Contra Hieroclem
Eusebius of Caesarea (eusebius-of-caesarea)Hier 398 · pg-scrape-grcMore by Eusebius of Caesarea (eusebius-of-caesarea)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
398.1
σόφων γενόμενον τῶν καθ' ἑαυτὸν ἐπιδοξότατον, ὡς καὶ ἐς δεῦρ', οἷς μέτεστι φιλοσοφίας, ᾄδεσθαι, ὃ καὶ μέγιστον λάβοι ἄν τις, εἰ βούλοιτο, παράδειγμα τῆς κατὰ τοῦ Ἀπολλωνίου διαβολῆς. εἰ γὰρ οὖν ὁ Εὐφράτης παρ' αὐτοῖς πάσῃ φιλοσοφίᾳ διαπρέψαι ὁμολογηθείη, ὥρα μισοπονηρίαν μὲν ἐκείνου κατηγορεῖν ἐπεξιόντος τοῖς ἀτόπως ὑπὸ τοῦδε δρωμένοις, τουτονὶ δὲ πρὸς ἐκείνου κατηγορούμενον φαύλην περιβάλλεσθαι δόξαν, ὅτι δὴ μὴ τὸν ἀρέσκοντα τῷ φιλοσόφῳ μετῄει βίον. Πάλιν ἐν τῷ ἕκτῳ παραδοξολογῶν ὁ μυθολόγος ἄγει μὲν αὐτὸν ἅμα τοῖς ἑταίροις καμήλῳ ὀχούμενον ἐφ' οὕς φησιν Αἰγυπτίων γυμνοὺς φιλοσόφους, ἔνθα δὴ προστάξαντος τοῦ γυμνοῦ πτελέα, φησί, τὸ δένδρον προσαγορεύει τὸν Ἀπολλώνιον ἐνάρθρῳ καὶ θήλει τῇ φωνῇ, καὶ τούτοις γε ἡμᾶς ὁ Φιλαλήθης πιστεύειν ἀξιοῖ. εἶτα Πυγμαίους ἄνδρας ὑπὲρ τὴν τούτων ἱστορεῖ χώραν καὶ Ἀνθρωποφάγους καὶ Σκιάποδας σάτυρόν τε πρὸς τοῦ Ἀπολλωνίου μεθυσκόμενον. ἐξ ἐκείνων δ' αὖθις ἐπάνεισιν ἐπὶ τὴν Ἑλλάδα, ὁμιλίαι τε πάλιν αὐτῷ καὶ προγνώσεις ἀνακοινοῦνται πρὸς Τίτον, καὶ δηχθέντα ἔφηβον ὑπὸ λυττῶντος κυνός, ὃν δὴ καὶ ἐμαντεύσατο, ὅς τις εἴη τὴν ψυχήν, ὅτι ὁ τῆς Αἰγύπτου ποτὲ βασιλεὺς Ἄμασις, τῆς συμφορᾶς ἀπαλλάττει, μέχρι καὶ τοῦ κυνὸς ἐπιτείνας τὸ φιλάνθρωπον. ταυτὶ μὲν οὖν τὰ πρὸ τῆς κατηγορίας αὐτῷ πεπραγμένα, ἐπιστῆσαι δ' ἄξιον δι' ὅλης τῆς πραγματείας, ὡς ὅτι κἂν ἀληθεύειν δοθῇ τῷ συγγραφεῖ τὰ παράδοξα, συνεργείᾳ δαίμονος ἕκαστον αὐτῷ διαπεπρᾶχθαι τούτων σαφῶς δείκνυται. τό τε γὰρ τοῦ λοιμοῦ προαισθέσθαι ἴσως μὲν οὐδὲ περίεργον ἂν δόξειεν, εἰ [καθὼς αὐτὸς] 399 ἀπὸ λεπτοτάτης καὶ καθαρᾶς διαίτης κατείληπτο, ὡς αὐτὸς ἔφησεν, ἴσως δὲ καὶ αὐτὸ ἐξ ὁμιλίας δαίμονος αὐτῷ προμεμήνυτο. καὶ γὰρ δὴ καὶ τὰ λοιπά, ὅσα κατὰ πρόγνωσιν διειληφώς τε καὶ προειρηκὼς εἰσῆκται, εἰ καὶ μυρίοις ἐλέγχοις ἐξ αὐτῆς πάρεστι τῆς τοῦ Φιλοστράτου γραφῆς εὐθύνειν, ὅμως ἵνα συγχωρηθείη καὶ τοῦτ' εἶναι ἀληθές, κατὰ περίεργον μηχανὴν εἴποιμ' ἂν πρὸς δαίμονος αὐτῷ παρέδρου τινὰ τῶν μελλόντων, οὐδὲ γὰρ πάντα, κατειλῆφθαι. τοῦτο δὲ παρίστησι σαφὲς τὸ μὴ δι' ὅλου καὶ περὶ πάντων τὴν πρόγνωσιν αὐτὸν ἀποσώζειν, ἀπορεῖν δὲ ἐν πλείστοις καὶ πυνθάνεσθαι δι' ἄγνοιαν, ὅπερ οὐκ ἄν, εἰ θείας ἀρετῆς μετῆν αὐτῷ, πεπόνθει. καὶ αὐτὸ δὲ τὸ παῦσαι τὸν λοιμόν, ὁποῖον εἴληχε τὸ δρᾶμα, ὅτι φάσμα καὶ οὐδέν τι πλέον ἦν, προδεδήλωται. ἀλλὰ καὶ ἡ ψυχὴ Ἀχιλλέως παρὰ τῷ αὐτοῦ μνήματι τί ἂν διατρίβοι τὰς ἐν μακάρων νήσοις, ὡς ἂν φήσειέ τις, ἀπολείπουσα διαγωγάς, εἰ μὴ καὶ τοῦτο δαίμονος ἦν ἐπιφανείας παρουσία; καὶ τοῦ ἀσελγοῦς δὲ μειρακίου σαφῶς ἔνοικον δαίμονα, καὶ πάλιν, ἣν ἔφησεν ἔμπουσάν τε καὶ λάμιαν ἐμπεπαρωνηκέναι τῷ Μενίππῳ, μείζονι τάχ' ἴσως ἐξελήλακε δαίμονι, ὁμοίως τε αὖ καὶ τὸν τὰς φρένας παρατραπέντα νεανίαν ὑπὸ τοῦ λυττῶντος κυνὸς αὐτόν τε τὸν δαιμονῶντα κύνα τῇ αὐτῇ μετήλλαξε μεθόδῳ. ὅρα δὴ οὖν, ὡς ἔφην, τὴν πᾶσαν αὐτῷ παραδοξοποιίαν, ὡς διὰ δαιμονικῆς ἀπετελεῖτο ὑπουργίας. τὸ γὰρ τῆς ἀναβιωσάσης κόρης, εἴγ' ἔμπνους ὑπῆρχε σπινθῆρα ψυχῆς κατὰ τὸν συγγραφέα καὶ ἰκμάδα ἐπὶ τοῦ προσώπου φέρουσα, περιαιρετέον τῆς θαυματοποιίας, οὐ γὰρ ἄν, ὡς καὶ πρόσθεν ἔφην, σιωπῇ τὸ τηλικοῦτο παρεδόθη ἐπ' αὐτῆς Ῥώμης βασιλέως 400 ἐπιπαρόντος γεγενημένον. μυρία μὲν οὖν καὶ ἄλλα πάρεστιν ἐκ τῶν αὐτῶν ἀναλέξασθαι συγγραμμάτων τό τε ἐν αὐτοῖς εὐέλεγκτον καὶ ἀσύστατον μυθῶδές τε καὶ τερατῶδες ἀπευθύνειν. ὅμως, ἐπεί γε οὐδὲ πολλῆς τὰ κατὰ τὸν ἄνδρα δεῖται σπουδαιολογίας, οὐχ ὅτι γε ἐν θείοις καὶ παραδόξοις καὶ θαυμασίοις, ἀλλ' οὐδ' ἐν φιλοσόφοις παρά τισι τῶν νῦν μνήμης ὑπαρχούσης αὐτοῦ τοῖς εἰρημένοις ἀρκεσθέντες μετίωμεν καὶ ἐπὶ τὸ ἕβδομον περὶ αὐτοῦ σύγγραμμα. Κατηγορεῖται δῆτα γοητείαν ὁ ἀνήρ. εἶτα Δημητρίῳ φιλοσόφῳ ἀποτρέποντι αὐτὸν τῆς ἐπὶ τὴν Ῥώμην