τὸν τῆς Σαμαρείας καὶ τὸν τῆς Δαμασκοῦ· «δαλοὶ» γὰρ «οὗτοι καπνιζόμενοι» καὶ μὴ κατέχοντες πῦρ διὰ τὸ ἐσβέσθαι αὐτῶν τὴν δύναμιν. ἡ μὲν οὖν προφητεία αὕτη πρὸς λέξιν δὲ καὶ πρὸς ἱστορίαν ἐπληροῦτο κατὰ τοὺς χρόνους τῆς πρώτης πολιορκίας τῆς Ἰερουσαλὴμ τῆς ὑπὸ Βαβυλωνίων γενομένης, καθ' οὓς Αἰγύπτιοι μὲν οἱ καλούμενοι μυῖαι, ὅτε τούτων βασιλεὺς Φαραὼ Νεχαὼ ἐπελθὼν τῇ Ἰουδαίων χώρᾳ τὸν Ἰωσίαν βασιλέα τῆς Ἰερουσαλὴθεοφιλῆ ἄνδρα ἀναιρεῖ. εἶτα οὐκ εἰς μακρὸν ὁ τῶν Βαβυλωνίων βασιλεὺς Ναβουχοδονόσορ σὺν μεγάλῃ στρατιᾶς δυνάμει ἐπελθών, τήν τε πόλιν αὐτῶν ἐκ βάθρων εἷλεν καὶ τὸν νεὼν ἐπυρπόλησεν, τὸ δὲ πᾶν ἔθνος ἐξανδραποδισάμενος καὶ τὰς λοιπὰς δῃώσας πόλεις, Ἀσσυρίους οἰκήτορας τῆς Ἰουδαίων χώρας κατέστησεν. τηνικαῦτα γοῦν ἐπληροῦτο τὰ μετὰ χεῖρας θεσπίσματα, ὁπηνίκα αἱ πολεμικαὶ μέλισσαι ἐκ τῆς Ἀσσυρίων χώρας μετοικισθεῖσαι εἰς ἔσχατα ἐρημίας τὴν Ἰουδαίων χώραν περιελθοῦσαν κατῴκησαν νάπας καὶ φάραγγας καὶ σπήλαια καταλαβοῦσαι τῷ τὰς πόλεις δεδῃῶσθαι τούτοις ἑξῆς ἐπιλέγεται.
1.46.1
Ἐπειδὴ τὰ συμβησόμενα τῇ Ἰουδαίων χώρᾳ προεφώνησεν ὁ λόγος καὶ ὡς τὸ πᾶν ἔθνος αὐτῶν κατὰ τὰς θεσπισθείσας ἡμέρας, ἃς ἐπάξειν αὐτοῖς εἴρηται, ὥς ποτε μὲν ταῖς Αἰγυπτιακαῖς μυίαις παραδοθήσεσθαι, ὡς ὑπὸ χειρὶ γενέσθαι τῷ Αἰγυπτίων βασιλεῖ τὸν εὐσεβέστατον Ἰωσίαν, ποτὲ δὲ ταῖς Ἀσσυρίων μελίσσαις αἱ πάσης τῆς Ἰουδαϊκῆς χώρας κατακρατήσασαι τὰς ἐρήμους αὐτῶν καὶ τὰς φάραγγας καὶ τὰ σπήλαια καὶ πᾶν ξύλον καθέξουσιν, ἐνταῦθά τε ἐπὶ σχολῆς καὶ ἀφόβως σὺν ἀμεριμνίᾳ τῇ πάσῃ ἀναπαύσονται. ἀκολούθως μετὰ τὴν τούτων πρόρρησιν τῆς Ἀσσυρίων καὶ Χαλδαίων ἀρχῆς τὴν καθαίρεσιν διὰ τῶν προκειμένων φωνῶν θεσπίζει. παρέτειναν μὲν γὰρ Ἀσσύριοι κρατοῦντες τῆς Ἀσίας, πάσης Αἰγύπτου τε καὶ Λιβύης καὶ τῶν πλειστῶν μερῶν τοῦ παντὸς ἐφ' ὅλοις ἔτεσιν χιλίοις που καὶ τριακοσίοις. μεγάλη τε ἦν καὶ ἄμαχος ἡ τούτων δυναστεία, οὐ πρότερόν τε αὕτη πέπαυτο καταλυθεῖσα ἢ «πολιορκῆσαι» τὰ Ἱεροσόλυμα καὶ τὸν τοῦ θεοῦ νεὼν «ἐμπρῆσαι», τά τε ἅγια σκεύη καὶ πάντα τὰ ἐν τῷ ἱερῷ ἀναθήματα ἀπαγαγεῖν εἰς Βαβυλῶνα καὶ ἀναθεῖναι τοῖς ἑαυτῶν εἰδώλοις· τούτων γὰρ πραχθέντων οὐκ εἰς μακρὸν Μῆδοι μὲν τὴν Ἀσσυρίων καθαιροῦσιν ἀρχήν. Περσῶν δὲ πρῶτος βασιλεύει Κῦρος, ὁ καὶ τοῖς αἰχμαλώτοις τῶν Ἰουδαίων ἐλευθερίαν χαρισάμενος, συγχωρήσας τε τοῖς ἐθέλουσιν αὐτῶν ἐπάνοδον ἐπὶ τὴν Ἰουδαίων γῆν ποιήσασθαι καὶ τὸν ἐν Ἱεροσολύμοις νεὼν ἀνοικοδομεῖν, ὁ καὶ τὰ ἀναθήματα καὶ τὰ ἱερατικὰ σκεύη τὰ πάλαι ληφθέντα ἀποδοὺς καὶ ἀνατεθῆναι κελεύσας ἐν τῷ κατασκευαζομένῳ ἱερῷ. ἀλλὰ τούτων οὕτως ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀποτελεσθέντων τὸ προφητικὸν πνεῦμα διὰ Ἠσαΐου προλαμβάνον τῶν μελλόντων ἔσεσθαι τὴν πρόγνωσιν θεσπίζει διὰ τῶν μετὰ χεῖρας, τί συμβήσεται τῇ Ἀσσυρίων ἀρχῇ μετὰ τὴν ἔφοδον, ἣν ποιήσονται αἱ προλεχθεῖσαι μέλισσαι ἐκ τῆς αὐτῶν χώρας ἐπιβᾶσαι τῇ Ἰουδαίων γῇ. διό φησιν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει κύριος τῷ ξυρῷ τῷ μεγάλῳ καὶ μεμισθωμένῳ τοῦ βασιλέως Ἀσσυρίων, οὐ τὴν κεφαλὴν μόνον τὴν πάλαι κομῶσαν, ὅτε τῆς οἰκουμένης ἐκράτουν Ἀσσύριοι, ἀλλὰ καὶ τὰς τρίχας τῶν ποδῶν, δηλαδὴ τὸ ἀνδρεῖον σχῆμα, καὶ τὸν πώγωνα, τοῦτ' ἔστιν τὸν κατὰ φύσιν ἀνθρώποις πρέποντα κόσμον. ξυρὸν δὲ μεμισθωμένον ὑπὸ τοῦ κυρίου ὁ προφητικὸς ἀπεκάλεσε λόγος στερρόν τι πολεμίων γένος, δι' οὗ τὸν βασιλέα τῶν Ἀσσυρίων, δηλαδὴ τὴν πᾶσαν αὐτῶν βασιλείαν τε καὶ δυναστείαν ξυρήσειν ἔφη θεόν, ὡς ταπεινὴν αὐτὴν καὶ ἄνανδρον καὶ ἄκοσμον καὶ ἀσχήμονα ἀποδειχθῆναι. ὃ δὴ καὶ αὐτὸ τέλους τετύχηκεν νεύματι θεοῦ καὶ κρίσει Μήδων ἐπελθόντων καὶ τὴν Ἀσσυρίων καταλυσάντων ἀρχὴν καὶ διαλαβόντων Περσῶν τὴν καθ' ὅλης τῆς Ἀσίας κράτησιν.
1.47.1
Πτωχείαν καὶ πενίαν ὑπερβάλλουσαν αἰνίττεται διὰ τούτων ὁ λόγος, ἀλλὰ καὶ ἔνδειαν καὶ σπάνιν τῆς ἀπὸ σίτου τροφῆς· τὸ γὰρ μὴ βοῶν ἀγέλας, μίαν δὲ μόνην δάμαλιν κεκτῆσθαι ἄνθρωπον, καὶ τὸ μὴ ποίμνια προβάτων, δύο δὲ μόνα πρόβατα τρέφειν, τῆς ἐσχάτης ἂν γένοιτο ἀπορίας σύμβολον, ἀλλὰ καὶ τὸ βουτύρῳ τρέφεσθαι καὶ μέλιτι πάντα τὸν καταλειφθέντα ἐπὶ τῆς γῆς λιμὸν ἄρτου παρίστησιν. ὃ δὴ σαφέστερον ὁ λόγος δηλοῖ συνάπτων ἑξῆς καὶ λέγων· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος, οὗ ἐὰν ὦσι χίλιοι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν, καὶ αὖθις· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ· οὐκοῦν διὰ τὸ χέρσον εἶναι τὴν γῆν καὶ ἀκάνθαις πλήρη, σῖτον μὲν οὐχ ἕξει· οὐδὲ τραφήσεται τῇ κατὰ φύσιν ἀνθρώποις τροφῇ ὁ περιλειφθείς, ἀλλ' οὐδὲ οἴνῳ χρήσεται, γάλακτι δὲ καὶ βουτύρῳ καὶ μέλιτι· καὶ τούτοις οὐκ ἀπὸ πλήθους ἀγέλης βοῶν, οὐδὲ ἀπὸ ποιμνίων προβάτων συναγομένοις, ἀλλ' ἐξ εὐτελῶν καὶ οἰκτρῶν ζῴων. ὁ μὲν γάρ τις ἀπὸ μιᾶς δαμάλεως, ὁ δὲ ἀπὸ δύο προβάτων ποιήσαιτο ταῦτα.... διὰ τούτων τὰ ἐπὶ τῆς Βαβυλωνίων αἰχμαλωσίας συμβεβηκότα κατὰ ἐπανάληψιν θεσπίζειν τὸ τηνικαῦτα γὰρ τὸ παντὸς ἔθνους μετοικισθέντος βραχεῖ... λελεῖφθαι ἐν τῷ τόπῳ ἡ ἱστορία παρίστησιν λέγουσα· «καὶ ἀπὸ τῶν πτωχῶν τῆς γῆς ὑπέλιπεν ὁ ἀρχιμάγειρος εἰς ἀμπελουργοὺς καὶ εἰς γῆν Βενιαμίν». καὶ μετὰ βραχέα... «καὶ ὁ λαὸς ὁ καταλειφθεὶς ἐν τῇ Ἰουδαίᾳ, οὓς κατέλιπεν Ναβουχοδονόσορ ὁ βασιλεὺς Βαβυλῶνος, καὶ κατέστησεν ἐπ' αὐτῶν τὸν Γοδολίαν». καὶ ἐπιλέγει· «καὶ ὤμοσεν Γοδολίας τοῖς ἀνδράσιν τοῖς μετ' αὐτοῦ καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε πάροδον Χαλδαίων. καθίσατε ἐν τῇ γῇ καὶ δουλεύσατε τῷ βασιλεῖ Βαβυλῶνος, καὶ καλῶς ἔσται ὑμῖν». τούτων αὐτῶν οἱ μὲν τὸν παρόντα λόγον κατὰ πρόγνωσιν μνήμην ποιεῖσθαι τὸ πτωχὸν καὶ τὸ ἐνδεὲς αὐτῶν αἰνιττόμενον ἐν τῷ λέγειν· βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς· ὁ γὰρ καταλειφθεὶς ἐπὶ τῆς γῆς οὗτος ἦν ὁ μετὰ τοῦ Γοδολίου λαός, ὃν δι' ἀπορίαν τῆς ἀπὸ σίτου τροφῆς ἐκ βραχυτάτων θρεμμάτων γάλακτι καὶ βουτύρῳ τραφήσεσθαι προαγορεύει τῆς χώρας ἁπάσης εἰς χέρσον καὶ ἄκανθαν δι' ἀνδρῶν ἐρημίαν μεταβληθείσης. μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν καὶ τὴν ἐκεῖθεν ἐπάνοδον ἐν ἐσχάτῃ γεγόνασιν πτωχείᾳ θεοῦ Ἰουδαῖοι· ἐκλελοιπότων μὲν αὐτοῖς μετὰ ταῦτα τῶν προφητῶν, μηδενὸς δὲ μνήμης ἀξίου παρ' αὐτοῖς γενομένου μετὰ τὴν τοῦ Ἐζρὰ γραφήν, ἀλλὰ καὶ τῆς βασιλείας αὐτῆς καταλυθείσης, οὐκέτ' οὐδεὶς τοῦ οἴκου Δαυὶδ παρ' αὐτοῖς ἦρξεν, οὐδέ τις «ἐν θεῷ πλουτῶν» ἐν αὐτοῖς διέλαμψεν. ἀλλ' εἰ καὶ γένοιτό φησί τις ἐν αὐτοῖς λογικὸς ἀνὴρ ἀνθρώπου ἄξιος προσηγορίας, καὶ οὗτος σπανίως εὕροι ἂν ἐν αὐτοῖς μίαν δάμαλιν ἢ δύο πρόβατα τῷ πᾶσαν αὐτῷ ἠρημῶσθαι τῆς ψυχῆς τὴν χώραν, ὃς οὐδὲν πλέον ἕξει ἐκ τῶν εἰρημένων θρεμμάτων ὁ δηλωθεὶς ἄνθρωπος κτήσασθαι ἢ τὴν νηπιώδη τροφὴν γάλα καὶ βούτυρον καὶ μέλι ὡς ταῦτα καρποῦσθαι τὸν περιλειφθέντα ἐν αὐτοῖς ἄνθρωπον· πάλιν δὲ καὶ ἐν τούτοις ὁ περιλειφθεὶς αὐτοῖς τίς ἂν εἴη, ἀλλ' εἷς που σπάνιος καὶ ἐκ τῆς τῶν πολλῶν ἀπωλείας διασωθεὶς καὶ τὸν λογικὸν φυλάξας χαρακτῆρα, ὃς καὶ αὐτὸς διὰ τῆς Ἰουδαϊκῆς διδασκαλίας εἴποτε μαθητεύσας ἐν αὐτῇ ἕνα ἢ δεύτερον κτήσοιτο γνώριμον ὥσπερ τινὰ δάμαλιν βοῶν καὶ δύο πρόβατα, ἥμερα μὲν καὶ καθαρὰ ζῷα. πλὴν ὅμως καὶ ταῦτα σπανίως εὑρήσει τῷ τοὺς λοιποὺς ἅπαντας λύκους ἢ κύνας ἢ θῆρας ἀγρίους ἢ ἑρπετὰ ἰοβόλα γενήσεσθαι. διὸ μίαν που δάμαλιν ἢ δύο πρόβατα σπανίως εὑρὼν οὗτος ὁ ἐν αὐτοῖς περιλειφθεὶς ἄνθρωπος ταῦτα θρέψει, καρπόν τε ἐξ αὐτῶν λήψεται οὐ στερεὸν οὐδὲ πρὸς ἀνδρῶν ἐντελῶν τροφὴν ἐπιτήδειον, γαλακτώδη δέ τινα καὶ νηπίοις κατάλληλον τῷ μὴ δύνασθαι αὐτοὺς παρέχειν τούτων κρείττους διὰ νηπιότητα φρενῶν. σπανίως δέ που τὴν δάμαλιν καὶ τὰ δύο πρόβατα καὶ οὗτος ἔτρεφεν διὰ τὴν καταλαβοῦσαν τὰς ψυχὰς τοῦ πλήθους αὐτῶν ἐρημίαν, ἣν ὁ λόγος παρίστη φάσκων· ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ, καὶ πάλιν· οὗ ἐὰν ὦσιν χίλιοι ἄμπελοι εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. ἃ δὴ πεπόνθασιν διὰ τοὺς πεπολιορκηκότας αὐτῶν τὴν ψυχὴν ἀοράτους πολεμίους, περὶ ὧν ἑξῆς λέλεκται· μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. οὐ μόνον δὲ πᾶσα ἡ γῆ αὐτῶν χέρσος ἔσται καὶ ἄκανθα, ἀλλὰ καὶ πᾶν ὄρος τὸ πάλαι ἀροτριώμενον, ἐν ᾧ οὐκ ἦν προσδοκῆσαι φόβον διὰ τὸ ὑψηλὸν καὶ μετέωρον τῆς ἐν αὐτῷ χώρας. καὶ αὐτὸ ἔσται χέρσος ὡς ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης μηδένα μὲν προφέρειν ἀναγκαῖον ἀνθρώποις εἰς βρῶσιν καρπόν, ἄχρηστον δὲ ὕλην εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοὸς ἐπιτηδείαν.
1.48.1
Συντελέσας ὁ λόγος τὰ γενησόμενα ἐν ταῖς καταλεχθείσαις ἡμέραις, περὶ ὧν ἐλέγετο· «ἀλλὰ ἐπάξει ὁ θεὸς ἐπὶ σὲ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας, αἳ οὔπω ἥκασιν», ἐπαναλαμβάνει τὴν διάνοιαν τὴν περὶ τῆς γενέσεως τοῦ Ἐμμανουήλ, περὶ οὗ τῷ οἴκῳ Δαυὶδ παρεκελεύετο ἀντὶ ἐπῳδῆς τὸ τοῦ Ἐμμανουὴλ ἐπικαλεῖσθαι ὄνομα, θαρσοῦντας καὶ πιστεύοντας δι' αὐτοῦ σωθήσεσθαι ἀπὸ τῶν ἐπικειμένων αὐτοῖς «δύο βασιλέων», ἐπαναλαμβάνει δὲ ἀναγκαίως, ἐπειδὴ γὰρ ἐδίδαξεν τὸν Ἐμμανουὴλ ξένην τινὰ καὶ ἀλλοτρίαν τῆς θνητῆς φύσεως ἕξειν γένεσιν· μὴ ἐξ ἀνδρὸς γὰρ καὶ γυναικός, ἀλλ' ἐξ ἀδιαφθόρου «νεάνιδος» καὶ ἐξ ἀπειρογάμου «παρθένου» τεχθήσεσθαι, σφόδρα ἀναγκαίως ἐν τούτοις αὐτὸς ὁ κύριος, οὐκέτι τῷ Ἄχαζ οὐδὲ τῷ οἴκῳ Ἰούδα, ἀλλ' αὐτῷ μόνῳ τῷ προφήτῃ τὸ μυστήριον ἀνακαλύπτει τῆς ἀπορρήτου γενέσεως τοῦ Ἐμμανουήλ, καί πως «ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν». ὃ δὴ διασαφῶν αὐτὸς ὁ κύριός φησιν· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. ἵνα δὲ ταῦτα μὴ εἰς τὰς πάντων ἀκοὰς τῶν τότε χωρήσῃ, φυλαχθείη δὲ ἐν ἀπορρήτῳ γραφῇ, παρακελεύεται τῷ προφήτῃ λαβεῖν τόμον καινὸν καὶ μέγαν, ἢ τεῦχος ἢ διφθέρωμα ἢ κεφαλίδα κατὰ τοὺς λοιπούς, γράψαι τε ἐν αὐτῷ γραφίδι ἀνθρώπου, τοῦτ' ἔστιν τῇ συνήθει καὶ γνωριζομένῃ ἀνθρώποις γραφῇ· εἶναι γὰρ ἄλλην θεοῦ γραφήν, οὐ γραφίδι ἀνθρώπου γραφομένην, ἀλλὰ δυνάμει τοῦ θεοῦ λόγου τοὺς ἀξίους «ἀπογραφομένου ἐν βίβλῳ ζώντων», νυνὶ δὲ γραφίδι ἀνθρώπου τῷ προφήτῃ προστάττει γράψαι ἐν αὐτῷ ὑπὲρ τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. αὐτὸς γοῦν ἦν ὁ καὶ πάλαι «ἰσχυρὸν» τὸν διάβολον «καταδήσας καὶ τὰ σκῦλα αὐτοῦ διαρπάσας». διὰ τῆς τοῦ Ἐμμανουὴλ δυνάμεως ἤδη γὰρ πλησίον ἐγγίζειν καὶ παρεῖναι τὸν καιρόν, ἐν ᾧ σκυλευθήσονται οἱ προλεχθέντες «δύο βασιλεῖς», ὅ τε τῆς Δαμασκοῦ καὶ ὁ τῆς Σαμαρείας ἐπιθεμένου αὐτοῖς τοῦ τῶν Ἀσσυρίων βασιλέως διὰ τῆς τοῦ Ἐμμανουὴλ ἀπορρήτου προσηγορίας. ἐγγράψαι δὲ τῷ προφήτῃ κελεύει ἐπὶ τοῦ τόμου τοῦ καινοῦ καὶ μεγάλου τὰ μέλλοντα ῥηθήσεσθαι καὶ τοῦτο πράξαι ἐπὶ μαρτύρων δύο ἀνδρῶν, ἑνὸς μὲν ἱερέως, θατέρου δὲ προφήτου. μέμνηται δὲ τοῦ ἱερέως Οὐρίου ἡ ἱστορία ὡς κατὰ τοὺς χρόνους Ἠσαΐου τοῦ προφήτου ἱερωμένου τῷ θεῷ, μέμνηται δὲ καὶ τοῦ Ζαχαρίου ἐπὶ Ἑζεκίου τοῦ βασιλέως γενομένου· λέγει γοῦν ἡ γραφὴ τῶν Παραλειπομένων· «καὶ ἦν Ἑζεκίας ἐκζητῶν τὸν κύριον ἐν ταῖς ἡμέραις Ζαχαρίου τοῦ συνιέντος ἐν φόβῳ κυρίου». τούτους τοιγαροῦν τοὺς δύο ἄνδρας μάρτυράς μοί φησι ποίησον λαβὼν τὸν καινὸν τόμον καὶ μέλλων εἰς αὐτὸν γράφειν γραφίδι ἀνθρώπου, παρόντων δὲ τῶν μαρτύρων τῶν ἐν ἐμοὶ μαρτυρούντων. ἐντεῦθεν ἤδη γράφε ταῦτα τὰ ῥήματα ἐν τῷ λεχθέντι τόμῳ· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. λέγει δὲ ταῦτα ὁ χρηματίζων κύριος· ἐπιμελῶς γὰρ προσεκτέον τῇ λέξει τῆς γραφῆς πάσης· καὶ εἶπεν κύριος πρός με ἐξ αὐτοῦ τε τοῦ προσώπου συναπτούσῃ τό· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν υἱόν. ἃ δὴ τῷ καινῷ τόμῳ ἐγγράψαι τῷ προφήτῃ ὁ χρηματίζων προσέταττεν, ἐπειδὴ γὰρ εἴρητο ἀνωτέρῳ τό· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱὸν» καὶ τὰ ἑξῆς, νῦν ἀναγκαίως ἐπὶ τοῦ παρόντος, πῶς ἂν γένοιτο τοῦτο διασαφεῖ λέγων αὐτὸς ὁ κύριος· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, ἀντὶ τοῦ· αὐτὸς ἐγὼ προσελεύσομαι τῇ προφήτιδι. προφῆτιν δὲ ὀνομάζει «τὴν παρθένον» διὰ τὸ πνεύματος ἁγίου μετασχεῖν κατὰ τὸν φήσαντα πρὸς αὐτήν· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι». αὕτη τοίνυν «ἡ δύναμις τοῦ ὑψίστου» ἡ διὰ τῆς προφητείας λέγουσα· καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, τὰ μέλλοντα ὡς ἤδη γεγονότα διεξέρχεται κατά τινα προφητικὴν συνήθειαν. ἐγὼ αὐτὸς προσελεύσομαι τῇ προφήτιδι, ὦ προφῆτα, καὶ οὕτως ἐν γαστρὶ λαβοῦσα τέξεται υἱόν. τοῦτον δὲ αὐτὸν σύ, ὦ προφῆτα, ἐντεῦθεν ἤδη ὀνόμαζε· Ταχέως σκύλευσον, ὀξέως προνόμευσον, ἐπεὶ καὶ πρὸ τῆς κατὰ σάρκα αὐτοῦ γενέσεως παντελῆ καθαίρεσιν ἐργάσεται ταῖς δυσὶ βασιλείαις ταύταις ταῖς νῦν ἐπικειμέναις τῷ οἴκῳ Δαυίδ· λήψεται γὰρ δύναμιν Δαμασκοῦ καὶ τὰ σκῦλα Σαμαρείας σκυλεύσει. καὶ τοῦτο πράξει διὰ τοῦ τῶν Ἀσσυρίων βασιλέως, ταῦτα δὲ ἐπὶ μόνων τῶν δηλωθέντων λέγε τε μαρτύρων καὶ γραφὴν παραδίδου, ὡς ἂν φυλάττοιτο καὶ εἰς τοὺς μετὰ ταῦτα χρόνους, ἐπειδὴ μέλλει καὶ ἡ καινὴ διαθήκη τὰ τῶν προφητευομένων ἀποτελέσματα περιέξειν.
1.49.1
Ἔτι καὶ ταῦτα περὶ τῆς αὐτῆς ὑποθέσεως προφητεύεται, διὸ εἴρηται· καὶ προσέθετο κύριος λαλῆσαί μοι ἔτι· πρὸς γὰρ τοῖς προλεχθεῖσιν ἔτι καὶ ταῦτα τῷ προφήτῃ, ἀλλ' οὐ τῷ παντὶ λαῷ λέγει διδάσκων, ὅτι μὴ ἔπραττεν ὁ λαὸς τὸ κεκελευσμένον· ὁ προσταχθεὶς γὰρ «μὴ φοβεῖσθαι» «ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων», μηδ' ἀγωνιᾶν «τοὺς δύο βασιλεῖς» τοὺς προδηλωθέντας, μόνον δ' ἐπικαλεῖσθαι τὸν Ἐμμανουὴλ πιστεύοντας τῷ τοῦ θεοῦ προστάγματι, τοῦτο πράττειν οὐκ ἐβούλετο, ἠγάπα δὲ μᾶλλον δουλεύειν τοῖς προλεχθεῖσι βασιλεῦσι, καὶ ταῦτα πολεμίοις οὖσιν ἢ πιστεύειν τῷ θεῷ καὶ τὸν Ἐμμανουὴλ ἐπικαλεῖσθαι. διὸ λέλεκται τῷ προφήτῃ· Διὰ τὸ μὴ βούλεσθαι τὸν λαὸν τοῦτον τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ. τί δὲ τοῦτο ἦν τὸ ὕδωρ τοῦ Σιλωάμ, ἀλλ' ἢ ὁ ἐπηγγελμένος αὐτοῖς Ἐμμανουήλ, «πηγὴ» τυγχάνων «ὕδατος ζῶντος ἁλλομένου εἰς ζωὴν αἰώνιον», καὶ πηγὴ ὕδατος πορευομένου ἡσυχῇ· ἔτι γὰρ τότε λανθανόντως καὶ ἡσύχως συνεπορεύετο τῷ λαῷ, ἀρδεύειν αὐτῷ καὶ ἐπισκοπεῖν βουλόμενος τὰς ψυχάς, καὶ μηδέπω «κηρυττόμενος εἰς πάντα τὰ ἔθνη». διὸ καὶ κέκληται προσφυῶς ὕδωρ τὸ πορευόμενον ἡσυχῇ καὶ πηγὴ «τοῦ Σιλωάμ, ὃ ἑρμηνεύεται ἀπεσταλμένος». ὁ δὲ ἐνταῦθα κατηγορούμενος ὑπὸ τοῦ κυρίου λαὸς οὐ βουληθεὶς πιστεῦσαι τῷ προστάγματι καὶ τὸν Ἐμμανουὴλ καλεῖν, ὃς ἦν τὸ ὕδωρ τοῦ Σιλωὰμ τὸ πορευόμενον ἡσυχῇ, ἔρημος αὐτοῦ γίνεται. Ἐπεὶ τοίνυν ἄπιστοι ὄντες, ἠγάπων μᾶλλον ὑποτάττειν ἑαυτοὺς τῷ βασιλεῖ τῆς Δαμασκοῦ καὶ τῷ βασιλεῖ τῆς Σαμαρείας πολεμίοις οὖσιν ἢ πράττειν τὰ κεκελευσμένα· τούτου χάριν ἀπειλεῖ ὁ λόγος μὴ ἐκείνοις αὐτοὺς ὑποχειρίους ἔσεσθαι, ἀλλὰ τῷ τῶν Ἀσσυρίων βασιλεῖ, ὃν καὶ ὕδωρ τοῦ ποταμοῦ ἰσχυρὸν καὶ πολὺ ὀνομάζει, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ ὕδατος τοῦ Σιλωὰμ τοῦ πορευομένου ἡσυχῇ, τὸ ὕδωρ ἀντέθηκε τοῦ ποταμοῦ τὸ ἰσχυρὸν καὶ τὸ πολύ· ἦν δὲ οὗτος ὁ βασιλεὺς τῶν Ἀσσυρίων. διό φησι καὶ τὴν...... Ἰουδαίαν ἀναβήσεσθαι καὶ περιπατήσειν ἐπὶ πᾶν τεῖχος αὐτῶν καὶ ἀφελεῖν ἀπὸ τῆς Ἰουδαίας ἄνθρωπον ὃς δυνήσεται κεφαλὴν ἆραι ἢ δυνατὸν συντελέσασθαί τι, ὡς μηκέτι κεφαλὴν αὐτοὺς ἔχειν τοῦ λοιποῦ, τοῦτ' ἔστιν ἄρχοντας καὶ βασιλέας. τοσοῦτον δὲ πλῆθος ἥξειν τῶν πολεμίων θεσπίζει ὡς πᾶν τὸ πλάτος τῆς Ἰουδαϊκῆς χώρας πληρώσειν, ὅπερ δι' ἔργων ἐχώρει κατὰ τὴν ἱστορίαν ἐπὶ τῶν Ἰερεμίου τοῦ προφήτου χρόνων, καθ' οὓς ἐπιστὰς Ναβουχοδονόσορ ὁ τῶν Ἀσσυρίων βασιλεὺς τέλος ἐπῆγε τοῖς προηγορευμένοις.
1.50.1
Καὶ ταῦτα τῆς περὶ τοῦ Ἐμμανουὴλ ἤρτηται ὑποθέσεως· ἄρχεται γοῦν ἀπὸ τοῦ Ἐμμανουήλ, ὅπερ ἐστὶ μεθ' ἡμῶν ὁ θεός. ἡ γοῦν Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ μεθ' ἡμῶν ὁ θεός, Ἐμμανουὴλ περιέχει, καὶ αὖθις πρὸς τῷ τέλει ἐν τῷ λέγεσθαι· καὶ λόγον ὃν ἂν λαλήσητε, οὐ μὴ ἐμμείνῃ ἐν ὑμῖν, ὅτι μεθ' ἡμῶν ὁ θεός, πάλιν Ἐμμανουὴλ εἴρηται. διελέγξας τοίνυν ὁ προφήτης τοὺς δηλωθέντας, ὅτι μὴ ἐβουλήθησαν, ἐπικαλεσάμενοι τὸν Ἐμμανουήλ, κρείττους γενέσθαι τῶν πολεμίων, αὐτὸς ἐπικαλεῖται τὸν Ἐμμανουὴλ ἀλλότριον ἑαυτὸν καθιστὰς τῶν προκατηγορηθέντων, οἷς καὶ τὴν ἔφοδον τῶν Ἀσσυρίων ἠπείλησε. τοῖς μὲν οὖν ἀπίστοις τὰ προλεχθέντα ἠπείλησεν, αὐτὸς δὲ ὁ προφήτης ἀνακαλεῖται τὸν Ἐμμανουὴλ ἐξ ἰδίου προσώπου καὶ τῶν αὐτῷ παραπλησίων λέγων· μεθ' ἡμῶν ὁ θεός. εἶτ' ἐπιστρέφει τὴν διάνοιαν ἐπὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τούτοις ἐπιγνῶναι τὸν Ἐμμανουὴλ παρακελεύεται λέγων· γνῶτε ἔθνη. τί δὲ γνῶτε ἔθνη; αὐτὸν τὸν Ἐμμανουήλ· ὁ γὰρ ἐκ περιτομῆς «λαὸς οὔτε ἔγνω αὐτὸν οὔτε συνῆκεν» οὔτε πιστεῦσαι ἐβουλήθη τῇ προφητείᾳ, ἀλλ' οὐδὲ ἡττήθη οὐδὲ ὑπετάγη τῷ προστάγματι. ὑμεῖς δὲ τὰ ἔθνη γνῶσιν ἀναλάβετε τοῦ προφητευομένου καὶ συνέντες αὐτόν, μὴ τολμᾶτε ἀνθίστασθαι, νικᾶσθε δὲ ἡττώμενοι. ἐπακούσατε τοῦ προστάγματος πάντες ὑμεῖς οἱ μέχρι ἐσχάτου τῆς γῆς οἰκοῦντες· οἵ τε ἐν ὑμῖν ἰσχυροὶ καὶ δυνατοί, παραχωρεῖτε τῷ λόγῳ νικώμενοι καὶ ἡττώμενοι. καὶ τοῦτο πράξατε προθύμως εἰδότες, ὅτι κἂν μὴ ἐθελήσητε ἄκοντες ἡττηθήσεσθε. εἰ δὲ ἀνθιστάμενοι τῇ τοῦ θεοῦ κλήσει μηχανάς τινας καὶ ἐπιβουλὰς τυρεύοιτε κατὰ τοῦ καλοῦντος ὑμᾶς λόγου, μάταια πονοῦντες ἐλεγχθήσεσθε. πᾶσαν γὰρ ὑμῶν τὴν βουλὴν ἣν ἂν βουλεύσησθε, διασκεδάσει κύριος, καὶ λόγον ὃν ἐὰν λαλήσητε ἀπειλοῦντές τινα πράξειν ἐναντία τῷ Ἐμμανουὴλ οὐ μὴ ἐμμείνῃ ὑμῖν. καὶ ταῦτά φαμεν, ἐπεὶ μεθ' ἡμῶν ἐστιν ὁ Ἐμμανουήλ. ταῦτα μὲν οὖν πρὸς τὰ ἔθνη ἐκ προσώπου τῶν προφητῶν λέλεκται, μεταβαλὼν δὲ πάλιν ὁ λόγος περὶ τῶν μηδέπω βουληθέντων τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι τάδε φησίν.
1.51.1
Προσφωνήσας ὁ λόγος τοῖς ἔθνεσιν ἐπιγνῶναι τὸν Ἐμμανουὴλ μεταβαίνει ἐπὶ τὸν Ἰουδαίων λαόν, ἐλέγχων αὐτὸν ὡς ἀπειθοῦντα τῇ ἰσχυρᾷ χειρί· καλούμενοι γὰρ ὑπ' αὐτῆς, δέον ὑπακούειν, οἱ δὲ ἠπείθουν καὶ ἀντέλεγον. διό φησιν· Οὕτως λέγει κύριος τοῖς ἀπειθοῦσι τῇ ἰσχυρᾷ χειρὶ καὶ τοῖς βαδίζουσιν οὐ τὴν ὁδὸν τὴν εὐθεῖαν καὶ «βασιλικὴν» τῷ θεῷ φίλην, ἀλλὰ τὴν πορείαν τῆς ὁδοῦ τοῦ λαοῦ τούτου· μὴ εἴπητέ φησι σκληρὸν εἶναι τὸν λόγον τὸν περὶ τοῦ ἀποστῆναι δεῖν ἀπὸ τῆς πορείας τοῦ λαοῦ τούτου· ὁ γὰρ λαὸς οὗτος σκληρὸν αὐτὸν νομίζει, ὑμεῖς δὲ οἱ ἀποστάντες τῆς πορείας τοῦ λαοῦ τούτου, μὴ λέγετε τοῦτο εἶναι σκληρόν. εἰ δὲ ἐπιβουλεύοιεν ὑμῖν ὡς ἀποστάταις οἱ τοῦ λαοῦ τοῦ ἀπίστου, ἀλλ' ὑμεῖς τὸν φόβον αὐτοῦ μὴ φοβηθῆτε μηδὲ ταράττεσθε ὑπ' αὐτῶν ἐλαυνόμενοι καὶ διωκόμενοι, μόνον δὲ τὸν κύριον τῶν δυνάμεων ἁγιάζοντες ἐπιγράφεσθε ἑαυτῶν φόβον· «ἀρχὴ γὰρ σοφίας φόβος κυρίου». καὶ διὰ τούτου πᾶς ὁ ἐξ ἀνθρώπων ἀπελαύνεται φόβος. Ὁ Σύμμαχος τοῦτον ἐξέδωκεν τὸν τρόπον· τάδε φησὶ εἶπε κύριος πρός με ὡς ἐν κράτει τῆς χειρὸς καὶ ἀπέστησέ με μὴ πορεύεσθαι τῇ ὁδῷ τοῦ λαοῦ τούτου λέγων· οὐκ ἐρεῖτε ἄνταρσις εἰς πᾶν ὃ ἐὰν εἴπῃ ὁ λαὸς οὗτος ἄνταρσις. ὃ δὲ λέγει τοιοῦτόν ἐστι τῇ ἑαυτοῦ χειρὶ ὁ κύριος ἐπιλαβόμενος ἀπέστησε καὶ ἀφώρισε τὸν ἑαυτοῦ προφήτην, ἐμὲ τοῦ μὴ τὴν αὐτὴν ὁδὸν βαδίζειν τῷ ἀπίστῳ τούτῳ λαῷ τῷ μὴ βουληθέντι τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι. ἀπέστησε δέ με λέγων· οὐκ ἐρεῖτε ἄνταρσις· οὗτοι μὲν γὰρ οἱ τὸν Ἐμμανουὴλ ἐπικαλέσασθαι παραιτησάμενοι ἄνταρσιν ἡγοῦνται τὴν ὑμετέραν ἐξ αὐτῶν ἀναχώρησιν, ὑμεῖς δὲ οὐκ ἐρεῖτε τοῦτο. Εἰ δὲ μόνον αὐτὸν ἔχοις σεαυτοῦ φόβον, εἴης τε πεποιθὼς ἐπ' αὐτῷ, θάρσει, εὖ εἰδώς, ὅτι ἔσται σοι εἰς ἁγίασμα, ὡς μηκέτι δεῖσθαι τοῦ σωματικοῦ ἁγιάσματος. ἁγίασμα δὲ ἐκαλεῖτο παρ' Ἑβραίοις ὁ πάλαι συνεστὼς παρ' αὐτοῖς νεὼς καὶ τούτου τὰ ἐνδοτάτω. ἔσται τοίνυν σοι τῷ ἐλαυνομένῳ μὲν ὑπ' ἐκείνων, πεποιθότι δὲ ἐπὶ τὸν κύριον ἁγίασμα, οὐχ ὁ σωματικὸς ναός, ἀλλ' αὐτὸς ὁ κύριος ἁγιάζων σε, ἐὰν πεποιθὼς ᾖς ἐπ' αὐτόν. διὸ μηδὲν φοβούμενος τὸν λαὸν τοῦτον, ἀναχώρει αὐτοῦ, πίστευε δὲ καὶ θάρσει τῷ σῷ φόβῳ· ἕξεις γὰρ αὐτὸν ἁγίασμα, οὐχὶ δὲ ὡς λίθῳ προσκόμματος προσκόψεις ἐν αὐτῷ οὐδὲ συναντήσεις αὐτῷ ὡς πέτρας πτώματι· τοιοῦτος γὰρ ἔσται τῷ οἴκῳ Ἰακὼβ διὰ τὴν ἀπιστίαν αὐτῶν· ὡς γὰρ ἐν παγίδι καὶ ἐν κοιλάσματι οἰκοῦντες οἱ ἐν Ἰερουσαλὴμ διὰ τὸ «ἀπειθεῖν» «τῇ ἰσχυρᾷ χειρὶ» τοῦ κυρίου ἔσχον αὐτὸν λίθον προσκόμματος καὶ πέτραν πτώσεως, μὴ ὄντα τῇ φύσει τοιοῦτον· τοῖς γὰρ πιστεύουσιν εἰς αὐτὸν ἁγίασμα τυγχάνει. ὁρᾷς ὅπως αὐτὸν τὸν κύριον λίθον προσκόμματος καὶ πέτραν σκανδάλου ὀνομάζει. καὶ τοιοῦτον μὲν ἔσεσθαι αὐτόν φησι τοῖς καθημένοις ἐν Ἰερουσαλὴμ καὶ τοῖς δυσὶν οἴκοις Ἰσραήλ, τοῖς δὲ εἰς αὐτὸν πεπιστευκόσιν ἁγίασμα ἔσεσθαι διδάσκει. πῶς οὖν ἐγένετο λίθος προσκόμματος καὶ πέτρα σκανδάλου τοῖς εἰρημένοις ὁ Ἐμμανουὴλ ἢ διὰ τῆς ἐκ παρθένου κυήσεως; ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ταῦτα διδάσκων ἔλεγεν· «Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία». δύο δὲ ἦσαν οἶκοι Ἰσραήλ· εἷς μὲν ὁ τῶν ἐν αὐτοῖς ἀρχόντων, θάτερος δὲ ὁ τῶν ἀρχομένων. τούτοις δὲ τοῖς δυσὶν οἴκοις, δηλαδὴ ἀθρόως τῷ ὅλῳ ἔθνει ἄρχουσί τε καὶ ἀρχομένοις, τὸν κύριον αὐτὸν εἰς παγίδα καὶ εἰς σκάνδαλον ἔσεσθαί φησιν.
1.52.1
Ἀντὶ τοῦ· Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διδάγμασί μου, ὁ δὲ Θεοδοτίων· δῆσον τὸ μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διδακτοῖς μου, καὶ ὁ Ἀκύλας ὁμοίως· δῆσον τὸ μαρτύριον, σφράγισαι νόμον ἐν τοῖς διδακτοῖς μου. λέγει δὲ ταῦτα ὁ κύριος μετὰ τὰ προειρημένα «περὶ τῶν δύο οἴκων τοῦ Ἰσραὴλ καὶ περὶ τῶν κατοικούντων ἐν Ἰερουσαλήμ», ἐπειδὰν ἐκείνοις φησὶ τὰ προλεχθέντα συμβῇ. τότε δῆσον τὸ μαρτύριον, σφράγισον τὸν νόμον ἐν τοῖς διδακτοῖς μου· οὐκέτι γὰρ ἔσται χρεία τοῦ Μωσέως νόμου οὐδὲ τῶν παρ' αὐτῷ μαρτυρίων διὰ τὸ καινὴν λοιπὸν διδασκαλίαν διὰ τῆς καινῆς διαθήκης παραδιδόναι τοῖς διδακτοῖς αὐτοῦ, δηλαδὴ πᾶσι τοῖς ἐξ ἐθνῶν ἐπὶ τὴν αὐτοῦ διδαχὴν κεκλημένοις, οἵτινες φανεροὶ τότε ἔσονται σφραγίζοντες τὸν νόμον τοῦ μὴ μαθεῖν αὐτόν· οἱ γὰρ τὸ εὐαγγέλιον παραδεξάμενοι καὶ ζῆν δεδιδαγμένοι κατὰ τὴν καινὴν διαθήκην, ὥσπερ σφραγῖδας ἐπιθέντες τῷ νόμῳ, ἀποτίθενται αὐτὸν ἅτε οὐκέτ' ὄντα χρήσιμον διὰ τὴν τοῦ κρείττονος παράθεσιν· οἱ αὐτοὶ δὲ τὴν διὰ Ἰησοῦ Χριστοῦ περιμένοντες χάριν ἐροῦσι Περιμενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. διὸ καὶ ἁγίασμα αὐτῶν γίγνεται, καθ' ἣν πεποίηται ἐπαγγελίαν φήσας· «κἂν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα». κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἐροῦσι Προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακὼβ καὶ ἀναμενῶ αὐτόν· τίνες δὲ ταῦτα ἐροῦσι, διδάξει ἐπιφέρων· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. τὰ μὲν οὖν Ἰουδαϊκὰ παιδία σωματικὰ ἦν ἐξ ἀνδρὸς καὶ γυναικός, τὰ δὲ αὐτοῦ τοῦ ταῦτα χρηματίζοντος κυρίου «οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς ἀλλ' ἐκ θεοῦ ἐγεννήθησαν», τοῦ πατρὸς τοιαῦτα αὐτῷ δεδωρημένου τέκνα, ἃ μηκέτι τῷ διὰ Μωσέως προσέχοντα νόμῳ περιμένει τὸν κύριον καὶ εἰς αὐτὸν πέποιθεν. οὐ μόνον δὲ τὰ παιδία ταῦτά φησιν ἐκ θεοῦ μοι παραδόξως δέδοται, ἀλλὰ καὶ ἄλλα πλεῖστα σημεῖα καὶ τέρατα, ἃ γενήσεται ἐν τῷ οἴκῳ Ἰσραὴλ κατὰ τοὺς προφητευομένους χρόνους. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία μου ἅ μοι δέδωκε κύριος εἰς σημεῖα καὶ εἰς τέρατα ἐν Ἰσραήλ· ταῦτα γάρ φησι τὰ παιδία, ἃ δέδωκέ μοι ὁ θεὸς εἰς τὸ δι' αὐτῶν ποιεῖν σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραήλ. ἐπληροῦτο δὲ καὶ ταῦτα ὅτε ὁ σωτὴρ τοῖς αὐτοῦ παιδίοις, μαθηταῖς δηλαδὴ καὶ ἀποστόλοις, «ἐδίδου ἐξουσίαν τοῦ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν», παρῄνει τε αὐτοῖς «πορεύεσθαι» «πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰακὼβ» μετὰ τοῦ ποιεῖν σημεῖα καὶ τέρατα. διὸ ἐπήγαγεν· «ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε». ταῦτα δὲ πάντα ἐγίγνετο παρὰ κυρίου σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. δεδήλωται δὲ διὰ τῶν ἔμπροσθεν, τίς ἦν οὗτος καὶ ὁποῖον τὸ κατοικητήριον αὐτοῦ τὸ ἐν τῷ ὄρει «τῷ ἐπουρανίῳ», περὶ οὗ φησιν ὁ Ἀπόστολος· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ».
1.53.1
Προειπὼν ὁ λόγος τὰ περὶ τῶν παιδίων τοῦ Χριστοῦ, λέγω δὲ τῶν ἀποστόλων καὶ τῶν μαθητῶν αὐτοῦ, περί τε τῶν σημείων καὶ τῶν τεράτων τῶν ἐπιτελεσθέντων δι' αὐτῶν· δι' ὧν καὶ ἡ κλῆσις γεγένηται τῶν ἐθνῶν, ἀκολούθως τὸν νέον καὶ καινὸν λαὸν τὸν ἐξ ἐθνῶν διὰ Χριστοῦ συστάντα διδάσκει τὰ προκείμενα, ὡς πρὸς αὐτοὺς λέγων· ἀκούσατε ταῦτα οἱ ἐμοὶ διδακτοί, οἱ τῆς τῶν ἐθνῶν πολυθέου πλάνης μεταθέμενοι· εἴ τινες τῶν πάλαι γνωρίμων ὑμῖν καὶ συνήθων, ἢ πατέρες ἢ συγγενεῖς παρακαλοῖεν ὑμᾶς ἐπανιέναι ἐπὶ τὴν προτέραν πλάνην, θαυμάζειν τε τὰς ἀπὸ δαιμόνων παρ' αὐτοῖς ἐπιτελουμένας μαντείας καὶ χρησμοὺς καὶ τὰ τοιαῦτα· μὴ πείθεσθε τῇ τούτων συμβουλῇ μηδὲ θαυμάζετε δαίμονας ἀπὸ κοιλίας ἀνθρώπων φωνοῦντας τοὺς ὀνομαζομένους πύθωνας μηδὲ τοὺς ἀπὸ τῆς γῆς κατά τινας γοητικὰς τέχνας ἀνιέναι νομιζομένους, τὸν δὲ ἑαυτῶν κύριον μόνον περιέπετε· εἰ γὰρ ἕκαστον ἔθνος καίτοι πεπλανημένως ὅμως δ' οὖν τοῦ ἰδίου θεοῦ περιέχεται, τοὺς τὴν ἀπλανῆ γνῶσιν ἀνειληφότας, τί χρὴ πράττειν ἢ τὸν ἑαυτῶν θεὸν ἐπιζητεῖν καὶ μὴ τοὺς νεκροὺς πολυπραγμονεῖν μηδ' ἐρωτᾶν περὶ πραγμάτων ζώντων τοὺς πάσης ζωῆς ἐστερημένους; μωρὸν γὰρ καὶ ἠλίθιον τοῦτό γε. Ἔχοντες οὖν τὸν τοῦ θεοῦ λόγον καὶ τὸν νόμον τὸν εὐαγγελικόν, εἰς βοήθειαν ὑμῖν δεδομένον, ἐξ αὐτοῦ μανθάνετε περὶ ὧν ἂν θέλοιτε καὶ τούτῳ στοιχεῖτε, ἐπεὶ μήποτε οἷόν τέ ἐστιν αὐτὸν δώροις ἐκστῆναι τοῦ ἀληθοῦς· οὐ γὰρ πέφυκε παρατρέπεσθαι χρήμασιν ὁ τοῦ θεοῦ νόμος, ὁποῖα φιλεῖ γίνεσθαι ἐν ταῖς τῶν δεισιδαιμόνων μαντείαις πολλὰ τῶν παρ' αὐτοῖς γοήτων τεχναζομένων καὶ πιπρασκόντων πολλάκις οὓς ἀναπλάττουσι χρησμοὺς πρὸς ἀπάτην τῶν χρωμένων, ἀλλ' οὐχὶ καὶ ὁ τοῦ θεοῦ νόμος τοιοῦτος, ἀληθὴς δὲ ὢν αὐτὸς «ὑμᾶς διδάξει τὴν περὶ πάντων ἀλήθειαν». εἰ δὲ τῷ νόμῳ τοῦ θεοῦ μὴ προσέχοιτε, ἥξει ἐφ' ὑμᾶς σκληρὰ λιμός, καὶ ἔσται, ὡς ἂν πεινάσητε, λυπηθήσεσθε καὶ κακῶς ἐρεῖτε τὸν ἄρχοντα καὶ τὰ πάτρια, καὶ ἀναβλέψονται εἰς τὸν οὐρανὸν ἄνω καὶ εἰς τὴν γῆν κάτω ἐμβλέψονται, καὶ ἰδοὺ ἀπορία στενή, θλῖψις καὶ στενοχωρία καὶ σκότος, ὥστε μὴ βλέπειν, καὶ οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ. πρὸς τοὺς μὴ βουλομένους ἐξερευνᾶν τὸν τοῦ θεοῦ νόμον καὶ αὐτῷ στοιχεῖν καὶ μόνον αὐτὸν περιέπειν ταῦτα λέλεκται· ἅπαξ μὲν γάρ φησιν· ἀκηκόατε ὅτι νόμον εἰς βοήθειαν δέδωκεν, νόμον ἀδέκαστον καὶ ἀδωροδόκητον, ᾧ δεῖ στοιχοῦντας πᾶσαν ἀποστρέφεσθαι δαιμονικῆς ἐνεργείας πλάνην καὶ μηθ' ὑπὸ χρησμῶν μηθ' ὑπὸ μαντειῶν ἀπατᾶσθαι· ἔστι γὰρ ὑμῖν ἀντὶ πάντων αὐτάρκης ὁ τοῦ θεοῦ νόμος. εἰ δέ τις ἐκπέσοι τούτου, παραδοθήσεται λιμῷ, «οὐ λιμῷ ἄρτου οὐδὲ δίψει ὕδατος, ἀλλὰ λιμῷ τοῦ ἀκοῦσαι λόγον κυρίου»· εἰ γὰρ παραβάτης γένοιτο τοῦ θείου νόμου καὶ ἀποστάτης αὐτοῦ σκανδαλισθεὶς ὑπὸ τῶν τοὺς χρησμοὺς καὶ τὰς μαντείας τὰς δαιμονικὰς προϊσχομένων, λιμὸς τροφῶν λογικῶν τοῦτον διαδέξεται καὶ ἔκστασις καὶ παροξυσμὸς ὡς καὶ εἰς βλασφήμους ἐκπεσεῖν λογισμούς, καταρώμενον τὸν πάλαι βασιλέα ἑαυτοῦ, ὃν καὶ θεὸν ἑαυτοῦ ὠνόμαζεν. κατὰ δὲ τοὺς Ἑβδομήκοντα οἱ τῷ λεχθέντι λιμῷ παραδοθέντες, ἅτε μὴ τρεφόμενοι τὴν ψυχὴν τῇ ζωοποιῷ τοῦ νόμου τροφῇ, λυπηθήσονται καὶ κακῶς ἐροῦσι τὸν ἄρχοντα καὶ τὰ πάτρια, ὡς μηδὲν σεμνὸν περιεχόντων τῶν πατριῶν, δηλαδὴ τῶν ἐκκλησιαστικῶν θεσμῶν τῶν πατρόθεν ἡμῖν παραδοθέντων, κακῶς ἐροῦσιν αὐτά τε καὶ τὸν ἄρχοντα βλασφημοῦντες τὸν καθηγούμενον τῶν θεοπνεύστων ἀναγνωσμάτων, λόγον αὐτόν τε τὸν Χριστὸν τοῦ θεοῦ τὸν ἄρχοντα τοῦ εὐαγγελικοῦ νόμου. διὸ τὴν ψυχὴν σκότῳ περιβληθήσονται, ἅτε δὴ ἀποστάται γενόμενοι τοῦ θείου νόμου καὶ ταῖς ἔξωθεν ἀπάταις ἐκδοθέντες. καὶ θλίψει δὲ καὶ ἀπορίᾳ συσχεθήσονται, ὡς ἀναβλέψαντας ἄνω πάντας εἰς οὐρανὸν καὶ κάτω εἰς γῆν ἀτενίζοντας μηκέτι φῶς ὁρᾶν, μόνην δὲ θλῖψιν καὶ στενοχωρίαν. τὸ δέ· οὐκ ἀπορηθήσεται ὁ ἐν στενοχωρίᾳ ὢν ἕως καιροῦ, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· ἔκλυσις καὶ στενοχωρία καὶ σκότος καὶ ἐξωσμός· οὐ γὰρ ἔκλυσις, ᾧ οὐκ ἔστι θλῖψις. ταῦτα δέ φησιν ἔσεσθαι περὶ τοὺς τὸν θεῖον ἀπολιπόντας νόμον, ἀπορρεύσαντας δὲ μετὰ τὴν πρώτην χάριν καὶ πάλιν ὑποσυρέντας τῇ τῶν πολυθέων ἐθνῶν πλάνῃ.
1.54.1
Τὴν προκειμένην περικοπὴν τῆς προφητείας ἠρτῆσθαι φήσομεν τῶν περὶ τοῦ Ἐμμανουὴλ λόγων, ἀλλ' ἐν μὲν τοῖς ἔμπροσθεν περὶ τῶν ἀπιστησάντων αὐτῷ διεξῄει τὰ προλεχθέντα, ἐν δὲ τοῖς μετὰ χεῖρα σφόδρα ἀκολούθως περὶ τῶν παραδεξαμένων αὐτὸν τὰ προκείμενα λέλεκται. τίνες δὲ ἦσαν οἱ πρῶτοι τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι, μαθεῖν ἐστιν ἀπὸ τῆς εὐαγγελικῆς γραφῆς, ἐν ᾗ λέλεκται ταῦτα· «ἀκούσας δὲ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρὲτ ἐλθὼν κατῴκησεν εἰς Καφερναοὺμ τὴν παραθαλασσίαν ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ· ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος· γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε ὁ Ἰησοῦς ἤρξατο κηρύσσειν καὶ λέγειν· ὅτι ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν». τὸ μὲν οὖν ἱερὸν εὐαγγέλιον τὰς ἀποβάσεις τῶν πρ...... ἱστορεῖ, ἡ δὲ προφητεία τὰ μέλλοντα γενήσεσθαι θεσπίζει· πρῶτον γοῦν τοῖς ἐπὶ τῆς Γαλιλαίας εὐαγγελίζεται· ἔδει γὰρ μηδὲ τὴν χώραν ἀποσιωπῆσαι, καθ' ἣν τὰς διατριβὰς ποιεῖσθαι ἤμελλεν ἀνθρώποις φανεὶς ὁ Ἐμμανουήλ. ἡ δὲ χώρα ἦν Γαλιλαία, ᾗ ποτὸν σωτήριον εὐαγγελίζεται τὸ λόγιον φάσκον· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ. δύο δέ εἰσιν αὗται φυλαί, ἡ τοῦ Ζαβουλὼν καὶ ἡ τοῦ Νεφθαλείμ, τὴν Γαλιλαίαν κληρωσάμεναι ἐν τῇ διανεμήσει τῆς γῆς τῆς ἐπὶ Ἰησοῦ τοῦ Ναυῆ γενομένης. ἀλλ' ἐπεὶ συνέβαινεν ἐν τῇ χώρᾳ ταύτῃ καὶ Ἕλληνας οἰκεῖν μεταξὺ τῶν δύο φυλῶν, οὐ γὰρ μόνον Ἰουδαῖοι, ἤδη δὲ καὶ ἀλλογενεῖς κατῴκουν τὴν χώραν, ἀναγκαίως καὶ τούτων ὁ λόγος μέμνηται φήσας· καὶ οἱ λοιποὶ οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου. σφόδρα δὲ ἀκριβῶς οὔσης καὶ ἑτέρας Γαλιλαίας ἐπάγει λέγων· οἱ τὴν παράλιον καὶ πέραν τοῦ Ἰορδάνου. παράλιον δὲ λέγει πᾶσαν τὴν ἀμφὶ τὴν Γενησαρὲτ λίμνην χώραν, ἧς μέμνηται τὸ Εὐαγγέλιον ὡς «θαλάσσης», λέγει δ' οὖν· «παράγων δὲ ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς». ἐντεῦθέν τε καὶ οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν ὡρμῶντο. ἥ τε Καφερναοὺμ καὶ ἡ Βηθσαϊδὰ καὶ ἡ Χωραζὶ καὶ αἱ λοιπαὶ κῶμαι, ὧν μέμνηται ἡ εὐαγγελικὴ γραφὴ περὶ τὴν λίμνην τῆς Τιβεριάδος εἰσέτι καὶ νῦν δείκνυνται. ἀλλὰ καὶ πέραν τοῦ Ἰορδάνου τυγχάνει ἡ Γαλιλαία αὕτη, ἐν ᾗ τὰς πλείστας ἐποιήσατο διατριβὰς ὁ Χριστὸς τοῦ θεοῦ· διὸ ποτὸν σωτήριον καὶ φῶς μέγα τοῖς ἐν αὐτῇ εὐαγγελίζεται πρώτοις. τοῦ δὲ ζωοποιοῦ τούτου ποτοῦ εἰκόνα παρεῖχεν ὁ σωτὴρ αἰσθητῶς, ὁπηνίκα «γάμου» συντελουμένου «ἐν Κανὰ τῆς Γαλιλαίας» πρῶτον παράδοξον εἰργάσατο, τὴν ἐξ ὕδατος εἰς οἶνον μεταβολήν. διὸ ἐπεσημήνατο λέγων ὁ Εὐαγγελιστής· «ταύτην ἐποίησεν ἀρχὴν τῶν σημείων ὁ Ἰησοῦς ἐν Κανὰ τῆς Γαλιλαίας». αὐτὰ δὴ οὖν ταῦτα σημαίνουσα ἡ προφητεία φησί· Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. Βούλεται γὰρ δι' ἔργων τὸν καρπὸν τοῦ λογικοῦ πόματος ἀποδιδόναι τοὺς καταξιωθέντας τοῦ μεγάλου φωτὸς τῆς σωτηρίου θεοφανείας. διό φησιν· ὁ λαὸς οἱ καθήμενοι ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ σκιᾶς θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. τίνες δὲ ἦσαν οἱ ἐν σκότῳ καὶ σκιᾷ θανάτου ἢ οἱ «ἐν ἀγνωσίᾳ τοῦ θεοῦ» τὸ πρὶν κατισχυμένοι καὶ τῷ θανάτῳ τῆς ψυχῆς δεδουλωμένοι; ἐν σκότῳ δὲ ἐτύγχανον οἱ πρὸ τῆς ἐπιλάμψεως τοῦ Χριστοῦ ἐν ἀγνωσίᾳ ὄντες «τοῦ φωτὸς τοῦ ἀληθινοῦ», καὶ ἐν σκιᾷ δὲ θανάτου ἦσαν «οἱ τὰ πρὸς θάνατον ἁμαρτάνοντες» κατὰ τό· «ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται». ἀλλ' ἕως μὲν ἐν τῷ παρόντι βίῳ τυγχάνει «ὁ πρὸς θάνατον ἁμαρτάνων», οὐχ οὕτω πάντη καταπέποται ὑπὸ τοῦ θανάτου, ὡς μὴ δύνασθαι μεταβαλόντα σωθῆναι, ἀλλ' οὐδὲ ἀπήλλακται αὐτοῦ παντελῶς, διὸ λέγεται εἶναι ἐν σκιᾷ θανάτου. πλὴν ἐπιλάμψας τούτοις πρώτοις τὴν χάριν τοῦ μεγάλου φωτὸς ἐδωρήσατο ὁ διὰ τῶν προκειμένων θεσπιζόμενος. Ἐν ταύτῃ δὲ τῇ χώρᾳ πρώτῃ πλεῖστον λαὸν ἐκτήσατο, ὡς καὶ τὸν ἀποστολικὸν χορὸν ἐξ αὐτῶν ἐκλέξασθαι. διὸ ἑξῆς εἴρηται· τὸ πλεῖστον τοῦ λαοῦ, ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου. ἀντὶ δὲ τοῦ· ὃ κατήγαγες, ἐμεγάλυνας ἡρμήνευσαν οἱ λοιποί. εἰ μὲν οὖν ἦσαν πάντες οἱ τὴν Γαλιλαίαν οἰκοῦντες εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες, πάντων ἂν ἐμνημόνευσεν ὁ παρὼν λόγος, νυνὶ δὲ ἐπειδὴ πλεῖστοι μὲν ἐπίστευσαν, πλείους δὲ τῇ ἀπιστίᾳ ἐναπέμειναν, εἰκότως τὸ πλεῖστον τοῦ λαοῦ λέλεκται τῆς σωτηρίου μετειληφέναι εὐφροσύνης. Σημαίνει διὰ τούτων ὡς πρὸς τὴν πρόχειρον λέξιν τὴν ἐν τῷ εὐαγγελίῳ τοῦ σωτῆρος ἡμῶν πρᾶξιν, ἐν ᾗ ποτὲ μὲν ἀπὸ «πέντε ἄρτων» πλῆθος ἀνδρῶν ὡς «πεντακισχιλίων» ἐθρέψατο ἐν τῇ δηλουμένῃ χώρᾳ, ποτὲ δὲ ἐξ «ἑπτὰ τετρακισχιλίους ἄνδρας χωρὶς παιδίων καὶ γυναικῶν». διὸ λέλεκται κατὰ τὸν Σύμμαχον· εὐφροσύνην εὐφρανθήσονται ἐνώπιόν σου ὡς εὐφροσύνην ἐν θερισμῷ· οὕτω γοῦν οἱ ἐν θερισμῷ τρεφόμενοι ἠθροισμένως καὶ κατὰ τὸ αὐτὸ συμποσιάζειν εἰώθασιν. καὶ κατὰ διάνοιαν δὲ οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν καὶ οἱ τούτων διάδοχοι, οἵ τε εἰς δεῦρο τῶν ἐκκλησιῶν αὐτοῦ προεστῶτες τῆς ἐνθέου εὐφροσύνης μετελάμβανον ἐνώπιον τοῦ σωτῆρος αὐτῶν δίκην ἀμώντων ἐργαζόμενοι· ἐπείπερ «ἐργάται» ἦσαν τοῦ θερισμοῦ τῶν ἐθνῶν, ὡς ἐδήλου λέγων αὐτός· «ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ὅπως ἐκβάλλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ». «ὀλίγοι» γὰρ ὡς ἀληθῶς οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἀπόστολοι καὶ οἱ τῶν ἐκκλησιῶν αὐτοῦ, ὃν δὴ τρόπον καθηγούμενοι ὡς πρὸς μέγαν καὶ πολὺν τῶν ἐθνῶν θερισμόν. οἱ δὲ αὐτοὶ οὗτοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης τὰ σκῦλα εἰς ἑαυτοὺς διῃροῦντο, ἅπερ αὐτοῖς εἰς προνομὴν δέδωκεν αὐτὸς ὁ σωτήρ. διὸ καὶ ἐν τοῖς ἔμπροσθεν ὠνόμαζεν τό· «Ταχέως σκύλευσον, ὀξέως προνόμευσον»· τὴν γὰρ πλάνην τῆς εἰδωλολατρίας καθελὼν τὸ τηνικαῦτα τὰς πάλαι «σκυλευθείσας» ὑπ' αὐτοῦ τῶν ἀνθρώπων ψυχὰς ἐλευθέρας καταστησάμενος τοῖς αὐτοῦ μαθηταῖς καὶ ἀποστόλοις, τοῖς τε τούτων διαδόχοις διένειμεν εἰς τὸ προνοεῖν αὐτῶν καὶ θεραπεύειν. οἱ δὲ ὑποδεξάμενοι δίκην τῶν εὐφραινομένων ἐν ἀμήτῳ καὶ ὃν τρόπον διαιρούμενοι δίκην τῶν εὐφραινομένων ἐν σκύλοις ἔχαιρον ἐμπιπλάμενοι εὐφροσύνης ἐπὶ τῷ πλήθει τῶν καθ' ἑκάστην ἐκκλησίαν ληΐων. Καὶ διότι ἀφῄρηται ὁ ζυγὸς ὁ πάλαι τοῖς σκύλοις ἐπικείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου τῶν αὐτῶν σκύλων· ζυγὸς γὰρ ἦν βαρὺς ταῖς τῷ διαβόλῳ δεδουλωμέναις ψυχαῖς ἐπικείμενος καὶ ἡ ῥάβδος θανατικὴ τὸν τράχηλον αὐτῶν κάμπτουσα καὶ κάτω νεύειν ποιοῦσα, ὧν ἀφῃρημένων εἰκότως ἔχαιρον οἱ διαιρούμενοι τὰ σκῦλα ταῦτα. πῶς δὲ ὁ ζυγὸς ἤρθη ἐξ αὐτῶν καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν κειμένη, διασαφεῖ λέγων ἑξῆς· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν. ἀντὶ δὲ τοῦ· τῶν ἀπαιτούντων, ὁ μὲν Ἀκύλας οὕτως ἡρμήνευσεν εἰπών· τὸν ζυγὸν βαστάγματος αὐτοῦ καὶ τὴν ῥάβδον ὤμου αὐτοῦ, σκῆπτρον τοῦ πράσσοντος, ὁ δὲ Σύμμαχος· ζυγός φησι τοῦ βαστάγματος αὐτοῦ καὶ ἡ ῥάβδος τοῦ ὤμου αὐτοῦ, ῥάβδος τοῦ ἀπαιτοῦντος ἡττήθη, καὶ ὁ Θεοδοτίων ὁμοίως τοῦ ἀπαιτοῦντος ἡρμήνευσεν, ἑνικῶς τὸν ἀπαιτοῦντα καὶ τὸν ἐκπράσσοντα σημάνας, δηλονότι τὸν διάβολον, ὃς ἐκπράσσων διετέλει τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ φόρους ὥσπερ ἀπαιτῶν τὰς χορηγουμένας αὐτῷ ἁμαρτίας. ἀλλὰ ταύτην καὶ τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος καὶ τὸν ζυγὸν τὸν βαρὺν διεσκόρπισεν ὁ γυμνώσας αὐτόν, ἐπεὶ δὲ εἰκὸς ἦν καὶ ἑτέρους πολλοὺς συνεργεῖν τῷ διαβόλῳ καὶ τούτων αὐτῶν τῶν αὐτῷ ἀπαιτούντων· πολλοὶ γὰρ ἦσαν οἱ ἐκπράσσοντες τὸ γένος τῶν ἀνθρώπων. τὸν ζυγὸν καὶ τὴν ῥάβδον ἀφεῖλεν καὶ ταῦτα κατ' αὐτῶν ἔπραξεν ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. κεῖται δὲ ἡ ἱστορία ἐν τοῖς Κριταῖς περιέχουσα ὡς ἐπὶ τοῦ Γεδεὼν οὐχ ὅπλοις νενίκηντο οἱ πολέμιοι, ἀλλὰ ἀοράτῳ καὶ θεϊκῇ δυνάμει. οὕτως οὖν ὡς ἐπὶ τῆς Μαδιὰμ ἐνικήθησαν οἱ πολέμιοι χειρὶ κρυφαίᾳ, καὶ νῦν φησι διεσκεδάσθαι τὴν ῥάβδον τοῦ ἀπαιτοῦντος διαβόλου καὶ τῶν σὺν αὐτῷ τὰς ψυχὰς τῶν ἀνθρώπων ἐκπρασσόντων. Οἱ καὶ ἡττηθέντες πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν· ἐπειδὴ γὰρ τὸν κόσμον τῆς ψυχῆς καὶ τὴν στολὴν αὐτῆς, τόν τε τῆς ἀρετῆς χιτῶνα, ὃν περιεβάλλετο συλήσας ὁ διάβολος, ὅτε αὐτὴν ἐπεῖχεν ὑποχείριον γυμνὴν αὐτὴν καὶ αἰσχρὰν καταστήσας, αἵ τε σὺν αὐτῷ δυνάμεις ἀντικείμεναι εἰσέπραττον αὐτὴν δόλῳ κατ' αὐτῆς χρώμεναι. πάντας εἰκότως ἀποτίσειν λέγεται ὑπὸ τοῦ προφητικοῦ πνεύματος φήσαντος· ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν. οἱ αὐτοὶ δὲ οὗτοι οἱ πάλαι τὰς τῶν ἀνθρώπων ψυχὰς ἐκπράσσοντες μέλλοντες πάντα ἀποτιννύειν ἐν τῷ δηλουμένῳ καιρῷ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι μᾶλλον ἢ τὸν σωτῆρα τῶν ὅλων ἐν ἀνθρώποις ἐπιδημοῦντα θεᾶσθαι. Τίς δ' οὖν οὗτος, ἑξῆς παρίστησι λέγων· ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος. ὁ δ' αὐτὸς ἦν οὗτος ὁ λεγόμενος υἱὸς καὶ ὁ παῖς καὶ ὁ Ἐμμανουήλ, τοῦτο τρίτον ἐν τῇ αὐτῇ προφητείᾳ καὶ υἱὸς καὶ παιδίον χρηματίσας. τὸ μὲν πρῶτον· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ», οἷς ἐπῆγε· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν». τὸ δὲ δεύτερον· «καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν», οἷς ἐπῆγε· «διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα». τὸ δὲ τρίτον διὰ τοῦ μετὰ χεῖρα φάσκοντος λόγου· ὅτι παιδίον ἐγεννήθη ἡμῖν. τοῦτο τοιγαροῦν τὸ παιδίον καὶ οὗτος ὁ υἱὸς ὁ ἡμῖν τοῖς εἰς αὐτὸν πεπιστευκόσι δῶρον παρὰ τοῦ θεοῦ δοθεὶς πολυώνυμός τις ὢν ἐπὶ τοῦ παρόντος. κέκληται δὲ Μεγάλης βουλῆς ἄγγελος. καὶ εἴη τοῦτο μέτριον τοὔνομα καίτοι πᾶσαν οὐ θνητὴν μόνον ὑπεραῖρον φύσιν, ἀλλὰ καὶ ἀγγελικήν· οὐ γὰρ ἁπλῶς ἄγγελον αὐτὸν προσεῖπεν, ἀλλὰ Μεγάλης βουλῆς ἄγγελον. τίς δ' ἂν γένοιτο ἡ μεγάλη βουλὴ καὶ τίνος ἢ ἡ τοῦ μεγάλου θεοῦ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων κλήσεώς τε καὶ σωτηρίας, ἧς αὐτὸς ἄγγελος παρῆν ὁ σωτὴρ ἡμῶν τῇ τοῦ πατρὸς φιλανθρώπῳ βουλῇ διακονησόμενος; κατὰ γὰρ τὴν Ἑβραίων γραφὴν μείζοσιν ἢ κατ' ἄγγελον τετίμηται προσηγορίαις, φέρειν δὲ λέγεται τὴν ἀρχὴν ἐπὶ τοῦ ὤμου αὐτοῦ. ἀρχὴ γὰρ τοῦ προφητευομένου παιδίου, τοῦτ' ἔστιν ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, ἥ τε κατὰ πάντων ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ ἐστιν, δηλαδὴ ἐπὶ τοῦ βραχίονος τῆς ἐν αὐτῷ θεότητος οὕτως νοουμένης, δι' ἣν θεότητα Μεγάλης βουλῆς ἄγγελος ὠνόμασται ὡς ἂν μόνος τὰ ἀπόρρητα τῆς πατρικῆς ἐπιστάμενος βουλῆς καὶ ταύτης ἄγγελος τοῖς ἀξίοις γεγονώς. καὶ μειζόνως δὲ ἢ κατ' ἄγγελον προσηγορίᾳ ἠξιῶσθαι αὐτὸν ἔφαμεν κατὰ τὴν τῶν Ἑβραίων ἀνάγνωσιν, ἣν ὁ μὲν Σύμμαχος τοῦτον ἡρμήνευσεν τὸν τρόπον· καὶ κληθήσεται τὸ ὄνομα αὐτοῦ παραδοξασμός, βουλευτικὸς καὶ ἰσχυρὸς δυνατός, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης, ὁ δὲ Ἀκύλας· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ φησι θαυμαστός, σύμβουλος, ἰσχυρός, δυνατός, πατὴρ ἔτι, ἄρχων εἰρήνης, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ θαυμαστός, συμβουλεύων, ἰσχυρός, δυνάστης, πατὴρ αἰῶνος, ἄρχων εἰρήνης. ἡ δὲ Ἑβραϊκὴ φωνὴ ἀντὶ τοῦ· ἰσχυρός, ἢλ περιέχει, δι' οὗ σημαίνεται ὁ θεός. πολλαχοῦ γὰρ τῆς γραφῆς τοῦ ἢλ ἐπὶ τοῦ θεοῦ κειμένου καὶ ἐν τοῖς μετὰ χεῖρας ὁμοίως παρείληπται, ὥστε διὰ ταύτης τῆς φωνῆς καὶ θεὸς ἀναγορεύεσθαι τὸ γεννηθὲν ἡμῖν παιδίον. εἰ τοίνυν καὶ ἐν τῇ προκειμένῃ προφητείᾳ τῆς περὶ τοῦ γεννηθέντος ἡμῖν παιδίου καὶ τοῦ δοθέντος ἡμῖν υἱοῦ μετὰ τῶν ἄλλων ὀνομάτων καὶ ἢλ κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ὠνόμασται, δῆλον ὡς καὶ θεὸν αὐτὸν ἡ προφητεία γνωρίζει, ὥστε εἰ λέγοιτο κατὰ τὴν Ἑβραίων γλῶτταν ἢλ γιββώρ. ὁ μὲν Ἀκύλας ἰσχυρός, δυνατὸς ἡρμήνευσε καὶ ὁ Σύμμαχος ὁμοίως καὶ ὁ Θεοδοτίων ἰσχυρός, δυνάστης φύλαξ, ἐν οἷς ὡς εἰκὸς ἐπὶ παιδίου γεννωμένου τὸ τοῦ θεοῦ ἐντάξαι ὄνομα. ἡμεῖς δὲ οὐκ ἂν ἁμάρτοιμεν θεὸν δυνατὸν ἑρμηνεύσαντες, ἐπειδὴ τὸ ἢλ ἐπιδέδεικται ἡμῖν μεταβαλλόμενον εἰς τὸ «ὁ θεός». οὕτως δὲ καλεῖν αὐτὸν θαρροῦμεν. καὶ τὸ ἢλ γιββὼρ ἰσχυρὸς δυνατὸς ἡρμήνευσεν ἡ Ἑβραίων γλῶττα καὶ ὁ Ἐμμανουὴλ καὶ τὸ ἢλ τῇ ἑαυτοῦ προσηγορίᾳ συμπεριλαμβάνων προσθήκην εἴληφεν τῇ μεθ' ἡμῶν ὁ θεός. αἱ δὲ τοιαῦται προσηγορίαι τοῦ δηλωθέντος παιδὸς τὴν κρείττονα τῆς ὑπὲρ ἄνθρωπον φύσιν αὐτοῦ παριστῶσιν. ἔνθεν οἶμαι τοὺς Ἑβδομήκοντα ὑπειδομένους τὸ ἐξαίσιον καὶ ὑπερβάλλον μέγεθος τῆς τῶν τοιούτων προσηγοριῶν......... ταῦτα μὲν ἀποσιωπῆσαι, οἰκείᾳ δέ τινι διανοίᾳ καὶ ἑτέρῳ τρόπῳ κεφαλαιωδῶς εἰπεῖν· καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος. ὅπως δὲ εἴρηται πατὴρ τοῦ μέλλοντος αἰῶνος, νοήσομεν παραθέντες τὸν Ἀδὰμ πατέρα γενόμενον «τοῦ ἐνεστῶτος αἰῶνος» καὶ τοῦ θνητοῦ τῶν ἀνθρώπων γένους. ἀλλ' «ὥσπερ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκομεν» κατὰ τὸν Ἀπόστολον, «οὕτως ἐν τῷ Χριστῷ πάντες ζωοποιηθησόμεθα». ἐπεὶ τοίνυν τοῦ νέου αἰῶνος «ἀπαρχὴ Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ ἐν τῇ παρουσίᾳ αὐτοῦ, εἶτα τὸ τέλος», τούτου χάριν πατὴρ τοῦ μέλλοντος αἰῶνος ἂν εἴρηται καὶ πάλιν εἰρήνης ἄρχων· «αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν», «εἰρηνοποιήσας τὰ περὶ τῆς γῆς καὶ τὰ ἐν τοῖς οὐρανοῖς» «καὶ τὸν κόσμον» τῷ ἑαυτοῦ «καταλλάξας» πατρί. τούτοις ἑξῆς εἴρηται· ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῶν. ποίους δὲ ἄρχοντας ἢ τοὺς σὺν αὐτῷ ἄρχειν τῆς ἐκκλησίας αὐτοῦ καθισταμένους; λέγω δὲ μαθητὰς αὐτοῦ καὶ ἀποστόλους, τούς τε τὴν τούτων διαδοχὴν καθ' ὅλης ὑποδεξαμένους τῆς οἰκουμένης, οἷς ψυχῆς ὑγείαν καὶ εἰρήνην ἔχειν πρὸς ἀλλήλους ἐδωρεῖτο, ἐν οἷς πρὸς αὐτοὺς ἔλεγεν· «εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν». Καὶ ἐπιλέγει· μεγάλη ἡ ἀρχὴ αὐτοῦ, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἐπλήσθη γὰρ ἡ παιδεία αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἢ οὐκ ἔστιν τέλος κατὰ τὸν Ἀκύλαν, ἢ οὐκ ἔστι πέρας κατὰ τὸν Θεοδοτίωνα. «μεγάλην δὲ ἀρχὴν αὐτοῦ νοήσεις τὴν καθ' ὅλης τῆς οἰκουμένης ἐκκλησίαν αὐτοῦ θεωρῶν. καὶ ἔτι μᾶλλον ἐπιστήσας ταῖς τοῦ ἱεροῦ Ἀποστόλου περὶ αὐτοῦ μαρτυρίαις, δι' ὧν φησι· «κατὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ, ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ἐν τοῖς ἐπουρανίοις ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου». οὕτως οὖν μεγάλη ἡ τοῦ σωτῆρος ἡμῶν ἀρχή. καὶ πάλιν καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστι τέλος· ἀτελεύτητος γὰρ καὶ ἀγήρως καὶ ἀπερίγραφος αὕτη τυγχάνει, διὸ λέλεκται· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». τοσαῦτα εἰπὼν περὶ τοῦ γεννηθέντος παιδίου ἔτι καὶ ταῦτα περὶ αὐτοῦ προστίθησιν· ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν. τήρει δὲ ἀκριβῶς ὅπως οὐκ εἴρηται καθεσθήσεσθαι ἐπὶ τὸν θρόνον Δαυίδ, ἀλλ' ἁπλῶς ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ κατορθῶσαι αὐτήν, ἡμῶν προσυπακουόντων τὸ ἥξειν αὐτὸν ἐπὶ τῷ κατορθῶσαι τὸν θρόνον Δαυὶδ καὶ «τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν»· ἐπειδὴ γὰρ κατέστραπτο καὶ καθῄρητο ἡ βασιλεία Δαυὶδ ἀπὸ τῶν χρόνων τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τοῦ λαοῦ, ἦσαν δὲ προφητεῖαι θεσπίζουσαι τὸν θρόνον τοῦ Δαυὶδ διαλάμψειν φωτὸς ἡλιακοῦ δίκην καθ' ὅλης τῆς τῶν ἀνθρώπων οἰκουμένης. ταύτην αὐτὴν ἐλήλυθεν τὴν ἐπαγγελίαν πληρώσας «ἐκ σπέρματος μὲν Δαυὶδ κατὰ σάρκα» γεννώμενος, καταλάμπων δὲ τὰς τῶν ἀνθρώπων ψυχὰς καὶ τὴν βασιλείαν αὐτοῦ κρατύνων διὰ πάντων τῶν καθ' ὅλης τῆς οἰκουμένης ἐθνῶν· ἐν τούτοις γὰρ τὸν θρόνον Δαυὶδ διωρθώσατο, οὐχ ὅπλοις καὶ δόρασιν, ἀλλ' ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ. καὶ τοῦτ' ἔπραξεν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα, τοῦ μὲν ἀπὸ τοῦ νῦν χρόνου ἀρχὴν σημαίνοντος ὡρισμένην, δι' ἧς ὁ καιρὸς ἐδηλοῦτο τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ, τοῦ δὲ εἰς τὸν αἰῶνα τὴν ἄπειρον καὶ διαρκῆ βασιλείαν αὐτοῦ παριστῶντος. τηρητέον δὲ ὡς ἡ μὲν πρώτη περὶ τοῦ προφητευομένου πρόρρησις «ἐκ παρθένου τεχθήσεσθαι» αὐτὸν ἐδήλου, ἡ δὲ δευτέρα ὡσανεὶ ζητουμένου πῶς ἔσται τοῦτο τὸν κύριον εἰσῆγεν λέγοντα· «καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν», ἡ δὲ τρίτη οὐκέτι μνημονεύει κυήσεως παρθενικῆς οὐδὲ τοῦ τρόπου τῆς κατὰ θεὸν παραδόξου συλλήψεως. ἅτε δὴ προμεμαθηκότων ἡμῶν ταῦτα περὶ τοῦ παιδὸς αὐτοῦ διεξέρχεται παιδεύων ἡμᾶς τὰ ἀπόρρητα τῆς περὶ αὐτοῦ θεολογίας, ταῦτα δὲ πάντα περὶ τοῦ τυχόντος παιδίου λέγεται. οὐκ οἶδα πῶς συστήσαιεν οἱ ἐκ περιτομῆς μὴ βουλόμενοι παραδέξασθαι τὸν ἡμέτερον σωτῆρα, ᾧ τὰ ἔργα μαρτυρεῖ καὶ τῶν πραγμάτων ἡ ἔκβασις τοὺς λόγους ἐπισφραγίζεται. ὁ ζῆλος κυρίου σαβαὼθ ποιήσει ταῦτα· ποῖος ζῆλος ἢ ὃν ἐζήλωσεν ἀγαθὸν καὶ αὐτῷ πρέποντα εἰς τὸ σῶσαι πάντας τοὺς ὑπὸ τοῦ διαβόλου καταδυναστευθέντας καὶ εἰς ἀθεότητα κατασυρέντας;
1.55.1
Τῆς τοῦ Ἐμμανουὴλ ὑποθέσεως πέρας λαβούσης ἀνατρέχει ὁ λόγος ἐπὶ τὴν τοῦ Ἰσραὴλ προφητείαν, οὗ χάριν καὶ τὴν τοῦ Ἐμμανουὴλ πεποίητο μνήμην· ἐπειδὴ γὰρ ὁ ἐν Σαμαρείᾳ βασιλευόμενος λαὸς ὁ καλούμενος Ἰσραὴλ συμμαχοῦντος αὐτῷ τοῦ τῶν Σύρων βασιλέως ἐπῄει πολιορκήσων τὴν Ἰερουσαλήμ, ἠγωνία τε τὴν ἔφοδον «τῶν δύο βασιλέων» ὁ Ἄχαζ, κελεύεται ὁ προφήτης θεσπίζειν τὰ ἀναγεγραμμένα, ἐν οἷς ἦν καὶ τὰ περὶ τοῦ Ἐμμανουήλ, περὶ οὗ μακρὸν κατατείνας λόγον αὖθις ἐπαναλαμβάνει τὴν περὶ τοῦ Ἰσραήλ, λέγω δὲ τοῦ ἐν Σαμαρείᾳ βασιλευομένου λαοῦ προφητείαν, δι' ἧς ταῦτά φησιν· ὁ μὲν οὖν κύριος οὐκ ἐπὶ τὸν Ἰσραήλ, ἀλλ' ἐπὶ τὸν Ἰακὼβ ἀτελέστερον ὄντα αὐτοῦ λαὸν ἀπέστειλε θάνατον ἢ λόγον ἀποφατικὸν ὀργῆς· οὐ γὰρ ἐπὶ τὸν Ἰσραὴλ προηγουμένως, ἀλλ' ἐπὶ τὸν Ἰακὼβ τοῦτον ἀπεστάλκει ὡς ὑποβεβηκότα καὶ σωματικώτερον. ὁ δὲ ἀποσταλεὶς ἐπὶ τὸν Ἰακὼβ θάνατος ἢ λόγος ἀποφατικὸς ὀργῆς τοὺς νομιζομένους ἐν αὐτοῖς κρείττους ὀργῆς ἀξίους καὶ θανάτου καταλαβών, λέγω δὲ τοὺς καλουμένους Ἰσραήλ, ἐπ' αὐτοὺς ἦλθε. τὴν δὲ διαφορὰν τοῦ Ἰακὼβ καὶ τοῦ Ἰσραὴλ γνῴης ἂν ἀπὸ τοῦ πρώτου πατριάρχου, ὃς κατὰ μὲν τὴν ἔνσαρκον γένεσιν Ἰακὼβ ἐκαλεῖτο, τῇ δὲ κατὰ θεὸν προκοπῇ ἐπιδοὺς καὶ τῆς τοῦ θεοῦ καταξιωθεὶς ὁμιλίας Ἰσραὴλ ἐπωνομάσθη ὑπὸ τοῦ χρηματίσαντος αὐτῷ καὶ εἰρηκότος· «οὐκέτι τὸ ὄνομά σου Ἰακὼβ κληθήσεται, ἀλλὰ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ θεοῦ». εἰκότως οὖν τοὺς μὲν ἀλογωτέρους καὶ σωματικωτέρους τοῦ Ἰουδαίων ἔθνους Ἰακὼβ ἐν τούτοις ὀνομάζει, τοὺς δὲ νομιζομένους ἐν αὐτοῖς λογικωτέρους Ἰσραὴλ ἀποκαλεῖ. κατηγορεῖ τοίνυν καὶ τούτων τῶν νομιζομένων εἶναι κρειττόνων ὁ λόγος ὡς καὶ αὐτῶν θανάτου γενομένων ἀξίων, διόπερ εἴρηται· θάνατον ἀπέστειλεν κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ. Τίς δὲ ἦν ὁ Ἰσραήλ, ἑξῆς παρίστησι λέγων· καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφραὶμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ ἐφ' ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες Πλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους καὶ κόψωμεν συκαμίνους καὶ κέδρους καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον· αὐτοὶ γὰρ οὗτοι οἱ τὴν Σαμάρειαν ἐνοικοῦντες Ἰσραὴλ χρηματίζοντες καὶ λαὸς τοῦ Ἐφραὶμ ὀνομαζόμενοι διὰ τὸ βασιλεύεσθαι ὑπὸ τῶν ἐκ φυλῆς Ἐφραίμ, χλευάζοντες καὶ ἐξευτελίζοντες τὴν Ἰερουσαλήμ, πλίνθοις αὐτὴν ἔφασκον ᾠκοδομῆσθαι, καὶ τὰς στέγας ἔχειν ἀπὸ συκαμίνων, ἢ συκομώρων κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. εἶθ' ὡς αὐτοὶ βελτίονα πόλιν κατασκευάζοντες ἐπηγγέλλοντο διὰ λίθων ξεστῶν καὶ κέδρων οἰκοδομήσειν, καὶ ἀντὶ τοῦ ναοῦ τοῦ ἐν τῇ Ἰερουσαλὴμ πύργον ἑαυτοῖς ἀναστήσειν ἐν τῇ Σαμαρείᾳ. Ἐπεὶ τοίνυν τοιαῦτα τετολμήκασιν ἀπαυθαδίσασθαι, ἀπειλεῖ αὐτοῖς ἑξῆς φάσκων ὁ λόγος· καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανισταμένους ἐπὶ τὸ ὄρος Σιὼν ἐπ' αὐτὸν καὶ τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσει· ἐπειδὴ γὰρ τοιαῦτα κατεθρασύνοντο κατὰ τοῦ ὄρους Σιὼν καὶ κατὰ τοῦ ἐν αὐτῷ τιμωμένου θεοῦ, ὡς ἀπὸ μεγάλου ὕψους τῆς ὑπερηφανίας αὐτῶν ταπεινώσειν καὶ καταρράξειν αὐτοὺς ἀπειλεῖ. τοὺς γὰρ ἐπὶ τὸ ὄρος Σιὼν ἐπανισταμένους ἐπ' αὐτὸν τὸν θεὸν ἀσεβεῖν συνέβαινεν, οὓς ταπεινώσειν καὶ ῥάξειν φησίν, οὐ μόνους ἀλλὰ καὶ πάντας τοὺς ἐχθροὺς αὐτοῦ διασκεδάσειν, σημαίνων τοὺς ἐν Δαμασκῷ συμμαχοῦντας τῷ Ἰσραὴλ κατὰ τὰ ἔμπροσθεν ἀποδεδομένα. καὶ πάντας δὲ τοὺς ἐκ τῶν λοιπῶν ἐθνῶν ἐπανισταμένους τῷ ὄρει Σιὼν καὶ τῷ θεῷ τῷ ἐνταῦθα τιμωμένῳ διασκεδάσειν ἐπαγγέλλεται, ὧν οἱ μὲν ἦσαν ἀνατολικοί τινες, οἱ δὲ ἀφ' ἡλίου δυσμῶν, μέσοι δὲ τούτων οἱ Ἕλληνες· πάντες γὰρ οὗτοι τὸν προλεχθέντα Ἰσραὴλ ὅλῳ τῷ στόματι κατεσθίοντες καὶ καταβάλλοντες ἐπὶ τὴν τῆς εἰδωλολατρίας αὐτῶν πλάνην, βοηθεῖν καὶ συμμαχεῖν ἐπηγγέλλοντο τοῖς ἐπανισταμένοις κατὰ τοῦ ὄρους Σιών. οὐκ ἂν δὲ ἁμάρτοις ὅλῳ τῷ στόματι τῶν Ἑλλήνων καὶ τῶν ἀλλοφύλων κατεσθίεσθαι λέγων τοὺς διὰ «τῆς σοφίας τοῦ αἰῶνος τούτου» τῆς Ἑλληνικῆς ἀπάτης εἰς ἀποστασίαν χωροῦντας, οἷος ἦν ὁ διὰ τῶν μετὰ χεῖρας κατηγορούμενος Ἰσραήλ, διόπερ ὁ θυμὸς τοῦ θεοῦ κατ' αὐτῶν ἠγείρετο καὶ ἡ χεὶρ ἡ ὑψηλὴ παρεσκευάζετο πρὸς τὴν κατ' αὐτῶν ὀργήν. οἱ δὲ οὐδὲ οὕτως ἐπέστρεφον οὐδὲ τὸν κύριον τῶν δυνάμεων ἐπεζήτουν, «κατὰ δὲ τὴν σκληρότητα αὐτῶν καὶ τὴν ἀμετανόητον καρδίαν ἐθησαύριζον ἑαυτοῖς ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς» οὐ τοῦ θεοῦ παθητικῶς ὀργιζομένου, τοῦ δὲ κατ' αὐτῶν ἐξ... τιμωρίας... κατὰ τὴν τῆς γραφῆς συνήθειαν ὀνομαζομένης.
1.56.1
Ἀντὶ τοῦ· καὶ ἀφεῖλε κύριος ἀπὸ Ἰσραήλ, ὁ μὲν Ἀκύλας καὶ ὀλοθρεύσει κύριος, ὁ δὲ Σύμμαχος καὶ ἐξολοθρεύσει κύριος, ὁ δὲ Θεοδοτίων καὶ ἀφελεῖ μελλητικῶς εἰρήκασιν, ὡς μέλλοντος ταῦτα ποιήσειν τοῦ θεοῦ, ἃ «πρὶν γενέσθαι» προέλεγεν, ἐπιστρέφων εἰς μετάνοιαν τοὺς ἀκροωμένους, ὡς ἂν μὴ πάθοιεν τὰ ἀπειλούμενα. ἐν ἡμέρᾳ δὲ μιᾷ φησι πάντα ποιήσειν τὰ προλεχθέντα σαφῆ τυγχάνοντα· τοῦτ' ἔστιν ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρόν. κεφαλὴν δὲ καὶ οὐρὰν εἰπὼν ᾐνίξατο ζῷον ἄλογον· οὐ γὰρ ἀνθρώπου ἴδιον, ἀλλὰ ζῴων ἀλόγων τὸ οὐρὰν ἔχειν, οἷς τὸν λαὸν ἀφωμοίωσεν, ἢ κεφαλὴν καὶ οὐρὰν τὸν λογικὸν καὶ τὸν ἄλογον ἢ τὸν ἄρχοντα καὶ τὸν τῶν ἀρχομένων ἔσχατον, ὃ δὴ καὶ διεσάφησεν εἰπών· μέγαν καὶ μικρόν. ἀντὶ δέ· καὶ τοὺς τὰ πρόσωπα θαυμάζοντας, ὁ Σύμμαχος καὶ αἰδέσιμον ἡρμήνευσεν. καὶ οὗτος οὖν ὁ αἰδέσιμος καὶ ὁ πρεσβύτης δύναται εἶναι ἡ κεφαλή, ἡ δὲ οὐρὰ ὁ διδάσκων ἄνομα προφήτης, ὃς ὡσανεὶ ἀλόγου ζῴου ἔσχατον ὑπάρχων μέλος. ἀφαιρεθήσεσθαι τούτους καὶ ἐξολοθρευθήσεσθαι ὑφ' ἕνα καιρὸν ὁ λόγος ἀπειλεῖ. τοὺς δὲ ἄλλως λέγοντας παρὰ ταῦτα καὶ μακαρίζοντας τὸν λαὸν ψευδοπροφήτας ὑπάρχοντας πλάνους εἶναί φησι πλανῶντας, ὅπως καταπίωσιν αὐτούς, ἐξ αὐτῶν κέρδη εἰς αὐτοὺς ἀποφερόμενοι. Οὗ χάριν ἐπιτίθησιν αὐτοῖς τὰς οὕτως ἐχούσας ἀπειλάς· διὰ τοῦτο ἐπὶ τοὺς νεανίσκους αὐτῶν οὐκ εὐφρανθήσεται κύριος καὶ τοὺς ὀρφανοὺς αὐτῶν καὶ τὰς χήρας αὐτῶν οὐκ ἐλεήσει καὶ τὰ ἑξῆς. ταῦτα ὡς ἀγαθὸς ψυχῶν γεωργὸς ὁ θεὸς ποιήσειν ἀπειλεῖ, ἵνα ἡ ἐν αὐτοῖς ἀνομία ἀφανισθῇ δίκην ὑλομανοῦς βοτάνης ὑπὸ πυρὸς ἀναλισκομένης, ὃ δὴ σημαίνει λέγων· καὶ καυθήσεται ὡς πῦρ ἡ ἀνομία καὶ ὡς ἄγρωστις ξηρὰ βρωθήσεται ὑπὸ πυρός· καὶ καυθήσεται ὡς ἐν τοῖς δάσεσι τοῦ δρυμοῦ, καὶ συγκαταφάγεται τὰ κύκλῳ τῶν βουνῶν πάντα. κατὰ ταῦτα γάρ φησι τὰ παραδείγματα μετελθοῦσα τοὺς προλεχθέντας ἡ ὀργὴ τοῦ θεοῦ μεγάλην ἐν αὐτοῖς ἀπεργάσεται σύγχυσιν, ὡς ἐπαναστῆναι ἀδελφὸν ἀδελφῷ καὶ μηδένα τοῦ πέλας φείσασθαι, πάντας δὲ ἀλλήλοις χρήσασθαι ὡς ἐχθροῖς ὡς πολεμίοις, εἰς τοσοῦτον δὲ ἐλάσειν ἀναφλεγομένην ἐν αὐτοῖς τὴν πρὸς ἀλλήλους στάσιν, καὶ τὸν ἐμφύλιον πόλεμον, ὡς καὶ τὰς δύο φυλάς, τὴν τοῦ Ἐφραὶμ καὶ τοῦ Μανασσῆ, ἐξ ἑνὸς πατρὸς γενομένας τοῦ Ἰωσήφ, καὶ ὑπὸ τὴν αὐτὴν ὄντας βασιλείαν, μίαν τε καὶ τὴν αὐτὴν πόλιν τὴν Σαμάρειαν οἰκοῦντας ἀλλήλοις ἐπαναστῆναι καὶ τοὺς ἀλλήλων βραχίονας καταφαγεῖν, μηκέτι σχολάζοντας τῷ κατὰ τοῦ Ἰούδα πολέμῳ μηδὲ τῇ πολιορκίᾳ τῆς Ἰερουσαλήμ, καθ' ἑαυτῶν δὲ ἀκονήσαντας τὰ ἑαυτῶν ξίφη ἑαυτοὺς διαχειρίσασθαι. καὶ ταῦτα δὲ ἔσται αὐτοῖς ἀπὸ τῆς ὀργῆς τοῦ θεοῦ μηδὲ μέχρι τούτων στησομένης, ἀλλὰ καὶ ἕτερα πρὸς τούτοις μελλούσης αὐτοῖς ἐπαγαγεῖν, ὥσπερ δὲ «ἐπὶ τοῦ ὄφεως καὶ τῆς γυναικὸς» ἠπείλει ὁ θεὸς «ἔχθραν θήσειν ἀνὰ μέσον αὐτῆς καὶ αὐτοῦ», ἐπὶ καλῷ δὲ καὶ συμφέροντι γενησομένης τῆς ἔχθρας. οὕτω καὶ νῦν τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν κατηγορουμένων ὑπὸ τῆς προφητείας «διασκεδάσειν» ὁ θεὸς ἐπαγγέλλεται, οἷς παραπλησίως καὶ ἐν Εὐαγγελίοις ὁ σωτὴρ ἀναγέγραπται λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν ἀλλὰ μάχαιραν. ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς».
