Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Constantini imperatoris oratio ad coetum sanctorum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
Constantini imperatoris oratio ad coetum sanctorum 1. t Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ. Pin. 1 αʹ. Τὸ προοίμιον τοῦ πάσχα μέμνηται, καὶ οἷα ὁ τοῦ θεοῦ λόγος ὠφελήσας σύμπαντας διαφόρως παρὰ τῶν ὠφελουμένων ἐπεβουλεύετο. Pin. 2 βʹ. Προσφώνησις τῇ ἐκκλησίᾳ καὶ τοῖς ἀκροαταῖς συγγινώσκειν καὶ διορθοῦσθαι τὰ πταίσματα. Pin. 3 γʹ. Ὅτι καὶ τοῦ λόγου πατὴρ ὁ θεὸς καὶ τῆς κτίσεως ὁ αὐτὸς δημιουργός, καὶ οὐκ ἂν ἠδύνατο συνεστάναι τὰ ὄντα, εἰ διάφορα ἦν αὐτῶν τὰ αἴτια. Pin. 4 δʹ. Περὶ τῆς κατὰ τὰ εἴδωλα πλάνης. Pin. 5 εʹ. Ὅτι Χριστὸς ὁ τοῦ θεοῦ υἱὸς πάντα τὰ ὄντα ἐδημιούργησεν καὶ τοῦ εἶναι τὸ ποσὸν ἐν ἑκάστῳ διωρίσατο. Pin. 6 ʹ. Περὶ τῆς εἱμαρμένης, ὅτι ψευδὴς ὁ περὶ αὐτῆς λόγος δείκνυται ἔκ τε τῶν παρὰ ἀνθρώποις νόμων καὶ τῶν κατὰ τὴν κτίσιν, ἅτινα οὐκ ἀτάκτως ἀλλὰ κατὰ τάξιν κινεῖται τοῦ δημιουργοῦ τὸν ὅρον διὰ τῆς τάξεως ἐπιδεικνύμενα. Pin. 7 ζʹ. Ὅτι περὶ τῶν ἀκαταλήπτων τοῦ δημιουργοῦ χρὴ τὴν σοφίαν δοξάζειν, καὶ οὐκ ἄλλον οὐδ' αὐτόματον αἰτιᾶσθαι φοράν. Pin. 8 ηʹ. Ὅτι τὰ μὲν χρειώδη ἀφθόνως τοῖς ἀνθρώποις ὁ θεὸς χορηγεῖ, τὰ δὲ πρὸς τέρψιν μετρίως, συμφερόντως ἑκατέρον τοῖς ἀπολαύουσιν. Pin. 9 θʹ. Περὶ τῶν φιλοσόφων, οἳ διὰ τὸ πάντα βούλεσθαι εἰδέναι καὶ περὶ τὰς δόξας ἐσφάλησαν, καὶ κινδύνοις ἔνιοι προσωμίλησαν, καὶ περὶ τῶν Πλάτωνος δογμάτων. Pin. 10 ιʹ. Περὶ τῶν μὴ μόνον τὰ γραφικὰ δόγματα ἀλλὰ καὶ τὰ φιλόσοφα διαπτυόντων, καὶ περὶ τοῦ δεῖν ἢ πάντα πιστεύειν τοῖς ποιηταῖς ἢ πάντα ἀπιστεῖν. Pin. 11 ιαʹ. Περὶ τῆς κατὰ σάρκα τοῦ κυρίου παρουσίας, τίς καὶ ἐπὶ τίσι γεγένηται. Pin. 12 ιβʹ. Περὶ τῶν μὴ γνόντων τὸ μυστήριον, καὶ ὅτι ἑκόντες ἠγνόησαν, καὶ ὅσα τοὺς γνόντας ἀγαθὰ μένει, καὶ μάλιστα τοὺς δι' ὁμολογίας τελειωθέντας. Pin. 13 ιγʹ. Ὅτι ἀναγκαία τῶν τῆς κτίσεως μερῶν ἡ διαφορά, καὶ ὅτι ἡ πρὸς τὸ καλὸν καὶ κακὸν ῥοπὴ τῶν ἀνθρώπων γνώμης ἐστίν, ὅθεν καὶ ἡ κρίσις ἀναγκαία καὶ εὔλογος. Pin. 14 ιδʹ. Ὅτι ἀπείρως ἡ κτιστὴ φύσις ἀπὸ τῆς ἀκτίστου οὐσίας ἀφέστηκεν, πλησίον δὲ αὐτῆς τῷ κατ' ἀρετὴν βίῳ ὁ ἄνθρωπος γίνεται. Pin. 15 ιεʹ. Ὅσα ὁ σωτὴρ ἐδίδαξε καὶ ἐθαυματούργησε καὶ τοὺς ἀνασχομένους ὠφέλησεν. Pin. 16 ι ʹ. Τὴν Χριστοῦ παρουσίαν προειρῆσθαι μὲν τοῖς προφήταις, ἐπὶ καταστροφῇ δὲ τῶν εἰδώλων καὶ τῶν εἰδωλικῶν γενέσθαι πόλεων. Pin. 17 ιζʹ. Περὶ τῆς Μωϋσέως σοφίας ζηλωθείσης παρὰ τῶν ἔξωθεν σοφῶν, καὶ περὶ Δανιὴλ καὶ τῶν τριῶν παίδων. Pin. 18 ιηʹ. Περὶ Σιβύλλης τῆς Ἐρυθραίας ἐν ἀκροστιχίδι τῶν τῆς μαντείας ἐπῶν τὸν κύριον καὶ τὸ πάθος δηλούσης· ἔστι δὲ ἡ ἀκροστιχίς· Ἰησοῦς Χριστὸς θεοῦ υἱὸς σωτὴρ σταυρός. Pin. 19 ιθʹ. Ὅτι ἡ περὶ τοῦ σωτῆρος μαντεία παρ' οὐδενὸς τῶν τῆς ἐκκλησίας πέπλασται, ἀλλὰ τῆς Ἐρυθραίας Σιβύλλης ἐστίν, ἧς τὰς βίβλους Κικέρων ὁ πρὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ ῥωμαϊστὶ μετέφρασε, καὶ ὅτι Βεργίλιος μέμνηται αὐτῆς καὶ τοῦ παρθενικοῦ τόκου, δι' αἰνιγμάτων φόβῳ τῶν κρατούντων ὑμνήσας τὸ μυστήριον. Pin. 20 κʹ. Βεργιλίου Μάρωνος ἕτερα περὶ Χριστοῦ ἔπη καὶ ἡ τούτων ἑρμηνεία, ἐφ' οἷς δείκνυται δι' αἰνιγμάτων ὡς παρὰ ποιητοῦ μηνυθὲν τὸ μυστήριον. Pin. 21 καʹ. Ὅτι οὐ δυνατὸν περὶ ψιλοῦ ἀνθρώπου ταῦτα λέγεσθαι, καὶ ὅτι οἱ ἀπιστοῦντες ἀγνοίᾳ θεοσεβείας καὶ τὸ εἶναι ὅθεν αὐτοῖς ἀγνοοῦσιν. Pin. 22 κβʹ. Εὐχαριστία Χριστῷ τὰς νίκας καὶ τὰ λοιπὰ ἀγαθὰ τοῦ βασιλέως ἐπιγράφουσα, καὶ ἔλεγχος τοῦ κατ' αὐτῶν τυράννου Μαξιμίνου τῷ μεγέθει τοῦ διωγμοῦ μείζονα δόξαν τῇ εὐσεβείᾳ περιποιήσαντος. Pin. 23 κγʹ. Περὶ τῆς τῶν Χριστιανῶν πολιτείας, καὶ ὅτι χαίρει τοῖς ἐν ἀρετῇ βιοῦσι τὸ θεῖον, καὶ χρὴ κρίσιν προσδοκᾶν καὶ ἀνταπόδοσιν. Pin. 24 κδʹ. Περὶ Δεκίου καὶ Οὐαλεριανοῦ καὶ Αὐρηλιανοῦ ἀθλίως τὸν βίον καταστρεψάντων διὰ τὸν τῆς ἐκκλησίας διωγμόν. Pin. 25 κεʹ. Περὶ Διοκλητιανοῦ μετ' αἰσχύνης τὴν βασιλείαν παραιτησαμένου καὶ διὰ τὸν διωγμὸν τῆς ἐκκλησίας κεραυνωθέντος. Pin. 26 κ ʹ. Ὅτι τῆς τοῦ βασιλέως εὐσεβείας ὁ θεὸς αἴτιος, καὶ ὅτι τὰ μὲν κατορθώματα παρὰ θεοῦ χρὴ ζητεῖν καὶ αὐτῷ λογίζεσθαι, ῥᾳθυμίᾳ δὲ ἡμετέρᾳ ἐπιγράφειν τὰ πταίσματα. 1. t Βασιλέως Κωνσταντίνου λόγος ὃν ἔγραψε τῷ τῶν ἁγίων συλλόγῳ.
1.1.1
Κωνσταντῖνος Σεβαστὸς τῷ τῶν ἁγίων συλλόγῳ. Τὸ τηλαυγέστερον ἡμέρας τε καὶ ἡλίου φέγγος, προοίμιον μὲν ἀναστάσεως, ἁρμογὴ δὲ νέα τῶν πονησάντων ποτὲ σωμάτων, ἕρμα θ' ὑποσχέσεως, καὶ ἀτραπὸς ἐπὶ τὴν αἰωνίαν ζωὴν ἄγουσα, ἡ τοῦ παθήματος ἡμέρα πάρεστιν, ὦ προσφιλέστατοι καθηγηταί, φίλοι θ' οἱ λοιποὶ ξύμπαντες ἄνδρες, μακαριώτερα πολλῷ πλήθει τε τυγχάνει τῶν θρησκευόντων καὶ αὐτῷ τῷ τῆς θρησκείας θεῷ διὰ τῶν ἐντὸς αἰσθήσεων τῆς ἑκάστου δι' ἐκφωνητηρίων ἀδιαλείπτως ὑμνούντων θεσπίσμασι προσαγορευόμενος.