1.57.1
Τοῦ καλουμένου μὲν Ἰσραήλ, λέγω δὲ τοῦ Ἰουδαίων λαοῦ τοῦ ἐν Σαμαρείᾳ βασιλευομένου, καὶ ταῦτα πρὸς τοῖς προτέροις ὁ παρὼν λόγος κατηγορεῖ, φάσκων αὐτοὺς πρὸς ἔριν καὶ φιλονεικίαν τῶν τὰς ἀληθεῖς προφητείας τοῦ θεοῦ γραφόντων ψευδοπροφητείας συντάττειν. ἦσαν οὖν ψευδοπροφῆται πλεῖστοι, ὅσοι ἐν τῷ Ἰσραὴλ ἐναντία φθεγγόμενοι καὶ ἐναντία γράφοντες τοῖς ἀληθέσι τοῦ θεοῦ προφήταις. οἱ δ' αὐτοὶ καὶ συγγραφὰς ἐποιοῦντο παρανόμους καὶ πάσης πονηρίας μεστάς.... τῇ θείᾳ τοῦ νόμου γραφῇ προσέχειν καὶ κατ' αὐτὴν κρίνειν, οἱ δὲ ὥσπερ ἐναντίους συντάττοντες νόμους πένητας οἰκτροὺς κατεδυνάστευον, βιαζόμενοί τε ἐπλεονέκτουν ἀπειροτάτους τε ὀρφανοὺς καὶ χήρας. τοιούτους δ' ἂν εἴποις καὶ τοὺς διὰ μοχθηρῶν συγγραμμάτων εἰσέτι καὶ νῦν διαστρέφοντας τῶν ἀκεραιοτέρων τὰς ψυχάς, οἷς ὁ προφητικὸς ἀπειλεῖ λόγος φάσκων· καὶ τί ποιήσουσιν ἐν τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; καθ' ἣν ἡ θλῖψις καὶ ἡ κατ' αὐτῶν ὀργὴ πόρρωθεν ἥξει· μακρὰν γὰρ οὖσαν αὐτὴν διὰ τὸ ἀπελαύνεσθαι ἐξ ἐμοῦ τοῦ θεοῦ. ὑμεῖς, ὦ οὗτοι, πρὸς οὓς ταῦτα λέγεται, ὥσπερ βιαζόμενοι καθ' ἑαυτῶν αὐτὴν ἐπισπᾶσθε, ἧς ἐπελθούσης πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Εἶτα συνήθως ἐπιλέγει· ἐπὶ πᾶσι τούτοις οὐκ ἀπεστράφη ἡ ὀργὴ αὐτοῦ, ἀλλ' ἔτι ἡ χεὶρ ὑψηλή· ἐπιμένοντες γὰρ τοῖς αὐτοῖς ἀτοπήμασι τῶν διὰ τοῦ λόγου κατηγορουμένων, ἀκόλουθον ἦν καὶ τὴν κατ' αὐτῶν παράμονον γίγνεσθαι ὀργήν. καὶ δὴ μέχρι τούτων ἔστησε τὰς κατὰ τοῦ λαοῦ κατηγορίας, μεθ' ἣν ἀκολούθως τοῖς διὰ τῆς προφητείας ἠπειλημένοις, οὐκ εἰς μακρὸν πόρρωθεν ἐπιστάντες Ἀσσύριοι πολιορκοῦσι τὴν Σαμάρειαν καὶ πᾶσαν τὴν χώραν αὐτῶν δῃοῦσιν, ὅλας τε ἐννέα φυλὰς τοῦ Ἰουδαίων ἔθνους αἰχμαλώτους εἰς τὴν Ἀσσυρίων ἀπάγουσι. καὶ τοῦτο πράττουσιν ἐπὶ Ἑζεκίου βασιλέως Ἰερουσαλήμ, καθ' ὃν ἡ ἐν Σαμαρείᾳ συνεστῶσα τοῦ Ἰσραὴλ βασιλεία εἰς τὸ παντελὲς κατελύθη, ἧς παυσαμένης δύο ἥμισυ φυλαὶ τοῦ ἔθνους μόναι περιελείφθησαν ὑπὸ τοῖς διαδόχοις Δαυὶδ βασιλευόμεναι ἐν Ἰερουσαλήμ. διὸ μέχρι τούτου στήσας ὁ λόγος τὴν περὶ τοῦ Ἰσραὴλ προφητείαν μεταβαίνει λοιπὸν ἐπ' αὐτοὺς τοὺς Ἀσσυρίους τὰ μέλλοντα καὶ αὐτοῖς συμβήσεσθαι θεσπίζων διὰ τῶν ἐπιφερομένων.
1.58.1
Μετὰ τὴν τοῦ λαοῦ τοῦ καλουμένου Ἰσραὴλ αἰχμαλωσίαν ἀκολούθως ὁ λόγος μεταβαίνει ἐπὶ τοὺς αἰχμαλωτεύσαντας· ἦσαν δὲ οὗτοι Ἀσσύριοι, οἷς τὰ προκείμενα ἀπειλεῖ. ὅτι δὲ ἀπῆκτο ὑπὸ Ἀσσυρίων ὁ λαὸς καὶ πεπολιόρκητο ἡ Σαμάρεια, ὅτε τὰ μετὰ χεῖρας ἐλέγετο, δῆλον τυγχάνει ἐκ τοῦ λέγεσθαι ἐν αὐτοῖς ἐκ προσώπου τοῦ τῶν Ἀσσυρίων βασιλέως· καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι, καὶ πάλιν· ὃν τρόπον γὰρ ἐποίησα Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω καὶ Ἰερουσαλήμ. καὶ ἡ ἱστορία δὲ διδάσκει, ὅτι «ἐν ταῖς ἡμέραις Ἄχαζ ἀνέβη ὁ βασιλεὺς τῶν Ἀσσυρίων εἰς Σαμάρειαν καὶ ἐπολιόρκησεν αὐτήν»· καὶ τέως μὲν μέρος τι τοῦ λαοῦ ᾐχμαλώτισεν, ἐπὶ δὲ Ἑζεκίου τοῦ τὸν Ἄχαζ διαδεδεγμένου πάντα τὸν λαὸν «ἀπῴκισεν» εἰς Ἀσσυρίους. τοιαῦτα δὴ πραξάντων τῶν Ἀσσυρίων ὁ παρὼν λόγος ὡς πρὸς αὐτοὺς τὰ προκείμενα διεξέρχεται λέγων ῥάβδου παιδευτικῆς καὶ ἐπιστρεπτικῆς πεῖραν ἐχρῆν λαβεῖν τὸν μὴ διὰ τῶν προφητικῶν λόγων σωφρονισθέντα λαόν· διόπερ ἤγειρα κατ' αὐτοῦ τοὺς Ἀσσυρίους ὥσπερ ἐμῇ ῥάβδῳ, παραδιδοὺς αὐτὸν ταῖς τῶν Ἀσσυρίων χερσίν, ὅπως δι' αὐτῶν ἡ ὀργὴ καὶ ὁ θυμός, ὃν ἐπεσπάσαντο ἑαυτοῖς, μετέλθοι αὐτούς. ἐγὼ μὲν οὖν τὴν ἐμαυτοῦ ὀργὴν διὰ τῶν Ἀσσυρίων εἰς τὸ ἄνομον ἔθνος ἀπέστελλον, ὃ δὴ ἐνομίζετο εἶναι ἐμὸς λαός, συνεχώρησά τε καὶ πολεμῆσαι καὶ σκυλεῦσαι καὶ διαρπάσαι αὐτὸν καὶ τὰς πόλεις αὐτοῦ πάσας καθελεῖν ὡς ἔδαφος αὐτὰς καὶ εἰς κονιορτὸν χωρῆσαι. Ὁ δὲ Ἀσσύριος τὴν παρ' ἐμοῦ λαβὼν ἐξουσίαν οὐχ οὕτως ἐνεθυμήθη, ἀλλ' ὑπερήρθη τῷ λογισμῷ ὡς οἰκείᾳ δυνάμει τοῦ ἐμοῦ περιγενόμενος λαοῦ. εἶτα μὴ ἀρκεσθεὶς τῇ τούτων πολιορκίᾳ μυρία ἄλλα ἔθνη μετέρχεσθαι ἀπειλεῖ, ὡς ἂν τοῦ κρείττονος καὶ θεῷ ἀνακειμένου κρατήσας. διὸ δὴ τῶν ὑποχειρίων αὐτῷ γενομένων θαυμαζόντων αὐτὸν καὶ λεγόντων· Σὺ μόνος εἶ ἄρχων, ἀποκρίνεται πρὸς αὐτοὺς λέγων· μήπω με καλεῖτε ἄρχοντα μηδὲ κύριον, ἐπεὶ μηδέπω πάσας εἴληφα τὰς ἁπανταχοῦ χώρας, οὔτε γὰρ τὴν ἐπάνω Βαβυλῶνος οὔτε τὴν Χαλάνην, οὗ ὁ πύργος ᾠκοδομήθη κατὰ τὸν χρόνον τῆς διασπορᾶς τῶν γλωσσῶν, ὑποχειρίους πεποίημαι. μικραὶ δὲ αὗται καὶ βραχεῖαι σφόδρα τυγχάνουσιν, ὧν τέως περιγέγονα, Ἀραβίας γὰρ καὶ Δαμασκοῦ καὶ Σαμαρείας τέως κεκράτηκα, πλὴν ἀλλ' ὃν τρόπον ταύτας ἔλαβον, οὕτω καὶ πάσας τὰς ἀρχὰς λήψομαι. τοιαῦτα καταλαζονευσαμένων τῶν Ἀσσυρίων εἰκότως ὁ προφητικὸς λόγος τὰ παρόντα πρὸς αὐτοὺς ἀποτείνεται καὶ πρὸς τὸν ἄρχοντα αὐτῶν λέγων· «Οὐαὶ Ἀσσυρίοις», ὅτι οὐ συνῆκαν ὡς ἄρα ἡ ἐμὴ ὀργὴ ἡ κατὰ τῶν πλημμελούντων τὴν ἐξουσίαν αὐτοῖς τῆς τοσαύτης ἀρχῆς δέδωκεν. οἱ δὲ μὴ λογισάμενοι τοῦτο τῇ ἑαυτῶν δυνάμει τῶν ἐθνῶν κεκρατηκέναι ὑπέλαβον. καὶ ταῦτα μὲν περὶ τούτων, τὰ δ' ἑξῆς ἐπιφερόμενα αὐτὸς ὁ θεὸς κατὰ τῆς Ἰερουσαλὴμ ἀπειλεῖ λέγων· ὀλολύξατε, γλυπτὰ ἐν Ἰερουσαλήμ· ὃν τρόπον γὰρ ἐποίησα τῇ Σαμαρείᾳ καὶ τοῖς χειροποιήτοις αὐτῆς, οὕτως ποιήσω τῇ Ἰερουσαλὴμ καὶ τοῖς εἰδώλοις αὐτῆς. ὅπως δὲ κατὰ τὴν βασιλείαν Ἄχαζ καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπ' αὐτῆς τῆς Ἰερουσαλὴμ εἰδωλολάτρουν οἱ τοῦ καλουμένου λαοῦ Ἰούδα ἡ γραφὴ τῶν Βασιλειῶν διδάσκει. τὰ ἴσα τοίνυν τῇ Σαμαρείᾳ καὶ τῇ Ἰερουσαλὴμ πείσεσθαι ὁ λόγος ἀπειλεῖ, προλέγει τε ταῦτα προκαλούμενος εἰς ἐπιστροφὴν καὶ μετάνοιαν τοὺς ἀκούοντας, φόβῳ τε τοῦ παραδείγματος σωφρονίζων αὐτούς· οὐ γὰρ ὁ Ἀσσύριός φησιν ἐποίησεν τὰ κατὰ τῆς Σαμαρείας, ἀλλ' ἐγὼ ὁ θεὸς διὰ τὰς τῶν οἰκητόρων ἀσεβείας. οὐκοῦν κατὰ τὸν τοῦ δικαίου λόγον καὶ τοὺς ἐν τῇ Ἰερουσαλὴμ εἰκὸς παραδοθήσεσθαι τῇ ἴσῃ πολιορκίᾳ, ὡς ἂν τὰ ἀδελφὰ μεταχειριζομένους τοῖς τὰ προλεχθέντα πεπονθόσιν. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑνδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.
1.59.1
Προδιδάξας ὁ λόγος τὴν ἅλωσιν τῆς Σαμαρείας τὴν ὑπὸ Ἀσσυρίων γενομένην καὶ τὰς κατὰ τῶν Ἀσσυρίων ἀπειλάς, τὰ ἴσα τε πείσεσθαι καὶ τὴν Ἰερουσαλὴμ διὰ τὰς ὁμοίας εἰδωλολατρίας θεσπίσας, ἀκολούθως διὰ τῶν προκειμένων διδάσκει, ὅτι τέως μὲν οἱ Ἀσσύριοι καὶ ὁ τούτων ἄρχων, εἰ καὶ τοιαῦτα ὁποῖα προδεδήλωται ἀπηυθαδίσαντο τὴν Σαμάρειαν ὑποχείριον πεποιημένοι καὶ τὴν Δαμασκόν, ὅμως ἕξουσι τὸ ἐνδόσιμον τοῦ χρόνου μέχρι τινὸς καιροῦ, μεθ' ὃν οὐκέτι συστήσεται αὐτῶν ἡ ἀρχὴ τῆς μακρᾶς καὶ πολυετοῦς αὐτῶν βασιλείας εἰς τὸ παντελὲς καταλυθησομένης. τίς δ' ἂν γένοιτο οὗτος ὁ καιρός, διασαφεῖ λέγων· καὶ ἔσται ὅταν συντελέσῃ κύριος πάντα ποιῶν ἐν τῷ ὄρει Σιὼν καὶ ἐπὶ Ἰερουσαλήμ· ὅταν γὰρ συντελέσῃ καὶ ἐπὶ πέρας ἀγάγῃ πάντα ποιῶν ὁ κύριος ὅσα ὥρισεν. ὥρισε δὲ τὰ ἐν ταῖς προφητείαις φερόμενα καὶ τὰ ἐν ταῖς ἱεραῖς γραφαῖς γεγραμμένα περὶ τῶν συμβεβηκότων τοῖς τόποις, τὸ τηνικαῦτά φησιν ἐπάξειν ἐπὶ τὸν νοῦν τὸν μέγαν, ἢ κατὰ τὸν Σύμμαχον· ἐπισκέψομαί φησιν ἐπὶ τὸν καρπὸν τῆς εὐφροσύνης τῆς καρδίας βασιλέως Ἀσσυρίων καὶ ἐπὶ τὸ καύχημα τοῦ ὕψους τῶν ὀφθαλμῶν αὐτοῦ. Καὶ γὰρ καὶ οὗτος μὴ δοὺς δόξαν τῷ θεῷ μηδὲ λογισάμενος, ὅτι ὁ τῶν ὅλων θεὸς αὐτὸς ἦν ὁ παραδοὺς αὐτῷ καὶ τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν καὶ πάντας τοὺς τιμωρίας ἀξίους, μέγα ἐφρόνησε διανοηθεὶς καὶ πρὸς ἑαυτὸν εἰπὼν κατὰ τὸν Σύμμαχον· ἐν τῇ δυνάμει τῆς χειρός μου ἐποίησα, συνετὸς γάρ εἰμι, καὶ μετῆρα ὅριον λαῶν καὶ τοὺς βασιλεῖς αὐτῶν συνέχεον καὶ κατήγαγον ὡς δυνατὸς τοὺς κατοικοῦντας. καὶ εὗρεν ὡς νοσσιὰν ἡ χείρ μου πᾶσαν τὴν δύναμιν τῶν λαῶν, καὶ ὡς συνάγεται ᾠὰ καταλελειμμένα πᾶσαν τὴν γῆν ἐγὼ συνήγαγον. πρὸς τοῦτον τοιγαροῦν τὸν ὑπερήφανον λογισμόν, εἴτε τις ἀντικειμένη δύναμις ἐτύγχανεν, ὥσπερ «ὁ ἄρχων βασιλείας Περσῶν καὶ ὁ ἄρχων βασιλείας Μήδων καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων»· οὕτω γὰρ εἴποι ἄν τις καὶ ἄρχοντα βασιλείας Ἀσσυρίων γεγονέναι τινὰ τὸν ἀλαζονευσάμενον καὶ τὰς προκειμένας φωνὰς φθεγξάμενον. Εἶτ' οὖν πρὸς τοῦτον ἢ πρὸς τὸν Βαβυλωνίων βασιλέα τὸν πολιορκήσαντα τὴν Ἰερουσαλὴμ καὶ τὸν νεὼν ἐμπρήσαντα, πάντα τε τὰ ἐν αὐτῷ ἱερὰ σκεύη τε καὶ ἀναθήματα ἑλόντα καὶ τοῖς αὐτοῦ εἰδώλοις ἀναθέντα ἐν αὐτῇ τῇ Βαβυλῶνι, ὡς πρὸς δεινὰ καὶ ἀπονενοημένα τοιαῦτα τολμήσαντα εἰπεῖν, ἀποκρίνεται φάσκων ὁ προφητικὸς λόγος· εἶτα, ὦ πάντων ἀφρονέστατε, οὐ συνορᾷς, ὡς οὔτε πέλυξ ἑαυτόν ποτε κινήσειεν ἐπὶ κοπῇ ξύλου μὴ ἑτέρου ἐνεργοῦντος, οὔτε πρίων διέλοι ἂν τὰ πρὸς αὐτοῦ πριζόμενα μηδενὸς ἕλκοντος, οὔτε ῥάβδος τύψειεν ἄν τινα, οὔτε ξύλον πλήξειεν αὐτομάτως κινούμενα; χρῆν οὖν λογίσασθαι, ὅτι μηδὲ σοὶ διακόνῳ ὄντι τῆς τοῦ θεοῦ ὀργῆς τοσαύτη παρῆν δύναμις ὡς μυρίων ἐθνῶν κατακρατῆσαι καὶ τοὺς δὲ μὲν ἐγκόπτειν, τοὺς δὲ τέμνειν, ἑτέρους δὲ παίειν, πόλεις τε ὅλας ἐξανδραποδίζεσθαι καὶ μυρία πλήθη καταστρωννύναι παντὸς πρίονος καὶ πελέκυος καὶ ῥάβδου χείρονι γιγνομένῳ, εἰ μὴ κύριος ἦν ὁ τῇ σῇ χειρὶ παραδοὺς τοὺς τούτων ἀξίους. νυνὶ δὲ μηθὲν τούτων λογισάμενος, ἐπῆρας σαυτὸν ὡς ὑπολαβεῖν ἑαυτὸν εἶναι τὸν μέγαν νοῦν· οὐ γὰρ ἔθου πρὸ ὀφθαλμῶν «τὴν εἰρήνην τοῦ θεοῦ τὴν ὑπερέχουσαν πάντα νοῦν», τὸν ἀνώτατον δὲ νοῦν καὶ πάντων μέγιστον νομίσας εἶναι σεαυτόν, ὑπερηφάνοις τε ὀφθαλμοῖς κατεπαρθεὶς τοῦ θεοῦ, διενοήθης τὰ ὅρια τῶν ἐπὶ γῆς ἐθνῶν συγχεῖν, ἃ ὁ θεὸς διώρισε καὶ διέταξε καλῶς, «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ». σὺ δὲ τῇ σαυτοῦ σοφίᾳ καὶ τῇ πεπλανημένῃ συνέσει ᾠήθης δύνασθαι μεταθεῖναι μὲν τοὺς ὑπὸ τοῦ θεοῦ εὖ διατεταγμένους ὅρους, ὑποχείριον δὲ σαυτῷ τὴν οἰκουμένην ποιήσασθαι· μηδένα γὰρ ἐφορᾶν καὶ ἀντιλαμβάνεσθαι μηδὲ θεῷ μέλειν τῶν ἐπὶ γῆς ἀνθρώπων ἐνόμισας, διὸ ὥσπερ νεοττῶν ἐρήμων, ἢ δίκην ᾠῶν καταλελειμμένων ὑπέλαβες κρατήσειν τῶν ἐπὶ τῆς οἰκουμένης ἐθνῶν. Δεῖ οὖν ὀρθῷ λογισμῷ διανοηθῆναι, ὅτι καὶ αὐτῶν ὧν ἐκράτησας οὐκ ἄνευ θεοῦ νεύματος περιεγένου· πόθεν γάρ σοι παρῆν τοσαύτη ἐξουσία μὴ τοῦ θεοῦ συγκεχωρηκότος καὶ ὥσπερ ὀργάνῳ χρησαμένου σοι ἐπὶ τιμωρίᾳ καὶ κολάσει τῶν ἐπιστροφῆς δεομένων; ἀλλ' ἐπεὶ «μὴ οὕτως ἐλογίσω» καὶ οὐδ' ἐπέγνως τὸν τῆς τοσαύτης σοι γενόμενον ἐξουσίας αἴτιον, τούτου χάριν γίνωσκε ὡς αὐτὸς ὁ κύριος σαβαώθ, ὁ πάσης δυνάμεως καὶ ἀγγελικῆς στρατιᾶς δεσπότης, ἀποστελεῖ εἰς τὴν σὴν τιμὴν ἀτιμίαν, καὶ εἰς τὴν σὴν δόξαν πῦρ καιόμενον καυθήσεται· καὶ ἔσται τὸ φῶς τοῦ Ἰσραὴλ αὐτὸς ὁ πάλαι φωτίζων τὸν ἑαυτοῦ λαὸν θεὸς καὶ ὁ ἁγιάζων αὐτὸν σοὶ τῷ ὑπερηφάνῳ γιγνόμενος πῦρ. ἀντὶ δὲ τοῦ· καὶ ἁγιάσει αὐτὸν ἐν πυρὶ καιομένῳ, ὁ Σύμμαχος· καὶ ὁ ἅγιος αὐτοῦ εἰς φλόγα. σοὶ γάρ φησι τῷ Ἀσσυρίῳ ἀσεβῆ καὶ ὑπέρογκα λογίσασθαι τετολμηκότι «ὁ ἅγιος τοῦ Ἰσραὴλ» καὶ ὁ πάλαι φῶς αὐτοῦ γεγονὼς εἰς φλόγα καὶ εἰς πῦρ γενήσεται. βουνοῖς δὲ καὶ ὄρεσι καὶ δρυμοῖς παρεικάζει καλῶς αὐτήν τε τὴν τῶν Ἀσσυρίων πληθὺν καὶ τοὺς ἡγουμένους αὐτῆς καὶ τῶν ἄλλων ὑπερέχοντας, καθάπερ βουνοὺς ἢ ὄρη. ἀλλ' οὗτοι μὲν ἀποσβεσθήσονται, τοῦτ' ἔστιν οἱ πάλαι δεινοὶ καὶ θερμοί, καὶ οὐχ ἑκόντες ἀποψυχθήσονται· καταφάγεται γὰρ αὐτοὺς ὁ θάνατος, μονονουχὶ καὶ ψυχὰς δαπανῶν καὶ σῶμα. ὅτι μὲν γὰρ οὐ συνανῄρηνται τοῖς σώμασιν αἱ ψυχαί, παντὶ τοῦτο σαφές· ὑπεμφαίνει δὲ διὰ τούτων τῆς ψυχῆς τὸ εὐσθενές. ἀντὶ δὲ τοῦ· καὶ φάγεται ὡσεὶ χόρτον τὴν ὕλην, ὁ Σύμμαχος καὶ καταφάγεται τὰ ἀποκείμενα αὐτοῦ εἴρηκεν καὶ τὰ πεφυλαγμένα αὐτοῦ ἐν ἡμέρᾳ μιᾷ καὶ ἡ δόξα τοῦ δρυμοῦ αὐτοῦ καὶ τοῦ Καρμήλου αὐτοῦ ἀπὸ ψυχῆς ἕως σαρκὸς ἀναλωθήσεται, καὶ ἔσται ὡς τετηγμένος φεύγων, τὰ δὲ ἐπίλοιπα τῶν ξύλων τοῦ δρυμοῦ αὐτοῦ ἀριθμῷ ἔσονται, καὶ παιδίον γράψει αὐτά. δρυμὸν δὲ λέγων τὰ πλήθη τὰ σὺν αὐτῷ δηλοῖ, Κάρμηλον δὲ αὐτοῦ τὸν πλοῦτον καὶ τὴν τρυφήν· ἅπερ πάντα ἀναλωθήσεσθαί φησιν ὑπὸ τῆς κολαστικῆς δυνάμεως τοῦ προλεχθέντος πυρός. ἐπειδὰν δὲ ταῦτα αὐτῷ συμβῇ, δρασμῷ χρησάμενος φεύξεται, οἵ τε σὺν αὐτῷ πάντες τοῦτο πράξουσιν. εἰ δέ που βραχεῖς τινες καταλειφθεῖεν, τοσοῦτοι ἔσονται ὡς δύνασθαι καὶ τὸ τυχὸν παιδίον τὸν ἀριθμὸν αὐτῶν παραλαβεῖν καὶ γραφῇ παραδοῦναι τοῦ λοιποῦ πλήθους ἀπολωλότος. ταῦτα μὲν καὶ πρὸς λέξιν εἴρηται καὶ πρὸς διάνοιαν· πρὸς μὲν λέξιν ἀνενηνεγμένα ἐπὶ τὸν Ναβουχοδονόσορ τὸν ἐμπρήσαντα τὸν ναὸν καὶ τὴν πόλιν, πρὸς δὲ διάνοιαν ἐπὶ τὴν ἀντικειμένην δύναμιν τὴν τοῦ Ἀσσυρίων ἔθνους, ἡγουμένου τὸ πρὶν ὅτ' αὐτοῖς ἤνθει καὶ ἤκμαζε τὰ τῆς βασιλείας, ἧς τὰ λελεγμένα ἐν τῇ προφητείᾳ παθούσης, καθῃρέθη μὲν αὐτίκα ἡ τῶν Ἀσσυρίων δυναστεία. Μῆδοι δὲ καὶ Πέρσαι διεδέξαντο τὴν ἀρχήν.
1.60.1
Ἐν ἐκείνῳ φησὶ τῷ καιρῷ καθ' ὃν πάντα τὰ προλεχθέντα κατὰ τοῦ δηλωθέντος ἄρχοντος τῶν Ἀσσυρίων δι' ἔργων χωρήσειεν, οἱ περιλειφθέντες τοῦ αἰχμαλωτισθέντος λαοῦ τῶν Ἰουδαίων, τῆς πολεμίας χώρας ἐλεύθεροι γενόμενοι καὶ εἰς τὴν οἰκείαν ἐπανελθόντες οὐκέτι προσέξουσιν, οἷς πάλαι προσεῖχον δαίμοσι πονηροῖς τοῖς τὰς ψυχὰς αὐτῶν ἠδικηκόσι καὶ πάντων αὐτοῖς κακῶν αἰτίοις γενομένοις, ἀλλὰ τῷ θεῷ λοιπὸν προσέξουσι μόνῳ ἅτε λυτρωτῇ καὶ σωτῆρι αὐτῶν γενομένῳ. ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν κατὰ Κῦρον τὸν Περσῶν βασιλέα, ὃς πάντας ἀνῆκε τοὺς ἐν τῇ αἰχμαλωσίᾳ Ἰουδαίους· καθ' ὃν καιρὸν οἱ περὶ τὸν Ζοροβάβελ καὶ Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ τὸν ἱερέα τὸν μέγαν, οἵ τε ἅμα τῷ Ἔσδρᾳ καὶ Νεεμίᾳ τῆς Βαβυλῶνος ἐπανελθόντες, τὸν νεὼν ἤγειραν καὶ τὴν πόλιν αὐτὴν ἀνεκτήσαντο.... ἄλλοι διὰ τῆς μετὰ χεῖρας λέξεως δηλούμενοι· τὸ γὰρ καταλειφθὲν τοῦ Ἰσραὴλ καὶ οἱ σωθέντες τοῦ Ἰακώβ. οὗτοι γὰρ... φησὶ μηκέτι πεποιθέναι ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ὅπερ ἔπραττον κατὰ τοὺς χρόνους Ἄχαζ τοῦ βασιλέως· γέγραπται γὰρ ἐν ταῖς Βασιλείαις· «καὶ ἀπέστειλεν Ἄχαζ ἀγγέλους πρὸς τὸν βασιλέα τῶν Ἀσσυρίων λέγων Δοῦλός σου ἐγώ, ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως Συρίας καὶ ἐκ χειρὸς βασιλέως Ἰσραὴλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ. καὶ ἔλαβεν Ἄχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου τοῦ κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλε τῷ βασιλεῖ Ἀσσυρίων δῶρα. καὶ ἤκουσεν αὐτοῦ ὁ βασιλεὺς Ἀσσυρίων, καὶ ἦλθεν εἰς Δαμασκὸν καὶ ἔλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν Ῥαασσὼν ἀπέστρεψεν». ἀλλ' οὐκέτι φησὶν ἔσονται τοιοῦτοι ἐπανήξαντες, ἔσονται δὲ πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰακὼβ ἐλπίζον ἐπὶ θεὸν ἰσχύοντα. τήρει δ' ἐνταῦθα ὡς ἡ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ· ἐπὶ θεὸν ἰσχύοντα, ἢλ γιββὼρ περιέχει, ὅπερ ἔκειτο ἐπὶ τῶν ὀνομάτων τοῦ «γεννηθέντος ἡμῖν παιδίου», περὶ οὗ ἐλέγετο· «καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος»· κἀκεῖ γὰρ εἶχε τὸ Ἑβραϊκὸν ἐν τοῖς ὀνόμασιν αὐτοῦ ἢλ γιββώρ, πάλιν δὲ καὶ ἐν τοῖς μετὰ χεῖρας τοῦ καταλειφθέντος λαοῦ μνημονεύει. Καὶ ἐπιφέρει· καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ. τὸ μὲν οὖν πρῶτον τοὺς καταλειφθέντας ἐδήλου τοὺς ἐπανελθόντας ἀπὸ τῆς αἰχμαλωσίας, τὸ δὲ δεύτερον, ἔνθα ὁ λόγος ἀορίστως ἐπιφέρει μετὰ ὑποδιαστολῆς τό· καὶ ἐὰν γένηται ὁ λαὸς Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται, ἑτέραν παρίστησι διάνοιαν· ψάμμος γὰρ θαλάσσης τὸ μὲν πλῆθος ἀναρίθμητον ἔχει, ἄλλως δὲ ἄχρηστος τυγχάνει πρὸς γεωργίαν. ἐπειδὰν οὖν ὁ λαὸς Ἰσραήλ φησιν εἰς πλῆθος ἀναρίθμητον χυθῇ, ἄχρηστον δὲ γένηται ἐν τῇ κατὰ θεὸν καρποφορίᾳ, τὸ τηνικαῦτα τὸ μὲν πλῆθος αὐτῶν ἀπολεῖται, μόνον δὲ τὸ κατάλειμμα αὐτῶν σωθήσεται τοῦ λόγου σημαίνοντος τὴν ἄχρηστον πληθὺν τοῦ ἔθνους τῶν μετὰ τὴν ἐπάνοδον τὴν ἀπὸ Βαβυλῶνος οἰκησάντων τὴν χώραν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων· οὗτοι γὰρ ἦσαν οἱ ὡς ἡ ἄμμος τῆς θαλάσσης, ἐξ ὧν μόνον διεσώθη τὸ κατάλειμμα, οἱ ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότες μαθηταὶ αὐτοῦ καὶ ἀπόστολοι καὶ εὐαγγελισταί. τοῦτο δὲ ἔσται φησὶν ἐπειδὰν λόγον συντετμημένον ποιήσει κύριος ἐν τῇ οἰκουμένῃ ὅλῃ, δι' ὧν σαφῶς «τὸ εὐαγγέλιον» τῆς καινῆς ᾐνίξατο διαθήκης «ἐν ὅλῃ τῇ οἰκουμένῃ» «κηρυχθέν». συντετμημένος δὲ ἦν ὁ λόγος ὁ εὐαγγελικὸς τῷ μὴ περιέχειν τὰ παρὰ Μωσεῖ παραγγέλματα. τῶν δὲ προκειμένων ῥημάτων μέμνηται καὶ ὁ Ἀπόστολος τοῦτον λέγων τὸν τρόπον· «Ἠσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἠσαΐας· εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ δωδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.
1.61.1
Πληρώσας ὁ λόγος τὴν περὶ τοῦ Ἰούδα καὶ τῆς Ἰερουσαλὴμ προφητείαν, δι' ἧς ἐδήλου ὡς καὶ αὐτοὶ τὰ ὅμοια τῇ Σαμαρείᾳ καὶ τῷ Ἰσραὴλ πείσονται παραδοθέντες τῷ τῶν Ἀσσυρίων ἄρχοντι ὁποῖά τε τὸν πολιορκητὴν αὐτῶν τὸν Ἀσσύριον διαδ...... περί τε τῶν μετὰ ταῦτα εὐσεβῶς βιωσόντων προειπὼν ταῦτα πάντα περὶ τῶν μετὰ μακροὺς χρόνους γενησομένων...... παρόντα χρόνον, καθ' ὃν Ἠσαΐας ὁ προφήτης ἐγνωρίζετο τοῖς κατ' Ἑζεκίαν τὸν βασιλέα τὴν Ἰερουσαλὴμ οἰκοῦσι καὶ ἔφοδον...... φροντίζουσίν τε καὶ ἐν ἀγωνίᾳ καθεστῶσι, μὴ ἄρα ποτὲ καὶ αὐτοὶ πάθοιεν τὰ ὅμοια τοῖς τὴν Σαμάρειαν οἰκοῦσιν. παραινεῖ μὴ φοβεῖσθαι τοὺς Ἀσσυρίους· ἥξειν μὲν γάρ φησι καὶ ἐπιστρατεύσειν κατὰ τῆς Ἰερουσαλὴμ τὸν τούτων βασιλέα πρὸς τὸ βραχείας πειραθῆναι πληγῆς τοὺς ἐν αὐτῇ κατοικοῦντας ὥσπερ ῥάβδῳ παιομένους, ἄπρακτον δὲ αὐτὸν ὑποστρέψειν φυγῇ χρησάμενον. ἐπληροῦτο δὲ καὶ ταῦτα ἐπὶ Ἑζεκίου υἱοῦ Ἄχαζ βασιλεύοντος ἐν Ἰερουσαλὴμ ἀνδρὸς γενομένουοὐ κατὰ τὸν πατέρα, δικαίου δὲ ἄλλως καὶ θεοφιλοῦς κατὰ πάντα τρόπον. διό φησι ὁ κύριος πρὸς τοὺς δηλωθέντας· μὴ φοβοῦ, ὁ λαός μου οἱ κατοικοῦντες ἐν Σιών, αὐτ ἀπὸ Ἀσσυρίων. εἰ καὶ τὰ μάλιστα γὰρ ἐμοῦ ἐπιτρέποντος καὶ ἐν σοὶ ἐπελεύσεται ὁ τούτων βασιλεύς, ὅμως ἐν ῥάβδῳ ἐπιστρεπτικῇ πατάξει σε, ἀλλ' οὐ ξίφεσιν οὐδὲ δόρασι πολέμου νόμῳ κρατήσας ἐπελεύσεταί σοι. καὶ αὕτη δὲ ἡ διὰ ῥάβδου κατὰ σοῦ πληγὴ οὐκ ἔσται παράνομος· ἔτι γὰρ μικρὸν καὶ παύσεται ἡ ὀργή. τὸ δ' αἴτιον τοῦ συγχωρηθῆναι τὸν Ἀσσύριον πεφεισμένῃ πληγῇ χρήσασθαι κατὰ σοῦ μὴ ἀγνόει· ἐπειδὴ γὰρ τῇ ὁδῷ Αἰγύπτου πάλιν σεαυτὸν ἐκδέδωκας εἰδωλολατρίᾳ προσεσχηκὼς κατὰ τοὺς χρόνους Ἄχαζ. τούτου χάριν ὑμᾶς τῇ ῥάβδῳ τοῦ Ἀσσυρίου παραδέδωκα εἰς σωφρονισμὸν καὶ ἐπιστροφήν. πλὴν ὅσον οὔπω παύσεταί μου ὁ θυμὸς μεταβαλλόντων ὑμῶν ἐπὶ τὸ κρεῖττον καὶ τὸν θεὸν ἐπεγνωκότων, ἅμα τῷ ὑμετέρῳ βασιλεῖ Ἑζεκίᾳ. διὸ καὶ ἡ ἀγανάκτησίς μου ἡ καθ' ὑμῶν παύσεται, ἐμοῦ δὲ τῆς ὑμετέρας σωτηρίας ὑπερασπίζοντος, φεύξεται ὁ Ἀσσύριος ἀσχημόνως διὰ τῆς ὑμετέρας χώρας καὶ διὰ τῶν ὑμετέρων πόλεων τόπον ἐκ τόπου διαδιδράσκων. ἀντὶ δὲ τοῦ· πληγὴν γὰρ ἐπάγει ἐπὶ σὲ τοῦ ἰδεῖν ὁδὸν Αἰγύπτου, ὁ Σύμμαχος· ἐν ῥάβδῳ φησὶ πλήξει σε καὶ τὴν βακτηρίαν αὐτοῦ ἐπαρεῖ ἐπὶ σὲ διὰ τὴν ὁδὸν Αἰγύπτου. ταῦτα γὰρ σοὶ ποιήσει ὁ Ἀσσύριος διὰ τὴν ὁδὸν Αἰγύπτου, ἣν ὥδευσας, πλὴν ἐπεγερεῖ αὐτῷ ὁ θεός φησι μάστιγα κατὰ τὴν πληγὴν Μαδιὰμ ἐν τόπῳ θλίψεως. ἀνθ' οὗ ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ ἐξεγερεῖ ἐπ' αὐτὸν κύριος τῶν δυνάμεων μάστιγα κατὰ τὴν πληγὴν Μαδιὰμ τὴν ἐν Σοὺρ Ὠρήβ. κεῖται δὲ ἡ ἱστορία παρὰ Μωσεῖ ἐν τοῖς Ἀριθμοῖς, ὁπηνίκα «ἐλάλησε κύριος πρὸς Μωσῆν λέγων Ἐκδίκει τὴν ἐκδίκησιν τῶν υἱῶν Ἰσραὴλ ἐκ τῶν Μαδιανιτῶν», καὶ ἑξῆς εἶπε Μωσῆς τῷ λαῷ· «Ἐξοπλίσατε ἐξ ὑμῶν ἄνδρας καὶ παρατάξασθε ἔναντι κυρίου ἐπὶ Μαδιὰμ ἀποδοῦναι ἐκδίκησιν χιλίους ἐκ φυλῆς», ὅτε «καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν καὶ τοὺς βασιλεῖς Μαδιάμ», ἐν οἷς ἦν «καὶ Βαλαὰμ υἱὸς Βεώρ». ταῦτα δὲ ἐγίνετο ἐν Σοὺρ Ὠρήβ· ἡ μὲν γὰρ ἔρημος ἐκαλεῖτο Σούρ, ὡς ἡ γραφὴ διδάσκει λέγουσα· «ἐξῆρε Μωσῆς τοὺς υἱοὺς Ἰσραὴλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἦγεν αὐτοὺς εἰς τὴν ἔρημον Σούρ», τὸ δὲ ὄρος ἐκαλεῖτο Χωρήβ· γέγραπται γάρ· «καὶ εἶπε κύριος πρὸς Μωσῆν Προπορεύου τοῦ λαοῦ, λάβε ἐν τῇ χειρί σου τὴν ῥάβδον, ἐν ᾗ ἐπάταξας τὸν ποταμὸν καὶ πορεύσῃ. καὶ ἰδοὺ ἕστηκα πρὸ τοῦ σὲ ἐκεῖ ἐπὶ τῆς πέτρας ἐν Χωρήβ». ὥσπερ οὖν τότε τῇ Μαδιὰμ ἐπήγαγον τὴν πληγήν, οὕτως φησὶ καὶ τοῖς Ἀσσυρίοις ποιήσω, οἱ δὲ πληγέντες ἐν τῇ ἐμῇ μάστιγι ἀποστρέψουσιν ἐν τῇ ὁδῷ τῇ κατὰ θάλασσαν. καὶ ἀφαιρεθήσεται ὁ ζυγὸς τοῦ Ἀσσυρίου ἀπὸ τοῦ ὤμου σου καὶ ὁ φόβος αὐτοῦ ἀπὸ σοῦ. Καὶ σὺ μὲν ἔσῃ ἐλεύθερος καὶ παντὸς ἀπηλλαγμένος φόβου, ὁ δὲ φεύγων πρότερον μὲν ἥξει εἰς τὴν πόλιν Ἀγγαί, εἶθ' ἐκεῖθεν παρελεύσεται εἰς ἕτερον τόπον καὶ ἀποκαμὼν ἐνταῦθα τὰ σκεύη αὐτοῦ ἀποθήσεται. ἔπειτα διαβήσεται ἐντεῦθεν ἀλλαχοῦ, κἀκεῖθεν εἰς τὴν καλουμένην πόλιν Σαούλ, εἶτα εἰς ἕτερον τόπον, καὶ οὕτως ἀσχημόνως ἀφανὴς ἔσται. Ὑμεῖς δὲ παρακληθήσεσθε καὶ παραμυθίας τεύξεσθε μηκέτι ὑποκείμενοι τῷ ζυγῷ Ἀσσυρίῳ· διὸ προστάττονται οἱ δυνάμενοι παρακαλεῖν καὶ παρακαλεῖσθαι ὑμᾶς ἐντεῦθεν ἤδη τοῦτο ποιεῖν. παρακαλεῖτε γάρ φησι σήμερον ἐν ὁδῷ τοῦ μεῖναι, παρακαλεῖτε τῇ χειρί, τὸ ὄρος, τὴν θυγατέρα Σιών, καὶ οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ. ὑπὲρ γὰρ τοῦ μὴ φεύγειν ἀλλὰ μένειν καὶ καρτερεῖν τὴν πρὸς ὀλίγον ἐπελευσομένην παιδείαν παρακαλεῖτέ φησι τὴν θυγατέρα Σιών, δηλαδὴ τοὺς ἐνοικοῦντας τὴν Ἰερουσαλήμ. ἐπιτήρει δέ, ὅπως πρόσκειται τὸ σήμερον· τὰ μὲν γὰρ πρὸ τούτων λεχθέντα περὶ τοῦ ἄρχοντος τῶν Ἀσσυρίων εἰς μακροὺς ἀνεπέμπετο χρόνους τοὺς ἐπὶ Ναβουχοδονόσορ, τὰ δὲ παρόντα πρὸς τοὺς σήμερον ὄντας κατ' αὐτὸν τὸν προφήτην Ἠσαΐαν ἐλέγετο. διό φησι· παρακαλεῖτε σήμερον ἐν ὁδῷ τοῦ μεῖναι· πρὸς γὰρ τὸ μὴ φεύγειν τὸν λαὸν τὴν νῦν καὶ σήμερον ἐπὶ Ἑζεκίου τοῦ βασιλέως γιγνομένην ἔφοδον τοῦ Ἀσσυρίου παρακαλεῖτε, ὥστε μένειν αὐτὸν καὶ μὴ φεύγειν μαθόντα, ὁποῖα πείσεται ὁ νῦν ἐφεστὼς Ἀσσύριος. τίνας δὲ παρακαλεῖν προστάττει, ἐπιλέγει ἑξῆς· οἱ βουνοὶ οἱ ἐν Ἰερουσαλήμ· τοῖς γὰρ ἐπαναβεβηκόσι καὶ τῇ ψυχῇ καὶ τῷ φρονήματι κατὰ θεὸν ἐπηρμένοις τὸν λαὸν παρακαλεῖν ἐγκελεύεται· εἰκὸς γὰρ τῆς ἐκ θεοῦ πληγῆς ἁψαμένης τῶν Ἀσσυρίων ὡς πεσεῖν αὐτῶν «ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας» ἐν μιᾷ νυκτί, τοὺς περιλειφθέντας σὺν αὐτῷ βασιλεῖ φυγῇ κεχρῆσθαι διὰ τῶν κατωνομασμένων ἐν τῇ προφητείᾳ πόλεών τε καὶ κωμῶν καὶ τόπων. ὅπως δὲ τῇ ὁδῷ τῇ κατὰ θάλασσαν εἰς τὴν ὁδὸν τὴν κατ' Αἴγυπτον ὁ Ἀσσύριος διῄει φεύγων, ἡ ἱστορία παρέστησε τοὺς Αἰθίοπας ἐπαναστῆναι αὐτῷ διδάξασα. μέχρι τούτου περιγράφεται ἡ προφητεία ἡ περὶ τοῦ Ἀσσυρίου λεχθεῖσα, τὰ δ' ἑξῆς ἀπὸ ἑτέρας ἀρχῆς περὶ τοῦ θεοῦ θεσπίζεται.
1.62.1
Τῶν Ἀσσυρίων πολλάκις μνημονεύσας ὁ λόγος καὶ τῶν ἀρξάντων παρ' αὐτοῖς καὶ μεγαλοφρονησάντων τῆς ἀρχῆς τὴν καθαίρεσιν δηλώσας διὰ τῶν προκειμένων περὶ τῆς κατ' ἔθνος πολυαρχίας διεξέρχεται· ἦσαν γοῦν τότε τοπάρχαι καὶ ἐθνάρχαι καὶ μερικοὶ βασιλεῖς, οἷον Αἰγύπτου καὶ Ἀραβίας καὶ Τύρου καὶ Σιδῶνος καὶ τῶν λοιπῶν ἐθνῶν, οἳ καὶ αὐτοὶ εἰδωλολατροῦντες ἐνύβριζον τὸν θεὸν ἐπαιρόμενοι καὶ ὑψούμενοι καὶ ὑπέρογκα φρονοῦντες. ἀκολούθως τοιγαροῦν καὶ περὶ τούτων αὐτῶν μετὰ τὰ προλεχθέντα περὶ τῆς καθαιρέσεως τῶν Ἀσσυρίων θεσπίζει σημαίνων τὴν παντελῆ τούτων κατάλυσιν ἐν τῷ λέγειν· ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται καὶ τὰ τούτοις ἑξῆς. εἶτα τὸν χρόνον, καθ' ὃν ταῦτα ἔσται, παριστὰς συνάπτει τὴν εἰς ἀνθρώπους πάροδον τοῦ Χριστοῦ σφόδρα εὐκαίρως· ἐπειδὴ γὰρ προεδίδαξε διὰ τῶν ἔμπροσθεν τὰ περὶ τῆς γενέσεως αὐτοῦ τῆς ἐκ παρθένου καὶ τὸν τρόπον τῆς γενέσεως, τάς τε ἐπωνύμους προσηγορίας τῶν ἐπινοουμένων ἐν αὐτῷ δυνάμεων, ἀκολούθως ἐπὶ τοῦ παρόντος, ἐξ ὁποίου γένους καὶ ποίας φυλῆς προελεύσεται, ὁποίᾳ τε καταρθώσει ἡ εἰς ἀνθρώπους αὐτοῦ πάροδος προαναφωνεῖ. κατὰ τὸ αὐτὸ δὲ καὶ τῆς ἀποδοθείσης πολυαρχίας σημαίνει τὴν καθαίρεσιν, τῶν τε ἄλλων τῶν κατὰ πᾶν ἔθνος τὸ πρὶν δυναστευόντων ἀρχόντων ἐν τοπαρχίαις καὶ πολυαρχίαις, τῶν τε παρ' αὐτοῖς Ἰουδαίοις ἡγουμένων καὶ ἁπαξαπλῶς ἁπάντων τῶν κατ' ἔθνος ἀρχόντων, τῶν τε ἀοράτων δυνάμεων πνευμάτων τε πονηρῶν καὶ δαιμόνων, οἳ τὴν πολύθεον πλάνην παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐκ μακροῦ αἰῶνος ἐκράτυνον. τούτων δὴ πάντων ὁ λόγος ἐπὶ τῇ τοῦ σωτῆρος θεοφανείᾳ καθαίρεσιν ἔσεσθαι ἀπειλεῖ λέγων· ἰδοὺ δὴ ὁ δεσπότης κύριος σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. ὁρᾷς ὁπόσους καὶ ὁσάκις ὑψηλοὺς ὠνόμασεν, ὧν τὸ σύστημα τῷ Λιβάνῳ καὶ ταῖς ἐν αὐτῷ ὑψηλοτάταις κέδροις ἀφομοιοῖ. διὸ εἴρηται ἀλλαχοῦ· «εἶδον τὸν ἀσεβῆ ἐπαιρόμενον ὡς τὰς κέδρους τοῦ Λιβάνου», καὶ ἐν ἑτέρῳ πάλιν· «φωνὴ κυρίου συντρίβοντος κέδρους, καὶ συντρίψει κύριος τὰς κέδρους τοῦ Λιβάνου καὶ λεπτυνεῖ αὐτὰς ὡς τὸν μόσχον τὸν Λίβανον». τοιοῦτο τοίνυν πρῶτον ὁ λόγος ποιήσειν τὸν κύριον σαβαὼθ ἐπαγγέλλεται, λέγω δὲ τὸ συντρίψειν πάσας τὰς ἐν ἀνθρώποις ἐθναρχίας καὶ πολυαρχίας. ἐπεὶ δὲ πολλαχοῦ τῶν θείων γραφῶν Λίβανος ὠνόμασται ἡ Ἰερουσαλήμ, ὡς πολλάκις ἀπεδείξαμεν, εἰκότως καὶ αὐτῆς τὴν πτῶσιν, τῶν τε ἐν αὐτῇ τὸ παλαιὸν τὰ μεγάλα δεδυνημένων ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους σημαίνει φάσκων· ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται. Πῶς δὲ τούτων ἁπάντων ἔσται συντριβὴ καὶ πτῶσις, παρίστησιν ἑξῆς, ἐκ ῥίζης Ἰεσσαὶ προελεύσεσθαι ῥάβδον θεσπίζων, ἥτις πάντας τοὺς προδηλωθέντας ὑψηλοὺς συντρίψασα ταπεινώσει. διὸ ἐπισυνῆπται τό· Καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί. ἀντὶ δὲ τοῦ· ἐκ τῆς ῥίζης, ἀπὸ κορμοῦ συμφώνως ἡρμήνευσαν οἱ λοιποί· καὶ γὰρ ἦν ἡ φυλὴ καὶ ἡ πατριά, ἐξ ἧς προῆλθεν ὁ σωτήρ, ὥσπερ τις κορμός, μηκέτι κλάδους ἔχων διὰ τὸ ἐκλελοιπέναι τοὺς ἐκ διαδοχῆς Δαυὶδ βασιλέας μετὰ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν. διό μοι δοκεῖ κορμὸς ὠνομάσθαι τὸ κατὰ σάρκα γένος τοῦ Δαυίδ, οὗ πατὴρ ἦν ὁ Ἰεσσαί. ἵνα δὲ μή τις ὑπολάβῃ βασιλέα ὅμοιον τῷ Δαυὶδ ἔσεσθαι τὸν προφητευόμενον, οὐκ ἐκ τῆς ῥίζης εἶπε Δαυίδ, τοῦ δὲ Ἰεσσαὶ διὰ τὸ τοῦ βίου παραπλήσιον καὶ εὐσταλές· πένης γὰρ ἦν ὁ Ἰεσσαὶ καὶ οὐδεμιᾶς κατὰ κόσμον ἀρχῆς ἐπειλημμένος. εἰκότως οὖν ἐκ ῥίζης αὐτοῦ, ἢ ὥσπερ ἀπό τινος παλαιοῦ κορμοῦ ῥαβδίον λέγεται ἐξελεύσεσθαι κατὰ τὸν Ἀκύλαν, ὃς ῥαβδίον ἐξέδωκεν, οὕτως παραστήσας τὸ κατὰ σάρκα μέτριον καὶ ταπεινὸν τοῦ σωτῆρος ἡμῶν. καὶ ἀκρεμὼν δὲ ὁμοίως εἴρηται καὶ βλαστὸς διὰ τὴν αὐτὴν αἰτίαν· ἀντὶ γὰρ τοῦ· καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, ὁ μὲν Ἀκύλας καὶ ἀκρεμὼν ἀπὸ ῥιζῶν αὐτοῦ αὐξηθήσεται εἴρηκεν, ὁ δὲ Σύμμαχος· καὶ βλαστὸς ἐκ τῶν ῥιζῶν αὐτοῦ αὐξηθήσεται. Τὸ μὲν οὖν ῥαβδίον ἢ ὁ ἀκρεμὼν ἢ ὁ βλαστὸς ὁ κατὰ σάρκα ἐπινοούμενος τοῦ σωτῆρος ἡμῶν ἄνθρωπος ἦν, ὁ δ' ἐν αὐτῷ κατοικῶν θεὸς λόγος διὰ τῶν ἑξῆς ἐπιφερομένων δηλοῦται, δι' ὧν εἴρηται· καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας· καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου θεοῦ· διὰ τούτων γὰρ «τὸ πλήρωμα τῆς θεότητος» τοῦ μονογενοῦς τοῦ θεοῦ σημαίνεται, περὶ οὗ φασιν οἱ Εὐαγγελισταί· «ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν», καὶ ὁ Ἀπόστολος· «ὅτι ἐν αὐτῷ εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος σωματικῶς κατοικῆσαι». τῶν μὲν γὰρ λοιπῶν προφητῶν «ὁ καθ' εἷς ἴδιόν τι χάρισμα εἰλήφει» καὶ τῶν ἀποστόλων δὲ ὁμοίως ἕκαστος μέρος τι «ἐκ τοῦ πληρώματος» μετείληχεν, αὐτὸς δὲ «τό» που «πλήρωμα τῆς θεότητος», ὃ οὐδεὶς πώποτε ἀνθρώπων κεχώρηκεν ἢ μόνος ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ ἐξελεύσεσθαι προφητευόμενος, ἐν ᾧ τὸ πνεῦμα τοῦ θεοῦ κατῴκησε, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν», πνεῦμα σοφίας καὶ συνέσεως, «σοφία» δὲ ἦν ὁ προὼν τοῦ θεοῦ λόγος, «δι' οὗ τὰ πάντα γέγονε»· «πάντα γὰρ ἐν σοφίᾳ ἐποίησε», καὶ «ὁ θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν», καὶ κατὰ τὸν Ἀπόστολον· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». τοῦτο τοίνυν τὸ πνεῦμα τῆς σοφίας, οὐ πρὸς ὥραν οὐδὲ πρὸς ἡμέραν οὐδὲ πρὸς βραχύν τινα καιρὸν ἐπῄει τῷ προφητευομένῳ, ἀλλ' ἐπανεπαύσατο ἐπ' αὐτὸν ὡς ἐν οἰκείῳ ναῷ, τὸ δὲ αὐτὸ πνεῦμα βουλῆς καὶ ἰσχύος ἦν. διὸ «Μεγάλης βουλῆς ἄγγελος» ἐν τοῖς ἔμπροσθεν ἐκαλεῖτο, καὶ «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία» εἴρηται. ἀλλὰ καὶ πνεῦμα γνώσεως καὶ εὐσεβείας καὶ πνεῦμα φόβου θεοῦ τὸ αὐτὸ λέλεκται. οὐ διῃρημένως δὲ πολλὰ ταῦτα χρὴ νοεῖν πνεύματα, ὥσπερ δὲ νοοῦμεν αὐτὸν εἶναι θεοῦ λόγον καὶ «φῶς» καὶ «ζωὴν καὶ ἀνάστασιν» καὶ ἄλλα μυρία κατὰ τὰς ἐν αὐτῷ διαφόρους ἐπινοίας, οὕτω καὶ πνεῦμα σοφίας καὶ συνέσεως καὶ βουλῆς καὶ ἰσχύος καὶ γνώσεως καὶ εὐσεβείας καὶ φόβου θεοῦ. καὶ ταῦτα πάντα ἕνα καὶ τὸν αὐτὸν χρὴ νοεῖν τὸν προόντα τοῦ θεοῦ λόγον τὸν ἐπαναπαυσάμενον τῷ ἐκ ῥίζης Ἰεσσαὶ καὶ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» γενομένῳ. Τὰ μὲν οὖν τῆς συμπλοκῆς τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ, πρὸς ὃν ἀνείληφεν υἱὸν ἀνθρώπου, ὧδέ πη δεδήλωται, τὰ δὲ κατὰ τὸν βίον, ὃν ἐπολιτεύσατο συνδιατρίψας ἀνθρώποις, ἑξῆς ὑπογράφει λέγων· οὐ κατὰ τὴν δόξαν κρινεῖ οὐδὲ κατὰ τὴν λαλιὰν ἐλέγξει, ἀλλὰ κρινεῖ ταπεινῷ κρίσιν καὶ ἐλέγξει τοὺς ταπεινοὺς τῆς γῆς. ἃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· καὶ οὐ τῇ ὁράσει τῶν ὀφθαλμῶν αὐτοῦ κρινεῖ οὐδὲ τῇ ἀκοῇ τῶν ὤτων αὐτοῦ ἐλέγξει, ἀλλὰ κρινεῖ ἐν δικαιοσύνῃ πένητας καὶ ἐλέγξει ἐν εὐθύτητι πτωχοὺς γῆς. εὕροις δ' ἂν ἐν τοῖς Εὐαγγελίοις, ὅπως ὁ σωτὴρ καὶ κύριος ἡμῶν οὐ κατὰ τὴν δόξαν ἔκρινεν. «μηδενὸς οὖν λαμβάνων πρόσωπον», ἤλεγχε σὺν παρρησίᾳ πολλῇ ποτὲ μὲν τοὺς γραμματεῖς καὶ φαρισαίους, ποτὲ δὲ τοὺς ἀρχιερεῖς ἔνδον ἐν τῷ ναῷ, οἷς καὶ ἔλεγεν· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς». ἀλλ' οὐδὲ κατὰ τὴν λαλιὰν ἤλεγχεν· οἱ μὲν γὰρ προσῄεσαν αὐτῷ λέγοντες· «διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι πρὸς οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων». ὁ δὲ οὐ κατὰ τὴν λαλιὰν αὐτῶν ἤλεγχε· διὸ «εἰδὼς τὰς πονηρίας αὐτῶν ἀπεκρίνατο· τί με πειράζετε, ὑποκριταί»; καὶ ταπεινῶν δὲ κρίσιν ἔκρινεν, ἤλεγχέ τε τοὺς ταπεινοὺς τῆς γῆς ἢ τοὺς πτωχοὺς ἐν εὐθύτητι κατὰ τὸν Σύμμαχον, πτωχοὺς νοούντων ἡμῶν, οὓς μακαρίζων ἔλεγε· «Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τοῦ θεοῦ». ἦσαν δὲ οἱ ἀπόστολοι καὶ οἱ μαθηταὶ αὐτοῦ τοιοῦτοι, οὓς καὶ αὐτοὺς ἀπήλεγχε ποτὲ μὲν φάσκων πρὸς αὐτούς· «ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε», καὶ πάλιν· «οὔπως νοεῖτε οὐδὲ συνίετε», ποτὲ δὲ τῷ Πέτρῳ· «ὀλιγόπιστε, εἰς τί ἐδίστασας»; καὶ ἄλλα δὲ πλεῖστα φαίνεται ἐπιτιμήσας καὶ ἀπελέγξας, ὃ δὴ καὶ αὐτὸ προλαβοῦσα ἡ προφητεία ἐθέσπισεν. εἶθ' ἑξῆς ἐπιλέγει· καὶ πατάξει τὴν γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ καὶ ἐν πνεύματι διὰ χειλέων ἀνελεῖ ἀσεβῆ. νοήσεις δὲ καὶ τοῦτο ἐπακούσας αὐτοῦ λέγοντος· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν». «μάχαιρα» δὲ ἦν ὁ λόγος τοῦ στόματος αὐτοῦ, δι' οὗ τὴν γῆν καὶ τὰ γεώδη φρονήματα τῶν εἰς αὐτὸν πεπιστευκότων ἀνῄρει. καὶ ἐν πνεύματι ἀνελεῖ ἀσεβῆ τοῖς ἀθέοις καὶ ἀσεβέσι δαίμοσιν «ἐπιτιμῶν» καὶ μακρὰν αὐτοὺς ἐλαύνων διὰ χειλέων αὐτοῦ προφερομένῳ λόγῳ, ὡς βοᾶν αὐτοὺς καὶ λέγειν· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ; ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ». Ἀλλὰ καὶ ἔσται φησὶ δικαιοσύνῃ ἐζωσμένος τὴν ὀσφὺν αὐτοῦ καὶ ἀληθείᾳ εἰλημμένος τὰς πλευρὰς αὐτοῦ, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἔσται δικαιοσύνη περίζωμα τῆς ὀσφύος αὐτοῦ καὶ ἡ πίστις περίζωμα τῶν λαγόνων αὐτοῦ. ὥσπερ δὲ βασιλεὺς ζώνῃ χρυσῇ καὶ λίθοις πολυτελέσι ζώννυται, τὸν αὐτὸν τρόπον καὶ τῷ προφητευομένῳ ζώνην ἀφορίζει τὴν δικαιοσύνην καὶ τὴν ἀλήθειαν, κἀνταῦθα νοουμένης τῆς θεότητος τοῦ λόγου· αὐτὸς γὰρ ἦν ἡ δικαιοσύνη, ὡς διδάσκει ὁ Ἀπόστολος λέγων· «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις». καὶ αὐτὸς δὲ ὁ σωτὴρ ἐν Εὐαγγελίοις εἰρηκὼς ἀναγέγραπται· «ἐγώ εἰμι τὸ φῶς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή». αὕτη τοίνυν ἡ ἀλήθεια καὶ ἡ δικαιοσύνη τὸν «ἐκ ῥίζης Ἰεσσαὶ» περιέσφιγγον πλευρὰς καὶ ὀσφὺν ἐν βασιλικῷ καὶ ἐν στρατιωτικῷ σχήματι, τὸ κατὰ τῶν ἀφανῶν καὶ ἀοράτων πολεμίων παράστημα αὐτοῦ ἐμφαίνοντος τοῦ λόγου, διὰ τοσούτων ὥσπερ εἰκονογραφήσας τὸν προφητευόμενον. Ἑξῆς τὰ κατορθώματα αὐτοῦ διαγράφει διδάσκων, ὡς διὰ τῆς αὐτοῦ χάριτος καὶ θείας ἀρετῆς λύκοι μὲν οἱ ἐν ἀνθρώποις ἁρπακτικοὶ καὶ πλεονεκτικοὶ μεταβαλοῦσι δὲ τῆς μοχθηρίας ὡς μετὰ ἀρνῶν ἡμέρων καὶ πράων τὰς ψυχὰς ὑπὸ μίαν ἐκκλησίαν ἀγελάζεσθαι. ἄλλοι δὲ ὠμότατοι καὶ σφόδρα ἀπηγριωμένοι ἄνδρες οὐδὲν παρδάλεων διαφέροντες τὸ τοῦ θηρὸς φοβερὸν ἀποθέμενοι ἐρίφοις ἅμα τοῖς ἁπλουστέροις καὶ ἀκεραιοτέροις συναναπαύσονται. καὶ λέοντι δὲ τοὺς τρόπους παρεικασμένοι ἄλλοι, τὸ ὠμόθυμον καὶ σαρκοβόρον ἦθος ἐναλλάξαντες, ὁμοῦ τοῖς ἐν τῇ ἐκκλησίᾳ νεογνοῖς ὥσπερ μόσχοι καὶ ταῦροι συμβοσκηθήσονται τῆς αὐτῆς ἐκ τῶν θείων λογίων μεταληψόμενοι τροφῆς. εἰ δὲ καὶ βασιλικούς ποτε ἄνδρας ἀξιώμασι καὶ ὑπεροχαῖς ταῖς κατὰ τὸν βίον τετιμημένους θεάσοιο ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ μετὰ πενήτων καὶ εὐτελῶν συναγομένους, μὴ ὄκνει λέγειν καὶ οὕτως πληροῦσθαι τὴν γραφὴν λέοντας μόσχοις συμβοσκηθήσεσθαι φήσασαν. ἀλλὰ γὰρ ὁμοῦ τούτους πάντας τοὺς ἀποδοθέντας λύκους καὶ ἄρνας καὶ παρδάλεις, ἐρίφους τε καὶ λέοντας καὶ μόσχους καὶ ταύρους παιδίον φησὶ νήπιον ἄξει. τὸ δὲ ἄξει ἀντὶ τοῦ συνάξει λέλεκται. ἔργῳ δὲ ἔστι παραλαβεῖν καὶ τοῦτο, συνορῶντας ἐν τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ τοὺς πλείους τῶν προεστώτων δι' ἁπλότητα ψυχῆς καὶ ἀκακίαν οὐδὲν νηπίων διαφέροντας· ὅμως δ' οὖν ἡγουμένους τῶν ἀπὸ παντὸς γένους κατὰ τὸ αὐτὸ συναγομένων. Καὶ βοῦς δέ φησι καὶ ἄρκος ὁμοῦ βοσκηθήσονται, καὶ ἅμα ἔσονται τὰ παιδία αὐτῶν· κἀνταῦθα δὲ ἡμέρων καὶ πρὸς γεωργίαν ψυχῆς ἐπιτηδείων ἀνδρῶν καὶ ἄλλων ἀπηγριωμένων τοῖς τρόποις, τὴν ἐπὶ τὸ αὐτὸ κοινωνίαν διαγράφει, πλουσίων τε καὶ πενήτων, πονηρῶν τε καὶ ἀγαθῶν παῖδας ὁρῶν συγκροτουμένους ἐπὶ τῆς ἐκκλησίας μαρτυρήσεις τῇ προφητείᾳ φησάσῃ· καὶ ἅμα τὰ παιδία αὐτῶν ἔσονται. σαρκοβόρος δὲ λέων τὴν φύσιν, ἀχύροις τρεφόμενος ποηφάγου ζῴου δίκην, ἄνθρωπος ἂν εἴη πάλιν θηριώδης καὶ ἀπηνής, ψιλῇ τῇ λέξει τῆς θείας χαίρων γραφῆς, ἧς ὁ μὲν λανθάνων ἐν ἀποκρύφῳ νοῦς αὐτὸς εἴη ὁ ψυχῶν τρόφιμος λόγος· ἡ δὲ τοῦτον περιβάλλουσα λέξις τὸ ἄχυρον. Ἔτι πρὸς τούτοις παιδίον νήπιον, ὁποῖον ἦν τὸ μικρῷ πρόσθεν εἰρημένον· ἐπὶ τρώγλην ἀσπίδων τὴν χεῖρα ἐπιβαλεῖν καὶ μηδὲ κακὸν πείθεσθαι λέλεκται. τρῶγλαι δὲ καὶ κοῖται ἀσπίδων καὶ τῶν τούτων γεννημάτων εἶεν ἂν σώματα τῶν ὑπὸ δαιμόνων ἐνοχλουμένων, οἷς ἐμφωλεύοντα τὰ ἑρπυστικὰ καὶ ἰοβόλα πνεύματα ἐγκοιτάζεται, τρώγλαις ὥσπερ τοῖς τοῦ σώματος αἰσθητηρίοις χρώμενα. ταῦτα δὲ τοῦ Χριστοῦ παιδίον, ἀνήρ τις ἁπλοῦς καὶ «τῇ κακίᾳ νηπιάζων», τῇ τοῦ σωτῆρος ἀπελαύνων δυνάμει, τὴν χεῖρα αὐτοῖς ἐπιτίθησι μηδὲν κακοποιεῖν δυναμένοις διὰ τὸν «ἐκ ῥίζης Ἰεσσαὶ» προελθόντα, «ὃς ἐξουσίαν ἐδίδου» τοῖς αὐτοῦ παιδίοις «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ». ταῦτα πάντα ἔσεσθαι ἐπαγγέλλεται ἐπὶ τὸ ὄρος τὸ ἅγιον αὐτοῦ, τὸ καὶ διὰ τῶν ἔμπροσθεν δεδηλωμένον, οὐκ ἀλλότριον τοῦ ἐπουρανίου καὶ εὐαγγελικοῦ λόγου, ἐφ' ὃν «ὁ οἶκος τοῦ θεοῦ» καὶ «ἡ ἐκκλησία αὐτοῦ οἰκοδομεῖται». ἵνα γοῦν μή τις τὸ ἐνταῦθα λεγόμενον ὄρος ἅγιον νομίσῃ εἶναι τὸ ἐν μέρει γωνίας τῆς Παλαιστίνης Ἰουδαίοις ὑπειλημμένον, διασαφεῖ τὴν διάνοιαν ἑξῆς ἐπιφέρων· ὅτι ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, οὕτως σημαίνων τὴν καθ' ὅλης τῆς οἰκουμένης ἱδρυμένην ἐκκλησίαν τοῦ θεοῦ καὶ τὴν ἐν αὐτῇ κηρυττομένην εὐσεβῆ γνῶσιν, τὴν πᾶν τὸ ἁλμυρὸν τῆς κακίας τοῦ βίου, ὥσπερ πολλῷ τῷ ῥεύματι κατακλύζουσαν καὶ πᾶσαν ψυχῆς ῥυπαρίαν ἀποκαθαίρουσαν. Ἔσται δέ φησιν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, δῆλον δ' ὅτι κατὰ τὸν προφητευόμενον χρόνον, οὗτος αὐτὸς ὁ «ἐκ ῥίζης Ἰεσσαὶ» ἀναστησόμενος μετὰ τὸ ἀναστῆναι, δῆλον δ' ὅτι μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, «ἄρχων καὶ ἡγούμενος τῶν ἐθνῶν», καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν· οὐ γὰρ Ἰουδαίων ἔσται βασιλεὺς οὐδ' ὥσπερ αὐτὸς ὁ Δαυίδ, οἵ τε τούτου διάδοχοι, βραχείας τινὸς γωνίας κρατήσει, τῶν δ' ἁπανταχοῦ τῆς γῆς ἄρξει. καὶ ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι πληρουμένης κἀκείνης τῆς προφητείας, δι' ἧς εἴρηται παρὰ Μωσεῖ· «οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». τέλος δὲ ἐπάγει τοῦ παντὸς λόγου· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ δόξα, σφόδρα ἀκολούθως· τὴν γὰρ πρώτην ἀρχὴν τῆς εἰς ἀνθρώπους γενέσεως αὐτοῦ διδάξας καὶ τὰ μεταξὺ πάντα διελθὼν καὶ τὸ τέλος ὁποῖον ἕξει παρίστησι λέγων· καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμὴ καὶ δόξα. οὐδαμῶς μὲν θάνατον ὑπογράφων αὐτοῦ, ἀνάπαυσιν δὲ ὀνομάζων καὶ δόξαν καὶ τιμήν· τοῦτο γὰρ ἦν τὸ τέλος τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους οἰκονομίας. ὃ δὴ καὶ αὐτὸς ὁ σωτὴρ ἡμῶν δεικνὺς ἔλεγεν ἐν τῇ πρὸς τὸν πατέρα εὐχῇ· «πάτερ, δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί».
1.63.1
Τὸν μὲν «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσόμενον οὐδ' ἕτερον τοῦ Χριστοῦ καὶ αὐτοὶ εἶναι ὁμολογοῦσιν Ἰουδαίων παῖδες, σαφῶς τὸν παρ' αὐτοῖς προσδοκώμενον ἠλειμμένον διὰ τῆς προκειμένης προφητείας δηλοῦσθαι φάσκοντες. ἤδη δὲ χιλίων ἐτῶν Χριστοῦ διελθόντος ἀπὸ τῶν τοῦ προφήτου Ἠσαΐου καὶ εἰς ἡμᾶς καιρῶν καὶ μὴ τὸν προφητευόμενόν πω ἐληλυθέναι, παραδεχόμενοι εἰς ἀεὶ δὲ ἀναβαλλόμενοι καὶ εἰς ἄπειρον ἐκτείνοντες τὴν προσδοκίαν καὶ τὴν προφητείαν ὡς οὐκ ἀληθῆ θεσπίζουσαν διαβάλλουσι καὶ σφᾶς αὐτοὺς τῆς τῶν προφητευομένων ἀποστεροῦσιν ἐλπίδος. ἔπειτα πειρῶνται διερμηνεύειν τὸν νοῦν τῶν προφητικῶν φωνῶν «μὴ νοοῦντες» κατὰ τὸν Ἀπόστολον «μήτε ἃ λέγουσι μήτε περὶ τίνων διαβεβαιοῦνται» φέρ' οὖν ἤδη τῶν προκειμένων ἐφαψώμεθα, ἐπειδὴ τὸν ἀνιστάμενον ἐκ ῥίζης Ἰεσσαὶ ἄρξειν τῶν ἐθνῶν ἐθέσπισε. καὶ ἐπήγαγεν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν· ἀναγκαίως καὶ τοῦ Ἰουδαϊκοῦ μέρους μέμνηται διὰ τῶν προκειμένων πρὸς τὸ μὴ ὑπολαβεῖν τὸν προφητευόμενον μηδένα ὠφελήσειν τὸν ἐκ περιτομῆς λαόν. Διδάσκει τοίνυν ὡς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ θεσπιζομένου, προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ. ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· προσθήσει φησὶ κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ τοῦ κτήσασθαι τὸ ὑπόλειμμα λαοῦ αὐτοῦ, ὁ δὲ Σύμμαχος· προσθήσει κύριος ἐκ δευτέρου τὴν χεῖρα αὐτοῦ τοῦ ζηλῶσαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ· ὥσπερ γὰρ ἅπαξ ποτὲ ἐν Αἰγύπτῳ «καταπονούμενον» τὸν τῶν Ἰουδαίων λαὸν ἠλευθέρωσε «τῆς κακώσεως», τὴν αὐτοῦ χεῖρα τὴν παραδοξοποιὸν διὰ Μωσέως προστησάμενος, δι' ἧς τὰ παράδοξα θαύματα εἰργάσατο ἐπὶ τῆς Αἰγυπτίων χώρας, τὸν αὐτὸν τρόπον προσθήσει πάλιν τὴν χεῖρα αὐτοῦ ὥσπερ ἐκ δευτέρου κινῶν αὐτὴν διὰ παραδόξων ἔργων, ὑπὲρ τοῦ κτήσασθαι καὶ ζηλωτὸν ποιῆσαι τὸ καταλειφθὲν τοῦ λαοῦ. πάλιν δὲ καὶ ἐνταῦθα τὸ ὑπόλειμμα καὶ τὸ ὑπόλοιπον τοῦ λαοῦ σημαίνει τὸ διὰ τῶν ἔμπροσθεν ὠνομασμένον, περὶ οὗ ἐλέγετο· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». τοῦτο δὲ ἦν τὸ «σπέρμα» τῶν ἀποστόλων καὶ μαθητῶν καὶ εὐαγγελιστῶν τοῦ θεσπιζομένου, ὃ δὴ «λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν» ἀπὸ παντὸς τοῦ ἐν πᾶσι τοῖς ἔθνεσι διεσπαρμένου Ἰουδαίων λαοῦ, εἴτε γὰρ ἐν τῇ τῶν Ἀσσυρίων χώρᾳ, εἴτ' ἐν Αἰγύπτῳ, εἴτε ἐν Βαβυλῶνι, εἴτε ἐν Αἰθιοπίᾳ, εἴτ' ἐν τῇ γῇ τῶν Ἐλαμιτῶν, εἴτ' ἐν τῇ λοιπῇ οἰκουμένῃ διεσπαρμένοι τινὲς ἦσαν τοῦ Ἰουδαίων ἔθνους. τούτων αὐτῶν τοὺς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας «λεῖμμα κατ' ἐκλογὴν χάριτος» «γενομένους» δοξάσειν καὶ ζηλωτοὺς ποιήσειν εἴρηται, ὃ δὴ καὶ ἔργοις ἐπληροῦτο δι' αὐτῶν τῶν αὐτοῦ μαθητῶν καὶ ἀποστόλων, τῶν τε λοιπῶν τῶν ἐξ Ἰουδαίων τὸν Χριστοῦ λόγον παραδεδεγμένων ἡ ἐκκλησία τοῦ θεοῦ συνέστη καὶ ἡ κλῆσις τῶν ἐθνῶν ἁπάντων δι' αὐτῶν ἐπετελέσθη. πρῶτοι μὲν γὰρ ἦσαν «οἱ δώδεκα» τοῦ σωτῆρος ἡμῶν «ἀπόστολοι», κἄπειτα «οἱ ἑβδομήκοντα μαθηταί»· μέμνηται δὲ καὶ «ἀδελφῶν» ὁ Παῦλος, οἷς «ὤφθη ἐφάπαξ» μετὰ τὴν ἀνάστασιν ὁ σωτήρ, καὶ ἑτέρων πλειόνων ἀποστόλων. τοῦ δ' αὐτοῦ χοροῦ καὶ ὁ Παῦλος ἦν καὶ ὁ Βαρναβᾶς καὶ Τιμόθεος, οἵ τε λοιποὶ πάντες, οὓς «συνεργοὺς αὐτοῦ καὶ συστρατιώτας» ὁ Παῦλος ὠνόμαζεν, ὧν τε αἱ Πράξεις τῶν Ἀποστόλων ἐξέθεντο τὴν μνήμην, οἷς προσήκει συμπεριλαμβάνειν καὶ «τοὺς ἐν ἡμέρᾳ τῆς πεντηκοστῆς ὁμοθυμαδὸν συνηγμένους» «καὶ πληρωθέντας ἁγίου πνεύματος, οἳ καὶ ἐλάλουν» «ἑτέραις γλώσσαις καθὼς τὸ πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς». ἐφ' οἷς καὶ μαρτυρεῖ ἡ γραφὴ λέγουσα· «Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐσεβεῖς ἀπὸ παντὸςἔθνους τῶν ὑπὸ τὸν οὐρανόν· γενομένης δὲ τῆς φωνῆς ταύτης συνήχθη τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν. ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες· οὐκ ἰδοὺ πάντες εἰσὶν οὗτοι Γαλιλαῖοι; καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν ἐν ᾗ ἐγεννήθημεν, Πάρθοι καὶ Μῆδοι καὶ Ἐλαμῖται καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Συρίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν, Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι, Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες, ἀκούομεν λαλούντων αὐτῶν τὰ μεγαλεῖα τοῦ θεοῦ ταῖς ἡμετέραις γλώσσαις». εἶτα τοῦ Πέτρου διαλεχθέντος αὐτοῖς περὶ τῆς σωτηρίου χάριτος «ἀποδεξάμενοι τὸν λόγον» οἱ προλεχθέντες «ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ψυχαὶ ὡσεὶ τρισχίλιαι». καὶ ἄλλοτε πάλιν Ἰουδαίων πλείους «ἐπίστευσαν, καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἀνδρῶν ὡσεὶ χιλιάδες πέντε». καὶ αὖθις ἱστορεῖ ἡ γραφὴ τοὺς περὶ τὸν Ἰάκωβον εἰρηκέναι τῷ Παύλῳ· «θεωρεῖς, ἀδελφέ, πόσαι μυριάδες εἰσὶν ἐν τοῖς Ἰουδαίοις τῶν πεπιστευκότων, καὶ πάντες ζηλωταὶ τοῦ νόμου ὑπάρχουσιν». λοιποῖς δὲ ἔθνεσιν οἱ ἀπόστολοι καὶ οἱ πρῶτοι εὐαγγελισταὶ τοῦ λόγου πρώτοις Ἰουδαίοις ἐκήρυττον, μύριοί τε ἦσαν καθ' ἕκαστον ἔθνος Ἰουδαῖοι τὸν Χριστὸν τοῦ θεοῦ κηρύττοντες, δι' ὧν ἁπάντων τὸ εὐαγγέλιον πᾶσι διεδίδοτο τοῖς ἔθνεσι «συνεπιμαρτυροῦντος αὐτοῖς τοῦ θεοῦ σημείοις τε καὶ τέρασι καὶ ποικίλαις δυνάμεσι καὶ πνεύματος ἁγίου μερισμοῖς», οὓς καὶ ζηλωτοὺς ὁ θεὸς ἐποίει καὶ παρὰ πᾶσιν ἐνδόξους τοῖς τὸν καταγγελόμενον ὑπ' αὐτῶν λόγον παραδεχομένοις. Καὶ τοῦτό γε φησὶ «τὸ λεῖμμα κατ' ἐκλογὴν χάριτος» ἀρεῖ σημεῖον ἐν τοῖς ἔθνεσι καὶ πρὸ πάντων συνάξει τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα, τοὺς ἐν ταῖς τέσσαρσι πτέρυξι τῆς γῆς· παραγγελίαν γὰρ εἰληφότες «πορεύεσθαι» «πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». τοῦτ' ἔπραττον κηρύττοντες πρῶτον τὸ εὐαγγέλιον μετὰ τοῦ τοὺς «ἀσθενοῦντας ἰᾶσθαι καὶ λεπροὺς καθαρίζειν, δαίμονας ἐκβάλλειν», «δωρεάν» τε ταῦτα ποιεῖν κατὰ τὰ παρηγγελμένα, «πρώτοις» δὲ κηρύττοντες τοῖς ἐκ περιτομῆς συνήγαγον τοὺς ἐξ αὐτῶν πιστεύοντας εἰς τὴν τοῦ Χριστοῦ ἐκκλησίαν πάλαι ὄντας ἀπολλυμένους, καθὰ ἐδίδασκεν ὁ σωτὴρ λέγων· «πορεύεσθε πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». ταῦτα δὲ ἔπραττον ἐν ταῖς τέτταρσι πτέρυξι τῆς γῆς, διατρέχοντες ἀνατολὴν καὶ δύσιν καὶ ἄρκτον καὶ μεσημβρίαν· «πρώτοις» μὲν οὖν ἐκείνοις μετεδίδοσαν «τοῦ εὐαγγελικοῦ λόγου», ἔπειτα «τοῖς λοιποῖς ἔθνεσιν» ἐκήρυττον. διὸ λέλεκται· καὶ συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα. τίς δὲ συνάξει τοὺς ἀπολωλότας Ἰσραὴλ ἢ ὁ ἀποστολικὸς χορὸς ἢ καὶ ὁ δι' αὐτῶν κηρυττόμενος «ἐκ ῥίζης Ἰεσσαί», ὅ τε ἐν αὐτῷ κατοικῶν θεὸς λόγος; συνήγαγον τότε ὑπὸ μίαν ἐκκλησίαν οὐκέτι διεστῶτες οὐδὲ ἀφωρισμένοι ἀλλήλων ὡς τὸ πρότερον. Ἰδίως μὲν ἡ φυλὴ τοῦ Ἐφραὶμ καὶ οἱ ὑπὸ ταύτην λαοὶ ἐν Σαμαρείᾳ βασιλευόμενοι, ἰδίως δὲ οἱ τῆς φυλῆς Ἰούδα ὑπάρχοντι τῷ ἐν Ἰερουσαλὴμ βιοῦντες, διὸ καὶ ἀφαιρεθήσεσθαι τὸν ζῆλον τὸν μεταξὺ αὐτῶν φησιν ὡς μηκέτι Ἐφραὶμ τὸν Ἰούδαν ζηλῶσαι μήτε Ἰούδα τὸν Ἐφραίμὅπερ ἐγίγνετο κατὰ τοὺς τῆς προφητείας χρόνους, ὡς ὁ λόγος ἐδήλου διὰ τῶν ἔμπροσθεν. Ἑξῆς τούτοις φησί· καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι· πάντως γὰρ ἐχρῆν αὐτοὺς περινοστοῦντας τὰ ἔθνη καὶ τῇ διὰ θαλάττης χρήσασθαι πορείᾳ, ὥσπερ οὖν ἱπτάμενοι ᾗ τάχος καὶ τὸν διὰ θαλάττης δρόμον ἤνυον, ὥστε ἐν βραχεῖ χρόνῳ πλείστοις ἔθνεσι τὸ εὐαγγέλιον κηρύξαι. καὶ τοτὲ μὲν διέτρεχον πεζῇ, τοτὲ δὲ διὰ θαλάττης, οὐχὶ Ἰουδαίοις χρώμενοι κυβερνήταις, ἀλλ' αὐτοῖς τοῖς τὸν Χριστοῦ λόγον παραδεδεγμένοις. κατὰ τὸ αὐτὸ δὲ καὶ τὴν θάλατταν προενόμευον, οὕτω σημαίνοντος τοῦ λόγου τὰς νήσους, ἃς ἐν παρόδῳ διερχόμενοι τοὺς ἐν αὐταῖς τῇ σωτηρίῳ καθυπέταττον διδασκαλίᾳ. τοῦ δὲ λόγου γνῴης ἂν τὸ ἀποτέλεσμα ἐξ ἑνὸς παραδείγματος· Παῦλος ὁ ἀπόστολος, εἷς ὢν τῶν θεσπιζομένων, εἰς τὴν Ῥωμαίων ἀνιὼν διὰ θαλάσσης τὴν πορείαν ἐποιεῖτο, καταχθεὶς δὲ «ἐν Μελίτῃ οὕτω καλουμένῃ νήσῳ» θαῦμα τοῖς ἐπιχωρίοις παράδοξον ἐπεδείξατο, νοσοῦντάς τε τὰ σώματα ἰασάμενος τοὺς θεωμένους ἐξέπληξεν οὕτως, ὡς πολλοὺς προνομεῦσαι καὶ ἑλεῖν ὑπὸ τὴν σωτήριον διδασκαλίαν. διὸ εἴρηται· καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων· θάλασσαν ἅμα προνομεύσουσι καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν· προνομεύσουσιν οὖν φησιν οἱ Χριστοῦ μαθηταὶ καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν. ἱστοροῦνται γοῦν τινες αὐτῶν μέχρι καὶ τῆς Περσῶν καὶ Ἰνδῶν διεληλυθέναι χώρας. ἐπεὶ δὲ ἐδόκουν κατὰ τοὺς χρόνους τοῦ προφήτου Ἰδουμαῖοι καὶ Ἀμμανῖται καὶ Μωαβῖται τὰ περὶ τὴν Ἰουδαίαν Ἀραβικὰ ἔθνη, πολέμια καὶ ἐχθρὰ τυγχάνειν τοῦ παρὰ Ἰουδαίοις τιμωμένου θεοῦ διὰ τὴν ἔκτοπον αὐτῶν εἰδωλολατρίαν εἰκότως τούτων αὐτῶν ὀνομαστὶ μνήμην ὁ λόγος ἐποιήσατο, ὡς καὶ αὐτῶν παραδεξομένων τὴν ὑπὸ τῶν ἀποστόλων κηρυχθησομένην θεοσέβειαν. διό φησι· καὶ ἐπὶ τὴν Ἰδουμαίαν καὶ ἐπὶ Μωὰβ τὰς χεῖρας ἐπιβαλοῦσι, καὶ τοὺς υἱοὺς δὲ Ἀμμὼν ὑπακούσεσθαι τῷ κηρύγματι προφητεύει. ἔθνη δὲ ταῦτά ἐστι τῶν τὴν Ἀραβίαν οἰκούντων πάλαι μὲν ὄντα δεισιδαιμονέστατα, νυνὶ δὲ τὸν Χριστοῦ λόγον ὑποδεδεγμένα, διὸ ὡς παράδοξον θεσπίζει τὸ ὑποταγήσεσθαι τοῖς τοῦ εὐαγγελίου κήρυξι τοὺς πάλαι ἐχθροὺς καὶ ἐναντίους τῇ Ἰουδαίων θεοσεβείᾳ. κατὰ δὲ τὸν Σύμμαχον· Ἐδώμ φησι καὶ Μωὰβ ἔκτασις χειρὸς αὐτῶν. ὃ καὶ αὐτὸ δι' ἔργων ἐπληροῦτο, ὅτε τὴν ἑαυτῶν χεῖρα καὶ τὰς δι' αὐτῶν ἐπιτελεσμένας πράξεις οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταὶ καὶ ἐπὶ τοὺς τὴν Ἀραβίαν οἰκοῦντας ἐξέτειναν ὡς καὶ τὰς τούτων πόλεις ἐκκλησιῶν πληρῶσαι θεοῦ ἐν τῷ λέγεσθαι· καὶ ἐπὶ Μωὰβ πρῶτον τὰς χεῖρας ἐπιβαλοῦσι, καὶ πάλιν· υἱοὶ Ἀμμὼν πρῶτοι ὑπακούσονται. εἰδέναι χρὴ ὡς οὔτε ἡ Ἑβραϊκὴ φωνὴ οὔτε ἡ τῶν λοιπῶν ἑρμηνευτῶν λέξις τὴν προσθήκην τοῦ πρώτους αὐτοὺς ὑπακούσεσθαι περιέχει, ἀλλὰ αὐτὸ μόνον, ὅτι καὶ ἐπὶ τούτους ἐκταθήσεται ἡ διὰ τῶν ἀποστόλων καταγγελλομένη τοῦ Χριστοῦ χάρις.
1.64.1
Οἱ τρεῖς συμφώνως οὕτως ἡρμήνευσαν· καὶ ἀναθεματίσει κύριος τὴν γλῶσσαν θαλάσσης Αἰγύπτου. θάλασσαν δὲ εἴωθεν ὁ λόγος καλεῖν τὸ πλῆθος τῶν ἀσεβῶν ἀνδρῶν ἢ καὶ τὸ χύμα τῆς κακίας ἁλμυρῶν ὑδάτων ὥσπερ πεπληρωμένης. ἀναθεματίσειν δὲ λέγεται ὁ κύριος, ἵνα μηκέτι τῇ γλώσσῃ τῇ Αἰγυπτίᾳ τὴν δεισιδαίμονα πλάνην κρατύνωσι, μάθωσι δὲ «λαλεῖν» τὰ τοῦ θεοῦ λόγια καὶ «ὀμνύειν ἐν τῷ ὀνόματι κυρίου». ἐπιστῆσαι δὲ ἄξιον ὡς καὶ ἐν τοῖς προκειμένοις τοῦ σωτῆρος ἡμῶν «Ἰησοῦ» μέμνηται ὁ λόγος κατὰ τὴν Ἑβραϊκὴν φωνὴν ἐν τῷ· «ἰδοὺ ὁ θεὸς ὁ σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ»· ἀντὶ γὰρ «τοῦ σωτῆρός μου» ἡ Ἑβραϊκὴ λέξις «ἠσουαθὶ» περιέχει, καὶ πάλιν «ἐκ τῶν πηγῶν τοῦ σωτηρίου» ἀντὶ «τοῦ σωτηρίου», «ἠσουὰ» λέλεκται. ὥσπερ τῆς Ἰδουμαίας καὶ τῆς Μωὰβ καὶ τῶν υἱῶν Ἀμμὼν οὐκ ἀργῶς ἐν τοῖς ἔμπροσθεν ὀνομαστὶ ἐμνημόνευσεν ὁ λόγος, ἀλλ' ὅτι δεισιδαιμονέστατα τυγχάνοντα ἔθνη, ἐχθρά τε καὶ ἀντικείμενα τῷ τῶν προφητῶν ὑπῆρχε θεῷ, διὸ ὡς ἐν παραδόξῳ θεσπίζει αὐτὰ ταῦτα τὴν Χριστοῦ διδασκαλίαν παραδέξασθαι. κατὰ τὸν αὐτὸν τρόπον καὶ τῆς Αἰγυπτίων εἰδωλολατρίας τὴν μνήμην εὐκαίρως παρείληφεν, ὡς καὶ αὐτῆς καταλυθησομένης κατὰ τοὺς δηλουμένους χρόνους. ἔστι δὲ ὁ παρὼν λόγος οὐ περὶ τῆς Αἰγύπτου· ἰδιάζει γὰρ ἡ περὶ αὐτῆς προφητεία ἐν ὑποθέσει περιγεγραμμένη οἰκείᾳ, ἧς προγέγραπται· «ὅρασις Αἰγύπτου» περὶ δὲ «τοῦ κατ' ἐκλογὴν λείμματος». ἐπεὶ καὶ ταῦτα θεσπίζει διδάσκων, ὅπως μετὰ τὴν πάροδον τὴν εἰς ἀνθρώπους τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου οἱ τοῦτον παραδεδεγμένοι «λεῖμμα κατ' ἐκλογὴν» ὄντες τοῦ Ἰσραὴλ μετὰ τῶν ἄλλων ἐθνῶν καὶ τὴν Αἰγυπτίων χώραν τῆς Χριστοῦ διδασκαλίας πληροῦσι, μηδενὸς αὐτοῖς ἐμποδὼν ἱσταμένου. τετηρήκαμεν δὲ ἤδη καὶ πρότερον, ὅτι τῆς προφητικῆς φωνῆς τὰ μὲν πρὸς λέξιν ἀποδίδοται οὐ δεόμενα τροπικῆς ἀλληγορίας, τὰ δὲ καὶ μὴ βουλομένους ἐκβιάζεται δι' ἀλληγορικοῦ τρόπου χωρεῖν. ὥσπερ οὖν κατηνάγκαζεν ὁ λόγος τροπικῶς ἑρμηνεύειν «τὴν ῥάβδον» «ἐκ τῆς ῥίζης Ἰεσσαὶ» καὶ «τὸ ἄνθος» καὶ «τὸν κορμόν», οὐκέτι δὲ καὶ τὸν Ἰεσσαὶ δίκαιον ἦν ἀλληγορεῖν, καὶ πάλιν τὰ ὡς περὶ θηρίων λελεγμένα ἀναγκαῖον ἦν μεταφέρειν ἐπὶ τοιούσδε τρόπους ἀνθρώπων, οὐκέτι δὲ καὶ τὰ ἔθνη τροπολογεῖν, ὧν ἐλέγετο ἄρχειν. οὕτω καὶ ἐν τοῖς μετὰ χεῖρα Αἴγυπτον μὲν τὴν αἰσθητὴν τῶν Αἰγυπτίων χώραν ἀναγκαῖον ὁμολογεῖν, θάλασσαν δὲ αὐτῆς καὶ ποταμὸν ἀλληγορικῶς ἐκδέχεσθαι, ἅπερ φησὶν ἐρημωθήσεσθαι κατὰ τοὺς προφητευομένους χρόνους, ἐν οἷς «προσθήσειν» εἴρηται «ὁ κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ»· τῇ γὰρ προσθήκῃ προγενομένοις πράγμασιν ἕτερα ὁμοιότροπα ἐπιγενήσεσθαι δηλοῖ, ἐφ' οἷς γὰρ πάλαι διὰ Μωσέως ἡ χεὶρ τοῦ κυρίου ἐξήγαγε τοὺς υἱοὺς Ἰσραὴλ ἐκ γῆς Αἰγύπτου καὶ διήγαγε τὴν θάλασσαν τὴν ἐρυθρὰν καὶ εἰσήγαγεν «εἰς τὴν γῆν τῆς ἐπαγγελίας» τὴν οὖσαν ἀλλοφύλων πρότερον. νυνὶ διὰ τοῦ «ἐκ τῆς ῥίζης Ἰεσσαὶ» ἡ αὐτὴ χεὶρ τοῦ κυρίου προσθήκην ἀγαθῶν ποιουμένη τοὺς ἀποστόλους τοῦ σωτῆρος καὶ τοὺς κήρυκας τοῦ σωτηρίου εὐαγγελίου Ἰουδαίους ὄντας καὶ ἐξ Ἰουδαίων ὁρμωμένους ἐπιδόξους καὶ ζηλωτοὺς ἐποίει καθ' ὅλης τῆς οἰκουμένης, οὐ μὴν ἀλλὰ ἐπ' αὐτῆς Αἰγύπτου, ἔνθα παρῄεσαν ἀκωλύτως μηδενὸς ἐμποδὼν αὐτοῖς γιγνομένου. καὶ κατῄεσαν ἐπὶ καθαιρέσει τῆς Αἰγυπτιακῆς εἰδωλολατρίας. καὶ οἱ μὲν ἐπὶ Μωϋσέως ἐξῄεσαν φεύγοντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους, οἱ δὲ Χριστοῦ μαθηταὶ εἰσῄεσαν εἰς Αἴγυπτον αὐτόμολοι κήρυκες τοῦ σωτηρίου λόγου. καὶ τοῖς μὲν ἐπὶ Μωϋσέως διῄρητο ἡ θάλασσα αἰσθητῶς, τό τε ὕδωρ τοῦ Αἰγυπτίου ποταμοῦ μετεβάλλετο εἰς αἷμα· ἡ δὲ τῶν ἀγαθῶν προσθήκη ἐπὶ τῶν δηλουμένων χρόνων τῇ μὲν θαλάσσῃ ἐρημίαν ἀπειλεῖ τῇ Αἰγυπτίᾳ, τῷ δὲ ποταμῷ αὐτῶν παντελῆ ἔκλειψιν, πρὸς τὸ δίχα τινὸς κωλύματος τοὺς τοῦ σωτηρίου εὐαγγελίου κήρυκας ἐκπεριελθεῖν τὰς Αἰγυπτίων χώρας καὶ ἀνατροπὴν μὲν τῆς πολυθέου αὐτῶν δεισιδαιμονίας ἐργάσασθαι, τοῦ δὲ ἐπὶ πάντων θεοῦ καὶ τοῦ Χριστοῦ αὐτοῦ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελθόντος παραδοῦναι τὴν γνῶσιν. θεωρητέον δὲ ὅπως οὐ τὴν χώραν Αἰγύπτου, ἀλλὰ τὴν θάλασσαν αὐτῆς λέγεται ὁ κύριος ἐρημώσειν τοῦ τῆς εἰδωλολατρίας πλήθους οὕτω δηλουμένου. εἰ τοίνυν τὰ πλήθη τῆς κακίας τοῦ βίου θαλάσσῃ παραβάλλεται, ὅρα εἰ μὴ εὐλόγως τὴν τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν γλῶσσαν τῶν πάλαι τὸν θεὸν ἀγνοούντων, ὡς ἐδήλου λέγων ὁ Φαραώ· «οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω». ὃ δὴ προϊὼν ὁ λόγος ἔσεσθαι θεσπίζει. οὕτω δὲ ἀνατεθεμάτισται τῆς Αἰγυπτίας θαλάσσης ἡ γλῶσσα, ὡς ἀποσιωπῆσαι τῶν παρ' αὐτῆς πάλαι βοωμένων πονηρῶν δαιμόνων τὰ χρηστήρια καὶ τὰ μαντεῖα· λελύσθαι δὲ αὐτῶν καὶ τὰς δι' ἀνδρῶν γοήτων κακοτεχνίας. ἃ δὴ πάντα δι' ἔργων ἐπληροῦτο μετὰ τὸ κήρυγμα τὸ εὐαγγελικὸν τὸ κηρυχθὲν αὐτοῖς Αἰγυπτίοις. ἐξ ἐκείνων δὲ καὶ εἰς ἡμᾶς αὐτοὺς τῶν παρ' Αἰγυπτίοις νενομισμένων θεῶν ἡ πᾶσα δύναμις ἀπέσβη καὶ πάντων δὲ τῶν ἀθέων καὶ δυσσεβῶν ἀνδρῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης Αἰγυπτιαζόντων κατὰ τὸν ὅμοιον τῆς εἰδωλολατρίας τρόπον ἡ ποτὲ πλημμυροῦσα καὶ κυματουμένη θάλασσα τὴν ἐσχάτην πέπονθεν ἐρημίαν. θάλασσαν δὲ τῆς Αἰγύπτου λέγεται κύριος ἐρημώσειν, τοῦτ' ἔστι τῆς εἰδωλολατρίας τὸ πλῆθος, οὐ μόνον δὲ τὴν θάλασσαν ἐρημώσειν, ἀλλὰ καὶ τὴν χεῖρα αὐτοῦ ἐπιβαλεῖν ἐπὶ τὸν ποταμὸν αὐτῆς τῆς ἐξ αἰῶνος συνεστώσης τοῖς Αἰγυπτίοις βασιλείας, οὕτως πως δηλουμένης βιαίου πνεύματος νοουμένου τοῦ πρῶτον καθελόντος τὴν βασιλείαν Αἰγυπτίων Ῥωμαίων ἄρχοντος· λέλυτο γοῦν αὐτὸς ὁ ποταμὸς παταχθεὶς ἢ καὶ ὥσπερ εἰς κοιλάδας βαθείας ταπεινωθεὶς καὶ εἰς φάραγγας μεταβληθεὶς ἑπτά. ὃ δὴ καὶ αὐτὸ νοήσεις ἐπιστήσας τὸν νοῦν, ὡς πάλαι μὲν ἑνὸς ποταμοῦ ῥεῦμα μέγιστον, δι' οὗ τὸ τῆς Αἰγύπτου βασίλειον ἐδηλοῦτο, τῶν αὐτόθι πάντων ἐθνῶν ἐκράτει, παταχθέντος δ' ἐκείνου καὶ λυθέντος μερικοί τινες ἄρχοντες αὐτῶν κατὰ χρόνους ἡγοῦντο· οἱ μὲν τὰ Λιβύων διέποντες μέρη, οἱ δὲ ἀφωρισμένως τὰ Θηβαίων, οἱ δ' αὐτῆς Αἰγύπτου καὶ Ἀλεξανδρείας. καὶ τούτων οἱ μὲν ἡγεμονίαις τετίμηνται, τῶν δημοτικῶν καὶ πολιτικῶν πραγμάτων ἐγκεχειρισμένοι τὴν φροντίδα, οἱ δ' ἀφωρισμένως πάλιν τῶν στρατιωτικῶν καθηγοῦνται ταγμάτων, καὶ οὗτοί γε πάντες ὑπὸ τῆς μείζονος ἐξουσίας ἐπὶ τὰς δηλωθείσας ἀρχὰς προαγόμενοι. κἄπειτα ἰδιωτεύοντες φάραγξιν εἰκότως παρεβλήθησαν ὡς ἐν παραθέσει τοῦ πάλαι πλημμυροῦντος παρ' αὐτοῖς ποταμοῦ, λέγω δὲ τοῦ βασιλείου, ὃ δὴ πᾶσαν αὐτὴν ἀθρόως τε τὴν Αἴγυπτον καὶ τὰ ἀμφὶ ταύτην ἔθνη ἑνὶ ῥεύματι περιέκλυζε, μιᾷ δυνάμει βασιλικῇ κατακρατούσῃ τῶν ὅλων. οὕτως οὖν ἐπατάσσετο καὶ ὁ Αἰγύπτιος ποταμός, μερικαί τε φάραγγες ὑφίσταντο ἀντ' αὐτοῦ ὡς βατὴν εἶναι τοῦ λοιποῦ τὴν Αἴγυπτον τοῖς τὸ Χριστοῦ εὐαγγέλιον κηρύττουσι, μηδενὸς ἐμποδὼν αὐτοῖς ἱσταμένου μηδ' ἐπιβαίνειν κωλύοντος. Διόπερ ὡς μηκέτι συνεστώσης τῆς Αἰγυπτίων βασιλείας καὶ ὡς τῆς δαιμονικῆς ἐνεργείας τῆς ἐν αὐτοῖς ἀποσβεσθείσης τὸ κήρυγμα τὸ εὐαγγελικὸν ἐπὶ σχολῆς αὐτοῖς κατηγγέλλετο κατὰ τὸ φῆσαν λόγιον· καὶ ἔσται δίοδος τῷ καταλειφθέντι μου λαῷ ἐν Αἰγύπτῳ, ἀλλὰ καὶ ἔσται φησὶ τῷ Ἰσραὴλ ὡς ἡ ἡμέρα ὅτε ἐξῆλθον ἐκ γῆς Αἰγύπτου· ὡς γὰρ ὁ Μωσέως λαὸς διέβη ποσὶ τὴν ἐρυθρὰν θάλασσαν ὡς «διὰ ξηρᾶς», εἶτα μετὰ τὴν δίοδον «τὴν ᾠδὴν ᾖσαν λέγοντες Ἄισωμεν τῷ κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται», τὸν αὐτὸν τρόπον καὶ οἱ προφητευόμενοι τοῦ σωτῆρος ἡμῶν εὐαγγελισταί, αὐτοὶ ὄντες οἱ ἐκ τοῦ παντὸς Ἰουδαίων ἔθνους περιλειφθέντες, ἀκώλυτον ποιούμενοι τὸν δρόμον καὶ πᾶσαν διατρέχοντες τὴν Αἰγυπτίων χώραν καὶ Ἰουδαίοις μὲν κηρύσσοντες τὸ εὐαγγέλιον ἐν ταῖς συναγωγαῖς αὐτῶν, ἐκκλησίας δὲ Χριστοῦ συνιστῶντες ἐκ τῆς τῶν ἐθνῶν ἐπιστροφῆς, «καινὸν ᾆσμα» ἐμφερῶς τοῖς ἐπὶ Μωϋσέως ἐδίδασκον «ᾄδειν» τοὺς δι' αὐτῶν ὠφελημένους. Τοῦτο δὲ ἦν τὸ προφωνηθὲν ὑπὸ τοῦ φάσκοντος προφητικοῦ λόγου· Καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Εὐλογήσω σε, κύριε, διότι ὠργίσθης μοι καὶ ἀπέστρεψας τὸν θυμόν σου ἀπ' ἐμοῦ καὶ ἠλέησάς με. ἰδοὺ ὁ θεός μου σωτήρ μου, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ σωθήσομαι. καὶ οὐ φοβηθήσομαι, ὅτι ἡ δόξα μου καὶ ἡ αἴνεσίς μου κύριος καὶ ἐγένετό μοι εἰς σωτηρίαν. ταῦτα διδάσκονται λέγειν οἱ τῇ Αἰγυπτίων χώρᾳ τὸν Χριστὸν τοῦ θεοῦ καταγγέλλοντες ἢ καὶ αὐτοὶ Αἰγύπτιοι τὸν Χριστὸν τοῦ θεοῦ παραδεδεγμένοι· ὡς γὰρ μηκέτ' ὑφεστῶτος ἐν αὐτοῖς «τοῦ» προλεχθέντος «ποταμοῦ» μηδὲ «τῆς» πάλαι κυματουμένης «θαλάσσης». διό φασιν· ἰδοὺ ὁ θεός μου ὁ σωτήρ, πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ καὶ οὐ φοβηθήσομαι διὰ τὸ μηκέτ' εἶναι τοὺς ἐκφοβοῦντας αὐτοὺς μηδὲ κωλύοντας κατὰ τὸν Χριστοῦ λόγον θεοσεβεῖν, ὅτι ἡ δόξα μου φησὶ καὶ ἡ αἴνεσίς μού ἐστι καὶ ἐγένετό μοι εἰς σωτηρίαν. τὸ δὲ ὠργίσθης μοι ἐξομολόγησιν προτέρων ἁμαρτημάτων παρίστησιν, ὧν ἕνεκα θεοῦ ἦσαν ὀργῆς ἄξιοι πρὸ τῆς σωτηρίου κλήσεως οἱ Αἰγύπτιοι. τὸ δέ· ἀπέστρεψας τὸν θυμόν σου καὶ ἠλέησάς με τὴν μετὰ τὴν κλῆσιν δωρηθεῖσαν αὐτοῖς ἄφεσιν ἁμαρτημάτων σημαίνει. «ἡ γὰρ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ γενομένη» καὶ αὐτοῖς Αἰγυπτίοις καὶ πᾶσι τοῖς τὸν υἱὸν τοῦ θεοῦ παραδεδεγμένοις δεσμῶν λύσιν καὶ ἁμαρτιῶν συγχώρησιν ἐδωρήσατο. Ἑξῆς τούτοις ἐπιλέγει· καὶ ἀντλήσετε ὕδωρ μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. πάλιν δὲ κἀνταῦθα ἀλληγορικῶς παραδεκτέον τὸ ὕδωρ καὶ τὰς πηγὰς τοῦ σωτηρίου· νοήσεις δὲ ταῦτα αὐτοῦ λέγοντος ἀκούων τοῦ σωτῆρος· «εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος». πηγαὶ τοίνυν σωτηρίου λόγοι ἦσαν εὐαγγελικοὶ ἐξ ἁγίου πνεύματος ἀνομβρώμενοι, ὥσπερ οἱ προφητικοὶ λόγοι πηγαὶ ὠνομάζοντο Ἰσραὴλ ὑπὸ τῆς λεγούσης γραφῆς· «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν, κύριον ἐκ πηγῶν Ἰσραήλ». ἀλλὰ γὰρ ἀπὸ τῶν πηγῶν τοῦ σωτηρίου λόγου προφητεύονται πίεσθαι οἱ Αἰγύπτιοι καὶ οἱ τούτοις τὸ ποτὸν τὸ σωτήριον διακονήσαντες. Ἑξῆς τοῖς προλεχθεῖσιν ἔτι καὶ ταῦτα λέγειν προστάττει· καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. τὸ δὲ ἐρεῖς προσφωνήσῃς τῷ χορῷ τῶν εὐαγγελιστῶν τοῦ σωτῆρος ἡμῶν· ἐν ἐκείνῃ γάρ φησι τῇ ἡμέρᾳ, δηλαδὴ ἐν τῷ προφητευομένῳ καιρῷ, ἐρεῖς σύ, ὁ κῆρυξ τοῦ σωτηρίου εὐαγγελίου, τοῖς τὸ κήρυγμα παραδεξαμένοις Αἰγυπτίοις· Ὑμνεῖτε κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ, ἀναγγείλατε ἐν τοῖς ἔθνεσιν τὰ ἔνδοξα αὐτοῦ, μιμνῄσκεσθε, ὅτι ὑψώθη τὸ ὄνομα αὐτοῦ. ταῦτα γὰρ σύ, ὁ χορὸς ὁ ἀποστολικός, διδάσκων τοὺς ὑπὸ σοὶ «μαθητευομένους» ἐρεῖς, παραγγέλλων αὐτοῖς μὴ σιωπᾶν, ἐξαγγέλλειν δὲ τοῖς πᾶσι καὶ εἰς ἐξάκουστον βοᾶν τῆς σωτηρίου εὐεργεσίας τὴν χάριν. εἶτα πάλιν τοῖς αὐτοῖς προσφωνεῖ διδάσκειν καὶ λέγειν· ὑμνήσατε τὸ ὄνομα κυρίου, ὅτι ὑψηλὰ ἐποίησεν· ἀναγγείλατε ταῦτα πάντα ἐν πάσῃ τῇ γῇ. μεθ' ἅπαντα ἐπιλέγει· ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες Σιών, ὅτι ὑψώθη ὁ ἅγιος τοῦ Ἰσραὴλ ἐν μέσῳ αὐτῆς. ἤδη δὲ διὰ πλειόνων Σιὼν ἀπεδόθη ὁ εὐαγγελικὸς λόγος, ἐφ' ὃν ἡ ἐκκλησία τοῦ θεοῦ ᾠκοδόμηται. ἐπεὶ τοίνυν ὁ ἅγιος Ἰσραὴλ ὑψώθη ἐν μέσῳ τῆς ἐκκλησίας αὐτοῦ, εἰκότως ἀγαλλιᾶσθέ φησι καὶ εὐφραίνεσθε, οἱ κατοικοῦντες ἐν αὐτῇ, ἅτε μέσον αὐτὸν ἔχοντες τὸν ἅγιον Ἰσραὴλ κατὰ τὴν ἐπαγγελίαν, ἣν καὶ αὐτὸς πεποίητο φήσας· «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν ἐν τῷ ὀνόματί μου, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν». πλὴν ἀλλὰ πάλιν τὸ προφητικὸν πνεῦμα τῷ ὀνόματι κέχρηται καὶ τὴν Σιὼν ἀγαλλιᾶν τε καὶ εὐφραίνεσθαι τοὺς ἐν αὐτῇ παρακελεύεται τούτοις τοῖς ῥήμασιν εἰς εὐθυμίαν ἄγον τοὺς ἐκ περιτομῆς διὰ τὸ νομίζειν ταῦτα περὶ αὐτῶν λέγεσθαι καὶ ταύτῃ τῇ δόξῃ περιέπειν τὴν βίβλον ὡς ἂν τὰ κάλλιστα περὶ αὐτῶν θεσπίζουσαν.
1.65.1
Συντελέσας ὁ λόγος τὴν περὶ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου προφητείαν καὶ πάντα θεσπίσας τὰ ἐπὶ τῇ παρουσίᾳ τοῦ Χριστοῦ γενησόμενα ἑτέρας ἄρχεται ὑποθέσεως τῆς κατὰ Βαβυλῶνος, εἶθ' ἑξῆς δευτέραν τίθησι τὴν «περὶ τῶν Φυλιστιέων», οὕτως δὲ εἴωθεν ἡ γραφὴ τοὺς Παλαιστίνους ὀνομάζειν, μεθ' οὓς τρίτον ἐστὶ «τὸ ῥῆμα τὸ κατὰ τῆς Μωαβίτιδος», εἶτα καὶ «τὸ ῥῆμα τὸ κατὰ Δαμασκοῦ» καὶ μετὰ ταῦτα «ὅρασις Αἰγύπτου», εἶθ' ἕκτον «τὸ ὅραμα τῆς ἐρήμου» καὶ εἶτα «τὸ ὅραμα τῆς Ἰδουμαίας», ἔπειτα «λῆμμα ἐν τῇ Ἀραβίᾳ», ᾧ ἕπεται «τὸ ὅραμα τῆς φάραγγος Σιὼν» καὶ ἐπὶ πᾶσι «τὸ ῥῆμα Τύρου». δέκα δὴ αὗται συνημμέναι τυγχάνουσι προφητεῖαι περὶ τῶν ἀλλοφύλων ἐθνῶν, αἷς καὶ «τὴν φάραγγα Σιὼν» περιείληφε τοῖς ἀλλοφύλοις καὶ τὸν Ἰουδαίων λαὸν συγκαταλέξας. γνῶσιν δὲ αὐτοῖς τὴν διὰ Χριστοῦ καὶ ἀγαθῶν ἐπαγγελίας εὐαγγελίζεται, κηρύττει τε καθολικῶς τοῖς πᾶσι τὸν περὶ τῆς τοῦ θεοῦ κρίσεως λόγον προτρέπων ἅπαντας ἀνθρώπους θεοσεβῶς ζῆν τοῦ δικαιωτηρίου τοῦ θεοῦ μεμνημένους. ἀναγκαίως δὲ τὰς περὶ τούτων αὐτῶν προφητείας Ἰουδαίοις παρεδίδου, ἵν' ἐκ τῆς προαγορεύσεως τῶν μελλόντων τῆς τε κατὰ τὰς προρρήσεις ἐκβάσεως πεισθεῖεν ἀληθῶς «θεὸν εἶναι τὸν διὰ τῶν προφητῶν αὐτοῖς λαλοῦντα», πρόνοιάν τε αὐτῶν ποιούμενον καὶ τὰ λυσιτελῆ παραινοῦντα. πρώτην οὖν τίθησι τὴν κατὰ Βαβυλῶνος ὅρασιν, προειπὼν ἐν ἀρχῇ τῆς ὅλης βίβλου «ὅρασιν τὴν κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλήμ». ἐπειδὴ «γὰρ μή ἐστι προσωποληψία παρὰ τῷ θεῷ», ἀπ' αὐτῶν ἤρξατο τῶν οἰκείων καὶ εἰς αὐτοὺς πάλιν καταστρέψει τὸν λόγον. τῶν δὲ ἀλλοφύλων ἐθνῶν τὴν Βαβυλῶνα προστάσσει, βασιλικὴ δὲ αὕτη τῶν Ἀσσυρίων πόλις μεγίστη καὶ δυνατωτάτη. λέγονται δὲ Ἀσσύριοι πρῶτοι τῆς οἰκουμένης κρατῆσαι ἐφ' ὅλοις χιλίοις καὶ τριακοσίοις ἔτεσι μέχρι τῶν πολιορκησάντων τὴν Ἰερουσαλὴμ καὶ τὸν Ἰουδαίων λαὸν αἰχμάλωτον ἀγαγόντων εἰς τὴν ἑαυτῶν χώραν. ἐπὶ ταύτῃ γὰρ τῇ τῶν Ἀσσυρίων πράξει αὐτίκα καὶ οὐκ εἰς μακρὰν τὸ κράτος αὐτῶν κατελύθη. διαμενούντων ἔμπροσθεν ὅπως εἷλον οἱ Ἀσσύριοι τὸν Ἰσραὴλ καὶ τὴν Σαμάρειαν προεδήλου, μελλούσης δὲ ὅσον οὔπω καὶ τῆς Ἰερουσαλὴμ τὴν ὁμοίαν τῇ Σαμαρείᾳ πολιορκίαν ὑπομένειν καὶ τὸ ταύτης ἐθέσπισε τέλος, ἀλλὰ καὶ ἅπερ αὐτοὶ πείσονται οἱ Ἀσσύριοι καὶ οἱ τούτων ἄρχοντες διεξῆλθε. νυνὶ δὲ τὰ περὶ τῆς ἐξ αἰῶνος παρ' αὐτοῖς βασιλικῆς πόλεως διδάσκει, οὐχ ὅπως αὐτοὶ μάθοιεν οἱ Βαβυλώνιοι τὰ μέλλοντα αὐτοῖς συμβήσεσθαι. πῶς γὰρ οἱ μὴ παρόντες, ἀλλ' ὅπως οἱ τὴν πρωτείαν ὑποδεχόμενοι προσδοκῶ ἐνταῦθα, ἀλλὰ καὶ τὴν τοῦ θεοῦ περὶ πάντας ἀνθρώπους ἐσομένην δικαιοκρισίαν εἰδέναι, ἔχοιέν τε παραμυθίαν τῶν αὐτοῖς συμβησομένων ὡς ἐκδικηθησόμενος, μέλλων δὲ ὁ λόγος μερικὴν ποιεῖσθαι ἀπειλὴν κατὰ τῆς Βαβυλῶνος προεκτίθεται προφητείαν περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως διδάσκων, ὁποῖα πείσονται ἐν τῷ τοῦ θεοῦ δικαιωτηρίῳ οἱ καθ' ὅλης τῆς οἰκουμένης ἀσεβῶς καὶ ὑπερηφανῶς ἄρξαντες. μετὰ δὲ τὴν καθολικὴν ταύτην διδασκαλίαν διαβαίνει ἐπὶ τὴν μερικὴν περὶ τῆς Βαβυλῶνος ἀπειλήν. Ἐπ' ὄρους πεδινοῦ ἄρατε σημεῖον, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, παρακαλεῖτε τῇ χειρί Ἀνοίξατε, οἱ ἄρχοντες. ἐγὼ συντάσσω, καὶ ἐγὼ ἄγω αὐτούς· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες. ταῦτα δὲ τὸ ἐν τῷ προφήτῃ θεῖον πνεῦμα ἐκ προσώπου τοῦ θεοῦ λόγου προφέρεται. αὐτὸς τοίνυν ἐστὶν ὁ παρακελευόμενος τοῖς ἀμφ' αὐτὸν ἀγγέλοις ἀνοῖξαι θύρας κεκλεισμένας καὶ παρακελεύσασθαι τοῖς ἔνδον οὖσι προϊέναι, ἥκειν τε καὶ σπεύδειν ἐπὶ τὴν τῶν ἀσεβῶν τιμωρίαν. οἶμαι δὲ διὰ τούτων δηλοῦσθαι εἶναί τινα χώραν ἀφωρισμένην δυνάμεσιν ἀντικειμέναις, ἐν ᾗ ὥσπερ ἐν δεσμωτηρίῳ καθειργμέναι τυγχάνουσι. καὶ μήποτε αὕτη ἐστὶν ἡ καλουμένη «ἄβυσσος», ἣν πεπληρῶσθαι «δρακόντων» διδάσκει ὁ φάσκων λόγος· «δράκοντες καὶ πᾶσαι ἄβυσσοι»; ὅθεν καὶ τὸν σωτῆρα «παρεκάλουν» οἱ δαίμονες, μὴ πέμψαι αὐτοὺς «εἰς τὴν ἄβυσσον», ὁπηνίκα ἔλεγε τό· «ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς»· οὐ γὰρ ἠγνόουν καιρόν τινα ἔσεσθαι αὐτοῖς τῆς «εἰς τὴν ἄβυσσον» καθείρξεως. τὰς μὲν οὖν δυνάμεις τὰς ἀντικειμένας ἤτοι γιγάντων οὔσας ψυχὰς ἢ τῶν ἐξ οὐρανοῦ κατελθόντων «ἀγγέλων», ἐξ ὧν «οἱ γίγαντες ἐγεννήθησαν», ὧν καὶ ἡ Μωσέως μνημονεύει γραφὴ λέγουσα· «ἰδόντες δὲ οἱ ἄγγελοι τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν, ὧν ἐξελέξαντο». εἶθ' ἑξῆς «τοὺς γεννηθέντας» ἐξ αὐτῶν αὐτοὺς εἶναί φησι «τοὺς γίγαντας τοὺς ὀνομαστοὺς ἀπ' αἰῶνος», εἴτε οὖν τούτων τὰς ψυχάς, εἴτε τῶν τούτους γεγεννηκότων τὰ πνεύματα, εἴτε ἑτέρας τινὰς ἀποστατικὰς δυνάμεις ἐκριφείσας τῆς οὐρανίου λήξεως εἰκὸς σκότῳ καὶ «δεσμοῖς» παραδεδόσθαι μέχρι τοῦ «τῆς κρίσεως» καιροῦ. ἐπειδὰν δὲ τὸ τοῦ θεοῦ δικαιωτήριον ἐπιστῇ καὶ ἡ καθολικὴ κρίσις, ἐν ᾗ κρινεῖ ὁ Χριστὸς τοῦ θεοῦ πᾶν γένος ἀνθρώπων «καθίσας ἐπὶ θρόνου δόξης αὐτοῦ», ὅτε καθὼς ἐδίδαξεν· «ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ καὶ συνάξουσι πάντα τὰ ἔθνη μετὰ σάλπιγγος μεγάλης ἀπ' ἄκρου τοῦ οὐρανοῦ ἕως ἄκρου αὐτοῦ». τὴν μὲν ἀνάστασιν τῶν νεκρῶν καὶ τὴν τῶν ἐθνῶν ἁπάντων τὴν ἐπὶ τὸ κριτήριον τοῦ θεοῦ παραγωγὴν διὰ τῶν ἀγγέλων αὐτοῦ ποιήσεται τῶν τὸν θρόνον αὐτοῦ περιπολούντων· «ἀποστελεῖ γάρ» φησι «τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος μεγάλης καὶ ἐπισυνάξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων ἀπ' ἄκρων οὐρανοῦ ἕως ἄκρων αὐτῶν», τὰς δὲ κολάσεις ὥσπερ διὰ δημίων ἐπάξει τοῖς κολασθησομένοις διὰ τῶν ἀντικειμένων δυνάμεων. παρακελεύεται τοίνυν διὰ τῶν προκειμένων τοῖς οἰκείοις ἀγγέλοις ἐπ' ὄρους πεδινοῦ σημεῖον αἴρειν, ὄρος πεδινὸν ἐνταῦθα ὀνομάζων τὸν περίγειον τόπον καὶ πᾶν τὸ τῶν ἀνθρώπων οἰκητήριον. ἔνθα τὸ σημεῖον παρασχεῖν τῆς μελλούσης ἐπιστήσεσθαι τοῦ θεοῦ κρίσεως παρακελεύεται, ἀλλὰ καὶ ὑψῶσαι τὴν φωνὴν συγκαλοῦντας ἐπὶ τὸ κριτήριον τοὺς κριθησομένους. εἶθ' ἑξῆς φησι· παρακαλεῖτε τῇ χειρί· ἀνοίξατε, οἱ ἄρχοντες, ἀνθ' οὗ ὁ Σύμμαχός φησι· κινήσατε χεῖρα καὶ ἐξελθέτωσαν θύρας· ἀπὸ γὰρ «τοῦ ἐξωτάτου σκότους», ἐν ᾧ ἦσαν ἀποκεκλεισμένοι προελθεῖν τὰς προλεχθείσας δυνάμεις προστάττει. διὸ ἐπιλέγει· ἀνοίξατε θύρας· οὐκ ἄν ποτε ἄλλως ἀνοιχθείσας ἢ ἐμοῦ τοῦ κριτοῦ προστάξαντος καὶ ὑμῶν τῶν ἐμῶν ἀγγέλων διακονουμένων. τῷ ἐμῷ νεύματι ἀνοίξαντες δὲ τὰς θύρας, ὑψώσατε τὴν φωνὴν αὐτοῖς, προτρέποντες σπεύδειν τοὺς καλουμένους. ἐγὼ γάρ εἰμι ὁ συντάσσων καὶ ἄγων αὐτούς. τίνες δέ εἰσιν οὗτοι, ἑξῆς παρίστησι διασαφῶν καὶ λέγων· γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες συμφώνως δὲ τοῖς Ἑβδομήκοντα ἡρμήνευσεν ὁ Θεοδοτίων εἰπών· καίγε ἐκάλεσα τοὺς γίγαντάς μου, ὁ δὲ Ἀκύλας καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ· γίγαντας, δυνατοὺς ἡρμήνευσαν. οὕτως δὲ καλεῖ τὰς τιμωρητικὰς δυνάμεις, δι' ὧν τὰ τῆς κατὰ τῶν ἀσεβῶν ὀργῆς πληροῦται. ἐπιχαιρεσίκακοι δέ τινες ὄντες οὗτοι οἱ λεγόμενοι γίγαντες ὥσπερ τὰ κατ' εὐχὰς πράττοντες· χαίρουσιν ἐπὶ τῷ ὑβρίζειν καὶ κολάζειν τοὺς ἀσεβεῖς, ἅτε δὴ μὴ ἔχοντες σπλάγχνα οἰκτιρμοῦ μηδὲ χρηστότητα μηδὲ φιλανθρωπίαν, ἀλλ' ὠμόθυμοι καὶ ἀπάνθρωποι τυγχάνοντες. δέον γοῦν στένειν ἐπὶ τοῖς ἀπολλυμένοις, οἱ δὲ ἅμα ὑβρίζοντες ἔχαιρον. Ταῦτα μὲν οὖν περὶ τούτων, τὰ δ' ἑξῆς περὶ τῶν κριθησομένων ἐθνῶν ἐπιλέγει· φωνὴ ἐθνῶν πολλῶν ἐπὶ τῶν ὀρέων ὁμοία ἐθνῶν πολλῶν, φωνὴ βασιλέων καὶ ἐθνῶν συνηγμένων· οἱ γὰρ μέλλοντες τῇ τιμωρίᾳ παραδίδοσθαι οὐδὲν ἕτερον ἢ φωνὰς ἀφήσουσι τὰ ἑαυτῶν ἐξομολογούμενοι κακά, ὁμοῦ δὲ καὶ κατὰ τὸ αὐτὸ τὰ ἔθνη πάντα καὶ οἱ τούτων βασιλεῖς μίαν καὶ τὴν αὐτὴν ἀποδώσουσι φωνήν, ὀλοφυρόμενοι τὰς ἑαυτῶν συμφοράς. εἶτα τὴν αἰτίαν τῆς τῶν ἐθνῶν καὶ τῶν βασιλέων φωνῆς διδάσκει λέγων· κύριος σαβαώθ, ἢ κύριος τῶν δυνάμεων ἢ κύριος τῶν στρατιῶν, ἐντέταλται ἔθνει ὁπλομάχῳ ἔρχεσθαι ἐκ γῆς πόρρωθεν ἀπ' ἄκρου θεμελίου τοῦ οὐρανοῦ, κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ, καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην. τοὺς δ' ἀνωτέρω γίγαντας ὀνομασθέντας ὁπλομάχους ἐνταῦθα καλεῖ, μακρὰν ὄντας πάλαι καὶ ὥσπερ ἐν θεμελίοις τοῦ οὐρανοῦ ἀποκεκλεισμένους, οὓς ὅτε καιρὸς καλεῖ προστάττει ἔρχεσθαι ὁ τῶν ὅλων κριτὴς ἐπὶ τῷ καταφθεῖραι πᾶσαν τὴν τῶν κακῶν οἰκουμένην μετὰ τὸν ἀφορισμὸν τῶν δικαίων. ἐπεὶ καὶ ἐν τοῖς Εὐαγγελίοις «ὁ υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐπὶ θρόνου δόξης αὐτοῦ» τοὺς «ἐκ δεξιῶν» πρώτους ἐπὶ «τὴν ἡτοιμασμένην» αὐτοῖς «βασιλείαν πρὸ καταβολῆς κόσμου» καλεῖ· ὧν παραληφθέντων καὶ εἰσαχθέντων εἰς τὴν ἐπαγγελίαν ἐπὶ τὰ λοιπὰ ἔθνη τὰ ἐν τοῖς ἀριστεροῖς εὑρεθησόμενα ἡ ἀπειλὴ «τοῦ πυρὸς» ἐξενήνεκται. Ταῦτα διδάξας ὁ λόγος μέλλοντα ἔσεσθαι ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τοὺς μηδέπω εἰς αὐτὴν ἐφθακότας ἔτι δὲ ἐν τῷ βίῳ τούτῳ τυγχάνοντας ἐπὶ μετάνοιαν προκαλεῖται, ὡς ἔτι καιρός ἐστιν ἐπιστρέφειν καὶ ἐπὶ τοῖς ἑαυτῶν κακοῖς ἀποκλάεσθαι καὶ ὀλολύζειν παραινῶν. διό φησιν· ὀλολύξατε, τὰ γλυπτά· ἐγγὺς γὰρ ἡμέρα κυρίου, καὶ συντριβὴ παρὰ τοῦ θεοῦ ἥξει· οὔπω γάρ φησιν ἐπέστη τὰ ἠπειλημένα, μέλλει δὲ ὅσον οὔπω. διὸ προλαβόντες κλαυθμῷ καὶ θρήνῳ καὶ ὀλολυγῇ ἐξιλάσασθε τὰ ἑαυτῶν κακά· μέλλει γὰρ ἡ προλεχθεῖσα ἡμέρα τῆς ὀργῆς τοῦ θεοῦ ἐφίστασθαι, ἐν ᾗ πᾶσα χεὶρ ἐκλυθήσεται, καὶ πᾶσα ψυχὴ ἀνθρώπου δειλιάσει· καὶ ταραχθήσονται οἱ πρέσβεις, καὶ ὠδῖνες αὐτοὺς ἕξουσιν ὡς γυναικὸς τικτούσης· καὶ συμφοράσουσιν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἐκστήσονται καὶ τὸ πρόσωπον αὐτῶν ὡς φλὸξ μεταβαλοῦσι. πρέσβεις δὲ ἐνταῦθα καλεῖ τοὺς προϊσταμένους τῶν τῆς ἀθεότητος λόγων καὶ τοὺς πρεσβεύοντας ὑπὲρ τῆς εἰδωλολάτρου πλάνης, τούς τε διδασκάλους τῶν ἀθέων καὶ ἀσεβῶν δογμάτων, οὓς μετελεύσεται τὰ κατηριθμημένα πάντα. ἴδιον τῶν διατρεπομένων καὶ ἀπροσδοκήτων δεινῶν περιπεσόντων τὸ μεταβάλλειν τὸ χρῶμα τοῦ προσώπου. Οἷς ἐπιλέγει· ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται μήνιδος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς ἀπολέσαι ἐξ αὐτῆς. κατ' ἐκεῖνο δὲ καιροῦ φησιν οἱ ἀστέρες τοῦ οὐρανοῦ καὶ ὁ Ὠρίων καὶ πᾶς ὁ κόσμος τοῦ οὐρανοῦ τὸ φῶς οὐ δώσουσι, καὶ σκοτισθήσονται τοῦ ἡλίου ἀνατέλλοντος· κατὰ γὰρ τὸν τῆς συντελείας καιρὸν οὔθ' ὁ ἥλιος οὔθ' ἡ σελήνη οὔθ' οἱ ἀστέρες τοῖς κολάσει καὶ τιμωρίᾳ παραδοθησομένοις ἀσεβέσι τὸ ἑαυτῶν φῶς δώσουσι, μεταβαλόντες δὲ καὶ οἱ φωστῆρες ἀπὸ τῆς ἑαυτῶν ὑπηρεσίας ἐπὶ ἑτέραν ἥξουσι κρείττονα λῆξιν, ὥσπερ τινὸς παλιγγενεσίας τευξόμενοι καὶ μηκέτι μὲν τῇ τῶν σωμάτων δουλεύοντες ματαιότητι, «ἐλευθερούμενοι» δὲ «ἀπὸ τῆς δουλείας τῆς φθορᾶς» κατὰ τὸν ἀποστολικὸν λόγον. Ἵν' ὑπερουρανίου καὶ ὑπερκοσμίου τινὸς ἀναπαύσεως δόξης τε τῆς ἀνωτάτω τύχωσιν, ὑποχωρησάντων δὲ τῶν φωστήρων σκότῳ παραδοθέντες οἱ ἀσεβεῖς πείσονται τὰ προφητευόμενα, οἷς ἐπιλέγεται· καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν. ταῦτα μὲν οὖν πάντα καθολικῶς περὶ τῆς ἐπὶ συντελείᾳ τοῦ κόσμου κατὰ τῶν ἀσεβῶν γενησομένης κρίσεως εἴρηται, διὸ ἐν ὅλοις τούτοις τῆς οἰκουμένης μέμνηται ὁ λόγος, οὐ μὴν τῆς Βαβυλῶνος, ὥστ' εἶναι ἀκριβῆ τὴν ἡμετέραν ἐπιτήρησιν, καθ' ἣν διείλομεν τὴν διάνοιαν τῆς προφητείας εἴς τε γενικὸν λόγον τὸν περὶ τῆς καθολικῆς κρίσεως καὶ εἰς εἰδικὸν τὸν περὶ τῆς Βαβυλῶνος. διὸ τὰ προλεχθέντα τῆς οἰκουμένης μνήμην ἐποιεῖτο διαφόρως ἐν τῷ ποτὲ μὲν λέγειν· «κύριος καὶ οἱ ὁπλομάχοι αὐτοῦ καταφθεῖραι πᾶσαν τὴν οἰκουμένην», ποτὲ δέ· «ἰδοὺ γὰρ ἡμέρα κυρίου ἔρχεται ἀνίατος θυμοῦ καὶ ὀργῆς θεῖναι τὴν οἰκουμένην ἔρημον», καὶ αὖθις· καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, ἐν οἷς οὐδὲ ἅπαξ τῆς Βαβυλῶνος ἐμνημόνευσε ἡ προφητεία, καθολικὴν δὲ ποιεῖται διδασκαλίαν περὶ «τῆς τοῦ θεοῦ δικαιοκρισίας», περὶ ἧς καὶ τὰ ἑξῆς ἐπιφέρει λέγων· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. τί δήποτε Βαβυλωνίων μόνων ὥσπερ ἀποσκληρωτικῶς μέμνηται, οὐχὶ δὲ καὶ ἑτέρων ἐθνῶν, οἷον Γαλατῶν ἡμιθέων ἢ Σπάνων; ὅτι φησὶν οὐδένες ἄλλοι κατ' ἐκεῖνο καιροῦ παρηνώχλουν τὸ Ἰουδαίων ἔθνος ἢ οἱ καταλεχθέντες συνεχῶς αὐτοῖς ἐπανιστάμενοι· καὶ ποτὲ μὲν τὴν Ἰερουσαλὴμ πορθοῦντες, ποτὲ δὲ τὴν χώραν αὐτῶν δῃοῦντες. διόπερ ὁ λόγος τοὺς πολιορκουμένους ἀναγκαίως ἐδίδασκε τὰ συμβησόμενα τοῖς αὐτὸν πολιορκοῦσιν.
1.66.1
Τὰ προλεχθέντα περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως διελθὼν ἔτι καὶ ταῦτα προστίθησιν ὁ λόγος τὰ συμβησόμενα τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἀσεβέσι διδάσκων καὶ τὰ ἐπελευσόμενα τοῖς τῶν ἐθνῶν ἀθέως καὶ τυραννικῶς ἄρξασιν. ἦσαν δὲ οὗτοι ὑπερήφανοι καὶ ἐπηρμένοι τινὲς οἱ κατὰ καιροὺς καὶ χρόνους τῶν ἐπὶ γῆς κρατήσαντες, περὶ ὧν φησι· καὶ ἀπολῶ ὕβριν ἀνόμων καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. ἀντὶ δὲ τοῦ· καὶ ἔσονται οἱ καταλελειμμένοι ἔντιμοι, ὁ Σύμμαχος· τιμιώσω ἄνδρα φησὶν ὑπὲρ τὸ χρυσίον καὶ ἄνθρωπον ὑπὲρ τὸν λίθον τὸν ἐκ Σουφείρ· σπάνιον γάρ φησιν ἔσεσθαι τὸν εὑρεθησόμενον ἐν αὐτοῖς, ἄξιον τῆς τοῦ ἀνδρὸς προσηγορίας. Ἀλλ' οὐδὲ ὁ σῴζων τὸν κατὰ φύσιν λογικὸν ἄνθρωπον παρ' αὐτοῖς εὑρεθήσεται· θηριώδεις γάρ τινες ἦσαν οὗτοι καὶ ἀπηγριωμένοι τοὺς τρόπους, ὡς καὶ τὸν οὐρανὸν κατ' αὐτῶν κινεῖσθαι, λέγω δὲ τὰς οὐρανίους δυνάμεις ἢ καὶ αὐτὴν τὴν κτίσιν τοῦ θεοῦ ὥσπερ συναγανακτοῦσαν τῷ θεῷ ἐπὶ τῇ ἀπονοίᾳ καὶ ἀλαζονείᾳ καὶ ἀθεότητι τῶν δηλουμένων. διὸ γέγραπται· ὁ γὰρ οὐρανὸς θυμωθήσεται καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς διὰ θυμὸν ὀργῆς κυρίου. τὴν συντέλειαν δὲ οἶμαι σημαίνειν διὰ τοῦ λέγειν σεισθήσεσθαι τὴν γῆν ἐκ τῶν θεμελίων αὐτῆς. Εἰ δέ τινες ἐν αὐτοῖς πειραθεῖέν φησι φυγῇ τὴν σωτηρίαν πορίσασθαι, καὶ οὗτοι εὐάλωτοι γενήσονται, οὐ δορκάσι τελείαις ἀποπηδῶσι κοῦφόν τε καὶ ταχὺ ποιουμέναις τὸν δρόμον ἐοικότες, ἀλλὰ δορκαδίῳ· διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς δορκάδιον ὠνόμασται. καὶ προβάτῳ δὲ πλανωμένῳ καὶ μηδὲ ζητουμένῳ μηδὲ συναγομένῳ πρός τινος ἔσονται ὅμοιοι· εὔξονται μὲν γὰρ οἱ φεύγοντες δεξιοῦ τινος τυχεῖν καὶ καταφυγὴν εὕρασθαι παρά τινι τῶν γνωρίμων οὐ μὴν εὑρήσουσιν· οὐκ ἔσται γὰρ ὁ συνάγων αὐτούς. διὸ οἱ μὲν αὐτῶν ἡττηθήσονται, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ἐκκεντηθήσονται. ἁλόντες οἱ δὲ ὁμοῦ συναχθέντες καὶ ὡσανεὶ σύστρεμμα ἑαυτοὺς ποιησάμενοι ὑποπεσοῦνται τῇ μαχαίρᾳ τῆς ὀργῆς τοῦ θεοῦ. Οὐ μόνους δὲ τοὺς εἰρημένους ὑπερηφάνους ταῦτα διαθήσουσιν οἱ ἐπελευσόμενοι αὐτοῖς τιμωροὶ ἄγγελοι, ἀλλὰ καὶ τὰ τέκνα αὐτῶν ἐνράξουσιν ἐνώπιον αὐτῶν καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσι καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν· ὁμοίως γὰρ τοῖς κολαζομένοις ἀνδράσι καὶ τὰς τούτων γυναῖκας ἀθέους καὶ ἀσεβεῖς καὶ αὐτὰς γενομένας ταῖς ἴσαις ὑποβαλοῦσι τιμωρίαις, ὥσπερ οὖν καὶ τὰ τέκνα αὐτῶν τὰ ἀσεβῆ τὰς οἰκείας καὶ τῇ τῶν τρόπων αὐτῶν μοχθηρίᾳ ἐξοικειωθείσας καὶ παρομοιωθείσας ψυχάς. ταῦτα μὲν οὖν ἀπειλεῖ πείσεσθαι τοὺς ἀσεβεῖς ἅπαντας καὶ τοὺς ἀνόμους καὶ τοὺς ὑπερηφάνους ἐν καιρῷ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. ἀφωρισμένως δὲ τὰ συμβησόμενα τῇ Βαβυλῶνι καὶ τοῖς Βαβυλωνίοις, τῷ τε βασιλεῖ τῶν Χαλδαίων ἑξῆς προαναφωνεῖ ἐντεῦθεν ἰδιάζουσαν προφητείαν καὶ μερικὴν ποιούμενος, διὸ καὶ εἰς πρόσωπον αὐτῶν ἀποτείνεται τῶν Βαβυλωνίων τὸν λόγον. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ πεντεκαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος.
1.67.1
Τῷ φάσκοντι λόγῳ· ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, μαρτυρεῖ ἡ τῆς ἱστορίας ἔκβασις ἀνάγραπτος οὖσα παρὰ τοῖς Ἑλλήνων τὰ Χαλδαϊκὰ καὶ τὰ Ἀσσύρια συγγραψαμένοις, τοῖς τε τὰ Μηδικὰ ἱστορήσασιν, ὧν καὶ ἡμεῖς πλείστας ἀναλελέγμεθα μαρτυρίας ἐν τοῖς πονηθεῖσιν ἡμῖν χρονικοῖς συγγράμμασι. φαίνονται τοίνυν Μῆδοι τὴν Ἀσσυρίων καθελόντες ἀρχήν· τούτους τε Κῦρος ὑποτάξας ὁ Περσῶν βασιλεύσας πρῶτος, ὁ καὶ τὴν αἰχμαλωσίαν τῶν Ἰουδαίων ἀνεὶς καὶ δοὺς ἐξουσίαν τοῖς ἐθέλουσιν αὐτῶν εἰς τὴν οἰκείαν ἐπανιέναι χώραν καὶ ἀνεγείρειν τὸν νεὼν τοῦ θεοῦ. διὸ τούτων πρὸς λέξιν ἡ προφητεία μνημονεύουσα νῦν μὲν φάσκει· ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους, ἐν δὲ τοῖς ἑξῆς καὶ «τοῦ Κύρου» μνήμην ὀνομαστὶ ποιεῖται. Ἐπιφέρει δὲ περὶ τῆς Βαβυλῶνος λέγουσα· καὶ ἔσται Βαβυλών, ἣ καλεῖται ἔνδοξος, ὃν τρόπον κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα· οὐ κατοικηθήσεται εἰς τὸν αἰῶνα χρόνον. ὃ καὶ αὐτὸ ἀναγκαῖον τηρῆσαι ὡς ἐπαληθεύει τοῖς ἔργοις· ἀοίκητος. γοῦν καὶ παντελῶς ἔρημος εἰσέτι νῦν ὁρᾶται ἡ Βαβυλών, μάρτυρες δὲ τούτων οἱ ἐκ τῶν τόπων ὡς ἡμᾶς ἀφικνούμενοι. ἀλλ' οὐδὲ διελεύσονταί φησιν αὐτὴν Ἄραβες, οὕτω δηλουμένων, ὡς οἶμαι, τῶν παρ' ἡμῖν καλουμένων Σαρακηνῶν, οἳ τὰς πραγματείας ποιούμενοι καὶ ἐπ' αὐτῆς Βαβυλῶνος τὸ παλαιὸν ἐσκηνοποιοῦντο. φευκτὴ δὲ οὕτως καὶ τοῖς ὁμόροις καὶ ὡς ἐξ ἔθνους μακροῦ περινοστοῦσιν αὐτήν, ὡς μηδὲ ποιμένας τοὺς ἐξ Ἀράβων κατανεμῆσαί τι τῶν ἰδίων θρεμμάτων ἐν αὐτῇ διά τοι τὸ ἠρημῶσθαι παντελῶς. ἰστέον δὲ ὅτι τὰ Σαρακηνῶν ἔθνη καὶ μέχρις αὐτῆς διήκοντα τῶν Ἀσσυρίων καὶ τὴν ἐσωτάτω νεμομένους ἔρημον Ἄραβας ὀνομάζει· γείτονα γὰρ ἔχουσι τὴν Ἀράβων χώραν. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐδὲ σκηνοποιήσει ἐκεῖ Ἄραψ. ἔστι δὲ καὶ ἄλλη τις ἡ καλουμένη ἡ εὐδαίμων Ἀραβία τῇ Περσῶν παρακειμένη χώρᾳ, ὡς καὶ περὶ τῶν ἐξ αὐτῆς δύνασθαι δηλοῦν τὸ λόγιον. ἐπεὶ δὲ πολλὰ τῶν ἐρήμων τόπων ἐπινέμονται ποιμένες μάνδρας τοῖς ἑαυτῶν θρέμμασιν ἐν αὐτοῖς ποριζόμενοι, οὐδεὶς τοῦτο ἔσεσθαι χρήσιμον τὴν Βαβυλῶνα προλέγει φάσκον· οὐδὲ ποιμένες ἀναπαύσονται ἐν αὐτῇ. Τῶν μὲν οὖν ἡμέρων καὶ λογικῶν ζῴων ἔρημον παντελῶς καταστᾶσαν τὴν Βαβυλῶνα οὐδὲν οἰκήσειν θεσπίζει. θηρία δὲ ἡμῖν τινα ἄδηλα καὶ ἄγνωστα, δαίμονάς τε καὶ πνεύματά τινα ἀπηνῆ καὶ ἀνήμερα ἐν αὐτῇ ἔσεσθαί φησι. διὸ ἀντὶ τοῦ· θηρία, σιεὶμ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασι, καὶ ἀντὶ τοῦ· σειρῆνες, στρουθοκαμήλους εἰρήκασι, καὶ ἀντὶ τοῦ· ὀνοκένταυροι, ἰὶμ ἀνέγραψαν αὐτῇ χρησάμενοι τῇ Ἑβραϊκῇ φωνῇ διὰ τὸ ἄδηλον τῆς ἑρμηνείας. ἀλλὰ καὶ ἀντὶ ἐχίνων ὁμοίως οἱ τρεῖς ἑρμηνευταὶ σειρῆνας ἡρμήνευσαν, τάχα που διὰ τὸ ἀπατηλὸν τῶν τοιούτων δαιμόνων, ἐπεὶ παρ' Ἕλλησιν ἡδύφωνοί τινες αὗται καὶ ἀπατηλοὶ γεγενῆσθαι μνημονεύονται. ταῦτα δὴ πάντα ταχύ φησιν ἔρχεται καὶ οὐ χρονιεῖ· πᾶς γὰρ καὶ ὁ νομιζόμενος παρὰ ἀνθρώποις μακρότατος εἶναι χρόνος βραχύτατος παρὰ θεῷ κριτῇ λελόγισται· «χίλια» γοῦν «ἔτη ἐνώπιον αὐτοῦ ὡς ἡ ἡμέρα ἡ ἐχθὲς» εἴρηται, «καὶ ὡς φυλακὴ ἐν νυκτί». ἀλλὰ καὶ οὐκ εἰς μακρὸν χρόνον τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα τέλους ἔτυχεν, τὰ προρρηθέντα παθούσης τῆς Βαβυλῶνος ἐπὶ τῆς Μήδων ἀρχῆς.
1.68.1
Ἀκολούθως μετὰ τὰ προλεχθέντα κατὰ τῆς Βαβυλῶνος τὴν ἐπὶ Κύρου γενομένην ἐπιστροφὴν τοῦ Ἰουδαίων λαοῦ τὴν ἀπὸ τῆς πολεμίας ἐπὶ τὴν Ἰερουσαλὴμ σημαίνει διδάσκων, ὡς ἐπανελθόντες ἀναπαύσονται ἐπὶ τῆς ἑαυτῶν χώρας, καὶ ὡς ὁ γιώρας προστεθήσεται αὐτοῖς. ἀντὶ δὲ τοῦ· ὁ γιώρας προστεθήσεται αὐτοῖς, οἱ λοιποὶ ἑρμηνευταὶ ὁ προσήλυτος ἡρμήνευσαν· οὕτως γὰρ εὖ πράξειν αὐτούς φησιν ἐπὶ τῆς ἑαυτῶν γῆς ὡς καὶ ἀλλοφύλους ἀντιποιηθῆναι τῆς αὐτῶν θεοσεβείας, προσηλύτους τε αὐτῶν γενέσθαι καὶ προστεθῆναι τῷ οἴκῳ Ἰακὼβ οὐκ ὄντας μὲν ἐξ αὐτῶν, διὰ δὲ τὸ προσηλυτεῦσαι οἰκειουμένους αὐτοῖς ὡς μηδὲν διαφέρειν τῶν ἐγγενῶν καὶ ἀλλοφύλων. Ἐν δὲ τῷ ἐπανιέναι αὐτοὺς ἀπὸ τῆς Βαβυλωνίας ἐπὶ τὴν Ἰουδαίαν γῆν λήψεσθαι αὐτούς φησιν ἔθνη καὶ εἰσάξειν εἰς τὸν τόπον αὐτῶν. καὶ ταῦτα δὲ τέλους ἐτύγχανεν κατὰ τὴν ἱστορίαν, ἣν περιέχει ἡ τοῦ Ἔσδρα γραφὴ διδάσκουσα, ὡς βασιλεὺς Κῦρος διὰ προγράμματος τοῖς ἐθέλουσι τῶν Ἰουδαίων ἐξουσίαν ἔδωκεν ἐπανιέναι εἰς τὴν γῆν ἑαυτῶν καὶ τὸν ναὸν ἐγείρειν τὸν ἐν Ἱεροσολύμοις. οἷς ἐπιλέγει ἡ γραφή· «καὶ ἀνέστησαν ἄρχοντες τῶν πατριῶν Ἰούδα καὶ Βενιαμὶν καὶ πάντες οἱ κυκλόθεν αὐτῶν ἴσχυσαν ἐν χερσὶν αὐτῶν ἐν σκεύεσιν ἀργύρου, ἐν χρυσίῳ καὶ ἀποσκευῇ καὶ ἐν κτήνεσι καὶ ἐν ξενίοις». τούτων μὲν οὖν ἡγεῖτο Ζοροβάβελ ὁ τοῦ Σαλαθιὴλ καὶ Ἰησοῦς ὁ τοῦ Ἰωσεδὲκ συνόντων αὐτοῖς προφητῶν Ἁγγαίου καὶ Ζαχαρίου. μετὰ δὲ Κῦρον Ξέρξης Περσῶν βασιλεὺς Ἔσδραν ἀποπέμπει «τὸν γραμματέα τοῦ νόμου» σὺν ἐπιστολαῖς, αἳ προσέταττον ἅπασι τοῖς ἄρχουσι τῶν ἐθνῶν τοῖς μεταξὺ τῆς Περσῶν καὶ τῆς Ἰουδαίας χώρας συμπράξαι τῷ Ἔσδρᾳ. δευτέρα γίνεται ἄνοδος αὕτη τῶν ἅμα τῷ Ἔσδρᾳ συνελθόντων, καὶ μετὰ ταῦτα πάλιν Νεεμίου ἀνιόντος γράμματα ἐπιτίθησιν ὁ τῶν Περσῶν βασιλεὺς «πρὸς τοὺς ἐπάρχους τοὺς πέραν τοῦ ποταμοῦ» καὶ αὐτὸς δὲ «ὁ βασιλεὺς συναπέστειλεν αὐτῷ ἀρχηγοὺς δυνάμεως», «ὁδηγοὺς» ἅμα καὶ φύλακας. ταῦτα τοίνυν προλαβοῦσα σημαίνει ἡ προφητεία ἐν τῷ λέγειν· καὶ λήψονται αὐτοὺς ἔθνη καὶ εἰσάξουσιν εἰς τὸν τόπον αὐτῶν. τὸ δέ· καὶ ἔσονται αἰχμάλωτοι οἱ αἰχμαλωτεύσαντες αὐτούς, καὶ κυριευθήσονται οἱ κυριεύσαντες αὐτῶν ἐπληροῦτο, ὅτε Πέρσαι καὶ Μῆδοι πᾶσαν Ἀσσυρίων ἀρχὴν καὶ αὐτοὺς Βαβυλωνίους ὑποχειρίους λαβόντες τῇ ἑαυτῶν ὑπέταξαν δυνάμει. Ἤδη δὲ ἐντεῦθεν τὸ πνεῦμα τὸ προφητικὸν διδασκαλίαν παρέχει τοῖς τῇ γραφῇ τῇ προφητικῇ ἐν τοῖς μετὰ ταῦτα χρόνοις μέλλουσιν ἐντυγχάνειν, ὅπως χρὴ δοξάζειν καὶ εὐλογεῖν τὸν θεόν, ἐφ' αἷς δεδώρηται αὐτοῖς εὐεργεσίαις, καὶ ὅπως χρὴ ἀποθρηνεῖν τὸν βασιλέα τῆς Βαβυλῶνος. διό φησι· καὶ ἐρεῖς ἐν τῇ ἡμέρᾳ ἐκείνῃ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑξκαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. ἐρεῖς τοίνυν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φησὶ Πῶς ἀναπέπαυται ὁ ἀπαιτῶν καὶ ἀναπέπαυται ὁ ἐπισπουδαστής. ἀνθ' οὗ ὁ Σύμμαχος πῶς... κατεδέθη φορολογία διηρμήνευσε καὶ ἐπήγαγε· συνέτριψεν ὁ κύριος τὴν βακτηρίαν τῶν ἀσεβῶν, τὴν βακτηρίαν τῶν ἐξουσιαζόντων, καὶ πάλιν ἀντὶ τοῦ· ἀνεπαύσατο πεποιθὼς πᾶσα ἡ γῆ, ὁ Σύμμαχος ἀνεπαύσατό φησι καὶ ηὐστάθησε πᾶσα ἡ γῆ. καὶ ἐπιλέγει· ἱλαροὶ γένεσθε, ἀγαλλιᾶσθε· καίγε πᾶσαι πίτυες ἐπέχαιρόν σοι, κέδρος τοῦ Λιβάνου. πίτυς δὲ καὶ κέδρος Λιβάνου πάλιν ἀλληγορικῶς τυράννους τινὰς καὶ ἐπηρμένους σημαίνει, ὑπὸ τοῦ Βαβυλωνίου πολιορκηθέντας καὶ τῆς οἰκείας ἀποκοπέντας χώρας· οὓς εἰκὸς ἦν ἐπιχαρῆναι τῇ πτώσει τοῦ δηλουμένου. Καὶ ἐνεπλήσθησάν φησιν ἐπὶ τῇ σῇ ἀπωλείᾳ λέγοντες· Ἀφ' οὗ σὺ κεκοίμησαι, οὐκ ἀνέβη ὁ κόπτων ἡμᾶς. οἱ μὲν οὖν ἐπὶ γῆς ὄντες ταῦτα φήσουσιν, οἱ δὲ τὸν ἀνθρώπινον μεταλλάξαντες βίον καὶ ὥσπερ ἐν δεσμοῖς τοῖς τοῦ ᾅδου χωρίοις ἀπολειφθέντες ἐπιχαίροντες καὶ αὐτοὶ τῇ ἀπωλείᾳ τοῦ αὐτοῦ λέξουσι τὰ ἐπιφερόμενα. φθάσας δὲ τοὺς ἐκεῖ πάντας ὁ ᾅδης καὶ ἡ ἐφεστῶσα ταῖς τῶν τεθνηκότων ψυχαῖς δύναμις, ὥσπερ τις δεσμωτηρίου τυγχάνουσα φρουρὸς κάτωθεν ἐκ τῶν σκοτεινῶν μυχῶν μετὰ θυμοῦ καὶ ὀργῆς ἐπαναστήσεταί σοι. τούτου δὲ ὡσπερεὶ ἄρχοντος καὶ τῶν ἐκεῖ κρατοῦντος τοῦ οἰκείου διεγερθέντος θρόνου, καὶ οἱ λοιποὶ πάντες γίγαντες, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· οἱ ῥαφαεὶμ συνανέστησαν. τίνες δὲ ἦσαν οὗτοι, διερμηνεύει λέγων· οἱ ἄρξαντες τῆς γῆς οἱ ἐγείραντες ἐκ τῶν θρόνων αὐτῶν πάντας βασιλεῖς ἐθνῶν, καὶ τὰ αὐτὰ τῷ κατηγορουμένῳ βασιλεῖ Βαβυλῶνος πράξαντες, οἳ καὶ γυμνὴν καὶ ἔρημον τοῦ σώματος τὴν τοῦ ποτε βασιλεύσαντος τῆς Βαβυλῶνος ψυχὴν ὁρῶντες φήσουσιν αὐτῇ· Καὶ σοῦ κρείττων γέγονε θάνατος, ὡς καὶ σὲ ὅμοιον ἡμῖν ἀπελέγξαι; οὐδὲν ἄρα ἦν ὁ ὑπὲρ γῆς βίος καὶ ὁ πλοῦτος καὶ ἡ δόξα καὶ ἡ τοσαύτη δυναστεία, εἰ δὴ τὸ πάντων ἐκείνων πέρας «γῆ καὶ σποδὸς» διαδέξεται, σκώληκές τε καὶ σαρκῶν σῆψις. ἡμεῖς δὲ σὲ οὐ θνητὸν ἐνομίζομεν, ἀπατώμενοι δὲ τῇ περὶ σὲ δόξῃ τῷ κατ' οὐρανὸν λαμπροτάτῳ φωστῆρι τῷ τὸν ἥλιον προσκαλουμένῳ ἑωσφόρῳ ἀπεικάζομεν. σὺ δὲ ἐπὶ σαυτῷ καὶ μείζονα τούτων ἐφρόνεις καὶ γαυριῶν καὶ μανίᾳ φρενῶν ἀλαζονευόμενος ὡς σαυτὸν τῷ ὑψίστῳ θεῷ παραβάλλειν καὶ ὑπὲρ τὰς οὐρανίους ἁψῖδας τὸν σαυτοῦ θρόνον θήσειν φαντάζεσθαι. ταῦτα μὲν ἡμεῖς περὶ σοῦ θνητοῖς λογισμοῖς ἀπατώμενοι διενοούμεθα, τοιαῦτα δὲ καὶ σὺ φρενῶν ἐκστάσει ἐπὶ σαυτῷ ἐφρόνεις. ἦν δ' ἄρα καὶ τοῦ περὶ σὲ τέλους ἔλεγχος ὁ χρόνος, καθ' ὃν ἑάλως· οὐδὲ τοῖς λοιποῖς ἀνθρώποις ὁμοίαν ἐσχηκὼς τελευτήν. οἱ μὲν γὰρ ἐπ' ἡσυχίας ἠρέμα καὶ πράως ἐπὶ τῆς ἑαυτῶν ἑστίας τὸ χρέων ἀπέδοσαν, σὺ δὲ τῇ τῶν πολεμίων μαχαίρᾳ τὴν ζωὴν ἀφαιρεθείς, νεκρὸς ἄταφος ῥιφήσῃ θηρσὶ βορὰ καὶ οἰωνοῖς ἐκκείμενος. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἑπτακαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. τὴν δὲ τῶν εἰρημένων διάνοιαν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ σὺ ἐτρώθης ὡς ἡμεῖς, ἐν ἡμῖν δὲ παρεβλήθης. κατηνέχθη δὲ εἰς ᾅδην ἡ ὑπερηφανία σου, ἐθανατώθη τὸ στόμα σου, ὑποκάτω σου στρωθήσεται ἔξερψις καὶ τὸ περιβόλαιόν σου σκώληξ. πῶς ἔπεσες ἐξ οὐρανοῦ ὁ ἑωσφόρος ὁ ὀρθρινός; ἐξεκόπης εἰς γῆν ὁ τιτρώσκων ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ ἐπαρῶ τὸν θρόνον μου καὶ καθιῶ ἐν ὄρει συνταγῆς ἐν μηροῖς βορρᾶ, ἀναβήσομαι ἐπὶ ὑψηλῇ νεφέλῃ, ὁμοιωθήσομαι τῷ ὑψίστῳ. ἀλλ' εἰς ᾅδην κατενεχθήσῃ, εἰς βάθη λάκκου. οἱ ὁρῶντές σε κατακύψουσι, περὶ σοῦ ἐννοήσουσιν Οὗτος ὁ ἀνὴρ ὁ ταράξας τὴν γῆν καὶ συσσείσας βασιλείας; ὁ τάξας τὴν οἰκουμένην ὡς τὴν ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθελών, τοὺς δεσμίους αὐτοῦ μὴ ἀπολύσας εἰς οἰκίαν. πάντες οἱ βασιλεῖς τῶν ἐθνῶν ἐκοιμήθησαν ἐν τιμῇ, ἕκαστος ἐν τῷ οἴκῳ αὐτοῦ. σὺ δὲ ῥιφήσῃ ἀπὸ τοῦ τάφου σου ὡς ἔκτρωμα ἐβδελυγμένος, ἐνδεδυμένος ἀνῃρημένους βεβαρημένους μαχαίρᾳ καταβαίνοντας ἐπὶ θεμελίους λάκκου. τούτοις ἑξῆς κατὰ μὲν τοὺς Ἑβδομήκοντα λέλεκται· ὃν τρόπον ἱμάτιον ἐν αἵματι πεφυρμένον οὐκ ἔσται καθαρόν, οὕτως οὐδὲ σὺ ἔσῃ καθαρός, διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας καὶ τὰ τούτοις ἑξῆς. ἀνθ' οὗ ὁ Σύμμαχος ὧδέ πως ἐξέδωκεν· ὡς σῶμα δυσῶδες οὐ κοινωνήσεις αὐτοῖς ἐν ταφῇ, ὅτι τὴν γῆν σου διέφθειρας, τὸν λαόν σου ἀπέκτεινας· οὐ κληθήσεται εἰς τὸν αἰῶνα σπέρμα κακοποιόν. ἡτοίμασε τοὺς υἱοὺς αὐτοῦ σφαγὴν διὰ τὴν ἀνομίαν τῶν πατέρων αὐτῶν, ἵνα μὴ ἀναστάντες κληρονομήσωσι γῆν καὶ πληρώσωσι τὸ πρόσωπον τῆς οἰκουμένης πόλεων. ταῦτα κατὰ τὸν Σύμμαχον εἰρημένα, τὰ Ἀκύλου δὲ καὶ τὰ Θεοδοτίωνος τούτοις συνᾴδοντα βαθύτερον ὑποβάλλει νοῦν· τὸν γὰρ βασιλέα τῆς Βαβυλῶνος αὐτὸν τὴν ἑαυτοῦ φησι γῆν διεφθαρκέναι. λέγει δ' οὖν· ὅτι τὴν γῆν σου διέφθειρας καὶ τὸν λαὸν δὲ ἑαυτοῦ ἀπεκταγκέναι διδάσκει, ἀλλὰ καὶ ἡτοιμακέναι τοὺς υἱοὺς αὐτοῦ εἰς σφαγήν. καὶ ἀνωτέρω πάλιν κατὰ τὸν Σύμμαχον ἐλέγετο· ὁ τάξας τὴν οἰκουμένην ὡς τὴν ἔρημον καὶ τὰς πόλεις αὐτοῦ καθελών, τοὺς δεσμίους αὐτοῦ μὴ ἀπολύσας. πότε δὲ ὁ Βαβυλώνιος τὰς ἑαυτοῦ πόλεις καθεῖλε, ποίους δὲ δεσμίους αὑτοῦ οὐκ ἀπέλυσε, πῶς δὲ τὴν γῆν ἑαυτοῦ διέφθειρεν καὶ τὸν λαὸν αὑτοῦ ἀπέκτεινε, τούς τε υἱοὺς αὑτοῦ ἡτοίμασεν εἰς σφαγήν, ἔργον ἂν εἴη ἐπισκέψασθαι. ἐὰν μὲν γὰρ λέγηται κατὰ τοὺς Ἑβδομήκοντα· διότι τὴν γῆν μου ἀπώλεσας καὶ τὸν λαόν μου ἀπέκτεινας, οὐδὲν ἂν ζητηθείη· δῆλον γὰρ ὡς ἐπελθὼν ὁ Βαβυλώνιος τὴν γῆν τοῦ Ἰσραὴλ ἐπολιόρκησε καὶ τὸν πάλαι χρηματίζοντα λαὸν τοῦ θεοῦ ἐχειρώσατο, ἐπεὶ δὲ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς καὶ κατ' αὐτὴν τὴν Ἑβραϊκὴν φωνὴν τὴν γῆν ἑαυτοῦ διεφθαρκέναι λέγεται καὶ τὸν λαὸν ἑαυτοῦ ἀπεκταγκέναι, σφαγήν τε τοῖς ἑαυτοῦ τέκνοις προξενῆσαι. ὅρα μήποτε τὴν ἐφεστῶσαν ἀφανῆ καὶ ἀόρατον δύναμιν τῷ Βαβυλωνίων ἔθνει διὰ τούτων αἰνίττεται, ἐπειδὴ καὶ ὁ προφήτης Δανιὴλ τοιούτους τινὰς ἀγγέλους τοῖς ἔθνεσιν ἐφεστώτας διδάσκει. Γαβριὴλ γοῦν ὁ χρηματίζων αὐτῷ ἄγγελος εἰσάγεται παρ' αὐτῷ λέγων· «καὶ ἰδοὺ ἐξ ἐναντίας μου ἤρχετο ἄρχων βασιλείας Περσῶν καὶ ἄρχων βασιλείας Ἑλλήνων καὶ ἄρχων βασιλείας Μήδων, καὶ οὐδεὶς ἦν σὺν ἐμοὶ εἰ μὴ Μιχαὴλ ὁ ἄρχων ὑμῶν». εἰκὸς οὖν καθ' ἕκαστον ἔθνος ἄρχοντάς τινας ἐπιστατεῖν, ὃ δὴ καὶ ἡ Μωσέως παρίστη γραφὴ λέγουσα· «ὅτε διεμέριζεν ὁ ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδάμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων θεοῦ». ἕως μὲν οὖν συνειστήκει ἡ Βαβυλών, βασίλειόν τε ἦν καὶ δυναστεία μεγάλη τῶν αὐτόθι κρατούντων, τάχα που καὶ ἡ ἐπιστατοῦσα δύναμις αὐτοῖς τὰ μεγάλα συνέπραττεν· ἐπεὶ δὲ ἠφάνιστο ἡ βασιλεία τοῦ ἔθνους καὶ ὁ ἐφεστὼς αὐτοῖς ἄρχων, ὡσπερεὶ πληρώσας τοὺς ἑαυτοῦ χρόνους, εἰς τὸν τῶν ὁμοίων αὐτοῦ χῶρον παρελαμβάνετο, ἐν ᾧ συνήντησαν αὐτῷ πάντες οἱ ῥαφαεὶμ καλούμενοι ἢ οἱ γίγαντες. οὗτοι δὲ καὶ αὐτοὶ δυνάμεις τινὲς ὡς εἰκὸς ἦσαν ἑτέρων ἐθνῶν κατὰ χρόνους οὐκ ὀρθῶς ἡγησάμεναι. μήποτ' οὖν αὐτὸς οὗτος ὁ τῆς Βαβυλῶνος ἄρχων ποτὲ γεγονὼς τὴν ἑαυτοῦ γῆν διέφθειρε, θεὸς παρ' αὐτοῖς νομισθείς, οὕτω δὲ καὶ τὸν ἑαυτοῦ λαὸν ἀπέκτεινε καὶ τοὺς ἑαυτοῦ υἱοὺς σφαγῇ παρέδωκεν, αἴτιος ἀπωλείας τοῖς ὑπ' αὐτὸν ἀρχομένοις, διὰ τὸ νομισθῆναι παρ' αὐτοῖς θεὸς εἶναι γεγονώς; εἰ δ' ἔχοι ταῦτα οὕτως, ὥρα καὶ πάντα τὸν τῆς προφητείας λόγον, τὸν περὶ τοῦ βασιλέως Βαβυλῶνος προενηνεγμένον, εἰς ἐκείνην ἀναφέρειν τὴν δύναμιν, ἥτις, ἐπειδὴ θεοῦ δόξαν παρὰ τοῖς ἀρχομένοις κτησαμένη μέγα ἐφρόνησεν, εἰκότως ἀπελέγχεται πρὸς τοὺς φάσκοντας λόγον· σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἀστέρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ. καὶ τὰ λοιπὰ δὲ παρὰ σαυτῷ ἐφαρμόσεις τῷ ἀποδοθέντι λόγῳ μετὰ τοῦ καὶ τῷ προχείρως νοουμένῳ αἰσθητῷ βασιλεῖ τὰ διὰ τῆς προφητείας δηλούμενα προσαρμόττειν. Ἀλλὰ γὰρ ταῦτα καὶ τὰ τούτοις ἐπιλεγόμενα περὶ τοῦ ἄρχοντος Βαβυλῶνος καὶ περὶ τῆς πόλεως αὐτῆς, περί τε τοῦ Ἀσσυρίων ἔθνους θεσπίσας ὁ προφήτης ἑξῆς ἐπάγει· τάδε λέγει κύριος σαβαώθ Ὃν τρόπον εἴρηκα, οὕτως ἔσται, τοῦ ἀπολέσαι τοὺς Ἀσσυρίους ἐπὶ τῆς γῆς τῆς ἐμῆς καὶ ἐπὶ τῶν ὀρέων μου, διδάσκων ὡς καὶ ἡ τῶν Βαβυλωνίων χώρα, τά τε ἐπ' αὐτῆς ὄρη οὐκ ἦν ἀλλότρια αὐτοῦ· «τοῦ γὰρ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». ἔσονται τοίνυν Ἀσσύριοί φησιν εἰς καταπάτημα ὑποχείριοι γενόμενοι τοῖς μετὰ ταῦτα αὐτῶν κρατήσασιν, ἀλλὰ καὶ ἀφαιρεθήσεται αὐτῶν ὁ ζυγός, ὃν ὅτε ἐκράτουν τοῖς ὑπ' αὐτῶν ἀρχομένοις ἐπήρτων, ζυγὸν βαρὺν καὶ δυσβάστακτον ἐπαιωροῦντες αὐτοῖς, καὶ τὸ κῦδος δὲ αὐτῶν, ὅπερ ἐστὶν ἡ δόξα, ἀφαιρεθήσεται ἡ πάλαι τοῖς ὤμοις αὐτῶν ἐπικειμένη· ὡς γὰρ ἐπὶ τοῦ σωτῆρος λέλεκται· «οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ», οὕτως ἐνταῦθα τὸ κῦδος τῶν Ἀσσυρίων ἐπὶ τῶν ὤμων αὐτῶν εἴρηται, ὅπερ ἀφαιρεθήσεσθαι αὐτῶν ὁ λόγος ἀπειλεῖ. Καὶ δὴ μέχρι τούτων περιγράψασα τὸν περὶ Βαβυλῶνος λόγον ἡ προφητεία ἀνατρέχει πάλιν ἐπὶ τὰ πρῶτα τῆς προκειμένης ὑποθέσεως καί φησιν· αὕτη ἡ βουλή, ἣν βεβούλευται κύριος ἐπὶ ὅλην τὴν οἰκουμένην· ὁποία γὰρ ἐξενήνεκται κρίσις περὶ τῆς Βαβυλῶνος καὶ τῶν ταύτης οἰκητόρων, τοιαύτη τις ἔσται καὶ ἡ περὶ πάντων τῶν τῆς οἰκουμένης κρατησάντων ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· κατὰ γὰρ τὸν τοῦ δικαίου λόγον τὰ ὅμοια πείσονται οἱ τὰ ὅμοια δυσσεβήσαντες. διὸ ἐπιλέγει· καὶ αὕτη ἡ χεὶρ ἡ ὑψηλὴ ἐπὶ πάντα τὰ ἔθνη, προσεπινοούντων ἡμῶν ἔθνη τὰ τῶν ἀθέων καὶ ἀσεβῶν ἀνδρῶν· οὐ γὰρ ἀκρίτως ταῦτα κατὰ τῶν εὐσεβῶν καὶ τῶν τῷ θεῷ ἀνακειμένων ἐκδέχεσθαι προσήκει. ὥσπερ οὖν ἤρξατο, τοῦτον καὶ ἀπετέλεσε τὸν τρόπον τῆς κατὰ πάντων καθολικῆς τοῦ θεοῦ κρίσεως ἀναγκαίως μνημονεύσας εἰς τὸ ἐπιστρέψαι πάντας τοὺς ἐντυγχάνοντας τῇ γραφῇ, μὴ νομίζειν οὐδὲν πρὸς αὐτοὺς εἶναι τὰ περὶ Βαβυλῶνος εἰρημένα· οὐδὲν γὰρ ἂν ἦν πρὸς ἡμᾶς, εἰ ταῦτα περὶ ἐκείνων εἴρητο μόνων. νῦν δὲ ἀναγκαίως ὁ λόγος ἐπιστρέφων καὶ εἰς ἀγωνίαν καὶ φόβον ἡμᾶς ἄγων τῆς περιμενούσης ἅπαντας ἀνθρώπους καθολικῆς τοῦ θεοῦ κρίσεως καὶ κατ' ἀρχὰς τῆς προφητείας καὶ πρὸς τοῖς τέλεσιν ἀναγκαίως ἐμνημόνευσε.
1.69.1
Τῆς «κατὰ Βαβυλῶνος ὁράσεως» περιγραφείσης ἀρχὴν ἑτέραν ὑποθέσεως ὁ λόγος ποιεῖται τοῖς τὴν Παλαιστίνην οἰκοῦσιν ἀλλοφύλοις προσφωνῶν, οὓς ἡ Ἑβραϊκὴ φωνὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ Φυλιστιαίους ὠνόμαζον, Ἕλληνες δὲ μεταβαλόντες τοὔνομα Παλαιστίνους ἐκάλουν. ζῶντος μὲν τοῦ Ἄχαζ ἐν αὐτῇ τε τῇ Ἰερουσαλὴμ καὶ ταῖς λοιπαῖς τῆς Ἰουδαίας πόλεσινεἰδωλολατρούντων, ὡς ἡ ἱστορία δηλοῖ τοὺς ἐκ γειτόνων ἀλλοφύλους, τάχα δὲ καὶ τοὺς τούτων ὀνομαζομένους θεοὺς πονηροὺς ὄντας δαίμονας εὐφραίνεσθαι, εἰκὸς ἦν ἐπὶ τῇ πλάνῃ καὶ τῇ ἀπωλείᾳ τοῦ τε Ἄχαζ καὶ τοῦ ὑπ' αὐτὸν λαοῦ καλουμένου Ἰούδα. ὁ γὰρ λεγόμενος λαὸς Ἰσραὴλ καὶ οἱ ἐν Σαμαρείᾳ βασιλεῖς ὑπ' Ἀσσυρίοις ἦσαν αἰχμάλωτοι ληφθέντες ἤδη. ἱστορεῖ γοῦν ἡ βίβλος τῶν Βασιλειῶν «ὡς ἐταπείνωσε κύριος τὴν Ἰουδαίαν διὰ Ἄχαζ βασιλέα Ἰούδα, ὅτι ἀπέστηἀποστάσει ἀπὸ κυρίου». καὶ περὶ τῶν ἀλλοφύλων δὲ γέγραπται· «ὅτι καὶ Ἰδουμαῖοι ἐπέθεντο καὶ ἐταπείνωσεν ἐν Ἰούδα καὶ ᾐχμαλώτευσεν αἰχμαλωσίας καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις τῆς Παλαιστίνης καὶ ἀπώλεσαν τὸν Βεθσαμύς», καὶ ἐνταῦθα δὲ ἀντὶ τοῦ· «καὶ οἱ ἀλλόφυλοι ἐπέθεντο ἐπὶ τὰς πόλεις», οἱ Φυλιστιαῖοι ἤτοι Παλαιστῖνοι ἐπιφυέντες τῷ Ἄχαζ. οὐκέτι γὰρ ἐφίεται ὑμῖν εὐφραίνεσθαι ἀποθανόντος μὲν τοῦ ἀσεβοῦς βασιλέως, ἐφ' ᾧ τὸ παλαιὸν ἐχάρητε, θεοσεβοῦς δὲ ἀνδρὸς τὴν ἀρχὴν διαδεξαμένου ὡς ἐν δευτέρᾳ τῶν Παραλειπομένων τῷ Ἑζεκίᾳ μεμαρτύρηται καὶ ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν. ὥσπερ οὖν ἐπὶ τοῦ ἀσεβοῦς Ἄχαζ εἰκὸς ἦν χαίρειν καὶ εὐφραίνεσθαι τοὺς ἀλλοφύλους, οὕτως ἐπὶ τοῦ δικαίου ἀνδρὸς τοῦ Ἑζεκίου εὐκαίρως ἡ προφητεία ἀποτεινομένη πρὸς αὐτούς φησι· Μὴ εὐφρανθείητε, ἀλλόφυλοι· πάλαι μὲν γὰρ ἔτι ζῶντος τοῦ Ἄχαζ καὶ τὰ ἐχθρὰ τῷ θεῷ πράττοντος εἰκὸς ἦν ὑμᾶς εὐφραίνεσθαι, ἐπειδὴ συνετέτριπτο τοῦ Ἄχαζ ὁ ζυγός, ὡς μὴ δύνασθαι αὐτὸν ὑποτάττειν ὑμᾶς μηδὲ τὸν τῆς ἀρχῆς αὐτοῦ ζυγὸν ἐπιτιθέναι ὑμῖν, διόπερ ἐπληθύνετο τὰ κακά. ὥσπερ μηδενὸς παίοντος ἡ ἑρπυστικὴ καὶ ἰοβόλος τῶν πονηρῶν πνευμάτων δύναμις ἐπλήθυνε τότε, νυνὶ δὲ τὴν βασιλείαν διαδεξαμένου ἀνδρὸς θεοφιλοῦς μηκέτι χαίρετε ὡς τὸ πρίν· ἐφέστηκε γὰρ ὑμῖν ὁ παίων καὶ τύπτων καὶ σωφρονίζων ὑμᾶς. ἐπληροῦτο δὲ καὶ ταῦτα πρὸς λέξιν ἐπὶ τοῦ Ἑζεκίου, περὶ οὗ εἴρηται ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «αὐτὸς ἐπάταξε τοὺς ἀλλοφύλους ἕως Γάζης καὶ ἕως ὁρίων αὐτῆς ἀπὸ πύργου φυλασσόντων ἕως πόλεως ὀχυρᾶς». ταύτην σχοίη ἂν τὴν διάνοιαν τὸ εἰρημένον· Μὴ εὐφρανθείητε, ἀλλόφυλοι μέγα φρονοῦντες ἐπὶ τοῖς νομιζομένοις ὑμῖν θεοῖς τῷ μηδένα εἶναι τὸν συντρίβοντα ὑμᾶς διὰ τὴν τοῦ παρόντος καιροῦ μοχθηρίαν. εἰ γὰρ καὶ τὰ μάλιστα συνετρίβη ὁ ζυγὸς τοῦ παίοντος ὑμᾶς, ἀλλ' οὐ πρὸς ὑμῶν ἐγένετο ταῦτα, ἐπὶ κακῷ δὲ τῷ ὑμετέρῳ· μηδενὸς γὰρ ὑμᾶς παίοντος μηδὲ ταπεινοῦντος καὶ ἐπιστρέφοντος, πολλή τις ἐν ὑμῖν γέγονεν ἐπιτριβὴ κακῶν. οἱ γὰρ πάλαι ὄφεων δίκην ταῖς ὑμετέραις ψυχαῖς ἐμφωλεύοντες, ἔν τε τοῖς ὑμετέροις ἱεροῖς τε καὶ ναοῖς καὶ ὡς δὴ θεοῖς ἐφεδρεύοντες πονηροὶ δαίμονες δεινὴν γονὴν καὶ σπέρμα πονηρὸν ἀπεκύησαν, ὡς ἀσπίδας ἐξ αὐτῶν γεννᾶσθαι τὸ πάντων ἰοβόλων χείριστον· ἐκ τούτων τε αὐτῶν ἄλλους ὑποστῆναι ὄφεις τὸν ἀέρα διιπταμένους. ταῦτα μὲν οὖν κατὰ τὸν παρόντα καιρὸν οὐ παρ' ὑμῖν μόνοις τοῖς ἀλλοφύλοις, ἤδη δὲ καὶ παρ' αὐτῷ τῷ χρηματίζοντι λαῷ θεοῦ πληθύει, ὡς πάντα τρόπον πεπληρῶσθαι τῶν τὸν ἀέρα διιπταμένων ὄφεων καὶ ἐκγόνων ἀσπίδων πονηρῶν τινων καὶ λυμαντικῶν πνευμάτων. ἀναδειχθέντος δὲ κατὰ καιρὸν τοῦ πάντων τούτων ὀλετῆρος οἰχήσονται οἱ ὄφεις καὶ αἱ ἀσπίδες, τά τε τούτων πονηρὰ ἔκγονα ὡς μηκέτι ἐνεργεῖν ταῦτα ἐν ἀνθρώποις. Τοῦτο μὲν οὖν τὸ ἑρπυστικὸν καὶ ἰοβόλον γένος λιμῷ ἀνελεῖ ὁ προφητευόμενος μηκέτι ἐπιτρέπων τροφὴν τὴν συνήθη, δηλαδὴ τὴν διὰ θυσιῶν τῇ δαιμονικῇ πλάνῃ φέρεσθαι, τοὺς δὲ ἑαυτοῦ πτωχοὺς ἐκθρέψει καὶ ἐν εἰρήνῃ ἀναπαύσει μηκέτι παρενοχλουμένων ὑπὸ τῶν παραδοθέντων ἑρπετῶν. δύναται μέντοι ταῦτα καὶ ἑτέρως εἰς τὸν Ἑζεκίαν δύνασθαι πληροῦσθαι· τοὺς γὰρ πάλαι κατὰ θεὸν πτωχεύσαντας ἐν παντὶ τῷ Ἰουδαίων ἔθνει ἀνεκτήσατο τροφαῖς λογικαῖς καὶ διδασκαλίαις, οὓς καὶ κατέστησε ἐπὶ τὴν καλὴν νομὴν τοῦ τῆς θεοσεβείας νόμου βόσκεσθαι τοῖς θείοις μαθήμασι καὶ ταῖς ἱεραῖς διδασκαλίαις ἐντρέφεσθαι ποιήσας. ταῦτα πρὸς ἱστορίαν ἐκ μέρους δείκνυται κατὰ Ἑζεκίαν τέλους τετυχηκότα. σημαίνει δὲ τὸν τῶν Ἀσσυρίων βασιλέα, ὃς ἐπελθὼν ἀπὸ τῶν βορειοτέρων μερῶν κατὰ τοὺς Ἑζεκίου χρόνους τοὺς τὴν Παλαιστίνην οἰκοῦντας ἀλλοφύλους ἐχειρώσατο, ὡς πολιορκῆσαι μὲν τὰς πόλεις αὐτῶν, αἰχμάλωτα δὲ λαβεῖν τὰ ἐν αὐταῖς πλήθη, ἐμπρῆσαι δὲ τῶν πόλεων τὰς πύλας. μέγιστον γὰρ αὐτοῖς ἔσται δεῖγμα τοῦ θεὸν εἶναι τὸν τῆς αὐτοῦ πόλεως φύλακα, τὸ μηδὲν παθεῖν ὅμοιον ταῖς λοιπαῖς πόλεσιν. οὐ γὰρ διὰ παρατάξεως ἀνδρῶν ὁπλιτῶν οὐδὲ διὰ τοῦ προεστῶτος τοῦ ἔθνους βασιλέως, ἀλλὰ δι' αὐτοῦ τοῦ θεοῦ τὰ τῆς σωτηρίας ἔσται τῷ λαῷ. ἃ δὴ ἐπληροῦτο κατὰ λέξιν «ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ἔτει τῆς Ἑζεκίου βασιλείας», ἐν ᾧ ὁ τῶν Ἀσσυρίων βασιλεὺς ἐπιστὰς τῇ Ἰουδαίᾳ τὰς μὲν ἄλλας ἐχειρώσατο πόλεις, ἐπιστρατεύσας δὲ τῇ Ἰερουσαλὴμ ἄπρακτος ἐπανῄει.
1.70.1
Μεγάλα ἐφρόνουν ἐπὶ τοῖς ἑαυτῶν θεοῖς οἱ τὴν Μωὰβ οἰκοῦντες, ἐγέλων τε καὶ ἐχλεύαζον τὸν θεὸν Ἰσραήλ· τούτου χάριν ὁ προφητικὸς λόγος τὴν περὶ αὐτῶν ἐξέθετο προφητείαν. ὅθεν ἀρχόμενος τὴν ἐπικρατοῦσαν αὐτῶν ἄγνοιαν τοῦ θεοῦ νύκτα καὶ σκότος ὠνόμασεν, ἐν αὐτῇ τε τῇ νυκτὶ τὴν ἀπώλειαν αὐτοῖς ἔσεσθαι ἠπείλει φήσας· Νυκτὸς ἀπολεῖται ἡ Μωαβῖτις, νυκτὸς γὰρ ἀπολεῖται τὸ τεῖχος τῆς Μωαβίτιδος. εἶθ' ἑξῆς περὶ τοῦ τόπου, ἐν ᾧ ἵδρυτο αὐτῶν ἡ εἰδωλολατρία, ἐπιλέγει· ἀπολεῖται γὰρ καὶ Δηβών· οὗ ὁ βωμὸς ὑμῶν, ἐκεῖ ἀναβήσεσθε κλαίειν. καὶ ἐπὶ τέλει δὲ τῆς προφητείας πάλιν τῶν αὐτῶν μέμνηται βωμῶν λέγων· «ὅτι ἐκοπίασεν Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν». ἐκ τούτων οἶμαι σαφῆ τὴν αἰτίαν ὑπάρχειν τῆς παρούσης ὑποθέσεως τὸν ὄλεθρον τῆς παρὰ τοῖς Μωαβίταις εἰδωλολατρίας περιεχούσης μετὰ τοῦ καὶ ἕτερα προειπεῖν μέλλοντα συμβήσεσθαι αὐτῇ τε τῇ πόλει καὶ ταῖς περὶ αὐτὴν χώραις τε καὶ κώμαις καὶ πόλεσιν. ἃ δὴ καὶ ἐπληροῦτο κατὰ τὴν ἱστορίαν ἐπὶ τῆς Ἀσσυρίων καὶ Βαβυλωνίων ἐπιθέσεως καὶ ἐπὶ τῶν ἐν τοῖς μετὰ ταῦτα χρόνοις τῆς τῶν Ἀράβων χώρας κεκρατηκότων, ἐν οἷς καὶ τοὺς Ἄραβας ἐπάξειν αὐτοῖς ὁ θεὸς ἀπειλεῖ, τάχα που σημαίνων τοὺς πλησιοχώρους Ἄραβας ἢ καὶ τοὺς τούτων ἐνδοτάτω Σαρακηνούς, οἷς καὶ αὐτοῖς παραδώσειν τὴν Μωὰβ ὁ λόγος φησί. τὰ μὲν οὖν ταῖς λοιπαῖς πόλεσι ταῖς ἀμφὶ τὴν Μωαβῖτιν οὔσαις συμβεβηκότα οὐκ ἀναγκαῖον πολυπραγμονεῖν, οὐδὲ τὰς κώμας καὶ τὰς χώρας τὰς ἐν τῇ προφητείᾳ φερομένας περιεργάζεσθαι, λέγω δὲ τὴν Ναβαῦ ἢ τὴν Ἐσεβὼν ἢ τὴν Ἐλεάλην ἢ τὴν Ἰασσὰ ἢ τὴνΔηβὼν ἢ τὴν Λουὴθ ἢ τὴν ὁδὸν τὴν Ἀράβων, ἐν ᾗ τὸ ὕδωρ τὸ Νενηρεὶμ ἢ τὴν Ἀγαλλεὶμ ἢ τὸ φρέαρ τὸ ἐν Ἐλὴμ ἢ τὸ ὕδωρ τὸ Δηβὼν ἢ τὴν Ἀριὴλ καὶ τὴν Ἀδαμὰ ἢ τὸν καλούμενον τόπον Ἀρνῶν. τούτων γὰρεἰσέτι καὶ νῦν γνωριζομένων τῶν τόπων καὶ τῶν κωμῶν ἀμφὶ τὴν χώραν τῆς νῦν καλουμένης Ἀρεοπόλεως περιττὸν τὰ περὶ αὐτῶν ἀπειλούμενα περιεργάζεσθαι ἅπαξ πρὸς λέξιν πεπληρωμένα κατὰ τοὺς χρόνους τῆς κατ' αὐτῶν πολιορκίας. οἶμαι δὲ καὶ τὴν τροπικὴν ἐπὶ τούτων θεωρίαν βεβιασμένην ὑπάρχειν, ὡς δ' ἐπὶ τῶν Βαβυλωνίων «Μήδους» ἐπαναστήσεσθαι τῇ Βαβυλῶνι προεφήτευεν ὁ λόγος. οὕτω καὶ νῦν τοῖς Μωαβίταις τοὺς Ἄραβας ἐπάξειν ὁ θεός φησι λέγων· ἐπάξω γὰρ ἐπὶ τὴν φάραγγα Ἄραβας, καὶ πάλιν· τὸ δὲ ὕδωρ τὸ Δηβὼν πλησθήσεται αἵματος· ἐπάξω γὰρ ἐπὶ Δηβὼν Ἄραβας. καὶ τὴν Ἀριὴλ δὲ μεγίστην κώμην φασὶν εἰσέτι νῦν ὁρᾶσθαι ἐπὶ τῇ τῶν Ἀρεοπολιτῶν χώρᾳ, ὥσπερ καὶ τὴν Σιὼρ καὶ τὴν Ἐσεβὼρ καὶ τὰς λοιπάς, εἰ μήπου τις τῷ μακρῷ χρόνῳ παντελῶς ἀφανὴς γέγονε. τί οὖν δὴ ταῦτα πολυπραγμονεῖν τὸ τοσοῦτον ἀπὸ τῆς προφητείας ὠφελεῖσθαι δέον ὡς τῆς εἰδωλολατρίας αὐτῶν ἀπώλειαν καὶ ἐρημίαν προαναφωνούσης καὶ τοῦ θεοῦ τοῦ ἐπὶ πάντων τὴν γνῶσιν αὐτοῖς θεσπιζούσης ὡς καὶ ἐκκλησίας συστῆναι παρ' αὐτοῖς ἀπελασθέντων τῶν πάλαι παρ' αὐτοῖς νενομισμένων θεῶν οὔ τι ἂν γένοιτο παραδοξότερον. ταῦτα θεσπίζει διὰ τούτων ὁ λόγος· ἀπολεῖται γὰρ καὶ Δηβών· οὗ ὁ βωμὸς ὑμῶν, καὶ πάλιν· ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἐπὶ τῆς γῆς· σημαίνει γὰρ διὰ τούτων τὸν ἐφεδρεύοντα τῷ ἔθνει δαίμονα πονηρὸν ἢ τὸν ἄρχοντα τοῦ ἔθνους, οἷος ἦν ὁ ἄρχων βασιλείας Περσῶν καὶ ὁ ἄρχων βασιλείας Ἑλλήνων καὶ ὁ τῶν Βαβυλωνίων ἄρχων. τοῦτον οὖν τὸν ἐγκαθήμενον ἐπὶ τῆς Μωαβιτῶν πόλεως δαίμονα, δι' οὗ ἐνόμιζον βοηθείας τυγχάνειν ἐν ταῖς πρὸς τοὺς πολεμίους συμβολαῖς ἀπολεῖσθαί φησιν, ἐπείπερ τὰς ψυχὰς αὐτῶν κατεπάτει κάτω νεύειν αὐτὰς ποιῶν εἰς γῆν, ὡς μηδὲ ἀνακύπτειν μηδὲ ἄνω βλέπειν δύνασθαι. διό φησιν· ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο ὁ καταπατῶν ἀπὸ τῆς γῆς. Μετὰ δὲ τὴν ἀπώλειαν τούτου ἐπιλέγει ἑξῆς· καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην. ὁρᾷς τὸ θαῦμα τοῦ λόγου ἐν τῷ συμπεράσματι τῆς προφητείας περιεχόμενον· κατὰ τὸ αὐτὸ γὰρ θεσπίσας ἀφανισμὸν τῆς παρὰ τοῖς δηλουμένοις εἰδωλολατρίας, ἀγαθῶν αὐτοῖς εὐαγγελίζεται ἐλπίδας, σκηνὴν Δαυὶδ φήσας καὶ θρόνον θεοῦ παρ' αὐτοῖς συστήσεσθαι καὶ ταῦτ' ἔσεσθαι οὐκέτι ἐξ ἀνθρωπίνης τινὸς σπουδῆς, ἀλλ' ἐξ ἐλέους θεοῦ καὶ φιλανθρωπίας. διὸ λέλεκται κατὰ τὸν Ἀκύλαν· καὶ ἑτοιμασθήσεται ἐν ἐλέῳ θρόνος, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἑτοιμασθήσεται ἐν ἐλέει θρόνος, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ ἑτοιμασθήσεται μετ' ἐλέους θρόνος. τίνι δ' ἑτοιμασθήσεται ἢ πάντως που τῷ Χριστῷ τῷ «ἐκ σπέρματος Δαυὶδ» γεννηθησομένῳ; ἔσεσθαι τοίνυν παρὰ τοῖς Μωαβίταις θρόνον Χριστοῦ φησιν, ἐν ᾧ καθιεῖται μετὰ ἀληθείας ἐν σκηνῇ Δαυίδ. οὕτω δὲ καλεῖν εἴωθε τὸ προφητικὸν πνεῦμα τὴν ἐκκλησίαν τοῦ Χριστοῦ, ἐπεὶ καὶ τὸν Χριστὸν αὐτὸν Δαυὶδ ὀνομάζειν ἔθος διὰ τὸ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» γεγεννῆσθαι αὐτόν. διὸ σκηνὴν μὲν Δαυὶδ τὴν ἐκκλησίαν ἀποκαλεῖ, θρόνον δὲ τὸν ἐπὶ ταύτης τὸν τῆς ἐκκλησίας πρόεδρον, ὃς τὸ σωματικὸν ἐπέχει θρόνον τοποτηρῶν ὥσπερ τῷ Χριστῷ. ὅτι δὲ ταῦτα περὶ τῆς ἐκκλησίας τῆς ἐξ ἐθνῶν εἴρηται, παραστήσει ἡ τῶν Πράξεων τῶν Ἀποστόλων γραφή. ἔνθα Ἰάκωβος ὁ πρῶτος Ἱεροσολύμων ἐπισκοπεύσας ἀναγέγραπται εἰρηκώς· «ἄνδρες ἀδελφοί, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν, καθὼς γέγραπται· μετὰ ταῦτα ἀναστρέψω καὶ οἰκοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεστρεμμένα αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν, ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον, καὶ πάντα τὰ ἔθνη ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου, λέγει κύριος, ὁ ποιῶν ταῦτα γνωστὰ ἀπ' αἰῶνος», σαφῶς δὴ διὰ τούτων τῆς τῶν ἐθνῶν κλήσεως μνημονεύσας τὴν περὶ τῆς σκηνῆς Δαυὶδ παρέθηκε προφητείαν. ταῦτ' οὖν ἔσεσθαί φησιν οὐ διὰ τύπων καὶ συμβόλων, ἀλλὰ μετὰ ἀληθείας· σκηνῆς γὰρ Δαυὶδ παρὰ τοῖς δεισιδαιμονεστάτοις Μωαβίταις συστησομένης καὶ θρόνου ἱδρυθέντος ἐν αὐτῇ ὁ ταύτης προεστὼς καθιεῖται κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην, κατὰ δὲ τὸν Σύμμαχον· καὶ καθίσει ἐπ' αὐτοῦ ἐπ' ἀληθείας ἐν τῇ σκηνῇ Δαυὶδ κρίνων καὶ ἐκζητῶν κρίσεις καὶ ταχὺς εἰς δικαιοσύνην. τίς δ' οὐκ ἂν ἐκπλαγείη τοῦ λόγου τὸ ἀποτέλεσμα ὀφθαλμοῖς παραλαμβάνων ἐκκλησίας θεοῦ συνεστώσας καὶ τὸν ἐν ταύταις Χριστοῦ θρόνον κατ' αὐτὴν τὴν Ἀρεόπολιν καὶ τὰς ἀμφὶ ταύτην χώρας, κατά τε τὰς λοιπὰς τῆς Ἀραβίας πόλεις, τῶν πάλαι παρ' αὐτοῖς τὰ πάνδεινα ἐνεργούντων δαιμόνων μηκέτι μὴ δὲ μέχρις ὀνόματος μνημονευομένων.