1.2.1
σὺ δ', ὦ παμμήτειρα φύσις, τί τοιοῦτον τῷ κόσμῳ συντετέλεκας πώποτε; ποῖον δ' ὅλως σὸν δημιούργημα, εἴπερ ὁ τῶν πάντων αἴτιος καὶ τῆς σῆς οὐσίας; οὗτος γάρ σε ἐκόσμησεν, ἐπεὶ κόσμος φύσεως ἡ κατὰ φύσιν ζωή. ἐπικεκράτηκε γὰρ οὐ μετρίως ἃ παρὰ φύσιν τὸν τῶν πάντων θεὸν κατ' ἀξίαν σέβειν μηδένα, νομίζεσθαί τε μὴ ἐκ προνοίας ἀλλ' ὡς ἔτυχον ἀτάκτως τε καὶ πλημμελῶς τὰ πάντα συνεστάναι, 1. 3 καὶ ταῦτα ἐξαγγελλούσης καθ' ἕκαστα θείας ἐπιπνοίας διὰ προφητῶν, οἷς, δέον πείθεσθαι, ἀνθίστατο παντοίαις μηχαναῖς ἀδικία δυσσεβής, διαβεβλημένη μὲν πρὸς τὸ τῆς ἀληθείας φῶς, ἀσπαζομένη δὲ τὸ δυσέλεγκτον τοῦ σκότους. ἀλλ' οὐδὲ τοῦτο χωρὶς βίας καὶ ὠμότητος, ἐξαιρέτως ὅτι τῇ τῶν χυδαίων δήμων ἀπροόπτῳ φορᾷ ἡ τῶν δυναστευόντων γνώμη συνελάμβανε, μᾶλλον δὲ τῆς ἀκαίρου μανίας αὕτη καθηγεῖτο. διὸ δὴ πολλαῖς γενεαῖς ὁ τοιοῦτος βίος κρατυνθεὶς μεγίστων γέγονε τοῖς τότε κακῶν αἴτιος.
1.4.1
ἐπιλαμψάσης δὲ παραυτίκα τῆς τοῦ σωτῆρος ἐπιδημίας, δίκη μὲν ἐξ ἀδίκων ἔργων, ἐκ δὲ παντοδαποῦ κλύδωνος γαλήνη συνίστατο, καὶ πάνθ' ὅσα διὰ προφητῶν προείρητο ἐπληροῦτο. τοιγάρτοι μετάρσιος εἰς τὴν πατρῴαν ἑστίαν ἀρθείς, αἰδοῦς καὶ σωφροσύνης ἀγλαΐσμασι τὴν οἰκουμένην περιστήσας, ἱερόν τινα νεὼν ἀρετῆς τὴν ἐκκλησίαν ἐπὶ τῆς γῆς ἱδρύσατο, ἀίδιον, ἄφθαρτον, ἐν ᾧ τά τε τῷ ἐξοχωτάτῳ πατρὶ θεῷ δέοντα τά θ' ἑαυτῷ καθήκοντα ἐτελεῖτο μετ' εὐσεβείας.
1.5.1
τί δὴ μετὰ ταῦτα ἡ ἄφρων τῶν ἐθνῶν ἐμηχανᾶτο πονηρία;
1.6.1
ἐπετήδευε τὰς τοῦ Χριστοῦ χάριτας ἐκβάλλουσα καὶ τὴν ἐπὶ σωτηρίᾳ τῶν πάντων συσταθεῖσαν ἐκκλησίαν πορθοῦσα, ἀνέτρεπε δὲ τὴν οἰκείαν δεισιδαιμονίαν, ὅπως αὖθις στάσεις, πόλεμοι, μάχαι, δυστράπελος βίου παρασκευή, χρημάτων ἔρως, ὃ καὶ οὐ φυσικῶς ἴδιον πονηρίας, ποτὲ μὲν ἐλπίσι κεκαλλωπισμέναις θέλγοι, ποτὲ δὲ φόβῳ καταπλήττοι. ἀλλ' αὕτη μὲν χαμαὶ κείσθω, ἡττηθεῖσα ὑπ' ἀρετῆς, ᾗ θέμις, διαρρηγνυμένη σπαραττομένη τε ὑπὸ μεταμελείας. ἡμῖν δὲ νῦν τὰ προσήκοντα τῷ θείῳ λόγῳ ῥητέον.

Intertext edge

Open linked passage

Note