1.71.1
Λευκοτέραν τούτων ἑρμηνείαν ὁ Σύμμαχος ἐποιήσατο τοῦτον ἐκδοὺς τὸν τρόπον· ἠκούσαμεν τὴν ὑπερηφανίαν Μωάβ, ὑπερήφανος σφόδρα, κατὰ τὸ ἔπαρμα καὶ κατὰ τὴν ὑπερηφανίαν αὐτοῦ. καὶ ἡ ὀργὴ αὐτοῦ, οὐχ οὕτως οἱ βραχίονες αὐτοῦ. διὰ τοῦτο ὀλολύξει Μωάβ, καὶ περὶ τῆς Μωὰβ πᾶς τις ὀλολύξει· τοῖς εὐφραινομένοις ἐν τῷ τείχει τῷ ὀστρακίνῳ εὑρέθησαν πληγαί. ὅτι κλήματα Ἐσεβὼν ἠρημώθη, ἄμπελος Σαβαμά· κύριοι ἐθνῶν ἐξέκοψαν τὰς παραφυάδας αὐτῆς· ἕως Ἰαζὴρ ἥψατο, ἐπλανήθησαν εἰς τὴν ἔρημον· οἱ ἀπόστολοι αὐτῆς ἀφῆκαν διαβαίνειν τὴν θάλασσαν. διὰ τοῦτο κλαύσομαι κλαυθμῷ τὴν Ἰαζὴρ ἄμπελον Σαβαμά· μεθύσω σε δάκρυσί μου Ἐσεβὼν καὶ Ἐλεάλη, ὅτι ἐπὶ τὴν ὀπώραν σου καὶ ἐπὶ τὸν θερισμόν σου πατητὸς ἔπεσε. καὶ περιηρέθη εὐφροσύνη καὶ χαρὰ ἐκ τοῦ Καρμήλου σου, καὶ ἐν τοῖς ἀμπελῶσιν οὐκ ἀγαλλιάσονται οὐδὲ πίωσιν οἶνον, εἰς τὰ ὑπολήνια οὐ πατήσει ὁ πατῶν, κίνημα πατούντων ἔπαυσα. διὰ τοῦτο ἡ κοιλία μου τῷ Μωὰβ ὡς ψαλτήριον ἠχήσει, καὶ τὰ ἐντός μου τῷ τείχει τῷ ὀστρακίνῳ. καὶ ἔσται ὅταν ὀφθῇ, ὅτι ἐκοπώθη Μωὰβ εἰς τὰ ὑψηλὰ καὶ εἰσελεύσεται εἰς τὸ ἁγίασμα αὐτοῦ προσεύξασθαι, καὶ οὐ δυνήσεται. οὗτος ὁ λόγος. ὃν ἐλάλησε κύριος περὶ Μωάβ. καὶ νῦν ἐλάλησεν Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ, καὶ περισσευθήσεται ὀλίγος βραχὺς καὶ οὐ πολύς. Ὅτι μεγάλη τις ἦν ἡ τῶν Μωαβιτῶν δύναμις ἐν τοῖς χρόνοις, καθ' οὓς ταῦτα προεφητεύετο, δεδήλωται ἡμῖν ἤδη πρότερον ἐκ τῆς παραθέσεως τῶν τοῦ προφήτου Ἰερεμίου φωνῶν καὶ ὡς ἀντεπολιτεύετο τῇ Ἰερουσαλὴμ καὶ ὡς ἐξηυτέλιζον οἱ Μωαβῖται τὸν Ἰσραὴλ γελῶντες αὐτὸν ὡς οὐδενὸς ἄξιον λόγου καὶ ὡς μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν εἰδώλῳ. καὶ ἡ παροῦσα δὲ προφητεία τοῦτο παρίστησι διὰ τοῦ λέγειν· Ἠκούσαμεν τὴν ὕβριν Μωάβ, ὑβριστὴς σφόδρα, τὴν ὑπερηφανίαν ἐξῆρα, καὶ κατὰ τὸν Σύμμαχον· ἠκούσαμεν τὴν ὑπερηφανίαν Μωάβ, ὑπερήφανος σφόδρα, κατὰ τὸ ἔπαρμα αὐτοῦ καὶ κατὰ τὴν ὑπερηφανίαν αὐτοῦ. καὶ ἡ ὀργὴ αὐτοῦ, ἀλλ' οὐχ οὕτως φησὶ καὶ οἱ βραχίονες αὐτοῦ· οὐ γὰρ ὅμοιαι αἱ πράξεις τοῖς τῆς ὑπερηφανίας λόγοις, ἢ κατὰ τοὺς Ἑβδομήκοντα· οὐχ οὕτως ἡ μαντεία σου, οὐχ οὕτως. ἐπειδὴ γὰρ μέγα ἐφρόνουν ἐπὶ τῷ ἑαυτῶν θεῷ καὶ ταῖς τούτου μαντείαις, οὐχ οὕτως φησὶν ἔσται, ὁποῖα μαντεύεται ὁ παρ' αὐτοῖς δαίμων, οὐδ' ὅμοια διὰ χρησμῶν τοῖς ἐξαπατωμένοις καὶ θεὸν εἶναι αὐτὸν νομίζουσιν ἐπαγγέλλεται· ὁ γοῦν ἐπιὼν χρόνος τούτων αὐτῶν τὸ ψεῦδος ἐλέγξει. διὸ πρὸς τῷ τέλει τῆς προφητείας ἐπιλέγει· «καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε, ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν». Τὰ δὲ διὰ μέσου λελεγμένα μεταβολὴν ἔσεσθαι τῆς πάλαι τρυφῆς τῶν Μωαβιτῶν σημαίνει, διὸ θεσπίζει πενθήσειν καὶ ὀλολύξειν τοὺς εὐφραινομένους ἐπ' αὐτῇ λέγων· ὀλολύξει Μωάβ, ἐν γὰρ τῇ Μωαβίτιδι πάντες ὀλολύξουσι, καὶ πάλιν· καὶ τὰ πεδία Ἐσεβὼν πενθήσει. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ ἐννεακαιδέκατος τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. οἷς ἑξῆς ἐπιφέρεται· ἄμπελος Σαβαμά· καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως Ἰαζὴρ καὶ τὰ ἑξῆς. δι' ὧν καὶ αὐτῶν τὴν εἰς χέρσον καὶ παντελῆ ἐρημίαν τῆς χώρας αὐτῶν μεταβολὴν ᾐνίττετο, ἐφ' οἷς καὶ ἀποκλαύσασθαι αὐτοὺς προὔλεγεν. Εἶθ' ὥσπερ ὑπεραλγῶν ὁ προφήτης καὶ ἀνιώμενος ἐπὶ τῇ ἀπωλείᾳ τῶν ψυχῶν τῶν παρ' αὐτοῖς πεπλανημένων ἀποθρηνεῖ, πρώτοις μὲν αὐτοῖς ὀλολύζειν παρακελευσάμενος καὶ ἐπὶ μετάνοιαν αὐτοὺς προκαλεσάμενος διὰ τὸ ἑαυτοὺς ἀποκλάεσθαι. ἐπεὶ δὲ μὴ τοῦτο ἔπραττον ἐκεῖνοι, αὐτὸς τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνει «κλαυθμὸν» φάσκων· διὰ τοῦτο κλαυθμῷ κλαύσομαι καὶ μεθύσω δὲ σὲ δάκρυσί μου. τὸ δὲ αἴτιον τοῦ κλαυθμοῦ διδάσκει λέγων· ὅτι ἐπὶ τὴν ὀπώραν σου καὶ ἐπὶ τὸν θερισμόν σου πατητὸς ἔπεσεν». σημαίνει δὲ διὰ τῆς ὀπώρας καὶ τοῦ θερισμοῦ καὶ διὰ τῆς πολλάκις ὀνομασθείσης ἀμπέλου τὸ εὐθαλὲς καὶ ἀκμαῖον καὶ τὸ τρυφερὸν καὶ ὡραῖον τῆς τῶν δηλουμένων ζωῆς, ἐν ᾗ ὥσπερ μεθύοντες διῆγον ἐνευφραινόμενοι καὶ ἐντρυφῶντες ἐπὶ ταῖς ἀθέοις αὐτῶν δυσσεβείαις. Διὸ ἀπεκλαίετο αὐτῶν τὴν ἀπώλειαν φάσκων· διὰ τοῦτο ἡ κοιλία μου ἐπὶ Μωὰβ ὡς κιθάρα ἠχήσει, καὶ τὰ ἐντός μου ὡς τεῖχος ἀνεκαίνισας. καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε. τὰ γὰρ ἐμὰ δάκρυά φησι καὶ ὁ ἐμὸς κλαυθμὸς δι' οὐδὲν ἕτερον γίνεται ἢ εἰς τὸ ἐντραπῆναί σε. εἶτα θεσπίζει αὐτοῖς τὸν ἀφανισμὸν τῶν νενομισμένων αὐτοῖς θεῶν λέγων· ὅτι ἐκοπίασε Μωὰβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· εἰς τὸ ἁγίασμα αὐτοῦ, ὥστε προσεύξασθαι, καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν. Καὶ τοῦτο τέλος τοῦ λόγου τοῦ θεοῦ, ὃν ἐλάλησεν ἐπὶ Μωάβ, οἷς συνάψεις τὰ ἔμπροσθεν εἰρημένα· τῆς γὰρ ἐρημίας τῶν βωμῶν καὶ τῆς τῶν θεῶν αὐτῶν ἀπωλείας ἐνστάσης «διορθωθήσεται μετ' ἐλέους θρόνος, καὶ καθιεῖται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ Δαυὶδ κρίνων κρίμα καὶ σπεύδων δικαιοσύνην». ἅπερ ὡς ἐν μυστηρίοις κατὰ μέσου τῆς προφητείας παρεμβέβληται, τοῦ ἁγίου πνεύματος μόνοις τοῖς μέλλουσι συνιέναι καὶ τῆς τούτων ἀξιοῦσθαι θεωρίας τὴν τούτων γνῶσιν ταμιευσαμένου. ἀντὶ δὲ τοῦ· ἐλάλησε κύριος ἐπὶ Μωάβ, ὁπότε καὶ ἐλάλησεν, οἱ λοιποὶ ἑρμηνευταὶ ὃ ἐλάλησε κύριος περὶ Μωάβ, ἐκ τότε καὶ νῦν ἐλάλησεν ἡρμήνευσαν σφόδρα ἀναγκαίως ἐπιτηρησαμένης τῆς γραφῆς, ὅτι ἐκ τότε μὲν ἐλάλησε καὶ νῦν δὲ ὁμοίως κύριος τὰ αὐτὰ λαλεῖ διὰ τῆς προφητικῆς ἀναγνώσεως, καὶ ὅτι μὲν πάλαι λόγοις ἐθεσπίζετο, νυνὶ δὲ καὶ ἔργοις ἐπιτελεῖται. ἀντὶ δὲ τοῦ παρὰ τοῖς Ἑβδομήκοντα φάσκοντος λόγου· Ἐν τρισὶν ἔτεσι μισθωτοῦ ἀτιμασθήσεται ἡ δόξα Μωάβ, κατὰ τὴν Ἑβραϊκὴν φωνὴν καὶ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς διαστολὴ μεταξὺ βληθεῖσα σαφεστέραν κατέστησε τὴν διάνοιαν· κατὰ μὲν γὰρ τὸν Ἀκύλαν εἴρηται· ἐν τρισὶν ἔτεσι μισθωτοῦ, κατὰ δὲ τὸν Σύμμαχον· ἐκ τότε καὶ νῦν ἐλάλησε κύριος λέγων Ἐν τρισὶν ἔτεσιν ὡς ἐπὶ μισθωτοῦ, κατὰ δὲ τὸν Θεοδοτίωνα· ἀπὸ τότε καὶ νῦν ἐλάλησε κύριος λέγων Ἐν τρισὶν ἔτεσιν ὡς ἐνιαυτοῖς μισθωτοῦ. εἶτα ἀπὸ ἑτέρας ἀρχῆς εἴρηται παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς καὶ κατὰ τὴν Ἑβραϊκὴν φωνὴν τό· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ· ὁ γὰρ καὶ σύνδεσμος μέσος παραβληθεὶς ἑτέραν διάνοιαν παρέστησε τὴν ἀπὸ τοῦ· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωάβ. τὰ δὲ ἔμπροσθεν ἐδήλου ὡς ἐν τρισὶν ἔτεσι τὰ προλεχθέντα πάντα περὶ τῆς Μωὰβ κύριος ἐλάλησε διὰ τοῦ προφήτου ὥσπερ μισθωσάμενος αὐτὸν καὶ ἀπασχολήσας ἐπὶ τὴν ὑπηρεσίαν τῆς περὶ τούτων προφητείας, οὐ γὰρ ὥσπερ ἡμεῖς ἀθρόως συνάπτοντες τὸ πᾶν ἀνάγνωσμα διερχόμεθα, οὕτως καὶ ὁ προφήτης κατὰ συνάφειαν τὸν πάντα λόγον τῆς προφητείας ἀποτάδην ἐξηνέγκατο· διῃρημένως δὲ καὶ κατὰ μέρος ἐν διαφόροις χρόνων διαστήμασιν ὡς τὰ πάντα πληρωθῆναι τρία ἔτη, ἐν οἷς λέλεκται αὐτῷ τὰ εἰρημένα. ἐλάλησε τοίνυν ταῦτα ὁ κύριος ἐν τρισὶν ἔτεσι διὰ τοῦ προφήτου, τέλος δὲ τῶν λόγων τοῦ θεοῦ ἦν τό· καὶ ἀτιμασθήσεται ἡ δόξα Μωὰβ σὺν παντὶ τῷ πλήθει τῷ πολλῷ, καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος. ὃ δὴ καὶ αὐτὸ πρὸς λέξιν πεπλήρωται, ὥς ἐστιν ὄψει παραλαβεῖν ῥᾴδιον τοῖς εἰς τοὺς τόπους ἀφικνουμένοις.
1.72.1
Ὥσπερ τῇ Βαβυλῶνι τὰ ἁρμόζοντα ἐλέγετο καὶ τοῖς ἀλλοφύλοις τοῖς τὴν Παλαιστίνην οἰκοῦσι τὰ κατάλληλα καὶ τῇ Μωὰβ ὡσαύτως ἕτερά τινα ἰδιάζοντα, τὸν αὐτὸν τρόπον καὶ τὸ κατὰ Δαμασκοῦ προφητικὸν ῥῆμα ἴδιόν τι τέλος ἐπελεύσεσθαι αὐτῇ ἀπειλεῖ· ἀρθήσεσθαι γὰρ αὐτήν φησιν ἀπὸ πόλεων, κατὰ δὲ τὸν Θεοδοτίωνα μεταστήσεσθαί φησιν ἐκ πόλεως. πέπονθε δὲ τοῦτο κατὰ τοὺς Ἀσσυρίων χρόνους, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ μετὰ χεῖρας γραφὴ τὸν τῶν Ἀσσυρίων βασιλέα παριστῶσα λέγοντα· «καὶ ἔλαβον Ἀραβίαν καὶ Δαμασκὸν καὶ Σαμάρειαν· ὃν τρόπον ταύτας ἔλαβον, καὶ πάσας τὰς ἀρχὰς λήψομαι». τούτῳ δὲ τῷ λόγῳ καὶ ἡ ἱστορία μαρτυρεῖ· γέγραπται γοῦν ἐν τῇ τετάρτῃ τῶν Βασιλειῶν· «καὶ ἀνέβη βασιλεὺς Ἀσσυρίων εἰς Δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν εἰς Κυρήνην», ἢ κατὰ τὸν Σύμμαχον· «εἰς Κίρραν», «καὶ τὸν Ῥαασσὼν ἐθανάτωσεν». ἀλλὰ ταῦτα πρὸ τῆς μετὰ χεῖρας προφητείας τετυχήκει τέλους, ὁ δὲ παρὼν λόγος μέλλοντα ἔσεσθαι, πρὸς λέξιν εἰκὸς κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου, ὁπηνίκα ὁ τῆς Βαβυλῶνος βασιλεὺς ἐπιὼν τῇ Ἰερουσαλὴμ καὶ τὴν Δαμασκὸν αὖθις εἷλεν ἄρδην ἐκ βάθρων αὐτὴν ἀφείσας. ὃ δὴ παρίστησιν ὁ Ἰερεμίας ὧδέ πη λέγων· «ἐξελύθη Δαμασκός, ἀπεστράφη εἰς φυγήν, καὶ ἐξερρίφη, τρόμος ἐπελάβετο αὐτῆς, καὶ ὠδῖνες κατέσχον αὐτὴν ὡς τίκτουσαν. πῶς οὐχὶ ἐγκατέλιπε πόλιν ἐμήν; κώμην ἠγάπησεν», ἢ κατὰ τὸν Σύμμαχον· «πόλιν ἐπαινετήν, μητρόπολιν εὐφροσύνης». «διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου, καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταὶ πεσοῦνται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησὶ κύριος τῶν δυνάμεων. καὶ καύσω πῦρ ἐν τείχει Δαμασκοῦ, καὶ καταφάγεται ἄμφοδα υἱοῦ Ἄδερ». καὶ ἡ μετὰ χεῖρας τοίνυν προφητεία τὰ ὅμοια τοῖς προλεχθεῖσι θεσπίζει λέγουσα· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη. τὰ δὲ ἑξῆς κατὰ μόνην τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν εἴρηται, λέγω δὲ τό· εἰς τὸν αἰῶνα· οὔτε γὰρ ἐν τῷ Ἑβραϊκῷ οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται. διὸ οὐκ ἀνάγκη τὴν πτῶσιν τοῦ Δαμασκοῦ αἰωνίαν λέγεσθαι νομίζειν, ἐπειδὴ χρονική τις γέγονεν αὐτῆς ἡ πτῶσις κατὰ τὴν Ἀσσυρίων πολιορκίαν, καθ' ἣν καὶ Ἰερουσαλὴμ ἥλω. ἀλλ' ὥσπερ αὖθις ἐπανελθόντες Ἰουδαῖοι ἤγειραν τὴν Ἰερουσαλὴμ καὶ τὴν χώραν ἐπλήρωσαν οἰκητόρων, τὸν αὐτὸν τρόπον καὶ ἡ Δαμασκὸς παθοῦσα τότε τὰ ὑπὸ τῆς προφητείας θεσπισθέντα, αὖθις ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἀνῳκοδομήθη, ὡς καὶ βασίλειον ἐν αὐτῇ συστῆναι πάλιν. ὃ καὶ διέμεινε μέχρι τῶν ἀποστολικῶν χρόνων· αὐτίκα γοῦν ὁ Παῦλος μέμνηται βασιλέως Δαμασκοῦ γράφων οὕτως· «ἐν Δαμασκῷ ὁ ἐθνάρχης Ἁρέτα τοῦ βασιλέως Δαμασκηνῶν ἐφρούρει τὴν πόλιν πιάσαι με, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην ἐκ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ». οὐκοῦν τὰ πρῶτα τῶν προφητειῶν ἐπὶ τοὺς χρόνους ἀνοίσομεν τῶν Ἀσσυρίων, καθ' οὓς καὶ πρῶτον καὶ δεύτερον πεπολιόρκητο ἡ Δαμασκός, εἰκὸς δὲ αὐτὴν καὶ ἐν τοῖς Περσικοῖς χρόνοις καὶ ἐν τοῖς Μακεδονικοῖς τὰ ὅμοια πεπονθέναι ὑπὸ τῶν κατὰ χρόνους ἐπανισταμένων καὶ πολιορκούντων αὐτήν, καθ' οὓς ἐπληροῦτο τὸ φῆσαν λόγιον· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων. τὰ δ' ἑξῆς ἐπιφερόμενα ἐν τῷ· καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ, καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ, ἐπὶ τοὺς χρόνους ἀνάγοιτο ἂν τοὺς Ῥωμαϊκούς, ἐν οἷς μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν παρουσίαν πάσης τοπαρχίας καθαιρεθείσης καὶ ἡ τῆς Δαμασκοῦ λέλυτο βασιλεία, ὅτι τὰ πρῶτα τῆς προφητείας οὐ παντελῆ ἀφανισμὸν ἐδήλου τῆς Δαμασκοῦ, ἀλλὰ μερικήν τινα πτῶσιν αὐτῆς, δῆλον ἀπὸ τοῦ λέγεσθαι μετὰ ταῦτα καὶ οὐκ ἔσται ὀχυρὰ καὶ πάλιν οὐκέτι βασιλεία ἐν Δαμασκῷ· ὡς γὰρ μελλούσης μὲν αὐτῆς ἔσεσθαι, οὐ μὴν καὶ ὀχυρᾶς κατὰ τὸ παλαιὸν γενησομένης οὐδὲ βασιλευούσης ταῦτ' εἴρηται. ἔστι δὲ καὶ ἄλλως ἐπιβαλεῖν τοῖς τόποις, ὡς τῆς προφητείας ταπείνωσιν τοῖς οἰκήτορσι Δαμασκοῦ καὶ βίον ἰδιωτικὸν προαναφωνούσης. οὕτω γοῦν εἰώθαμεν ἐκπεπτωκέναι λέγειν τὸν πλούσιον ἐπειδὰν εἰς ἐσχάτην ἐλάσῃ πενίαν καὶ τὸν ἔντιμον, ἐπειδὰν οὗ μετεῖχεν ἀξιώματος στερηθῇ. τοιοῦτόν ἐστι καὶ τό· «οἶκος Ἰσραὴλ πέπτωκεν, οὐκέτι μὴ προσθήσει τοῦ ἀναστῆναι». ἐὰν τοίνυν λέγῃ· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων καὶ ἔσται εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα, τὴν καθαίρεσιν αἰνίττεται τῆς βασιλικῆς δυνάμεως, ἧς μετεῖχε πρότερον ἡ πόλις ἐκλάμψασα· μόνη γὰρ ἦν τότε τῆς Συρίας ἁπάσης κρατοῦσα, μήπω τῶν καθ' ἡμᾶς ἐπιφανῶν ἐν τῇ Συρίᾳ πόλεων ἐγηγερμένων. ἥ τε γὰρ Ἀντιόχεια καὶ Ἀπάμεια καὶ Λαοδίκεια καὶ ὅσαι ἄλλαι γεγόνασιν ἐπιφανεῖς μετὰ ταῦτα πόλεις, μετὰ τὴν Ἀλεξάνδρου τοῦ Μακεδόνος τελευτὴν συνέστησαν, πρὸ δὲ τούτων τῆς Συρίας ἁπάσης ἡ Δαμασκὸς ἐκράτει, βασιλική τις οὖσα τῶν Σύρων πόλις. ἐπεὶ τοίνυν ἔμελλεν ἀποπίπτειν τοῦ βασιλικοῦ ἀξιώματος καὶ καταλείπεσθαι μετρία καὶ ταπεινὴ καὶ βραχυτάτη, ὡς λοιπὸν ἰδιώτας ἄνδρας καὶ δήμους ψιλοὺς δίκην ἀγέλης ποιμνίων τὴν πόλιν καὶ τὴν χώραν οἰκεῖν μηκέτι μηδενὸς παρενοχλοῦντος αὐτοῖς πολεμίου. τούτου χάριν εἴρηται τό· Ἰδοὺ Δαμασκὸς ἀρθήσεται ἀπὸ πόλεων, δηλονότι ἀπὸ πόλεων βασιλικῶν, τοῦτο νοεῖν ἡμῖν ὑποβάλλοντος τοῦ λόγου· καὶ ἔσται δέ φησιν εἰς πτῶσιν καταλελειμμένη εἰς τὸν αἰῶνα, καὶ εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν, καὶ οὐκ ἔσται ὁ διώκων οὐκέτι. ἃ δὴ καὶ τέλους τετύχηκεν ἐπὶ τῆς Ῥωμαϊκῆς ἀρχῆς, καθ' ἣν συνειστήκει μὲν ἡ Δαμασκὸς ἐκ μέρους· τὴν γὰρ παλαιὰν καὶ βασιλικὴν παντελῶς φησιν ἠφανίσθαι. οὕτω δὲ συνέστηκεν ἡ νῦν ὁρωμένη ὡς ἡ προφητεία ἐθέσπισεν, οὐκέτι μὲν βασιλικὸν ἀξίωμα ἐπαγομένη οὐδ' ἄρχουσα τοῦ Σύρων ἔθνους, ἀποπεπτωκυῖα δὲ ἧς πρότερον μετεῖχε δυνάμεως καὶ μονονουχὶ εἰς κοίτην ποιμνίων καὶ ἀνάπαυσιν βουκολίων καταλελειμμένη, οὕτω δὲ τὰ ἀγελαῖα πλήθη καὶ τοὺς εὐτελεῖς δήμους καλεῖν εἴωθεν ὁ λόγος. ὅτι δὲ οὐδὲ πολιορκεῖ τις τὴν τῶν Δαμασκηνῶν πόλιν ὑπὸ τὴν διοίκησιν τὴν Ῥωμαϊκὴν τυγχάνουσαν παντί τῳ δῆλον καὶ ὡς ἐν τοιαύτῃ τυγχάνουσα καταστάσει οὐδὲν ἐπικουρεῖν δύναται τῷ Ἰουδαίων ἔθνει κατὰ τὸ πρότερον. διὸ λέλεκται· καὶ οὐκέτι ἔσται ὀχυρὰ τοῦ καταφυγεῖν Ἐφραίμ, καὶ οὐκέτι βασιλεία ἐν Δαμασκῷ καὶ τὸ λοιπὸν τῶν Σύρων. μὴ γὰρ νόμιζέ φησι τὴν Δαμασκὸν στερήσεσθαι τῆς βασιλικῆς ἀξίας, ἑτέραν δὲ πόλιν τῶν Σύρων μεθέξειν αὐτῆς· οὐκέτι γὰρ ἔσται φησὶν ἐν Δαμασκῷ βασίλειον οὐδὲ ἐν τῷ ἐπιλοίπῳ ἔθνει τῶν Σύρων. καὶ τὸ τούτου αἴτιον ἑξῆς διδάσκει φήσας εἰς πρόσωπον τῆς πόλεως· οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν· εἰ γὰρ ὁ πάλαι τοῦ θεοῦ χρηματίζων λαὸς ἐν τοῖς δηλουμένοις χρόνοις ἐκπεσεῖται τοῦ οἰκείου ἀξιώματος καὶ τῆς πάλαι παρ' αὐτοῖς πολιτευομένης αὐτονομίας καὶ βασιλείας, οὐ χρή σε τὴν Δαμασκὸν τὰ ὅμοια πάσχουσαν ἀγανακτεῖν. οὐ γὰρ σὺ βελτίων εἶ τῶν υἱῶν Ἰσραὴλ καὶ τῆς δόξης αὐτῶν τῆς ἀφῃρημένης. Ὅπως δὲ αὐτῶν ἀφῄρητο ἡ δόξα, διέξεισι λέγων· Τάδε λέγει κύριος σαβαώθ· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσεται. ἃ καὶ αὐτὰ ἐπληροῦτο μετὰ τὴν παρουσίαν τοῦ σωτῆρος ἡμῶν· κατὰ μίαν γὰρ ὡς ἂν εἴποι τις ἡμέραν, λέγω δὲ ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ἡ τοῦ ἐκ περιτομῆς λαοῦ λέλυτο ἀξία καὶ ἡ τῆς Δαμασκοῦ βασιλεία. διὸ εἴρηται· Ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ. καὶ θέα ὅπως οὐκ ἀναίρεσιν παντελῆ τοῦ ἔθνους σημαίνει, ἀλλὰ τῆς δόξης αὐτῶν, ἧς μετεῖχον πρότερον. καθαίρεσιν· πρόπαλαι μὲν γὰρ ἦν τοῦ προτέρου λαοῦ δόξα, ἡ ἱερωσύνη καὶ ἡ βασιλεία, τό τε ἁγίασμα καὶ ἡ κατὰ νόμους λατρεία, ἥ τε προφητικὴ χάρις καὶ ἡ τοῦ ἔθνους ἐλευθερία καὶ ὅσα ἄλλα παρὰ τῷ Ἰουδαίων ἦν ἔθνει, ἅπερ ἀθρόως σεισθήσεσθαι καὶ ἐκπεσεῖσθαι καὶ παντελῶς ἐκλείψειν προαγορεύει ὁ λόγος. Ἐπειδὰν δὲ ταῦτά φησι γένηται, ἔσται ὃν τρόπον ἄν τις συναγάγῃ ἀμητὸν ἑστηκότα. ὡς γὰρ ἐν ἀμητῷ συνάγονται μὲν οἱ στάχυες, καταλείπεται δὲ ἐν τῇ χώρᾳ καλάμη ψιλή, οὕτω φησὶν ἔσεσθαι καὶ τὸν Ἰουδαίων λαόν, ἀποτμηθέντων μὲν τῶν πάλαι παρ' αὐτοῖς σταχύων, μόνης δὲ τῆς καλάμης ἐν αὐτοῖς περιλειφθείσης. εἰ δὲ καὶ πού τις εὑρεθείη ἐν αὐτοῖς ἄξιος λόγου, παραβληθήσεται οὗτος στάχυϊ, οὐχὶ ἐν τῷ πεδίῳ φυέντι, ἀλλ' ἐν κοιλάδι καὶ φάραγγι καταξήρῳ καὶ στερεᾷ. δηλοῦσθαι δ' οἶμαι διὰ τοῦ στάχυος τὸν χορὸν τῶν τοῦ σωτῆρος ἡμῶν μαθητῶν καὶ εὐαγγελιστῶν, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «καὶ εἰ μὴ κύριος σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ἐπεὶ δὲ ἐχρῆν καὶ τῶν ἐν τούτοις ἐκκρίτων μνήμην ἰδίως ποιήσασθαι, κέχρηται καὶ ἐπὶ τούτων ἑτέρῳ παραδείγματι φήσας· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῆς καταλειφθῇ· τοσαύτην γάρ φησιν ἔσεσθαι σπάνιν τῶν ἐκ τοῦ Ἰσραὴλ σωθησομένων κατὰ τοὺς χρόνους οὓς ἡ προφητεία σημαίνει, ὡς ἑνὶ στάχυϊ παραβάλλεσθαι τοὺς πάντας, τοὺς δ' ἐν αὐτοῖς ἐξαιρέτους τοσούτους ἔσεσθαί τινας ὡσπερεὶ ῥῶγας ἐλαίας δύο που ἢ τρεῖς τοὺς ἐπ' ἄκρου μετεώρου, αἰνιττομένου τοῦ λόγου τοὺς ἀκροτάτους τῶν ἀποστόλων, οὓς ποτὲ μὲν κατὰ συζυγίαν ὁ σωτὴρ προσεκαλεῖτο ποτὲ δὲ τρεῖς, οὓς ἡ γραφὴ τοῦ Εὐαγγελίου ἐκλεκτῶν ἐκλεκτοτέρους εἰσήγαγεν· λέγω δὴ «Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην, οὓς ἐπὶ τὸ ὄρος ἀνήγαγε μόνους» αὐτοῦ τὴν μεταμόρφωσιν ἱστορήσαντας καὶ ἐπὶ τῆς ἀναβιωσκούσης «θυγατρὸς τοῦ ἀρχισυναγώγου» παρελάμβανεν. οἱ δὲ λοιποὶ παρὰ τοὺς τρεῖς τούτους οἱ τέσσαρές εἰσι καὶ πέντε. τὸν ἐννέα συμπληροῦντες ἀριθμὸν οἱ ἐπ' ἄκρου μετεώρου τῆς ἐλαίας καὶ αὐτοὶ εἰρημένοι. εἰ δὲ ὁμοῦ τις συναγάγῃ τοὺς δύο καὶ τοὺς τρεῖς καὶ τοὺς τέσσαρας καὶ τοὺς πέντε, δέκα καὶ τέσσαρας ποιήσει τοὺς πάντας, ὧν δώδεκα μὲν τοὺς πρώτους ἀποστόλους εἴποιεν ἂν εἶναι οὐκ ἐλάττω δὲ αὐτῶν τὴν ἀρετὴν Παῦλον καὶ αὐτὸν ὄντα «κλητὸν ἀπόστολον» καὶ τὸν «Ἰάκωβον» γεγονέναι «τὸν ἀδελφὸν τοῦ κυρίου», ὃς πρῶτος ἐπίσκοπος τῆς ἐν Ἱεροσολύμοις ἐκκλησίας ὑπ' αὐτοῦ καταστῆναι τοῦ σωτῆρος μνημονεύεται. οὗτοι δὲ πάντες ἐπ' ἄκρου τῆς ἐλαίας, λέγω δὴ τῆς Ἰουδαίων διαδοχῆς ηὑρημένοι διὰ τῶν μετὰ χεῖρας μνημονεύονται. καὶ ὁ θεῖος δὲ Ἀπόστολος οἶδεν ἐλαίᾳ παραβάλλειν τὴν παρὰ Ἰουδαίοις διαδοχὴν καὶ «ῥίζαν ἁγίαν» καὶ «ἀπαρχὴν» καὶ «καλλιέλαιον» αὐτοὺς καλεῖν. οὗτοι δὴ οὖν οἱ βραχεῖς ῥῶγες τῆς ἐλαίας μόνοι διεσώθησαν εὑρεθέντες ἐν αὐτοῖς. καὶ ὁ ἀποδοθεὶς στάχυς σπάνιός τις καὶ αὐτός. διό φησιν ὁ προφητικὸς λόγος· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου. Μετὰ δὲ τὴν τῶν ἀποστόλων μνήμην σφόδρα ἀκολούθως τῶν πάλαι πολυθέων ἐθνῶν τὴν εἰς τὸν τῶν ὅλων θεὸν ἐπιστροφὴν θεσπίζει. διὸ ἑξῆς εἴρηται· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ Τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τὸν ποιήσαντα αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐκέτι ἔσονται πεποιθότες ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα οὐδὲ τὰ βδελύγματα αὐτῶν. οὐκέτι γὰρ τοῖς ἄλσεσιν οὐδὲ τοῖς ὑψηλοῖς τῶν δένδρων προσέξουσιν ὡς τὸ πρὶν ἐποίουν, μόνον δὲ τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐπιγνώσονται οἱ ποτὲ «ἀπηλλοτριωμένοι» τῆς γνώσεως τοῦ θεοῦ «καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας» τῇ ἡμέρᾳ ἐκείνῃ δηλαδὴ ἐν τῷ ἀποδοθέντι χρόνῳ. Τῆς δὲ τῶν ἐθνῶν κλήσεως διὰ τούτων δηλωθείσης ἑξῆς ἐπιλέγεται· τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστιν ἐν τῷ αὐτῷ χρόνῳ, ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι ὃν τρόπον κατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ, καὶ ἔσονται ἔρημοι, ὅτι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. σφόδρα δὲ ἐκπληκτικῶς καταλειφθήσεσθαι αὐτῶν τὰς πόλεις οὐχ ἁπλῶς οὕτως ἐθέσπισεν, ἀλλὰ κατὰ τὸν τρόπον τῶν Ἀμορραίων καὶ Εὐαίων· ὥσπερ γάρ φησιν ἐκείνων ἀπολωλότων, ἕτεροι παρελθόντες κατέσχον αὐτῶν τὰς πόλεις καὶ τὰς χώρας, οὕτως καὶ αἱ σαὶ πόλεις ἑτέρους ἕξουσιν οἰκήτορας, ὑμῶν ἀποβληθέντων καὶ ἐξωσθέντων. ὃ δὴ καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν· αὐτὴν γοῦν τὴν Ἰερουσαλὴμ Ἕλληνες οἰκοῦσι μηδενὸς τολμῶντος ἐπιβαίνειν Ἰουδαίου τῷ τόπῳ, καὶ ἄλλας δὲ πλείους τοῦ Ἰσραὴλ πόλεις ἀλλογενεῖς κατέχουσι. πλεῖσται δὲ ὅσαι ὑπὸ Ῥωμαίων πολιορκηθεῖσαι ἐκ βάθρων ἤρθησαν εἰς ἐσχάτην ἐρημίαν περιτραπεῖσαι ἀκολούθως τῷ θεσπίσματι. ταῦτα δὲ πείσεσθαι αὐτούς φησιν, ἐπειδήπερ τὸν σωτῆρα ἑαυτῶν κατέλιπον. ἔνθα δὴ καὶ αὐτοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν μέμνηται ἡ Ἑβραϊκὴ φωνή· σωτῆρα γὰρ δηλοῖ τὸ «Ἰησοῦ» ὄνομα εἰς τὴν Ἑλλάδα γλῶτταν ἑρμηνευόμενον. καὶ τοῦτ' ἦν τὸ αἴτιον, διὸ συμβήσεσθαι αὐτοῖς τὰ προλεχθέντα πάντα εἴρηται, διότι κατέλιπον τὸν θεὸν τὸν σωτῆρα αὐτῶν καὶ κυρίου τοῦ πάντοτε βοηθοῦ αὐτῶν οὐκ ἐμνήσθησαν. ὅπως δὲ αὐτῶν οὗτος πάντοτε γέγονε βοηθός, διδάσκει ἐν Εὐαγγελίοις λέγων· «ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις συνάγει τὰ νοσσία ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε». καὶ δι' ἑτέραν δὲ αἰτίαν πείσεσθαι αὐτοὺς τὰ προλεχθέντα διδάσκει, διότι ἐφύτευσαν φυτείαν ἄπιστον καὶ σπέρμα ἄπιστον, ὃ καὶ αὐτὸ συνίσταται ἐκ τοῦ μὴ πιστεῦσαι αὐτοὺς τῷ Χριστῷ τοῦ θεοῦ αὐτοῖς πρώτοις ἐπιλάμψαντι. ἐπὰν οὖν φησι τὸ σπέρμα τοῦτο τὸ ἄπιστον καὶ τὴν φυτείαν τὴν ἄπιστον σπείρῃς ἐν τῇ σαυτοῦ ψυχῇ, τότε πλανηθήσῃ, εἰ δὲ μεταβαλὼν ἐπὶ τὴν ἀνατείλασαν τῷ κόσμῳ πρωΐαν τοῦ φωτὸς τοῦ εὐαγγελικοῦ, ἕτερον σπέρμα κατάθοιο τῇ σαυτοῦ διανοίᾳ, περὶ οὗ λέλεκται ἐν Εὐαγγελίοις· «ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι» καί· «ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείραντι καλὸν σπέρμα ἐν τῷ ἰδίῳ ἀγρῷ». καὶ ἐπειδὰν ἐν φωτὶ γένοιο τῆς πρωϊνῆς ἀνατολῆς «τοῦ ἡλίου τῆς δικαιοσύνης», ἀνθήσει ἐν σοὶ εἰς ἀμητόν, ὡς μεταδοῦναι κλῆρον ἀγαθὸν καὶ τοῖς σεαυτοῦ παισὶ «τοῖς κατὰ θεὸν γενησομένοις» διὰ τῆς σωτηρίου διδασκαλίας. τοσαῦτα τῷ περὶ τῆς Δαμασκοῦ λόγῳ συμπαρείληφεν ἡ προφητεία εἰς τὸν χρόνον ἀναπέμπουσα τὸν εἰρημένον περὶ τῆς Δαμασκοῦ τὴν ἔκβασιν τῶν περὶ τοῦ Ἰσραὴλ λελεγμένων.
1.73.1
Περὶ τῆς τῶν ἐθνῶν ἐπὶ τὸν θεὸν ἐπιστροφῆς καὶ τῆς εἰς τὸν Χριστὸν ἀπιστίας τοῦ Ἰουδαίων ἔθνους θεσπίσας ὁ λόγος μεταβαίνει ἐπὶ τὰ πλήθη τῶν ἐθνῶν τῶν ἐν αὐτῇ τε τῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ ἀπομεινάντων καὶ τὴν ἐκκλησίαν τοῦ θεοῦ ἐλαύνειν καὶ πολιορκεῖν μελλόντων. σημαίνει τοίνυν ὡς δίκην θαλάσσης κυμαινούσης κλονηθήσονται οὗτοι καὶ ταραχθήσονται ξενιζόμενοι ἐπὶ τῷ κηρύγματι τῷ εὐαγγελικῷ καθαιρετικῷ ὄντι τῆς εἰδωλολάτρου πλάνης. διό φησιν· Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς ὕδωρ ἠχήσει· ὡς γὰρ θαλάσσης τὰ νῶτα κυρτούμενα καὶ εἰς ὕψος αἰρόμενα ἐν τῷ χειμάζεσθαι καὶ ταράττεσθαι ὑπὸ ἀνέμων, ἦχον μέγιστον ἐμποιεῖ καὶ φόβον τοῖς ἐμπλέουσιν, οὕτως καὶ τὰ πλήθη τῶν ἐν αὐτῇ τε τῇ Δαμασκῷ καὶ ταῖς λοιπαῖς χώραις ἐν ἀπιστίᾳ καὶ εἰδωλολατρίᾳ μεινάντων ἐθνῶν ὑπὸ τῶν ἀοράτων πνευμάτων εὐεργούμενα δίκην κυμάτων θαλάσσης ἠχήσει κατὰ τῆς ἐκκλησίας τοῦ θεοῦ ἐπανιστάμενα. διὸ λέλεκται· ὡς ὕδωρ ἠχήσει καὶ ὡς ὕδωρ πολὺ ἔθνη πολλά, ὡς ὕδατος πολλοῦ φερομένου. ὅρα δὲ ὅπως διὰ πολλῶν παραδειγμάτων τὴν τῶν εἰρημένων ἄθεον καὶ δυσσεβῆ γνώμην ἐμφαίνει, πρώτως μὲν θαλάσσῃ κυμαινούσῃ παραβάλλων αὐτῶν τοὺς θυμούς, ἔπειτα ἐξομοιῶν ὕδατι ἠχοῦντι τὰς κατὰ τῆς ἐκκλησίας σκέψεις αὐτῶν, καὶ τρίτον ὕδατι πολλῷ βίᾳ φερομένῳ, οὕτω τὸ ῥευστὸν καὶ ἀπολλύμενον αὐτῶν τοῦ βίου αἰνιξάμενος. λέγων δὲ ὡς ὕδατος πολλοῦ βίᾳ φερομένου παρίστησιν, ὡς ἄρα ὑφ' ἑτέρων ἐνεργούμενοι καὶ ἐλαυνόμενοι ταῦτα κατὰ τῆς ἐκκλησίας ἐπιχειροῦσι. πλὴν ὅμως τούτων τὸ τέλος ὑπογράφει λέγων ἑξῆς· καὶ ἀποσκορακιεῖ αὐτὸν καὶ πόρρω αὐτὸν διώξεται, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἐπιτιμήσει ἐν αὐτῷ καὶ φεύξεται μακρόθεν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἐμβριμήσεται αὐτῷ καὶ φεύξεται πόρρω. τίνι δὲ αὐτῷ ἐμβριμήσεται ἢ ἐπιτιμήσει ἢ τῷ προλεχθέντι πλήθει τῶν ἀπίστων ἐθνῶν ἢ καὶ τῷ ἐν τούτοις ἐνεργοῦντι διαβόλῳ; τίς δὲ αὐτοῖς ἐπιτιμήσει ἀλλ' ἢ ἐκεῖνος, περὶ οὗ εἴρηται· «Ἐπιτιμήσαι κύριος ἐν σοί, ὁ ἐκλεξάμενος τὴν Ἰερουσαλήμ»; τοῦ δὲ κυρίου ἐπιτιμήσαντος αὐτῷ, τί ἔσται ἐπιλέγει· καὶ πόρρω αὐτὸν διώξεται ὡς χοῦν ἀχύρου λικμώντων ἀπέναντι ἀνέμου καὶ ὡς κονιορτὸν τροχοῦ καταιγὶς φέρουσα, ἢ κατὰ τὸν Σύμμαχον· καὶ ὡς τροχὸν ἔμπροσθεν καταιγίδος. Εἶθ' ἑξῆς ἐπιλέγει· πρὸς ἑσπέραν ἔσται πένθος, πρὶν ἢ πρωῒ καὶ οὐκ ἔσται· τοῖς γὰρ δίκην θαλάσσης κυμαινούσης κατεπαρθεῖσι τῆς ἐκκλησίας πρὸς τῇ δύσει τοῦ βίου καὶ πρὸς αὐτῷ τῷ τέλει πένθος ἔσται, ὅτε οὐκέτι ὑπάρξουσι κατὰ τὸν μέλλοντα αἰῶνα νέου φωτὸς ἀνατολῆς καὶ πρωΐας τὸ τηνικαῦτα τοῖς δικαίοις ἐπιλάμψαντος. τοῦτό φησι· καὶ αὕτη ἡ μερὶς καὶ ὁλόκληρος τῶν προνομευσάντων ὑμᾶς. τίνας δὲ ὑμᾶς ἢ δηλονότι τοὺς πρόσφυγας τῆς ἐκκλησίας τοῦ θεοῦ; Ἐν ταῖς Πράξεσι τῶν Ἀποστόλων ἐπιδημήσαντός ποτε Παύλου ἐν Ῥώμῃ καὶ διαλεχθέντος τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς εἰς τὸν Χριστὸν πίστεως ἀνεγράφησαν εἰρηκότες αὐτῷ· «ἡμεῖς οὐδὲ γράμματα περὶ σοῦ ἐδεξάμεθα ἀπὸ τῆς Ἰουδαίας, οὔτε παραγενόμενός τις τῶν ἀδελφῶν ἀπήγγειλεν ἢ ἐλάλησεν περὶ σοῦ πονηρόν. ἀξιοῦμεν δὲ παρὰ σοῦ ἀκοῦσαι ἃ φρονεῖς· περὶ μὲν γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται». τοῦτο δὲ εἰρηκότες ἐνέφηναν, ὅτι πρὶν ἐπιδημῆσαι τὸν Παῦλον τῇ Ῥώμῃ παρηγγελμένοι ἦσαν μὴ παραδέξασθαι τὸ περὶ τοῦ Χριστοῦ κήρυγμα καὶ ὅτι μὴ μόνοι αὐτοὶ εἰλήφασι τὴν παραγγελίαν αὐτοῦ, ἀλλὰ καὶ οἱ πανταχοῦ γῆς Ἰουδαῖοι. διὸ ἔλεγον· «περὶ γὰρ τῆς αἱρέσεως ταύτης γνωστὸν ἡμῖν ἐστιν ὅτι πανταχοῦ ἀντιλέγεται». πόθεν δὲ τοῖς «πανταχοῦ» Ἰουδαίοις τὸ συμφώνως τοὺς πάντας ὥσπερ ἐξ ἑνὸς συνθήματος «ἀντιλέγειν» τῷ περὶ Χριστοῦ λόγῳ, εὕρομεν ἐν τοῖς τῶν παλαιῶν συγγράμμασιν, ὡς οἱ τὴν Ἰερουσαλὴμ οἰκοῦντες τοῦ τῶν Ἰουδαίων ἔθνους ἱερεῖς καὶ γραμματεῖς καὶ πρεσβύτεροι γράμματα διαχαράξαντες εἰς πάντα διεπέμψαντο τὰ ἔθνη τοῖς ἁπανταχοῦ Ἰουδαίοις διαβάλλοντες τὴν Χριστοῦ διδασκαλίαν ὡς αἵρεσιν ξένην καὶ ἀλλοτρίαν θεοῦ, παρήγγελόν τε δι' ἐπιστολῶν μὴ παραδέχεσθαι αὐτήν. τοῦτο δὴ οὖν αὐτὸ σημαίνειν ἔοικεν ἡ μετὰ χεῖρας προφητεία ἐν τῷ λέγειν· Οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων ἐν θαλάσσῃ ὅμηρα. ἀνθ' οὗ ὁ Σύμμαχος ἀποστόλους εἶπε φήσας· ὁ ἀποστέλλων ἀποστόλους ἐν θαλάσσῃ, ὁ δὲ Ἀκύλας πρεσβευτὰς ἐξέδωκεν εἰπών· ὁ ἀποστέλλων ἐν θαλάσσῃ πρεσβευτάς. ὁρᾷς ὅπως ὁ λόγος τοὺς προλεχθέντας Ἰουδαίων ἄρχοντας ταλανίζει καὶ τὴν γῆν αὐτῶν, ἧς ἡ κακία καὶ μέχρις Αἰθιόπων ἔφθασε. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· οὐαὶ γῆ, ἧς ὁ ἦχος πτερωτός, ἡ πέραθεν ποταμῶν Αἰθιοπίας. δι' ὧν σημαίνει ὡς καὶ πέραν τῆς Αἰθιόπων χώρας καὶ τῶν ἐσχατιῶν τῆς γῆς ὁ τῆς πονηρίας ἦχος τῶν τὴν Ἰουδαίων γῆν οἰκούντων διά τινων ὥσπερ ἱπταμένων πλοίων προῆλθεν, οἵ τε ἀπόστολοι αὐτῶν ἐπιστολὰς βυβλίνας ἐπικομιζόμενοι ὑπεράνω τε τῶν ὑδάτων ναυτιλλόμενοι καὶ τὴν θάλασσαν ἐμπλέοντες ἁπανταχοῦ γῆς διέτρεχον τὸν περὶ τοῦ σωτῆρος ἡμῶν ἐνδιαβάλλοντες λόγον. ἀποστόλους δὲ εἰσέτι νῦν ἔθος ἐστὶν Ἰουδαίους ὀνομάζειν τοὺς ἐγκύκλια γράμματα παρὰ τῶν ἀρχόντων αὐτῶν ἐπικομιζομένους. ταῦτα μὲν οὖν περὶ τούτων ᾐνίξατο, ἑξῆς δὲ ἀντὶ τοῦ· πορεύσονται γὰρ ἄγγελοι κοῦφοι, εἰρήκασιν οἱ λοιποὶ πάντες ἑρμηνευταί· πορεύεσθε ἄγγελοι κοῦφοι, ὡς εἶναι ἀρχὴν προστάγματος. καί μοι δοκεῖ τουτὶ τὸ πρόσταγμα πρὸς τοὺς μαθητὰς τοῦ σωτῆρος ἡμῶν εἰρῆσθαι, οὓς διὰ τὸ πᾶσιν ἀνθρώποις ἀγαθῶν εὐαγγελιστὰς εἶναι ἀγγέλους κούφους ὠνόμασε πρὸς ἀντιδιαστολὴν ὧν ἐδήλωσεν Ἰουδαϊκῶν ἀποστόλων. φησὶν οὖν πρὸς αὐτούς· οἱ τῶν ἀγαθῶν ἄγγελοι, ὑμεῖς οἱ Χριστοῦ μαθηταί, πορεύεσθε, ὥσπερ οὖν αὐτὸς ὁ σωτὴρ διετάξατο πρὸς ὑμᾶς λέγων· «πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ», καί· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου». πορευόμενοι δέ φησι, κοῦφοι γένεσθε καὶ εὐσταλεῖς ὡς ἂν ῥᾳδίαν τὴν πορείαν ποιῆσθε, ὃ δὴ καὶ αὐτὸς πάλιν παρῄνει τοῖς αὐτοῖς λέγων· «μηδὲν ἄρητε κατὰ τὴν ὁδόν», καί· «μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν μηδὲ δύο χιτῶνας ἔχειν μήτε ὑποδήματα μήτε ῥάβδον». ὅθεν εὐθυβόλως ἀγγέλους κούφους αὐτοὺς εἶπε, κελεύει δὲ πορεύεσθαι πρὸς ἔθνος μετέωρον καὶ ξένον καὶ πρὸς λαὸν χαλεπόν· οὐ γὰρ πρὸς γνωρίμους οὐδὲ πρὸς οἰκείους τινὰς καὶ ἀδελφοὺς ἀπεστέλλοντο, ἀλλὰ πρός τινας ἀπεξενωμένους ἀγνώστους ἄνδρας καὶ ἀλλογενεῖς τοὺς ἐν πᾶσι τοῖς ἔθνεσιν, ἐν οἷς ἦσαν μετέωροι ἀληθῶς ἐπὶ μηδενὸς ἑδραίου ἑστῶτες, πλανώμενοι δὲ «καὶ περιφερόμενοι παντὶ ἀνέμῳ» τῆς πολυθέου πλάνης. οἱ δ' αὐτοὶ καὶ χαλεπὸν ἔθνος ἦσαν, ἐχθρῶς καὶ πολεμίως διακείμενοι πρὸς τὸν τῆς θεοσεβείας λόγον. ὅμως δ' οὖν πρὸς τούτους παρακελεύεται ἀπιέναι τοὺς ἀγγέλους τοὺς κούφους καὶ τούτοις κηρύττειν, διαβαίνειν δὲ καὶ ἐπὶ τὰ πέρατα τῆς γῆς. διὸ ἐπιλέγει· τίς αὐτοῦ ἐπέκεινα, ἢ κατὰ τὸν Σύμμαχον· μεθ' ὃν οὐκ ἔστιν ἐπέκεινα· τοῦτο δὲ τὸ ἀπεξενωμένον καὶ μετέωρον ἔθνος καὶ ἀνέλπιστον ἦν, ὡς λέγειν τὸν Ἀπόστολον· «ἦμέν ποτε ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ». καὶ αὐτὸς δὲ ὁ μετὰ χεῖρας προφήτης προϊὼν ἐν τοῖς ἑξῆς περὶ τῶν ἀνελπίστων θεσπίζει λέγων· «καὶ οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης»· πρὸς ἔθνος γοῦν ἀνέλπιστον ἀποστέλλονται καὶ πρὸς ἔθνος καταπεπατημένον ὑπὸ τοῦ διαβόλου καὶ πάσης τῆς δαιμονικῆς ἐνεργείας. Εἶτα θάρσος τοῖς αὐτοῖς ἐντίθησι λέγων· νῦν οἱ ποταμοὶ πάντες ὡς χώρα κατοικουμένη· κατοικηθήσεται ἡ χώρα αὐτῶν· νῦν γὰρ ἐπὶ τῇ ὑμετέρᾳ πορείᾳ οἱ ποταμοὶ τῆς γῆς κατοικηθήσονται καὶ πᾶσαι αἱ χῶραι αὐτῶν. αἰνίττεσθαι δὲ διὰ τούτων μοι δοκεῖ ποταμοὺς μὲν τὰ πλήθη τῶν τὸν θεὸν ἐπιγνωσομένων λαῶν, χώρας τε αὐτῶν τὰς ἐκκλησίας· ὡς γὰρ ἀνωτέρω «κύματι θαλάσσης καὶ ὕδασι τεταραγμένοις τὰ πλήθη τῶν ἀπίστων ἐθνῶν» παρέβαλεν, οὕτω νῦν ποταμοῖς γλυκέσι καὶ εὐσταθῶς κινουμένοις τοὺς Χριστοῦ λαοὺς ἀφομοιοῖ, χώραν αὐτῶν δηλώσας τὴν ἐκκλησίαν. πάλαι μὲν οὖν ἦσαν οὗτοι οἱ ποταμοὶ ἀοίκητοι καὶ «ἀλλότριοι θεοῦ», ἥ τε χώρα αὐτῶν ἔρημος θεοσεβείας, νυνὶ δὲ διὰ τοῦ ὑμετέρου φησὶ κηρύγματος οἱ δηλωθέντες ποταμοὶ καὶ ἡ χώρα αὐτῶν εἰς οἰκουμένην ἔσται. προξενήσει δὲ τοῦτο αὐτοῖς τὸ τοῦ Χριστοῦ σημεῖον, ὅπερ οὕτω γνωσθήσεται ἢ καὶ φανερὸν ἔσται τοῖς πᾶσιν ὡσανεὶ ἀπὸ ὄρους ὑψηλοῦ ἐπαρθείη σημεῖον ἢ ὡς φωνῆς σάλπιγγος μεγαφωνούσης· τὸν αὐτὸν γὰρ τρόπον καὶ τὸ ὑμέτερον κήρυγμα ἔκδηλον καὶ ἐπίσημον καὶ ἐξάκουστον εἰς πάντας τοὺς ἀνθρώπους γενήσεται. Πῶς δὲ δυνήσονται οἱ ποταμοὶ καὶ ἡ προλεχθεῖσα χώρα αὐτῶν ἀταράχως κατοικεῖσθαι ἀναγκαίως διδάσκει λέγων· διότι οὕτως εἶπε κύριός μοι Ἀσφάλεια ἔσται ἐν τῇ ἐμῇ πόλει. ἡ δὲ προλεχθεῖσα χώρα ἐμὴ τοῦ κυρίου ἐστὶ πόλις· διὸ ἀσφάλεια ἔσται ἐν αὐτῇ ὡς ἂν ἐμοῦ φυλάττοντος καὶ πάντοθεν αὐτὴν ἀσφαλιζομένου, ὥστε εἰκότως περὶ αὐτῆς λέγεσθαι· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ», καί· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ». οὕτω δὲ καλεῖν ὁ λόγος εἴωθεν τὴν κατὰ θεὸν πολιτείαν, ἐν ᾗ ἀσφάλειαν ἔσεσθαι εἰπὼν προστίθησι καὶ φῶς ἔσεσθαι ἐν τῇ αὐτῇ πόλει, οὐ τὸ τυχὸν ἀλλ' ὁποῖον αὖτις παραβάλοι ἀκμαίῳ καὶ μεσημβρινῷ ἡλίου φέγγει. τοιούτου δὲ φωτὸς καὶ ὡσπερεὶ καύματος μεσημβρινοῦ γιγνομένου ἐν τῇ ἐμῇ πόλει οὐκ ἔσται φησὶ βλάβη οὐδὲ λύπη τοῖς ὑπὸ τοιούτῳ φωτὶ καταυγαζομένοις. διὰ τί... συν τῷ... τῷ το... τῷ καὶ νεφέλ... ἐν ἡ... ὡς ἐν ἡμέραις ἀμήτου ἐπισκιάζουσα αὐτοῖς ἔσται. φῶς μὲν οὖν αὐτός ἐστιν ὁ τοῦ θεοῦ λόγος ὁ τὴν ἐκκλησίαν αὐτοῦ διὰ παντὸς «φωτίζων», νεφέλη δρόσου τὸ πνεῦμα τὸ ἅγιον τὸ τὴν ἄκραν θεολογίαν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ τοῖς μὴ οἵοις τε αὐτὴν χωρεῖν ἐπισκιάζον ὡς κεκραμένον ἀποτελεῖσθαι τὸ πολὺ καὶ ἄκρατον τῆς περὶ τοῦ Χριστοῦ θεολογίας διὰ τὴν τοῦ ἁγίου πνεύματος ὡσπερεί τινος νεφέλης ὑποδρομήν. Καὶ ταῦτα ἔσεσθαί φησι πρὸ τοῦ θερισμοῦ, τοῦτον δηλῶν τὸν τρόπον τὰς ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ καρποφορίας δίκην σταχύων ἀνθούσας καὶ πληθυούσας, περὶ ὧν καὶ ἀνωτέρω ἐδήλου λέγων· «καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ» καὶ ὁ σωτὴρ ὁμοίως, δι' ὧν ἔλεγεν· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη», καὶ αὖθις· «ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ κυρίου τοῦ θερισμοῦ ἵνα ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ». ἔσται τοίνυν τὸ μὲν φῶς τῆς θεότητος τοῦ λόγου ἄκρατον ὥσπερ ἀκμαῖον καὶ μεσημβρινὸν ἐν τῇ αὐτοῦ πόλει· διὰ δὲ τὸ μὴ χωρεῖσθαι αὐτὸ ὑπ' ἀνθρώπων μέση παρελθοῦσα ἡ νεφέλη τοῦ ἁγίου πνεύματος δρόσου ἔμπλεως, ἐπισκιάσει τὴν αὐτὴν πόλιν, ἵν' ὡς ἐν ἡμέραις ἀμήτου ταῖς πρὸ τοῦ θερισμοῦ καὶ τὸ φῶς ἐκλάμπῃ καὶ ἡ νεφέλη ἐπισκιάζῃ αὐτήν. καὶ ταῦτα μὲν πρὸ τῆς συντελείας καὶ πρὸ τοῦ θερισμοῦ περὶ τὴν πόλιν ἔσται τοῦ θεοῦ, μετὰ δὲ τὸν θερισμὸν καὶ τὴν συντέλειαν τοῦ παρόντος βίου καὶ αὐτῆς τῆς ἀκράτου θεότητος τοῦ λόγου μεθέξουσιν οἱ καταξιωθησόμενοι ἐκείνου τοῦ τέλους, ὅτε ἐπιστάσης τῆς συντελείας ἄλλῃ εἰκόνι παραβληθήσεται ἡ τῆς ἐκκλησίας τοῦ θεοῦ καρποφορία, δι' ἧς εἰκόνος τὴν γενομένην διάκρισιν τῶν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ συναγομένων παρίστησιν. ὥσπερ γάρ φησιν ἐν ταῖς ἀμπέλοις, ἐπειδὰν ὄμφακες ὦσιν οἱ βότρυες, ἐπιστὰς ὁ γεωργὸς τὰ περιττὰ καὶ ἄχρηστα τῶν κλημάτων ἐκκόπτει οὐ μόνον, ἀλλὰ καὶ τὰ ἀτελεσφόρητα καὶ ὡσπερεὶ νεκριμαῖα τῶν βοτρύων· καὶ ταῦτα γὰρ ὡς οὐκ ἀναγκαῖα οὐδ' ἀγαθὴν ἔχοντα ἐλπίδα πρὸς καρποῦ τελείωσιν, περιαιρεῖ ἐπιστήμῃ γεωργικῇ, ἵνα μὴ λυμήνηται τοῖς ἐρρωμένοις βότρυσι τὰ περιττὰ καὶ ἄχρηστα. διὸ ταῦτα μὲν ἀφαιρεῖ καὶ παραδίδωσιν εἰς βρῶσιν τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, τὰ δὲ τὸν ἐντελῆ διασῴζοντα καρπὸν διὰ πάσης ἐπιμελείας φυλάττει. οὕτω κατὰ τὸν καιρὸν τοῦ θερισμοῦ γενήσεσθαί φησι· τῶν γὰρ τῆς ἀμπέλου περιττῶν κλημάτων καὶ τῶν ἀχρήστων ἐν αὐτῇ βοτρύων περιαιρουμένων καὶ ἀποκοπτομένων, εἰς βοράν τε ἐκδιδομένων ταῖς κολαστικαῖς δυνάμεσιν, οἱ ἀγαθοὶ βότρυες καὶ αἱ καρποφόροι ψυχαὶ τῆς παρὰ τῷ θεῷ τεύξονται ἀγαθῆς ἐλπίδος. ἐν τούτοις αὐτὸς ὁ σωτὴρ ἑαυτὸν εἰπὼν εἶναι «τὴν ἄμπελον», τοὺς μαθητὰς «τὰ κλήματα» ὠνόμασε· βότρυας δὲ τῶν κλημάτων ἀκόλουθόν ἐστιν νοεῖν τοὺς ὑπὸ τοῖς ἀποστόλοις μαθητευομένους, ὧν τὰ ὥσπερ νεκριμαῖα βοτρύδια τὰ ἄχρηστα καὶ ζωτικῆς δυνάμεως ἐστερημένα κατὰ τὸν καιρὸν τῆς κρίσεως ἀποβληθήσεσθαι διδάσκει καὶ τὰ κλήματα δὲ ὡσαύτως τὰ μηδένα βότρυν φέροντα, οἷος ἦν ὁ προδότης Ἰούδας ὁμοίως τοῖς ἀχρήστοις βότρυσιν ἀποκοπήσεσθαι. ἀντὶ δὲ τοῦ· καὶ ἀφελεῖ τὰ βοτρύδια τὰ μικρὰ καὶ τὰ ἑξῆς, ὁ Σύμμαχος· καὶ ἀποκοπήσεταί φησι τὰ εὐτελῆ αὐτῆς, ὁ δὲ Ἀκύλας· καὶ ἐκκόψει τὰ ἐκβράσματα αὐτῆς, ἐν τοῖς δρεπάνοις καὶ καταλείψει τοῖς πετηνοῖς τοῦ οὐρανοῦ καὶ τοῖς θηρίοις τῆς γῆς, καὶ συναχθήσεται ἐπ' αὐτοὺς τὰ πετηνὰ τοῦ οὐρανοῦ καὶ πάντα τὰ θηρία τῆς γῆς ἐπ' αὐτὰ ἥξει, αἱ ἀντικείμεναι καὶ κολαστικαὶ δηλαδὴ δυνάμεις. Ἀλλὰ τούτων μὲν τὸ τέλος τοιοῦτον, ἑξῆς δὲ τῶν καρποφόρων κλημάτων καὶ τῶν ἐρρωμένων βοτρύων μνήμην ποιούμενος ἐπιφέρει· καὶ ἀνενεχθήσεται δῶρα κυρίῳ σαβαὼθ ἐκ λαοῦ τεθλιμμένου καὶ τετιλμένου. εἴη δ' ἂν οὗτος ὁ «τὴν στενὴν καὶ τεθλιμμένην» ὁδεύων «τὴν ἀπάγουσαν εἰς τὴν ζωήν». ὁ δ' αὐτὸς καὶ ἐκτετιλμένος ὑπάρχει, ὡς ἂν τῆς κοινῆς τῶν ἀνθρώπων ζωῆς ἠλλοτριωμένος καὶ μέγας ἐστὶ παρὰ τῷ θεῷ καὶ πολύς. διὸ λέλεκται· καὶ ἀπὸ λαοῦ μεγάλου. ταῦτα δὲ τὰ δῶρα ἀνενεχθήσεται τῷ κυρίῳ σαβαὼθ ἀπὸ τοῦ νῦν φησι καὶ εἰς τὸν αἰῶνα χρόνον· καὶ γὰρ ἐν τῷ παρόντι βίῳ καὶ ἐν τῷ μέλλοντι δὲ αἰῶνι τὰ λογικὰ δῶρα καὶ τὰς ἀναίμους τῷ θεῷ θυσίας ἀναπέμπων οὐ διαλιμπάνει ὁ δηλωθεὶς λαός. αὐτὸς δὲ οὗτός ἐστιν ὁ λαὸς τὸ ἀνωτέρω εἰρημένον ἔθνος καταπεπατημένον καὶ ἐλπίζον, διὰ μὲν τὴν ὑπομονὴν ἐλπίζον, περὶ ἧς εἴρηται· «ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει», διὰ δὲ τοὺς διώξαντας αὐτὸν καὶ πολλάκις καταπατήσαντας καταπεπατημένον. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· ἔθνος ὑπομένον καὶ συμπεπατημένον. ὁρᾷς ὅπως τὸν λαὸν τὸν τετιλμένον ὑπομένοντα ὠνόμασεν. καὶ ἐπιλέγει· ὅ ἐστιν ἐν μέρει ποταμοῦ τῆς χώρας αὐτοῦ· τίνος δὲ αὐτοῦ ἢ τοῦ θεοῦ; τὸ γὰρ ἔθνος τοῦτο ἐν μέρει ποταμοῦ τῆς τοῦ θεοῦ χώρας ἐτύγχανεν, ἅτε ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ ἐμπολιτευόμενον, ὡς λέγειν· «ἐκ μέρους γινώσκομεν καὶ ἐκ μέρους προφητεύομεν»· οὐδὲ γὰρ τὸν πάντα ποταμὸν ἐχώρει, λέγω δὲ τὸν τοῦ θεοῦ λόγον, ἡ δηλωθεῖσα χώρα. διὸ ἐν μέρει ποταμοῦ τῆς χώρας τοῦ θεοῦ λέγεται γεγονέναι τὸ δηλωθὲν ἔθνος. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς οὗ διήρπασαν ποταμοὶ τὴν γῆν εἴρηται· τούτου γὰρ τοῦ ἔθνους τοῦ θεοῦ οἱ πολέμιοι καὶ διῶκται ἦσάν ποτε διαρπάσαντες τὴν γῆν, ὅτε αὐτοὺς ἤλαυνον ἐκθλίβοντες καὶ καταπατοῦντες οἱ τῆς τοῦ θεοῦ πόλεως ἐπίβουλοι, περὶ ὧν εἴρηται· «ἦλθον οἱ ποταμοί, ἔπνευσαν οἱ ἄνεμοι», καὶ πάλιν· «χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον». ἀλλὰ γὰρ τούτων ἁπάντων ἐλευθερωθεὶς ὁ πάλαι τεθλιμμένος καὶ τετιλμένος λαὸς καὶ τὸ ἔθνος τὸ καταπεπατημένον μέν, ἐλπίζον δὲ ἐπὶ τὸν θεόν, δῶρα τῷ κυρίῳ σαβαὼθ ἀνοίσει. ποῦ δὲ ἀνοίσειν λέγεται ἢ εἰς τὸν τόπον, οὗ τὸ ὄνομα κυρίου σαβαώθ, ἐν ὄρει Σιών· καταξιωθεὶς γὰρ «τῆς ἐπουρανίου πόλεως» ὁ τοσαῦτα πεπονθὼς λαὸς τὰς πνευματικὰς ἀνοίσει θυσίας ὑπ' ἀρχιερεῖ τῷ υἱῷ τοῦ θεοῦ εἰς τὸν τόπον, οὗ τὸ ὄνομα τοῦ κυρίου σαβαώθ, εἰς ὄρος Σιών, περὶ οὗ φησιν ὁ Ἀπόστολος· «προσεληλύθαμεν Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». τοῦτο τέλος τῆς κατὰ Δαμασκοῦ προφητείας, ἀρξάμενον μὲν ἀπὸ τῶν δηλωθέντων χρόνων, καταλῆξαν δὲ «ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος» καὶ τὸ τρισμακάριον τέλος τῶν τῆς θεοσεβείας ἀθλητῶν. Προσήκει δὲ τὸν νοῦν ἐπιστῆσαι, ὅπως εἴρηται· ὅρασις Αἰγύπτου. οὐ γὰρ ὡς ἐπὶ τῆς Βαβυλῶνος ἐλέγετο· «ὅρασις κατὰ Βαβυλῶνος», οὐδ' ὡς ἐπὶ τῆς Ἰουδαίας καὶ Ἰερουσαλήμ· «ὅρασις, ἣν εἶδεν Ἠσαΐας υἱὸς Ἀμώς, ἣν εἶδκατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἰερουσαλήμ», οὐδ' ὡς «ἐπὶ τῆς Δαμασκοῦ» καὶ «τῆς Μωαβίτιδος», οὕτως καὶ ἐπὶ τῆς Αἰγύπτου· οὐ γὰρ εἴρηται «ὅρασις κατὰ τῆς Αἰγύπτου», ἀλλ' ὅρασις Αἰγύπτου, ἤτοι ὡς αὐτῆς Αἰγύπτου μελλούσης ὁρᾶν καὶ θεωρεῖν ὀφθαλμοῖς διορατικῶς τὰ θεσπιζόμενα· ἢ ὡς τοῦ προφήτου τὴν ὅρασιν τεθεαμένου τὴν τὰ κάλλιστα τοῖς Αἰγυπτίοις προαναφωνήσασαν. τί γὰρ κάλλιον, τί δὲ μακαριώτερον ὑπάρχειν ἤμελλεν Αἰγυπτίοις τοῦ τὸν κύριον τῆς αὐτοῦ παρουσίας καταξιοῦν αὐτοὺς καὶ τὴν αὐτοῦ γνῶσιν αὐτοῖς παρέξειν καὶ ποιήσειν, ὅσα ἄλλα ἐμφέρεται τοῖς Αἰγυπτίοις;
1.75.1
Τοῦτο πεπληρῶσθαι εἴποι ἄν τις ὡς πρὸς ἱστορίαν, ὅτε αὐτὸς ὁ κύριος, ὁ «ἐν ἀρχῇ πρὸς τὸν θεόν», θεὸς «λόγος» οὐκ ἀσωμάτως οὐδ' ἀφανῶς ἐπεδήμει τῇ τῶν Αἰγυπτίων χώρᾳ, ἀλλὰ μετὰ τῆς ὀνομαζομένης κούφης νεφέλης τοῦ σώματος, οὗ ἀνείληφεν «ἐξ ἁγίου πνεύματος» καὶ τῆς ἁγίας παρθένου κατεσκευασμένου. εἰ μὲν γὰρ μὴ προσέκειτο τό· ἐπὶ νεφέλης κούφης καθήμενον αὐτὸν ἀφίξεσθαι, κἂν ἐδύνατό τις λέγειν, ὅτι ἀσωμάτῳ καὶ θεϊκῇ δυνάμει πανταχοῦ παρὼν ὁ θεὸς λόγος, ἅτε δὴ «πάντα πληρῶν»· «ἐν τῷ κόσμῳ γὰρ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο». καὶ τῇ Αἰγύπτῳ τὴν αὐτοῦ παρεῖχε παρουσίαν διὰ τοῦ τὴν ἐπισκοπὴν αὐτοῦ καὶ τὴν πρόνοιαν καὶ μέχρις αὐτῶν ἐκτείνειν, ἀλλ' οὐ μᾶλλον εἴποι τις αὐτὸν ἐν Αἰγύπτῳ ἐν ἑτέρῳ μέρει τοῦ παντὸς κατὰ τοῦτον ὑπάρχειν τὸν τρόπον. νῦν δ' ἀφωρισμένως εἰς Αἴγυπτον αὐτὸν ἥξειν ὁ λόγος ἐπὶ νεφέλης ὀχούμενον κούφης εἰπών, ἰδιάζουσάν τινα καὶ σωματικὴν ἔσεσθαι τὴν παρουσίαν αὐτοῦ δηλοῖ. ὃ δὴ εἴποι ἂν ὁ ταύτῃ συνιστάμενος τῇ ἐκδοχῇ τέλους ἠξιῶσθαι ἐπὶ τῆς εἰς ἀνθρώπους παρόδου τοῦ ἐκ τῆς ἁγίας παρθένου γεννηθέντος θεοῦ, ὃν «Ἐμμανουὴλ» καλεῖ ἡ προφητεία. ὡς γὰρ νεφέλη οὐκ ἄλλοθεν ἔχει τὴν σύστασιν ἢ ἐξ ἀέρος καὶ ἀναθυμιάσεως τῆς γῆς, οὕτω τὸ σῶμα ὃ ἀνείληφεν «ἐξ ἁγίου πνεύματος» καὶ τῆς γεώδους οὐσίας ὑποστὰν εἰκότως νεφέλῃ παρεβλήθη κούφῃ, ᾗ ἐγκαθήμενος ὁ Χριστὸς τοῦ θεοῦ ἐπεδήμει «τῇ Αἰγύπτῳ» κατὰ τὴν νηπίαν ἡλικίαν. ἀπήρκει γὰρ καὶ τοῦτο Αἰγυπτίοις ἀρρήτῳ δυνάμει μέγιστα ὠφελουμένοις ἐκ τῆς τοῦ σωτῆρος ἐπιβάσεως. κατὰ δὲ βαθύτερον νοῦν τῆς τοῦ κυρίου παρουσίας ἐξαιρέτως ἐδεῖτο ἡ Αἴγυπτος, ἐπειδὴ πάντων ἀνθρώπων δεισιδαιμονεστάτων γεγόνασιν, ὡς μὴ μόνον εἱμαρμένῃ καὶ τοῖς κατ' οὐρανὸν ἄστροις τὴν τοῦ παντὸς ἀνατιθέναι αἰτίαν, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζῴων καὶ θηρίων ἀτιθάσων πτηνῶν τε καὶ ἑρπετῶν θεοποιΐας. οὕτω δὲ ἀδέσποτον καὶ ἀπρονόητον ἡγοῦντο τὸ πᾶν, ὡς καὶ τὸν βασιλέα αὐτῶν γυμνῇ τῇ κεφαλῇ λέγειν· «Οὐκ οἶδα τὸν κύριον», καί· «Τίς ἐστιν οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ»; καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς· τὰ μὲν οὖν χειροποίητα εἴη ἂν τὰ ἀγάλματα καὶ τὰ ἄψυχα ξόανα· ἀλλὰ τὰ μὲν ἄψυχα ξόανα σεισθήσεσθαί φησι, τὴν δὲ καρδίαν, δηλαδὴ τοὺς δαίμονας ἡττηθήσεσθαι, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς τακήσεσθαι ἀφανεῖ καὶ ἀοράτῳ δυνάμει. συνετελεῖτο δὲ ταῦτα ἐξ αὐτῶν ἐκείνων τῶν χρόνων, καθ' οὓς ἐκκλησίαι θεοῦ τὴν πᾶσαν Αἴγυπτον ἐκόσμουν τῆς δαιμονικῆς ἐνεργείας ἠρέμα καὶ κατὰ μικρὸν σβεννυμένης. ταῦτα δὲ αὐτοῖς ἔργοις τέλους ἐτύγχανε καθ' ὃν χρόνον ἐκκλησίαι μὲν θεοῦ καθ' ὅλης ἵδρυντο τῆς Αἰγύπτου, ἐπεδήμει δὲ αὐτὸς ὁ κύριος τοῖς Αἰγυπτίοις ἐπισκοπῶν τὰς ἐκκλησίας αὐτοῦ κατὰ τό· «ὅπου δύο ἢ τρεῖς σηνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν». οὕτω γοῦν αἱ μὲν ἐκκλησίαι τῇ αὐτοῦ διέλαμπον χάριτι, ἡ δὲ τῶν αὐτόθι δαιμόνων καθῃρεῖτο πλάνη. Καὶ ἐπαναστήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν. καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω. ἀντὶ δὲ τοῦ· καὶ ἐπαναστήσονται, ὁ Ἀκύλας· καὶ στασιάσω φησὶν Αἰγυπτίους ἐν Αἰγυπτίοις, ὁ δὲ Σύμμαχος· καὶ συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις, ὁ δὲ Θεοδοτίων· καὶ συνταράξω Αἰγυπτίους ἐν Αἰγυπτίοις. καὶ ταῦτα δὲ ἐπληροῦτο μετὰ τὸ εὐαγγελικὸν κήρυγμα τὸ εἰς πᾶσαν διαδοθὲν τὴν Αἴγυπτον, ἐφ' ᾧ τὰ μὲν ἄψυχα ξόανα τῆς ἐξ αἰῶνος ἀκινήτου στάσεως αὐτῶν ἐσαλεύετο, ὡς μηκέτι ἱδρῦσθαι καὶ βεβαίαν ἔχειν αὐτὰ στάσιν διὰ τὸν ἐγγενόμενον αὐτοῖς σάλον, οἱ δ' ἐν αὐτοῖς ἐμφωλεύοντες δαίμονες πονηροί, τὸ μηδὲν ὄντες διηλέγχοντο ἐπὶ τούτοις. ὥσπερ γὰρ ἡ ἐμφύλιος στάσις καθ' ὅλης διηγείρετο τῆς Αἰγύπτου, διισταμένων ἀπ' ἀλλήλων καὶ τεμνομένων καὶ μεριζομένων κατ' οἴκους καὶ κατὰ πόλεις τῶν τὴν χώραν οἰκούντων, τῷ τοὺς μὲν αὐτῶν προστρέχειν τῷ εὐαγγελικῷ κηρύγματι ἀναχωροῦντας τῆς δαιμονικῆς καὶ Αἰγυπτιακῆς πλάνης, τοὺς δὲ ἐναπομένοντας ἐν αὐτῇ πόλεμον ἄσπονδον κατὰ τούτων ἐγείρειν· οὕτως οὖν ἐπανίσταντο Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, «ἐπολέμει τε ἄνθρωπος τὸν πλησίον αὐτοῦ καὶ ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, ἀλλὰ καὶ πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομὸν ἐστασίαζον. νομοὶ δὲ καλοῦνται παρ' Αἰγυπτίοις εἰσέτι νῦν αἱ παρ' αὐτοῖς χῶραι, αἳ καὶ αὐταὶ διίστανται πρὸς ἀλλήλας τῆς αὐτῆς ἕνεκεν ὑποθέσεως. ἐχωρίζετο δὲ τῆς κατὰ θεὸν πολιτείας ὁ τῶν ἀθέων βίος, καὶ νομὸς ἐπηγείρετο νομῷ, τοῦ εὐαγγελικοῦ νόμου τὰ τῶν Αἰγυπτίων ἀνατρέποντος νόμιμα, ὡς αὖ πάλιν τοῦ τῆς εἰδωλολατρίας νόμου πολεμοῦντος τὸν σωτήριον λόγον. ταῦτα δὲ πάντα ἐγίγνετο, τὴν ἐπὶ κακῷ συμφωνίαν τῶν Αἰγυπτίων καὶ τὴν ὁμόνοιαν αὐτῶν τὴν περὶ τὴν πολύθεον πλάνην καὶ συγχέοντος τοῦ ἐπιδημήσαντος αὐτοῖς κυρίου. διὸ εἴρηται κατὰ τὸν Ἀκύλαν· καὶ στασιάσω Αἰγυπτίους Αἰγυπτίοις, κατὰ δὲ τὸν Σύμμαχον· καὶ συμβαλῶ Αἰγυπτίους Αἰγυπτίοις. συγγενῆ δὲ τούτοις καὶ ἀδελφά, μᾶλλον δὲ τὰ αὐτὰ ἑτέροις ῥήμασιν αὐτὸς ὁ κύριος ἡμῶν ἐν Εὐαγγελίοις ἐδίδασκε λέγων· «Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν» καὶ τὰ ἑξῆς. τούτων δὲ γιγνομένων ταραχθήσεσθαί φησιν ὁ λόγος τὸ πνεῦμα τῶν Αἰγυπτίων, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ῥαγήσεται πνεῦμα Αἰγύπτου ἐν αὐτῇ, κατὰ δὲ τὸν Θεοδοτίωνα· καὶ σχισθήσεται τὸ πνεῦμα Αἰγύπτου ἐν αὐτῇ, ὁ δὲ Ἀκύλας· καὶ πλαδαρωθήσεται πνεῦμα Αἰγύπτου ἐν ἐγκάτῳ αὐτῆς. τούτου δὲ ῥηγνυμένου καὶ ταραττομένου ἐπὶ τῇ τῆς ἐκκλησίας προκοπῇ τῶν τε Αἰγυπτίων βουλὰς πονηρὰς ἐπινοούντων, ἐγώ φησιν αὐτὸς ὁ κύριος τὴν βουλὴν αὐτῶν διασκεδάσω. οἱ δὲ ἀποροῦντες ὅτι καὶ πράξουσι κατὰ τὸ παλαιὸν αὐτοῖς ἔθος ἐπὶ τοὺς νομιζομένους αὐτοῖς θεοὺς τραπήσονται χρησμοὺς καὶ μαντείας ληψόμενοι περὶ τῶν θορυβούντων αὐτοὺς πραγμάτων. διὸ λέλεκται· καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς, φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους, μηκέτι δὲ μηδενὸς τούτων συνήθως αὐτοῖς φαινομένου εἰς ἐσχάτην ἐμπεσοῦνται ἀπορίαν. Ταῦτα μὲν οὖν πείσονται οἱ τὰς κατὰ μέρος χώρας οἰκοῦντες, ἀθρόως δὲ πᾶσαν αὐτὴν τὴν Αἴγυπτον παραδοθήσεσθαι ὁ λόγος φησὶν εἰς χεῖρας κυρίων σκληρῶν, καὶ βασιλεῖς σκληροὺς κυριεύσειν αὐτῶν. ἔνθα δηλοῦσθαι τὸν χρόνον ἡγοῦμαι τῆς τῶν θεσπιζομένων ἐκβάσεως· μεταβολὴν γὰρ ἔσεσθαι τῆς βασιλείας τῶν Αἰγυπτίων σημαίνει, κατὰ τοὺς χρόνους τῆς τοῦ κυρίου εἰς τὴν Αἴγυπτον ἀφίξεως. καὶ τίς οὐκ ἂν ἐκπλαγείη συμβάλλων τοὺς χρόνους τοὺς τοῦ σωτηρίου λόγου κηρύγματος καὶ τῆς ἐν τῷ αὐτῷ καταλύσεως τοῦ κατ' Αἴγυπτον βασιλείου, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο μηκέτ' αὐτῶν τοὺς πρότερον ἄρχοντας, λέγω δὲ τοὺς Πτολεμαίους κρατεῖν, Ῥωμαίους δ' αὐτῶν κυρίους ἀποφανθῆναι. ἀντὶ δὲ τοῦ· καὶ βασιλεῖς σκληροί, ὁ μὲν Ἀκύλας· καὶ βασιλεὺς κεκραταιωμένος ἐξουσιάσει αὐτῶν εἴρηκεν, ὁ δὲ Σύμμαχος· καὶ βασιλεὺς ἰσχυρὸς ἐξουσιάσει αὐτῶν, ὁ δὲ Θεοδοτίων· καὶ βασιλεὺς ἰσχυρὸς κυριεύσει αὐτῶν. εἴποις δ' ἂν τοῦτον εἶναι τὸν κατὰ τοὺς χρόνους τῆς γενέσεως τοῦ σωτῆρος ἡμῶν τῆς Ῥωμαίων μοναρχήσαντα βασιλείας. τότε γοῦν Αὔγουστος κεκραταιωμένος ἀληθῶς καὶ ἰσχυρὸς βασιλεὺς πρῶτος τὴν Αἴγυπτον ὑπέταξε Ῥωμαίοις, καθελὼν τὴν ἐκ μακροῦ κρατήσασαν διαδοχὴν τὴν τῶν παρ' αὐτοῖς βασιλευσάντων Πτολεμαίων. καὶ οἱ μετὰ ταῦτα δὲ Ῥωμαίων αὐτοκράτορες κεκραταιωμένοι τῷ ὄντι καὶ ἰσχυροὶ βασιλεῖς ἢ καὶ σκληροὶ κατὰ τοὺς Ἑβδομήκοντα τὸ τῶν Αἰγυπτίων κατεδουλώσαντο ἔθνος, ὑφ' ὧν ἀποστελλόμενοι κατὰ τοὺς χρόνους οἱ τῶν στρατιωτικῶν ἄρχοντες Αἰγύπτου σκληρότερον αὐτοῖς ἐκέχρηντο. διὸ περὶ αὐτῶν εἴρηται· καὶ παραδώσω τὴν Αἴγυπτον εἰς χεῖρας ἀνθρώπων κυρίων σκληρῶν, καὶ κατὰ τοὺς λοιποὺς δὲ ἑρμηνευτὰς σκληροὶ κύριοι οὗτοι, λέγω δὲ οἱ κατὰ μέρος ἄρχοντες, ὠνομάσθησαν. Ἑξῆς τούτοις λέλεκται· καὶ πίονται οἱ Αἰγύπτιοι ὕδωρ τὸ παρὰ θάλασσαν, ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· καὶ ἀναποθήσεταί φησιν ὕδατα ἀπὸ θαλάσσης, ὁ δὲ Σύμμαχος· καὶ ἀφανισθήσεται ὕδατα ἀπὸ τῆς θαλάσσης. τροπικῶς καὶ ὁ λόγος θάλασσαν ἐν τούτοις τὸ ταραχῶδες πλῆθος τῶν Αἰγυπτίων ᾐνίξατο. ὡς ξένον αὐτοῖς ξενίζεις ποτόν· μηκέτι γὰρ ὑφεστῶτος τοῦ ποταμοῦ μηδὲ ἑτέρου Αἰγυπτιακοῦ ὕδατος, ἀλλὰ μηδὲ τοῦ θαλαττίου ἐπιτηδείου ὄντος πρὸς πόσιν νέον καὶ ξένον ὕδωρ πίεσθαι αὐτούς φησι. τοῦτο δὲ ἦν τὸ «ἐκ τῶν πηγῶν τοῦ σωτηρίου» παρὰ τοῦ κυρίου αὐτοῖς χορηγούμενον. ὥσπερ οὖν καὶ ἐν τοῖς μικρῷ πρόσθεν ἐδηλοῦτο ἐν τῷ· «Οὐαὶ πλῆθος ἐθνῶν πολλῶν· ὡς θάλασσα κυμαίνουσα, καὶ νῶτος ἐθνῶν πολλῶν ὡς ὕδωρ ἠχήσει. ὡς ὕδωρ πολὺ ἔθνη πολλά», ἐν οἷς τὸ ταραχῶδες τῶν ἐθνῶν ὕδασι παρέβαλε καὶ «θαλάττῃ κυμαινούσῃ». τὸ δέ· καὶ ὁ ποταμὸς ἐκλείψει σημαντικὸν ἂν εἴη τοῦ μηκέτι τὴν βασιλείαν αὐτῶν ὑποστήσεσθαι. ὅτι δὲ ὁ φάσκων λόγος τὸν ποταμὸν τὸν τῶν Αἰγυπτίων ἐκλείψειν τὸ βασίλειον αὐτῶν ἐδήλου, παρεστήσαμεν ἤδη πρότερον ἐν τῇ προφητείᾳ τῇ περὶ τοῦ «ἐκ ῥίζης Ἰεσσαὶ» προελευσομένου. δι' ἧς ἐλέγετο· «καὶ ἐπιβαλεῖ κύριος τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν ποταμὸν πνεύματι βιαίῳ καὶ πατάξει αὐτὸν εἰς ἑπτὰ φάραγγας ὥστε διαπορεύεσθαι αὐτὸν ἐν ὑποδήμασιν». ὅμοια γὰρ ἦν κἀκεῖνα τοῖς μετὰ χεῖρας, δι' ὧν εἴρηται· ὁ δὲ ποταμὸς ἐκλείψει καὶ ξηρανθήσεται πᾶσα συναγωγὴ ὕδατος, καὶ διὰ τῶν ἔμπροσθεν δὲ ἐν οἷς ἐλέγετο· «ἔθνος ἀνέλπιστον καὶ καταπεπατημένον, οὗ οἱ ποταμοὶ διήρπασαν τὴν γῆν». οὐ περὶ σωματικῶν ποταμῶν ἦν ὁ λόγος, περὶ δὲ ὧν ἐν τοῖς Τόποις ἀποδεδώκαμεν· οὕτως κἀνταῦθα, εἰ λέγοι ἡ προφητεία τὸν ποταμὸν ἐκλείψειν καὶ ξηρανθήσεσθαι καὶ πάλιν μετὰ τὸν πρῶτον ἑτέρους ποταμοὺς καὶ τὰς διώρυχας καὶ πᾶσαν συναγωγὴν ὕδατος ἐκλείψειν, αἰνίττεσθαί μοι δοκεῖ τῆς Αἰγυπτίων βασιλείας καὶ τῶν κατὰ μέρος πρότερον παρ' αὐτοῖς ἀρχόντων τὴν κατάλυσιν. ἐπεὶ δὲ καὶ πολεμικαί τινες ἦσαν παρ' αὐτοῖς δυνάμεις, καὶ τούτων τὰς συναγωγὰς αὐτοῖς καὶ βασιλεῦσι παυθήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους προφητεύει. ἀλλὰ γὰρ καθαιρεθείσης τῆς Αἰγύπτου βασιλείας τοὺς ποταμοὺς πραϋνθήσεσθαι καὶ ἠρεμήσειν θεσπίζει ἑξῆς ἐπιφέρων· «καὶ τότε ἡσυχάσει τὰ ὕδατα αὐτῶν, καὶ οἱ ποταμοὶ αὐτῶν ὡς ἔλαιον πορεύσονται». τούτοις ἑξῆς ἀφανισθήσεσθαί φησι πάντα τὰ πάλαι φύοντα, κύκλῳ τοῦ ποταμοῦ κάλαμον, δηλαδὴ καὶ πάπυρον καὶ τὸ ἄχι τὸ χλωρὸν καὶ ἄλλα τινὰ τὰ ἐπ' αὐτοῦ τοῦ ποταμοῦ βλαστῶντα, ὁποῖα πολλὰ κατὰ τῶν Αἰγυπτίων ποταμὸν ὁρᾶται. παντελῆ δὲ οἶμαι ξηρασίαν ὑδάτων διὰ τούτων σημαίνειν, ὡς μηδὲ ἴχνος νοτίδος ὑδάτων μήτ' ἐν τῷ ποταμῷ φαίνεσθαι μήτ' ἐν τῷ ἕλει μήτ' ἀμφὶ τὸν ποταμὸν ἐκτὸς μήτ' ἐν αὐτῷ μέσῳ μήτ' ἐν διώρυξι μήτ' ἐν στασίμοις ὕδασι· λεῖψιν δ' ἀθρόως τούτων ἔσεσθαι ἁπάντων ὡς μηδαμοῦ τῆς Αἰγυπτίων γῆς ὕδατα ὑφεστάναι. εἰ μὲν οὖν ἐπὶ τούτοις καὶ ἀνθρώπων ἐπήγαγεν ἀφανισμὸν ἡ προφητεία, οὐδὲν ἐλείπετο ζητεῖν· ἀκόλουθον γὰρ ἦν τοῦ τοσούτου ποταμοῦ καὶ παντὸς ὕδατος ἐκλιπόντος πᾶν ζῷον ἀπόλλυσθαι τοῦ ποταμοῦ στερόμενον. νῦν δ' ὅτε καὶ μετὰ τὴν τῶν ὑδάτων ἔκλειψιν πλήθους ἀνδρῶν γενησομένων ἐπὶ τῆς Αἰγύπτου μέμνηται, καὶ ὡς ἔσται θυσιαστήριον ἐν Αἰγύπτῳ, καὶ ὡς θύσουσιν οἱ Αἰγύπτιοι τῷ κυρίῳ, καὶ ἀποστελεῖ αὐτοῖς ἄνθρωπον, ὃς σώσει αὐτούς, καὶ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις. τίς οὐκ ἂν εὐλόγως ζητήσειε, πῶς οὗτοι διαζήσονται τοῦ παντὸς ὕδατος ἐκλελοιπότος ὡς μηδὲ χλωροῦ μετέχειν τὴν χώραν; ἀλλ' οὗτος ὁ λόγος καὶ τὸν οὐκ ἐθέλοντα βιάζεται ἐπὶ τροπικὴν μεταβαίνειν θεωρίαν, ὥστ' ἐξ ἀνάγκης ποταμοὺς καὶ ὕδατα νοεῖν Αἰγύπτια ἤτοι τὰ πλήθη τῆς Αἰγυπτιακῆς δυνάμεως, ἢ τὴν βασιλείαν αὐτῶν τὴν πάλαι ποταμῶν δίκην πλημμυροῦσαν, ἢ καθ' ἑτέραν ἐκδοχὴν τὴν παρὰ τοῖς Αἰγυπτίοις τὸ παλαιὸν ἀκμάζουσαν φιλοσοφίαν, περὶ ἧς λέλεκται· «καὶ ἐπαιδεύθη Μωσῆς πάσῃ σοφίᾳ Αἰγυπτίων»· πολλὴ γάρ τις ἦν αὕτη, καὶ μέγας ἦν ὁ παρ' αὐτοῖς ῥέων ποταμός, ὁ τῆς παρ' αὐτοῖς θαυμαζομένης σοφίας λόγος. τούτου τε ὑπῆρχε μέρη πολλὰ κατακερματιζομένου εἰς πολλὰς διώρυγας καὶ εἰς πολλοὺς ποταμοὺς τοὺς καθ' ἕκαστον τῶν παρ' αὐτοῖς μαθητῶν λόγους, ἐξ ὧν ἔφυον οὐκ ἄμπελοι οὐδὲ ἐλαῖαι οὐδέ τι τῶν ἐγκάρπων καὶ ἀναγκαίων δένδρων, ἀλλὰ πάπυρος καὶ κάλαμος καὶ τὸ χλωρὸν ἄχι. Ἀλλὰ γὰρ ἐκλιπόντων τῶν Αἰγυπτιακῶν ὑδάτων οἱ θηραταὶ τῶν ἰχθύων, δηλαδὴ τῶν ἀνθρωπίνων ψυχῶν, πενθήσειν λέγονται. νοήσεις δὲ τοὺς ἐν τῇ προφητείᾳ λεγομένους ἁλιεῖς καὶ ἀμφιβολεῖς ἐξ ἑτέρων ἁλιέων καὶ σαγηνευτῶν, λέγω δὴ τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν, οἷς ἔλεγε τό· «Δεῦτε καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων». εἰ γὰρ οὗτοι διὰ τῆς αὐτῶν διδασκαλίας ἐθήρευον τὰς τῶν ἀνθρώπων ψυχὰς ἕλκοντες ἐπὶ σωτηρίαν, διὰ τί οὐκ ἂν εἴποις καὶ τοὺς Αἰγυπτίων λεγομένους ἁλιεῖς καὶ ἀμφιβολεῖς τοὺς πάλαι διδασκάλους τῆς παρ' αὐτοῖς φιλοσοφίας εἶναι, οἳ διὰ τῆς Αἰγυπτιακῆς γοητείας ἐπαγίδευον ὥσπερ ἀγκίστροις δελεάζοντες τοὺς ὑπ' αὐτῶν ἁλισκομένους. σαγήνας δὲ αὐτῶν νοήσεις ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν παραβολῆς, δι' ἧς εἴρηται· «ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βληθείσῃ εἰς τὴν θάλασσαν καὶ συλλαβούσῃ ἀπὸ παντὸς γένους ἰχθύων». ὥσπερ οὖν ἐν τῇ παραβολῇ οἱ ἄνθρωποι ἰχθύες εἴρηνται καὶ σαγήνη ὁ περὶ τῆς βασιλείας τῶν οὐρανῶν εὐαγγελικὸς λόγος, οὕτως καὶ ἐνταῦθα ἡ πολύπλοκος δεινότης τοῦ τῶν Αἰγυπτίων λόγου εἴη ἂν ἡ σαγήνη καὶ τὰ ἀμφίβληστρα ὁμοίως. οἱ δὲ σαγηνευόμενοι καὶ ἁλισκόμενοι πρὸς αὐτῶν ἰχθύες ἂν εἶεν οἱ ταῖς ἀπατηλαῖς σοφιστείαις εἰς πᾶν εἶδος ἀθέου δεισιδαιμονίας ὑποσυρόμενοι. στενάξειν δὴ οὖν καὶ πενθήσειν λέγονται οἱ ἀμφιβολεῖς τῆς Αἰγύπτου, μηκέτ' ἔχοντες ἐργασίαν διὰ τὸν ἐπιδημήσαντα αὐτοῖς κύριον καὶ τὴν πᾶσαν αὐτῶν σοφίαν ἀπολέσαντα κατὰ τό· «ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω». Οὕτω νοήσεις καὶ τοὺς ἐργαζομένους τὸ λίνον, οὐ τὸ στερρὸν καὶ ἀρραγὲς ἀλλὰ τὸ σχιστόν, δηλαδὴ λόγον διερρωγότα καὶ διεσχισμένον, καὶ τὴν βύσσον δὲ ὡσαύτως, ἐπεὶ καὶ αὐτὰ τοῦ Αἰγυπτίων ποταμοῦ μετεῖχεν ἐξ αὐτοῦ ἀρδόμενα. διὸ καὶ τοὺς τούτων φησὶν ἐργαστὰς στενάξειν ὁ λόγος· ὅτε μηκέτ' αὐτοῖς πρὸς περιβολὴν καὶ κόσμον τῆς παρ' αὐτοῖς σοφίας τὰ διὰ τούτων ὑφάσματα ηὐπορεῖτο. διὰ λίνου γὰρ ὥσπερ καὶ βύσσου κόσμον καὶ περιβολὴν ἑαυτοῖς περιενόουν πιθανοῖς τισι καὶ ἀπατηλοῖς λόγοις τὸ παρ' αὐτοῖς ψεῦδος καλύπτοντες. οὐ μόνους δὲ τούτους στενάξειν, ἀλλὰ καὶ πάντας φησὶ τοὺς ποιοῦντας οὐ τὸν ἐξ ἀμπέλου οἶνον ἀλλὰ τὸν Αἰγυπτιακὸν ζῦθον, ὃς καὶ αὐτὸς νόθος ἦν καὶ τεθολωμένος, ᾧ ἐκέχρηντο ἀντὶ ποτοῦ πρὶν αὐτοῖς ἐπιδημῆσαι τὸν κύριον. οἱ Αἰγύπτιοι καὶ τούτου δὲ ἐκλιπόντος εἰκότως στενάξειν λέγονται καὶ τὰς ψυχὰς ἀλγήσειν οἱ τούτου ποιηταί. ταῦτα μὲν οὖν πείσεσθαι τοὺς τῆς Αἰγύπτου σοφιστὰς ἀπειλεῖ, ζυθοποιούς τινας ὄντας καὶ λίνου σχιστοῦ καὶ βύσσου ἐργάτας, ἰχθύων τε θηρευτάς, τὸν ποταμὸν τὸν Αἰγυπτιακὸν περιέποντας καὶ τὸν τῆς Αἰγυπτιακῆς σοφίας λόγον. οὗ ἀποτρέπων ἕτερος προφήτης ἐβόα λέγων· «τί σοι καὶ τῇ ὁδῷ Αἰγύπτου τοῦ πιεῖν ὕδωρ Γειών»; Τὰ δ' ἑξῆς ἐπιλεγόμενα περὶ ἀφανῶν ἀρχόντων, οἳ μάλιστα ταῖς μεγίσταις καὶ διαφανέσι τῆς Αἰγύπτου πόλεσιν ἐφήδρευόν ποτε, λέγω δὲ τῇ Τάνει καὶ τῇ Μέμφει, θεσπίζεται, δι' ὧν εἴρηται τοῦτον τὸν τρόπον· καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται, καὶ πάλιν· ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον. κατὰ δὲ τὸν Σύμμαχον· ἐκοπώθησαν οἱ ἄρχοντες Τάνεως, ἐνάρκησαν οἱ ἄρχοντες Μέμφεως, οἱ πλανήσαντες τὴν Αἴγυπτον· ἐν ταύταις γὰρ μάλιστά φασι τὴν πᾶσαν μαγγανείαν τῆς δαιμονικῆς εἰδωλολατρίας συνεστάναι πρότερον, ἐνταῦθά τε τὸ βασίλειον ἔχειν τοὺς ἐν τοῖς Μωσέως χρόνοις βασιλεύοντας τῆς Αἰγύπτου. διὸ λέλεκται «ἐν πεδίῳ Τάνεως τὰ σημεῖα» γεγονέναι τὰ ἐπὶ Μωσέως καὶ ἐπὶ τοῦ παρόντος. τοιγαροῦν ἐπιδημήσαντος τοῦ κυρίου τῇ Αἰγύπτῳ σὺν τῷ Αἰγυπτίῳ ποταμῷ καὶ τοὺς δηλωθέντας ἀρχοντικοὺς δαίμονάς τινας μωρανθήσεσθαί φησι, καίπερ σοφίαν ἐπαγγελομένους ὅτ' οὐ παρῆν αὐτοῖς ὁ κύριος. ἀλλὰ γὰρ ἔλεγχον αὐτοῖς ἐπῆγεν ὡς οὐδεμιᾶς μετεῖχον σοφίας· μωροὶ δὲ ἦσαν ἀληθῶς ἐπὶ τῇ τοῦ κυρίου παρουσίᾳ. τούτοις δὲ αὐτοῖς τοῖς εἰρημένοις ἀρχοντικοῖς δαίμοσιν ὡσπερεὶ συμβούλοις ἐχρῶντο οἱ τῆς Αἰγύπτου βασιλεῖς μαντείαις καὶ χρησμοῖς καὶ ταῖς λοιπαῖς δαιμονικαῖς ἀπάταις ἀποπλανώμενοι. διὸ λέλεκται· καὶ ἐπλάνησαν τὴν Αἴγυπτον. εἶθ' ὡς πρὸς αὐτοὺς ἐκείνους τοὺς Αἰγυπτίους δαίμονας ὁ λόγος ἀποτείνεται φάσκων· πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς; μηκέτι γὰρ ὑπάρχοντος ὑμῖν βασιλέως, πῶς οἷοί τε ἔσεσθε ἐπὶ συνέσει σεμνύνεσθαι; πῶς δὲ υἱοὺς βασιλέων παλαιῶν ἑαυτοὺς εἶναί φατε Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν καὶ Τυφῶνα προβαλλόμενοι καὶ θεῶν καὶ ἡρώων καὶνεκύων γένη φάσκοντες τὸν πάλαι χρόνον τῆς Αἰγύπτου κεκρατηκέναι, ὧν θεῶν καὶ βασιλέων υἱοὺς καὶ ἀπογόνους ἑαυτοὺς εἶναί φατε ὑμεῖς οἱ διὰ τῆς προφητείας δηλούμενοι ἄρχοντες Τάνεως καὶ Μέμφεως; πῶς δ' ἂν εἴητε θεοὶ ἢ ποίας μετάσχοιτε ἂν σοφίας, μὴ δεδυνημένοι προγνῶναι μηδὲ προαγορεῦσαι τὸν ὑμέτερον ἔλεγχον καὶ τὴν τῆς βασιλείας κατάλυσιν, τούτων ὧν ἐτυγχάνετε σύμβουλοι, οὓς καὶ ἐπετρίβετε παντοίαις πλάναις περιβάλλοντες; τούτοις αὐτοῖς ἑξῆς καὶ αὐτῇ τῇ Αἰγύπτῳ προσφωνεῖ λέγων· ποῦ εἰσι νῦν οἱ σοφοί σου; ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται κύριος σαβαὼθ ἐπ' Αἴγυπτον. ποῦ δὲ οἱ σοφοί σου θεοί, οἱ διὰ μαντειῶν καὶ χρησμῶν τὰ μέλλοντα ἔσεσθαι προφωνεῖν ἐπαγγελλόμενοι; παρίτωσαν εἰς μέσον καὶ λεγέτωσαν· τί βεβούλευται κύριος σαβαὼθ ἐπ' Αἴγυπτον; ἀλλ' οὐκ εἰσὶν οἱ λέγοντες· οὐδὲ γὰρ δαιμόνων ἦν πονηρῶν τὸ γιγνώσκειν τὴν τοῦ θεοῦ βουλήν, ἀλλ' οὐδ' ὅλως ὑπάρχουσι δαίμονες. ἐξέλιπον γὰρ οἱ ἄρχοντες Τάνεως καὶ Μέμφεως οἱ πάλαι ὑψωθέντες καὶ τὴν Αἴγυπτον κατὰ συγχώρησιν τοῦ κυρίου πλανήσαντες· οὐ γὰρ ἀνίσχυον τῆς καθ' ὅλου προνοίας ἐφορώσης τὸ πᾶν καὶ κατὰ μέρος ἐπισκοπούσης πλανᾶν τὴν Αἴγυπτον οἱ προλεχθέντες, εἰ μὴ αὐτὸς ὁ κύριος τοῦτ' αὐτοῖς πρᾶξαι συνεχώρει πνεῦμα πλανήσεως κεράσας αὐτοῖς, διὸ μεθυόντων δίκην τοὺς Αἰγυπτίους ἐπλάνων. τοσαύτη τε ἦν ἐξ αὐτῶν ἐγγινομένη τοῖς Αἰγυπτίοις μέθη, ὡς κατ' αὐτὸ ἐοικέναι αὐτοὺς ἀνδρὶ μεθύοντι ἅμα καὶ ἐμοῦντι ἀπὸ τοῦ πλήθους τῆς ὑπερβαλλούσης μέθης. τεκμαίρεσθαι δέ ἐστι ταύτης τῆς μέθης τὴν ὑπερβολὴν ἀπὸ τοῦ μηδὲ ὁμοίως τοῖς λοιποῖς ἀνθρώποις εἰδωλολατρῆσαι αὐτούς, ἐκπεσεῖν δὲ καὶ μέχρι τῆς τῶν ἀλόγων ζῴων ἂν εἰδωλοποιήσεως. διὸ λέλεκται· ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὡς πλανᾶται ὁ μεθύων ἐν τῷ ἐμεῖν αὐτόν. ἔστι δὲ καὶ ἄλλως νοῆσαι τὸν κατὰ τὸ αὐτὸ μεθύοντα καὶ ἐμοῦντα· τὸ γὰρ ἅμα συνάψαι ἑκάτερα, ὥστε καὶ ἐμεῖν καὶ πίνειν καὶ πίνοντα μεθύειν καὶ πάλιν ἐμεῖν καὶ αὖθις ἐμοῦντα διψῆν. τοιαύτῃ τινὶ μέθῃ τὰς τῶν Αἰγυπτίων ἀπεπλάνησαν ψυχὰς οἱ δηλωθέντες ἄρχοντες Τάνεως καὶ Μέμφεως, οἷς αὐτὸς ὁ κύριος πνεῦμα πλανήσεως ἐκέρασε· δαίμονες γὰρ ὄντες πονηροὶ καὶ δυνάμεις ἀντικείμεναι, ἐναντία τῷ θεῷ ἐφρόνουν καὶ θεομαχεῖν ἐπειρῶντο. διὸ παρεδόθησαν πλάνῃ τοῦ θεοῦ κρίναντος ἐπαξίως τῆς πονηρίας αὐτῶν πλάνῃ παραδοῦναι αὐτούς. οἱ δὲ τὴν σφῶν κακίαν ἐπὶ τοὺς Αἰγυπτίους ὥσπερ τινὰ ἰὸν θανατηφόρον ἐξέχεαν, καὶ ἐπλάνησαν τὴν Αἴγυπτον, ὡς πλανᾶται ὁ μεθύων καὶ ὁ ἐμῶν ἅμα· ἀλλὰ καὶ τούτων αὐτῶν χάριν ἐπεδήμει ὁ κύριος τῇ Αἰγύπτῳ, ἵνα αὐτοὺς τῆς πλάνης ἀνανῆψαι ποιήσας μακρὰν αὐτῶν ἀποσκεδάσῃ τοὺς πλάνους. διὸ ἐπιλέγει· καὶ οὐκέτι ἔσται τοῖς Αἰγυπτίοις ἔργον, ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος· ἄπρακτα γὰρ αὐτοῖς ἔσται καὶ ἀνενέργητα τὰ πάλαι παρ' αὐτοῖς συντελούμενα, ὡς μηδὲν ἔργον ἐν αὐτοῖς μήτ' ἀρχὴν ἔχειν, μήτε τέλος τοῦ κυρίου καὶ τοῦτο ὡς ἀγαθοῦ ἐργασαμένου. πάλαι μὲν γὰρ ἐν τῇ παρ' Αἰγυπτίοις τῆς πολυθέου πλάνης ἔργα ἀρχὴν ἔχοντα ἦν καὶ τέλος καί τινα νομιζομένην ἀκολουθίαν. κατὰ δὲ τοὺς δηλουμένους χρόνους τῆς τοῦ κυρίου εἰς αὐτοὺς παρουσίας οὐκέτ' ἔσεσθαί φησιν ἔργον παρ' αὐτοῖς τοιοῦτον πλῆρες καὶ ὁλόκληρον καὶ τέλειον· ἀλλ' εἰ καὶ εὑρεθείη ποτέ, ἀκέφαλον ἔσται καὶ ἄναρχον, ἀτελές τε καὶ ἀσυμπέραστον. ὃ δὴ καὶ ἔστιν ἔργῳ παραλαβεῖν, ἐπεὶ μὴ ἐκλέλοιπεν αὐτῶν παντελῶς ἡ εἰδωλολατρία. τοιαύτη δέ ἐστιν ὡς μήτε κεφαλὴν ἔχειν μήτε λόγον εἰς τέλος ἱκανούμενον.
1.76.1
Κατὰ τοὺς ἀποδοθέντας χρόνους τῆς ἀφίξεως τοῦ κυρίου τῆς εἰς Αἴγυπτον οὐκέτ' ἔσεσθαι φρόνημα τοῖς Αἰγυπτίοις ἀνδρικόν, γυναικῶν δὲ δίκην ἐν τρόμῳ καὶ ἐν φόβῳ διάξειν αὐτοὺς τὸν βίον διὰ τὴν ἐπαναστᾶσαν αὐτοῖς χεῖρα τοῦ θεοῦ θεσπίζει. χεὶρ δὲ κυρίου τίς ἂν νοηθείη ἑτέρα οὖσα παρὰ τὴν λεγομένην δεξιὰν αὐτοῦ, ἀλλ' ἢ ἡ Ῥωμαϊκὴ δύναμις ἡ καθυποτάξασα τοὺς Αἰγυπτίους καὶ ὑποχειρίους ποιησαμένη διὰ τὴν τοῦ κυρίου παρουσίαν; οὕτω γάρ ποτε καὶ ὁ διάβολος πρὸς τὸν θεὸν ἀναγέγραπται εἰρηκὼς περὶ τοῦ Ἰώβ· «ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων, ὧν ἔχει· εἰ μὴν εἰς πρόσωπόν σου εὐλογήσει σε». ἡ τοίνυν διακονησαμένη τῷ βουλήματι τοῦ θεοῦ εἰς τὸ χειρώσασθαι τὴν Αἰγυπτίων ἀρχὴν δύναμις αὐτὴ δὲ ἦν, ἣ τοῦ Ῥωμαϊκοῦ στρατοῦ χεὶρ ὠνόμασται. ὅπως δὲ γυναικῶν δίκην μετὰ φόβου καὶ ἀγωνίας Ῥωμαίοις δουλεύουσιν Αἰγύπτιοι, οὐδὲν δεῖ λέγειν. ἀλλὰ καὶ ἡ χώρα τῶν Ἰουδαίων γέγονε τοῖς τὴν παρουσίαν τοῦ κυρίου παραδεδεγμένοις Αἰγυπτίοις εἰς φόβητρον· χώραν δὲ Ἰουδαίων οὐκ ἂν ἁμάρτοις τὴν θείαν εἰπὼν γραφήν, ἣν δι' ὑπερβολὴν εὐλαβείας καὶ πίστεως οἱ τὸν κύριον ἐπεγνωκότες «μετὰ φόβου καὶ τρόμου» καὶ εὐλαβείας προσίενται, οὐκέθ' ὡς τὸ πρὶν βλασφημοῦντες αὐτήν, ἀλλὰ τιμῶντες καὶ σέβοντες διὰ τὸν ἐν αὐτῇ κηρυττόμενον κύριον. διὸ πᾶς ὁ ὀνομάζων αὐτὴν αὐτοῖς φόβον θεοῦ ἐμποιεῖ αὐτοῖς· «ἀρχὴ δὲ σοφίας φόβος κυρίου». Κατὰ δὲ τὸν αὐτὸν χρόνον, καθ' ὃν ταῦτ' ἔσεσθαι προφητεύεται, πέντε πόλεις ἐν Αἰγύπτῳ συστήσεσθαί φησιν ὁ λόγος, οὐ τῇ Αἰγυπτίων γλώττῃ ἀλλὰ τῇ Χανανίτιδι χρωμένας καὶ ὀμνυούσας, οὐ τοὺς πατρῴους θεούς, οὓς ἐνόμιζον πάλαι πρότερον, ἀλλ' ἐν τῷ ὀνόματι κυρίου σαβαὼθ τοῦ παρὰ Ἰουδαίοις γνωριζομένου θεοῦ. οὗτος δὲ ἦν ὁ «ἐπὶ νεφέλης κούφης» ἐπιδημήσας αὐτοῖς. θαυμάσαι δέ ἐστιν ἐπακούοντα Αἰγυπτίων καλούντων τῇ Ἑβραϊκῇ φωνῇ, ἣν αὐτοὶ Αἰγύπτιοι Χανανῖτιν γλῶτταν ὠνόμαζον· ἐπειδὰν ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ Ἑβραϊκῶν φωνῶν μνημονεύωσιν, οἷον τοῦ «ἁληλουϊὰ» καὶ τοῦ «ἀμὴν» καὶ τοῦ «σαβαὼθ» καὶ τῶν ἄλλων τῶν ἐν τῇ θείᾳ φερομένων γραφῇ. ὡς δὲ καὶ τὸν κύριον ἐπόμνυνται ὅρκιον αὐτοῦ ποιούμενοι τοὔνομα καὶ τῶν πατρῴων θεῶν τὸν παρὰ Ἰουδαίοις μόνοις γνωριζόμενον κύριον σαβαὼθ προτιμῶντες, οὐδὲν δεῖ λέγειν τῆς ἀληθείας αὐτῆς τὴν προφητικὴν ἐπισφραγιζομένης φωνήν. εἰ δὲ πέντε λέγονται πόλεις αἱ θεσπιζόμεναι, ἀλλ' οὐ χρὴ ἀγνοεῖν, ὡς αἱ πέντε μία τυγχάνουσι. διὸ καὶ ἓν ὄνομα κατὰ πασῶν ἐπιλέγεται τὸ Ἀσεδέκ, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν ἡλίου· τίνα οὖν εἴποις ἂν ταύτην εἶναι ἢ τὴν ἁγίαν τοῦ θεοῦ ἐκκλησίαν, κατὰ μὲν τοὺς Ἑβδομήκοντα καλουμένην Ἀσεδέκ, ὃ δὴ σημαίνει δικαιοσύνης, κατὰ δὲ τὸν Σύμμαχον ἡλίου, περὶ οὗ λέλεκται· «τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ», κατὰ δὲ τὸ ἀκριβὲς τῆς Ἑβραϊκῆς λέξεως ἡ Ἀρεόπολις λέλεκται. ὅπερ οὕτως ἂν ἑρμηνευθείη· πόλις τῆς γῆς κληθήσεται ἡ μία πόλις· αὕτη γὰρ μόνη καθ' ὅλης τῆς γῆς ἵδρυται τῷ θεῷ πόλις, ὡς εἰρῆσθαι περὶ αὐτῆς· «δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ θεοῦ». πέντε δὲ πόλεις τοῦ θεοῦ ἐν τῇ ἐκκλησίᾳ εἶεν ἂν αἱ διάφοροι πολιτεῖαι εἰς πέντε τάγματα διῃρημέναι· εἰ γοῦν τις ἀριθμήσειε τὸ πρῶτον τῶν προέδρων τάγμα καὶ τὸ δεύτερον τῶν πρεσβυτέρων τό τε τῶν διακόνων τρίτον καὶ τῶν ἐν Χριστῷ πεφωτισμένων τέταρτον καὶ ἐπὶ τούτοις τὸ τῶν ἐν εἰσαγωγῇ τυγχανόντων, εἴσεται ὡς πέντε τάγματα ταῦτα πολιτεύεται ἐν τῇ ἐκκλησίᾳ τοῦ θεοῦ· διὸ πέντε πόλεις ὑπὸ μίαν εἴρηνται λαλοῦσαι τῇ γλώσσῃ τῇ πάλαι νομιζομένῃ παρ' Αἰγυπτίοις Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι κυρίου σαβαώθ. τὸ δὲ θαῦμα τοῦ λόγου ἴδοι ἄν τις ἐπιστήσας, ὅπως Αἰγύπτιοι οἱ πάλαι δεισιδαιμονέστατοι καὶ Ἰουδαίων μὲν ὄντες ἐκ τοῦ παντὸς μισηταί, τὸν δὲ θεὸν τὸν παρ' αὐτοῖς βλασφημεῖν εἰωθότες, οὗτοι ταῖς Ἰουδαϊκαῖς χρώμενοι γραφαῖς τοῦ παρὰ Ἰουδαίοις χρηματίζοντος κυρίου σαβαὼθ τὸν φόβον ἀνειλήφασιν, ὡς τὸ ὄνομα αὐτοῦ ὅρκον ἑαυτοῖς τίθεσθαι. ἡλίου δὲ καὶ φωτὸς πόλιν εἰκότως τὴν ἐκκλησίαν ὠνόμασε διὰ τὸν Χριστὸν τοῦ θεοῦ «φῶς ὄντα τὸ φωτίζον» «πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον». διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· πόλις ἡλίου κληθήσεται ἡ μία πόλις.
1.77.1
Προφητεύσας ὁ λόγος περὶ πόλεως θεοῦ ἐν Αἰγύπτῳ συστησομένης καὶ τῶν ἐν τῇ πόλει διαφόρων ταγμάτων, ἀκολούθως θυσιαστηρίου ἐν τῇ πόλει τοῦ θεοῦ γενησομένου μνημονεύει καὶ τοῦτο ἔσεσθαι παραδόξως· τῶν γὰρ πάλαι παρ' Αἰγυπτίοις νομιζομένων θεῶν ἀπολωλότων καὶ «τοῦ ποταμοῦ αὐτῶν ἐκλελοιπότος» καὶ «τῶν ἀρχόντων Τάνεως καὶ Μέμφεως ἀπομωρανθέντων», τῶν τε προκαταλεχθέντων ἁπάντων ἐπὶ πέρας ἀχθέντων τῷ παρὰ Ἰουδαίοις νομιζομένῳ κυρίῳ θυσιαστήριόν φησι συστήσεσθαι. ὃ δὴ καὶ ἡ τῶν πραγμάτων ἔκβασις ὀφθαλμοῖς ἡμῖν αὐτοῖς δείκνυσιν, ὡς μηκέτ' εἰς μέλλοντα καιρὸν προσδοκᾶν τοῦ λόγου τὸ ἀποτέλεσμα. ὡς δὲ «μία πίστις» καὶ «ἓν βάπτισμα» καὶ μία ἐκκλησία εἴρηται, οὕτω καὶ θυσιαστήριον ἓν τὰ καθ' ὅλης τῆς Αἰγύπτου εἰρημένα ἐν ταῖς ἐκκλησίαις τοῦ θεοῦ θυσιαστήρια τυγχάνει, καὶ μία δὲ στήλη εὐαγγελικὴ γραφὴ σὺν τῷ θυσιαστηρίῳ ἐν τῇ δηλωθείσῃ πόλει συνέστη, διορίζουσα τοὺς ἀπίστους τῶν Αἰγυπτίων καὶ ἀφορίζουσα αὐτοὺς τῶν πιστῶν. διὸ εἴρηται· καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς· ἡ μὲν οὖν ἀνωτέρω «φόβητρον τοῖς Αἰγυπτίοις ἔσεσθαι» λεγομένη «χώρα τῶν Ἰουδαίων» τὴν Ἰουδαϊκὴν ᾐνίττετο γραφὴν καὶ τὸν τῆς παλαιᾶς διαθήκης λόγον, ἡ δὲ τῷ Χριστοῦ θυσιαστηρίῳ συνεζευγμένη στήλη τὸ τῆς καινῆς διαθήκης εἴη ἂν εὐαγγέλιον, διορίζον τοὺς εἰς τὸν Χριστὸν πιστεύσαντας τῶν Αἰγυπτίων ἀπὸ τῶν ἀπίστων. Πρὸς τούτοις ἔσται φησὶν εἰς σημεῖον εἰς τὸν αἰῶνα κύριος ἐν χώρᾳ Αἰγύπτου. διὸ τῷ σημείῳ τούτῳ κατασφραγίζεσθαι μεμαθηκότες οἱ τὸν κύριον παραδεδεγμένοι Αἰγύπτιοι φυλακτηρίῳ τούτῳ κέχρηνται, ὥστε ἐν ταῖς θλίψεσιν αὐτῷ σημείῳ βοηθῷ χρωμένους ἀναβοᾶν καὶ ἐπικαλεῖσθαι τὸν κύριον διὰ τοὺς θλίβοντας αὐτούς· τίνες δ' ἦσαν οὗτοι, ἀλλ' ἢ οἱ ἐναπομείναντες ἐν τῇ ἀπιστίᾳ Αἰγύπτιοι, περὶ ὧν κατ' ἀρχὰς ἐλέγετο τῆς προφητείας· «καὶ ἐπαναστήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, πόλις ἐπὶ πόλιν καὶ νομὸς ἐπὶ νομόν». τούτων δὲ θλιβόντων καὶ διωκόντων τοὺς τῷ θεῷ προσφεύγοντας οἱ μὲν θλιβόμενοι βοήσουσι πρὸς κύριον, ὁ δὲ τὸν Χριστὸν αὐτοῦ παραχρῆμα παρίστησιν αὐτοῖς σωτῆρα, διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· καὶ ἀποστελεῖ αὐτοῖς σωτῆρα καὶ ὑπερμαχήσει αὐτῶν, λευκότατα Ἰησοῦν τὸν σωτῆρα ἡμῶν· τοῦτο γὰρ ἑρμηνεύει τοὔνομα θεσπίζοντος τοῦ λόγου. ἀντὶ δὲ τοῦ· καὶ σώσει αὐτούς, κρίνων σώσει αὐτούς, ὁ Σύμμαχος καὶ ὑπερμαχήσει αὐτῶν καὶ ἐξελεῖται αὐτοὺς εἴρηκε. τίς δὲ αὐτοὺς ἐξελεῖται ἢ ὁ ἀποστελλόμενος βοηθῆσαι τοῖς δι' αὐτὸν θλιβομένοις σωτήρ; κρίνων δὲ σώσει αὐτούς, εἰ εὕροι ἀξίους σωτηρίας ἀοράτῳ χειρὶ καὶ διακρίσει τοὺς θλίβοντας μετερχόμενος. Τούτῳ γοῦν μάλιστα τῷ τρόπῳ γνωστὸς ἔσται κύριος τοῖς Αἰγυπτίοις, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δῆλον δ' ὅτι ἐν τῷ τῆς θλίψεως αὐτῶν καιρῷ. εἶτ' εὐχάριστοι εἶναι μεμαθηκότες ἀποδώσουσιν αὐτῷ τὰς θυσίας, ἅτε δὴ ἐσχηκότες παρ' ἑαυτοῖς θυσιαστήριον καὶ ἱερᾶσθαι τῷ θεῷ κατηξιωμένοι. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ προσοίσουσι θυσίαν καὶ προσφοράν. ἔνθα δὴ ἐπιστῆσαι τὸν νοῦν ἀναγκαῖον ὡς καινοῦ νόμου καὶ καινῆς διαθήκης εἰσαγωγὴν ὁ λόγος παρίστησι· τοῦ γὰρ Μωσέως νόμου διαγορεύσαντος μὴ ἐκτὸς τῆς Ἰερουσαλὴμ ἑστάναι θυσιαστήριον μηδ' ἑτέρας φυλῆς ἢ μόνης τῆς Λευιτικῆς ἱερᾶσθαι τῷ θεῷ, ἡ προφητεία ἐν Αἰγύπτῳ ἵστησι τῷ θεῷ θυσιαστήριον καὶ ἱερεῖς τὸ γένος Αἰγυπτίους τῷ τῶν προφητῶν κυρίῳ θυσίας καὶ προσφορὰς ἀνοίσειν θεσπίζει. φησὶ δέ που ὁ θεῖος Ἀπόστολος· «μετατιθεμένης δὲ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίγνεται». τούτοις ἑξῆς ἐπιφέρει· καὶ εὔξονται, δῆλον δ' ὅτι οἱ Αἰγύπτιοι, εὐχὴν τῷ κυρίῳ καὶ ἀποδώσουσιν· ἐπαγγελλόμενοι γὰρ ἐν ταῖς εὐχαῖς καὶ τὰς πρεπούσας τῷ θεῷ ἐπαγγελίας οὐ παραβήσονται, διὸ μέχρι θανάτου τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας ὑπομένουσιν. Εἶτ' ἐπιλέγεται· καὶ πατάξει κύριος τοὺς Αἰγυπτίους πληγῇ καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς κύριον· «ἐπεὶ γὰρ ὃν ἀγαπᾷ κύριος παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται», εἰκότως καὶ τοὺς Αἰγυπτίους πατάσσει ἀγαπῶν, ἐπειδὰν ἐν χρείᾳ γένωνται παιδείας καὶ ἐπιστροφῆς ἀλλ' οὐκ εἰς μακρόν· μηδὲν δὲ ὑπερθέμενος ἰᾶται αὐτοὺς ἰάσει. Κατὰ δὲ τὴν αὐτὴν ἡμέραν, τοῦτ' ἔστι κατὰ τὸν δηλούμενον χρόνον, ἔσται φησὶν ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. Ἀσσυρίους δ' ἐνταῦθα οἶμαι καλεῖν τὴν γραφὴν τοὺς νῦν καλουμένους Σύρους· καὶ τὸ παλαιὸν δὲ οἱ τὴν Συρίαν καὶ τὴν Μεσοποταμίαν οἰκοῦντες Ἀσσύριοι ἐχρημάτιζον. ἐχθροὶ δὲ ἦσαν οἱ Αἰγύπτιοι καὶ Ἀσσύριοι καὶ πολέμιοι διετέλουν ὄντες ἐκ τοῦ παντός, νῦν δ' ὁ παρὼν λόγος κοινωνίαν αὐτοῖς καὶ ἐπιμιξίαν θεσπίζει, ὅπερ οὐδ' ἄλλοτε γέγονε πώποτε· πρὸ γὰρ τῆς Ῥωμαίων ἀρχῆς ἰδιάζοντας εἶχον βασιλέας οἵ τε Αἰγύπτιοι καὶ οἱ Ἀσσύριοι. καὶ Αἰγύπτιοι μὲν τοὺς Πτολεμαίους, Σύροι δὲ τοὺς ἀπὸ Ἀντιόχου καὶ Δημητρίου· ὧν μέση κειμένη ἡ Ἰουδαία ἰδίως καὶ αὐτὴ ὑπὸ οἰκείοις ἄρχουσιν ἐκυβερνᾶτο. μεμεσολαβημένον δὲ τὸ Ἰουδαίων ἔθνος, ποτὲ μὲν ὑπὸ Σύρων ἐπολεμεῖτο, ποτὲ δὲ ὑπὸ τῶν Πτολεμαίων. ἀλλὰ καὶ Αἰγυπτίοις ἐτύγχανον οἱ Σύροι πολέμιοι, Αἰγύπτιοί τε τοῖς Σύροις διεμάχοντο ὡς ἄμικτα εἶναι αὐτοῖς καὶ ἀδιάβατα τὰ τῆς πρὸς ἀλλήλους πορείας. τοιαῦτα μὲν οὖν ἐτύγχανον τὰ παλαιά, μετὰ δὲ τὴν ἄφιξιν τοῦ κυρίου τὴν εἰς Αἴγυπτον εἰρήνην βαθυτάτην, κοινωνίαν τε καὶ ἐπιμιξίαν ὁ παρὼν λόγος αὐτοῖς εὐαγγελίζεται λέγων· ἔσται ὁδὸς Αἰγυπτίοις πρὸς Ἀσσυρίους, καὶ ἐλεύσονται Ἀσσύριοι εἰς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν Αἰγύπτιοι τοῖς Ἀσσυρίοις. καὶ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις εὐλογημένος. ὁμοῦ δὴ οὖν συνάγει τοὺς πάλαι ἐχθροὺς καὶ πολεμίους, λέγω δὲ Σύρους καὶ Αἰγυπτίους καὶ τὸν Ἰσραήλ, μιᾶς τε εὐλογίας τῆς παρὰ τοῦ θεοῦ τεύξεσθαι αὐτούς φησιν· ὡς μηκέτι μέγα φρονεῖν τὸν Ἰσραὴλ μηδὲ κατεπαίρεσθαι τῶν ἄλλων, ὡς μόνον ὄντα εὐλογημένον καὶ ὡς μόνον ὑπάρχοντα λαὸν τοῦ θεοῦ. πλὴν ἀλλὰ καὶ οὕτως ἔχοντας δουλεύσειν τοῖς Ἀσσυρίοις, λέγω δὴ τοῖς Σύροις, τοὺς Αἰγυπτίους ἡ προφητεία διδάσκει. τίς οὖν ὀφθαλμοῖς θεωρῶν στρατόπεδα Ῥωμαϊκὰ Σύρων ἀνδρῶν κατὰ κεφαλῆς τῶν Αἰγυπτίων ἐγκαθήμενα, Αἰγυπτίους τε τούτοις δουλεύοντας, οὐκ ἂν ἐκπλαγείη τὴν τῆς προφητείας ἔκβασιν; τίς δ' οὐ θαυμάσεται ὁρῶν Αἰγυπτίους ἀδεῶς ἐπὶ τὴν Σύρων διαβαίνοντας χώραν, Σύρους τε ἀκωλύτως ἐπιβαίνοντας τοῖς Αἰγυπτίοις, δυνάμει τε ἀρχοντικῆς ἐξουσίας καταδουλουμένους αὐτούς; τὸ δὲ πάντων παραδοξότατον τοῦτ' ἦν ἄρα τὸ κατὰ τὸν αὐτὸν χρόνον καὶ παρὰ Σύροις καὶ παρὰ Αἰγυπτίοις καὶ ἐν τῇ γῇ τοῦ Ἰσραὴλ λαοὺς ἔσεσθαι τῷ θεῷ καὶ τούτους εὐλογημένους, ὡς μηδὲν διαφέρειν μηκέτι τὸν Ἰσραὴλ τοῦ Αἰγυπτίου μηδὲ τοῦ Σύρου μηδὲν διαλλάττειν παρὰ θεῷ κρείττω τὸν Σύρον τοῦ Ἰσραὴλ μηδὲ τοῦ Αἰγυπτίου μηδ' αὖ πάλιν τὸν Αἰγύπτιον ἐλαττοῦσθαι παρὰ τῷ θεῷ τοῦ Ἰσραὴλ ἢ τοῦ Σύρου. τοσαύτης μεθέξειν ἀγαθῶν κοινωνίας τοὺς πάλαι ἀλλήλων ἐχθροὺς καὶ πολεμίους ἐπὶ τῇ τοῦ κυρίου παρουσίᾳ φησίν. ὁ μὲν οὖν λαὸς τοῦ κυρίου ὁ ἐπ' αὐτῆς Αἰγύπτου συνεστώς, ὡσαύτως καὶ ὁ ἐπὶ τῆς Σύρων χώρας ἄντικρυς ὁρᾶται διὰ τῆς τῶν ἐκκλησιῶν πολυπληθείας, ὁ δὲ ἐκ τοῦ Ἰσραηλιτικοῦ γένους λαὸς κατὰ τοὺς χρόνους τοῦ εὐαγγελικοῦ κηρύγματος ἤκμαζε, καθ' οὓς οἱ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν καὶ οἱ ἀπόστολοι καὶ πάντες οἱ εὐαγγελισταί, οἵ τε ἐκ περιτομῆς τὸν Χριστὸν τοῦ θεοῦ ἐπεγνωκότες ὁμοίως τοῖς Αἰγυπτίοις καὶ τοῖς Σύροις ἐθεοσέβουν, διὸ μιᾶς καὶ τῆς αὐτῆς εὐλογίας παρὰ τοῦ θεοῦ κοινῇ πάντες ἠξιοῦντο. διὸ λέλεκται· Εὐλογημένος ὁ λαός μου ὁ ἐν Αἰγύπτῳ καὶ ὁ ἐν Ἀσσυρίοις καὶ ἡ κληρονομία μου Ἰσραήλ, κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς εἴρηται· Εὐλογημένος ὁ λαός μου Αἴγυπτος καὶ Ἀσσούρ, ὡς ἂν μή τις τοὺς ἐν Αἰγύπτῳ Ἰουδαίους δηλοῦσθαι νομίσειεν, ἀλλ' αὐτοὺς Αἰγυπτίους καὶ αὐτοὺς Σύρους. ἐὰν δὲ λέγηται· Ἰσραὴλ τρίτος ἐν τοῖς Αἰγυπτίοις καὶ ἐν τοῖς Ἀσσυρίοις ἔσεσθαι εὐλογημένος ἐν τῇ γῇ, ἣν εὐλόγησεν κύριος σαβαώθ, μὴ ἑτέραν εἶναι νομίζωμεν τὴν γῆν τῆς ἐκκλησίας τοῦ θεοῦ. Ἰσραὴλ δὲ νοεῖσθαι δύναται καὶ πᾶς ὁ χορὸς τῶν ἁγίων καὶ θεοφιλῶν ἀνδρῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους προεξεληλυθότων τοῦ βίου. διὸ λέλεκται· καὶ ἡ κληρονομία μου Ἰσραήλ· «ὅτε γὰρ διεμέριζεν ὁ ὕψιστος ἔθνη, ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». ἀλλὰ τότε μὲν μόνος Ἰσραήλ, νῦν δὲ καὶ Αἰγύπτιοι λαὸς αὐτοῦ εἴρηνται καὶ λαὸς εὐλογημένος καὶ Ἀσσύριοι ὁμοίως. τὸ δέ· ἐν τῇ γῇ, ἣν εὐλόγησε κύριος σαβαώθ, ἔχοι ἂν τὴν ἀναφορὰν καὶ ἐπὶ τὴν ἐπουράνιον, περὶ ἧς φησιν ὁ σωτήρ· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν», ἔνθα καὶ «ἡ ἐπουράνιός ἐστιν Ἰερουσαλὴμ καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ θεοῦ».
1.78.1
Δόξει τὰ προκείμενα ἐναντία εἶναι τοῖς ἀρτίως εἰρημένοις, δι' ὧν ἔσεσθαι Αἰγυπτίων καὶ Ἀσσυρίων ἐπιμιξίαν εἰρηνικὴν ὁ λόγος ἐδήλου, νῦν δὲ τὸν βασιλέα τῶν Ἀσσυρίων αἰχμαλώτους λήψεσθαί φησι τῶν Αἰγυπτίων τοὺς νεανίσκους καὶ τοὺς πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους. εὑρεθείη δ' ἂν λύσις τῆς ἀπορίας, εἰ ἐπιστήσαιμεν τῷ τρόπῳ τοῦ προφητικοῦ πνεύματος. ὡς γὰρ τῇ Αἰγύπτῳ προσέσχε, συνεῖδε μὲν καὶ τὰ παραυτίκα τοῖς Αἰγυπτίοις μέλλοντα ἔσεσθαι κατὰ τὸν τοῦ προφήτου χρόνον, ἀπέβλεψε δὲ καὶ ἐπὶ τὰ μακροῖς ὕστερον χρόνοις ἀποβησόμενα χρηστὰ περὶ τὴν τῶν Αἰγυπτίων χώραν. εἶτα πρῶτα τὰ χρηστὰ θεσπίσας διὰ τῶν ἔμπροσθεν, ἐπὶ τὰ παραχρῆμα γενησόμενα μεταβαίνει. λυπηρὰ δὲ τοῖς Αἰγυπτίοις ταῦτα ἦν· ἃ καὶ οὐκ εἰς μακρὸν ἐπληροῦτο κατ' αὐτοὺς ἐκείνους, καθ' οὓς ὁ προφήτης ἐγνωρίζετο χρόνους. ἀναγκαίως δὲ τὸ θεῖον πνεῦμα τοῖς περὶ τῆς τοῦ κυρίου εἰς τὴν Αἴγυπτον ἀφίξεως καὶ περὶ τῶν ἐν ταύτῃ γενησομένων τοῖς Αἰγυπτίοις ἀγαθῶν θεσπίσαντα παραχρῆμα μέλλοντα τέλους τυγχάνειν συνῆψεν, ἵν' ἀπὸ τῆς τῶν παρόντων ἐκβάσεως καὶ τὰ μακροῖς ὕστερον χρόνοις μέλλοντα γίγνεσθαι πιστευθείη τοῖς τότε τηνικαῦτα τῶν προφητικῶν λόγων ἐπακούουσιν. οὐκ ἦν οὖν ἐναντία τὰ προκείμενα τοῖς διὰ τῶν ἔμπροσθεν πεπροφητευομένοις· τὰ μὲν γὰρ εἰς τοὺς ἐπελευσομένους χρόνους ἀνέπεμπε, τὰ δὲ περὶ τῶν ἔγγιστα γενησομένων ἀνεφώνει. κατὰ γὰρ τοὺς τοῦ προφήτου Ἠσαΐου χρόνους τοῦ τῶν Ἀσσυρίων βασιλέως ὑπάρχοντος, ὅστις ἐπιβὰς τῷ Παλαιστίνων ἔθνει τὴν Ἄζωτον εἷλε μεγίστην οὖσαν τότε καὶ διαφανεστάτην τῶν τῇδε πόλεων, ἧς ἁλούσης προστάττεται ὁ προφήτης ἑνὶ πρόξενον χρώμενος ἐνδύματι δι' ἀκρότητα φιλοσοφίας, καὶ τοῦτο οὐκ ἐξ ἐρέας, ἀλλ' ἐκ τριχῶν αἰγείων ὑφασμένον τοῦτ' αὐτὸ ἀποθέσθαι, ὡς παντελῶς καταστῆναι γυμνὸν διὰ τὸ μὴ δεύτερον ἔχειν ἐπὶ τοῦ χρωτὸς περίβλημα, καὶ τὰ σανδάλια δέ, ἢ ὑποδήματα κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς, περιελεῖν, ταῦτα δὲ πράξαντος τὰ ὅμοια πείσεσθαι τῷ τοῦ προφήτου σχήματι τοὺς Αἰγυπτίους πολεμηθέντας ὑπὸ Ἀσσυρίων φησὶν ὁ θεός· γυμνοὺς γὰρ καὶ ἀνυποδέτους ἀπαχθήσεσθαι, οὐ μόνους ἀλλὰ καὶ τοὺς ἐπικουρήσειν αὐτοῖς καὶ συμμαχήσειν ἐλπισθέντας Αἰθίοπας· τῷ γὰρ πλήθει τῶν Αἰθιόπων καὶ τῇ τούτων χειρὶ μεγάλα κατ' ἐκεῖνο καιροῦ δυναμένων θαρσοῦντες οἱ Αἰγύπτιοι, καταφρονητικῶς εἶχον τῶν Ἀσσυρίων. ἀλλ' ὁ θεὸς τὸ μέλλον προφαίνει λέγων· Ὃν τρόπον πεπόρευται ὁ παῖς μου Ἠσαΐας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις. Ὅρα αὐτοὺς πολεμουμένους ὑπὸ τῶν Ἀσσυρίων γυμνούς τε καὶ ἀνυποδέτους ἀπαγομένους κατὰ τὴν εἰκόνα, ἣν δι' αὐτοὺς ὁ προφήτης ὑπέμεινε. διὸ ἐπιλέγει ἑξῆς· οὕτως γυμνοὺς καὶ ἀνυποδέτους καὶ ἀνακεκαλυμμένους τὴν αἰσχύνην ἀπάξει αἰχμαλώτους ὁ βασιλεὺς τῶν Ἀσσυρίων τοὺς Αἰγυπτίους καὶ τοὺς Αἰθίοπας. ἁλόντων δὲ τῶν Αἰθιόπων καταισχυνθήσονται οἱ Αἰγύπτιοι ἐρυθριῶντες, ἐφ' οἷς ἐθάρσουν καὶ ἐπεποίθεισαν, ὡς καταγιγνώσκειν καὶ μέμφεσθαι αὐτοὺς ἑαυτοῖς τοὺς κατοικοῦντας ἐν τῇ νήσῳ ταύτῃ, δῆλον δ' ὅτι ἐν τῇ Αἰγυπτίων χώρᾳ. νῆσον δὲ αὐτὴν ὠνόμασε διὰ τὸ πανταχόθεν περιρρεῖσθαι καὶ κυκλοῦσθαι ὑπὸ τοῦ ἐν αὐτῇ ποταμοῦ. ἐροῦσι δέ φησι καταγινώσκοντες ἑαυτῶν καὶ μεταμελόμενοι, ὅτι δὴ ἐπ' ἀνθρώπους, ἀλλ' οὐκ ἐπὶ τὸν τῶν ὅλων θεὸν τὰς ἑαυτῶν ἀνήρτησαν ἐλπίδας. καὶ πῶς αὐτοὶ δυνησόμεθα σωθῆναι, ὁπότε ταῦτα πεπόνθασιν οἱ προσδοκήσαντες ἡμῖν ἔσεσθαι βοηθοί. θαυμάσαι δέ ἐστιν τὸν προφητικὸν βίον, ὃν ὁ μὲν Ἀπόστολος παρέστησεν εἰπών· «περιῆλθον ἐν μηλωταῖς, ἐν αἰγείοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι». ἡ δὲ παροῦσα γραφὴ τὸν Ἠσαΐαν ἑνὶ ἐνδύματι σάκκῳ κεχρημένον εἰσάγει, πενθοῦντα δηλαδὴ καὶ ἀποκλαόμενον τοὺς διὰ τὰς οἰκείας ἀσεβείας μακρὰν ἀποπίπτοντας τοῦ θεοῦ. τὸ δὲ κελευσθέντα γυμνὸν βαδίσαι καὶ μὴ μελλῆσαι, πρᾶξαι δὲ τοῦτο παραχρῆμα ἐπ' ὀφθαλμοῖς τῶν παρόντων αὐτῷ, μεγίστης ὑπακοῆς καὶ προθυμίας τῆς πρὸς τὸν θεὸν γένοιτ' ἂν δεῖγμα, παραστήματός τε καὶ φρονήματος ἐπῃρμένου, πᾶσαν τὴν παρὰ ἀνθρώποις δόξαν ἐν οὐδενὶ τιθεμένου.
1.79.1
Ζητῶν τὰ προκείμενα σῶσαι πρὸς λέξιν ἀφορμὰς οἶμαι λαμβάνειν ἀπὸ τῶν ἐμπεριεχομένων ἐν αὐτοῖς λόγων, ἐν οἷς εἴρηται· «Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη»· ἄντικρυς γὰρ ταῦτα περὶ Βαβυλῶνος εἴρηται. καὶ προϊὼν αὖθις ὁ λόγος φησίν· ἐπ' ἐμὲ οἱ Ἐλαμῖται, καὶ πρέσβεις τῶν Περσῶν ἐπ' ἐμὲ ἔρχονται, ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν· ἀνάστηθι Ἐλάμ, πολιορκεῖτε Μῆδοι. καὶ ἡ Ἑβραϊκὴ δὲ φωνὴ καὶ οἱ λοιποὶ ἑρμηνευταὶ Μήδων ἐν τούτοις ἐμνημόνευσαν· οὗτοι δέ εἰσιν οἱ τὴν Βαβυλωνίων καθελόντες ἀρχήν, ὡς ἐδήλου διὰ τῶν ἔμπροσθεν ἡ περὶ Βαβυλῶνος προφητεία, δι' ἧς ἐλέγετο· «ἰδοὺ ἐπεγείρω ὑμῖν τοὺς Μήδους». Πέρσαι γοῦν Μήδους οὐκ εἰς μακρὰν διαδεξάμενοι τὰ λείψανα τῆς Βαβυλῶνος καθεῖλον· εἰκότως γοῦν περὶ Βαβυλῶνος τὰ προκείμενα εἰρῆσθαι ἡγοῦμαι. τί δὲ βούλεται ὁ λόγος φάσκων· τὸ ὅραμα τῆς ἐρήμου; ἐντεῦθεν ἤδη Βαβυλῶνα ἔρημον ὀνομάζει διὰ τὰ θεσπισθέντα περὶ τῆς ἐρημίας αὐτῆς. τὸ ὅραμα τοίνυν τῆς ἐρήμου θαλάσσης τὴν Βαβυλῶνος ἐρημωθεῖσαν θάλασσαν σημαίνει. εἰ δέ τις ἔροιτο, τί βούλεται ἐνταῦθα κείμενος ἀκαίρως ὁ περὶ Βαβυλῶνος λόγος ἅπαξ διὰ τῶν ἔμπροσθεν τῆς περὶ Βαβυλῶνος προφητείας πεπληρωμένως ἀποδοθείσης, ἐροῦμεν ὅτι ἐπειδὴ «ὁ τῶν Ἀσσυρίων βασιλεὺς τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ τὴν αἰχμαλωσίαν Αἰθιόπων, νεανίσκους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀνυποδέτους» «ἀπάξειν» ἐλέγετο ἀρτίως, ἀναγκαίως ὁ λόγος ὁποῖα καὶ αὐτοῖς ὅσον οὐδέπω συμβήσεται τοῖς Ἀσσυρίοις σημαίνει· ὥσπερ γὰρ Αἰγυπτίους ὁ θεὸς μετήρχετο δικαίᾳ κρίσει διὰ τῆς ἐφόδου τῶν Ἀσσυρίων, οὕτως καὶ τοὺς Ἀσσυρίους Μήδοις παραδιδοὺς καθῄρει τῆς μεγαλαυχίας καὶ Μήδους αὖθις ὑπέταττε Πέρσαις καὶ αὖ πάλιν τούτους δι' ἑτέρων ἐσωφρόνιζεν· οὕτω δὴ σῴζοιτ' ἂν ὁ εἱρμὸς τῶν προκειμένων. μετά γε μὴν τὴν προγραφὴν τὸ ὅραμα τῆς ἐρημωθείσης θαλάσσης περιέχουσαν ἐπάγει ὁ λόγος· Ὡς καταιγὶς δι' ἐρήμου διέλθοι ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ἐκ προσώπου τῆς Βαβυλῶνος αὐτῆς οἶμαι ταῦτα λέγεσθαι, ὡσπερεὶ ἀκοὴν παραδεξαμένης τῶν μελλόντων ἐπιέναι αὐτῇ κακῶν, εὐχομένης τε παρελθεῖν τὴν ἀκοὴν καὶ μὴ γενέσθαι τὰ προσδοκώμενα. διό φησι· φοβερὸν τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι, ὥσπερ καταιγὶς δι' ἐρήμου διέλθοι· γένοιτο γὰρ αὐτό φησι διελθεῖν καὶ ἀντιπαρελθεῖν καταιγίδι ἐξ ἐρήμου ἐρχομένῃ ἐοικός· εἰ γὰρ καὶ αὐτὴ μόνη τοῦ ὁράματος ἡ ἀκοὴ γνωσθεῖσά μοι σκληρά τέ τις καὶ ἐπίφοβος τυγχάνει, ποταπὴ ἄρα ἔσται αὐτή, εἰ ἐπέλθοι δίκην καταιγίδος ἐξ ἐρήμου ἐρχομένης, ἀλλὰ διέλθοι γε αὐτὴ καὶ παραδράμοι μηδὲ ἐπελθοῦσα κατ' ἐμοῦ στηριχθείη. μανθάνω γὰρ ὅτι ὁ ἀθετῶν ἀθετεῖ καὶ ὁ ἀνομῶν ἀνομεῖ, καὶ ἐπ' ὀνόματος δὲ ἤκουσα παρὰ τῶν ἀπαγγειλάντων μοι, ὡς ἄρα οἱ Ἐλαμῖται καὶ οἱ Μῆδοι ἐπ' ἐμὲ ἔρχονται πρόδρομοι ὄντες οὗτοι Περσῶν· διὸ οὐκ ἄν τις ἁμάρτοι εἰπὼν πρέσβεις εἶναι Περσῶν. τί οὖν πράξαιμι τῆς τούτων καταιγίδος ἐπιβαίνειν μοι μελλούσης, ἀλλὰ ὡς ἔοικε νῦν στενάξω, ὅπερ πρότερον οὐκ ἔπραττον, ὑπερήφανος οὖσα καὶ κατεπαιρομένη τῶν λοιπῶν ἐθνῶν ὡς ἑτέροις ἐμποιεῖν στεναγμούς. νῦν δὲ αὐτὴ ἐγὼ ἡ Βαβυλὼν καὶ ὁ ἐν ἐμοὶ λαὸς στενάξω καὶ παρακαλέσω ἐμαυτὴν διὰ τοῦ στεναγμοῦ. Ἐπειδὴ καθήψατό μου ἡ περὶ τῶν λεχθέντων ἀγγελία, ἧς ἕνεκα ἐπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως πάλαι κατεσφιγμένη καὶ νεανιευομένη, ὀδύνη τε καὶ πόνοι κατέσχον με ὡς μηδὲν διαφέρειν ἐμὲ τὴν Βαβυλῶνα τὴν πάλαι ἑτέροις οὖσαν φοβερὰν γυναικὸς τικτούσης. ταῦτα δέ μοι συμβέβηκεν, ἐπειδήπερ ὁμολογῶ ἠδικηκέναι, ὅτε μηδενὸς ἤκουον τῶν παραινούντων μοι καὶ ὅτε σπουδὴν ἐποιούμην μηδὲν ὀρθὸν βλέπειν. διό φησι, νῦν ἐξομολογουμένη φημί· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν. πλανᾶται ἡ καρδία μου, καὶ ἡ ἀνομία μου βαπτίζει με, ἡ καρδία μου ἐφέστηκεν εἰς φόβον. ἀνθ' οὗ ὁ Σύμμαχος ἐποίησεν· ἐπλανήθη ἡ ψυχή μου, ἡ καρδία μου ἐταράχθη, ἐθορύβησέ με τὸ ἀτάραχον τῆς εὐδοκίας μου, ἐποίησέ με εἰς ἔκστασιν. Ταῦτα μὲν οὖν οἶμαι λελέχθαι τῷ προφήτῃ προσωποποιοῦντι τὴν Βαβυλῶνα καὶ ὡς ἐξ αὐτῆς ἢ καὶ τοῦ ἐν αὐτῇ κατοικοῦντος ἔθνους τὰ εἰρημένα προενηνεγμένα. τὸ προφητικὸν πνεῦμα πρὸς τοὺς Μήδους καὶ τοὺς Ἐλαμίτας καὶ πρὸς τοὺς πρέσβεις τῶν Περσῶν ἀποτείνεται, διεγεῖρον καὶ παρορμῶν αὐτοὺς ἐπὶ τὸν κατὰ τῶν Βαβυλωνίων πόλεμον. διὸ ὡς πρὸς αὐτούς φησιν· ἑτοίμασον τὴν τράπεζαν· φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς. ταῦτα δὲ λέγω φησὶν ἐγὼ ὁ προφήτης τῷ πνεύματι τῷ προφητικῷ κινούμενος, ἐπειδήπερ ὅτι οὕτως εἶπε κύριος πρός με Βαδίσας στῆσον σεαυτῷ σκοπὸν καὶ ὃ ἂν ἴδῃς ἀπάγγειλον, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· ὃ ἂν ἴδῃ ἀπαγγειλάτω, δηλονότι ὁ σκοπός. Εἶτά φησιν ἐστάθη ὁ σκοπὸς κατὰ τὸ πρόσταγμα κυρίου καὶ εἶδεν ἀναβάτας ἱππεῖς δύο, ἢ κατὰ τὸν Σύμμαχον· καὶ εἶδεν ἅρμα ζεῦγος ἵππων. τοῦτο μὲν οὖν πρῶτον ἐθεάσατο, μετὰ δὲ τὴν τῶν ἵππων συνωρίδα ἄλλους δύο ἱππεῖς ὁρᾷ, τὸν μὲν ὄνῳ ὀχούμενον, τὸν δὲ καμήλῳ. σημεῖα δὲ καὶ σύμβολα ἦν ταῦτα τῆς τῶν πολεμίων παρατάξεως, ὧν οἱ μὲν ἐφ' ἁρμάτων ὀχούμενοι ἐπῄεσαν, οἱ δὲ ἐπὶ νωτοφόρων τὰ δέοντα πρὸς τὰς χρείας ἐπαγομένων. ταῦτα μὲν οὖν εἶδεν ὁ σκοπός, ὃν ἐκέλευσεν ὁ θεὸς τῷ προφήτῃ· ἀκρόασαί φησιν ἀκρόασιν πολλὴν καὶ κάλεσον Οὐρίαν εἰς τὴν σκοπιάν. προστάττει δὴ τὰ ὦτα ἑαυτοῦ παρασχεῖν εἰς τὸ ἀκοῦσαι τοῦ μέλλοντος ῥηθήσεσθαι λόγου καὶ καλέσαι Οὐρίαν εἰς τὴν σκοπιάν. ἀντὶ δὲ τοῦ Οὐρίαν ὁ μὲν Ἀκύλας λέοντα, ὁ δὲ Σύμμαχος λέαιναν, ὁ δὲ Θεοδοτίων Ἀριὴλ ἐξέδωκεν. οὐδεὶς δὲ τούτων Οὐρίαν ὠνόμασεν, ἐπεὶ μηδὲ ἡ Ἑβραϊκὴ φωνὴ ἐμνημόνευσε τοῦ Οὐρία. ὅτε μὲν γὰρ διὰ τῶν ἔμπροσθεν «Οὐρίου τοῦ ἱερέως» μνήμην ἐποιεῖτο, ἄλλοις στοιχείοις ἐσημειοῦτο τὸν ἄνδρα, νῦν δ' ἄλλῃ φωνῇ καὶ ἑτέροις στοιχείοις ἡ Ἑβραϊκὴ λέξις τὸν λέοντα σημαίνει ἢ τὴν λέαιναν κατὰ τὸν Σύμμαχον. προστάττει τοίνυν ὁ κύριος τῷ προφήτῃ ἀκροάσασθαι ἀκρόασιν πολλὴν τὴν ῥηθήσεσθαι μέλλουσαν ἔπειτα ἢ τὴν λέαιναν ἢ τὸν Ἀριὴλ καλέσαι, ὅπως καὶ αὐτὸς ἐλθὼν ὑπὸ τοῦ σκοποῦ θεαθείη τοῦ προφήτου ἅμα τῷ σκοπῷ θεωμένου. ὃ δὴ σημαίνει λέγων ἑξῆς· Ἔστην διὰ παντὸς ἡμέρας καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα· εἱστήκει τοίνυν καὶ ὁ προφήτης ἅμα τῷ σκοπῷ καραδοκῶν τὴν μέλλουσαν ὀφθήσεσθαι αὐτοῖς ὄψιν τοῦ λέοντος ἢ τῆς λεαίνης ἢ τοῦ Ἀριήλ. διακαρτερήσας δὲ τὸν πάντα τῆς ἡμέρας καὶ τὸν τῆς νυκτὸς χρόνον ἐπιλέγει· καὶ ἰδοὺ αὐτὸς ἔρχεται. τίς δὲ οὗτος ἢ ὁ Ἀριὴλ ἐπιβεβηκὼς συνωρίδι; διό φησι· καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἐπιβάτης συνωρίδος. τίς δὲ οὗτος ἄρα ἦν ἢ τιμωρός τις ἄγγελος, δι' οὗ τὰ τῆς πολιορκίας τῆς Βαβυλῶνος ἤμελλε πληροῦσθαι; τάχα που Ἀριὴλ ὀνομαζόμενος ἢ αὐτὸς ὢν ἐκεῖνος ὁ «ὡς λέων ὠρυόμενος καὶ περιπατῶν ζητεῖ τίνα καταπίῃ». καὶ δὴ θεασάμενος αὐτὸν ὁ προφήτης, συνεῖδεν ὡς τιμωρητικὸς ὢν ἄγγελος τὴν τῆς Βαβυλῶνος ἀπώλειαν ἐργάσεται. διὸ ἐπιβοᾷ λέγων· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν· ὡς γὰρ ταῦτα πρᾶξαι κεκελευσμένου τοῦ Ἀριήλ, ταύτην ἠφίει τὴν φωνὴν ὁ προφήτης. δύο τοίνυν διὰ τούτων σκοποὶ παρίστανται καὶ δύο θεωρούμεναι ὄψεις· ὁ μὲν γὰρ πρῶτος σκοπὸς ἑώρα ἀναβάτας ἱππεῖς δύο καὶ ἀναβάτην ὄνου καὶ ἀναβάτην καμήλου, ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης οὐκέτι ἀναβάτας καμήλων οὐδὲ ὄνων, ἀλλ' ἐπιβάτην συνωρίδος ἑώρα, τὸν λέοντα ἢ τὸν Ἀριήλ, ἐφ' ᾧ τὴν πτῶσιν τῆς Βαβυλῶνος καὶ τὴν συντριβὴν τῶν νομιζομένων αὐτῆς θεῶν ἐδήλου. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα τῶν θεῶν αὐτῆς συνετρίβη. ὁ μὲν οὖν πρῶτος σκοπὸς ὑποδεέστερος ὢν τοῦ προφήτου τὸ πλῆθος ἑώρα τῶν μελλόντων ἐπιέναι τῇ Βαβυλῶνι πολεμίων ἀνδρῶν, ὁ δὲ δεύτερος αὐτὸς ὢν ὁ προφήτης τὴν ἀπορρητοτέραν ὄψιν ἐθεώρει ἀγγελικὴν ὡς οἶμαι οὖσαν, δι' ἧς τὰ τῆς πτώσεως Βαβυλῶνος ἐνηργεῖτο. εἰκότως οὖν ἐπείπερ ἤμελλε τὸ πνεῦμα τὸ προφητικὸν ἀναβοᾶν καὶ λέγειν· Πέπτωκε πέπτωκε Βαβυλών, καὶ πάντα τὰ χειροποίητα αὐτῆς συνετρίβη, προλαβὼν εἶπεν ὁ κύριος τῷ προφήτῃ ἀκρόασαι ἀκρόασιν πολλήν, ταύτην αὐτὴν δηλονότι τὴν περὶ τῆς Βαβυλῶνος καὶ τῶν ἀγαλμάτων αὐτῆς λεχθεῖσαν. οἶμαι δὲ διὰ τούτων σημαίνεσθαι τῆς Ἀσσυρίων βασιλείας τὴν παντελῆ καθαίρεσιν θεοῦ κρίσει γενομένην· οὐκ ἂν δὲ ἐφάνη, ὅτι μωρὸς οὗτος ἄγγελος, εἰ μὴ βέβλητο ὑπὸ τοῦ προφήτου κατὰ πρόσταξιν τοῦ θεοῦ. Τούτων δὲ οὕτω πραχθέντων ὁ προφήτης λοιπὸν ἐκφαίνει ταῦτα, ἅπερ ἤκουσέ τε καὶ εἶδε τοῖς καταλελειμμένοις καὶ ὀδυνωμένοις ἐν τῷ λαῷ. βραχεῖς δέ τινες ἦσαν οὗτοι οἱ τὰ κατὰ τοῦ λαοῦ ἀποδυρόμενοι μόνοι περιλειφθέντες ἀπὸ τῆς τῶν πολλῶν πλάνης, οἷς ὁ προφήτης προσφωνεῖ λέγων· ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου σαβαώθ· ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ὑμῖν· ἃ γὰρ ἐμοὶ ἀπεκάλυψε, ταῦτα καὶ ὑμῖν ἐξέφηνεν ὡς δι' ἑρμηνέως ἐμοῦ. τοῦτο τέλος τῆς περὶ Αἰγύπτου προφητείας, μεθ' ἣν ὁ λόγος μεταβαίνει ἐφ' ἑτέραν ὑπόθεσιν.
1.80.1
Οὐκ ἀργῶς οὐδὲ τὴν περὶ τούτων προφητείαν πεποίηται ὁ λόγος, ἀλλ' ἐπειδὴ καὶ οὗτοι πολέμιοι τοῦ Ἰσραὴλ ἦσαν συνεχῶς αὐτοῖς ἐπιτιθέμενοι, μαρτυρεῖ τούτοις ἡ ἱστορία καὶ ὁ λέγων Ψαλμός· «ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό, κατὰ σοῦ διαθήκην διέθεντο τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ Ἁγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ» ὁρᾷς ὅπως πρὸ πάντων τῶν πολεμίων τοῦ λαοῦ τοὺς Ἰδουμαίους τίθησιν· ἔθνος δὲ τοῦτ' ἦν μέγιστον ἀμφὶ τοῖς Πέτραν τῆς Ἀραβίας ἐκ τοῦ Ἠσαῦ τὴν διαδοχὴν κατάγον. Ἠσαῦ δὲ ἀδελφὸς ἦν τοῦ Ἰακὼβ τοῦ καὶ Ἰσραήλ, ἐξ οὗ πάντες Ἰοδαῖοι. ἀδελφῶν οὖν ὑπῆρχον τέκνα οἵ τε Ἰδουμαῖοι καὶ Ἰουδαῖοι· Ἐδὼμ γὰρἐκαλεῖτο Ἠσαῦ, διὸ καὶ οἱ ἐξ αὐτοῦ Ἰδουμαῖοι. ἐπεὶ τοίνυν συνεχῶς ἐπανίσταντο οἱ Ἰδουμαῖοι τῷ Ἰσραήλ, εἰκότως καὶ τὸ περὶ τούτων ὅραμα θεωρεῖ ὁ προφήτης προλέγων τὰ καὶ αὐτοῖς συμβησόμενα. ἔοικε δὲ τοῖς ἑαυτοῦ γνωρίμοις ὁ θεὸς προσφωνεῖν λέγων· Πρὸς ἐμὲ καλεῖ παρὰ τοῦ Σηείρ· τοὺς γὰρ φεύγοντας παρὰ τοῦ Σηεὶρ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς πρὸς ἐμὲ καλεῖ φησι. Σηεὶρ δὲ ἐκαλεῖτο τὸ ἐν τῇ Ἀραβίᾳ ὄρος τοῦ Ἠσαῦ, ἐν ᾧ συνειστήκει αὐτοῦ τὰ βασίλεια· γνωρίζεται δὲ τοῖς ἐπιχωρίοις εἰσέτι καὶ νῦν οὕτω καλούμενον. τοῖς οὖν ἀγωνιῶσι τὸν ἀπὸ τῶν Ἰδουμαίων φόβον φάσκει· πρὸς ἐμὲ σπεύδοντες ἥκετε, καὶ παρ' ἐμοὶ γενόμενοι φυλάσσετε τὰς ἑαυτῶν ἐπάλξεις. Κἀγὼ δὲ φυλάξω ὑμᾶς δι' ἡμέρας καὶ διὰ νυκτὸς καὶ παρ' ἐμοὶ γένεσθε. εἴ τις οὖν ἐν ὑμῖν βοηθείας δεῖται, παρ' ἐμοῦ ζητείτω τὴν βοήθειαν, καὶ εἴ τις τῆς αὐτοῦ πεφρόντικε σωτηρίας, παρ' ἐμοὶ οἰκείτω. ταῦτα οὖν εἰρῆσθαί μοι δοκεῖ πρὸς τοὺς ἐπτοημένους τὸν φόβον τῶν Ἰδουμαίων, οὓς πρὸς ἑαυτὸν ἀνακαλεῖται ὁ θεὸς ἐπαγγελλόμενος τὴν παρ' αὐτοῦ βοήθειαν, εἰ παραμένοιεν αὐτῷ. Τὰ δ' ἑξῆς ὁ προφήτης ἑτέρας ὑποθέσεως ἐπιλαβόμενος φάσκει ληφθεὶς ὑπὸ τοῦ ἁγίου πνεύματος, διὸ καὶ λῆμμα ἐκάλει τὸν λόγον. ὅπερ λῆμμα οὐκέτι περὶ τῶν Ἰδουμαίων μόνων ἦν, ἀλλὰ καὶ περὶ τῶν λοιπῶν τῶν τὴν Ἀραβίαν οἰκούντων, ἐχθρῶν καὶ αὐτῶν καὶ πολεμίων ὄντων τοῦ Ἰσραήλ, πρὸς οὕς φησιν· εἰ δὴ πάντοτε θρασυνόμενοι ᾧ οὗτοι κατεπαίρεσθαι εἰώθατε τοῦ ἐμοῦ λαοῦ, νῦν γοῦν μαθόντες τὰ ὅσον οὔπω ὑμᾶς μετελευσόμενα παύσασθε τῆς ἀπονοίας. ἤδη γὰρ ἐπιστάντων τῶν κατακοπτόντων ὑμᾶς πολεμίων, οἱ μὲν πλεῖστοι τῶν ἐν ὑμῖν ἀπολοῦνται, εἷς δέ που καὶ δεύτερος, ἢ καὶ σφόδρα τινὲς βραχεῖς εἰ περισωθεῖεν φυγῇ τὴν σωτηρίαν ποριζόμενοι, τούτοις αὐτοῖς ἐγὼ παρακελεύομαι ὡσανεὶ φεύγουσι καὶ ἐκ τῆς φυγῆς παρειμένοις ἤδη καὶ ἐκλελυμμένοις ἄρτον καὶ ὕδωρ παρασκευάζειν, μηκέτι γοῦν πόλιν οἰκεῖν ἔχοντες, οὗτοι ἐν δρυμῷ καὶ ἐν ἐρήμοις τόποις καταλαβούσης αὐτοὺς ἑσπέρας κοιμηθήσονται. ἀλλ' ἵνα μὴ λιμῷ διαφθαρεῖεν, κεκμηκόσιν αὐτοῖς καὶ διψῶσιν ἀπὸ καμάτου προσφέρειν ἄρτον καὶ ποτὸν παρακελεύομαι. ταῦτα δὲ πρὸς ὑμᾶς φημι τοὺς τὴν Θεμὰν οὕτω καλουμένην χώραν οἰκοῦντας, οὓς πρέπει δεξιῶς ἀποδέχεσθαι καὶ φιλανθρωπεύεσθαι τοὺς φυγάδας, οἳ μηδὲ πόλιν ἔτι κατοικεῖν δυνάμενοι ἐν ὁδοῖς καὶ δρυμοῖς αὐλισθήσονται. διὸ μὴ παρίδητε οἰκτρῶς οὕτως λιμῷ διαφθειρομένους τοὺς διασωθέντας ἐκ τῆς τῶν πολεμίων μαχαίρας, οἳ μόγις ἐκ τοσούτου πλήθους δεδύνηνται διαφυγεῖν τῶν λοιπῶν ἀπολωλότων ἢ καὶ ἀποπλανηθέντων ἐν ἑτέροις ἀπῳκισμένοις τόποις. Ταῦτα δὲ ἐκφήνας προσέταξεν ὁ θεὸς οὐκ εἰς μακρὸν ἀποβησόμενα· οὐδὲ γὰρ ὅλος ἐνιαυτὸς παρελεύσεται, μεθ' ὃν ἡ πάλαι ἐπηρμένη καὶ τοῖς πᾶσιν ἐπίσημος καὶ διαφανὴς τῶν υἱῶν Κηδὰρ πόλις ἀφανισθήσεται, ἥ τε συνεστῶσα αὐτῶν νεολαία στρατιωτική τις οὖσα καὶ τοξοτῶν ἰσχυρῶν ἔμπλεως ἐκλείψει, ὡς εἰς ὀλίγον ἀριθμὸν ἀνδρῶν περιστῆναι αὐτούς. ταῦτα γὰρ ὥρισται καὶ κέκριται παρὰ τοῦ θεοῦ Ἰσραήλ, ὡς ἂν μάθοιεν οἱ δηλωθέντες μὴ καταφρονητικῶς ἐπεμβαίνειν τῷ αὐτοῦ λαῷ καὶ τέλος τῆς προφητείας τὸ εἰς ὀλίγους περιστῆναι τοὺς εἰρημένους.
1.81.1
«Ἐπειδὴ μή» «ἐστι προσωποληψία παρὰ τῷ θεῷ», τούτου χάριν ἐν τοῖς κατὰ τῶν ἀλλοφύλων ἐλέγχοις μέσος ἐμβέβληται καὶ ὁ περὶ τῆς Σιὼν λόγος· δι' οὗ καὶ τοὺς τῆς Ἰερουσαλὴμ οἰκήτορας ὥσπερ ἐν ἀλλοφύλοις κατατάττων ὁ θεός, καὶ τὴν κατ' αὐτῶν προφέρει ψῆφον. εἴρηται δὲ καὶ ἐν τῷ Ἀμὼς ἐκ προσώπου τοῦ θεοῦ πρὸς τὸν Ἰουδαίων λαόν· «οὐχ ὡς υἱοὶ Αἰθιόπων ὑμεῖς ἐστε ἐμοί; λέγει κύριος. οὐ τὸν Ἰσραὴλ ἀνήγαγον ἐκ γῆς Αἰγύπτου καὶ τοὺς ἀλλοφύλους ἐκ Καππαδοκίας καὶ τοὺς Σύρους ἐκ βόθρου; ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς». τό γε μὴν προκείμενον ῥῆμα τῆς φάραγγος Σιὼν οὐ περὶ αὐτῆς τῆς Σιών, ἀλλὰ περὶ τῆς παρακειμένης αὐτῇ φάραγγος εἴρηται. διόπερ ἑξῆς προϊὼν ὁ λόγος φησί· καὶ ἔσονται αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας σου. οἶμαι δὲ διὰ τούτων τὸν θεὸν τὴν ἀποβολὴν τοῦ Ἰσραὴλ καὶ τὴν ἐσχάτην αὐτῶν ἀπόπτωσιν σημῆναι βουλόμενον ἐν τῷ τάγματι τῶν ἀλλοφύλων αὐτοὺς κατατάξαι μέσους παραληφθέντας τῆς τῶν ἀλλοφύλων γραφῆς, ἀλλὰ καὶ τὴν πτῶσιν τῆς Ἰερουσαλὴμ ἡγοῦμαι δηλοῦσθαι διὰ τοῦ φάραγγα Σιὼν ὀνομάζειν. καὶ ἄλλως δὲ μέμφεται ὁ θεὸς τοῦ Ἰουδαίων ἔθνους τοὺς ἀποπεσόντας τοῦ ὕψους τοῦ θεοσεβοῦς πολιτεύματος, ὥσπερ δὲ ἐν κοιλάσι καὶ ἐν φάραγξι τοῦ τῆς κακίας βυθοῦ καταπεπτωκότας. Σιὼν μὲν γὰρ «ὄρος» ἐστὶν «ὑψηλόν», ἐφ' ᾧ ὁ νεὼς τοῦ θεοῦ ᾠκοδόμητο· διὸ λέλεκται· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών», καί· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ». καὶ ὁ λόγος δὲ ὁ εὐαγγελικὸς διὰ τοῦ Σιὼν ὄρους σημαίνεσθαι διὰ τῶν ἔμπροσθεν ἀπεδείκνυτο. οἱ δὲ ταύτης ἐκπεσόντες τῆς ἐλπίδος ἐν φάραγγι προσπαρακειμένῃ τῇ Σιὼν πεπτώκασι· πάσῃ γὰρ ἀρετῇ κακία παράκειται, εἰς ἣν ἐκπίπτει ὁ τῆς ἀρετῆς ἐξολισθαίνων. οὕτω γοῦν καὶ οἱ τῆς πίστεως ἐξαμαρτάνοντες εἰς ἀπιστίαν περιτρέπονται. ὁ τοίνυν ἐκ περιτομῆς λαὸς τοῦ εὐαγγελικοῦ ὕψους ἐκπεσὼν καὶ «τῆς ἐπουρανίου Σιὼν» ἀπαλλοτριωθεὶς εἰς τὸν τῆς ἀπιστίας περιετράπη κρημνόν· διὸ καὶ ἐν ἀλλοφύλοις ἐλογίσθη παρὰ τῷ θεῷ. ὅθεν ἡ προφητεία τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν αἰνιττομένη τὸ ῥῆμα τῆς φάραγγος Σιὼν ἀνέγραψεν. εἶτ' ἐπειδὴ «εἰκῆ φυσιοῦνται» ἐν βυθῷ κακίας ὑπάρχοντες, φησὶ πρὸς αὐτούς· Τί ἐγένετό σοι, ὅτι ἀνέβητε πάντες εἰς δώματα μάταια; Θεωρῶν δὲ τῷ πνεύματι ὁ προφήτης τὰς κατὰ τοῦ σωτῆρος βοὰς αὐτῶν καὶ τὰς ἀθέους κατ' αὐτοῦ δυσφημίας, δι' ἃς ἀπεβλήθησαν, ἐπιφέρει· ἐνεπλήσθη ἡ πόλις βοώντων, καὶ ἐπεὶ «ἔστιν ἁμαρτία πρὸς θάνατον», καθ' ἣν «ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται», τὸν τῆς ψυχῆς αὐτῶν θάνατον σημαίνων ἐπιλέγει· οἱ τραυματίαι σου οὐ τραυματίαι ῥομφαίας, οὐδὲ οἱ νεκροί σου νεκροὶ πολέμου. καὶ ἐπιφέρει· πάντες οἱ ἄρχοντές σου πεφεύγασιν ἢ ἀνεστατώθησαν κατὰ τὸν Σύμμαχον, κατὰ δὲ τὸν Θεοδοτίωνα· μετεκινήθησαν. διὸ οὐκέτι κατὰ τὸ παλαιὸν παρ' αὐτοῖς οὐ βασιλεὺς οὐχ ἡγούμενοι οὐκ ἀρχιερεῖς οὐ προφῆται, ἀλλ' οὐδὲ Φαρισαῖοι οὐδὲ Σαδδουκαῖοι οὐδ' ὅσοι τὸ παλαιὸν ταῖς παρ' αὐτοῖς ἀρχαῖς τετίμηντο· πάντες γὰρ μετεκινήθησαν, οἱ δ' εἰσέτι καὶ νῦν ἁλόντες ὑπὸ τούτων ψυχῶν πολιορκητοῦ πικρῶς δεδεμένοι εἰσίν, ἐπειδὴ «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται». διὸ λέλεκται· καὶ οἱ ἁλόντες πικρῶς δεδεμένοι εἰσί. Ταῦτα συνιδὼν ὁ προφήτης τῷ πνεύματι καὶ τὴν ἐκ τοσούτου ὕψους ἐπὶ τὴν ἐσχάτην κακίαν ὥσπερ τινὰ φάραγγα πτῶσιν τοῦ Ἰουδαίων λαοῦ ἀπολοφύρεται λέγων· διὰ τοῦτο εἶπα Ἄφετέ με πικρῶς κλαύσομαι, μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου, ἢ κατὰ τὸν Σύμμαχον· μὴ παραμυθεῖσθέ με ἐπὶ τῇ ταλαιπωρίᾳ τῆς θυγατρὸς τοῦ λαοῦ μου· οἶδα γάρ φησιν ἀκριβῶς καὶ τῷ πνεύματι προορῶ, ὡς διὰ τὰ προλεχθέντα πάντα καὶ ἡ πόλις ἡ τῷ θεῷ ἀνακειμένη ἁλώσεται, καὶ πάντες οἱ ἐν αὐτῇ εἰς χεῖρας ἐχθρῶν παραδοθήσονται. διόπερ ἐντεῦθεν ἤδη ἀποδύρομαι καὶ ὥσπερ ἐπὶ γνησίοις ἐμαυτοῦ σπλάγχνοις ἀποκλάομαι. καὶ γὰρ πρὸς τοῖς προλεχθεῖσιν· ἡμέρα ταραχῆς καὶ ἀπωλείας καὶ καταπατήματος καὶ πλάνησις παρὰ κυρίου σαβαὼθ ἐπῆλθε τῇ φάραγγι Σιών. καὶ ταῦτα δὲ οἶμαι λέγεσθαι περὶ τῶν κατὰ τὸ αὐτὸ συνελθόντων ἐν τῇ κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλῇ, περὶ ὧν ἐπιφέρει· πλανῶνται ἐπὶ τὰ ὄρη ἀπὸ μικροῦ ἕως μεγάλου αὐτῶν τὸν λαὸν ἅμα τοῖς ἄρχουσι σημαίνων. εἶτ' ἐπάγει τὴν κατ' αὐτῶν ἀπειλὴν φάσκων· οἱ δὲ Ἐλαμῖται ἔλαβον φαρέτρας, ἀναβάται ἵππων καὶ συναγωγὴ παρατάξεως. δηλοῖ δὲ δυνάμεις ἀντικειμένας καὶ ἀφανεῖς, ἐχθροὺς καὶ πολεμίους, οἷς ὑπὸ τοῦ θεοῦ παρεδόθησαν. ἐπεὶ δὲ οἱ Ἐλαμῖται ἑρμηνεύονται παραβλέποντες διὰ τὸ παρορᾶν τὴν σωτηρίαν τῶν ἀπολλυμένων καὶ μηδενὸς φείδεσθαι, εἰκὸς οὕτω κεκλῆσθαι τὰ πολιορκήσαντα αὐτοὺς στρατιωτικά, ἃ δὴ μεθ' ἵππων καὶ μετὰ πλείστης δυνάμεως παραταξάμενα τῇ προλεχθείσῃ φάραγγι Σιὼν εἰς ἔσχατον ἐρημίας αὐτὴν ἤγαγον. Διὸ ἐπιλέγεται ἑξῆς· καὶ αἱ ἐκλεκταὶ φάραγγές σου πλησθήσονται ἁρμάτων, οἱ δὲ ἱππεῖς ἐμφράξουσι τὰς πύλας τοῦ Ἰούδα καὶ εἰσελεύσονται, οὐχὶ νῦν οὐδὲ κατὰ τὸν παρόντα καιρόν, ἀλλὰ τῇ ἡμέρᾳ ἐκείνῃ, λέγω δὲ ἐν τῷ προφητευομένῳ καιρῷ, εἰς τοὺς οἴκους τῆς πόλεως, ὅτε καὶ πολιορκοῦντες πάντα τόπον καὶ πᾶσαν γωνίαν τῆς πόλεως περιεργαζόμενοι ἀνακαλύψουσι τὰ κρυπτὰ τῶν οἴκων τῆς ἄκρας Δαυίδ. ταῦτα δὲ ἦν τὰ ἀπόρρητα τῆς βασιλείας σύμβολα ἢ καὶ τὰ ἐν τῷ ἁγιάσματι ἀποκείμενα· ἃ οὐδενὶ ἐξῆν εἰ μὴ «μόνῳ τῷ ἀρχιερεῖ» ἐποπτεύειν, ἃ δὴ καὶ αὐτὰ τοῖς πολεμίοις παραδοθήσεσθαί φησιν. ἀντὶ δὲ τοῦ· καὶ ἴδοσαν ὅτι πλείους εἰσίν, ὁ Σύμμαχος· καὶ τὰ ῥήγματά φησιν οἴκου Δαυὶδ ὄψεσθε ὅτι ἐπληθύνθη. ἐπὶ τούτοις μέμφεται τοὺς ἐν τῇ φάραγγι Σιών, ὡς ἀποστρέψασι τὰ ὕδατα τῆς ἀρχαίας κολυμβήθρας τὰ ὄντα ἐν τῇ πόλει, ἕτερον δὲ ἑαυτοῖς ὕδωρ ἐπινοήσασι μεταξὺ τῶν δύο τειχῶν. ὕδωρ δὲ ἦν παλαιᾶς κολυμβήθρας ἐν τῇ πόλει ὁ τῆς παλαιᾶς καὶ θεοπνεύστου γραφῆς λόγος, ὃν ἀποστραφέντες ἀλλότριον ὕδωρ ἑαυτοῖς ἐπενόησαν «τὰς παραδόσεις τῶν πρεσβυτέρων», «διδάσκοντες διδασκαλίας καὶ ἐντάλματα ἀνθρώπων». ἐφ' ᾧ καὶ μέμφεται αὐτοὺς ὁ σωτὴρ ἀπελέγχων αὐτῶν τὴν παρανομίαν, ἐν οἷς φησι· «καὶ ἠκυρώσατε τὸν λόγον τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν, ὑποκριταί». τοῦτο δὲ καὶ αὐτὸ ὁ Ἰερεμίας ᾐνίττετο φάσκων· «ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους, οἳ οὐ δυνήσονται ὕδωρ συνέχειν». οὕτως οὖν ἀπέστρεψαν τὸ ὕδωρ τῆς παλαιᾶς κολυμβήθρας τὸ ἐν τῇ πόλει καὶ ἐπενόησαν ἑαυτοῖς ξένον ὕδωρ μεταξὺ τῶν δύο τειχῶν, λέγω δὲ τῆς παλαιᾶς καὶ καινῆς διαθήκης. δύο γὰρ ταῦτα τείχη τῆς τοῦ θεοῦ πόλεως, δηλαδὴ τῆς κατὰ θεὸν πολιτείας τυγχάνει, ὧν μέσον ἀλλότριον καὶ ξένον ὕδωρ ἑαυτοῖς οἱ κατηγορούμενοι ἐπενόησαν «τὰς τῶν πρεσβυτέρων παραδόσεις», ἐφ' αἷς καὶ μέγα φρονοῦσιν οἱ παρ' αὐτοῖς καλούμενοι δευτερωταί. καὶ ἄλλο δέ τι χείριστον τετολμήκασιν οἱ δηλούμενοι· τοὺς γὰρ οἴκους τοὺς τῆς πόλεως καθελόντες τοῖς τούτων λίθοις συνεχρήσαντο εἰς οἰκοδομὴν ἰδίου ἑαυτῶν τείχους. ἴδοις δ' ἂν αὐτοὺς εἰσέτι καὶ νῦν τοῦτο πράττοντας, ἐπειδὰν τὰ ῥήματα τῆς θείας γραφῆς ἀπολαμβάνοντες τὰς οἰκείας περιτειχίζουσι μυθολογίας, ὥσπερ τινὰ φραγμὸν καὶ ἀσφάλειαν καὶ τεῖχος τοῖς ἰδίοις περιβάλλοντες μύθοις. ὥσπερ γὰρ ξένον ποτὸν ἑαυτοῖς ἐπενόησαν, οὕτως καὶ τεῖχος ἴδιον περιέβαλον, λίθοις χρησάμενοι ταῖς τῶν θείων γραφῶν λέξεσι. καὶ ταῦτά φησιν ἐπράξατε μὴ ἀναβλέψαντες πρὸς τὸν θεὸν τὸν ἀπ' ἀρχῆς ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτήν, λέγω δὲ τὴν παλαιὰν τῶν θεοπνεύστων γραφῶν κολυμβήθραν τὴν ἀπὸ πηγῶν τοῦ θείου πνεύματος προχεομένην. καὶ ὁ Σύμμαχος δὲ τὰ κατὰ τὸν τόπον τοῦτον ἡρμήνευσε τὸν τρόπον· καὶ ὑδρεύσασθε τὸ ὕδωρ τῆς κολυμβήθρας τῆς κατωτέρας καὶ τοὺς οἴκους Ἰερουσαλὴμ ἠριθμήσατε καὶ καθείλετε τοὺς οἴκους ὀχυρῶσαι τὸ τεῖχος. καὶ σύστημα ἐποιήσατε ἀνὰ μέσον τῶν τειχῶν καὶ τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἀπεβλέψατε εἰς τὸν ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτὴν ἐκ μακροῦ οὐκ εἴδετε. καὶ ὁ Θεοδοτίων δὲ οὕτως ἡρμήνευσε· καὶ συνηγάγετε τὸ ὕδωρ τῆς κολυμβήθρας τῆς κάτω καὶ τοὺς οἴκους Ἰερουσαλὴμ ἠριθμήσατε καὶ κατεσπάσατε τοὺς οἴκους εἰς ὀχυρώματα τοῦ τείχους. καὶ ὕδρευμα ἐποιήσατε ἀνὰ μέσον τῶν δύο τειχῶν τῷ ὕδατι τῆς κολυμβήθρας τῆς ἀρχαίας καὶ οὐκ ἐνεβλέψατε εἰς τὸν ποιήσαντα αὐτὴν καὶ τὸν πλάσαντα αὐτὴν πόρρωθεν οὐκ ἐνεβλέψατε. Τούτοις ἑξῆς εἴρηται· καὶ ἐκάλεσε κύριος σαβαὼθ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κλαυθμὸν καὶ κοπετὸν καὶ ξύρησιν καὶ ζῶσιν σάκκων, αὐτοὶ δὲ ἐποιήσαντο εὐφροσύνην καὶ ἀγαλλίαμα σφάζοντες μόσχους καὶ θύοντες πρόβατα ὥστε φαγεῖν κρέα καὶ πιεῖν οἶνον λέγοντες Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν. ὁ μὲν οὖν θεὸς ὡς ἐπὶ μεγάλοις τολμήμασι «μὴ βουλόμενος» «τὸν θάνατον τοῦ ἁμαρτωλοῦ ὡς τὴν μετάνοιαν αὐτοῦ», θρηνεῖν αὐτοὺς καὶ ἀποκλάεσθαι τὴν ἑαυτῶν ἀπώλειαν παρεκελεύετο, οἱ δ' ἐν τοιούτοις κακοῖς ἐξεταζόμενοι, ὡς ἂν ἀπεγνωκότες ἑαυτῶν τὴν σωτηρίαν εἰς ἀπόνοιαν ἐξώκειλαν, μέθῃ καὶ τρυφῇ ἑαυτοὺς ἐκδόντες ὡς οὐ διαδεξομένης αὐτοὺς θεοῦ κρίσεως μετὰ τὴν τοῦ θνητοῦ βίου τελευτήν. ἐντεῦθεν ὁ θεῖος Ἀπόστολος τῇ τούτων αὐτῶν συγχρησάμενος φωνῇ γράφει λέγων· «εἰ νεκροὶ οὐκ ἐγείρονται, φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν». Ἀλλὰ ταῦτά φησι πάντα οὐκ ἔλαθε τὰ ὦτα κυρίου σαβαώθ. διὸ ὥσπερ δεσμῷ θεοῦ καταδεθείσης αὐτῶν τῆς ἁμαρτίας ἀπόφασις ἐξενήνεκται κατ' αὐτῶν φήσασα· καὶ οὐκ ἀφεθήσεται αὕτη ἡ ἁμαρτία ὑμῖν, ἕως ἂν ἀποθάνητε. ὅρα δὴ τὸ μέγεθος τῆς κατὰ τὴν ἀπόφασιν ἀπειλῆς καὶ ἐπίστησον ὡς οὐδαμοῦ διέβαλεν ἐν τούτοις τὸν λαὸν ἐπὶ εἰδωλολατρίᾳ, ἀλλ' «ὅτι εἰς δώματα ἀνέβησαν μάταια» καὶ ὅτι βοῶν ἐπλήρωσαν τὴν πόλιν καὶ ὕδωρ ἑαυτοῖς ξένον ἐπενόησαν «τὴν παλαιὰν κολυμβήθραν ἀποστραφέντες» καὶ πρὸς τούτοις, ὅτι «τεῖχος» ἑαυτοῖς συνεστήσαντο «τοὺς οἴκους τῆς πόλεως καθελόντες» καὶ ταῦτα πράττοντες ἀναισθήτως εἶχον τῆς ἑαυτῶν ἀπωλείας· ἀλλ' οὐχὶ καὶ ὁ προφήτης οὕτω διέκειτο ἀποθρηνῶν δὲ αὐτοὺς ἔλεγεν· «Ἄφετέ με πικρῶς κλαύσομαι»· τὸ δ' αἴτιον τοῦ πικροῦ κλαυθμοῦ τοῦτ' ἦν ἄρα τὸ ἐπὶ τέλει κατ' αὐτῶν ὁρισθὲν καὶ ἡ ἐκ θεοῦ ἐξενεχθεῖσα ἀπόφασις ἡ φήσασα· καὶ οὐκ ἀφεθήσεται ἡ ἁμαρτία αὕτη ὑμῖν, ἕως ἂν ἀποθάνητε.
1.82.1
Ἐπειδὴ Σομνᾶς καὶ Ἐλιακεὶμ οἱ διὰ τῆς μετὰ χεῖρας λέξεως δηλούμενοι σύγχρονοι γεγόνασιν Ἑζεκίᾳ τῷ βασιλεῖ, ὡς μαρτυρεῖ ἡ τῆς ἱστορίας γραφή, ἀλλὰ καὶ αὐτὸς ὁ μετὰ χεῖρας προφήτης διδάσκων διὰ τῶν ἑξῆς ἐπιφερομένων ὡς ἐπιστάντος τοῦ Ἀσσυρίου τῇ πόλει καὶ «πρὸ τοῦ ὑδραγωγοῦ τῆς κολυμβήθρας τῆς ἄνω ὁδοῦ τοῦ ἀγροῦ τοῦ γναφέως ἑστῶτος ἐξῆλθον πρὸς αὐτὸν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σομνᾶς ὁ γραμματεύς», ἀκόλουθόν ἐστι τὰ προκείμενα ἐφαρμόσαι τῇ ἱστορίᾳ. ἔλεγε τοίνυν ὁ Ἑβραῖος ἀρχιερέα γεγονέναι τὸν Σομνᾶν τρυφητήν τινα καὶ τὸν βίον ἄσεμνον ἄνδρα· ὡς καὶ προδοῦναι τὸν λαὸν καὶ αὐτομολῆσαι πρὸς Σεναχηρεὶμ τὸν τῶν Ἀσσυρίων βασιλέα, πρὸς ὃν κελεύεται βαδίζειν ὁ προφήτης εἰς τὸ παστοφόριον, ἢ κατὰ τὸν Σύμμαχον· πρὸς τὸν σκηνοποιοῦντα, ἢ κατὰ τὸν Ἀκύλαν· πρὸς τὸν σκηνοῦντα· οὕτως γὰρ ἡρμήνευσαν οὗτοι τὸ παστοφόριον, εἰπεῖν τε αὐτῷ· Μάτην, ὦ οὗτος, καὶ περιττῶς ἐνθάδε σαυτῷ πρὸς τῇ πέτρᾳ τῇ ὑψηλῇ ἐλατόμησας μνημεῖον, κολάψας ἐν αὐτῷ γράμμασι τὰ τῆς σαυτοῦ μνήμης σύμβολα οὐκ εἰδώς, ὅτι ὅρος ἐξενήνεκται κατὰ σοῦ παρὰ κυρίου σαβαώθ, κελεύων καθαιρεθέντα σε τῆς τιμῆς, ἧς ἐπὶ τοῦ παρόντος μετέχεις, καὶ γυμνωθέντα τῆς περικειμένης σοι στολῆς, τοῦ στεφάνου καὶ τῆς ἄλλης δόξης, πορρωτάτω τῆς ἐνταυθοῖ γῆς, ἐπὶ ξένης τινὸς καὶ μακρὰν ἀπῳκισμένης χώρας ἀποθανεῖν. περιττῶς ἄρα ἐφιλοκάλεις τὸν πολὺν ἐκεῖνον συνάγων πλοῦτον καὶ τὰ ἅρματα καὶ τὸν λοιπὸν τῦφον, ὃν εἰσέτι καὶ νῦν περιβέβλησαι. πάντα γὰρ ταῦτα ἔσται εἰς καταπάτημα, ἐπειδὰν καθαιρεθείης καὶ ἀπόβλητος γένοιο τῆς ἀρχιερωσύνης, ἧς ἀνάξιος ἀπεφάνθης, κριτὴς δὲ ὢν δίκαιος ὁ θεὸς καὶ κατ' ἀξίαν ἑκάστῳ νέμων τὸ πρέπον. σοὶ μὲν ταῦτα ἐποίσει, τὸν δὲ ἕτερόν σου τὸν Ἐλιακεὶμ παῖδα καὶ δοῦλον ἀγαθὸν ἑαυτοῦ εἶναι δοκιμάσας, τὴν σὴν ἐνδύσει στολὴν καὶ τῷ στεφάνῳ τῆς ἀρχιερωσύνης τιμήσει ἐγχειρίσας αὐτῷ, ἣν τέως ἐπὶ τοῦ παρόντος σὺ πεπίστευσαι οἰκονομίαν· ἄξιος γὰρ ὁ ἀνὴρ τούτων. ἐπειδὴ καὶ προαχθεὶς ὑπὸ τοῦ θεοῦ, οὐκ ἔσται σοι ὅμοιος ὑπερήφανός τις καὶ ἀλαζών. χώραν δὲ πατρὸς ἐφέξει πρὸς πάντας τοὺς μέλλοντας ὑπ' αὐτοῦ διοικεῖσθαι· διόπερ ὡς ἠπίῳ καὶ πράῳ τὴν δόξαν Δαυὶδ τοῦ βασιλέως τοῦ πραοτάτου καὶ δικαιοτάτου δώσει, ὥστε ἄρχειν τοῦ λαοῦ μετὰ πολλῆς ἐξουσίας, ὡς μηδένα ἀντιλέξειν τοῖς ὑπ' αὐτοῦ πραττομένοις. ἔσται δὲ ἐρριζωμένος καὶ ἐστηλωμένος καὶ βεβαίως ἱδρυμένος ἐπὶ τὴν αὐτοῦ λειτουργίαν, ὡς πάντα τὸν ἐν τῷ λαῷ ἔνδοξον μὴ ἀγωνιᾶν μηδ' ὑφορᾶσθαι φθόνον ἢ βασκανίαν ἐξ αὐτοῦ γενησομένην ποτέ, πεποιθέναι δὲ ἐπ' αὐτῷ ὡς ἐπὶ πατρί. πάντες γοῦν ἀθρόως ἀπὸ μικροῦ ἕως μεγάλου ἔσονται ἀνηρτημένοι αὐτῷ, θαρροῦντες αὐτοῦ τῇ περὶ πάντας κηδεμονίᾳ. καὶ ταῦτα μὲν ἔσται περὶ τοῦτον, τὰ δὲ προλεχθέντα γενήσεται τῷ Σομνᾷ· κινηθήσεται γὰρ καὶ μετασταθήσεται αὐτὸς οὗτος ὁ νῦν ἐστηριγμένος ἐν τόπῳ πιστῷ, ἐπεὶ μὴ ὀρθῶς μηδὲ πιστῶς διῴκησεν ἣν ἐπιστεύθη οἰκονομίαν, διὸ μεταχθήσεται καὶ ἀφαιρεθήσεται τῆς τιμῆς, καὶ πεσεῖται ἡ δόξα ἀπ' αὐτοῦ· καὶ ταῦτα περὶ αὐτὸν ἔσται, κρίναντος αὐτὸν ταῦτα παθεῖν τοῦ θεοῦ. σωφρονίζει δὲ διὰ τούτων καὶ ἡμᾶς ὁ λόγος παιδεύων, μὴ χαυνοῦσθαι ἐν ταῖς εὐπραγίαις μηδ' ἐπαίρεσθαι ἐν ταῖς ἀρχαῖς, ὡς καὶ τῆς κρίσεως ἀμνημονεῖν τοῦ θεοῦ. εἶτ' ἀκολούθως τῇ πρὸ ταύτης προφητείᾳ τῇ περὶ «τῆς φάραγγος Σιὼν» συνάψειέ τις τὰ προκείμενα καὶ τὸν καιρὸν τοῦ πάθους τοῦ σωτῆρος ἡμῶν ἀνοίσει καὶ αὐτά· τὸν μὲν ἐκπίπτοντα τῆς ἱερωσύνης Σομνᾶν εἰκόνα λέγων εἶναι τῶν κατὰ τὸν Μωσέως νόμον σωματικῶς ἱερωμένων παρὰ Ἰουδαίοις, οὓς μετὰ τὸ πάθος τὸ σωτήριον πείσεσθαι τὰ προφητευόμενα παυομένους τῆς ἱερωσύνης θεσπίζει, τὸν δὲ Ἐλιακεὶμ θεοῦ ἀνάστασιν ἑρμηνευόμενον σύμβολον εἶναι τῆς νέας καὶ καινῆς ἱερωσύνης, ἣν ἡ τοῦ σωτῆρος ἡμῶν ἀνάστασις ἐν τῇ αὐτοῦ ἐκκλησίᾳ καθ' ὅλης τῆς οἰκουμένης συνεστήσατο.
1.83.1
Εἰ μὲν περὶ πραγμάτων πάλαι παρεληλυθότων καὶ τοῖς ἔργοις ἐκ μακροῦ τετελεσμένων μόνων διελάμβανον αἱ περὶ τῶν ἀλλοφύλων προφητεῖαι, περιττὸν ἦν αὐτὰς πολυπραγμονεῖν μηδὲν πρὸς ἡμᾶς περιεχούσας, νῦν δὲ πρὸς τῷ λέγειν τὰ μέλλοντα συμβήσεσθαι τοῖς εἰρημένοις ἔθνεσι καθ' ἑκάστην προφητείαν ἰδιάζων φέρεται λόγος θεοσεβείᾳ προσήκων. ὃ δὴ καὶ θαυμάσαι ἐστίν, ὅπως ἐφ' ἑκάστου ἔθνους ἀφωρισμένως ἰδιάζοντά τινα θεσπίζεται καὶ ἐν τούτοις αὐτοῖς τὰ συντείνοντα εἰς τὸν θεοσεβῆ λόγον πάλιν ἰδίως ἐμφέρεται. αὐτίκα γοῦν ἡ μὲν περὶ Βαβυλῶνος ὅρασις δόγμα καθολικὸν ἀνεκίνει τὸ περὶ τῆς προσδοκωμένης «τοῦ θεοῦ δικαιοκρισίας» καὶ ὡς εἰς ἔσχατον ἐρημίας ἡ Βαβυλὼν ἥξει καθαιρεθείσης ὑπὸ Μήδων τῆς τῶν Ἀσσυρίων ἀρχῆς· οὐ μὴν ὅτι ἔσται θυσιαστήριον ἐν Βαβυλῶνι οὐδ' ὅτι θεοσεβεῖς οἱ ἐν αὐτῇ γενήσονται εἴρηται. ἡ δ' «ὅρασις Αἰγύπτου» οὐκ αὐτῆς ἐρημίας, ἀλλὰ τῆς παρ' αὐτοῖς εἰδωλολατρίας ἐδήλου, πλῆθός τε θεοσεβείας ἔσεσθαί φησι καὶ γνώσεως θεοῦ παρ' αὐτοῖς Αἰγυπτίοις. οὕτω καὶ «τῇ Μωὰβ» ἰδιάζοντά τινα προειπὼν τῶν παρ' αὐτοῖς βωμῶν ἀφανισμὸν ἐπάγει, ἐκκλησίας τε θεοῦ σύστασιν καὶ Χριστοῦ θρόνον ἱδρυθήσεσθαι παρ' αὐτοῖς θεσπίζει. ὡσαύτως καὶ ἐν τοῖς «περὶ Δαμασκοῦ» πλεῖστα ὅσα ἐπενήνεκται περὶ ἐπιστροφῆς τῶν πάλαι τὸν θεὸν μὴ εἰδότων ὅσα τε ἄλλα διειλήφαμεν τὰ κατὰ τοὺς τόπους διερευνώμενοι καὶ ἐπὶ τοῦ παρόντος. τοιγαροῦν τὰ «περὶ Τύρου» λεγόμενα ἔχει μέν τινα ἰδιάζοντα περὶ τῶν ἐπελεύσεσθαι αὐτῇ μελλόντων, καὶ πάλαι πεπλήρωται κατὰ τοὺς τῶν Ἀσσυρίων χρόνους, ὑφ' ὧν πολιορκηθεῖσα πέπονθε τὰ ἐμφερόμενα τῇ προφητείᾳ. ὁ δ' ἐπὶ τέλει τῆς ὑποθέσεως λόγος φάσκων· «καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιος τῷ κυρίῳ· οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου» τὸ κεφάλαιον τῆς προφητείας συντεῖνον εἰς ὑπόθεσιν θεοσεβείας παρίστησι. τὸ ῥῆμα τοίνυν τὸ περὶ Τύρου ἐν τοῖς πρώτοις σημαίνει τὴν ἐπελθοῦσαν τῇ πόλει πολιορκίαν, καθ' ὃν χρόνον ἐπιστὰς ὁ Ἀσσύριος μετὰ τῶν ἄλλων ἐθνῶν καὶ αὐτὴν εἷλε καὶ τὴν Σιδῶνα, ὡς καὶ ἐν ταῖς ἔξωθεν ἐμφέρεται ἱστορίαις. εὕρομεν γοῦν παρὰ τοῖς τὰ Ἀσσύρια γραφῇ παραδεδωκόσιν ὡς ἐπελθὼν ὁ τῶν Βαβυλωνίων βασιλεὺς αὐτὸς ἐκεῖνος ὁ τὰ Ἱεροσόλυμα πορθήσας οὐ μόνην τὴν Παλαιστίνην, ἀλλὰ καὶ τὴν Ἀραβίαν καὶ τὴν Δαμασκὸν καὶ πᾶν τὸ Φοινίκων γένος ἐχειρώσατο. κρίνας γὰρ ὁ θεὸς τὸν χρηματίζοντα αὐτοῦ λαόν, λέγω δὲ τὸν Ἰσραήλ, πικροτέρας ἐπιστρεφείας πεῖραν λαβεῖν διὰ τῆς τῶν Ἀσσυρίων ἐπιθέσεως, οὐδὲ τὰ λοιπὰ παρῆλθεν ἔθνη ἀνεκδίκητα ὅσα ἦν ἐπαναστάντα τῷ Ἰσραὴλ κατὰ τὸν τῆς ἁλώσεως αὐτῶν χρόνον. τίνα δὲ ἦν ταῦτα «τὰ σκηνώματα τῶν Ἰδουμαίων καὶ οἱ Ἰσμαηλῖται, Μωὰβ καὶ οἱ Ἁγαρηνοί, Γεβὰλ καὶ Ἀμμὼν καὶ Ἀμαλήκ, ἀλλοφυλοι μετὰ τῶν κατοικούντων Τύρον»; ὁρᾷς πῶς καὶ Τυρίων ἐμνήσθη ὡς καὶ αὐτῶν ἐπιθεμένων κατὰ τὸν τῆς πολιορκίας τοῦ λαοῦ χρόνον. εἰκότως οὖν ἡ προφητεία καὶ τὰ τῇ Τύρῳ ἐπελευσόμενα σημαίνει καὶ τὸν χρόνον δὲ τῆς ἐρημώσεως Τύρου τοσοῦτον ἔσεσθαί φησιν, ὅσος γέγονε καὶ ὁ τῆς ἐρημίας τῆς Ἰερουσαλήμ. λέγει γοῦν· «καὶ καταλειφθήσεται Τύρος ἑβδομήκοντα ἔτη ὡς χρόνος βασιλέως καὶ ὡς χρόνος ἀνθρώπου ἑνός». ἐν τῷ καιρῷ τοίνυν ἐκείνῳ, καθ' ὃν τὴν τοσαύτην ὑπέμεινεν ἐρημίαν ἡ Τυρίων πόλις, εἰκὸς ἦν αὐτοὺς μηκέτι μηδὲ τῇ συνήθει κεχρῆσθαι ἐμπορίᾳ ναυτικοὺς ὄντας καὶ πάντα πραγματείαις ταῖς διὰ θαλάσσης σχολάζοντας. διὸ λέλεκται· Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται. διὰ τί δὲ Καρχηδόνος ἐν τούτοις μνήμην ἡ προφητεία πεποίηται, ἀλλ' ἐπειδήπερ ἦν τις Τυρίοις καὶ Καρχηδονίοις παλαιᾶς οἰκειότητος σχέσις, τῶν τὴν Ἀφρικὴν οἰκούντων ὑποδεξαμένους ποτὲ τοὺς Τυρίους οἱ καὶ πρῶτοι κτῖσται τῆς Καρχηδόνος γεγόνασιν. ἀφανισθείσης τοίνυν τῆς Τύρου οὐκέτ' ἦσαν οἱ τὰς ἐμπορίας ἐξ αὐτῆς κομίζοντες ἐπὶ Καρχηδόνα οὐδὲ οἱ ἀπὸ τῆς Καρχηδόνος εἰωθότες διαπλεῖν ἐπὶ τὴν Τύρον. διὸ εἴρηται· Ὀλολύξατε, πλοῖα Καρχηδόνος, ὅτι ἀπώλετο, καὶ οὐκέτι ἔρχονται ἐκ γῆς Κιτιέων, ἢ ἐκ γῆς Χεττιεὶμ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. λέγεται δὲ ἡ Κύπρος οὕτω δηλοῦσθαι καὶ Κίτιον εἶναι πόλιν ἐν αὐτῇ, δι' ἧς παρέπλεον οἱ ἀπὸ τῆς Τύρου ναυτιλλόμενοι. τὸ δ' αἴτιον τοῦ μηκέτι τὰς συνήθεις ἐμπορίας τῶν Τυρίων γίγνεσθαι ἑξῆς παρίστησι λέγων· ἦκται αἰχμάλωτος, δῆλον δ' ὅτι ἡ Τύρος. Ἀντὶ δὲ τοῦ· τίνι ὅμοιοι γεγόνασιν; ὁ μὲν Ἀκύλας σιωπήσατε, ὁ δὲ Σύμμαχος σιγήσατε οἱ κατοικοῦντες τὴν νῆσον εἰρήκασιν. ἦν γάρ τις καιρός, ἐν ᾧ ἐμεγαλαύχουν φρυαττόμενοι καὶ ἐπαιρόμενοι καὶ λόγοις ἀλαζονικοῖς χρώμενοι, ἀλλὰ σιωπᾶν αὐτοὺς ταπεινωθέντας ὁ λόγος παρακελεύεται. οἱ δ' αὐτοὶ ἦσάν ποτε μεταβόλοι Φοινίκης, πλοῦτον πολὺν σωρεύοντες ὡς ἀμήτῳ παραβάλλεσθαι αὐτῶν τὸ πλῆθος τῆς πραγματείας, νῦν δὲ πάντων ἀθρόως ἀφῃρημένους καὶ τῶν νομιζομένων αὐτοῖς ἀγαθῶν στερηθέντας, αἰσχύνην καταχέεσθαι προσήκει μὴ μόνους, ἀλλὰ καὶ τοὺς ἐκ γειτόνων αὐτοῖς οἰκοῦντας Σιδωνίους, μονονουχὶ καὶ τῆς θαλάσσης αὐτῆς φωνὴν ἀφιείσης καὶ ἀποθρηνούσης αὐτοὺς διὰ τὸ μηκέτ' ἔχειν οὓς θρέψειε νεανίσκους καὶ παρθένους. ὅτι τὸ παλαιὸν ὥσπερ θαλάσσης ὄντες γεννήματα ὑπ' αὐτῆς ἐτρέφοντο, ὅτε ἤνθει τὰ Τυρίων πράγματα, νῦν δ' ὅτε μηκέτι ἐστίν, εἰκότως ἀποκλάεται αὐτοὺς ἡ θάλασσα καὶ ἡ ἰσχὺς αὐτῶν ἀποθρηνεῖ ὡς ἐπὶ τέκνοις ἀπολωλόσιν ὀλοφυρομένη. ἀλλὰ καὶ ἡ Αἴγυπτος ἐκ γειτόνων φησὶ παρακειμένη ἐν ὀδύνῃ καταστήσεται φροντίζουσα καὶ ἀγωνιῶσα περὶ ἑαυτῆς, μή πη τὰ ὅμοια πάθοι τῇ Τύρῳ. ὧν οὕτω γενομένων, εἰ δύνασθέ φησιν οἱ μετὰ τοὺς ἀπολωλότας ὑπολειφθέντες ἐν τῇ Τύρῳ, διάβητε φεύγοντες ἐπὶ τοὺς ὑμετέρους ἀποίκους τοὺς τὴν Καρχηδόνα οἰκοῦντας. κἀκεῖσε ἀπομείναντες ἀποκλαύσασθε τὴν ἑαυτῶν πατρίδα καταμεμφόμενοι μὴ ἑτέρους ἐφ' οἷς πεπόνθατε, ἀλλὰ τὴν ὑμῶν αὐτῶν ὑπερηφανίαν καὶ τὴν ὕβριν, ᾗ πάντας ἀνθρώπους περιβάλλειν ἐπειρᾶσθε. Τὰ δὲ συμβεβηκότα ὑμῖν, ὦ Τύριοι, μὴ εἱμαρμένης ἐπιγράφετε ἀνάγκῃ, ἀλλὰ ζητήσατε παρ' ἑαυτοῖς, τίς ταῦτα ἐβουλεύσατο, τίς ἔκρινε ταῦτα παθεῖν τὴν ὑμετέραν πατρίδα· ζητοῦντες γὰρ εὑρήσετε θεοῦ δικαίᾳ κρίσει ταῦτα αὐτῇ συμβεβηκέναι· κύριος γὰρ σαβαὼθ ὁ παρὰ μόνοις Ἑβραίοις θεολογούμενος τοῦτον ἐξήνεγκε τὸν ὅρον, οὐ μόνης τῆς Τύρου τὴν ὕβριν καὶ τὴν ὑπερηφανίαν ταπεινῶν, ἀλλὰ καὶ τῶν λοιπῶν ἀθέων καὶ ἀσεβῶν ἐθνῶν. διὸ καὶ «τῇ Βαβυλῶνι» τὰ ὅμοια διὰ τῶν ἔμπροσθεν ἠπείλει καὶ «τῇ Μωὰβ» καὶ «τῇ Δαμασκῷ» καὶ τοῖς λοιποῖς τοῖς προωνομασμένοις· «θεὸς» γάρ «ἐστιν ὑπερηφάνοις ἀντιτασσόμενος, ταπεινοῖς δὲ διδοὺς χάριν». Μηκέτι τοίνυν ἐπαίρου, ὦ αὕτη μεγαλαυχουμένη ἐπὶ τῷ ἐκ θαλάσσης ποριζομένῳ σοι πλούτῳ, ταπεινωθεῖσα δὲ περὶ τὴν σεαυτῆς ἀσχολοῦ γῆν γεωπονοῦσα καὶ ἐκ τῶν ἀπὸ γῆς καρπῶν τρεφομένη· πέπαυται γάρ σοι τὰ ἀπὸ θαλάττης κέρδη. καὶ γὰρ τούτων ἀπολαύουσα οὐκ ἔφερες σαυτῆς τὴν εὐδαιμονίαν, ἀλλ' ἐξύβριζες παροξύνουσα βασιλεῖς πάντας τοὺς πλησιοχώρους. πλὴν οὐκέτι σοι πράττειν ταῦτ' ἐξέσται οὔτε καθ' ἑτέρων οὔτε κατὰ τῆς πλησίον σου Σιδῶνος, ἣν καὶ αὐτὴν ἀδικεῖν ἐπεχείρεις. Ἀλλὰ καὶ εἰ ἀπέλθοις εἰς Κίτιον, τὴν ἀνωτέρω λεχθεῖσαν Κυπρίων πόλιν, ὡς πρὸς γνώριμον καὶ ἐκ παλαιοῦ συνήθη καὶ φίλην, οὐδ' ἐκεῖ ἀνάπαυσις ἔσται σοι τοῦ πανταχόθεν ἐλαύνοντος καὶ ἀποκλείοντός σε. εἰ δὲ καὶ εἰς τὴν Χαλδαίων γῆν αὐτομολῆσαι θελήσειας, ἴσθι ὅτι καὶ ἡ τούτων βασιλικὴ πόλις ἡ Βαβυλὼν ἔρημος ἔσται διὰ τοὺς οἰκήσαντας αὐτὴν ἀσεβεῖς καὶ ὑπερηφάνους ἄνδρας, ὅθεν καὶ ὁ τοῖχος αὐτῆς πέπτωκεν, λέγω δὲ ἡ δύναμις ἡ βασιλική, δι' ἧς τὸ παλαιὸν ὠχύρωτο. Ποίαν τοίνυν ἄλλην καταφυγὴν ἕξεις ἢ ὁπόθεν ἐλπίδα σωτηρίας σεαυτῇ ποριεῖς; διὸ θρηνεῖν εὔλογον τοὺς ἀποίκους τοὺς ὑμετέρους, λέγω δὲ τοὺς Καρχηδονίους, σὲ τὴν Τύρου ὀχύρωμα αὐτῶν ποτε γενομένην, τὰ δὲ προφητευόμενα κατὰ τῆς Τύρον πάντα ἐν ὀλίγοις ἔτεσιν συντελεσθήσεται, ἐν ὅσοις καὶ ἡ τῷ θεῷ ἀφιερωμένη πόλις Ἰερουσαλὴμ κατέστη ἔρημος. ἔκρινε γὰρ ὁ θεὸς ἀνθρώπου ἑνὸς ζωῆς χρόνον, λέγω δὲ ἑβδομήκοντα ἔτη, ἀνορίσαι τῇ μελλούσῃ διαλήψεσθαι ἐρημίᾳ τὴν Τύρον ἢ καὶ βασιλέως ἑνὸς πολυετοῦς ἀρχήν. Ἐν δὲ τούτοις τοῖς ἑβδομήκοντα ἔτεσιν ᾠδὴν καὶ ᾆσμα περὶ τῆς σῆς ἐρημίας ᾄσουσι πάντες ἄνθρωποι οἱ πάλαι σε ἀκριβῶς εἰδότες ὡς ἐπὶ γυναικὶ ἐκπεσούσῃ τῆς ἰδίας τιμῆς. καὶ σὺ δὲ αὐτὴ περίελθε τὸν χρόνον τῆς σῆς ἐρημίας ῥεμβομένη καὶ τόπον ἐκ τόπου μεθισταμένη καὶ εἰς τὰ λοιπὰ ἔθνη ἐκπορνεύουσα, ἅτε δὴ ἐπιλελησμένη ἐκ τοῦ θεοῦ. εἰ δὲ δύνασαι λαβοῦσα τὴν σεαυτῆς κιθάραν μηκέτι πορνικῶς, ἀλλ' ἐπιστημονικῶς χρήσασθαι τῷ σεαυτῷ ὀργάνῳ πολλὰ κιθάρισον καὶ πολλὰ ᾆσον δι' εὐχῶν καὶ ἱκετηρίων τῶν πρὸς τὸν θεόν. οὕτω γὰρ ἔσται σοῦ ποτε μνεία παρὰ τῷ θεῷ, εἰ τοῖς μέλεσι τοῦ σώματος καὶ τοῖς αἰσθητηρίοις αὐτοῖς εὖ ἡρμοσμένοις κιθάρας δίκην ἐπιστημόνως χρήσαιο σωφρόνως βιοῦσα καὶ θεῷ ἀρεσκόντως ᾄδουσα· οὕτω γάρ σου μνεία γενήσεται καταξιώσαντός σε τῆς ἑαυτοῦ μνήμης τοῦ θεοῦ. αὐτίκα γοῦν συμπερανθέντος τοῦ προλελεγμένου χρόνου ἐπισκοπῆς τῆς παρ' αὐτοῦ τεύξῃ καὶ αὖθις ἀποκατασταθήσῃ εἰς τὸ ἀρχαῖον, ὥστε πάλιν συστῆναι ἐν σοὶ ἐμπόριον καὶ τοὺς ἁπανταχόθεν συρρεῖν ἐπὶ σὲ σπεύδοντας καὶ τὰς ἑαυτῶν πραγματείας ἐπὶ σοὶ κομίζοντας. Ταῦτα καὶ τὰ ἐχόμενα τῆς αὐτῆς διανοίας περὶ τῆς καταλαβούσης τὴν Τύρον ἐρημίας, περί τε τῆς ἀνανεώσεως αὐτῆς, ἥτις εἰσέτι καὶ νῦν συνέστηκε, διελθὼν ὁ λόγος ἐπιφέρει· καὶ ἔσται ἡ ἐμπορία αὐτῆς καὶ ὁ μισθὸς ἅγιος τῷ κυρίῳ. τὸ δ' ἀκριβὲς ἐξετάζων τῆς ἀναγνώσεως ἐπέστησα τῇ τοῦ Ἀκύλου ἑρμηνείᾳ φησάσῃ· καὶ ἔσται ἐμπόριον αὐτῆς καὶ μίσθωμα ἡγιασμένον τῷ κυρίῳ. οὕτω δὲ ἀκριβῶς ἡ Ἑβραϊκὴ φωνὴ δίχα τῶν ἄρθρων ἐμπόριον καὶ μίσθωμα περιέχει, οὐ κατὰ τοὺς Ἑβδομήκοντα ἡ ἐμπορία καὶ ὁ μισθός, δι' οὗ δοκεῖ σημαίνεσθαι πᾶσα ἡ ἐμπορία καὶ πᾶς ὁ μισθός, ἀλλὰ κατὰ τὸν Ἀκύλαν ἐμπόριον αὐτῆς καὶ μίσθωμα ἡγιασμένον τῷ κυρίῳ· οὐ γὰρ πᾶν τὸ ἐμπόριον αὐτῆς οὐδὲ πᾶν τὸ μίσθωμα αὐτῆς, ἀλλὰ μέρος τι τοῦ ἐμπορίου καὶ μέρος τι τοῦ μισθοῦ ἔσται ἡγιασμένον τῷ κυρίῳ. ὃ δὴ καὶ πληροῦται καθ' ἡμᾶς αὐτούς· τῆς γὰρ ἐκκλησίας τοῦ θεοῦ ἱδρυμένης ἐν τῇ Τυρίων πόλει, ὥσπερ οὖν καὶ ἐν τοῖς λοιποῖς ἔθνεσι πολλὰ τῶν ἐν αὐτῇ μισθωμάτων, τῶν τε ἐκ πραγματείας ποριζομένων ἁγιάζεται τῷ κυρίῳ προσφερόμενα τῇ ἐκκλησίᾳ αὐτοῦ· ἅπερ οἱ κομίζοντες προσφέρουσι σὺν εὐλαβείᾳ, οὐχ ἑαυτοῖς οὐδ' ἵνα αὐτοὶ χρήσωνται τοῖς τῷ θεῷ προσφερομένοις δώροις, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου, δηλαδὴ τοῖς παρέδροις τοῦ θυσιαστηρίου· «οὕτω γὰρ ὁ κύριος διετάξατο τοῖς τὸ εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ εὐαγγελίου ζῆν», καί· «οἱ τῷ θυσιαστηρίῳ παρεδρεύοντες τῷ θυσιαστηρίῳ συμμερίζονται». τούτοις οὖν αὐτοῖς ὡς ἂν ἱερεῦσι τοῦ θεοῦ τοῖς κατοικοῦσιν ἔναντι κυρίου τὰς ἀπαρχὰς προσφέροντες οἱ δηλωθέντες ἔργῳ πληροῦσι τὴν φάσκουσαν προφητείαν· καὶ ἔσται ἐμπόριον αὐτῆς καὶ μίσθωμα αὐτῆς ἡγιασμένον τῷ κυρίῳ καὶ οὐκ αὐτοῖς συναχθήσεται, ἀλλὰ τοῖς κατοικοῦσιν ἔναντι κυρίου. μετέχει δὲ θαύματος ὁ λόγος, εἰ Τύριοι οἱ εἰδωλολάτραι καὶ πάντοτε τοῦ Ἰσραὴλ ἐχθροὶ ἤμελλον δῶρα καὶ ἀπαρχὰς τῆς ἐμπορίας αὐτῶν τῷ θεῷ τοῦ Ἰσραὴλ προσφέρειν, μεῖζον δὲ τοῦ λόγου τὸ ἀποτέλεσμα τυγχάνει ἔργοις αὐτοῖς καθ' ὑμᾶς πληρούμενον. τούτοις ἑξῆς εἴρηται· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς πλησμονὴν μνημόσυνον ἔναντι κυρίου. ἃ δὴ καὶ ὁ Σύμμαχος σαφέστερον ἡρμήνευσεν εἰπών· τοῖς γὰρ κατοικοῦσιν ἐνώπιον κυρίου ἔσται ἡ ἐμπορία αὐτῆς φαγεῖν εἰς πλησμονὴν καὶ περιβαλέσθαι εἰς τὸ παλαιῶσαι, οἷς ἀκολούθως καὶ τὴν παρὰ τοῖς Ἑβδομήκοντα διάνοιαν ἐφαρμόσομεν· τοῖς γὰρ κατοικοῦσιν ἔναντι κυρίου ἔσται τὰ ἀπὸ τῆς ἐμπορίας αὐτῆς ὥστε φαγεῖν καὶ πιεῖν καὶ ἐμπλησθῆναι εἰς συμβολὴν καὶ εἰς μνημόσυνον ἔναντι κυρίου. εἰ μὲν οὖν εἴη προσκείμενον κατὰ τοὺς Ἑβδομήκοντα τό· πᾶσα ἡ ἐμπορία αὐτῆς φαγεῖν καὶ πιεῖν, ἄλλως ἂν ἀποδοθείη ὁ λόγος, ἐπεὶ δ' οὔτε ἡ Ἑβραϊκὴ ἀνάγνωσις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ πᾶσα ἡ ἐμπορία αὐτῆς εἰρήκασι, μέρος δέ τι τῆς ἐμπορίας αὐτῆς καὶ τοῦ μισθοῦ τοῖς κατοικοῦσιν ἔναντι κυρίου ὑπὸ τῶν πιστῶν τῶν τὴν Τύρον οἰκούντων προσφέρεσθαι δεδηλώκασιν. ἔργῳ δείκνυται τὸ συμπέρασμα τοῦ θεσπίσματος πεπληρωμένον κατὰ ἀποδοθέντα λόγον. τίς δὲ τούτοις ἐντυγχάνων οὐκ ἀποθαυμάσει τὴν πρὸ τοσούτων χρόνων γενομένην πρόρρησιν, ἣ τοὺς εἰδωλολάτρας καὶ ἐκτόπως περὶ τὴν πολύθεον πλάνην ἐπτοημένους, Ἰουδαίων τε ὄντας ἐχθροὺς καὶ πολεμίους πάντοτε εἰς τοσοῦτον ἥξειν μεταβολῆς φησιν, ὡς τὸν παρὰ Ἰουδαίοις τιμώμενον θεὸν γνώσεσθαι καὶ δῶρα αὐτῷ προσάξειν, ἃ δὴ καὶ ταῦτα διὰ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ χάριτος ἔργοις ἀποτελεσθέντα δείκνυται. ἐν τούτοις περιγραφὴν ἔχουσιν αἱ περὶ τῶν ἀλλοφύλων ἐθνῶν προφητεῖαι, τὰ δ' ἑξῆς ἑτέρας ἅπτεται ὑποθέσεως.
1.84.1
Ἀρχόμενος ὁ προφήτης τὰ «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἰερουσαλὴμ» ἑώρα προϊὼν δὲ μετὰ πολλὰ τὰ μεταξὺ λελεγμένα τὰ «περὶ τῶν ἀλλοφύλων», διεξῆλθεν εἶτα μερικὴν μνήμην ποιησάμενος τῶν κατηριθμημένων ἐθνῶν, ἀκολούθως διὰ τῶν προκειμένων καθολικὴν ἐκτίθεται προφητείαν περὶ πάσης θεσπίζων τῆς οἰκουμένης· ἐπειδὴ γὰρ «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς». εἰκότως ὡς ἂν εἰ πάντων ἀνθρώπων κηδόμενος διαστέλλεται τῇ οἰκουμένῃ τὰ περὶ τῆς μελλούσης ἅπαντας ἀνθρώπους διαλήψεσθαι τοῦ θεοῦ κρίσεως, «ἐν ἡμέρᾳ ὅτε κρίνει ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων». ὅτι δὲ τὰ προκείμενα καθολικὴν ποιεῖται διδασκαλίαν γνῴης ἂν ἐπιτηρήσας, ὡς οὔτε τῆς Ἰουδαίας οὔτε τῆς Σαμαρείας, ἀλλ' οὐδὲ Τύρου ἢ Δαμασκοῦ ἢ Βαβυλῶνος ἢ ἄλλου τινὸς ἔθνους, σαφῶς δὲ ὁ λόγος περὶ τῆς συντελείας τοῦ βίου καὶ τῆς μετὰ ταῦτα ἐπιστησομένης κρίσεως διαλαμβάνει, ὡς ἂν πάντες ἄνθρωποι διδαχθεῖεν τὰ τοὺς ἀσεβεῖς διαδεξόμενα μετὰ τὸν ἐνεστῶτα βίον καὶ τὰ τοῖς θεοσεβέσιν ἐν ἀγαθοῖς τεταμιευμένα. ἀρχὴν δὲ ποιεῖται ἀπὸ τῶν σκυθρωποτέρων, ἵν' ἐπὶ τὰ χρηστότερα καταλήξῃ. διό φησιν· Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτήν· κρινομένων γὰρ τῶν ἐπὶ τῆς γῆς καὶ μετατιθεμένων εἰς ἕτερά τινα τοῦ σύμπαντος κόσμου χωρία, ἀκόλουθον ἦν τὸ πάλαι τῶν ἀνθρώπων οἰκητήριον ἔρημον καταλειφθῆναι διὰ τὸ μηκέτ' ὑπάρχειν τοὺς ἐνοικοῦντας ἐν αὐτῷ. καὶ τὸ πρόσωπον δὲ τῆς γῆς φησι, τοῦτ' ἔστι τὴν ἐπιφάνειαν αὐτῆς, ἀνακαλύψει, ὅπως οἱ ἐν αὐτῇ κεκαλυμμένοι εἰς φῶς προέλθοιεν σημαίνοντος τοῦ λόγου τὸν τῆς τῶν νεκρῶν ἀναστάσεως τρόπον. καὶ διασπερεῖ τοὺς ἐνοικοῦντας ἐν αὐτῇ, ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Θεοδοτίωνα διασκορπίσει, ἄλλον ἀλλαχοῦ κατὰ τὴν ἀναλογίαν τῶν ἑκάστου πράξεων· «πολλαὶ» γὰρ «μοναὶ παρὰ τῷ πατρί», μέγας τε καὶ πολὺς ὁ τοῦ θεοῦ κόσμος, ὡς δύνασθαι πάσας ὑποδέχεσθαι καὶ τὰς ἐξ αἰῶνος ἐν τῇ γῇ πεπολιτευμένας ψυχάς, τῶν μὲν ἀσεβῶν τὸν ᾅδην καὶ τὰ ὑπὸ γῆν οἰκητήρια, σκοτείους τε καὶ ἀοράτους μυχοὺς κληρωσαμένων κατὰ τό· «εἰσελεύσονται εἰς τὰ κατώτατα τῆς γῆς· παραδοθήσονται εἰς χεῖρας ῥομφαίας, μερίδες ἀλωπέκων ἔσονται», τῶν δὲ εὐσεβῶν «ἁρπαγησομένων» «ἐν νεφέλαις εἰς ἀπάντησιν τοῦ κυρίου εἰς ἀέρα καὶ οὕτως πάντοτε σὺν κυρίῳ» «γενησομένων». ἐπειδὰν δὲ ἀνακαλυφθῇ τὰ ἐγκεκρυμμένα ἐν τῇ γῇ σώματα, «παραστήσονται» οἱ κρινόμενοι «πρὸ τοῦ βήματος» τοῦ μεγάλου κριτοῦ ἐξ ἴσου «πάντες», ὡς μηδὲν διαφέρειν τοὺς ἐν τῷ θνητῷ βίῳ ποτὲ δόξαντας πλεῖόν τι ἐσχηκέναι ἤτοι ἐπ' ἀξιώματι ἢ γένει ἢ πλούτῳ τῶν ὑποδεεστέρων· «πάντες γὰρ» ἐξ ἴσου τότε «παραστήσονται τῷ βήματι τοῦ Χριστοῦ». ὁμοίως ἱερεὺς καὶ τῷ ἱερεῖ παραπλησίως ὁ λαός, καὶ οἱ ὅμοιοι πάντες· «ἐπεὶ μή» «ἐστι προσωποληψία παρὰ τῷ θεῷ». διὸ εἴρηται καὶ παρὰ τῷ Ἰώβ· «μικρὸς καὶ μέγας ἐκεῖ ἐστι καὶ θεράπων οὐ δεδοικὼς τὸν κύριον αὐτοῦ». καὶ πάλιν ὁμοίως ὁ δοῦλος καὶ ὁ δεσπότης καὶ ἡ ποτὲ δὲ θεράπαινα τῇ νομισθείσῃ ἑαυτῆς κυρίᾳ ἐξ ἴσου στήσεται. ἀλλὰ καὶ ὁ διὰ πλείονα περιουσίαν πωλῶν καὶ ἀγοράζων, ὅ τε διὰ πλοῦτον δανείζων τοῖς δεομένοις ὅμοιος ἔσται τῷ διὰ πενίαν δανιζομένῳ καὶ δι' ἔνδειαν ὠνουμένῳ. Ἑξῆς τοῖς εἰρημένοις συνῆπται τό· φθορᾷ φθαρήσεται ἡ γῆ, καὶ προνομῇ προνομευθήσεται ἡ γῆ· τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα· φωνῆς γὰρ ἀποφαντικῆς θεοῦ διὰ τοῦ προφήτου προενεχθείσης ταῦτα ἔσται τοῖς τὴν χείρονα λῆξιν εἰληχόσιν, οὓς διὰ τὸ γεῶδες φρόνημα γῆν ὀνομάζει. ὥσπερ γάρ ποτε ἐλέχθη τῷ Ἀδάμ· «γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ», οὕτω καὶ τοῖς κατὰ τὸν καιρὸν τῆς τοῦ θεοῦ κρίσεως φιληδόνοις καὶ φιλοσωμάτοις καὶ διὰ τοῦτο γηΐνοις καὶ σαρκίνοις εὑρεθησομένοις ἡ διαφθορᾶς ἠπείληται τιμωρία. διαλήψονται δ' αὐτοὺς καὶ ἄλλαι τινὲς ὥσπερ δήμιοι δίκας εἰσπραττόμενοι, ὧν τετολμήκασιν ἑαυτοὺς μὲν φθορᾷ παραδόντες, τὴν δ' εἰκόνα τοῦ θεοῦ τὴν ἐν αὐτοῖς καθυβρίσαντες. τίνες δ' οὗτοι ἢ πάντως τιμωροὶ καὶ κολαστικοί τινες δαίμονες, οἳ προνομὴν ποιήσονται διαρπάζοντες αὐτῶν τὰς ψυχάς, ὅτε καὶ πενθήσουσιν ἑαυτὰς αἱ πένθους ἄξια διαπραξάμεναι. διὸ καὶ εἴρηται· ἐπένθησεν ἡ γῆ, καὶ ἐφθάρη ἡ οἰκουμένη. τίς δ' ἔστιν ἡ πενθοῦσα γῆ καὶ φθαρεῖσα οἰκουμένη, διασαφεῖ ἐπιφέρων· ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς· μάλιστα γὰρ τούτους ἡ ὀργὴ τοῦ θεοῦ μετελεύσεται, ἐπεὶ «ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν». Ἀντὶ δὲ τοῦ· ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν, ὁ Σύμμαχος· ἡ δὲ γῆ φησιν ἐφονοκτονήθη ὑπὸ τῶν κατοικούντων αὐτήν· οὗτοι γὰρ οἱ προλεχθέντες ὑψηλοὶ τῆς γῆς ἐφονοκτόνησαν αὐτὴν φονῶντες καὶ αἱμάτων αὐτὴν πληρώσαντες. ταῦτα δὲ πέπονθεν ἡ γῆ διὰ τοὺς κατοικοῦντας αὐτήν, διότι παρέβησαν τὸν νόμον καὶ ἤλλαξαν τὸ πρόσταγμα, διεσκέδασαν διαθήκην αἰώνιον· πάντες γὰρ ἄνθρωποι οἱ ἐξ αἰῶνος τὴν οἰκουμένην οἰκήσαντες, «Ἕλληνες ὁμοῦ καὶ βάρβαροι», τὸν φυσικὸν νόμον παρειληφότες καὶ τὰ προστάγματα τοῦ θεοῦ ταῖς αὐτῶν ψυχαῖς ἔχοντες «γεγραμμένα», τήν τε διαθήκην τὴν ἐξ αἰῶνος ἐν ταῖς κοιναῖς ἐννοίαις ὑποδεδεγμένοι, καὶ ἔπειτα ἑαυτοὺς τοῖς παρὰ φύσιν ἁμαρτήμασιν ἐκδεδωκότες, «παραβάται» τοῦ φυσικοῦ γεγόνασι νόμου. διὸ δὴ εὐλόγως παραστήσονται τῷ θείῳ δικαστηρίῳ κριθησόμενοι καὶ λόγον ὑφέξοντες τῆς ἑαυτῶν παραβάσεως. Καὶ διὰ τοῦτο ἀρὰ ἔδεται τὴν γῆν, ὅτι ἡμάρτοσαν οἱ κατοικοῦντες αὐτήν. ὥσπερ δὲ ἐν ἀρχῇ τῆς κοσμοποιΐας μήπω ἁμαρτίας ὑποστάσης «εὐλόγησεν ὁ θεὸς τὸν ἄνθρωπον», οὕτως «ἐπὶ συντελείᾳ τοῦ αἰῶνος» ἀρά φησιν ἔδεται τὴν γῆν, κατὰ δὲ τὸν Σύμμαχον· διὰ ταύτην τὴν ἀρὰν ἐπένθησεν ἡ γῆ· διὰ γὰρ τὴν ἀρὰν τὴν τοῖς ἀνθρώποις ἐπελθοῦσαν ὥσπερ μήτηρ αὐτῶν ποτε γενομένη ἡ γεννήσασα καὶ ἀναθρεψαμένη αὐτοὺς γῆ πένθος ἐπ' αὐτοῖς ἀναλήψεται. καὶ πάλιν ἀντὶ τοῦ· διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐν τῇ γῇ, ὁ Σύμμαχος διὰ τοῦτο ἐκτρυχωθήσονται εἴρηκεν. πάντων δὲ τῶν ἐπὶ γῆς ταῦτα πεισομένων ὀλίγοι τινὲς καταλειφθήσονται οἱ «τὴν εἰκόνα τοῦ ἐπουρανίου» ἐν ταῖς ἑαυτῶν ψυχαῖς διασώσαντες. Ἀντὶ δὲ τοῦ· πενθήσει οἶνος, ὁ Ἀκύλας ἐπένθησεν ὀπωρισμὸς ἐξέδωκε σημαίνων διὰ τοῦ παραδείγματος τῆς ὀπώρας τὸ πρόσκαιρον τοῦ τῶν σωμάτων ὡραϊσμοῦ καὶ τὸ βραχὺ καὶ εὐδιάφορον τῆς τῶν ἀνθρώπων τρυφῆς. τότε δὲ καὶ πάντας στενάξειν φησὶ τοὺς ἐν τῷ παρόντι βίῳ «τὴν πλατεῖαν καὶ εὐρύχωρον» ὡδευκότας, «οἰνοφλυγίαις τε καὶ ἀσωτίαις» τὴν ἑαυτῶν κατατρίψαντας ζωήν· οἱ καὶ μηκέτ' ἔχοντες τὴν τῶν ἡδονῶν ἀπόλαυσιν, ἀλλὰ καὶ ἐλεγχόμενοι ἐφ' αἷς ἔπραξαν αἰσχραῖς καὶ «ἀθεμίτοις» πράξεσιν αἰσχύνην καταχεοῦνται. διὸ λέλεκταί που· «πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, οἱ μὲν εἰς ζωὴν αἰώνιον, οἱ δὲ εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον». ἀλλὰ καὶ ὁ νῦν ἡδὺς οἶνος καὶ τὸ καλούμενον σίκερα, ὅπερ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς μέθυσμα ὠνόμασται, κατ' ἐκεῖνο καιροῦ πικρὸν αὐτοῖς ἔσται. τότε δὲ καὶ πᾶσα πόλις κλείσει οἰκίαν τοῦ μὴ εἰσελθεῖν· οὐκέτι γὰρ ἔσονται πολιτεῖαι ὁποῖαι νῦν, ἐν αἷς οἱ ἀσεβεῖς τὰ ἑαυτῶν πράττουσι καταθύμια. πολλάκις δὲ ὁ λόγος οἴνου μνημονεύσας τὴν τῶν ἀνθρώπων τρυφὴν ᾐνίξατο ἢ τὸ τῆς κακίας μέθυσμα καὶ τὸν τῆς ψυχῆς κάρον παρατρέποντα τὴν διάνοιαν τῶν ὀρθῶν καὶ κατὰ φύσιν λογισμῶν· οὗ μεθύσματος ὥσπερ διανήψαντες οἱ τότε κολαζόμενοι φωνὰς ἀφήσουσι καὶ βοὰς πενθικάς. διὸ ἐπιλέγεται· ὀλολύζετε περὶ τοῦ οἴνου πανταχῇ· πέπαυται πᾶσα εὐφροσύνη. Ἀλλὰ γὰρ μετὰ τὰ προλεχθέντα ἐπιλέγει ἡ προφητεία· ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν, σαφῶς διδάσκουσα περὶ τῆς καθολικῆς κρίσεως εἰρῆσθαι τὰ λελεγμένα. οἷς ἐπιφέρει· ὃν τρόπον ἐάν τις καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς, ὡς μηδένα περιλειφθῆναι τῶν ἀσεβῶν, ἀλλὰ καὶ μέχρις ἑνὸς τὴν κρίσιν τοῦ θεοῦ μετελθεῖν. ἀντὶ δὲ τοῦ· καὶ ἐὰν παύσηται ὁ τρύγητος, οὗτοι φωνῇ βοήσονται, διαστολῇ χρησάμενος ὁ Σύμμαχος δύο κατὰ τὸ αὐτὸ παρέστησε διανοίας εἰπών· ὡς ἐπιφυλλίδες, ἐὰν συντελεσθῇ τρύγητος. εἶτα μέχρι τούτου στήσας τὴν διάνοιαν ἐξ ἑτέρας ἀρχῆς ἐπιφέρει λέγων· οὗτοι ἐπαροῦσι φωνὴν αὐτῶν. τὸ μὲν οὖν πρῶτον τῇ τῶν προτέρων ἀποδέδοται διανοίᾳ· ὡς γὰρ οἱ τὸν τῆς ἐλαίας καρπὸν ἀναλεγόμενοι καλάμοις εἰώθασι διακρούειν καὶ καταπάλλειν μέχρι καὶ μιᾶς εἴ που περιλειφθείη, καὶ ὡς μετὰ τὸν τρύγητον ἐπανιόντες τινὲς ἀναλέγονται ῥῶγάς τινας βραχεῖς ἢ βότρυς τοὺς περιλειφθέντας, τὸν αὐτὸν τρόπον καὶ τοὺς ἀσεβεῖς ἀναλέξονται μέχρις ἑνὸς ὡς μηδένα διαφυγεῖν τὴν τοῦ θεοῦ κρίσιν. ἀλλ' ἐκεῖνοι μὲν ταῦτα πείσονται, οὗτοι δ' ἐπαροῦσι φωνὴν αὐτῶν· τίνες δ' οὗτοι ἀλλ' ἢ οἱ τοῦ κρείττονος τάγματος; εἶεν δ' ἂν οὗτοι οἱ τῆς παρὰ τῷ θεῷ μακαριότητος ἠξιωμένοι. διὸ ἐπιλέγει ἑξῆς ὁ Σύμμαχος· οὗτοι δὲ ἐπαροῦσι φωνὴν αὐτῶν, ἀγαλλιάσονται ἐν τῷ ἐνδοξασθῆναι κύριον, κατὰ δὲ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν οἱ μὲν τῇ κολάσει παραδοθησόμενοι τρύγητον ἔσχατον παθόντες καὶ μέχρις ἑνὸς ἀναλεχθέντες φωνὰς ἀποδώσουσι βοῶντες ἐν τῷ κολάζεσθαι, οἱ δὲ τῆς μερίδος γενόμενοι τοῦ θεοῦ εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου. τότε γὰρ αὐτὸς ὁ κύριος ἐλεύσεται «ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ», «μετὰ δυνάμεως καὶ δόξης πολλῆς». ἐπὶ ταύτῃ τοίνυν τῇ δόξῃ τοῦ ἑαυτῶν κυρίου εὐφρανθήσονται οἱ πάλαι εἰς αὐτὸν ἠλπικότες. ἀντὶ δὲ τοῦ· ταραχθήσεται τὸ ὕδωρ τῆς θαλάσσης, ἤχησαν ὕδατα θαλάσσης ὁ Θεοδοτίων ἡρμήνευσε σημαίνων τὸ μέγεθος τῆς βοῆς, ᾗ χρήσονται οἱ δοξάζοντες τὸν ἑαυτῶν κύριον· ἤχῳ γὰρ θαλάσσης παραβληθήσεται αὐτῶν ἡ φωνή. Καὶ ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται ταῖς ἐκκλησίαις, δηλαδὴ ταῖς πάλαι μεταξὺ τῶν ἀπίστων ἐθνῶν, ὥσπερ ἐν μέσῳ θαλάσσης ἀπειλημμέναις, ἐφ' ἃς ἡ δόξα κυρίου ἐπιλάμψεται τότε. ἐπὶ τούτοις ὁ λόγος ἀνυμνεῖ καὶ ἀναφημεῖ τὸν θεὸν τὸν τὴν δόξαν ἑαυτοῦ ταῖς νήσοις δωρησάμενον. διό φησι· Κύριε ὁ θεὸς Ἰσραήλ, ἀπὸ τῶν πτερύγων τῆς γῆς τέρατα ἠκούσαμεν Ἐλπὶς τῷ εὐσεβεῖ. κατὰ δὲ τὸν Σύμμαχον καὶ τὸν Θεοδοτίωνα· ἀπὸ τῶν πτερύγων τῆς γῆς ψαλμοὺς ἠκούσαμεν, κατὰ δὲ τὸν Ἀκύλαν· μελῳδίας· οἱ γὰρ τῆς μερίδος τοῦ θεοῦ τὴν δικαίαν αὐτοῦ κρίσιν ἀποθαυμάζοντες εὐφραίνονται ἅμα τῇ δόξῃ τοῦ κυρίου καὶ εὐφραινόμενοι ὕμνους αὐτῷ καὶ ψαλμῳδίας εὐχαριστηρίους ἀναπέμπουσιν. ὃ δὴ καὶ ἀποθαυμάζει ὁ προφήτης, εἰ ἀπὸ τῶν περάτων τῆς γῆς καὶ αἱ νῆσοι αἱ τῆς δόξης κυρίου καταξιωθεῖσαι ὕμνους αὐτῷ καὶ ψαλμοὺς ᾄδουσι. σφόδρα ἀκολούθως μνημονευσάντων νήσων, λέγω δὲ τῶν ἐκκλησιῶν καὶ τῶν ἐν αὐταῖς ἐπιτελουμένων, κατὰ καιρὸν ἐμνημόνευσεν εἰπών· ψαλμοὺς ἠκούσαμεν. εἰ δὲ λέγοιτο· τέρατα ἠκούσαμεν ὡς ἐπὶ παραδόξοις τερασίοις τοῦτό φησι· τὸ γὰρ ἀλλόφυλα καὶ ἀλλογενῆ καὶ βάρβαρα ἔθνη τὰ διήκοντα μέχρι τῶν περάτων τῆς γῆς ψαλμοὺς ᾄδειν καὶ τὸν τῶν προφητῶν θεὸν ὑμνεῖν τοὺς πατρῴους θεοὺς ἀποστραφέντα, μέγα τι ἦν καὶ τεράστιον θαῦμα. εἶτ' ἐπιλέγει· Ἐλπὶς τῷ εὐσεβεῖ· ἐπειδὴ γὰρ διῆλθε τὰ τοῖς ἀσεβέσιν ἠπειλημένα, εἶθ' ἑξῆς περὶ τῆς μερίδος τοῦ θεοῦ ἐπήγαγεν, ὡς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου καὶ ἡ δόξα κυρίου ἐν ταῖς νήσοις ἔσται. ὡς δὴ «τὴν δικαιοκρισίαν τοῦ θεοῦ» παραστήσας ἀκολούθως ἐπήγαγε τό· Ἐλπὶς τῷ εὐσεβεῖ· παντὶ γὰρ δικαίῳ καὶ εὐσεβεῖ ἀνδρὶ ἐλπὶς ἀγαθὴ σωτηρίας ἀπόκειται, κἂν ἀλλόφυλος εἶναι δοκῇ κἂν ἀλλότριος τοῦ σπέρματος Ἀβραάμ. ἐπὶ τούτοις κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ εἶπε· τὸ μυστήριόν μου ἐμοί, τὸ μυστήριόν μου ἐμοί· τῶν γὰρ προφητῶν δοξασάντων τὸν θεὸν ἐπὶ τῷ λεχθέντι παραδόξῳ καὶ τῆς τῶν εὐσεβῶν ἐλπίδος μνημονευσάντων, μὴ εἰρηκότων δέ, τίνα καὶ ὁποῖα ἦν τὰ ἐλπιζόμενα, ποθούντων δὲ μαθεῖν καὶ γνῶναι, «ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν», σιωπᾶν αὐτοὺς ὁ θεὸς παρακελεύεται λέγων· τὸ μυστήριόν μου ἐμοί, τὸ μυστήριόν μου ἐμοί· οὐ γὰρ νῦν φησι καιρὸς ἐκφαίνειν· «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη, ἃ ἡτοίμασα τοῖς ἀγαπῶσί με». ταῦτα δὲ ὁ προφήτης ἁγίῳ πνεύματι συνιδὼν ἀποκλάεται τοὺς ἀσεβεῖς διὰ τὸ συνορᾶν αὐτῶν τὴν ἀπώλειαν, καὶ ὥσπερ ἐδόξασε τὸν θεὸν ἐπὶ τῇ τῶν εὐσεβῶν ἐλπίδι, οὕτω τοὺς ἀπολλυμένους δι' ὑπερβολὴν φιλανθρωπίας ἀποθρηνεῖ ἐπιφέρων ἑξῆς· Οὐαὶ τοῖς ἀθετοῦσιν, οἱ ἀθετοῦντες καὶ ἀθεσίαν ἀθετούντων τὸν νόμον. ἀντὶ δὲ τοῦ· Οὐαὶ τοῖς ἀθετοῦσι, κατὰ μὲν τὸν Ἀκύλαν εἴρηται· ὠΐ μοι ἀθετοῦντες ἠθέτησαν, κατὰ δὲ τὸν Σύμμαχον· οἴμοι ἀθετοῦντες ἠθέτησαν. ὁρᾷς ὅπως συνέπασχον τοῖς ἀπολλυμένοις καὶ ὑπερήλγουν αὐτῶν οἱ τοῦ θεοῦ ἄνθρωποι διὰ φιλανθρωπίαν, ὡς εἰς ἑαυτοὺς ἀναστρέφειν τὸν ταλανισμὸν καὶ λέγειν· ὠΐ μοι, ἐφ' οἷς ἠθέτησαν οἱ παραβάται. Εἶθ' ἑξῆς ἐπάγει τὴν κατ' αὐτῶν ἀπειλὴν φάσκων· φόβος καὶ βόθυνος καὶ παγὶς ἐφ' ὑμᾶς τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς· καὶ ἔσται ὁ φεύγων τὸν φόβον ἐμπεσεῖται εἰς τὸν βόθυνον, καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος. καὶ ἐπιλέγει· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνοίχθησαν τὴν ἐπισκοπὴν τοῦ θεοῦ καὶ τὴν ἐποπτικὴν αὐτοῦ θεωρητικὴν τῶν ὅλων δύναμιν αἰνιττόμενος, ἐφορῶσαν τὰ πάντα ὥσπερ διὰ θυρίδων τοῦ οὐρανοῦ, αἳ δοκοῦσι μὲν κεκλεῖσθαι, ἐπειδὰν ἁμαρτάνοντας τοὺς ἐπὶ γῆς παρέρχηται ὁ θεὸς μὴ ἐπεξιὼν τοῖς πλημμελοῦσι· τότε γὰρ ὥσπερ ἀποστραφεὶς οὐδὲ ὁρῶντι τοὺς ἁμαρτάνοντας ἔοικεν. ἐπειδὰν δὲ κρίνῃ ἐπεξελθεῖν τοῖς ἡμαρτηκόσιν, ὥσπερ ἀναπετάννυνται τοῦ οὐρανοῦ αἱ θυρίδες. εἰκὸς δὲ θυρίδας λέγεσθαι οὐρανοῦ τὰς οὐρανίους πύλας, περὶ ὧν εἴρηται· «ἄρατε πύλας, οἱ ἄρχοντες ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης». τότε μὲν οὖν ἀνοιγήσονται πᾶσαι ἐπὶ τῆς τοῦ κυρίου βασιλείας πύλαι, ὅπως δι' αὐτῶν εἰσέρχωνται οἱ βασιλευόμενοι, νυνὶ δὲ ἀνοιχθεισῶν τῶν θυρίδων τοῦ οὐρανοῦ, τί γίνεται; σεισθήσεταί φησι τὰ θεμέλια τῆς γῆς. καὶ ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ. καὶ ταῦτα πάντα πείσεται ἡ γῆ τῶν ποτε κατοικησάντων αὐτὴν οὕτως δηλουμένων· τοιαῦτα δέ φησι πείσεσθαι αὐτοὺς ὡς ἐοικέναι μεθύουσι καὶ κραπαιλῶσιν ἐκ τῆς τῶν κακῶν ὑπερβολῆς. ἔσται δὲ πρὸς τοῖς εἰρημένοις ἡ δηλωθεῖσα γῆ, δῆλον δ' ὅτι ἡ τῶν ἀσεβῶν ψυχὴ ὡς ὀπωροφυλάκιον. τοῦτο δὲ καὶ διὰ τῶν ἔμπροσθεν ἐρημίαν ἐδήλου, ἐν οἷς ἐλέγετο· «Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἰερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται». ταῦτα δὲ συμβήσεται τῇ γῇ, λέγω δὲ τοῖς πάλαι τὴν γῆν οἰκήσασιν, ἐπειδήπερ κατίσχυσεν ἐπ' αὐτῆς ἡ ἀνομία. διὸ ἐπὶ τέλει τοῦ λόγου φησί· καὶ πεσεῖται καὶ οὐ μὴ δύνηται ἀναστῆναι· ἅπαξ μὲν γὰρ πεσοῦσα κατὰ τὴν τοῦ θνητοῦ βίου τελευτὴν ἡ γῆ ἤτοι σὰρξ γεώδης ἢ φιλοσώματος ψυχὴ ἢ οἱ πάλαι τὴν γῆν οἰκήσαντες τῆς καθολικῆς ἀναστάσεως τεύξονται «εἰς τὸ παραστῆναι» «τῷ βήματι τοῦ Χριστοῦ» «καὶ κομίσασθαι ἕκαστον» «τὰ διὰ τοῦ σώματος πρὸς ἃ ἔπραξεν, εἴτ' ἀγαθὸν εἴτε κακόν», ἐπειδὰν δὲ κριθέντες ἐκπέσωσι πάσης ἀγαθῆς ἐλπίδος καὶ ταῖς ἠπειλημέναις κολάσεσι παραδοθῶσι τὸ τηνικαῦτα τοῦ θεοῦ ἐκπεσόντες οὐκέτ' ἀναστῆναι δυνήσονται. Ἀλλὰ γὰρ πληρώσασα ἡ προφητεία τὸν λόγον τὸν περὶ τῶν οἰκητόρων τῆς γῆς ἑξῆς μεταβαίνει ἐπὶ τὸν οὐρανὸν καὶ τὰ οὐράνια λέγων· τῇ δὲ ἡμέρᾳ ἐκείνῃ, λέγω δὲ κατὰ τὸν δηλούμενον τῆς τοῦ θεοῦ κρίσεως καιρόν, ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα, ἐν οἷς τὴν συντέλειαν αἰνίττεται τοῦ παντός, ἐν ᾗ «ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσεται». τότε γὰρ διὰ τὴν σωτήριον διδασκαλίαν «ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες τοῦ οὐρανοῦ πεσοῦνται, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται. ὅτε καὶ φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ, καὶ κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς». ταῦτα δὴ πάντα αἰνιττόμενος ὁ προφητικὸς λόγος διδάσκει λέγων· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἐπάξει ὁ θεὸς ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα. κόσμον δὲ οὐρανοῦ εἴωθε Μωσῆς τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἀποκαλεῖν, ὡς ὅταν λέγῃ· «ἔπεχε μὴ ἀναβλέψας εἰς τὸν οὐρανὸν καὶ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς». διὸ καὶ ἡ παροῦσα προφητεία προϊοῦσα, τίς ποτ' ἦν ὁ κόσμος τοῦ οὐρανοῦ παρίστησιν, ἐν οἷς φησι· καὶ τακήσεται ἡ πλίνθος, καὶ πεσεῖται τὸ τεῖχος. ἀνθ' οὗ ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· καὶ ἐντραπήσεται ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος, ὁ δὲ Ἀκύλας· καὶ καταισχυνθήσεται ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος, ὁμοίως καὶ ὁ Θεοδοτίων· ἐντραπήσεταί φησιν ἡ σελήνη καὶ αἰσχυνθήσεται ὁ ἥλιος. ὁρᾷς ὅτι ἐπάγει ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ τὴν χεῖρα τὴν συντέλειαν τῶν φαινομένων ποιούμενος. ἐὰν δὲ λέγῃ· ἐπάξει ὁ θεὸς τὴν χεῖρα ἐπὶ τὸν κόσμον τοῦ οὐρανοῦ, εἶτα ἐπιφέρῃ· καὶ ἐπὶ τοὺς βασιλεῖς τῆς γῆς· καὶ συνάξει εἰς συναγωγὴν αὐτῆς εἰς δεσμωτήριον καὶ ἀποκλείσουσιν εἰς ὀχύρωμα, δοκεῖ μοι «τοὺς ἄρχοντας τοῦ αἰῶνος τούτου» σημαίνειν διὰ τῶν βασιλέων τῆς γῆς. οὕτω γοῦν καὶ τῷ Δανιὴλ ὁ χρηματίζων αὐτῷ Γαβριὴλ ἐδήλου λέγων· «καὶ ἐξῆλθεν εἰς συνάντησίν μου ἄρχων βασιλείας Περσῶν καὶ ἄρχων βασιλείας Ἑλλήνων καὶ ἄρχων βασιλείας Μήδων». τοὺς τοιούτους ἀοράτους ἄρχοντας τῶν ἐθνῶν βασιλεῖς ἐνταῦθα προσειπὼν ὁ λόγος συναχθήσεσθαι αὐτούς φησιν ὑπὸ τῆς χειρὸς τοῦ θεοῦ καὶ ἐμβληθήσεσθαι εἰς δεσμωτήριον καὶ ἀποκλεισθήσεσθαι εἰς ὀχύρωμα. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· κατὰ τῶν βασιλέων τῶν ἐπὶ τῆς γῆς· καὶ ἀθροισθήσονται ἀθροισμὸν δεσμίου εἰς λάκκον καὶ συγκλεισθήσονται εἰς συγκλεισμόν. ἀκόλουθον γὰρ ἦν τῆς βασιλείας τοῦ Χριστοῦ μελλούσης τότε τοῦ νέου αἰῶνος ἐπικρατεῖν «τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου καὶ τὰ πνευματικὰ τῆς πονηρίας» εἰς τὸν προσήκοντα αὐτοῖς καταβληθῆναι «λάκκον», ὃν αὐτοὶ «ἑαυτοῖς ὤρυξαν»· «λάκκον» γὰρ πᾶς ἀσεβὴς «ὤρυξε καὶ ἀνέσκαψεν αὐτὸν καὶ ἐμπεσεῖται εἰς βόθρον, ὃν εἰργάσατο». ἀλλὰ καὶ συγκλεισθήσονται οἱ δηλωθέντες ἐν τινὶ πρέποντι αὐτοῖς δεσμωτηρίῳ, ἵνα μὴ παρένοχλοι ἐν τοῖς ὑπὸ θεοῦ βασιλευομένοις, ἔσονταί τε ἐν τούτῳ εἰς ὅσον κρινεῖ ἐν αὐτοῖς τοῖς αὐτόθι δεσμοῖς ἐνέχεσθαι ὁ τῶν ὅλων κριτής. διὸ κατὰ τοὺς Ἑβδομήκοντα λέλεκται· διὰ πολλῶν γενεῶν ἐπισκοπὴ ἔσται αὐτῶν, κατὰ δὲ τὸν Σύμμαχον· καὶ μετὰ πολλὰς ἡμέρας ἐπισκεφθήσονται, κατὰ δὲ τὸν Ἀκύλαν· καὶ ἀπὸ πλήθους ἡμερῶν ἐπισκεφθήσονται, κατὰ δὲ τὸν Θεοδοτίωνα· διὰ πολλῶν ἡμερῶν ἐπισκεφθήσονται. ὑπὸ τίνος δ' οὐκ εἴρηται· οὐ γὰρ πρόσκειται ὑπὸ τοῦ θεοῦ, ὡς ἀπόρρητος δὲ ὁ περὶ τούτου σεσιώπηται λόγος. εἶτα καὶ αὐτὸς ὁ ἥλιος αἰσχυνθήσεται ὁρῶν τοὺς πάλαι ὑπ' αὐτῷ φωτιζομένους ἐλέγχῳ τῆς κρίσεως καὶ τιμωρίᾳ ὑποβληθέντας, ὡσαύτως δὲ καὶ ἡ σελήνη ἐντραπήσεται, ὡς μηδὲν εἰς κατόρθωσιν τῶν ἐπὶ γῆς ἠσεβηκότων συμβαλλομένη. ὡσεὶ καὶ οἰκονόμοι τινὲς ἐπιταχθέντες ἐφορᾶν καὶ διέπειν οἰκοδεσπότου οἶκον τοὺς ὑπ' αὐτῶν μακρῷ χρόνῳ γενησομένους ἐπιστάντος τοῦ δεσπότου ἴδοιεν κολαζομένους καὶ διαφόροις τιμωρίαις ὑποβαλλομένους, τὸν αὐτὸν τρόπον καὶ οἱ τῷ μακρῷ αἰῶνι τῇ τοῦ θεοῦ βουλῇ ἐξυπηρετησάμενοι ἥλιος καὶ σελήνη τῶν ὑπὸ τὰς αὐτῶν αὐγὰς ἠσεβηκότων ποτὲ ὑπεχόντων δίκας διατραπήσεσθαι καὶ αἰσχυνθήσεσθαι λέγονται κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς. κατὰ γὰρ τοὺς Ἑβδομήκοντα οὐδεμία ἐν τούτοις μνήμη οὐχ ἡλίου οὐδὲ σελήνης γεγένηται, σφόδρα δὲ κεκαλυμμένως εἴρηται τό· καὶ τακήσεται ἡ πλίνθος καὶ πεσεῖται τὸ τεῖχος, ἀποκρυψάντων ὡς εἰκὸς τῶν ἑρμηνευσάντων τὸν λόγον διὰ τὸ Ἕλλησιν ἐκδιδόναι τὴν γραφὴν καὶ διὰ τὸ ἀπεμφαῖνον τῆς λέξεως. τούτοις ἅπασιν ἐπιφέρεται· ὅτι βασιλεύσει κύριος ἐν Σιὼν καὶ ἐν Ἰερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται· ἔδει γὰρ ἡμᾶς ἐν τῷ περὶ συντελείας λόγῳ καὶ τὰ περὶ τῆς κηρυττομένης τοῦ σωτῆρος ἡμῶν ἐπουρανίου βασιλείας μαθεῖν, ἥτις ἔσται μετὰ τὴν καθαίρεσιν τῶν ἀρχῶν καὶ τῶν ἐξουσιῶν. Σιὼν δὲ καὶ Ἰερουσαλὴμ πολλάκις εἶναι «ἐπουρανίους» ἀπὸ τῆς ἀποστολικῆς μαρτυρίας παρεστήσαμεν· ἔνθα ἡ τοῦ Χριστοῦ βασιλεία στήσεται, ὅτε καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται· οὓς γὰρ κατὰ τὸν παρόντα βίον ἐτίμησεν ἀξιώμασιν ἐκκλησιαστικοῖς πρεσβυτέρους ἀναδείξας, τούτους αὐτοὺς καταξιώσει τῆς αὐτοῦ θεότητος· διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· καὶ ἄντικρυς τῶν πρεσβυτέρων αὐτοῦ δόξα.
1.85.1
Πληρώσας ὁ λόγος τὴν περὶ τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως προφητείαν, ἧς τὸ τέλος τὴν Χριστοῦ βασιλείαν καὶ «τὴν δόξαν τῶν πρεσβυτέρων αὐτοῦ» περιεῖχεν, ἀποθαυμαστικῶς ἀναφωνεῖ λέγων· Κύριε ὁ θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν. νοήσομεν δὲ ὅπως ἦν ἀρχαία ἡ βουλὴ αὕτη ἐπιστήσαντες τῇ φωνῇ τοῦ σωτῆρος τῇ λεγούσῃ τοῖς εἰς τὰ δεξιὰ στησομένοις αὐτοῦ· «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου». καὶ ὁ Ἀπόστολος δὲ ἐντεῦθεν ὁρμώμενος ἔγραφε· «καθὼς ἐξελέξατο ἡμᾶς ἐν αὐτῷ πρὸ καταβολῆς κόσμου, εἶναι ἡμᾶς ἁγίους καὶ ἀμώμους κατενώπιον αὐτοῦ, προορίσας ἡμᾶς εἰς υἱοθεσίαν ἐν αὐτῷ». ἀρχαία τοίνυν ἦν αὕτη ἡ βουλή, καὶ ταῦτα τ' ἦν τὰ θαυμαστὰ ἀληθῶς πράγματα τὰ προωρισμένα μὲν «πρὸ καταβολῆς κόσμου, ἐπὶ συντελείᾳ» δὲ «τῶν αἰώνων» πληρωθησόμενα, ἐπειδὰν «θῇ πάντας τοὺς ἐχθροὺς αὐτοῦ ὑπὸ τοὺς πόδας αὐτοῦ» καὶ «ὅταν καταργήσῃ πᾶσαν ἀρχὴν καὶ πᾶσαν ἐξουσίαν καὶ δύναμιν». τὸ τηνικαῦτα πάσης κακίας ἐκποδὼν ἀρθείσης καὶ «τοῦ ἐσχάτου ἐχθροῦ τοῦ θανάτου καταργηθέντος», «ὁ μὲν θεὸς ἔσται» «πάντα ἐν πᾶσιν». ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν τοῦ νέου αἰῶνος βασιλεύων «ἐνώπιον τῶν πρεσβυτέρων δοξασθήσεται», ὅτε καὶ «πάντες οἱ ἅγιοι αὐτοῦ» «ἐν ζωῇ βασιλεύσουσι» τῷ ἑαυτῶν σωτῆρι «συμβασιλεύοντες». αὕτη ἦν ἡ ἀρχαία βουλή, καὶ ταῦτα τὰ θαυμαστὰ πράγματα, ἐφ' οἷς ἀποθαυμάζων ὁ προφήτης δοξάζει τὸν θεόν. εἶτ' ἐπευχόμενος ταῦτα γενέσθαι ἐπιλέγει· γένοιτο, σπεύδων ὥσπερ καὶ ἐπιθυμῶν ᾗ τάχος ἐπιστῆναι τὸ τῶν ἀγαθῶν τέλος. ἀρχαία μὲν ἦν ἡ βουλὴ αὕτη διὰ τὴν πρόγνωσιν καὶ τὸν προορισμὸν τοῦ θεοῦ, ἀληθινὴ δὲ διὰ τὴν τοῦ τέλους ἔκβασιν. ἀλλ' ὑπὲρ μὲν τῶν καταξιωθησομένων τῆς μακαριότητος ἐπηύξατο εἰπών· γένοιτο, περὶ δὲ τῶν παρεληλυθότων ἐν τῷ θνητῷ βίῳ ἐπιλέγει· ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια· τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. καὶ ἐπὶ τούτοις οὖν φησι· δοξάσω σε, ὅτι τῶν ἀσεβῶν περιεῖλες τὰς πόλεις ἀφανίσας αὐτῶν τὰς ἀθέους πολιτείας καὶ τὰ ἀσεβῆ οἰκοδομήματα. οἵ γε μὴν διασωθέντες ἐξ αὐτῶν ἐκείνων εὐλογήσουσί σε, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· δοξάσουσί σε. εἰσὶ δ' οὗτοι λαὸς ὁ διὰ σὲ πτωχεύσας κατὰ τὸν πρότερον αἰῶνα καὶ πόλεις τῶν πάλαι ἀδικουμένων ἀνθρώπων, οὓς ἠδίκουν οἱ διῶκται τῆς θεοσεβείας. οὗτοι εὐλογήσουσί σε ἐν τῇ ἐκκλησίᾳ σου ἐν διαφόροις πολιτεύμασιν ἐξετασθέντες καὶ δικαίως εὐλογήσουσιν, ἐπειδήπερ ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη. καὶ ὅτε γὰρ ἦσαν ταπεινοὶ καὶ ἐν ἀθυμίᾳ καὶ ἐνδείᾳ πάσης τρυφῆς μεταξὺ τῶν φαύλων ἀναστρεφόμενοι, σὺ αὐτῶν ἦσθα βοηθὸς καὶ σκέπη, ἀλλὰ καὶ διψώντων κατ' ἐκεῖνο καιροῦ, ὡς λέγειν· «ἐδίψησέ σοι ἡ ψυχή μου», καί· «ἐδίψησεν ἡ ψυχή μου πρὸς τὸν θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα». σὺ πάλιν ἦσθα πηγὴ δροσίζων αὐτοὺς καὶ ποτίζων τῇ τοῦ ἁγίου πνεύματος ἐπιρροῇ καὶ σὺ τῆς ὀλιγοψυχίας αὐτοὺς ἀνεκτῷ ἐνισχύων αὐτοὺς τῇ δυνάμει τοῦ μονογενοῦς σου λόγου. Ἵνα δὲ μὴ περὶ αὐτῶν ταῦτα λέγεσθαι ὑπολάβωσιν Ἰουδαίων παῖδες ἀναγκαίως τὴν εἰς πάντα τὰ ἔθνη χυθεῖσαν τοῦ Χριστοῦ χάριν, ἐπιφέρει λέγων· καὶ ποιήσει κύριος σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν ἐπὶ τὸ ὄρος τοῦτο. τί δὲ ποιήσει, κατὰ μὲν τοὺς λοιποὺς ἑρμηνευτὰς ποτὸν ἑξῆς εἴρηται, κατὰ δὲ τοὺς Ἑβδομήκοντα· πίονταί φησιν εὐφροσύνην, πίονται οἶνον· συμπόσιον τοίνυν οὐ τῷ Ἰσραὴλ οὐδὲ τῷ Ἰουδαίων λαῷ, πᾶσι δὲ τοῖς ἔθνεσι παρασκευάσειν τὸν κύριον ἐν τούτοις θεσπίζει. οὐκ ἐν κοιλώμασι γῆς οὐδ' ἐν φάραγξιν οὐδ' ἐν πεδιάσιν, ἀλλ' οὐδ' ἐν πολλοῖς ὄρεσιν οὐδ' ὡς ἔτυχεν ἐπί τινος ἑνὸς ὄρους, ἀλλ' ἐν ἐκείνῳ, ὅπερ δεικνὺς ἔλεγεν· ἐπὶ τὸ ὄρος τοῦτο. ποῖον δὲ ἦν τοῦτο ἢ περὶ οὗ μικρῷ πρόσθεν ἔλεγεν· «ὅτι βασιλεύσει κύριος ἐν τῷ ὄρει Σιὼν καὶ ἐν Ἰερουσαλὴμ καὶ ἐνώπιον τῶν πρεσβυτέρων αὐτοῦ δοξασθήσεται»· ἐν γὰρ τῷ ὄρει τῆς αὐτοῦ βασιλείας, ἐν ᾧ καὶ τὴν δόξαν ἑαυτοῦ τοῖς αὐτοῦ «πρεσβυτέροις» παρέξει, ἐκεῖ τὸ συμπόσιον καὶ τοῖς ἔθνεσι παρασκευάσας τὸ τῆς ἀθανασίας αὐτοῖς ποτὸν δωρήσεται. διὸ λέλεκται· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον. παρίστησι δὲ τὸ ὄρος ὁ Ἀπόστολος εἰπών· «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς». ἐνταῦθα τοίνυν γενόμενοι οὐχ ὁ Ἰσραήλ, ἀλλ' οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν καταξιούμενοι τῶν ἐπαγγελιῶν πίονται εὐφροσύνην καὶ πίονται τὸν ἐκ «τῆς ἀληθινῆς ἀμπέλου» οἶνον, περὶ οὗ ὁ σωτὴρ ἔλεγεν· «οὐ μὴ πίω αὐτὸ ἕως ἂν πίω αὐτὸ καινὸν μεθ' ὑμῶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν». καὶ χρίσονται μύρον οὐκέτι «τὸν ἀρραβῶνα τοῦ ἁγίου πνεύματος» ληψόμενοι, ἀλλ' αὐτοῦ «τοῦ πληρώματος τῆς θεότητος» τοῦ υἱοῦ τοῦ θεοῦ μεθέξοντες, καὶ οὐκέτι «ἐκ μέρους γινώσκοντες καὶ ἐκ μέρους προφητεύοντες», ἀλλ' ἐκ τοῦ τελείου «μέτοχοι τοῦ Χριστοῦ γενησόμενοι», ὡς καὶ αὐτοὺς ἀποφανθῆναι «χρηστοὺς» καὶ «θεοῦ υἱοὺς καὶ κληρονόμους θεοῦ καὶ συγκληρονόμους Χριστοῦ». τούτων δ' εἰκόνας ἡμῖν καὶ σύμβολα ἐν τοῖς μυστηρίοις τῆς καινῆς διαθήκης διὰ τοῦ μυστικοῦ χρίσματος καὶ τοῦ σωτηρίου αἵματος ὁ εὐαγγελικὸς παρέδωκε λόγος, ἵν' ἐν τούτοις δοκιμασθέντες καὶ τῶν κρειττόνων μεταλάβοιμεν. ταῦτα αὐτὰ τὰ εἰρημένα παράδος φησὶ τοῖς ἔθνεσιν· ὁ γὰρ Ἰσραὴλ οὐκ ἄξιος τούτων. ὥσπερ δέ τις παραθήκην ἐν μυστηρίῳ παραδίδωσιν, οὕτω φησὶ τὸν περὶ τῶν λεχθέντων μυστικὸν λόγον· παράδος πᾶσι τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. διόπερ εἰκότως ἐδόξαζεν ὁ προφήτης ἐκπληττόμενος τὴν τοῦ θεοῦ χάριν, ἐν οἷς ἔφασκεν· «ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν ἀληθινήν». τούτοις ἑξῆς, ὅπως τὰ ἔθνη τὰ ἐξ αἰῶνος ἄθεα καὶ ἀνέλπιστα διὰ τὸ εἰδώλοις καὶ δαίμοσι προσανέχειν τεύξεται τούτων, διασαφεῖ λέγων· κατέπιεν ὁ θάνατος ἰσχύσας. ἀλλ' ὅμως ὁ φιλάνθρωπος τῶν ὅλων σωτὴρ ῥυσάμενος τοῦ θανάτου τὰς τῶν ἀνθρώπων ψυχάς, τῆς τε πολυθέου καὶ δαιμονικῆς πλάνης ἐλευθερώσας ἀφεῖλε πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ ἀφεῖλεν ἀπὸ πάσης τῆς γῆς· ὄνειδος δὲ ἦν τοῦ λαοῦ τοῦ ἐξ ἐθνῶν ἡ κρατήσασα αὐτῶν εἰδωλολατρία· ὅπερ ὄνειδος ἀφεῖλεν ὁ θεὸς καὶ τὸ ἐπὶ τούτῳ δάκρυον τῶν διὰ φιλανθρωπίαν τὴν τῶν τοσούτων ψυχῶν ἀποκλαομένων ἀπώλειαν. ταῦτα μὲν οὖν κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν· κατὰ δὲ τοὺς λοιποὺς ἑτέραν παρίστησι διάνοιαν ὁ λόγος, ἣν ὁ Σύμμαχος σαφέστερον ἐξέδωκε τοῦτον εἰπὼν τὸν τρόπον· καὶ καταποντιεῖ ἐν τῷ ὄρει τούτῳ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάζοντος πάντων τῶν ἐθνῶν, καὶ ἡ χρίσις ἡ κεχρισμένη κατὰ πάντων τῶν ἐθνῶν καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. καὶ ἐξαλείψει κύριος ὁ θεὸς ἀπὸ προσώπου πᾶν δάκρυον καὶ τὸ ὄνειδος τοῦ λαοῦ αὐτοῦ περιελεῖ ἀπὸ πάσης τῆς γῆς, ὅτι κύριος ἐλάλησεν. ἰσοδυναμεῖ δὲ τούτοις καὶ τὰ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς, ὧν ὁ νοῦς τοιοῦτος εἶναί μοι δοκεῖ· κατὰ τὸν δηλωθέντα χρόνον ἐπειδὰν ἐν τῷ ἀποδοθέντι ὄρει πᾶσι τοῖς ἔθνεσι τὸ συμπόσιον ποιήσας ὁ κύριος καταξιώσῃ μετασχεῖν τοῦ οἴνου καὶ τοῦ μύρου καὶ τῶν ἀρρήτων αὐτοῦ μυστηρίων τὸ τηνικαῦτα καταποθῆναι ποιήσει καὶ ἀφανὲς γενέσθαι τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ τοῦ ἐξουσιάσαντος πάντων τῶν ἐθνῶν, τοῦτ' ἔστι τοῦ θανάτου, οὕτως δὲ αὐτὸ καταποντιεῖ ὁ ἐν τῷ προλεχθέντι ὄρει βασιλεύων κύριος, ὡς μηκέτι φαίνεσθαί που αὐτόν, λέγω δὲ τὸν θάνατον, ὃν ἐνταῦθα μὲν ἡ προφητεία ἐξουσιαστὴν ὠνόμασεν, ὁ δ' Ἀπόστολος οὐκ ὤκνησε καὶ βασιλέα προσειπεῖν φήσας· «ἐβασίλευσεν ὁ θάνατος ἀπὸ Ἀδὰμ μέχρι Μωσέως», ἐπεὶ τοίνυν «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». εἰκότως ἐνταῦθά φησιν ὁ λόγος ἀπολεῖσθαι τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ. ἀντὶ δὲ τοῦ· τὸ πρόσωπον τοῦ ἐξουσιαστοῦ, τὸ πρόσωπον τῆς σκοτίας ὁ Ἀκύλας καὶ ὁ Θεοδοτίων ἐκδεδώκασι. τίς δ' ἦν ἡ σκοτία, ἢ ὁ ἀφεγγὴς καὶ σκότου πλήρης τοῦ θανάτου χῶρος; τότε τοίνυν, ὅτε τῷ υἱῷ τοῦ θεοῦ «ἅγιοι συμβασιλεύσουσιν», αὐτὸς ὁ θάνατος ὁ πάλαι καταπίνων τοὺς πάντας καταποθήσεται. αἴτιον δὲ τούτου ἔσται ἡ χρῖσις ἡ κεχρισμένη εἰς πάντα τὰ ἔθνη· χρισθέντες γὰρ τῷ χρίσματι οὐκέτ' ὑποχείριοι γενήσονται θανάτῳ, ἀθανασίας δὲ καὶ ζωῆς αἰωνίου μετασχόντες τὸν θάνατον ἀνενέργητον καὶ ὥσπερ νεκρὸν καταστήσουσι. διὸ λέλεκται· ἡ χρῖσις ἡ κεχρισμένη κατὰ πάντων τῶν ἐθνῶν καταποθῆναι ποιήσει τὸν θάνατον εἰς τέλος. καὶ δὴ τοῦ θανάτου ἐκποδὼν γενομένου ἐξαλείψειν κύριος ὁ θεὸς λέγεται πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου καὶ τὸν ὄνειδον τοῦ λαοῦ αὐτοῦ περιελεῖν· ὄνειδος γὰρ ἦν οὐ μικρὸν «τοῖς κατ' εἰκόνα θεοῦ πεποιημένοις ἀνθρώποις» τὸ ἐκπεσεῖν τῆς αἰωνίου ζωῆς καὶ θανάτῳ ὑποβληθῆναι. ἀλλ' ἀρθήσεται τὸ ὄνειδος «τοῦ μὲν θανάτου καταργηθέντος» καὶ τοῦ σκότους ἀφανισθέντος, τῆς δὲ τοῦ Χριστοῦ βασιλείας ἐν αἰωνίῳ ζωῇ διαλαμπούσης ἀπολαύσουσιν οἱ ἐξ ἁπάντων τῶν ἐθνῶν τῶν μὲν προτέρων ἠλευθερωμένοι κακῶν. τῶν δ' ἐπαγγελιῶν τοῦ θεοῦ καταξιωθησόμενοι.
1.86.1
Καταποθέντος τοῦ θανάτου κατὰ τὸν τῆς ἀναστάσεως καιρὸν οἱ τοῦ νέου αἰῶνος υἱοὶ τῇ ἡμέρᾳ ἐκείνῃ εὐχαριστήριον ᾄσουσιν ᾠδήν, ὁρῶντες ἐν δόξῃ τὸν ἑαυτῶν σωτῆρα, καὶ ἐροῦσιν Ἰδοὺ ὁ θεὸς ἡμῶν, ἐφ' ᾧ ἠλπίζομεν· πάλαι μὲν γὰρ αὐτὸν ἐν ἐλπίσιν εἴχομεν πιστεύοντες ταῖς θείαις περὶ αὐτοῦ διδασκαλίαις, νυνὶ δὲ καὶ ὀφθαλμοῖς ὁρῶμεν αὐτόν, διὸ ὑπεμείναμεν πάλαι τὰ ἐπιόντα ἡμῖν λυπηρά. καὶ οἱ μὲν ταῦτα ἐροῦσιν, ὁ δὲ ἀνάπαυσιν αὐτοῖς δώσει ἐν τῷ προλεχθέντι τῆς βασιλείας αὐτοῦ ὄρει. καὶ οὗτοι μὲν τῶν ἐπηγγελμένων ἀγαθῶν ἀπολαύσουσιν, ἡ δὲ Μωαβῖτις, κατὰ δὲ τὴν Ἑβραϊκὴν φωνὴν Μωάβ, τιμωρίαν ὑφέξει τῆς ἑαυτοῦ ἀθεότητος· καταπατηθήσεται γὰρ τρόπον ἅλωνος ἐν ἁμάξαις, ὥστ' ἀσθενῆσαι καὶ ἐξατονῆσαι τὰς χεῖρας αὐτοῦ ἀπὸ ἐκλύσεως. διό φησιν ὁ Ἀκύλας· καὶ ἀλοηθήσεται ἡ Μωὰβ ὑποκάτω αὐτοῦ ὡς ἀλοᾶται ἄχυρα, κατὰ δὲ τὸν Σύμμαχον· καὶ ἀλοήσομέν φησι τὴν Μωὰβ ὡς ἀλοητὸν ἀχύρου εἰς πηλόν. τίνες δέ εἰσιν οἱ καταπατοῦντες αὐτὸν καὶ ἀλοῶντες ἑξῆς παρίστησιν ἐπιφέρων· «καὶ πατήσουσιν αὐτὸν πόδες πραέων καὶ ταπεινῶν βήματα πενήτων». οἶμαι δ' ἐνταῦθα Μωὰβ λέγεσθαι τὸν πονηρὸν δαίμονα καὶ τὴν ἀντικειμένην δύναμιν τὴν πάλαι παρὰ τοῖς Μωαβίταις ὡς θεὸν τιμωμένην, ἥτις ἐπειδὴ μέγα ἐφρόνει κατεπαιρομένη τοῦ θεοῦ Ἰσραήλ. καὶ τὸ ὑφ' ἑαυτὴν ἔθνος ἐπιτρίβουσα, ὡς καὶ ἐπ' αὐτοῦ Μωσέως τοιαῦτα τολμῆσαι, ὡς ἐκπορνεῦσαι τὸν λαὸν καὶ «τελεσθῆναι τῷ Βεελφεγώρ»· τοῦτο δ' ἦν τὸ τῶν Μωαβιτῶν εἴδωλον· τούτου χάριν τὰ προκείμενα περὶ αὐτῆς ὡς περὶ δεινῆς τινος καὶ θεομάχου δυνάμεως προφητεύεται. καὶ ἐν τῇ ὁράσει δὲ τῇ περὶ τῆς Μωὰβ περὶ τοῦ αὐτοῦ δαίμονος πρὸς αὐτὴν ἐλέγετο τὴν Μωάβ· «ὅτι ἤρθη ἡ συμμαχία σου, καὶ ὁ ἄρχων ἀπώλετο καταπατῶν ἐπὶ τῆς γῆς». ἐπειδὴ οὖν φοβερός τις ἐνομίζετο τῷ Ἰουδαίων λαῷ ὁ πονηρὸς οὗτος δαίμων, τὸ διαδεξόμενον αὐτὸν κατὰ τὸν καιρὸν τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως τέλος ἡ παροῦσα προφητεία διδάσκει ἐν τῷ λέγειν· καὶ καταπατηθήσεται ὁ Μωάβ, καὶ ἀνήσει τὰς χεῖρας αὐτοῦ· ὃν τρόπον γὰρ αὐτός φησιν ἐταπείνωσεν ἑτέρους τοῦ ἀπολέσαι, οὕτως καὶ αὐτὸς τὰ ὅμοια πείσεται. ὁ δὲ Σύμμαχος· καὶ ἀλοήσομέν φησι τὴν Μωὰβ ὑποκάτω αὐτῆς ὡς ἀλοητὸν ἀχύρου εἰς πηλόν· καὶ ἐξαπλώσει τὰς χεῖρας αὐτοῦ ἀλοώμενος καὶ καταπατούμενος καθὼς ἀναπλώσῃ ὁ λουόμενος εἰς τὸ κολυμβῆσαι, καὶ ταπεινωθήσεται ὑπερηφανία αὐτοῦ σὺν τοῖς καταρράγμασι τῶν χειρῶν αὐτοῦ· καὶ τὸ ὀχύρωμα τοῦ ὕψους τῶν τοίχων σου κύψει καὶ κολληθήσεται εἰς γῆν. τεῖχος δὲ καὶ ὀχύρωμα αὐτοῦ αἱ δυνάμεις ἦσαν αὐτοῦ, αἷς ὠχύρωτο, ἃς καὶ αὐτὰς καθαιρεθήσεσθαί φησιν ὁ λόγος, δι' ἑνὸς δὲ τοῦ πάλαι τῶν Μωαβιτῶν κρατήσαντος πονηροῦ δαίμονος καὶ τὰ τοῖς λοιποῖς τοῖς δὴ νομισθεῖσι θεοῖς συμβήσομαι διδάσκει ἐξ ἑνὸς παραδείγματος ἡμῖν καταλείπων νοεῖν καὶ τὰ ταῖς λοιπαῖς ἀντικειμέναις δυνάμεσιν ἐπελευσόμενα. Ἔδει γὰρ ἡμᾶς προμαθόντας, ὁποῖον ἔσται τοῦ θανάτου τὸ τέλος κατὰ τὸν τῆς κρίσεως καιρὸν καὶ τῶν λοιπῶν ἀντικειμένων δυνάμεων, μὴ ἀγνοῆσαι τὴν ἀπώλειαν, μεθ' ἣν τοῦ σωτῆρος ἡμῶν τὴν αὐτοῦ βασιλείαν ἀπειληφότος ἐν τῷ ἐπουρανίῳ ὄρει οἱ τῶν ἐπαγγελιῶν ἄξιοι ᾄσονται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τὸ ἐπουράνιον ᾆσμα «ἐν τῇ ἐπουρανίῳ γενόμενοι Ἰερουσαλήμ», ἣν ἐπὶ τοῦ παρόντος Ἰουδαίαν ὠνόμασεν ὁ λόγος, ἀκολούθως τῇ χώρᾳ τῆς ἐπιγείου Ἰερουσαλήμ· οὕτως γὰρ ὁμοῦ καὶ τοῖς ἀκροωμένοις τοῦ τῶν Ἰουδαίων λαοῦ παισὶ θυμηδίαν τινὰ καὶ προτροπὴν εἰς τὴν τῶν προκειμένων ἐλπίδα παρεῖχεν. ὁμοῦ καὶ τὴν ἀληθινὴν παρίστη Ἰουδαίαν «τῆς ἐπουρανίου Ἰερουσαλὴμ» τὴν χώραν καὶ τὸ μέγα πλάτος ὧδέ πη σημαίνων, ἵν' ὁ μὲν τόπος νοῆται Ἰουδαία, τὸ δ' ἐν αὐτῇ θεοσεβὲς πολίτευμα τῶν θείων καὶ εὐαγγελικῶν πνευμάτων «ἡ τοῦ θεοῦ πόλις»· ἔνθα γενόμενοι τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τὸ ἐπιλεγόμενον. ποῖον δὲ ᾆσμα ᾄσονται οἱ διὰ τῆς προφητείας δηλούμενοι, ἐντεῦθεν ἤδη τὸ πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου παραδίδωσιν ἐξ αὐτῶν ἐκείνων προσώπου θεσπίζον καὶ λέγον· Ἰδοὺ πόλις ὀχυρὰ τὸ σωτήριον ἡμῶν· οὐ γὰρ ἦν ἡ κάτω ἐπὶ γῆς πόλις ὀχυρὰ πολλάκις ὑπὸ πολεμίων ἁλοῦσα, αὕτη δὲ ἀληθῶς ὀχυρὰ τοῦ θεοῦ τυγχάνει πόλις, καὶ τοῦτ' ἔστι τὸ σωτήριον ἡμῶν. κατὰ δὲ τὸν Σύμμαχον ἐροῦσιν οἱ ᾄδοντες τὸ ᾆσμα· Πόλιν ἰσχυρὰν ἔχομεν, κατὰ δὲ τὸν Ἀκύλαν· πόλις κράτους ἡμῖν σωτήριον, ἡ δὲ Ἑβραϊκὴ λέξις ἀντὶ τοῦ σωτηρίαν καὶ ἀντὶ τοῦ σωτήριον τὸ ὄνομα Ἰησοῦ λευκῶς οὕτως περιέχει, αὐτοῖς γράμμασιν οἷς ὁ σωτὴρ ἡμῶν Ἑβραϊκῶς γράφεται· αὐτὸς οὖν ἔσται ὁ σωτὴρ ἡμῶν ἡ τῶν μακαρίων πόλις, αὐτὸς καὶ τεῖχος αὐτῶν καὶ περίτειχος. Καὶ πάντα αὐτοῖς αὐτὸς ἔσται, νοουμένης δὲ «Ἰερουσαλὴμ ἐπουρανίου» ἀκόλουθόν ἐστι νοεῖν καὶ πύλας αὐτῆς τὰς διαφόρους τῶν αὐτόθι μονῶν εἰσόδους, ἃς ἀνοιγῆναι βούλεται οὐκ Ἰουδαίοις ἀλλ' οὐδὲ τῷ Ἰσραὴλ οὐδὲ τοῖς τυχοῦσιν ἁπλῶς, μόνοις δὲ τοῖς φυλάττουσι δικαιοσύνην καὶ ἀλήθειαν καὶ εἰρήνην. διὸ ἐπιλέγει· ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάσσων ἀλήθειαν, ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. τούτων δὲ τῶν πυλῶν ἐφιέμενος θεοφιλής τις ἀνὴρ ἔλεγεν· «ἀνοίξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ». ἄξιον δέ φησιν ἀνοῖξαι τὰς πύλας τοῖς προλεχθεῖσιν, ἐπειδήπερ ἐπὶ σοὶ ἤλπισαν, κύριε ὁ θεός, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς καὶ κατάξεις ἕως ἐδάφους. ὅμοια δ' ἂν εἴη ταῦτα τοῖς ἔμπροσθεν εἰρημένοις ἐν τῷ· «ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια». καὶ νῦν οὖν «τὴν δικαιοκρισίαν τοῦ θεοῦ» παριστὰς τὴν αὐτὴν ἐπαναλαμβάνει διάνοιαν δοξάζων αὐτὸν καὶ λέγων· ὁ θεὸς ὁ μέγας ὁ αἰώνιος, ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς, ἀλλ' ἐκείνους μὲν ἐκ τοῦ ὕψους κατέβαλες ταπεινώσας καὶ τὰς πόλεις αὐτῶν καθεῖλες συντέλειαν τοῦ θνητοῦ βίου ποιούμενος ἢ τὰς ἀθέους αὐτῶν καὶ ἀσεβεῖς πολιτείας ἀφανεῖς ποιήσας, τοὺς δὲ σοὺς πράους ἄνδρας, οὓς ἐμακάριζες φήσας· «μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν». τούτους ταπεινοὺς ὄντας πρότερον νῦν κατὰ τὸν τῆς δικαιοκρισίας σου καιρὸν ἀνύψωσας καταπατεῖν αὐτοὺς ποιήσας τὰς τῶν πάλαι ὑπερηφάνων κεφαλάς. εἶτ' εὐθεῖα ἡ ὁδὸς τῶν εὐσεβῶν ἐγενήθη· μηκέτι γὰρ μηδενὸς ὄντος ἐμποδὼν ἀκώλυτος καὶ ἀπαραπόδιστος καὶ εὐθεῖα ἡ ὁδὸς αὐτοῖς γέγονε· τούτοις δ' αἴτιον «ἡ δικαιοκρισία τοῦ θεοῦ». διὸ ἐπιλέγει· ἡ γὰρ ὁδὸς τοῦ κυρίου κρίσις.
1.87.1
Διελθὼν ὁ προφήτης, ὁποῖον τέλος τοὺς ἀσεβεῖς διαλήψεται, καὶ τοὺς δικαίους, ὁποῖαι περιμένουσιν ἐλπίδες, ὁποία τε ἔσται ἡ βασιλεία τοῦ Χριστοῦ καὶ ὡς μόνοις τοῖς ἀξίοις αἱ «πύλαι» τῆς ἐν οὐρανοῖς τοῦ θεοῦ πόλεως «ἀνοιχθήσονται», ὁποῖόν τε «ᾄσονται ᾆσμα» οἱ τῶν ἐπαγγελιῶν ἀπολαύσαντες, ἀκολούθως τούτοις τὰς προκειμένας ἀναπέμπει πρὸς τὸν θεὸν φωνὰς ἐκ προσώπου ἑαυτοῦ καὶ τῶν αὐτῷ παραπλησίων φάσκων· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ τῇ μνείᾳ, ᾗ ἐπιθυμεῖ ἡ ψυχὴ ἡμῶν· ὡς γὰρ παρὼν τοῖς ἀποτελέσμασι τῶν λόγων καὶ ὡς αὐτὰ θεωρῶν τὰ πράγματα ψυχῆς πεφωτισμένοις ὀφθαλμοῖς ἄνω πρὸς τὸν θεὸν ἀποβλέπει καὶ τὸν τοσούτων χορηγὸν ἀγαθῶν ἀνυμνεῖ εὐχὴν ἀναπέμπων καὶ λέγων τὰ προκείμενα. ἄξια γὰρ τῆς ἐλπίδος τὰ παρὰ σοὶ τεθησαυρισμένα καὶ ταῦτα λέγω πρὸς σέ, τὴν ἐπιθυμίαν τῆς ψυχῆς μου· σὺ γὰρ εἶ κύριε ἡ ἐμὴ ἐπιθυμία καὶ ὁ θεῖος ἔρως τῆς ἐμῆς ψυχῆς. διὸ ἡ ψυχή μου ἐπεθύμησέ σε καὶ αὕτη γὰρ ἡ μνήμη τοῦ ὀνόματός σου ἐξίστησιν ἡμῶν τὴν ψυχὴν καὶ διεγείρει ἐπὶ τὸν σὸν πόθον. διὸ οὔτε καθεύδειν οἷοί τ' ἐσμὲν τοὺς τῆς νυκτὸς καιρούς, ἀλλὰ καὶ τούτους ἐγρηγορότες τῷ πνεύματι, σὲ τὴν ἐπιθυμίαν ἡμῶν κατὰ νοῦν ἔχομεν. οὕτως οὖν «καὶ αἱ νύκτες ἡμῖν ὡς ἡμέραι πεφωτισμέναι» τυγχάνουσιν· ἐπειδήπερ τὰ προστάγματά σου καὶ οἱ λόγοι σου ἡμῖν τοῖς ἐπὶ τῆς γῆς ἔτι τὰς διατριβὰς ποιουμένοις καὶ διὰ νυκτὸς καὶ δι' ἡμέρας ἀντὶ φωτὸς ἐδόθησαν. ταῦθ' ὑπερβαλλούσῃ διαθέσει πρὸς τὸν θεὸν ἀναφωνήσας ὁ προφήτης μεταβαίνει ἐφ' ἡμᾶς παραινῶν τὴν αὐτὴν αὐτῷ βαδίζειν ὁδόν. διό φησι· δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς. Ἀντὶ δὲ τοῦ· πέπαυται γὰρ ὁ ἀσεβής, ὁ μὲν Ἀκύλας καὶ ὁ Θεοδοτίων ἠλεήθη ἀσεβὴς ἡρμήνευσαν, ὁ δὲ Σύμμαχος· ἐδωρήθη ἀσεβής. προτρέπει δὲ ὁ λόγος τοὺς ἐν ἀσεβείαις ἐξετασθέντας πρότερον σπεύδειν ἐπὶ μετάνοιαν· ἐπειδὴ γὰρ θεοῦ κρίσις πάντας ἀνθρώπους περιμένει. τούτου χάριν πάντες ἄνθρωποι δικαιοσύνην μάθετε θαρροῦντες, ὅτι καὶ τοὺς προληφθέντας ἐν ἀσεβείαις μετανοήσαντας φιλάνθρωπος ὢν ὁ θεὸς ἐλεήσει. εἰ δὲ μὴ πεισθείη τις τῷ κηρύγματι μηδὲ μάθοι δικαιοσύνην μηδὲ ἐργάσοιτο ἀλήθειαν, ἀρθήσεται ἐκ ζώντων καὶ οὐκ ὄψεται τὴν δόξαν κυρίου. Ταῦτα παραινετικῶς πρὸς ἡμᾶς εἰπὼν πάλιν ἄνω βλέπει καὶ τὴν θεότητα τοῦ σωτῆρος εἰς ὕψος ἠρμένην θεασάμενος ἀναβοᾷ· κύριε, ὑψηλός σου ὁ βραχίων, καὶ οὐκ ᾔδεισαν· ταπεινοὶ γὰρ ὄντες οἱ ἀσεβεῖς καὶ μακρὰν ἀφεστηκότες τῆς γνώσεως τῆς θεότητος αὐτοῦ ἐν σκότῳ τῆς αὐτῶν ἀγνοίας ἐκαλινδοῦντο, ἀλλὰ τῆς καθόλου κρίσεως ἐπιστάσης θεασάμενοι τὸν ὑψηλὸν βραχίονα οἱ πάλαι αὐτὸν ὡς μὴ ὄντα βλασφημοῦντες παύσονται τῆς ἀπονοίας αἰσχύνην καταχεάμενοι. ὁρῶντες δὲ τοὺς μακαρίους τοὺς ἐν οὐρανοῖς ζωῆς ἀπολαύοντας ζηλώσουσι, μάλιστα δὲ καθάψεται ὁ ζῆλος τοῦ λαοῦ τοῦ κατὰ τὸν ἐνεστῶτα βίον μὴ βουληθέντος παραδέξασθαι τὴν τοῦ θεοῦ παιδείαν. διὸ ζῆλος λήψεται λαὸν ἀπαίδευτον, αἰνίττεται δὲ τοὺς ἐκ περιτομῆς μὴ παραδεδεγμένους τὴν τοῦ θεοῦ διὰ Χριστοῦ χάριν. εἶθ' ἑξῆς ἐπιλέγει· καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται, ὡς ἂν ἀποφάσει ὑποβληθησομένους τῇ λεγούσῃ· «πορεύεσθε εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ». Καὶ ταῦτα δὲ περὶ τούτων εἰπὼν πάλιν πρὸς τὸν θεὸν ἐπιστραφεὶς ἱκετηρίαν ἀναπέμπει λέγων· κύριε ὁ θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν, πάντα γὰρ ἀπέδωκας ἡμῖν· καλὰ μὲν γὰρ καὶ τὰ ἄλλα παρὰ σοῦ πάντα· τὸ δὲ μέγιστον δῶρον ἡ παρὰ σοῦ καὶ ἡ πρὸς σεαυτὸν εἰρήνη τυγχάνει, ἵν' ἀστασίαστοι ὦμεν πρὸς σὲ καὶ εἰρηνεύουσα πρὸς σὲ διὰ παντὸς φυλάττοιτο ἡμῶν ἡ ψυχή. τοῦτο δ' ἂν γένοιτο, εἰ καταξιώσειας κτῆμα σαυτοῦ ἴδιον ποιήσασθαι ἡμᾶς· ἐπεὶ δὲ ἡμεῖς οὐκ ἄλλον τινὰ οἴδαμεν ἢ σὲ καὶ μόνῳ τῷ ὀνόματί σου τεθαρσήκαμεν. ὅτε τοίνυν οὐδένα ἕτερον κεκτήμεθα ἐν τῷ βίῳ ἢ σέ, εἰκότως ἀντιβολοῦμεν καταξιωθῆναι τῆς σῆς γενέσθαι μερίδος καὶ τοῦ σοῦ κλήρου. Ἡμεῖς μὲν οὖν φασιν σοῦ ἐσμεν, κύριε, καὶ σὺ τὸ ἡμέτερον ὑπάρχεις κτῆμα, οἱ δὲ «ταῖς πρὸς θάνατον ἁμαρτίαις» ἑαυτοὺς ἐκδόντες καὶ διὰ τοῦτο νεκροὶ τὰς ψυχὰς γενόμενοι· «ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται», τὴν ἐπηγγελμένην τοῖς ἁγίοις αἰώνιον ζωὴν οὐκ ὄψονται, οὐδ' ἰατροί ποθεν ἐπιστάντες κατὰ τὸν τῆς κρίσεως καιρὸν δυνήσονται αὐτοῖς ἐπικουρῆσαι τὰ πρὸς σωτηρίαν, οὐδ' ἀναστῆσαι αὐτῶν τὴν πτῶσιν. οὓς γὰρ σὺ ὁ μέγας καὶ φοβερὸς καὶ δίκαιος κριτὴς παρέδωκας ἀπωλείᾳ, τίς ἰατρῶν διασώσασθαι δυνήσεται; ἀντὶ δὲ τοῦ· καὶ ἦρας πᾶν ἄρσεν αὐτῶν, ὁ μὲν Σύμμαχος πᾶσαν τὴν μνήμην αὐτῶν, ὁ δὲ Ἀκύλας καὶ ὁ Θεοδοτίων πᾶν τὸ μνημόσυνον αὐτῶν ἡρμήνευσαν· ἔδει γὰρ αὐτῶν πᾶσαν μνήμην κακίας ἀρθῆναι κατὰ τὸν δηλούμενον τῆς κρίσεως καιρόν. εἰ δὲ λέγοιτο· πᾶν ἄρσεν αὐτῶν, πολλὴν εἰσάγει φιλανθρωπίαν ὁ λόγος· ὡς αὐτῶν μὲν τῶν ἡμαρτηκότων μὴ μελλόντων ἀφανίζεσθαι μηδ' εἰς τὸ παντελὲς ἀπόλλυσθαι, τῶν δὲ γεννημάτων αὐτῶν οὕτω δηλουμένων, ὧν ἡ ψυχὴ αὐτῶν γεγέννηκεν λογισμῶν πονηρῶν· τούτων γὰρ ἀφανισμὸν γενήσεσθαί φησι. Πάλιν δ' ἀντὶ τοῦ· πρόσθες κακὰ τοῖς ἐνδόξοις τῆς γῆς, τὰ μὲν κακὰ οὔτε παρὰ τοῖς Λοιποῖς ἑρμηνευταῖς οὔτ' ἐν τῇ Ἑβραϊκῇ ἀναγνώσει εὕρομεν· κατὰ δὲ πάντας τοὺς ἑρμηνευτὰς προσέθηκας τῷ ἔθνει ἐν ᾧ ἐδοξάσθης εἴρηται. συμφώνως δὲ πάντων τοῦτον ἑρμηνευσάντων τὸν τρόπον ἕπεται νοεῖν ἡμᾶς, ὅ τι προσέθηκε τῷ ἔθνει· ὅπερ νοήσομεν ἀπὸ τοῦ σωτηρίου λόγου τοῦ φήσαντος· «παντὶ τῷ ἔχοντι δοθήσεται καὶ περισσευθήσεται». τοῖς μὲν οὖν ἀγαθὰ κεκτημένοις προσέθηκε τὰ παρ' ἑαυτῷ τεταμιευμένα· «ἃ ὀφθαλμὸς οὐκ εἶδεν οὐδὲ οὖς ἤκουσεν οὐδὲ ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη», τοῖς δὲ κακὰ θησαυρίσασιν ἑαυτοῖς πάλιν προσθήσει τὰ κατάλληλα τοῖς ἔργοις αὐτῶν. τούτοις ἑξῆς ἐπιφέρει· ἐμάκρυνας πάντα τὰ πέρατα τῆς γῆς· τοὺς γὰρ ἑαυτοὺς μακρὰν τοῦ θεοῦ καταστήσαντας καὶ αὐτὸς ὁμοίως μακρύνει αὐτούς, διόπερ ἵνα μὴ ταὐτὸν τοῖς ἀσεβέσι πάθωσιν οἱ τοῦ θεοῦ οἰκεῖοι, ἀναγκαίως διὰ τῆς εὐχῆς ἔλεγον· κύριε ὁ θεὸς ἡμῶν, κτῆσαι ἡμᾶς.
1.88.1
Ἐπειδὴ τὸν περὶ τῆς καθόλου κρίσεως τόπον θεωρεῖ ὁ προφήτης ὡσανεὶ παρὼν τῇ κρίσει καὶ «τῷ βήματι τοῦ θεοῦ παρεστώς», ἐφ' οἷς ὁρᾷ, ποτὲ μὲν ἐξομολογεῖται, ποτὲ δ' ἱκετεύει, ποτὲ δὲ εὐχαριστεῖ, ποτὲ δὲ τὰς ἀποδοθησομένας ὑπὸ τοῦ θεοῦ ἀμοιβὰς τοῖς ἀξίοις διεξέρχεται, ποτὲ δὲ τὰς κατ' αὐτῶν καταλέγει τιμωρίας. πάντα δὲ ταῦτα διὰ τῆς αὐτοῦ γραφῆς καὶ ἡμῖν παραδίδωσιν, ὡς ἂν παιδευοίμεθα διδασκόμενοι πάνθ' ὅσα καὶ αὐτὸς ἐκ τῆς τοῦ θείου πνεύματος ἐπιλάμψεως ἔγνω. καὶ νῦν οὖν φησιν ἦν ὅτε καιρὸς ἦν, ὅτε ὦ κύριε «τὴν στενὴν καὶ τὴν τεθλιμμένην» ὁδεύοντες ὑπὲρ τῆς εὐσεβείας ἠγωνιζόμεθα· πλὴν καὶ ἐν ἐκείνῃ τῇ θλίψει οὐκ ἦμέν σου ἀμνήμονες, ὑπ' αὐτῆς δὲ τῆς σῆς μνήμης δυναμούμενοι καρτερῶς ὑπεμένομεν, ὥστε λέγειν· «θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι»· δι' αὐτῆς γοῦν τῆς θλίψεως παιδευόμεθα, εἰδότες ὅτι «ὃν ἀγαπᾷ κύριος παιδεύει». πᾶσα δὲ θλῖψις μικρά τις ἡμῖν ἐλογίζετο διὰ τὸν πρὸς σὲ πόθον, ὡς λέγειν· «οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλύπτεσθαι εἰς ἡμᾶς». Διὸ πάντα πόνον ὑπομένοντες ἐοικότες ἦμεν ὠδινούσῃ γυναικὶ καὶ βοὰς ἀφιείσῃ περὶ αὐτὸ τὸ μέλλειν τὸ κατὰ γαστρὸς κυόμενον εἰς φῶς προάγειν· οὕτω γὰρ καὶ ἡμεῖς ἐγενήθημεν τῷ σῷ ἀγαπητῷ· τὸν γὰρ μονογενῆ σου λόγον ἔνδον ἔχοντες ἐν τῇ ἑαυτῶν ψυχῇ καὶ τὸν ἐκ σοῦ κατασπαρέντα ἡμῖν φόβον τῆς σῆς εὐσεβείας πάντας πόνους γενναίως ἐφέρομεν καὶ τὰς ἐπαγομένας ἡμῖν θλίψεις ἀγωνιῶντες μή πη ἐξαμβλώσωμεν τὸν ἐν ἡμῖν κυούμενον ἀγαπητόν σου καὶ τὸν ἐξ αὐτοῦ κατασπαρέντα ἡμῖν ἔνθεον φόβον. καὶ δὴ καρτερήσαντες οὐκ ἐσφάλημεν τῆς ἐλπίδος, ἀλλ' ἐτέκομεν πνεῦμα σωτηρίας· τέλος γὰρ τῆς κυήσεως τοῦ ἀγαπητοῦ σου καὶ τοῦ φόβου αὐτοῦ ἡ σωτηρία ἦν τοῦ ἡμετέρου πνεύματος. ὅπερ ἀπογεννήσαντες φανερὸν κατεστήσαμεν πᾶσι τοῖς ἐπὶ τῆς γῆς κατοικοῦσιν ἀνθρώποις, ὡς ἂν καὶ αὐτοὶ μαθόντες ὠφεληθεῖεν διὰ τοῦ ζηλῶσαι κυῆσαι αὐτοὺς ἀπὸ τοῦ φόβου σου καὶ ἀποτεκεῖν τὸ αὐτὸ πνεῦμα· οἱ γὰρ μὴ τοῦτον λαβόντες τὸν φόβον μηδὲ τεκόντες τὸ πνεῦμα τῆς σωτηρίας, ἄλλως δὲ ἄγονοι καὶ ἄκαρποι γενόμενοι ἐκπεσοῦνται τῆς παρὰ σοῦ ἐλπίδος οἱ δέ γε τῆς σῆς μερίδος ὄντες, οἱ διὰ σὲ πᾶσαν θλῖψιν ὑπομείναντες, εἰ καὶ «μέχρις θανάτου ἀγωνίσαιντο» πρὸς τὴν ἁμαρτίαν, οὐδαμῶς τῆς παρὰ σοὶ ζωῆς ἀποπεσοῦνται. Ἀναστήσονται γὰρ οἱ νεκροί, ἢ κατὰ τὸν Σύμμαχον καὶ τὸν Θεοδοτίωνα· ζήσονται οἱ νεκροί σου, ἢ κατὰ τὸν Ἀκύλαν· ζήσονται οἱ τεθνεῶτές σου. νεκροὶ δὲ αὐτοῦ τίνες ἂν εἶεν ἢ οἱ ἅγιοι αὐτοῦ μάρτυρες, ἕτεροι ὄντες παρὰ τοὺς ἄνω λεχθέντας νεκρούς, περὶ ὧν εἴρητο· «οἱ δὲ νεκροὶ ζωὴν οὐ μὴ ἴδωσιν, οὐδὲ ἰατροὶ οὐ μὴ ἀναστήσουσιν». ἀλλ' ἐκεῖνοι μὲν ἦσαν νεκροὶ τὰ «πρὸς θάνατον ἡμαρτηκότες», οἱ δὲ νεκροὶ τοῦ κυρίου οἱ δι' αὐτὸν πᾶσαν θλῖψιν ἕως θανάτου ὑπομείναντες ἀναστήσονται καὶ μετὰ τὴν ἐν τοῖς μνημείοις ταφήν. ἀντὶ δὲ τοῦ· ἐγερθήσονται, ἐξυπνισθήσονται οἱ λοιποὶ ἡρμήνευσαν ὡς κοιμηθέντων αὐτῶν, οὐχὶ δὲ τεθνεώτων· διὸ τῶν ἁγίων ὁ θάνατος κοίμησις ὀνομάζεται, ἀκολούθως δὲ τῇ κοιμήσει ἡ ἀνάστασις ἐξυπνισμὸς ἂν λεχθείη. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἐξυπνισθήσεσθαι οἱ ἐν τοῖς μνημείοις κατὰ τὸ πρῶτον εἴρηνται· κατὰ δὲ τὸ δεύτερον ἀγαλλιάσονται κατὰ τὸν Σύμμαχον, ἢ αἰνέσουσι κατὰ τὸν Ἀκύλαν, ἢ ἀλαλάξουσι κατὰ τὸν Θεοδοτίωνα. αἰτία δὲ τῆς ἀναστάσεως αὐτοῖς ἔσται ἡ παρὰ σοῦ δρόσος· ὥσπερ γὰρ δρόσος ἡ ἐπὶ γῆς κατιοῦσα ἠρέμα καὶ πράως ἐκτρέφει καὶ αὔξειν ποιεῖ τὰ ἐναποκείμενα αὐτῇ σπέρματα, τὸν αὐτὸν τρόπον ἡ παρὰ σοῦ δρόσος ἴαμα καὶ ζωὴν καὶ σωτηρίαν παρέξει τοῖς σοῖς νεκροῖς, ὧν τὰ σώματα κατὰ τὸν καιρὸν ἐπὶ τῆς γῆς ἐσπάρη. οὐκ ἂν δὲ ἁμάρτοις αὐτὸν εἶναι λέγων δρόσον τὸν μονογενῆ τοῦ θεοῦ λόγον, ὃς ἐπιστάξας τὰς ἑαυτοῦ ζωοποιοὺς σταγόνας τοῖς αὐτοῦ νεκροῖς, ὁμοῦ καὶ ἴασιν ἁμαρτημάτων, εἴ πού τι αὐτοῖς κατ' ἄνθρωπον πεπλημμέλητο, παρέξει ὁμοῦ καὶ ἀνάστασιν καὶ σωτηρίαν καὶ ζωὴν αἰώνιον αὐτοῖς δωρήσεται, ἀλλ' οὐ καὶ τὰ τῶν ἀσεβῶν τοιαῦτα· πεσεῖται γὰρ αὐτῶν ἡ γῆ. διὸ αὐτοῖς σώμασι καὶ αὐταῖς ψυχαῖς ὡς ἂν ἐκπεσόντες τοῦ θεοῦ παραδοθήσονται τῇ διαδεξομένῃ αὐτοὺς τιμωρίᾳ.
1.89.1
Μετὰ τὴν διδασκαλίαν τῆς τῶν νεκρῶν ἀναστάσεως ὡς περιεστῶτας ἔμπροσθεν καὶ ἐπὶ τὸ αὐτὸ μετὰ τὴν ἀνάστασιν συνηγμένους τοὺς ἁγίους τοῦ θεοῦ θεασάμενον τὸ πνεῦμα τὸ προφητικόν, ἔπειτα ἐξ ἑτέρου μέρους τὴν ἐπιοῦσαν ὀργὴν τοῖς ἀσεβέσι κατανοῆσαν τῷ τάγματι τῶν ἁγίων προσφωνεῖ ἀποχωρεῖν πρὸς βραχὺ καὶ μακράν που κρύπτεσθαι, ὡς μηδὲ θεωροὺς τῆς τῶν ἀσεβῶν γίγνεσθαι ἀπωλείας. διό φησι· βάδιζε, λαός μου, εἴσελθε εἰς τὰ ταμιεῖά σου· ταμιεῖα δὲ τοῦ λαοῦ τοῦ θεοῦ «αἱ πολλαὶ παρὰ τῷ πατρὶ» τυγχάνουσι «μοναὶ» ἑκάστῳ τάγματι τῶν ἁγίων κατὰ δικαίαν τοῦ θεοῦ κρίσιν ἀφωρισμέναι. εἰς ταῦτ' οὖν τὰ σοὶ παρεσκευασμένα ταμεῖα, σύ φησιν, ὁ ἐμὸς λαός, εἴσελθε καὶ ἀπόκλεισον τὴν θύραν σου, μηδὲ περιεργάζου τὰ πορρωτάτω τυγχάνοντα τῶν σῶν ταμείων, ἀλλ' ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ κυρίου, παρελθούσης δὲ αὐτῆς ἀναπετάσας λοιπὸν τὰς τῶν σαυτοῦ ταμείων πύλας μετὰ πολλῆς ἐξουσίας καὶ παρρησίας πρόϊθι τὸν νέον ἐποπτεύων αἰῶνα καὶ τὴν ἐπηγγελμένην σοι βασιλείαν τοῦ θεοῦ. Τούτοις ἑξῆς τί ἄρα ποιήσει ἡ ὀργὴ ἐπελθοῦσα τοῖς ἀσεβέσι διδάσκει λέγων· καὶ ἀνακαλύψει ἡ γῆ τὸ αἷμα αὐτῆς, ὡς μηδένα λαθεῖν τῶν πάλαι ἐν αὐτῇ τὰς ψυχὰς ἀνῃρημένων διὰ τῶν «πρὸς θάνατον» ἁμαρτημάτων· ἐπὶ τούτῳ γὰρ τὴν ὀργὴν ἐπάξειν εἴρηται ὁ θεός, ὀργῆς ἐνταῦθα ὀνομαζομένης τῶν ταῖς κολάσεσι διακονουμένων «ἀγγέλων»· ὡς γὰρ ἐπὶ τῶν Αἰγυπτίων ἐλέγετο· «ἀπέστειλεν ἐπ' αὐτοὺς ὀργὴν καὶ θυμὸν καὶ θλῖψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν», οὕτως καὶ νῦν ὀργὴ τοῦ θεοῦ ὁρμήσασα κατὰ τῶν πάλαι τὴν γῆν οἰκησάντων ἀνακαλύψει τὸ αἷμα τὸ ἐπ' αὐτῆς ἐκχυθὲν καὶ οὐ κατακαλύψει τοὺς ἀνῃρημένους. δηλοῖ δὲ διὰ τούτων τὴν τῶν ἁγίων τοῦ θεοῦ ἀναίρεσιν καὶ τὰ τῶν μαρτύρων αἵματα, περὶ ὧν καὶ Μωσῆς ἐν μεγάλῃ ᾠδῇ γράφων ἔλεγεν· «ὅτι τὸ αἷμα τῶν υἱῶν αὐτοῦ ἐκδικεῖται, καὶ ἐκδικήσει καὶ ἀνταποδώσει δίκην τοῖς ἐχθροῖς καὶ τοῖς μισοῦσιν ἀνταποδώσει». καὶ ἑκάστη δὲ ψυχὴ γεώδης καὶ φιλοσώματος τὰ αἵματα, λέγω δὴ τὰ «πρὸς θάνατον» αὕτη πλημμεληθέντα, ἐξομολογουμένη ἀνακαλύψει. Τούτων δ' ἐπιτελεσθέντων «ἔσχατος ἐχθρὸς καταργεῖται ὁ θάνατος». διὸ ἐπὶ τέλει τῶν ὅλων καὶ μετὰ πάντας ἐπιφέρει ὁ λόγος φάσκων· τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστι κατ' ἐκεῖνο τοῦ καιροῦ, ἐπάξει ὁ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυράν. ἀντὶ δὲ τοῦ· τὴν ἁγίαν, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ τὴν σκληρὰν ὠνόμασαν. ταύτην οὖν ὥσπερ ταμιευσάμενος ἐκ μακροῦ κατὰ μηδενὸς ἑτέρου ἐπαφεὶς αὐτὴν ἐπὶ τοῦτον μόνον ἐπάξει, ᾧ καὶ ἐτηρεῖτο ἀναλόγως τῇ αὐτοῦ κακίᾳ. τίς δὲ ἦν οὗτος, ἀλλ' ὁ ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ τοῦ θεοῦ τὸν πρῶτον σκελίσας ἄνθρωπον καὶ καταβαλὼν ἀπὸ τῆς παρὰ τῷ θεῷ στάσεως. ἦν δ' οὗτος ὁ σκολιὸς οὗτος ὄφις καὶ δράκων προσφυῶς ὠνομασμένος διὰ τὸ χαμαὶ σύρεσθαι καὶ ἕρπειν καὶ τοῖς ποσὶν ἐφεδρεύειν τῶν ἀνθρώπων εἴ που τινὰ ἐνδακὼν καὶ τὸν ἐν αὐτῷ θανατηφόρον ἰὸν ἐγχρίμψας τῆς ὀρθῆς καὶ πρὸς τὸν θεὸν ἀγούσης καταβάλοι πορείας. ἡ μὲν οὖν τοῦ θεοῦ ῥάβδος εὐθεῖά τις οὖσα καὶ παιδευτικὴ κατὰ τό· «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου», τοῖς ἰάσιμα ἡμαρτηκόσι τετήρηται εἰς παίδευσιν αὐτῶν καὶ βελτίωσιν καὶ ψυχῆς ὠφέλειαν προσαγομένη, ὁ δὲ μηδὲ ὀρθὸν μηδὲ εὐθὺ κεκτημένος ὅλος δὲ διόλου κάμπυλος καὶ σκολιός, χαμαί τε ἐπὶ τὸ στῆθος καὶ τὴν κοιλίαν ἕρπων, ἐφεδρεύων τε τοῖς πάντων ποσὶν ἐπὶ τὸ σκελίζειν καὶ καταβάλλειν αὐτοὺς μετὰ πάντας τοὺς ἀσεβεῖς, ὃς τῇ σκληρᾷ καὶ μεγάλῃ καὶ ἰσχυρᾷ μαχαίρᾳ παραδοθήσεται, ἣν αὐτῷ μόνῳ ὁ μέγας κριτὴς ἐταμιεύσατο. τίς δ' ἦν αὕτη ἡ μάχαιρα, ἣν ἁγίαν καὶ μεγάλην καὶ ἰσχυρὰν ὠνόμασαν οἱ Ἑβδομήκοντα, ἢ «ὁ ζῶν τοῦ θεοῦ λόγος καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον». μάχαιραν ἐνταῦθα λέγει τὴν ἐνέργειαν τῆς δίκης, ἀλλὰ καὶ ἁγίαν καλεῖ, ὁμοῦ μὲν παραμυθούμενος τὸ φοβερὸν τῆς ἀπειλῆς, ὁμοῦ δὲ καὶ δεικνύς, ὡς οὐκ εἰς ἀπώλειαν καταστρέψουσιν οἱ τιμωρούμενοι, ἁγιωσύνης τε αἴτιον αὐτοῖς ἔσται μετανοοῦσιν. καὶ γὰρ οὐκ ἀπολέσαι βούλεται θεὸς παιδεύων, ἀλλὰ καθάραι καὶ ἁγιάσαι ἐπιστρέψαντας. ὁ δὴ ὡς ἀντιπάλῳ ἑαυτοῦ καὶ ἐναντίῳ τῶν αὑτοῦ κατορθωμάτων τῷ τοσούτῳ δράκοντι ἐπελθὼν ἀνελεῖν αὐτόν, ἐξ ὄντων τὴν ὑπόστασιν ἀφανίζων αὐτοῦ ὡς μηκέτ' εἶναι μηδ' ἐν τοῖς οὖσιν ἐξετάζεσθαι· διὸ οὐδὲ τῆς ὀργῆς τοῦ θεοῦ καταξιοῦται. παιδευτικὴ γάρ τις ἦν αὕτη καὶ ἐπιστρεπτική, καθὼς διδάσκει ὁ φήσας· «κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με», ὡς τοῦ μὲν θυμοῦ ἐλεγκτικὴν δύναμιν ἔχοντος, τῆς δὲ ὀργῆς παιδευτικήν, διὸ ἡ μὲν τοὺς ὑποδεέστερον ἡμαρτηκότας μετήρχετο ἐλέγχους ἐπάγουσα καὶ παιδεύουσα αὐτούς, ἐπεὶ δὲ ὁ δράκων οὔτ' ἐλέγχων οὔτε παιδείας ἄξιος ἦν, ἀλλὰ παντελοῦς ἀφανισμοῦ. διὰ τοῦτο ἡ μάχαιρα τοῦ θεοῦ ἡ ἁγία καὶ ἡ μεγάλη καὶ ἡ ἰσχυρὰ πρῶτον μὲν αὐτῷ ἐπέρχεται, ὁ δὲ θεασάμενος αὐτὴν φυγῇ ἑαυτὸν ἐπιδώσει, ἅτε ἀνόητος καὶ ἄφρων καὶ μὴ οἷός τε λέγειν· «ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω»; πλὴν ἀλλὰ πειρώμενον αὐτὸν φεύγειν καταλαβοῦσα ἡ τοῦ θεοῦ μάχαιρα ἡ ἁγία καὶ ἡ μεγάλη καὶ ἰσχυρὰ ἀνελεῖ τὸ σκολιὸν αὐτοῦ καὶ πᾶσαν αὐτοῦ τὴν ὑπόστασιν ἐξ ὄντων ἀφαιρουμένη καὶ ὥσπερ ἐν οἰκείοις μυχοῖς ἀποφεύγων κατακρύπτεσθαι ἐπειρῶτο ἐν τῇ καλουμένῃ θαλάσσῃ, περὶ ἧς εἴρηται· «αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριθμός, ζῷα μικρὰ μετὰ μεγάλων» καί· «δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ». καὶ ἐν τῷ Ἰὼβ δὲ χρηματίζων ὁ κύριος περὶ τούτου ἐδίδασκε λέγων· «ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις καὶ φορβεὰν περὶ ῥῖνα αὐτοῦ; ἢ δήσεις κρίκον ἐν μυκτῆρι αὐτοῦ»; οἷς ἐπιλέγει· «τοῦτ' ἔστιν ἀρχὴ πλάσματος κυρίου, πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ», καὶ πάλιν· «αὐτός ἐστί» φησι «βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασιν». ἐπιλύεται δὲ καὶ ἀμφιβολίαν ὁ λόγος ἐν τούτοις διδάσκων τούτου χάριν συγκεχωρῆσθαι αὐτῷ τὸ ζῆν «ἐπὶ τῷ καταπαίζεσθαι αὐτὸν ὑπὸ τῶν ἁγίων τοῦ θεοῦ» ἐγγυμναζομένων τῇ πρὸς αὐτὸν πάλῃ καὶ ποτὲ μὲν «ἄγκιστρα» αὐτῷ περιβαλλόντων, ποτὲ δὲ «φορβεὰν περὶ ῥῖνα αὐτοῦ» δεσμούντων, ἄλλοτε δὲ «κρίκον» αὐτῷ περιπειρόντων· διὸ καὶ εἴρηται· «πεποιημένον ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ». ἀλλ' ἕως μετὰ τὸ πρὸς τὸν θῆρα τοῦτον ἀγῶνος τοῖς ἀθληταῖς τοῦ θεοῦ συνειστήκει, κἀκεῖνοι δοκιμὴν τῆς ἑαυτῶν παρεῖχον ἀρετῆς ἐν αὐτῷ καὶ δι' αὐτοῦ γυμναζόμενοι, καὶ αὐτὸς ὁ «δράκων» διετέλει «καταπαιζόμενος», ἐπεὶ δὲ λοιπὸν λέλυτο ὁ ἀγὼν καὶ «ἡ τοῦ θεοῦ δικαιοκρισία» τὰς ἀμοιβὰς παρεῖχεν τοῖς ἠγωνισμένοις ἐπὶ συντελείᾳ τοῦ παντός. μετὰ τὴν κατὰ τῶν ἀσεβῶν κρίσιν ἐπάξει ὁ θεὸς τὴν μάχαιραν αὐτοῦ τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν. εἴρηται κατὰ δὲ τὸν Σύμμαχον· κατὰ λευιαθὰν τοῦ ὄφεως τοῦ σκολιοῦ καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ τῇ ἡμέρᾳ ἐκείνῃ, ὁ δὲ Ἀκύλας· ἐπὶ λευιαθὰν ὄφιν ἐσκιρρωμένον ἢ ἐσπειρωμένον καὶ ἀποκτενεῖ σὺν τὸ κῆτος τὸ ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὁ δὲ Θεοδοτίων· ἐπὶ τὸν δράκοντά φησιν ὄφιν ἰσχυρὸν καὶ ἐπὶ τὸν δράκοντα ὄφιν σκολιὸν καὶ ἀποκτενεῖ τὸν δράκοντα τὸν ἐν τῇ θαλάσσῃ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. ὁ αὐτὸς δὲ ὄφις καὶ ὁ δράκων λευιαθὰν ὀνομάζεται ὡς ἂν κυρίου ὀνόματος ὑπάρχοντος αὐτῷ τούτου. ὁ αὐτὸς δ' οὗτος ἦν «τὸ μέγα κῆτος», ὅπερ ὁ κύριος «χειρώσασθαι» λέγεται κατὰ τό· «ὁ μέλλων τὸ μέγα κῆτος χειροῦσθαι»· κἀκεῖ γὰρ λευιαθὰν ὠνόμασται καὶ ἐν τῷ Ψαλμῷ δὲ τῷ φήσαντι· «δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ», κατὰ τὴν Ἑβραϊκὴν φωνὴν λευιαθὰν ὠνόμασται. ὁμοίως δὲ καὶ ἐν τῷ Ἰώβ· «ἄξεις δράκοντα ἐν ἀγκίστρῳ», πάλιν λευιαθὰν χρηματίζει· τοῦτον τὸν τρόπον πολυκέφαλον καὶ πολυώνυμον δράκοντα καὶ ὄφιν καὶ διάβολον καὶ σατανᾶν καὶ «μέγα κῆτος» καὶ λευιαθὰν ὠνομασμένον, ἐν ἑτέροις δὲ καὶ «λέοντα» καὶ «βασιλίσκον». τῇ ἡμέρᾳ ἐκείνῃ, τοῦτ' ἔστιν ἐν ἐκείνῳ τῷ τῆς συντελείας καιρῷ, ὁ τῶν ὅλων κριτὴς θεὸς ἀνελεῖ τῇ αὐτοῦ μαχαίρᾳ, ἀλλ' ἐκείνῃ μὲν τῇ ἡμέρᾳ τούτῳ αὐτῷ πληγὰς ἐπιθήσει· ἐπὶ δὲ τῆς πρώτης εἰς ἀνθρώπους αὐτοῦ παρουσίας ὁ Χριστὸς τοῦ θεοῦ οὐ κέχρηται αὐτῷ ὡς μαχαίρᾳ, διὸ οὐδὲ ἀνεῖλεν αὐτόν, ἐπέβη δὲ αὐτῷ μόνον καὶ τὰς δυνάμεις αὐτοῦ κατεπάτησεν. διὸ λέλεκται εἰς αὐτοῦ πρόσωπον· «ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα». καὶ νῦν μὲν αὐτὸν «καταπεπάτηκεν» καὶ εἰσέτι καὶ νῦν «καταπατεῖ» διδοὺς τοῖς αὐτοῦ μαθηταῖς «ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ», κατὰ δὲ τὸν δηλούμενον τῆς συντελείας καιρὸν μετὰ πάντας τοὺς ἀσεβεῖς ἡ μάχαιρα τοῦ θεοῦ φεύγοντα αὐτὸν καταλαβοῦσα διαχειρίσεται καὶ ἀνελεῖ ἐξ ὄντων εἰς τὸ μηκέτ' εἶναι. ἐνταῦθα καὶ ὁ περὶ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ λόγος περιγράφεται ἀρξάμενος ἀπὸ τοῦ· «Ἰδοὺ κύριος καταφθείρει τὴν οἰκουμένην καὶ ἐρημώσει αὐτήν». οὗ τέλος εἰληφότος ἡ προφητεία ἐξ ἑτέρας ἀρχῆς ὑποθέσεως ἰδιαζούσης ἅπτεται.
1.90.1
Ἀμπελὼν καλὸς ἐπιθύμημα περιγραφείσης τῆς προφητείας, δι' ἧς τὰ περὶ τῆς καθολικῆς κρίσεως τοῦ θεοῦ διελαλεῖτο, ἑτέρας ὑποθέσεως ὁ προφήτης ἀρχὴν ποιεῖται, περιέχει δὲ ἀπειλὰς κατὰ τῆς Ἰερουσαλὴμ καὶ κατὰ τῶν οἰκητόρων αὐτῆς διὰ τὴν εἰς τὸν κύριον ἀπιστίαν αὐτῶν. εἶθ' ἑξῆς τὸ ἀποστολικὸν κήρυγμα τὸ πάσῃ διαδοθὲν τῇ οἰκουμένῃ, εἶτα τῶν ἀμφὶ τὴν Μαγδαληνὴν γυναικῶν τῶν τὴν σωτήριον ἀνάστασιν τεθεαμένων μνημονεύει καὶ τῶν πάλαι εἰδωλολατρῶν ἐθνῶν τὴν ἐπὶ τὸν θεὸν ἐπιστροφὴν δηλοῖ, εἶτα θεσπίζει περὶ τοῦ συνεδρίου τῶν Σαδδουκαίων καὶ τῶν Φαρισαίων καὶ ἀρχιερέων τῶν κατὰ τοῦ σωτῆρος συνεληλυθότων, περὶ ὧν ἑξῆς μακρὸν ἀποτείνει λόγον. τὴν δὲ καταρχὴν ἀπὸ τῆς Ἰερουσαλὴμ ποιεῖται λέγων· ἀμπελὼν καλὸς ἐπιθύμημα. οὗτος δὲ ἦν αὐτὸς ἐκεῖνος, περὶ οὗ καὶ ἐν τοῖς ἔμπροσθεν ἔλεγεν· «ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ ἐν κέρατι ἐν τόπῳ πίονι». ὃν καὶ διασαφῶν τίς ποτε εἴη, ἑξῆς ἐπῆγε τό· «ὁ γὰρ ἀμπελὼν κυρίου σαβαὼθ οἶκος τοῦ Ἰσραήλ ἐστιν». ἦν οὖν ποτε καλὸς οὗτος καὶ ἐπιθύμημα ἦν, ὅτε ἦν «μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, καὶ σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». εἰ γοῦν ἀναδράμοι τις τῇ διανοίᾳ ἐπὶ τοὺς χρόνους, καθ' οὓς ἔπραττε βασιλεύοντος† φέρε Δαυὶδ ἢ ἄλλου τινὸς τῶν μεμαρτυρημένων ἐπὶ δικαιοσύνῃ ὄψεται, ὅπως καλὸς ἦν ὡς καὶ ἐπιθύμημα αὐτὸν λέγεσθαι. κεκόσμητο γοῦν προφήταις καὶ πνευματικοῖς ἀνδράσιν, ἱερατικῷ τε ἀξιώματι καὶ ἀρχιερατικῇ τιμῇ καὶ ἔτι πρὸς τούτοις ἀγγέλων ἐπιφανείαις, αὐτῇ τε τοῦ κυρίου ἐπισκοπῇ. Νυνὶ δὲ ὁ λόγος καὶ ταύτης ἐξάρχειν διδάσκει λέγουσαν αὐτὴν περὶ ἑαυτῆς τὴν ἐν τῷ ἀμπελῶνι πόλιν· ἐγὼ πόλις ὀχυρά, πόλις πολιορκουμένη· καὶ γὰρ ἦν ὡς ἀληθῶς ὀχυρά ποτε πόλις, ὅτε «φραγμὸν» περιεβέβλητο καὶ «κεχαράκωτο» ὡς πανταχόθεν αὐτὴν ἠσφαλίσθαι, οὕτω τε ἦν ὀχυρά, ὡς μηδὲν καταβλάπτεσθαι πολιορκουμένην, ἀλλὰ ποτὲ μὲν ἦν τοιαύτη, νυνὶ δὲ ἄκαρπος γενομένη καταλέλειπται, ὥστ' εἰρῆσθαι περὶ αὐτῆς· «καθελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα, καὶ ἀνήσω τὸν ἀμπελῶνά μου καὶ οὐ μὴ σκαφῇ οὐδὲ μὴ τμηθῇ». τὸ δ' αἴτιον διδάξει λέγων· «ὅτι ἔμεινα, ἵνα ποιήσῃ σταφυλήν, ἐποίησε δὲ ἀκάνθας». καὶ ἐν τοῖς μετὰ χεῖρας δὲ τῆς αὐτῆς ἕνεκεν αἰτίας λέγεται· μάτην ποτιῶ αὐτήν· εἰς μάταιον γὰρ ἡ τοσαύτη ὑπῆρξε χορηγία τῇ προειρημένῃ πόλει, διὸ ἁλώσεται νυκτὸς ὑπὸ τῶν πολιορκούντων αὐτήν· καταληφθεῖσα γὰρ ἐν σκότῳ διὰ τὸ ἑαυτὴν μακρύναι τοῦ φωτὸς εὐάλωτος γεγένηται τοῖς πολεμίοις, ὡς καὶ εἰς ἐσχάτην ἐλθεῖν πτῶσιν τῷ μηδὲ τεῖχος ἔχειν τὸ περιφράττον καὶ φυλάττον αὐτήν. καθῄρητο γὰρ ὑπὸ τοῦ φήσαντος· «καθελῶ τὸν φραγμὸν αὐτοῦ καὶ ἔσται εἰς διαρπαγήν, καὶ καθελῶ τὸν τοῖχον αὐτοῦ καὶ ἔσται εἰς καταπάτημα». Ὅμως δ' οὖν, εἰ καὶ ταῦτα πέπονθε, διαθέσει τῇ πρὸς αὐτοὺς ὁ προφήτης ἑξῆς ἐπάγει λέγων· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ; εἰ γὰρ καὶ «ἀντὶ σταφυλῆς ἀκάνθας ἤνεγκε» καὶ γέγονε «χέρσος», ὡς μηδὲν πλέον ἔχειν καλάμης, ὅμως δ' οὖν ἠγάπα καὶ οὕτως ἔχουσαν αὐτὴν φυλάττειν. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· τίς δώσει με χέρσον καὶ ἀφειμένον ἐν πολέμῳ; ἰσοδυναμεῖ δὲ καὶ παρ' αὐτοῖς· ἐγὼ μὲν οὖν φησιν ἐβουλόμην φύλαξ εἶναι τοῦ προλεχθέντος ἀγροῦ ἢ τοῦ δηλωθέντος ἀμπελῶνος ἢ τῆς ποτε ὀχυρᾶς πόλεως. ἡ δὲ πολεμία μοι γενομένη ἐποίησέ με ἀθετῆσαι αὐτήν, καὶ τοσοῦτον ὡς καὶ πυρὶ παραδοῦναι αὐτὴν μετὰ τὴν πολιορκίαν. Εἰκότως οὖν ἐπιλέγει ἡ προφητεία· κατακέκαυμαι, βοήσονται οἱ ἐνοικοῦντες ἐν αὐτῇ· τὸ γὰρ τῆς τοῦ θεοῦ κρίσεως πῦρ καὶ μὴ βουλομένους αὐτοὺς ἐξομολογήσασθαι καταναγκάσει, ἀλλ' ἐκεῖνοι μὲν πολέμιοι τοῦ θεοῦ γενόμενοι τοιοῦτον ἔσχον τὸ τέλος, ἡμεῖς δὲ ἑτέρου τάγματος ὄντες ὡς ἂν σωφρονισθέντες, ἀφ' ὧν ἐκεῖνοι πεπόνθασιν, εἰρήνην ποιήσωμεν αὐτῷ. ταῦτα δὲ ὁ προφητικὸς λόγος τοῖς οἰκείοις καὶ τῆς αὐτοῦ μερίδος τυγχάνουσιν προσφωνεῖ συμβουλεύων καὶ παραινῶν· διόπερ εἰρήνην ποιήσωμεν αὐτῷ φησι, πάντες οἱ ἐρχόμενοι. τίνες δέ εἰσιν οὗτοι, διὰ τῶν ἑξῆς παρίστησι φάσκων· τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ, σαφῶς τὸν χορὸν τὸν ἀποστολικὸν αἰνιττόμενος. ἐγενήθησαν γοῦν οἱ ἀπόστολοι τέκνα Ἰακώβ, ἅτε δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες καὶ ἐκ τοῦ «κατὰ σάρκα Ἰσραὴλ» βεβλαστηκότες, καὶ ἐξήνθησαν βλαστὸν ἀγαθὸν καὶ ἄνθος εὐωδές, ὡς τὴν οἰκουμένην ἅπασαν τῆς αὐτῶν εὐωδίας ἀποπληρῶσαι· Τούτοις ἑξῆς εἴρηται· μὴ ὡς αὐτὸς ἐπάταξε, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται; ὁ δὲ νοῦς τοῦ λόγου οὕτως ἐστί· μή τι κακὸν ἀντὶ κακοῦ τοῖς ἔθνεσιν ἀπεδίδοσαν οἱ κηρύττοντες αὐτοῖς εἰρήνην; οἱ μὲν γὰρ ἐδίωκον τύπτοντες αὐτοὺς καὶ πληγὰς ἐπιτιθέντες αὐτοῖς, οἱ δὲ τὰ κάλλιστα αὐτοῖς τὴν εἰρήνην εὐηγγελίζοντο. μήτι οὖν τὰ ἴσα ἔπασχον οἱ ἐξ ἐθνῶν ἀδικοῦντες τοὺς τῆς εἰρήνης κήρυκας; ἔτυπτον μὲν γάρ, ἀλλ' οὐκ ἀντετύπτοντο, καὶ ἀνῄρουν, ἀλλ' οὐκ ἀντανῃροῦντο· καὶ μαχόμενοι δὲ καὶ ὀνειδίζοντες ἐδίωκον αὐτοὺς καὶ ἐξαπέστελλον, οἱ δὲ οὐκ ἀνεχώρουν τῆς εἰρήνης καὶ τοῦ τὰ ἀγαθὰ αὐτοῖς εὐαγγελίζεσθαι. διὸ ὥσπερ τοὺς ἀπίστους τῶν ἐθνῶν ἑξῆς ὁ λόγος φησίν· οὐ σὺ ἦσθα ὁ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ; ταῦτα γὰρ ἐμελέτων οἱ ἐξ ἐθνῶν ἄπιστοι κατὰ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν πνεύματι σκληρῷ κατεχόμενοι καὶ οὐδὲν ἕτερον διανοούμενοι, ἢ ὅπως ἀνέλωσιν αὐτοὺς τῷ ἐν αὐτοῖς πνεύματι τοῦ θυμοῦ. ἀλλ' ἐπειδὴ τοιαῦτα πάσχοντες οἱ ἐκ τοῦ Ἰακὼβ βλαστήσαντες καὶ ἐκ τοῦ Ἰσραὴλ ἐξανθήσαντες ἔφερον πάντα γενναίως διὰ τὸν Χριστόν. τούτου χάριν ἐπιλέγει· ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωσι τὴν ἁμαρτίαν αὐτοῦ. ταῦτα γάρ φησιν αἴτια γενήσεται τῆς ἀφέσεως τῶν ἁμαρτιῶν Ἰακὼβ καὶ διὰ ταῦτα ἐπ' αὐτὸν ἥξει ἡ εὐλογία ἀφαιρουμένης αὐτῷ τῆς ἁμαρτίας· εἰ γὰρ «σωθήσεται διὰ τῆς τεκνογονίας, ἐὰν μείνωσιν ἐν πίστει καὶ ἀγάπῃ καὶ ἁγιασμῷ μετὰ σωφροσύνης» κατὰ τὸν Ἀπόστολον, ἀκόλουθόν ἐστι καὶ τὸν Ἰακὼβ τέκνα βλαστήσαντα καὶ τὸν τοιοῦτον καρπὸν ἐξανθήσαντα διὰ τῆς τούτων ἀρετῆς κοινωνῆσαι τῇ αὐτῶν εὐλογίᾳ. σημαίνει δὲ ὁ λόγος πολλοὺς διὰ τῆς ἀποστολικῆς χάριτος καὶ τῶν κατὰ σάρκα γειτνιώντων αὐτοῖς σωθήσεσθαι. μάλιστα δὲ ταῦτα ἔσεσθαί φησιν, ὅταν τὰ προλεχθέντα τέκνα Ἰακὼβ καὶ τὸ ἄνθος τὸ ἐξ Ἰσραὴλ περιδραμόντες τὴν οἰκουμένην καὶ πληρώσαντες αὐτὴν τῆς αὐτῶν θεοσεβοῦς διδασκαλίας τὴν ἐξ αἰῶνος κρατήσασαν τῶν ἐθνῶν πολυθέων πλάνην διὰ τῆς αὐτοῦ δυνάμεως ἀνατρέψωσιν ὡς θεῖναι μὲν τοὺς λίθους πάντας τῶν εἰδωλικῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν, ἀφανισθῆναι δὲ ποιῆσαι τὰ δένδρα καὶ τὰ ἄλση τὰ ἐν τοῖς ναοῖς, ἐρήμωσίν τε αὐτῶν καταστῆσαι τοσαύτην ὡς δρυμῷ παραβληθῆναι αὐτά. Ταῦτα μὲν οὖν κατορθοῦσιν οἱ δηλωθέντες, τὸ δὲ πάλαι κατοικούμενον ποίμνιον, ὁ λαὸς τοῦ Ἰσραήλ, ἀνειμένον ἔσται ὡς ποίμνιον καταλελειμμένον· ἐπεὶ μὴ ἐβουλήθησαν «τὸν καλὸν ποιμένα» παραδέξασθαι, «τὸν θέντα τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῶν προβάτων», διόπερ ἡ χώρα τῆς ψυχῆς αὐτῶν ἔσται πολὺν χρόνον εἰς βόσκημα, ὡς πληροῦσθαι εἰς αὐτοὺς τό· «ἐλυμήνατο αὐτὴν ὗς ἐκ δρυμοῦ, καὶ μονιὸς ἄγριος κατενεμήσατο αὐτήν». κἀκεῖ φησιν ἀναπαύσονται, δηλονότι «οἱ καταβόσκοντες καὶ λυμηνάμενοι αὐτήν». εἰς τοσαύτην δὲ περιτραπήσεται ἐρημίαν, ὡς μηδὲν χλωρὸν ἐν αὐτῇ ὑπάρξαι. διὸ λέλεκται· καὶ οὐκ ἔσται ἐν αὐτῇ χλωρόν· 1. 91 Γυναῖκας ἀνακαλεῖται ὡς ἀνδρῶν μὴ εὑρισκομένων ἐν αὐτοῖς ἀξίων σωτηρίας. διὸ ταῖς γυναιξὶ παρακελεύεται ἥκειν καὶ σπεύδειν εἰς μαρτυρίαν ἀπὸ θέας τῶν παραδόξων καὶ θαυμαστῶν ἔργων, ὡς ἂν ἐλθοῦσαι φωτίσαιεν «τὸν ἐν σκότῳ καθήμενον λαὸν» καὶ τὴν πόλιν αὐτῶν τὴν ἀφειμένην. διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· γυναῖκες ἐρχόμεναι φωτίζουσιν αὐτήν, κατὰ δὲ τὸν Σύμμαχον· γυναῖκες ἐρχόμεναι καὶ δηλοῦσαι αὐτήν. τίνα δὲ αὐτὴν ἢ τὴν ἀνωτέρω λεχθεῖσαν πόλιν, περὶ ἧς εἴρητο· πόλις γὰρ ὠχυρωμένη μόνη καλὴ ἀφεῖται καὶ ἐγκαταλέλειπται ὡς ἔρημος. ταῦτα δὲ ἐπληροῦτο πρὸς λέξιν καὶ πρὸς ἱστορίαν κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἀνάστασιν. ἐν ᾧ κατὰ μὲν τὸν Ματθαῖον· «ἦσαν ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας διακονοῦσαι αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ Ἰακώβου καὶ Ἰώση μήτηρ, καὶ ἡ μήτηρ τῶνυἱῶν Ζεβεδαίου», κατὰ δὲ τὸν Λουκᾶν· «κατακολουθήσασαι δὲ γυναῖκές τινες, αἵτινες ἦσαν συνεληλυθυῖαι ἐκ τῆς Γαλιλαίας αὐτῷ» καὶ τὰ ἑξῆς. ἐπεὶ τοίνυν ὁ λαὸς ὁ μὴ ἔχων σύνεσιν καὶ κηρύγματι τῶν ἀποστόλων οὐκ ἐπείθετο, καίτοι τῶν ἐθνῶν παραδεχομένων τὸν λόγον, τούτου χάριν τὰς γυναῖκας τὸ θεῖον πνεῦμα καλεῖ ἐπὶ τὴν μαρτυρίαν τοῦ κηρυττομένου λόγου, ἐπειδὴ δὲ τυφλώττοντας αὐτοὺς ἑώρα. διὰ τοῦτό φησιν οὐ μὴ οἰκτειρήσει ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσει. Ἔσται δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ φησί, τοῦτ' ἔστιν ἐν τῷ καιρῷ τῷ δηλουμένῳ, συμφράξει κύριος ἀπὸ τῆς διώρυχος τοῦ ποταμοῦ. ἀντὶ δὲ τοῦ συμφράξει οἱ λοιποὶ ἑρμηνευταὶ πάντες πατάξει εἰρήκασι, δηλοῦντες πατάξειν τὸν κύριον τοὺς ἀπίστους ἐκείνους καὶ τὸν λαὸν τὸν ἀσύνετον. εἶτα τόπον ἀφορίζει λέγων· ἀπὸ τοῦ ῥείθρου τοῦ ποταμοῦ ἕως τοῦ χειμάρρου Αἰγύπτου κατὰ τὸν Σύμμαχον, ᾧ ἰσοδυναμοῦσι καὶ οἱ λοιποί. οἶμαι δὲ διὰ τούτων σημαίνεσθαι τὸν ἐπελθόντα τοῖς Ἰουδαίοις πόλεμον κατὰ τὸ Παλαιστίνων ἔθνος μετὰ τὴν κατὰ τοῦ Χριστοῦ τόλμαν. αὐτῶν τῶν γοῦν μεθορίων τῆς Παλαιστίνης ἔοικεν ὁ λόγος μνημονεύων ἀπὸ τοῦ ποταμοῦ λέγων, τάχα που τοῦ Ἰορδάνου, ἕως Ῥινοκορούρων· πόλις δέ ἐστιν αὕτη ἀμφὶ τοὺς ὅρους τοὺς μεταξὺ τῆς Αἰγύπτου καὶ τῆς Παλαιστίνης κειμένη. διὸ κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς ἕως τοῦ χειμάρρου Αἰγύπτου εἴρηται, αἰνιττομένου ὡς ἔφην τοῦ λόγου τὸν γενησόμενον κατὰ Ἰουδαίων πόλεμον ἐν τῷ Παλαιστίνων ἔθνει. τοῖς δὲ τοῦ λόγου κήρυξιν ἑξῆς προστάττει λέγων· ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα ἕνα τοὺς υἱοὺς Ἰσραήλ· εἰ γὰρ καὶ μὴ ἀθρόως ὁ λαὸς βούλεται προσιέναι τῷ σωτῆρι κηρύγματι· λαὸς γάρ ἐστιν οὐκ ἔχων σύνεσιν, ἀλλὰ κἂν βραχεῖς τινας ἐξ αὐτῶν κατὰ ἕνα συναγάγετε τοὺς υἱοὺς Ἰσραήλ. ἀγαπητὸν γὰρ τὸ κἂν ἕνα ἕνα ἢ καὶ δεύτερον καί τινας εὐαριθμήτους ἐξ αὐτῶν καθ' ἑκάστην πόλιν ἢ καθ' ἕκαστον ἔθνος σῴζεσθαι. τούτους μὲν οὖν κατὰ ἕνα ἕνα συναγάγετε, τοῖς δὲ λοιποῖς ἔθνεσι σάλπιγξ σαλπιεῖ μεγάλη τοῦ λόγου βοῶντος εἰς ἐξάκουστον ἅπασιν ἀνθρώποις. διὸ εἴρηται· καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπίσει ἐν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι τοῦ λαοῦ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ καὶ προσκυνήσουσι τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ. σημαίνει διὰ μὲν τῶν Αἰγυπτίων τοὺς εἰδωλολάτρας, διὰ δὲ τῶν Ἀσσυρίων τοὺς πολεμίους τοῦ Ἰσραὴλ τοὺς πολιορκητὰς τῆς Ἰουδαίων χώρας γενομένους, οἷς τοῦ λόγου διὰ τῆς εὐαγγελικῆς σάλπιγγος τῆς ὡς ἀληθῶς μεγάλης κηρύξαντος, μεταβαλόντες οἱ ἐν τοῖς ἔθνεσιν εἰδωλολάτραι καὶ οἱ πάλαι ἐχθροὶ καὶ πολέμιοι τῆς τοῦ Ἰσραὴλ θεοσεβείας, ἥξουσι πρὸς τὸν θεὸν ἐπιστρέψαντες, ὡς τοὺς πάλαι ἀπολωλότας ἐν τῇ τῆς εἰδωλολατρίας πλάνῃ, μεταβληθέντας καὶ σπεύσαντας ἐλθεῖν ἐπὶ τὴν τοῦ θεοῦ λόγου γνῶσιν τῆς διὰ Χριστοῦ σωτηρίας τυχεῖν.
1.92.1
Τὴν τῶν ἀθέων σύνοδον τῶν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπισυναχθέντων ὁρᾷ τῷ πνεύματι, στέφανόν τε ὕβρεως ἀποκαλέσας τὴν ἐπὶ κακῷ συμπλοκὴν αὐτῶν καὶ τὴν ἐπὶ κακῷ συμφωνίαν, ἐπιβοᾷ λέγων· Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως. ᾐνίττετο δὲ τὸ συνέδριον τῶν Φαρισαίων καὶ ἀρχιερέων καὶ τῶν λοιπῶν ἀρχόντων τοῦ Ἰουδαίων λαοῦ, οὓς ἐκ διαφόρων ἀξιωμάτων συνελθόντας κατὰ τὸ αὐτὸ στεφάνῳ παραβάλλει, οὐ τιμῆς τινος οὐδὲ δόξης, ἀλλὰ ὕβρεως καὶ ἀτιμίας. διό φησιν· Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως, ἢ κατὰ τοὺς λοιποὺς ἑρμηνευτάς· τῷ στεφάνῳ τῆς ὑπερηφανίας. ὑπερήφανοί τινες ἦσαν ἀλαζόνες τε καὶ ἀπονενοημένοι, ἐν οἷς ὑπῆρχον καὶ οἱ μισθωτοὶ Ἐφραίμ. ἐλέγετο δὲ Ἰούδας ὁ προδότης ἐκ φυλῆς Ἐφραὶμ γεγονέναι· μιςθωτὸν δὲ αὐτὸν καλεῖ ὡς ἂν ἐξηγορασμένον χρήματι ἐπὶ τῷ προδοῦναι τὸν διδάσκαλον. αὐτὸς δὲ ἦν καὶ τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης· μετασχὼν γὰρ τῆς δόξης τοῦ ἀποστολικοῦ χοροῦ διὰ τῆς ἐπὶ τὸ χεῖρον ῥοπῆς γέγονε τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης. ἄνθος δὲ καὶ βλαστὸς μικρῷ πρόσθεν ὠνομάζοντο οἱ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐν οἷς ἐλέγετο· «τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ πλησθήσεται ἡ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ». ἀλλ' ἐκ τούτων ὁ προδότης ἐκπεσὼν τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης εἴρηται. οἱ δὲ προλεχθέντες ὁμοῦ πάντες συνήχθησαν ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος· σημαίνει δὲ οὗτος ὁ λόγος τὸ σπέρμα τῶν τὴν ψυχὴν πεπαχυμμένων, περὶ ὧν ἐλέχθη· «ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου». ἦσαν τοίνυν ὥσπερ τις κορυφὴ ὄρους τοῦ παχέος οἱ ἄρχοντες τοῦ πεπαχυμμένου λαοῦ, κεφαλὴ τυγχάνοντες αὐτῶν, οἷς συνήφθη τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς δόξης, διὸ ταλανίζεται. ἀντὶ δὲ τοῦ· ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, ὁ μὲν Ἀκύλας φάραγγος ῥυπαριῶν, ὁ δὲ Σύμμαχος φάραγγος πιοτήτων, ὁ δὲ Θεοδοτίων φάραγγος πιόνων ἡρμήνευσαν· ἡ δὲ Ἑβραϊκὴ φωνὴ γεθσημανὶ περιέχει. ὅπερ ἤκουσά τινος τῶν ἡμετέρων ἀγαπητῶν διασαφοῦντος καὶ λέγοντος τὸν τόπον τὸν ἐν τῷ Εὐαγγελίῳ «Γεθσημανὶ» ὠνομασμένον, ἔνθα ὁ προδότης μετὰ τοῦ στεφάνου τῆς ὕβρεως ἐπελθὼν τῷ σωτῆρι τὰ τῆς προδοσίας εἰργάσατο. Οἱ δὲ αὐτοὶ ἦσαν μεθύοντες ἄνευ οἴνου, οἷς καὶ ἀπειλεῖ τὰ ἑξῆς λέγων· ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς κυρίου ὡς χάλαζα φερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν τῇ γῇ ποιήσει ἀνάπαυμα ταῖς χερσὶ καὶ τοῖς ποσίν· οὕτως γὰρ θυμὸς κυρίου φησὶ κατὰ τούτων αὐτῶν ἐλεύσεται τῶν μεθυόντων ἄνευ οἴνου ὡς χαλάζῃ παραβάλλεσθαι κατὰ κεφαλῆς ἀνδρῶν μὴ ἐχόντων σκέπην καταρρασσούσῃ. ἀλλὰ καὶ τὸ ὕδωρ πολὺ σῦρον, ὥστε ποιῆσαι ἑαυτῷ διέξοδον ἐπὶ τῆς γῆς, οὕτω πως τὸν θυμὸν τοῦ θεοῦ κατὰ τῶν δηλωθέντων ἐπενεχθήσεσθαί φησιν. Εἶθ' ἑξῆς ἐπιλέγει· καὶ καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, ὁ μισθωτὸς Ἐφραίμ· πάλαι μὲν γὰρ ἦσαν στέφανος ὕβρεως εἰς τὸ ὑβρίζειν παρατεταγμένοι· διὸ καὶ στέφανος ὑπερηφανίας ἐλέγοντο· τέλος δὲ αὐτοὺς διαλήψεται τοιοῦτον, ὡς καταπατηθῆναι αὐτούς. διὸ καὶ κατεπατήθησαν ὑπὸ τῆς ἐπελθούσης αὐτοῖς ὀργῆς τοῦ θεοῦ, ὑπό τε τῶν καταδουλωσαμένων αὐτοὺς πολεμίων· οἳ καὶ τὴν πόλιν αὐτῶν ἑαυτοῖς καταπάτημα πεποιήκασι τοὺς παλαιοὺς ἐξελάσαντες οἰκήτορας. Ταῦτα μὲν οὖν περὶ τοῦ στεφάνου τῆς ὕβρεως, ἰδίως δὲ περὶ τοῦ ἐκπεσόντος τῆς δόξης ἄνθους ἑξῆς ἐπιλέγει· καὶ ἔσται τὸ ἄνθος τῆς ἐλπίδος τῆς δόξης ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτὸ πρὶν εἰς τὴν χεῖρα λαβεῖν θελήσει αὐτὸ καταπιεῖν. τοιοῦτος δέ τις ἦν ὁ Ἰούδας, ἄνθος μὲν γεγονώς, ἀλλ' ἐκπεσὼν τῆς ἐλπίδος τοῦ θεοῦ καὶ τῆς δόξης. καὶ πάλαι μὲν τυγχάνων ἐπάνω τοῦ ὄρους τοῦ ὑψηλοῦ, ἀλλ' οὐχ ὁμοίως τοῖς ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος· ἦν γὰρ καὶ αὐτὸς εἷς τῶν ἐπὶ τοῦ ὄρους τοῦ ὑψηλοῦ, περὶ ὧν ὁ παρὼν προφήτης φησίν· «ἐπ' ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών», ἀλλὰ γέγονε τοιοῦτός τις, ὡς ὁμοιωθῆναι προδρόμου σύκου καρπῷ ἀτελεσφορήτῳ, ὡραίῳ μὲν καὶ καλῷ τῇ θέᾳ, ἀχρήστῳ δὲ ἄλλως διὰ τὸ ἀτελὲς τοῦ πρὸς τροφὴν ἐπιτηδείου καρποῦ. διὸ πρόδρομον αὐτὸν γενόμενον τεθεαμένος ὁ τῶν καλῶν βάσκανος, προήρπασε σπεύσας, ὡς ἐθελῆσαι αὐτὸν καταπιεῖν, πρὶν ἢ τῆς χειρὸς ἐπιλαβέσθαι· οὕτω γοῦν αὐτὸν καὶ κατέπιεν ἰσχύσας. Ἀλλὰ τὰ μὲν περὶ τοῦ στεφάνου τῆς ὕβρεως, τά τε περὶ τοῦ ἐκπεσόντος ἄνθους, τοιαῦτα τῇ δὲ ἡμέρᾳ ἐκείνῃ φησί, δηλαδὴ κατὰ τὸν αὐτὸν χρόνον, ἔσται κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ, δηλονότι τοῖς περιλειφθεῖσιν ἐκ τῆς τοῦ παντὸς λαοῦ ἀπωλείας· οὗτοι δ' ἦσαν οἱ τοῦ σωτῆρος ἀπόστολοί τε καὶ μαθηταί, οἷς αὐτὸν ἔσεσθαι τὸν κύριον στέφανον ἐλπίδος ἐπαγγέλλεται. εἶτα ἐπειδὴ «ἐπὶ θρόνους καθίσεσθαι» εἴρηνται «κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ», γέγονεν αὐτοῖς αὐτὸς κύριος καὶ εἰς πνεῦμα κρίσεως, πρὸς τούτοις δὲ καὶ δύναμις αὐτῶν αὐτὸς ἦν εἰς τὸ ὑποδέχεσθαι τοὺς ἀπὸ πολέμου μέλλοντας ὑποστρέφειν εἰς τὴν πύλην τῆς ἐκκλησίας. Καὶ ταῦτα μὲν περὶ τῶν ἀποστόλων, αὖθις δὲ μεταβαλὼν ὁ λόγος ἐπὶ τοὺς τοῦ ἀριστεροῦ τάγματος ἐπιλέγει· οὗτοι γὰρ οἴνῳ πεπλανημένοι εἰσί· τίνες δὲ οὗτοι, διερμηνεύει ἱερεὺς καὶ προφήτης λέγων. ὁρᾷς τίνες ἦσαν ὁ στέφανος τῆς ὕβρεως, δῆλον δ' ὅτι οἱ ἐν τῷ προτέρῳ λόγῳ ἱερεῖς καὶ οἱ ὀνομαζόμενοι αὐτῶν προφῆται δέ τινες ὄντες διεκδικοῦντες γε μὴν ἑαυτοῖς ἀξιώματα προφητικά. πάντες οὗτοί φησιν ἐπλανήθησαν ἀπὸ οἴνου καὶ διὰ τὸ σίκερα ἀπὸ «χολῆς καὶ πικρίας καὶ θυμοῦ δρακόντων». ἐπλανήθησαν διὰ τὸ σίκερα, ὅπερ οἱ λοιποὶ ἑρμηνευταὶ μέθυσμα ὠνόμασαν. ἵνα δὲ μήτις οἶνον ὑπολάβοι καὶ μέθυσμα τὸ προχείρως νοούμενον, προησφαλίσατο ἀνωτέρω εἰπών· «οἱ μεθύοντες ἄνευ οἴνου». οὐκοῦν ἕτερος ἦν οὗτος ὁ οἶνος καὶ ἄλλο τὸ καλούμενον σίκερα ἢ τὸ μέθυσμα, δι' οὗ τὰ τῆς πλάνης αὐτοῖς γέγονεν. εἶτα ἐπιλέγει· τοῦτό ἐστι φάσμα· φάσμα γὰρ ἦν ἀληθῶς καὶ φάντασμα τὸ πάντας αὐτοὺς ἀθρόως τὰ τοσαῦτα παθεῖν καὶ τὸ βουλὴν βουλεύσασθαι δεινὴν καὶ ἄθεον, ἣν καταλήψεται ἡ ἐκ τοῦ θεοῦ ἀρά. Ἰούδας μὲν οὖν χρημάτων ἕνεκεν καὶ τῆς τούτων πλεονεξίας «προεδίδου» τὸν σωτῆρα, οἱ δὲ λοιποὶ μεταποιούμενοι τῆς ἐκ τοῦ λαοῦ πλεονεξίας, καὶ μή πη ὁ Χριστοῦ λόγος καθέλοι αὐτούς, τῆς ἀρχῆς ὑφορώμενοι τὴν κατ' αὐτοῦ συσκευὴν ἐτύρευσαν. διὸ εἴρηται· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας ἐσκέψαντο. καλεῖ δὲ τὴν βουλὴν ἐπιβουλήν.
1.93.1
Διαγράψας ὁ λόγος τὴν περὶ «τοῦ στεφάνου τῆς ὕβρεως» καὶ τῶν ἑξῆς ἐπενηνεγμένων προφητείαν, μεταβαίνει πάλιν ἐπὶ τὸ τάγμα τὸ ἀποστολικόν, οὗ ἐλέγετο εἶναι αὐτὸς «ὁ κύριος σαβαὼθ στέφανος ἐλπίδος» καὶ «κίδαρις δόξης». διδάσκει δὲ τοῦτον αὐτόν, λέγω δὲ τὸν ἀποστολικὸν χορὸν παρασκευάζεσθαι καὶ ἑτοίμους γίγνεσθαι πρὸς θλίψεις μελλούσας αὐτοῖς ἐπάγεσθαι διὰ τὸν Χριστοῦ λόγον. διὸ ὥσπερ ἐπιφωνῶν αὐτοῖς λέγει· τίνι ἀνηγγείλαμεν κακὰ καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; ὡσεὶ σαφέστερον ἔλεγε· τίς ἄρα πρόθυμος παραδέξασθαι τὰ ἀπαγγελλόμενα κακά· κακὰ δὲ ὀνομάζει κοινότερον τὰς περιστάσεις καὶ τὰ νομιζόμενα λυπηρά, τοὺς πόνους δηλαδὴ καὶ τὰς θλίψεις τὰς ὑπὲρ εὐσεβείας. τίς οὖν ἄρα ἐστίν, ᾧ ταῦτα προσαγγέλλομεν; ἀκουέτω γὰρ οὗτος, ὡς οὐ μόνον κακά, θλίψεις καὶ πόνους καὶ τὰ νομιζόμενα λυπηρὰ τούτῳ καταγγέλλομεν, ἀλλ' ἐπὶ τούτοις καὶ ἀγαθὴν ἀπαγγελίαν τὴν περὶ τῶν ἀποδοθησομένων ἐπάθλων τοῖς εὖ διηγωνισμένοις. ἀκούσατε ὑμεῖς, οἱ ἀπογεγαλακτισμένοι ἀπὸ μαστοῦ· πρὸς ὑμᾶς γὰρ τοὺς ἀποστόλους ἐστὶν ὁ λόγος καὶ ταῦτα περὶ ὑμῶν ἀπαγγέλλομεν. «ὅτε» μὲν γὰρ «ἦτε νήπιοι» ὡς ἂν ὑπὸ μαζῶν τρεφόμενοι γάλακτι, οὐδὲν ἦν ὑμῖν ἐπικείμενον τοιοῦτο διὰ τὸ ἀτελὲς τῆς νοητῆς ὑμῶν ἡλικίας· τοιοῦτοι δὲ ἐτυγχάνετε, ὅθ' «ὑπὸ παιδαγωγὸν» τὸν Μωσέως «νόμον» ἦτε γαλουχούμενοι ταῖς πρώταις εἰσαγωγαῖς τοῦ θεοσεβοῦς λόγου· νῦν δ' ὅτε «προκόψαντες τῇ ἡλικίᾳ» τοῦ μὲν παιδαγωγοῦ ἀπηλλάγητε, τῷ δὲ τελείῳ διδασκάλῳ προσεληλύθατε, ἀπογαλακτισθέντες ἀπὸ τοῦ νομικοῦ γάλακτος καὶ ἀποσπασθέντες ὡς ἀπὸ μητρὸς τῆς Ἰουδαϊκῆς καὶ σωματικῆς λατρείας. Ὡς ἂν τελειοτέρας τροφῆς τῆς σωτηρίου καὶ εὐαγγελικῆς μεταλαμβάνοντες παρασκευάζεσθε εἰς θλίψεις· ἀνάγκη γὰρ τοὺς ὑπὲρ εὐσεβείας ἀγωνιζομένους θλῖψιν προσδοκᾶν καὶ οὐ μίαν ταύτην, ἀλλὰ δὲ δευτέραν ἐπὶ τῇ πρώτῃ. λέγεται δὲ ταῦτα πρὸς τὸν χορὸν τὸν ἀποστολικὸν καὶ πρὸς πάντας τοὺς τῷ σωτηρίῳ εὐαγγελίῳ μαθητευομένους. οὐ δεῖ δὲ ἐπαυδᾶν ἐπὶ ταῖς θλίψεσιν οὔτε ἀπογινώσκειν ἑαυτῶν τὴν σωτηρίαν ὡς ἂν ἐν θλίψει πάντοτε γεγεννημένους. ὅσον γὰρ οὔπω παυσαμένης τῆς θλίψεως τὰ ἐπὶ ταύτῃ διαδέξεται ὑμᾶς βραβεῖα, νικητὰς ἀποφανθέντας καὶ «τῷ στεφάνῳ τῆς ἐλπίδος τῷ πλακέντι τῆς δόξης» ἀναδησομένους. διόπερ ἐλπίδα ἐπ' ἐλπίδι ἐπάγει, οὐ μετὰ μακρὸν διάστημα τῆς θλίψεως· βραχὺ γάρ τι ἔσται μεταξύ. διό φησιν· ἔτι μικρὸν ἔτι μικρόν· «ἡ γὰρ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει». ἔσται δὲ ὑμῖν τὰ τῆς θλίψεως διὰ φαυλισμὸν χειλέων καὶ διὰ γλώσσης ἑτέρας· φαυλίζοντες γὰρ ὑμᾶς οἱ θλίβοντες καὶ χλευάζοντες λοιδοροῦντες καὶ βλασφημοῦντες διατελέσουσιν ἀλλοιοτέρᾳ γλώσσῃ χρώμενοι, ἧς δεῖ καταφρονεῖν διὰ τὴν ἔτι μικρὸν διαδεξομένην ὑμᾶς ἐλπίδα. ταῦτα μὲν οὖν προσφωνητικῶς πρὸς τοὺς ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν ἀναπεφώνηται, τὰ δ' ἑξῆς προφητικῶς ὁ λόγος τὸν Ἰουδαίων λαὸν διδάσκει, ὅτι ταῦτα αὐτὰ τὰ περὶ τῆς θλίψεως καὶ τῆς ἐπὶ τῇ θλίψει ἐλπίδος μεμαθηκότες οἱ Χριστοῦ μαθηταὶ λαλήσουσι πείθοντες αὐτούς, ὡς ἐν τούτῳ οὔσης τῆς τεταμιευμένης παρὰ τῷ θεῷ ἀναπαύσεως, λέγω δὲ ἐν τῷ θλίβεσθαι καὶ ὑπὲρ εὐσεβείας πάντα ὑπομένειν. Καὶ τὸ νομιζόμενον τοῦτο τὸ ἀνάπαυμα καὶ τοῦτο τὸ σύντριμμα τῷ διψῶντι καὶ πεινῶντι «τὴν θεοσέβειαν πρὸς ὠφελείας» γίγνεται. καὶ οἱ μὲν ταῦτα λαλήσουσι τῷ λαῷ τούτῳ, δείκνυσι δὲ ὁ λόγος τοὺς ἐκ περιτομῆς ἀπίστους, οἱ δὲ οὐ θελήσουσιν ἀκούειν. διόπερ ἔσται φησὶν αὐτοῖς τὸ λόγιον κυρίου ἄλλῳ τρόπῳ θλῖψις ἐπὶ θλῖψιν· οὐ γὰρ βουληθέντες διὰ Χριστὸν θλίβεσθαι, οὐδὲ «τὴν στενὴν ὁδὸν καὶ τὴν τεθλιμμένην» ὁδεῦσαι, τὴν «πλατεῖαν» δὲ καὶ «εὐρύχωρον» ἀπελθόντες, πεσοῦνται εἰς τὰ ὀπίσω καὶ συντριβήσονται καὶ κινδυνεύσουσι καὶ ἁλώσονται· ταῦτα γὰρ πάντα διαδέξεται αὐτοὺς μὴ βουληθέντας τὸ προλεχθὲν λόγιον τοῦ κυρίου παραδέξασθαι, ἑαυτοῖς δὲ πτώσεως καὶ συντριβῆς γενομένοις αἰτίοις. Καὶ ἐπειδήπερ τοιαῦτα ἑαυτοῖς προεξένησαν μὴ πιστεύσαντες τῷ προλεχθέντι λόγῳ, διαστέλλεται αὐτοῖς τὰ ἑξῆς λέγων· διὰ τοῦτο ἀκούσατε λόγον κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ, ἢ κατὰ τὸν Σύμμαχον· ἄνδρες χλευασταί, οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου οἱ ἐν Ἰερουσαλήμ· ὄντων γὰρ καὶ ἄλλων χλευαστῶν ἀνδρῶν τῶν παρ' Ἕλλησι διασυρόντων τὸν Χριστοῦ λόγον, ἵνα μή τις ὑπολάβῃ περὶ ἑτέρων τὰ προκείμενα λέγεσθαι, ἀκριβῶς καὶ ἀναγκαίως προσέθηκεν τό· οἱ ἐξουσιάζοντες τοῦ λαοῦ τούτου. καὶ ἐπειδήπερ καὶ ἐκτὸς τῆς Ἰερουσαλὴμ ἦσαν πλείους ἀνὰ πᾶσαν τὴν Ἰουδαίαν καὶ Γαλιλαίαν προεστῶτες τοῦ λαοῦ, ἐπισημαίνεται ἀκριβῶς πρὸς ποίους ἄρχοντας καὶ ἐξουσιάζοντας τοῦ λαοῦ ταῦτα λέγοιτο. Οὗτοι δ' ἦσαν «ὁ στέφανος τῆς ὕβρεως» ὁ ἀνωτέρω λελεγμένος, καὶ ταῦτα τοίνυν ἔτι πρὸς τοὺς αὐτοὺς λέγεται· ἐπειδὴ εἴπατε πρὸς ἑαυτούς· Ἐποιησάμεθα διαθήκην μετὰ τοῦ ᾅδου καὶ μετὰ τοῦ θανάτου συνθήκας· εἴπατε γάρ· ἐποιησάμεθα τὸ ψεῦδος ἐλπίδα ἡμῶν καὶ ἐν ψεύδει σκεπασθησόμεθα· ἐπειδὴ τοίνυν ταῦτα διενοήθησαν καὶ ἀλλήλοις ὡμίλησαν οἱ προλεχθέντες χλευασταὶ τὸν μὲν Χριστοῦ λόγον χλευάσαντες καὶ διασύραντες, δι' οὗ ἐδιδάσκοντο ὡς δέοι αὐτοὺς θλῖψιν ἐπὶ θλίψει προσδοκᾶν καὶ τὴν ἐπ' αὐτῇ ἐλπίδα ἐπ' ἐλπίδι, ἑλόμενοι δὲ φιλίαν σπείσασθαι πρὸς τὸν θάνατον καὶ πρὸς τὸν ᾅδην καταφυγήν. τοῦτο γὰρ πράξαντες προσεδόκησαν οὔτε θλίψεως πειραθήσεσθαι οὔτε λυπηρῷ τινι καὶ ἀηδεῖ περιπεσεῖσθαι· εἰ δὲ καὶ συμβαίη ὑμᾶς καταιγίδα, ποθὲν ἐπικλύζουσαν ἐξ ἀντικειμένης δυνάμεως ἐπιέναι οὐκ ἐφ' ὑμᾶς ἥξειν ὑπελάβετε διὰ τὸ φίλους εἶναι τῇ ἀντικειμένῃ δυνάμει καὶ αὐτῷ τῷ θανάτῳ. Ἐπεὶ τοίνυν ταῦτα πρὸς ἑαυτοὺς εἴπατε, τούτου χάριν ἀκούσατε, ἅπερ πρὸς ὑμᾶς εἰπεῖν ὁ τῶν ὅλων προσέταξε κύριος· ὑμεῖς μὲν οὐ παρεδέξασθε τὴν πρώτοις ὑμῖν καταγγελθεῖσαν χάριν, ἐγὼ δὲ τὸν ἐμαυτοῦ λίθον τὸν πολυτελῆ καὶ τίμιον ἐν ἄκρῳ γωνίας ἀναθεὶς ὑψηλὸν καὶ ἐπιφανῆ καὶ τοῖς πᾶσιν ἔκδηλον ποιήσω, ὅπως πᾶς ὁ ἐπ' αὐτὸν πιστεύων μὴ ἐκπέσοι τῆς ἐλπίδος. κατὰ δὲ τοὺς λοιποὺς ἑρμηνευτάς· ὁ πιστεύων οὐ σπεύσει· μακροθυμήσει γὰρ ὁ πιστεύων περιμένων τοῦ λόγου τὴν ἐπαγγελίαν. οὗτος δ' ἂν εἴη ὁ λίθος, ὁ αὐτός τε πέτρα περὶ ἧς ὁ σωτὴρ ἔλεγεν· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν». τοῦτον δὲ τὸν λίθον ἐπαγγέλλεται θήσειν εἰς τὰ θεμέλια Σιών, ὃ δὴ καὶ ἔργῳ πεποίηκεν εἰπὼν καὶ ἐπιτελέσας τό· «ἐπὶ τὴν πέτραν οἰκοδομήσω μου τὴν ἐκκλησίαν». Σιὼν γὰρ ὄρος τὸ εὐαγγελικὸν κήρυγμα καὶ τὴν ἐπὶ τούτῳ τεθεμελιωμένην ἐκκλησίαν πολλάκις ἐξειλήφαμεν. πολυτελῆ δὲ ὄντα τὸν λίθον τοῦτον καὶ ἐκλεκτὸν καὶ τίμιον θήσειν εἰς τὰ θεμέλια τῆς ἐκκλησίας ἐπαγγέλλεται. ἐντεῦθεν γωνιαῖος καὶ ἀκρογωνιαῖος κέκληται. εἴη δ' ἂν τὸ ἀνθρώπινον τοῦ σωτῆρος ἡμῶν οὕτως ὠνομασμένον σῶμα, ἐπεὶ καὶ κατὰ τὸν Δανιὴλ «λίθος τμηθεὶς ἄνευ χειρῶν» ἑωρᾶτο· λίθου μὲν τοῦ ἀνθρωπίνου νοουμένου σώματος, ὄρους δὲ τῆς θεότητος τῆς κατὰ τὸν σωτῆρα. Ἐν τούτῳ δὲ τῷ λίθῳ φησὶ θήσω κρίσιν εἰς ἐλπίδα· κρίνων γὰρ ὁ λίθος οὗτος ἀγαθὰς παρέξει τοῖς κρινομένοις ἐλπίδας, ἐπειδὴ συνῆπται αὐτῷ ἐλεημοσύνη μετὰ τοῦ δικαιοτάτου σταθμοῦ καὶ μέτρου· διὸ λέλεκται· ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς. ταῦτα μὲν οὖν περὶ τοῦ λίθου εἴρηται, πρὸς δὲ τοὺς εἰρηκότας ἀνωτέρω· «ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα», ἐπιλέγει τὰ ἑξῆς φάσκων· καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς, μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου· μὴ γὰρ ἑαυτούς φησιν ἀπατᾶτε φάσκοντες· ἐπεὶ τῷ θανάτῳ ἐφιλώθημεν, οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς καταιγίς, οὐδὲ πειραθησόμεθά τινος λυπηροῦ. ἀκούετε γὰρ ἐντεῦθεν ἤδη καὶ μανθάνατε, ὦ οὗτοι οἱ πεποιθότες τῷ ψεύδει καὶ εἰρηκότες· «ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν καὶ τῷ ψεύδει σκεπασθησόμεθα», ὅτι καταιγὶς παρελθοῦσα οὐ παρελεύσεται ὑμᾶς, ἀλλὰ ἀφελεῖ ὑμῶν τὴν πρὸς τὸν θάνατον συνθήκην, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾅδην οὐ μὴ ἐμμείνῃ· σαθρῷ γὰρ πράγματι ἑαυτοὺς ἐπιστεύσατε θανάτῳ καὶ ᾅδῃ τὰς ὑμετέρας ἐλπίδας ἀναρτήσαντες. διόπερ καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα. Εἰ δὲ καὶ μέλλοι παριέναι καὶ ἀπιέναι, μακρὰν ἑλκύσει ὑμᾶς καὶ σὺν ἑαυτῇ λήψεται. τοῦτο δὲ ὑμῖν οὐκ εἰς μακρὸν ἔσται, ἀλλὰ πρωῒ πρωΐ, τοῦτ' ἔστι διὰ τάχους ἥξειν ἐφ' ὑμᾶς ἅμα τῷ ἄρξασθαι ἐφορᾶν ὑμᾶς τὴν ἐπισκοπὴν τοῦ θεοῦ. δι' ἡμέρας δὲ καὶ διὰ νυκτὸς ἐπελεύσεται ὑμῖν, καὶ τοῦτ' ἔσται τέλος τῆς ὑμετέρας ἐλπίδος, ἣν ἑαυτοῖς ὑπεγράψατε θανάτῳ καὶ ᾅδῃ ἑαυτοὺς ἐκδεδωκότες. Εἰ δὲ καὶ ἀηδῶς τὰ ὦτα τοῖς τοιούτοις παρέχετε λόγοις, ὅμως καὶ στενοχωρούμενοι τὰ περιμένοντα ὑμᾶς ἀκούετε καὶ μὴ λέγετε· οὐ δυνάμεθα «ὑπὲρ ἀληθείας» μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ὑμᾶς συναχθῆναι· εἰ γὰρ ἐθέλοιτε καὶ ἐν τῇ μερίδι τοῦ θεοῦ συναχθήσεσθε καὶ οὐκ ἐξασθενήσετε ὑπὲρ εὐσεβείας ἀγωνιζόμενοι, ἐπειδὴ ἑκόντες τῷ θανάτῳ καὶ τῷ ᾅδῃ ἑαυτοὺς προσεκληρώσατε, γινώσκετε ὅτι ἤδη ὑμῖν ἐπελεύσεται αὐτὸς ὁ κύριος ἐπάγων καθ' ὑμῶν ὀργὴν διὰ τὰ προλεχθέντα πάντα. Ἐπικείσεται δὲ ὑμῖν ἡ ὀργὴ τοῦ θεοῦ ὥσπερ ὑψηλότατόν τι καὶ βαρύτατον ὄρος κατὰ ἀσεβῶν. ὁ Σύμμαχος καθάπερ φησὶν ἐν τῷ ὄρει τῶν διακοπῶν οὕτω στήσεται κύριος, καὶ ἀντὶ τοῦ· καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, πάλιν ὁ αὐτὸς ἐν τῇ κοιλάδι φησὶ τῇ ἐν Γαβαών. φέρεται δὲ ἡ ἱστορία ἐν τῇ βίβλῳ Ἰησοῦ τοῦ Ναυῆ τοῦ Μωσέως διαδόχου, ἔνθα πολεμῶν πρὸς τοὺς ἀλλοφύλους ὁ Ἰησοῦς προσηύξατο εἰπών· «Στήτω ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ», ὅτε «καὶ ἔστη ὁ ἥλιος κατὰ Γαβαὼν καὶ ἡ σελήνη κατὰ φάραγγα Ἐλώμ», ὅτε «καὶ ἔστη ὁ ἥλιος» χρόνου διαστήματος ὅλης ἡμέρας ἕως οὗ πάντες ἀπώλοντο οἱ ἀλλόφυλοι. οὕτως οὖν ὥσπερ ἐν τῷ ὄρει τῶν διακοπῶν, ἐν τῇ κοιλάδι τῆς Γαβαὼν ἐπράχθη ποτὲ κατὰ τῶν ἀσεβῶν, οὕτω καὶ νῦν ὁ κύριος ἐπαναστήσεται τοῖς ἐνταῦθα κατηγορουμένοις καὶ μετὰ θυμοῦ τὰ ἔργα ποιήσει, πικρίας ἔργα τοῖς δεηθεῖσιν ὥσπερ ἀντιδότου πικρᾶς διὰ τὴν ὑποκειμένην αὐτῶν τῇ ψυχῇ κακίαν. χρήσεται δὲ αὐτοῖς ὁ τοῦ κυρίου θυμὸς ὡς ἀλλοτρίοις, καὶ ἡ πικρία αὐτοῦ οὐ κατὰ τὴν αὐτοῦ γλυκύτητα καὶ χρηστότητα καὶ ἀγαθωσύνην, κατὰ δὲ τὴν ἐκείνοις κατάλληλον τιμωρίαν. πικρία δὲ καὶ ὀργὴ καὶ θυμὸς καὶ τὰ τοιαῦτα λεγόμενα ἐπὶ θεοῦ οὐδὲν ἕτερον ἢ τὰς κατὰ τῶν ἀσεβῶν κολάσεις τὰς ἐκ τοῦ θείου δικαστηρίου ἐπελευσομένας εἴωθε σημαίνειν. Ἐπεὶ τοίνυν φησὶ τοιαῦτα ὑμᾶς περιμένει τοὺς μὴ βουλομένους παραδέξασθαι «τὸν τίμιον καὶ πολυτελῆ λίθον», τούτου χάριν μὴ εὐφρανθείητε τὴν κακὴν εὐφροσύνην, μηδὲ ἰσχυσάτωσαν οἱ δεσμοὶ ὑμῶν, οἷς κατεδήσατε ἑαυτοὺς «διαθήκην μετὰ τοῦ θανάτου ποιησάμενοι καὶ μετὰ τοῦ ᾅδου συνθήκας». ἀλλ' εἴ τίς ἐστιν ὑμῖν σωτηρίας ἐλπίς, διαρρήξατε τοὺς πρὸς τὸν θάνατον δεσμούς, ἀναχωρεῖτε δὲ καὶ τῆς νομιζομένης ὑμῖν εὐφροσύνης, τῆς τε προσκαίρου παύσασθε ἡδονῆς· τοῦτον γὰρ ὁποῖον ἔσται τὸ τέλος μεμαθήκατε. ταῦτα δὲ μὴ νομίσητε λέγειν ἐμὲ τὸν προφήτην· ἃ γὰρ ἤκουσα ψυχῆς ἀκοῇ εἰρηκότος κυρίου σαβαώθ, ταῦθ' ὑμῖν μεταδέδωκα· ἐβουλήθη γὰρ ὑμᾶς μὴ ἀγνοεῖν τὰ παρ' αὐτῷ κεκριμένα καὶ ὡρισμένα καὶ συντεταγμένα πράγματα. εἰ γὰρ μηδέπω ἀνθρώποις ἐπελήλυθεν ἡ περιμένουσα αὐτοὺς κρίσις, ἀλλ' ὥρισται ἤδη παρ' αὐτῷ καὶ κέκριται, ταῦθ' ἅπερ ἀκούσας ἐγὼ καὶ ὑμᾶς ἐμαρτυράμην.
1.94.1
Ἔτι δὲ ταῦτα «τῷ στεφάνῳ τῆς ὕβρεως» τῷ ἀποδοθέντι προσφωνεῖ ὁ λόγος παρακελευόμενος τοῖς «τὸν λίθον τὸν ἀκρογωνιαῖον καὶ ἐκλεκτὸν καὶ ἔντιμον» «ἀποδοκιμάσασιν» ἐνωτίζεσθαι πρῶτον, εἶτα ἀκούειν καὶ πειθαρχεῖν τοῖς λεγομένοις. διδάσκει δὲ αὐτούς, ὅτι τὰ τῆς τιμωρίας ἐπαξίως αὐτοὺς μετελεύσεται· «δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται». καὶ ὁ μὲν ἀσθενὴς καὶ μικρός, κἂν συγγνώμης τύχοι ἢ καὶ κατὰ δύναμιν τῆς αὐτοῦ σμικρότητος ὑπόσχοι ἂν τὴν κατάλληλον τιμωρίαν, ὁ δὲ τὰ μεγάλα δεδυνημένος κατὰ τὸν τοῦ δικαίου λόγον «δυνατῶς ἐτασθήσεται». διὸ καὶ αὐτοὺς ἄρχοντας τοῦ λαοῦ καὶ ἱερεῖς καὶ ἡγουμένους κατὰ τὸ μέγεθος τῆς ἐγχειρισθείσης αὐτοῖς ἀξίας ὑφέξειν τὴν τιμωρίαν. Εἶθ' ὑποδείγματι κέχρηται φυσικῷ· ὡς γὰρ ἐπὶ τῆς κατὰ τὴν χώραν γεωργίας ἕτερος μέν ἐστιν «ὁ καιρὸς» τοῦ ἀροῦν τὴν χώραν καὶ ἕτερος τοῦ σπείρειν καὶ σπείρειν σπέρματα τῇ ὑποκειμένῃ κατάλληλα γῇ. ἐν μὲν γὰρ τῷδε τῷ ἀγρῷ μελάνθιον ἐνθήσει ποτέ, ἐν ἑτέρῳ δὲ κύμινον, ἐν ἄλλῳ πυρὸν καὶ αὖθις ἐν ἑτέρῳ κριθὴν καὶ κέγχρον, πάλιν ἐν ἄλλῳ καὶ ἐν ἑτέρῳ ζειάν, εἶτα ἐπειδὰν τελεσφορήσῃ ὁ τούτων ἁπάντων καρπός, ἐν καιρῷ θερισμοῦ συναγαγὼν ἕκαστον ἰδίως καὶ ἀφωρισμένως καθαίρει, οὕτω αὐτῷ τρόπῳ ἐπὶ τῇ πάντων καθάρσει χρώμενος· οὐ γὰρ ἁμάξῃ καὶ τοῖς ἐν αὐτῇ κατεσκευασμένοις ἐκ σιδήρου «πριστηροειδέσι τροχοῖς» ἐπὶ τοῦ κυμίνου ἢ τοῦ μελανθίου χρῆται ὡς ἐπὶ τοῦ σίτου καὶ τῆς κριθῆς καὶ τῆς ζέας. καὶ αὖ πάλιν τὸν σῖτον οὐ ῥάβδῳ τύπτων καθαίρει· οὐ γὰρ πέφυκεν οὕτω καθαίρεσθαι ὁμοίως τῷ μελανθίῳ καὶ τῷ κυμίνῳ, ἀλλ' ἐπὶ μὲν τῶν ἀσθενεστέρων σπερμάτων τὴν ῥάβδον παραλαμβάνει· ῥάβδῳ γὰρ τύπτων καθαίρει τὸ κύμινον καὶ τὸ μελάνθιον. ἐπὶ δὲ τοῦ σίτου καὶ τῆς κριθῆς, τῶν τε τούτοις παραπλησίων τοὺς τῆς ἁμάξης τροχοὺς ἐπάγει σιδηροῦς ὄντας καὶ ὀξεῖς καὶ ἰσχυρῶς τέμνειν καὶ περικόπτειν τὰ περιττὰ τοῦ πυροῦ δυναμένους. κατὰ τὰ αὐτὰ γοῦν καὶ ὁ τῶν ψυχῶν γεωργὸς τοῦ θεοῦ λόγου, κατὰ μὲν τὸν ἐπιτήδειον καιρὸν τὰς τῶν ἀνθρώπων ψυχὰς νεοῦσθαι βούλεται διὰ λογικῆς διδασκαλίας ἀνασχιζούσης καὶ ἀνατεμνούσης τοὺς ἐν βάθει κρυπτομένους λογισμοὺς τῷ τοῦ λόγου ἀρότρῳ. διὸ προστάττει λέγων· «Νεώσατε ἑαυτοῖς νεώματα καὶ μὴ σπείρητε ἐπ' ἀκάνθαις». ἐπειδὰν δὲ ὁμαλισθῇ τὸ ὡσπερεὶ πρόσωπον τῆς ψυχῆς πάσης κακίας περιαιρεθείσης τῆς πάλαι ἐν αὐτῇ ἀκανθῶν δίκην φυείσης τηνικαῦτα καταλλήλως τῇ τῶν ὑποδεχομένων τὸν σπόρον διαφορᾷ, καταβάλλεται τὰ σπέρματα, τοῖς μὲν ἀσθενέστερά τινα καὶ μικρὰ μελανθίῳ καὶ κυμίνῳ ἀναλογοῦντα, τοῖς δὲ σπουδαιότερα καὶ ἀναγκαῖα, πυρῷ καὶ κριθῇ, κέγχρῳ τε καὶ ζέᾳ παραβαλλόμενα διὰ τὴν καὶ ἐν αὐτοῖς τούτοις πολλὴν καὶ διάφορον δύναμιν· «διαιρέσεις γὰρ χαρισμάτων εἰσί, καὶ διαιρέσεις ἐνεργημάτων εἰσί, καὶ ᾧ μὲν διὰ τοῦ πνεύματος δίδοται» τάδε, ἑτέρῳ δὲ ἕτερα καὶ πάλιν ἑτέρῳ τὰ ἁρμόζοντα. ἐπειδὰν δὲ «ὁ τοῦ θερισμοῦ καιρὸς» ἐπιστῇ, «συντέλειαν δὲ εἶναι τοῦ κόσμου τὸν θερισμὸν» ὁ σωτὴρ ἐδίδαξεν· τότε κατ' ἀξίαν ἕκαστος ὧν εἴληφε σπερμάτων ἀπαιτηθήσεται τὸν καρπόν. καὶ οἱ μὲν μέτρια εἰληφότες μὴ καταλλήλως δὲ αὐτοῖς χρησάμενοι παιδείας καὶ κολάσεως μετριωτέρας πεῖραν λήψονται ὥσπερ ῥάβδῳ τυπτόμενοι, οἱ δὲ μειζόνων σπερμάτων καὶ τελειοτέρων χαρισμάτων ἠξιωμένοι μηδένα δὲ καρπὸν ἄξιον τῆς παρασχεθείσης αὐτοῖς δυνάμεως ἀποδεδωκότες, μείζοσι τοῖς τῆς κολάσεως πρηστῆρσι παραδοθήσονται. ὥσπερ οὖν καὶ ὑμεῖς, πρὸς οὓς ὁ λόγος, ἄρχοντες καὶ ἡγούμενοι καταστάντες τοῦ λαοῦ διδάσκαλοι ὄντες καὶ ἱερεῖς τοσαύτης τε παρὰ τοῦ θεοῦ δόξης καὶ τιμῆς τετυχηκότες γεγόνατε «στέφανος ὕβρεως» καὶ «μισθωτοὶ Ἐφραίμ» καὶ τοιαῦτα τετολμήκατε ὡς τὸν μὲν λαὸν διαστρέψαι, «τὸν δὲ ἔντιμον καὶ ἐκλεκτὸν καὶ ἀκρογωνιαῖον λίθον» «ἀποδοκιμάσαι». διόπερ τοῖς μὲν ἐν ὑμῖν μετριωτέροις τὴν δύναμιν οὖσιν μετριώτερα καὶ τὰ τῆς κρίσεως ἀπαντήσεται, τοῖς δὲ μεγάλα καὶ πολλὰ δεδυνημένοις ἡ μείζων ἐπαχθήσεται τιμωρία. τὸ δέ· καὶ παιδεύσει αὐτὸν εἰς κρίμα θεὸς αὐτοῦ κατὰ τὸν Σύμμαχον, ἢ κατὰ τοὺς Ἑβδομήκοντα· καὶ παιδευθήσῃ κρίματι θεοῦ, διδάσκει ὅτι ἔκ τινος φυσικῆς διδασκαλίας ὥσπερ ἐκ θεοῦ παρασχεθείσης ἅπασιν ἀνθρώποις κατὰ φυσικοὺς λογισμοὺς ὀρθῷ κρίματι κέχρηται ὁ γεωργός, πρὸς τὸ μὴ ὁμοίως τῇ καθάρσει τῶν σπερμάτων προσιέναι, ἀλλὰ τάδε μὲν διὰ ῥάβδου καθαίρειν, τὰ δὲ διὰ σκληρᾶς ἀγωγῆς, οἷς τὸν τροχὸν ἐπάξει τῆς ἁμάξης· ταῦτα γὰρ οὐκ ἐκ μαθημάτων ἀνθρωπίνων, ἀλλ' ἐκ παιδεύσεως θεοῦ συνῆκεν ὁ περὶ γεωργίαν ἠσχολημένος τοῦ θεοῦ παιδεύσαντος αὐτὸν καὶ διδάξαντος τούτῳ χρήσασθαι τῷ κρίματι. ἄρτος δὲ λεπτοκοπηθήσεται κατὰ τὸν Ἀκύλαν ἀντὶ τοῦ μετὰ ἄρτου βρωθήσεται εἴρηται, ἀντὶ δὲ τοῦ· βρωθήσεται, ὁ Ἀκύλας λεπτοκοπηθήσεται, ὁ Σύμμαχος καὶ ὁ Θεοδοτίων λεπτυνθήσεται εἰρήκασιν, ἀλλ' οὐκ εἰς τέλος φησὶν ἀλοῶν ἀλοήσει αὐτόν, οὐδὲ ταράξει τροχὸς ἁμάξης αὐτοῦ, οὐδὲ ταῖς ὁπλαῖς αὐτοῦ λεπτυνεῖ αὐτόν· ὅταν γάρ φησι καὶ ὁ τῆς ἁμάξης τροχὸς περιέλθῃ τὸν σῖτον λεπτύνων τὴν περὶ αὐτὸν καλάμην καὶ ἀλοῶν αὐτοῖς τροχοῖς, ταῖς τε ὁπλαῖς τῶν βοῶν εἰς λεπτὸν ἄχυρον τὴν καλάμην, ἀλλ' οὐχὶ καὶ τὸν σῖτον ἀφανίζει, δι' οὗ παρίστησι τὴν οὐσίαν τῆς ψυχῆς μὴ ἐξαφανίζεσθαι μηδὲ πάμπαν ἀπόλλυσθαι ἐν ταῖς φερομέναις αὐτῇ κολάσεσιν, ὅπερ νοήσαντες οἷον εἰρήκασιν. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς· οὐ γὰρ οὕτω φησὶ τοῖς ἀσεβέσιν ἐπεξέρχομαι, ὡς καὶ τὴν οὐσίαν αὐτῶν ἀφανίσαι καὶ εἰς τὸ παντελὲς ἀπολέσαι αὐτῶν τὰς ψυχάς, ἐπεὶ μηδὲ κατὰ τὸ παράδειγμα οἱ τροχοὶ τῆς ἁμάξης ἐκ σιδήρου κατεσκευασμένοι τὸν σῖτον ἀφανίζουσι, πᾶσαν δὲ τὴν περὶ αὐτὸν περιαίρουσι καλάμην εἰς τὸ διασῶσαι καὶ καθαρὸν ἀπεργάσασθαι τὸν σῖτον. ταῦτα δέ φησι πάντα ὡσπερεὶ τέρατα ὄντα τοῖς μὴ νοοῦσι μὴ νομίζητε ἄνθρωπον εἰρηκέναι· ἀπόφασις γὰρ ἀπὸ κυρίου σαβαὼθ ἐξενήνεκται, πρὸς ἣν βουλεύσασθε ὑμεῖς οἱ ἀσεβεῖς, πρὸς οὓς ταῦτα εἴρηται. καὶ εἰ οἷοί τέ ἐστε, ὑμῖν ἑαυτοῖς ματαίαν παράκλησιν καὶ παραμυθίαν εὑρεῖν ταύτης ἑαυτοῖς ὑψώσατε.
1.95.1
Τὴν διὰ τῶν μετὰ χεῖρας ταλανιζομένην Ἀριὴλ καὶ αὐτοὶ οἱ Ἰουδαίων παῖδες ὁμολογοῦσι τὴν Ἰερουσαλὴμ εἶναι· φασὶ δὲ ἰδίως τὸ θυσιαστήριον τὸ πρὸ τοῦ ναοῦ συνεστὸς Ἀριὴλ ὠνομάσθαι, καὶ τοῦτο δῆλον εἶναι ἀπὸ τοῦ Ἰεζεκιήλ, οὗ πρὸς τοῖς τελευταίοις ἐπὶ τῆς διαγραφῆς τῆς πόλεως οὕτως εἴρηται· «Καὶ ταῦτα τὰ μέτρα τοῦ θυσιαστηρίου ἐν πήχει πήχεως καὶ πήχεως καὶ παλαιστῆς· κόλπωμα βάθος ἐπὶ πῆχυν». καὶ ἑξῆς ἐπιφέρει· «καὶ τὸ Ἀριὴλ πήχεων τεσσάρων, καὶ ἀπὸ τοῦ Ἀριὴλ καὶ ὑπεράνω τῶν κεράτων πῆχυς. καὶ τὸ Ἀριὴλ πηχῶν δώδεκα μήκους πήχεις δώδεκα πλάτος, τετράγωνον ἐπὶ τὰ τέσσαρα μέρη αὐτοῦ». ἑρμηνεύεσθαι δέ φασι τὸ Ἀριὴλ λέων θεοῦ, ἐπειδὴ γὰρ τοῦ θεοῦ ἦν τὸ θυσιαστήριον, κατήσθιέ τε πάντα τὰ ἐν αὐτῷ προσφερόμενα ζῴων θύματα, τούτου χάριν ταύτην εἰληφέναι τὴν προσηγορίαν. τὸ δέ· πόλις, ἣν ἐπολέμησε Δαυίδ, οὔ φασιν εἰρῆσθαι ἐν τῷ Ἑβραϊκῷ, ἀλλὰ κατὰ μὲν τὸν Ἀκύλαν· πολίχνη παρεμβλήσεως Δαυίδ, κατὰ δὲ τὸν Σύμμαχον· πόλις παρεμβολῆς Δαυίδ· ἀλλόφυλον γὰρ οὖσαν αὐτὴν πρότερον ὁ Δαυὶδ ὑποχείριον ἐποιήσατο τοὺς ἀλλοφύλους ἐλάσας ἐξ αὐτῆς, ὥστε δύνασθαι ἡμᾶς καὶ τοῖς Ἑβδομήκοντα ἐφαρμόσαι τὴν διάνοιαν τὴν αὐτήν. οὕτω γὰρ ἂν λέγοιτο· πόλις ἣν ἐπολέμησε Δαυίδ, ὅτε ὑπ' ἀλλοφύλοις ἦν, δύναται δὲ καὶ ἀντὶ τοῦ· δι' ἣν ἐπολέμησεν ἢ ὑπὲρ ἧς ἐπολέμησε Δαυὶδ λέγεσθαι. περὶ τῆς οὖν Ἰερουσαλὴμ ὁ παρὼν ἀναφωνεῖ λόγος καὶ ἀκολούθως· μετὰ γὰρ τὰ προλελεγμένα περὶ τῶν ἀρχόντων τῶν ἐν αὐτῇ, δι' ὧν «ὁ στέφανος τῆς ὕβρεως» αὐτῶν ἐδηλοῦτο, λοιπὸν καὶ περὶ αὐτῆς προφητεύεται, ὁποῖα ἔμελλε πείσεσθαι διὰ τὰς τῶν προλεχθέντων παρανομίας. φησὶν οὖν ὁ λόγος τοῖς ἐν αὐτῇ κατοικοῦσιν, ὡς ἔτι καιρός ἐστιν, ᾧ οὗτοι συναγάγετε ἑαυτοῖς γενήματα συγχωρήσεως ὑμῖν ἐνδοθείσης ἐπὶ ἕνα ἐνιαυτόν, ἔστω δὲ καὶ ἐπὶ δεύτερον ἔτος· ὅσον γὰρ οὔπω στερηθήσεσθε λογικῆς τροφῆς. ὡς ἔτι οὖν καιρός ἐστι χρήσασθε τοῖς ἐνιαυτοῖς τούτοις πρὸς ὠφέλειαν τῶν ὑμετέρων ψυχῶν. καί μοι δοκεῖ διὰ τούτων αἰνίττεσθαι τὸν χρόνον τοῦ σωτηρίου κηρύγματος. καθ' ὃν ἐπιδημήσας αὐτοῖς ὁ Χριστὸς τοῦ θεοῦ «ἐκήρυττεν» «ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως», τάχα δὲ καὶ δεύτερον αὐτοῖς ἐνιαυτὸν ἢ καὶ τρίτον ὡμιληκὼς φαίνεται. αὐτὸν οὖν ἐκεῖνον, καθ' ὃν παρεῖχεν αὐτοῖς τὰ περὶ τῆς τῶν οὐρανῶν βασιλείας μαθήματα σημαίνων φησί· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν, φάγεσθε. τὸ γάρ· φάγεσθε γὰρ σὺν Μωὰβ οὐδ' ὅλως τῇ Ἑβραϊκῇ λέξει περιέχεται· διὸ οὐδὲ παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς φέρεται καὶ ἄλλως ἐκ τῆς συμφράσεως τῆς διανοίας περιττὸν δείκνυται. πλὴν ἄλλως ἔτι καιρός ἐστί φησι· συναγάγετε γενήματα ἐνιαυτὸν ἐπ' ἐνιαυτόν, φάγεσθε. Μετὰ γὰρ τὰ συμβησόμενα οὐκέθ' ὑμῖν ἐπιτρέψει συναγαγεῖν γενήματα ὡς ἐπ' ἀδείας καὶ εἰρήνης τρέφεσθαι· ἐκθλίψω γὰρ Ἀριὴλ δηλαδὴ τὴν Ἰερουσαλήμ. ἀντὶ δὲ τοῦ· καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί, ὁ Σύμμαχος· καὶ ἔσται φησὶ κατώδυνος καὶ ὀδυνωμένη καὶ ἔσται μοι ὡς ὁ Ἀριήλ, καὶ ὁ Ἀκύλας ὁμοίως· καὶ ἔσται φησὶ λυπηρὰ καὶ λυπουμένη Ἀριήλ. ἀλλ' ἐπειδήπερ ἐν τῇ προφητείᾳ τῇ περὶ τῆς Μωὰβ ἐλέγετό τις πόλις τῶν Μωαβιτῶν Ἀριήλ, περὶ ἧς εἴρητο· «καὶ ἀρῶ τὸ σπέρμα Μωὰβ καὶ Ἀριήλ», εἰκότως καὶ περὶ τῆς Ἰερουσαλήμ φησιν, ὅτι ἔσται μοι ὁμοία ἐκείνῃ τῇ τῶν ἀλλοφύλων Ἀριήλ. Εἶθ' ἑξῆς ἐπιλέγεται· καὶ κυκλώσω ὡς Δαυὶδ ἐπὶ σέ· ὥσπερ γάρ ποτε Δαυὶδ παρεμβολὴν περὶ σὲ τὴν Ἰερουσαλὴμ ἐκύκλωσεν, ὅτε ἀλλοφύλων οὖσαν πόλιν, οὕτως κἀγὼ ὁ ταῦτα λέγων κύριος νῦν σε κυκλώσω. ὥσπερ τότε ὁ Δαυίδ, καὶ βαλῶ περὶ σὲ χάρακα· ἀλλοφύλων γὰρ καὶ νῦν οἰκητήριον γέγονας πληρωθεῖσα κακῶν ἀρχόντων καὶ «τοῦ στεφάνου τῆς ὕβρεως». ἅπερ ἐπληροῦτο μετὰ τὰ τολμηθέντα τοῖς τὴν Ἰερουσαλὴμ οἰκοῦσι κατὰ τοῦ σωτῆρος ἡμῶν ἀκολούθως, οἷς καὶ αὐτὸς ὁ σωτὴρ ἀποκλαυσάμενός ποτε τὴν Ἰερουσαλὴμ ἀναγέγραπται εἰρηκώς· «Εἰ ἔγνως καὶ σύ γε τὰ πρὸς εἰρήνην σου, ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ καὶ παρεμβαλοῦσιν ἐπὶ σὲ οἱ ἐχθροί σου χάρακα καὶ κυκλώσουσί σε», «καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ». Οἷς ἐπιλέγει· καὶ ἔσονταί φησιν ὡς κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἐν αὐτῇ ἀσεβῶν καὶ ὡς χνοῦς φερόμενος, καὶ ταῦτα πάντα ἔσται «ἐν στιγμῇ χρόνου», καὶ ἔσται ὡς στιγμὴ παραχρῆμα παρὰ κυρίου σαβαώθ· οὐ γὰρ ἐξ ἀνθρώπων φησίν, ἀλλ' ἐξ αὐτοῦ τοῦ θεοῦ ἔσται κατ' αὐτῶν ἡ ἐπισκοπὴ μετὰ βροντῆς καὶ σεισμοῦ καὶ φωνῆς μεγάλης, καταιγὶς φερομένη καὶ φλὸξ πυρὸς κατεσθίουσα. δι' ὧν ᾐνίξατο ὡς ἄρα καὶ «πυρίκαυστος γενήσεται ἡ πόλις» ἄνωθεν ἐκ θεοῦ βροντῆς καὶ σεισμοῦ καὶ καταιγίδος κατ' αὐτῆς ἐνεχθείσης. ταῦτα δὲ περὶ τῆς Ἰερουσαλήμ. Διελθὼν ὁ λόγος περὶ τῶν πολιορκησάντων αὐτὴν ἑξῆς θεσπίζει· καὶ ἔσται ὡς ὁ ἐνυπνιαζόμενος καθ' ὕπνους ὁ πλοῦτος τῶν ἐπὶ τὸ ὄρος Σιὼν στρατευσαμένων. δι' ὧν ᾐνίξατο τὴν ἀπόλαυσιν τῆς ἐν τῷ βίῳ τούτῳ τρυφῆς τῶν Ῥωμαϊκῶν ἀρχόντων· οὗτοι γὰρ ἦσαν οἱ τὴν ἐσχάτην πολιορκίαν ἐπαγαγόντες τῇ Ἰερουσαλήμ. ἐχρῆν γὰρ ἡμᾶς καὶ περὶ αὐτῶν τι μαθεῖν καὶ ὁποῖον ἔσται καὶ τὸ αὐτῶν τέλος διδαχθῆναι. φησὶν οὖν τὸν πλοῦτον καὶ τὴν τρυφὴν αὐτῶν μέχρι τῆς ἐνεστώσης ζωῆς ὑπάρχουσαν ἐοικέναι τοῖς κατὰ τοὺς ὕπνους ὀνειρώττουσι καὶ μέχρι τοῦ δοκεῖν διακατέχειν ταῦτα ἅπερ νομίζουσι· τοιαύτην γὰρ εἶναι τὴν τοῦ παρόντος πλούτου φαντασίαν. μετὰ γὰρ τὸν ἐνεστῶτα βίον μάταιον αὐτοῖς εὑρεθήσεται τὸ ἐνύπνιον καὶ τὸ τέλος, ἧς ἐνόμιζον ἀπολαύειν τρυφῆς.
1.96.1
Ἀντὶ τοῦ· ἐκλύθητε καὶ ἔκστητε καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· ὑπερθαυμάσατε καὶ θαυμάσατε, ἀπατᾶσθε καὶ μεθύσθητε ἄνευ οἴνου, κινεῖσθε δίχα μεθύσματος· ἐκέρασε γὰρ καθ' ὑμῶν κύριος πνεῦμα καρώσεως καὶ ἐκράτυνε τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ τοὺς προφήτας καὶ τοὺς ἄρχοντας ὑμῶν τοὺς ὁρῶντας ἐκάλυψεν. συντελέσας ὁ λόγος τὴν περὶ «τοῦ στεφάνου τῆς ὕβρεως», τήν τε περὶ τῆς πολιορκίας τῆς Ἰερουσαλὴμ προφητείαν τὰ προκείμενα, περὶ τῶν μετὰ ταῦτα προεστάναι δοκούντων τοῦ ἐκ περιτομῆς λαοῦ διεξέρχεται θεσπίζων, ὡς ἔσονται μὲν ἀπαγγέλλοντες τὰς προφητικὰς γραφάς, οὐ μὴν καὶ συνιέντες αὐτάς· μηδὲν γὰρ διαφέρειν τῶν κατεσφραγισμένων σφραγῖσιν, πρὸς τὸ μὴ δύνασθαί τινα τῶν ἐκ τοῦ Ἰουδαίων λαοῦ τὰ ἐγγεγραμμένα διαγινώσκειν· οὕτως αὐτοῖς ἀγνώστους ἔσεσθαι τοὺς προφητικοὺς λόγους, κἄν τε ἀπαγγέλλωσιν αὐτοὺς ἀπὸ στόματος, κἄν τε ἄπειροι ὦσιν αὐτῶν. μέλλων δὲ ταῦτα θεσπίζειν ἐκφωνεῖ πρὸς αὐτοὺς ὁ λόγος· εἰ καὶ τὰ μάλιστα ἔκλυσιν ὑμῖν παρέξει τὰ λεχθησόμενα καὶ ψυχῆς ἔκστασιν, ὅμως λεχθήσεται διόπερ ἐκλύθητε καὶ ἔκστητε· εἰ βούλεσθε εἰ δὲ καὶ ἄλλως ἑαυτοὺς ἀπατῶντες, διαστρέφοι τε τὸν νοῦν τῶν λεγομένων καὶ οὕτως ἐξαπατήθητε καὶ ἑαυτοὺς ἐξαπατᾶτε, εἰ τοῦτο φίλον ὑμῖν. ἀντὶ δὲ τοῦ· κραιπαλήσατε, οἱ λοιποὶ πάντες ἑρμηνευταὶ μεθύσθητε εἰρήκασιν, ἄνευ οἴνου καὶ κινεῖσθε δίχα μεθύσματος· ἔστι γὰρ καὶ ἐξ ἀπάτης μέθη χείρων τῆς δι' οἴνου, ὥστε εἰ χαίρετε ἑαυτοὺς ἀπατῶντες καὶ μεθύοντες ὡς ἕτερα ἀνθ' ἑτέρων εἰς τὰ θεῖα λόγια θεωρεῖν καὶ παρερμηνεύειν αὐτὰ αὐτοί, ἂν εἰδείητε. παρέδωκε γὰρ ὑμᾶς αὐτὸς ὁ κύριος πνεύματι κατανύξεως, ἢ καρώσεως κατὰ τὸν Σύμμαχον. εἶτ' ἐπιλέγει· καὶ καμμύσει τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ τῶν προφητῶν αὐτῶν καὶ τῶν ἀρχόντων αὐτῶν. ἐπειδήπερ, ὅτε παρῆν αὐτοῖς ἐνανθρωπῶν ὁ κύριος, «ἀκοῇ ἀκούοντες αὐτοῦ, οὐ συνίεσαν καὶ βλέποντες αὐτὸν ὀφθαλμοῖς» τῇ ὁράσει τῆς ψυχῆς «οὐχ ἑώρων, ἀλλ' ἐκάμμυσαν τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ τὰ ὦτα αὐτῶν ἐβάρυναν τοῦ μὴ ἀκούσεσθαι». εἰ τοίνυν αὐτοὶ πρῶτοι τοὺς ἑαυτῶν ἐκάμμυσαν ὀφθαλμούς, τούτου χάριν καὶ αὐτὸς αὐτοῖς ταῦτα ποιήσει ὁ κύριος καὶ τοῖς προφήταις αὐτῶν ἀντὶ τοῦ τοῖς διδασκάλοις καὶ τοῖς ἄρχουσιν αὐτῶν, οἳ ἐπηγγέλλοντο τὰ κρυπτὰ θεωρεῖν καὶ τὸν ἀπόρρητον νοῦν ἐγκεκρυμμένον τοῖς ἱεροῖς γράμμασι μόνοι διορᾶν καὶ διερμηνεύειν. οὕτω δὲ «αὐτῶν τοὺς ὀφθαλμοὺς» ἐφέξει «τοῦ μὴ βλέπειν», ὡς ἐοικέναι τοὺς λόγους καὶ τῶν μὲν ἄλλων θείων γραφῶν οὐ μήν, ἀλλὰ καὶ τῆς μετὰ χεῖρας βίβλου τῆς αὐτῆς τοῦ Ἠσαΐου προφητείας κατεσφραγισμένῳ βιβλίῳ καὶ μὴ ἐπιτρέποντι τὰ ἐγγεγραμμένα γινώσκειν, μήτε ἐμπείρῳ γραμμάτων μήτε ἀπείρῳ. ὁ μὲν γὰρ τῆς ἀναγνώσεως ἐπιστήμων διὰ τὸ ἐσφραγίσθαι τὴν βίβλον οὐ δυνήσεται τὰ ἐν αὐτῇ διαγνῶναι, ὁ δὲ διὰ τὸ πάντῃ ἄπειρος εἶναι ἀδυνάτως ἔχειν, εἰ καὶ μὴ ἐσφράγιστο ἡ βίβλος. τοιοῦτον δὲ ἔσεσθαι τὸν προφητικὸν νοῦν οὐ πᾶσιν ἀνθρώποις, ἀλλὰ μόνοις αὐτοῖς, πρὸς οὓς ταῦτα ἐθεσπίζετο. πρόσσχες γὰρ ἐπιμελῶς ὅπως εἴρηται· καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα· ὑμῖν γάρ φησι τοῖς παροῦσι καὶ ὁρῶσι καὶ ἀκούουσιν. ὁ δὲ λόγος ἦν πρὸς Ἰουδαίους, οἷς τὸν νοῦν τῆς προφητείας ἄγνωστον ἔσεσθαί φησι, τίσι δὲ ἔσεσθαι γνωστὸν ὑποκαταβὰς διδάξει. δι' ὧν ἐπιλέγει· «καὶ ἀκούσονται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ κωφοὶ λόγους βιβλίου, καὶ ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται». οὐκοῦν ὁ λόγος διὰ τῶν προκειμένων τοῦ Ἰουδαίων λαοῦ τοὺς νόμους μαθεῖν... ἀκριβ... διὰ στόματος τὴν μνείαν... φέροντας τῶν θείων ἀναγνωσμάτων καὶ τοὺς μὴ τοιούτους ἐν ἀγνοίᾳ ἔσεσθαι τῆς διανοίας τῶν προφητικῶν λογίων θεσπίζει. Ταῦτα δὲ περὶ αὐτοὺς ἔσεσθαί φησιν ὁ θεὸς μετὰ τοῦ καὶ τὴν αἰτίαν ἐπιλέγειν. ἐπειδὴ γὰρ μέχρι στόματος καὶ χειλέων τιμᾶν τὸν θεὸν προσεποιοῦντο, ἡ δὲ διάνοια αὐτῶν παρελογίζετο τὴν ἐπαγγελίαν, σέβειν μὲν αὐτὸν προσποιουμένων, προτιμώντων δὲ τῶν αὐτοῦ λόγων διδασκαλίας τινὰς καὶ «παραδόσεις ἀνθρώπων», ἃς περιποιοῦσι δευτερώσεις «πρεσβυτέρων» τινῶν κατέχειν σεμνυνόμενοι. τούτου χάριν φησὶν ἀποκλεισθήσεσθαι αὐτοῖς «τὸν νοῦν τῆς τῶν θειῶν γραφῶν» καταλήψεως. καὶ ὁ πᾶς δὲ αὐτῶν λαὸς μετατεθήσεταί φησι τῆς παρ' ἐμοὶ τιμῆς, ὡς μηκέτι εἶναι αὐτοὺς «μερίδα κυρίου» μηδὲ «σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ». καὶ ἐπειδήπερ σοφίαν ἀνθρώπων προβάλλονται τὴν ἐμὴν μὲν ἀποστρέφοντες σοφίαν καὶ τὸν ἐμὸν λόγον, ἑτέρας δέ τινας «παραδόσεις τῶν παρ' αὐτοῖς πρεσβυτέρων», ὥσπερ τινῶν σοφῶν κατέχοντες· τούτου χάριν τὰς μὲν ἐμὰς γραφὰς οὐ συνήσουσιν. ἐγὼ δὲ αὐτὸς τῶν σοφῶν αὐτῶν τὴν σοφίαν ἀπολῶ καὶ τὴν σύνεσιν τῶν ἐν αὐτοῖς συνετῶν ἀθετήσω. Εἶτ' ἐπειδήπερ θεοσεβεῖν ἐπαγγελλόμενοι τοῖς χείλεσιν, ἐν τῷ κρυπτῷ τὰ χείριστα διεπράττοντο, φαρμακείαις καὶ ἀκαθαρσίαις καὶ ἄλλαις μυρίαις ἀθεμίτοις πράξεσιν ἐμφυρόμενοι· πᾶσι τούτοις ἐνεχείρουν ὡς μὴ ἐφορῶντος τοῦ θεοῦ, εἰκότως αὐτοὺς ταλανίζει φάσκων ἑξῆς· οὐαὶ οἱ βαθέως βουλὴν ποιοῦντες καὶ οὐ διὰ κυρίου, ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· οὐαὶ οἱ βαθεῖς ὥστε κρύψαι κύριον βουλήν, ὧν ἐγένετο ἐν σκότῳ τὰ ἔργα αὐτῶν, καὶ εἶπαν Τίς ὁρᾷ ἡμᾶς, τίς δὲ οἶδεν ἡμᾶς κατὰ τὴν ἐκστροφὴν ἡμῶν; Εἶτ' ἐπιλέγει· οὐχ ὡς ὁ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; εἰ γὰρ πάντες ἄνθρωποι πηλῷ κεραμέως ἐοίκαμεν διὰ τὸ πήλινον ἡμῶν σῶμα, πῶς οὐχ ἕπεται νοεῖν, ὅτι μὴ δυνατὸν λαθεῖν τὸν ποιητήν, ὁποίας ἐργασίας ὑπάρχει τὸ ὑπ' αὐτοῦ πεποιημένον; τίς δὲ δύναται ἢ τίς τολμήσει φάναι, ὅτι μὴ ὁ θεὸς αὐτὸν ἔπλασεν, εἰ δὲ οὐκ ἂν εἴποι ταῦτά ποτε περὶ τοῦ κεραμέως ὁ ὑποκείμενος αὐτῷ πηλός, δῆλον ὡς μάταιοι πάντες οἱ ἔνδον ἐν τῇ ψυχῇ αὐτῶν βουλὴν βαθεῖαν διανοούμενοι καὶ τὸν θεὸν οἰόμενοι ἀγνοεῖν τὰ ἐν σκότῳ πραττόμενα αὐτοῖς ἔργα. Πλὴν ἀλλὰ τούτων ἕνεκεν ἔτι φησὶ μικρόν, καὶ ὁ Λίβανος ἀλλόφυλος ἐθνῶν ἐν τῇ χώρᾳ τυγχάνων μετατεθήσεται ἐπὶ τὴν Ἰουδαίων χώραν· ἔνθα ἐστὶ τὸ ὄρος τὸ Καρμήλιον, ὅπερ Ἑβραϊκῇ φωνῇ Χερμὲλ ὠνόμασται. καὶ ἔσται τοῦ μὲν Λιβάνου ἐπὶ τὸ κρεῖττον μεταβολή, αὐτοῦ δὲ τοῦ Καρμήλου ὑστέρα τις ἔσται ἀλλοίωσις· ὡς δρυμὸς γὰρ λογισθήσεται ὁ πάλαι φυτῶν ἡμέρων καὶ καρπῶν ἀγαθῶν πλήρης. ἔσται γὰρ ὁ Κάρμηλος ὁ λεγόμενος Χερμὲλ ὅμοιος δρυμῷ ξύλων ἀκάρπων καὶ ἀγρίων. ὁ δὲ τῶν ἀλλοφύλων Λίβανος μετατεθεὶς γενήσεται, ὁποῖος ἦν τὸ παλαιὸν ὁ Κάρμηλος. διὰ τούτων δὲ ὁ λόγος αἰνίττεται Λίβανον μὲν τὸν ἐξ ἐθνῶν λαόν, Κάρμηλον δὲ τὸ Ἰουδαίων ἔθνος, οἷόν τινα δρυμὸν ξύλων ἀγρίων καὶ ἀκάρπων, τὸν δὲ πάλαι δρυμῷ ἐοικότα Λίβανον τὸν ἐξ ἐθνῶν λαὸν ὁποῖος ἦν ποτε ὁ Ἰουδαίων λαὸς πεπληρωμένος δένδρων ἀγαθῶν καὶ παντοίων φυτῶν τε καὶ καρπῶν. Τότε δέ, ἐπειδὰν ἡ μεταβολὴ αὕτη γένηται, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, δηλαδὴ κατὰ τὸν αὐτὸν καιρόν, οἱ πάλαι κωφοὶ ἀκούσονται λόγους τῆς βίβλου, ποίας ἢ ταύτης αὐτῆς τῆς μετὰ χεῖρας βίβλου, περὶ ἧς ἀνωτέρω ἐλέγετο· «καὶ ἔσται ὑμῖν τὰ ῥήματα ταῦτα ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου». ἀλλὰ τῷ μέν ποτε Καρμήλῳ μεταβληθέντι δὲ εἰς δρυμὸν «ἔσονται οἱ λόγοι τοῦ βιβλίου» τῆς προφητείας «ἐσφραγισμένοι», τοῖς δὲ πάλαι τυφλοῖς καὶ ἐν τῷ δρυμῷ τοῦ Λιβάνου λελογισμένοις, μεταβληθεῖσιν ἐπὶ τὸ ἥμερον καὶ καρποφόρον ἀκουστοὶ γενήσονται οἱ λόγοι τῶν θείων γραμμάτων. καὶ οἱ πάλαι δὲ ὄντες ἐν τῷ σκότῳ καὶ ἐν τῇ ὁμίχλῃ, ὡς μήτε βλέπειν μήτε συνιέναι μήτε νοεῖν διὰ τὸ τυφλοὺς ἔχειν τοὺς ὀφθαλμούς, οὗτοι παραδόξου μεταβολῆς ἀξιωθέντες θεωροὶ γενήσονται τῶν ἐναποκειμένων ἐν τοῖς θείοις γράμμασι μυστηρίων. διὸ λέλεκται· ὀφθαλμοὶ τυφλῶν ὄψονται, καὶ ἀγαλλιάσονται δὲ οἱ πάλαι πτωχεύοντες δι' ἔνδειαν παντὸς ἀγαθοῦ· πλησθήσονται γὰρ εὐφροσύνης τῆς παρὰ τῷ κυρίῳ, καὶ οἷς οὐδεμία παρῆν ἐλπὶς σωτηρίας πρότερον. τίς γὰρ καὶ διενοήθη πώποτε τοὺς ἐκ πατέρων εἰδωλολάτρας ἀθέους ὄντας καὶ ἀσεβεῖς καὶ ἀλλοτρίους ὄντας τῆς γνώσεως τοῦ θεοῦ εἰς τοιαύτην ἥξειν ἐλπίδα; ὅμως δ' οὖν καὶ οἱ ἀπηλπισμένοι φησὶ τῶν ἀνθρώπων ἐμπλησθήσονται εὐφροσύνης. Καὶ τούτων ἀπολαύσουσιν οὗτοι πάντες, ἐπειδὴ ὁ πάλαι κρατῶν καὶ αὐτῶν τυραννῶν ἄνομός τις καὶ ἀσεβὴς ἄρχων, λέγω δὲ αὐτὸς ὁ διάβολος, ἐξέλιπε καὶ ἀπώλετό γε μακρὰν διωχθείς, ὁ πάλαι καταδουλωσάμενος αὐτοὺς ὑπερήφανος, ἀλλὰ καὶ οἱ ὑπὸ τούτῳ ἀσεβοῦντες ἐπὶ ἀδικίαις ἐξωλοθρεύθησαν, δηλαδὴ οἱ πονηροὶ δαίμονες, οἱ ποιοῦντες ἁμαρτεῖν ἀνθρώπους ἐν λόγῳ. διὸ εἴρηταί που· «καὶ ἐμίσουν ἐν πύλαις ἐλέγχοντα καὶ λόγον ὅσιον ἐβδελύξαντο». οἱ δὲ αὐτοὶ ματαίως ἦσαν ἐκκλίνοντες τὸν δίκαιον· τὸν γὰρ δίκαιον λόγον καὶ τὸν δίκαιον τὸν Χριστὸν τοῦ θεοῦ ἐκκλίνοντες ἀπεσείοντο οὐδὲν ἔχοντες ἐγκαλεῖν, ματαίως δὲ καὶ ἀδίκως τοῦτο πράττοντες. τοὺς γὰρ προφήτας εἰς πρόσωπον αὐτοὺς ἐλέγχοντας καὶ τῶν ἁμαρτημάτων ἐπιστρέφοντας ἐπαγίδευον λαβὰς κατ' αὐτῶν θηρώμενοι ὅπως αὐτοὺς ἀπολέσωσιν. ἔθος τῇ γραφῇ πολλάκις τῷ μέλλοντι χρόνῳ ἀντὶ παρεληλυθότος κεχρῆσθαι ὡς τό· «ἐν ποταμῷ διελεύσονται ποδὶ» ἐν τῷ ἑξηκοστῷ πέμπτῳ Ψαλμῷ κείμενον ἀντὶ τοῦ· «διέβησαν»· καὶ ἐνταῦθα οὖν πρὸς τό· ἐξέλιπεν ἄνομος, ἀκόλουθον ἦν εἰπεῖν καὶ πάντας τοὺς ἐλέγχοντας ἐν πύλαις πρόσκομμα τιθέντας ἐξέλιπον κατὰ κοινοῦ, ἀλλὰ τῇ συνηθείᾳ τῇ γραφικῇ τῷ μέλλοντι χρόνῳ ἐχρήσατο.
1.97.1
Ἔτι πρὸς τοὺς αὐτοὺς ὁ λόγος ὁ προφητικὸς ἀποτείνεται, καὶ ἐπειδὴ τοιοῦτοι γεγόνατέ φησι, διὰ τοῦτο τάδε πρὸς ὑμᾶς λέγει ὁ τῶν ὅλων κύριος, ὑμᾶς δὲ λέγω τὸν καλούμενον οἶκον Ἰακώβ, ὃν οὐκ ἄξιον ὄντα τοῦ θεοφιλοῦς ἐκείνου καὶ μακαρίου ἀφώρισε καὶ ἀπηλλοτρίωσεν αὐτὸς ὁ θεὸς διὰ τὸ μὴ τοῖς ἔργοις ἀξίους τοῦ Ἀβραὰμ καταστῆσαι ἑαυτούς. «τὰ» γὰρ «τέκνα τοῦ Ἀβραὰμ» διὰ τῶν «ἔργων» γνωρίζεται, ὡς ἐδίδαξεν ὁ σωτὴρ εἰπών· «εἰ τέκνα τοῦ Ἀβραὰμ ἦτε, τὰ ἔργα τοῦ Ἀβραὰμ ἐποιεῖτε». κατὰ δὲ τὸν Σύμμαχον· τάδε λέγει κύριος πρὸς τὸν οἶκον Ἰακώβ, ὁ λυτρωσάμενος τὸν Ἀβραάμ, ἀλλ' οὐχὶ τούτους λυτρωσάμενος, πρὸς οὓς ἀπετείνετο· διὸ πρὸς τούτους τάδε φησίν. εἴρηται μὲν περὶ ὑμῶν, ὡς οὐ συνήσετε «τοὺς λόγους τῆς βίβλου ταύτης», εἴρηται δὲ καὶ περὶ τῶν πάλαι «τυφλῶν» καὶ ἀπίστων ἐθνῶν, ὡς ἐκεῖνοι καὶ τοὺς λόγους τῶν ἱερῶν καὶ θεοπνεύστων γραφῶν συνήσουσι καὶ ψυχῆς ὀφθαλμοῖς τῶν θείων λογίων τὸν νοῦν θεωρήσουσι καὶ ὡς γνῶσιν ἀναλήψονται θεοῦ καὶ τῆς παρ' αὐτῷ μεθέξουσιν εὐφροσύνης οἱ πάλαι ἀνελπίδες, ἀλλὰ νῦν μὲν ὅτε ταῦτα προφητεύεται οὐδεμίαν αἴσθησιν ἔχετε τῶν λεγομένων. διὸ οὐδὲ αἰσχύνεσθε νῦν οὐδὲ προσποιεῖσθε τὰ καθ' ὑμῶν ἀπειλούμενα, οὐδὲ τὸ πρόσωπον ὑμῶν ἐπὶ τοῦ παρόντος ταῦτα ἀκουόντων διατρέπεται. ἔσται δὲ καιρός, ἐν ᾧ αἰσχυνθήσεσθε καὶ διατραπήσεσθε, καὶ τὸ πρόσωπον ὑμῶν ἀπὸ τῆς ἀναιδοῦς ταύτης καὶ ἀναισχύντου ἐνστάσεως μεταβαλεῖτε. Τίς δ' ἂν εἴη οὗτος ὁ καιρός, ἢ ὁ τῆς ἐκβάσεως τῶν ἐμῶν λόγων, καθ' ὃν τὰ τέκνα τὰ ὑμέτερα τοὺς ἀλλογενεῖς καὶ ἀλλοτρίους τοῦ ὑμετέρου γένους ὄψεται δοξάζοντας καὶ ἁγιάζοντας τὸ ἐμὸν ὄνομα; τότε γὰρ αὐτὰ τὰ ὑμέτερα τέκνα καταισχυνθήσεται καὶ ἐντραπήσεται ὁρῶντα τὸ παράδοξον τῆς τῶν ἐθνῶν μεταβολῆς, καὶ ὡς ἀλλόφυλοί τινες ἄνδρες τὸν ἅγιον τοῦ Ἰακὼβ καὶ τὸν θεὸν τοῦ Ἰσραὴλ ἁγιάσουσι, καὶ ὡς φόβον ἀναλήψονται τοῦ ἐπὶ πάντων θεοῦ οἱ τῷ μακρῷ αἰῶνι πλανηθέντες, καὶ ὡς συνήσουσιν αὐτοὶ ἐκεῖνοι οἱ πάλαι ἐν πλάνῃ ἐξετασθέντες, καὶ ὡς οἱ καταγογγύζοντες καὶ κατηγοροῦντες τῆς προνοίας μαθήσονται ὑπακούειν καὶ τοῖς ἐμοῖς παραγγέλμασι πείθεσθαι. αἵ τε γλῶσσαι αἱ ψελλίζουσαι καὶ μηδὲν «τρανὸν» μηδὲ ἀληθὲς λαλεῖν δυνάμεναι εἰς τὸ κατὰ φύσιν ἐλθοῦσαι τρανώτατα λαλήσουσι μαθοῦσαι λαλεῖν εἰρήνης λόγους, ὡς ἂν παντὸς ἀπηλλαγμέναι πολέμου καὶ τὴν πρὸς τὸν θεὸν εἰρήνην σπεισάμεναι. ἀντὶ δὲ τοῦ· οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον μεταβαλεῖ καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος οὕτως ἡρμήνευσεν· οὐ νῦν αἰσχυνθήσεται Ἰακώβ, οὐδὲ νῦν τὸ πρόσωπον αὐτοῦ διατραπήσεται, ἀλλ' ὅταν ἴδῃ τὰ τέκνα αὐτοῦ ἔργα χειρῶν μου ἐν μέσῳ αὐτοῦ ἁγιάζοντας τὸ ὄνομά μου καὶ ἁγιάσουσι τὸν ἅγιον Ἰακὼβ καὶ τὸν θεὸν Ἰσραὴλ κραταιώσουσι καὶ γνώσονται οἱ πεπλανημένοι τῷ πνεύματι σύνεσιν καὶ γογγυσταὶ μαθήσονται παιδείαν. ἐνταῦθα τὸ τέλος περιγράφεται τῆς προφητείας τῆς κατὰ «τοῦ στεφάνου τῆς ὕβρεως» ἀρξαμένης μετὰ τὰ κατὰ «τοῦ δράκοντος καὶ τοῦ ὄφεως τοῦ σκολιοῦ» ἠπειλημένα. τὰ δὲ ἐπιφερόμενα τοῖς προτέροις ἀπὸ ἑτέρας ἀρχῆς ἀναγνωστέον.
1.98.1
Συντελέσας ὁ λόγος τὰ ἠπειλημένα κατὰ «τοῦ στεφάνου τῆς ὕβρεως» καὶ τὰ ἑξῆς ἐπενηνεγμένα πάντα, ἐφ' ἑτέραν ὑπόθεσιν μεταβαίνει θεσπίζων, ὥς φασιν Ἑβραίων παῖδες τὰ κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου πεπραγμένα, καθ' οὓς ἑλόντων Βαβυλωνίων τὴν Ἰερουσαλὴμ καὶ τὸν λαὸν αἰχμάλωτον ἀπαγαγόντων οἱ περιλειφθέντες ἐν τῇ Ἰουδαίᾳ χώρᾳ, οἷς ὁ προφήτης συνῆν Ἰερεμίας καὶ Βαροὺχ καί τινες ἄλλοι, διὰ τὸν τῶν Βαβυλωνίων φόβον φυγῇ κέχρηνται, μᾶλλον ἑλόμενοι Αἰγυπτίοις ἑαυτοὺς ἐγχειρίσαι ἢ Βαβυλωνίοις δουλεύειν. ταῦτα δὲ ἐν τῇ τοῦ Ἰερεμίου προφητείᾳ ἱστόρηται. φθάνει δὲ ταῦτα ὁ προφήτης Ἠσαΐας σχεδὸν πρὸ ὅλων πεντήκοντα καὶ ἑκατὸν ἐτῶν τοῦ Ἰερεμίου γεγονώς· γράφει δ' οὖν περὶ αὐτῶν ἐκείνων τῶν μὴ πεισθέντων τῇ διὰ τοῦ Ἰερεμίου φωνῇ τοῦ θεοῦ ἀπαγορευούσῃ εἰσελθεῖν εἰς τὴν Αἴγυπτον λέγων· Οὐαὶ τέκνα ἀποστάται, ἢ παραβάται κατὰ τὸν Σύμμαχον, λέγει κύριος· ἐποιήσατε βουλὴν οὐ δι' ἐμοῦ καὶ συνθήκας οὐ διὰ τοῦ πνεύματός μου προσθεῖναι ἁμαρτίαν ἐφ' ἁμαρτίαις, οἱ πορευόμενοι καταβῆναι εἰς Αἴγυπτον, ἐμὲ δὲ οὐκ ἐπηρώτησαν, τοῦ βοηθηθῆναι ὑπὸ Φαραὼ καὶ τὰ τούτοις ἐπιλεγόμενα. ἐν οἷς καὶ τοῦτο διδάσκει· ὅτι ἦσαν ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί, σαφῶς παριστὰς γεγονέναι τότε παρ' Αἰγυπτίοις δαίμονας, ἀγγέλους πονηροὺς ὀνομάζων αὐτούς, οἳ μάλιστα ἐνήργουν τὰ πολλὰ ἐν τῇ καλουμένῃ πόλει τῆς Αἰγύπτου Τάνει, ἔνθα τὸ βασίλειον τοῦ Φαραὼ κατ' ἐκεῖνο καιροῦ ἵδρυτο. Φαραὼ δὲ πάντες ἐκαλοῦντο οἱ ἐξ αὐτῶν Αἰγυπτίων βασιλεύοντες τῆς αὐτῶν χώρας μετὰ τοῦ ἰδιάζοντα κεκτῆσθαι ὀνόματα, ὥστε εἶναι μέν τινα αὐτῶν Νεχαὼ μετὰ τοῦ καὶ Φαραὼ λέγεσθαι. μέμνηται δὲ τῆς Τάνεως ἡ Ψαλμῳδία ὡς τῶν διὰ Μωσέως παραδόξως πεπραγμένων «ἐν γῇ Αἰγύπτῳ, ἐν πεδίῳ Τάνεως» γεγονότων, καὶ ἐν τῇ περὶ Αἰγύπτου προφητείᾳ ὁ αὐτὸς οὗτος προφήτης ἐδίδασκε λέγων· «ποῦ εἰσι νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσάν σοι τί βεβούλευται κύριος σαβαὼθ ἐπ' Αἴγυπτον, ἐξέλιπον οἱ ἄρχοντες Τάνεως». ἀλλ' ἐκεῖ μέν, ἐπειδὴ τὴν εἰς Αἴγυπτον τοῦ κυρίου παρουσίαν ἐθέσπιζεν, ἀκολούθως «ἔκλειψιν τῶν ἀρχόντων Τάνεως» ἐδήλου· ἅπερ ἐπληροῦτο κατὰ τὴν τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιφάνειαν. διὰ δὲ τῶν μετὰ χεῖρας τὰ κατὰ τοὺς Ἰερεμίου χρόνους σημαίνων ὁ λόγος οὔ φησιν «ἐκλελοιπέναι τοὺς ἄρχοντας Τάνεως», ἀλλ' ὅτι ἦσαν τότε ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροί, οἱ αὐτοὶ ὄντες τοῖς ἀνωτέρω λελεγμένοις «ἄρχουσι Τάνεως». πλὴν ἀλλὰ καὶ οὗτοί φησιν οἱ ἐν Τάνει ἀρχηγοὶ ἄγγελοι πονηροὶ οὐδὲν ὠφελήσουσιν εἰς τὸ ἐπαμῦναι τοῖς προσφυγοῦσιν αὐτοῖς καὶ τὴν ἐξ αὐτῶν βοήθειαν ἀνακαλεσαμένοις, πρὸς δὲ τῷ μηδὲν αὐτοὺς ὠφελῆσαι γενήσονται αὐτοῖς αἰσχύνη καὶ ὄνειδος. ἃ καὶ αὐτοῖς ἐπληροῦτο καθ' ὃν χρόνον ὁ τῶν Βαβυλωνίων βασιλεὺς ὑποχείριον ποιησάμενος τὴν Αἴγυπτον, οὐ μόνον Αἰγυπτίους ἀλλὰ καὶ τῶν Ἰουδαίων τοὺς προσφύγους αὐτοῖς γενομένους πολέμου νόμῳ ἐξηνδραποδίσατο· τὸ τηνικαῦτα γὰρ ἡ ἐπὶ Φαραὼ τῶν Ἰουδαίων ἐλπὶς εἰς αἰσχύνην καὶ ὄνειδος αὐτοῖς περιετράπη. ἰστέον δ' ὡς μέχρι τούτων Ὠριγένει προῆλθεν ὁ τριακοστὸς τῶν εἰς τὸν προφήτην ἐξηγητικῶν τόμος. Τούτοις ἑξῆς ἐπιφέρεται· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Ἐν τῇ θλίψει καὶ τῇ στενοχωρίᾳ, λέων καὶ σκύμνος λέοντος ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων. οἶμαι δὲ διὰ τούτων τοὺς Αἰγυπτίων θεοὺς αἰνίττεσθαι τὸν λόγον· σχεδὸν γὰρ πᾶν εἶδος τετραπόδων ζῴων παρ' αὐτοῖς θεὸς ἐνομίζετο. ἀντὶ δὲ τοῦ· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, ὁ Σύμμαχος λῆμμά φησι κτηνῶν νότου, καὶ οἱ λοιποὶ δὲ πάντες ἑρμηνευταὶ ὁμοίως κτηνῶν νότου ἐκδεδώκασιν. οὐκοῦν τὴν χώραν τῶν Αἰγυπτίων κατὰ τὸ νότιον κλίμα κειμένην ἔρημον ὠνόμασαν οἱ Ἑβδομήκοντα φήσαντες· Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ, διὰ τὸ ἔρημον τότε πᾶσαν εἶναι θεοῦ, πεπληρῶσθαι δὲ τετραπόδων τῶν παρ' αὐτοῖς θεοποιουμένων καὶ τῶν παρ' αὐτοῖς ἐνεργούντων δαιμόνων. διὸ καὶ ἐν θλίψει καὶ ἐν στενοχωρίᾳ εἶναι ἐλέγοντο· κατὰ γὰρ πολλὴν στενοχωρίαν ψυχῆς καὶ καθ' ὑπερβολὴν θλίψεως τοὺς παρ' αὐτοῖς ἀνηγόρευον θεούς· αὐτοὺς δὲ ἐκείνους τοὺς τὰς ψυχὰς αὐτῶν θλίβοντας καὶ στενοχωροῦντας πονηροὺς δαίμονας· ἐν οἷς ἦσαν λέοντες καὶ ἀσπίδες καὶ τὰ τούτων ἔκγονα καὶ ὄφεις καὶ ἄλλα μυρία ἑρπετά τε καὶ θηρία, ὧν εἰκόνες ἦσαν καὶ τὰ αἰσθητὰ ζῷα καθ' ὅλης τῆς Αἰγύπτου θεοποιούμενα. καὶ γὰρ λέοντας ἀληθῶς καὶ ἀσπίδας καὶ ὄφεις καὶ ἄλλα μυρία οἷα θεοὺς τετιμήκασιν. ἤδη γοῦν ἀπὸ τῆς τῶν αὐτοῖς νομιζομένων θεῶν ἐπωνυμίας καὶ τὰς πόλεις οὕτως κεκλήκασιν, ἀπὸ μὲν τοῦ λέοντος τὴν Λεοντώ, ἀπὸ δὲ τοῦ κυνὸς τὴν Κυνώ, καὶ ἀπὸ ἄλλου πάλιν θηρὸς ἑτέραν πόλιν. αὕτη τοίνυν ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ Αἰγυπτίων ἐρημίᾳ ἐθεωρεῖτο τῷ προφήτῃ, καὶ τούτοις οἱ πρόσφυγες τῶν Ἰουδαίων ἀπεκόμιζον τὸν ἑαυτῶν πλοῦτον· τὰ γὰρ ταμιεῖα τῆς ἑαυτῶν ψυχῆς τῇ Αἰγυπτιακῇ παρεδίδοσαν πλάνῃ. ἐπ' ὄνων δὲ καὶ καμήλων κομίζειν εἴρηνται τὸν πλοῦτον ἑαυτῶν τῆς ἀλογίας καὶ ἀφροσύνης αὐτῶν οὕτω πως δηλουμένης. ἀπῄεσαν δὲ πρὸς ἔθνος ὃ οὐκ ὠφελήσει αὐτούς· οὔτε γὰρ οἱ αἰσθητοὶ Αἰγύπτιοι οὔτε οἱ τούτων νομιζόμενοι θεοὶ βοηθήσειν ἔμελλον τῷ προσφυγόντι αὐτοῖς Ἰουδαίων λαῷ. Καὶ τὰ ἑξῆς δὲ τῆς προφητείας ἀπαγγελλόμενα σαφέστερα ὄντα περιττὸν οἶμαι δοκεῖ πειρᾶσθαι διὰ μακροτέρων ἑρμηνεύειν, ἐπειδ' ἀντιλέγοντες αὐτὸν ψεύδεσθαι, ἐν οἷς παρῄνει ἐκ προσώπου τοῦ θεοῦ μὴ εἰσιέναι εἰς Αἴγυπτον. τούτου χάριν ἡ παροῦσα προφητεία φησίν· οἳ οὐκ ἐβούλοντο ἀκούειν τὸν νόμον τοῦ θεοῦ, λέγοντες τοῖς προφήταις Μὴ ἀναγγέλλετε ἡμῖν, καὶ τοῖς τὰ ὁράματα ὁρῶσι Μὴ λαλεῖτε ἡμῖν. κατὰ δὲ τὸν Σύμμαχον εἴρηται· καὶ τοῖς ὁρῶσι μὴ ὁρᾶτε ἡμῖν ὀρθῶς, λαλήσατε ἡμῖν λεῖα, ὁρᾶτε ἡμῖν πλάνας, ἀποστήσατε ἀπὸ τῆς ὁδοῦ, ἐκκλίνατε ἀπ' ἐμοῦ τὴν τρίβον, παύσατε ἐκ προσώπου ἡμῶν τὸν ἅγιον Ἰσραήλ· ταῦτα γὰρ οἱ μὴ πιστεύοντες ταῖς τοῦ Ἠσαΐου φωναῖς πρὸς αὐτὸν καὶ τοὺς τὰ ὅμοια αὐτῷ φρονοῦντας ἔλεγον. Διὸ ἀπειλεῖ αὐτοῖς τὰ ἐπιφερόμενα, εἶτα παραινεῖ λέγων· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, κατὰ δὲ τὸν Σύμμαχον· ἐν μετανοίᾳ φησὶ καὶ ἀναπαύσει σωθήσεσθε καὶ ἐν ἐλπίδι ἔσται ἡ δύναμις ὑμῶν. ἐὰν γὰρ καθεσθῆτέ φησιν ἐν τῷ τόπῳ τῆς Ἰερουσαλὴμ μετανοήσαντες καὶ παυσάμενοι τῆς ἐπὶ τὴν Αἴγυπτον ὁρμῆς, τότε σωθήσεσθε ἐν ἠρεμίᾳ γενόμενοι καὶ ἀναπαύσει, ἀλλὰ καὶ ἡ δύναμις ὑμῶν ἐν ἐλπίδι φησὶν ἔσται· πιστεύσαντες γὰρ καὶ ἐλπίσαντες ἐπὶ τὸν θεὸν δυνήσεσθε σωθῆναι. οἱ δὲ οὐκ ἠθέλησάν φησιν ἀκούειν, ἀλλ' εἶπαν Ἐφ' ἵππων φευξόμεθα. διόπερ ἀπειλεῖ αὐτοῖς τὰ ἐπιλεγόμενα φάσκων· φεύξεσθε μέν, οὐ μὴν διαφυγεῖν δυνήσεσθε τὴν τῶν Βαβυλωνίων χεῖρα καταληψομένην ὑμᾶς καὶ ἐν Αἰγύπτῳ. Εἰς τοσοῦτον δέ φησιν αὐτοὺς φεύξεσθαι, ἕως ἂν καταλειφθῶσιν ὡς ἱστὸς ἐπ' ὄρος καὶ ὡς σημαία ἐπὶ βουνοῦ, ἢ κατὰ τὸν Σύμμαχον· ὡς ἱστὸς ἐπ' ἄκρου ὄρους καὶ ὡς ἱστία ἐπὶ βουνοῦ· ὥσπερ γὰρ νηὸς διαπεσούσης καὶ ἀπολομένης ἐν θαλάττῃ σημεῖον τυγχάνει ἀποτεθεὶς ἐπ' ἄκρου ὄρους ἱστὸς τοῦ μηκέτ' αὐτοῦ χρείαν εἶναι, οὕτως ἐπίσημον γενήσεσθαι τὴν ἀπώλειαν τῶν δηλουμένων. Πλὴν οὐ πάντη πάντας ἀπολεῖσθαί φησι, περιλειφθήσεσθαι δὲ βραχεῖς τινας, οὓς ἐλεήσας ὁ θεὸς καὶ οἶκτον αὐτῶν λαβὼν διασώσει δοξαζόμενος καὶ ὑψούμενος διὰ τοῦ ἐλεῆσαι αὐτούς. οὕτω γὰρ αὐτὸν κριτὴν δίκαιον εἶναι ὡς τοὺς μὲν ἀξίους τιμωρίας κολάζειν τοὺς δὲ δυναμένους ἐλέου τυχεῖν τῆς παρ' αὐτῷ καταξιοῦν σωτηρίας. διόπερ μακάριοι πάντες οἱ ἐμμένοντες ἐπ' αὐτῷ, ἢ ὑπομένοντες αὐτὸν κατὰ τὸν Σύμμαχον· καλὸν γὰρ τὸ μὴ λειποθυμεῖν μηδὲ ἀπογινώσκειν τὴν τοῦ θεοῦ βοήθειαν ἐν ταῖς καταλαμβανούσαις ἡμᾶς συμφοραῖς.
1.99.1
Σφόδρα ἀκολούθως εἰπὼν ὁ λόγος τὰ κατὰ Ἰερεμίαν τὸν προφήτην συμβεβηκότα διὰ τῶν προκειμένων τὴν ἀπὸ τῆς αἰχμαλωσίας ἐπάνοδον τοῦ λαοῦ θεσπίζει καὶ ὡς ἐπανελθόντες τὸν νεὼν τὸν ἐν Ἰερουσαλὴμ ἀναστήσουσι καὶ αὖθις οἰκήσουσι τὴν πόλιν ὡς πληρωθῆναι αὐτὴν οἰκητόρων καὶ τὴν χώραν ἅπασαν ὑπὸ Ἰουδαίων γεωργίας τυχεῖν ἐν πολλῇ καὶ βαθυτάτῃ εἰρήνῃ διαγόντων· ἅπερ ἐπληροῦτο ἐπὶ Ζοροβάβελ καὶ Ἰησοῦ τοῦ Ἰωσεδέκ, καθ' οὓς τὸ ἱερὸν ἀνενεώθη προφητευόντων τότε Ἁγγαίου καὶ Ζαχαρίου, μεθ' οὓς Ἔσδρας ἀπὸ τῆς Βαβυλωνίας ἐπανελθὼν καὶ μετ' αὐτὸν ὁμοίως Νεεμίας τὰ μεγάλα συνέπραξαν τῇ τῆς πόλεως τελειώσει, μεθ' οὓς διέμεινε πολλοῖς ἔτεσιν ἀπολιόρκητος ἥ τε πόλις καὶ ὁ ἐν αὐτῇ νεώς. ταῦτα οὖν αὐτὰ διὰ τῶν παρόντων προαναφωνεῖ φάσκων ὁ λόγος· καὶ πάλιν μενεῖ ὁ θεὸς τοῦ οἰκτειρῆσαι ὑμᾶς καὶ διὰ τοῦτο ὑψωθήσεται ὁ θεὸς τοῦ ἐλεῆσαι ὑμᾶς. καὶ ἐπάγει λέγων ἑξῆς· διότι κριτὴς κύριος ὁ θεός· δίκαιος γὰρ κριτὴς ὢν τοὺς μὲν ἀξίους αἰχμαλωσίᾳ παρεδίδου, οὓς δὲ δίκαιον ἐλεεῖν, ἔσῳζεν· ὅθεν μακάριόν ἐστι τὸ ἐμμένειν ἐπ' αὐτῷ, ἢ κατὰ τὸν Σύμμαχον τὸ ὑπομένειν αὐτόν· ὡς δίκαιος τοιγαροῦν κριτὴς καὶ ὡς ἀγαθὸς πάλιν οἰκτειρήσει ὡς τὴν Σιὼν καὶ τὴν Ἰερουσαλὴμ δεύτερον οἰκοδομηθῆναι καὶ αὖθις ἐν αὐτῇ κατοικῆσαι λαόν. δόξαν δὲ τοῦ Ἰσραὴλ τὸν τῶν ὅλων σωτῆρα λέγει θεόν. Ἐπεὶ δὲ γέγραπται· διότι λαὸς ἅγιος ἐν Σιὼν οἰκήσει, χρὴ μὴ ἀγνοεῖν, ὡς οὔτε ἡ Ἑβραϊκὴ λέξις οὔτε οἱ λοιποὶ ἑρμηνευταὶ τὸ ἅγιον ὠνόμασαν, ἀλλὰ κατὰ τὸν Σύμμαχον· λαός φησιν ἐν Σιὼν οἰκήσει· ὅπερ καὶ γέγονεν, οὐ πάντως δὲ ἅγιος ἦν ὁ πᾶς λαὸς ὁ μετὰ ταῦτα κατοικήσας τὴν Ἰερουσαλήμ. κλαυθμῷ φησιν οὐκ ἔκλαυσεν Ἐλέησόν με· οὕτως γὰρ περιέχει ἡ Ἑβραϊκὴ λέξις. διὸ κατὰ τὸν Σύμμαχον εἴρηται· ἐν Ἰερουσαλὴμ κλαυθμῷ οὐ κλαύσεις, ὁμοίως δὲ καὶ κατὰ τὸν Θεοδοτίωνα εἴρηται· ἐν Ἰερουσαλὴμ κλαυθμῷ οὐ κλαυθήσεται. οὐκέτι γὰρ ἦν καιρὸς κλαυθμοῦ τοῖς διὰ τὸν ἔλεον τοῦ θεοῦ ἀπολαβοῦσι τὸ πατρῷον ἔδαφος καὶ ἐπὶ τούτῳ χαίρουσι καὶ εὐφραινομένοις κατὰ τὸ εἰρημένον· «ἐρχόμενοι ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν». τοῦτο δὲ αὐτοῖς αἴτιον ἦν τὸ τυχεῖν τοῦ ἐλέους τοῦ θεοῦ. ἀντὶ δὲ τοῦ· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου, ὁ Σύμμαχός φησι· πρὸς τὴν φωνὴν τῆς βοῆς σου, καθὼς ἂν ἀκουσθῇ, ἀκούσει σου. ὅμοιον δέ ἐστι τοῦτο τῷ· «κατὰ τὴν πίστιν σου γενηθήτω σοι», εἰωθότι λέγεσθαι ὑπὸ τοῦ σωτῆρος. νῦν μὲν γάρ φησιν οὐκ ἔκλαυσε, καθ' ἕτερον δὲ καιρὸν τοῦτο ποιεῖ. πλὴν ὁ λόγος παραινεῖ αὐτῇ βοᾶν πρὸς τὸν θεὸν πάντοτε· πρὸς τὴν φωνήν σου γάρ φησιν ἀποκριθήσεταί σοι ὁ θεός. κατὰ δὲ τοὺς Ἑβδομήκοντα εἴρηται· καὶ Ἰερουσαλὴμ κλαυθμῷ ἔκλαυσεν Ἐλέησόν με· δυνάμει γὰρ καὶ αὐτὸ τὸ ἔδαφος ἐβόα πρὸς τὸν θεὸν ἐπὶ τῇ τῶν οἰκητόρων κακίᾳ, ἀλλὰ καὶ οἱ δυνατοὶ ὑπὲρ τῶν ἀδυνάτων καὶ οἱ κρείττους ὑπὲρ τῶν χειρόνων ἀπεκλάοντο. διὸ ἐπιλέγεται ἑξῆς· τὴν φωνὴν τῆς κραυγῆς σου ἡνίκα εἶδεν, ἐπήκουσέ σου. Καὶ τέως μὲν ἐπὶ τοῦ παρόντος δώσει ὑμῖν φησι κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν. μετὰ δὲ ταῦτα ἑξῆς ἐπιλέγεται· ὁ ἄρτος τοῦ γενήματος τῆς γῆς σου ἔσται πλησμονὴ καὶ λιπαρός, καί· τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου. διδάσκει δὲ διὰ τούτων ὡς ἐν μὲν τῇ ἀρχῇ τῆς ἐπανόδου πολλῆς θλίψεως μετέσχον οἱ ἀπὸ τῆς πολεμίας ἐπανελθόντες τῶν περιχώρων θλιβόντων αὐτούς, ὡς καὶ τὸ ἔργον ἐπισχεῖν τῆς οἰκοδομῆς τοῦ ἱεροῦ· τοῦτο γοῦν καὶ ἡ ἱστορία ἐν τῇ βίβλῳ τοῦ Ἔσδρα διδάσκει. διὸ εἴρηται, ὅτι δώσει ὑμῖν κύριος ἄρτον θλίψεως καὶ ὕδωρ στενόν· καὶ οὐκέτι φησὶ μὴ ἐγγίσουσιν οἱ πλανῶντές σε· ὅτι οἱ ὀφθαλμοί σου ὄψονται τοὺς πλανῶντάς σε. διὸ οὐκέτι πλανήσουσί σε· εἰ γὰρ καὶ πειραθεῖεν τοῦτο πρᾶξαί τινες, ἀλλ' οἱ ὀφθαλμοί σου ὄψονται αὐτούς. ἰδόντες δὲ αὐτοὺς καὶ νοήσαντες, οὐ πλανηθήσονται. καὶ πάλιν εἰ πειραθεῖεν ἕτεροι λόγοις ἀπατηλοῖς διαστροφὰς πρὸς ὑμᾶς λαλεῖν, καὶ τούτων τὰ ῥήματα οὐ παραδέξεται τὰ ὦτά σου· κἂν ἀπατῶντες λέγοιεν· Αὕτη ἡ ὁδός, πορευθῶμεν ἐν αὐτῇ εἴτε δεξιὰ εἴτε ἀριστερά· οὐ πεισθήσῃ γὰρ λέγουσιν αὐτοῖς ταῦτα, ἀλλ' «ὁδῷ βασιλικῇ πορεύσῃ» τὴν μέσην ὁδεύων καὶ «μὴ ἐκκλίνων μήτε δεξιὰ μήτε ἀριστερά». διόπερ ὡς μηκέτι πλανώμενος μιανεῖς τὰ εἴδωλα, τοῦτ' ἔστι μιαρὰ ἡγήσῃ καὶ ἀκάθαρτα ὥσπερ τινὰ δυσώδη κόπρον καὶ ἄτιμον ἀκαθαρσίαν ἀποστρεφόμενος. ἐπειδὰν δὲ ταῦτα ποιήσῃς, τότε ἔτι ἄρτον θλίψεως καὶ ὕδωρ στενὸν δώσει σοι κύριος. τότε ἔσται ὁ ὑετὸς τῷ σπέρματι τῆς γῆς σου, καὶ ὁ ἄρτος τοῦ γενήματός σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός. πάντα εἰς σὲ πληρωθήσεται ἐν εὐθηνίᾳ πολλῇ καὶ βαθυτάτῃ εἰρήνῃ τὴν ζωὴν διατελοῦντι· ὡς καὶ τὰ παρὰ σοὶ ζῷα καὶ μάλιστα τὰ τὴν χώραν γεωργοῦντα πληροῦσθαι τῆς αὐτοῖς κατὰ φύσιν τροφῆς. καὶ αὐτὰ δὲ ἐπληροῦτο μετὰ τὴν ἀνανέωσιν τῆς Ἰερουσαλὴμ ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐν εἰρήνῃ διαναπαυομένων τῶν τε ἐν τῇ χώρᾳ τοὺς ἀγροὺς οἰκούντων καὶ τῶν ἐν ταῖς πόλεσι διατριβόντων. Ταῦτα μὲν οὖν ἀναφέροιτ' ἂν εἰς τοὺς δηλωθέντας χρόνους, τὰ δ' ἑξῆς δι' ὧν εἴρηται· καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον, βιάζεται καὶ τὸν μὴ θέλοντα ἐπὶ τροπολογίαν σπεύδειν. ποῖον δὲ ἔχει νοῦν τὸ ἐπιλεγόμενον· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι, ἔσται τὸ φῶς τῆς σελήνης ὡς τὸ φῶς τοῦ ἡλίου καὶ τὸ φῶς τοῦ ἡλίου ἔσται ἑπταπλάσιον ὡς τὸ φῶς τῶν ἑπτὰ ἡμερῶν ἐν τῇ ἡμέρᾳ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσεται· ταῦτα γὰρ ὁποίαν σῴζοι ἂν ἀκολουθίαν πρὸ τούτων εἰρημένα. ἀναγκαῖον ἂν εἴη διασκέψασθαί φημι τοίνυν καὶ ταῦτα ἀκολούθως ἐπενηνέχθαι τοῖς προλεχθεῖσιν, ἐπειδὴ γὰρ σωματικὰς πεποίηται ἐπαγγελίας ὁ λόγος εἰπών· καὶ ὁ ἄρτος τοῦ γενήματός σου ἔσται εἰς πλησμονὴν καὶ λιπαρός· καὶ βοσκηθήσεται τὰ κτήνη σου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τόπον πίονα καὶ εὐρύχωρον, οἱ ταῦροι ὑμῶν καὶ οἱ βόες οἱ ἐργαζόμενοι τὴν γῆν ἄχυρα ἀναπεποιημένα φάγονται ἐν κριθῇ λελικμημένῃ, εἰκότως πρὸς τοῖς σωματικοῖς καὶ τὰς θειοτέρας ἐπαγγελίας ἐπάγει τοῖς τούτων ἀξίοις. ταῦτα δὲ σημαίνει· καὶ ἔσται ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου ὕδωρ διαπορευόμενον. καί ποτε ἔσται, παρίστησι τὸν χρόνον δηλῶν διὰ τοῦ ἐπισυνάπτειν καὶ λέγειν· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅταν ἀπόλωνται πολλοὶ καὶ ὅταν πέσωσι πύργοι, ἢ κατὰ τὸν Σύμμαχον· ἐν ἡμέρᾳ σφαγῆς πολλῆς ἐν τῷ πεσεῖν μεγάλους. πότε δὲ ἔσται ἡ πολλὴ σφαγὴ καὶ πότε πεσοῦνται οἱ μεγάλοι, ἢ κατὰ τὸν καιρὸν τῆς καθόλου κρίσεως τῆς μετὰ «τὴν συντέλειαν τοῦ αἰῶνος τούτου» γενησομένης; διὸ εἴρηται κατὰ τοὺς Ἑβδομήκοντα· ὅταν πέσωσι πύργοι καὶ ὅταν ἀπόλωνται πολλοί· πολλοὶ γὰρ κατ' ἐκεῖνον ἀπολοῦνται τὸν χρόνον, ἐν ᾧ καὶ τὰ ἐπηγγελμένα τοῖς ἀξίοις ἀποδοθήσεται. τίνα δὲ ταῦτα διδάσκει ἐπὶ παντὸς ὄρους ὑψηλοῦ φάσκων ἔσεσθαι ὕδωρ διαπορευόμενον καὶ πολυπλασιαζόμενον αὐτοῖς τὸ σεληναῖον φῶς, τότε ἡλιακὸν ὡσαύτως ἑπταπλάσιον γενησόμενον φῶτα τοίνυν πολλὰ καὶ μεγάλα καὶ διαιρέσεις ὑδάτων· οὕτως γὰρ ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· καὶ ἐπὶ παντὸς βουνοῦ ἐπηρμένου διαιρέσεις ἀγωγῶν ὑδάτων. ἀποδοθήσεται τοῖς ἀξίοις τῶν ἐπαγγελιῶν κατ' ἐκεῖνον τὸν χρόνον, καθ' ὃν οἱ ἄξιοι σφαγῆς σφαγῇ παραδοθήσονται καὶ οἱ ἐν τῷ παρόντι βίῳ ἐπηρμένοι καὶ μεγαλαῦχοι πέσωσι τοῦ ἑαυτῶν ὕψους. διὸ εἴρηται κατὰ τὸν Ἀκύλαν· ἐν ἡμέρᾳ ἀποκταμμοῦ πολλοῦ ἐν τῷ πεσεῖν μεγαλυνομένους. ὁρᾷς ἀκολουθίαν λόγου τοῖς μὲν ἐν τῷ πλήθει σωματικωτέροις σωματικὰς πεποιημένου τὰς ἐπαγγελίας, τοῖς δὲ ἐπαναβεβηκόσι τὸ φρόνημα καὶ τῇ ψυχῇ διῃρημένοις τὰς ὑψηλοτέρας ἐπαγγελίας ὑπισχνουμένου. ὥσπερ δὲ πολλάκις «τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον» νενόηται ἡμῖν, οὕτως «αἱ πολλαὶ μοναὶ παρὰ τῷ πατρὶ» ὄρη τυγχάνουσιν οὐράνια, ἔνθα οἰκήσουσιν οἱ τῆς βασιλείας τοῦ θεοῦ ἄξιοι. καθ' ἕκαστον δὲ τούτων τῶν ἤτοι ὀρῶν ἢ μονῶν ὕδωρ φησὶν ἔσται διαπορευόμενον πάντως που τὸ ἀπὸ τῆς «πηγῆς» ἀναβλαστάνον, περὶ ἧς εἴρηται· «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς», ἀφ' ἧς καὶ «ὁ ποταμὸς τοῦ θεοῦ» προχεῖται, περὶ οὗ εἴρηται· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ», καί· «ὁ ποταμὸς τοῦ θεοῦ ἐπληρώθη ὑδάτων» τοῦ μονογενοῦς τοῦ θεοῦ λόγου τοῦ ζωοποιοῦ καὶ σωτηρίου οὕτω πως δηλουμένου. οὕτως οὖν ἐπὶ παντὸς ὄρους ὑψηλοῦ καὶ ἐπὶ παντὸς βουνοῦ μετεώρου τὸ τῆς ἀθανάτου καὶ αἰωνίου ζωῆς ποιητικὸν ὕδωρ διαπορευόμενον ἀθανάτους ἀπεργάσεται τοὺς ἐξ αὐτοῦ πίνοντας, ὅτε «καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθεῖσα τῆς δουλείας τῆς φθορᾶς» ἀπολήψεται τῶν καμάτων τὰς ἀμοιβάς. διὸ καὶ ἡ σελήνη καὶ ὁ ἥλιος μείζονος δόξης ἀπολαύσουσιν ὡς ἂν κεκμηκότες ἐν τῷ παρόντι καὶ διακονησάμενοι τῷ βουλήματι τοῦ θεοῦ. ταῦτα δέ φησιν ἔσεσθαι, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ, καὶ τὴν ὀδύνην τῆς πληγῆς σου ἰάσηται. ἔνθα οὔτε τοῦ Ἰσραὴλ μνημονεύει οὔτε τοῦ Ἰακὼβ οὐδ' ὅλως τῶν Ἰουδαίων, ἀλλὰ τοῦ λαοῦ αὐτοῦ, ὡς πάντας τοὺς ἀξίους χρηματίζειν λαὸν θεοῦ τῆς ἐπαγγελίας ἐξαπλουμένης. ἐντεῦθεν οἶμαι τὸν ἱερὸν Ἀπόστολον ὠφελημένον εἰρηκέναι τό· «ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν τῶν υἱῶν τοῦ θεοῦ ἀπεκδέχεται», «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ὁρᾷς «τέκνων θεοῦ ἐλευθερίαν» λεγομένην παρὰ τῷ Ἀποστόλῳ, ἣν ὁ προφήτης ἴασιν τοῦ λαοῦ αὐτοῦ ὠνόμασεν. οὐκοῦν σὺν τῷ λαῷ αὐτοῦ καὶ «ἡ κτίσις ἐλευθερωθήσεται»· κατὰ τὸ αὐτὸ γὰρ ἐν αὐτῇ τῇ ἡμέρᾳ, τοῦτ' ἔστι ἐν αὐτῷ τῷ καιρῷ, ὅταν ἰάσηται κύριος τὸ σύντριμμα τοῦ λαοῦ αὐτοῦ. τότε ὁ ἥλιος καὶ ἡ σελήνη κρείττους ἑαυτῶν γενήσονται πολυπλασίονος φωτὸς καὶ δόξης κρείττονος μεταληψόμενοι. διὸ εἴρηται· «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν τέκνων τοῦ θεοῦ». ἅπερ «τέκνα τοῦ θεοῦ» καὶ λαὸς αὐτοῦ πολλὴν εἶχε συντριβὴν καὶ ὀδύνην, ὅτε τὴν θνητὴν διεβίουν ζωήν· ἦσαν γὰρ ὀδυνώμενοι καὶ συντετριμμένοι ὡς λέγεσθαι· «καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ θεὸς οὐκ ἐξουδενώσει», καί· «θυσία τῷ θεῷ πνεῦμα συντετριμμένον». οἱ δὲ αὐτοὶ ἦσαν ἀποκλαόμενοι τὴν ἐπὶ γῆς διατριβὴν καὶ πενθοῦντες τοὺς ἄξια πένθους πράττοντας, ὅπερ διδάσκει ὁ Ἀπόστολος λέγων· «ἡμεῖς οἱ ὄντες ἐν τῷ σκήνει στενάζομεν βαρούμενοι», «καὶ πενθήσω πολλοὺς τῶν προημαρτηκότων καὶ μὴ μετανοησάντων». τούτων τε αὐτῶν ὁ θεὸς τὸ σύντριμμα καὶ τὴν ὀδύνην ἰάσεται ἀνακτώμενος ἐν τῇ τῶν ἐπαγγελιῶν ἀποδόσει. ὃ δὴ καὶ ὁ σωτὴρ ἐδήλου λέγων· «μακάριοι οἱ κλαίοντες» καὶ «μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται».
1.100.1
Τοῖς κατὰ τοὺς χρόνους Ἰερεμίου τοῦ προφήτου καταφυγοῦσιν εἰς Αἴγυπτον παρὰ τὸ πρόσταγμα τοῦ θεοῦ ἀπειλήσας ὁ λόγος τὰ ἐν αὐτῇ Αἰγύπτῳ καταληψόμενα αὐτούς, εἶθ' ἑξῆς θεσπίσας ἐν τῇ πρὸς τοὺς αὐτοὺς προφητείᾳ, ὅτι μὴ χρὴ αὐτοὺς ἀπογινώσκειν τὴν ἀνάστασιν τῆς Ἰερουσαλήμ. ἐπανήξουσι γὰρ ἀπὸ τῆς πολεμίας χώρας οἱ ἐκπεσόντες αὐτῆς καὶ πάλιν αὐτὴν οἰκήσουσιν καὶ τὴν χώραν ἅπασαν τῆς Ἰουδαίας μετὰ εἰρήνης ἀφόβως γεωργήσουσιν. εἶτα πρὸς ταῖς ἐπαγγελίαις ταῖς σωματικώτερον εἰρημέναις ἐπισυνάψας τὰς οὐρανίους τοῖς ἀξίοις ἀποδοθησομένας μετὰ τὴν συντέλειαν τοῦ κόσμου, καθ' ἣν καὶ οἱ ἀσεβεῖς ἀπωλείᾳ καὶ πτώσει παραδοθήσονται. ταῦτα προφήσας ὁ λόγος ἐπισυνάπτει τὰ προκείμενα ἠρτημένα τῆς καθολικῆς τοῦ θεοῦ κρίσεως. διό φησιν· Ἰδοὺ τὸ ὄνομα κυρίου ἔρχεται διὰ χρόνου πολλοῦ. ἀντὶ τοῦ· διὰ πολλοῦ χρόνου, οἱ λοιποὶ ἑρμηνευταὶ μακρόθεν εἰρήκασι. καὶ τήρει, ὅπως οὐκ αὐτὸν τὸν κύριόν φησιν ἔρχεσθαι, ἀλλὰ τὸ ὄνομα κυρίου τὸν Χριστὸν τοῦ θεοῦ αἰνιττόμενος, περὶ οὗ εἴρηται· «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν». ἐρχομένου δὲ καὶ τὴν δευτέραν καὶ ἔνδοξον αὐτοῦ παρουσίαν ποιουμένου ἐπακολουθήσουσιν τιμωρητικαὶ δυνάμεις, δι' ὧν αἱ κολάσεις τοῖς ἀσεβέσιν ἐπαχθήσονται, ἃς ἡ παροῦσα γραφὴ θυμὸν καὶ ὀργὴν ὀνομάζει. ἀντὶ δὲ τοῦ· καιόμενος θυμός, μετὰ δόξης καὶ τῶν ἑξῆς, ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὸν τρόπον· φλεγόμενος θυμὸς αὐτοῦ καὶ βαρὺς ὑπενεγκεῖν τὰ χείλη αὐτοῦ ὡς χειμάρρους ἐπικλύζων ἕως τραχήλου φθάνων ἀφορίσαι ἔθνη ἀφορισμῷ ματαιότητος. κατὰ δὲ τοὺς Ἑβδομήκοντα ἀκολουθήσει τῇ δόξῃ τοῦ κυρίου καιόμενος θυμὸς ἢ ἀντικειμένη δύναμις· πλὴν οὐδὲν ποιήσει δίχα τοῦ προστάγματος τοῦ κριτοῦ. διὸ ἐπιλέγεται· τὸ τέλειον τῶν χειλέων, τὸ τέλειον τῆς ὀργῆς πλῆρες· ἀκολούθως γὰρ τῇ τοῦ λογίου ἀποφάσει τὰ τῆς ὀργῆς τοῖς κολασθησομένοις ἐπενεχθήσεται. Καὶ τὸ πνεῦμα δὲ αὐτοῦ τὸ ἀπεσταλμένον ἐπὶ τοὺς ἀσεβεῖς σῦρον ἥξει ὥσπερ ἐν φάραγγι πλημμυρὸν ὕδωρ μέχρι τραχήλου κατασῦρον τοὺς τὴν τιμωρίαν ὑπέχοντας. καὶ διαιρεθήσεται τὸ κολαστικὸν τοῦτο πνεῦμα εἰς πολλὰς διαιρέσεις διὰ τὸ πλείστην εἶναι τὴν τῶν κολαζομένων διαφοράν. διὸ ταράξει ἔθνη, ἐφ' οἷς ἐπλάνησαν ματαίως καὶ ἐφ' οἷς ἐδίωξεν αὐτοὺς ἐν τῷ προτέρῳ αὐτῶν βίῳ πλάνησις. Ταῦτα εἰπὼν ὁ λόγος τὰ ἑξῆς πρὸς τοὺς προσποιουμένους μὲν θεοσέβειαν ἐν τρυφαῖς δὲ καὶ ἡδυπαθείαις τὴν ἑαυτῶν κατατρίψαντας ζωὴν ἀποτείνεται λέγων· μὴ διὰ παντὸς δεῖ ὑμᾶς εὐφραίνεσθαι καὶ εἰσπορεύεσθαι εἰς τὰ ἅγιά μου διὰ παντὸς ὡσεὶ ἑορτάζοντας καὶ ὡσεὶ εὐφραινομένους εἰσελθεῖν μετὰ αὐλοῦ εἰς τὸ ὄρος κυρίου πρὸς τὸν θεὸν τοῦ Ἰσραήλ. Εἶτα εἰπὼν ταῦτα πρὸς τοὺς μετὰ ὑποκρίσεως θεοσεβεῖν προσποιουμένους ἑξῆς ἐπιλέγει· καὶ ἀκουστὴν ποιήσει κύριος τὴν φωνὴν αὐτοῦ καὶ τὸν θυμὸν τοῦ βραχίονος αὐτοῦ δείξει μετὰ θυμοῦ καὶ ὀργῆς καὶ φλογὸς πυρός. καὶ ἐπιλέγει· διὰ γὰρ τῆς φωνῆς κυρίου ἡττηθήσονται Ἀσσύριοι τῇ πληγῇ, ᾗ ἂν πατάξῃ αὐτούς. Ἀσσυρίους δὲ ἐνταῦθα οὐ πάντως τὸ ἔθνος δηλοῖ, ἀλλὰ τοὺς ὁμοίως τοῖς Ἀσσυρίοις κατατυραννήσαντας κἀκείνοις παραπλησίως τῇ κατὰ τῶν ἀνθρώπων δυναστείᾳ ὑπερηφάνως κεχρημένους. οὕτω γοῦν καὶ παῖδες Ἑβραίων ἐν τοῖς πρὸς αὐτοὺς διαλόγοις νοεῖν παραδεδώκασι σημαίνεσθαι φήσαντες ἀπὸ τῆς ἑρμηνείας τῶν Ἀσσυρίων τοὺς εὐθηνουμένους καὶ κατευοδουμένους, οὓς ὁ παρὼν λόγος κολασθήσεσθαι κατὰ τὸν τῆς κρίσεως καιρὸν ὑπὸ τῆς ἐπαχθησομένης αὐτοῖς πληγῆς διδάσκει. Τότε φησὶν οἱ παίοντες αὐτοὺς καὶ τύπτοντες τιμωροὶ δαίμονες κυκλόθεν αὐτοὺς περιστοιχισάμενοι τὰς τιμωρίας ἐπάξουσι. τίνες δέ εἰσιν οὗτοι, διασαφεῖ φάσκων· ὅθεν ἦν αὐτοῖς ἡ ἐλπὶς τῆς βοηθείας, ἐφ' ἣν αὐτὸς ἐπεποίθει· αὐτοὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτόν. ἐλπὶς δὲ τοῖς ἀσεβέσι βοηθείας ἦν ἀπὸ τῶν θεῶν αὐτῶν τῶν ἀντικειμένων δηλαδὴ δυνάμεων καὶ τῶν πονηρῶν πνευμάτων. τούτοις γὰρ ὡς θεοῖς προσεῖχον καὶ τὴν ἐλπίδα τῆς βοηθείας ἐκ τούτων αὐτοῖς ἔσεσθαι ἤλπιζον οὐκ εἰδότες, ὅτι αὐτοὶ οὗτοι κολασταὶ αὐτῶν ἔσονται· «ἡ γὰρ ὀργὴ καὶ ὁ θυμὸς» κατὰ τῶν ἀσεβῶν ἀποστελλόμενος «δι' ἀγγέλων» γενήσεται «πονηρῶν», οἳ καὶ μετὰ τυμπάνων καὶ κιθάρας πολεμήσουσιν αὐτοὺς ἅτε ἐπιχαιρεσίκακοί τινες ὄντες. οὕτω καὶ ἐν τοῖς ἔμπροσθεν ἐλέγετο· «γίγαντες ἔρχονται πληρῶσαι τὸν θυμόν μου χαίροντες ἅμα καὶ ὑβρίζοντες»· πολεμήσουσιν οὖν τοὺς ἀσεβεῖς οἱ προλεχθέντες ἐκ μεταβολῆς· ἀντὶ γὰρ φίλων ἐχθροὶ καταστήσονται. Τότε δὲ καὶ ἀπαιτηθήσονται εἰσπραττόμενοι πάντα ὅσα ἥμαρτον. ταῦτα δέ φησι σὲ περιμένει τὸν πάλαι τρυφηλὸν καὶ ὑπερήφανον· εἰ μὴ ἄρα σαυτὸν ἀπατῶν προσδοκᾷς, ὅτι καὶ σοὶ βασιλεύειν ἡτοιμάσθη ὁμοίως τοῖς «τὴν στενὴν καὶ τεθλιμμένην» ὁδεύσασι καὶ «πτωχοῖς» διὰ θεὸν γενομένοις καὶ «δεδιωγμένοις ἕνεκεν δικαιοσύνης»· πᾶσι γὰρ ἐκείνοις «ἡτοίμασται ἡ βασιλεία», ἀλλ' οὐ καὶ σοὶ τῷ «τὴν πλατεῖαν καὶ εὐρύχωρον ὁδὸν» πεπορευομένῳ. διὸ παρεσκεύασταί σοι ἡ προδηλωθεῖσα φάραγξ βαθεῖα «τοῦ σύραντος ὕδατος» μεστὴ ξύλων καὶ πυρὸς ὑποκαομένου ὡς πᾶσαν τὴν φάραγγα μηδενὸς ἑτέρου πεπληρῶσθαι ἢ θυμοῦ καὶ ὀργῆς θεῖον καὶ πῦρ ὑποκαούσης εἰς τὴν τῶν αὐτόθι κατακριθησομένων κόλασιν. τοσαῦτα διὰ μέσου εἰπὼν ἐπαναλαμβάνει τὴν πρὸς τοὺς καταπεφευγότας εἰς Αἴγυπτον προφητείαν. καὶ ἐπιφέρει τὰ λεγόμενα.