παρόδου μὴ πειθόμενος ἐπαχθῆ τινα καὶ φορτικὰ περὶ ἑαυτοῦ ὧδέ πως λέγει· «ἐγὼ δὲ γιγνώσκω μὲν πλεῖστα ἀνθρώπων, ἅτε εἰδὼς πάντα, οἶδα δὲ ὧν οἶδα τὰ μὲν σπουδαίοις, τὰ δὲ σοφοῖς, τὰ δὲ ἐμαυτῷ, τὰ δὲ θεοῖς.» καὶ δὴ ὁ ἐν τούτοις πάντ' εἰδέναι μεγαλαυχούμενος προϊὼν ἄγνοιάν τινων πρὸς τοῦ λόγου κατηγορεῖται. εἶτα Δάμις αὐτῷ μεταπλάττεται διὰ θανάτου φόβον τὸν φιλόσοφον ἐπικρυπτόμενος. ἄκουε δ' οὖν τοῦ συγγραφέως, ἃ περὶ αὐτοῦ φησιν ἀπολογούμενος· «αἰτία μὲν ἥδε τοῦ μεταβαλεῖν τὸν Δάμιν τὸ τῶν Πυθαγορείων σχῆμα,» οὐ γὰρ κακίᾳ γε αὐτὸ μεθεῖναί φησιν, «οὐδὲ μεταγνούς, τέχνην δὲ ἐπαινέσας, ἣν ὑπῆλθεν ἐς τὸ συμφέρον τοῦ καιροῦ.» ἐπὶ τούτοις ὁ Φιλόστρατος τέσσαρας αἰτίας τὰς δὴ εὐχερεῖς αὐτῷ πρὸς ἀπολογίαν νομισθείσας ἐκτίθησιν ἀπὸ πλείστων καὶ ἄλλων αὐτὰς ὁμολογῶν ἀνειλέχθαι, ὧν ἡ μέν τις ἦν, τί δῆτα μαθὼν οὐ τὴν αὐτὴν ἅπασιν ἔχοι στολήν, ἡ δέ, τοῦ χάριν οἱ ἄνθρωποι θεὸν αὐτὸν νενομίκασι, τρίτην, πόθεν προείποι Ἐφεσίοις τὸν λοι 401 μόν, ἐπὶ ταύταις, τίνι βαδίσας εἰς ἀγρὸν ἀνατέμοι τὸν παῖδα τὸν Ἀρκάδα. πρὸς ταύτας δέ φησι καὶ τὴν ἀπολογίαν αὐτὸν γεγραφέναι. πρότερον δ' ἱστορεῖ δεσμοῖς αὐτὸν παραδοθῆναι καί τι θαυμαστὸν ἐνταῦθα κατεργάσασθαι· τῷ γάρ τοι Δάμιδι μάλα λυπηρῶς, ὡς ἂν ἐπὶ συμφορᾷ τοῦ διδασκάλου, διακειμένῳ αὐτόματον ἐπιδεῖξαι λελυμένον τοῦ δεσμοῦ τὸ σκέλος, εἶτα πάλιν ἀναλαβόντ' αὐτὸν τῆς λύπης ἐνθεῖναι εἰς τὸ πρότερον σχῆμα τὸν πόδα. μετὰ τοῦτο κρινόμενον αὐτὸν ἐπὶ βασιλέως Δομετιανοῦ γράφει εἶτα δὴ τῶν ἐγκλημάτων ἀπολυθῆναι καὶ μετὰ τὴν τῶν ἐγκλημάτων λύσιν οὐκ οἶδ' ὅπως ἀκαίρως, μοι δοκεῖν, ἐν τῷ δικαστηρίῳ αὐτὰ δὴ ταῦτα ἀναφωνῆσαι «δός, εἰ βούλει, κἀμοὶ τόπον, εἰ δὲ μή, πέμπε τὸν ληψόμενόν μου τὸ σῶμα, τὴν γὰρ ψυχὴν ἀδύνατον. μᾶλλον δὲ οὐδ' ἂν τὸ σῶμα τοὐμὸν λάβοις· οὐ γάρ με κτενέεις, ἐπεὶ οὔτοι μόρσιμός εἰμι,» καὶ δὴ ἐπὶ τούτῳ τῷ περιβοήτῳ ῥήματι ἀφανισθῆναι τοῦ δικαστηρίου φησὶν αὐτόν, καὶ ἐν τούτοις τὸ περὶ αὐτοῦ καταστρέφει δρᾶμα. Ὁ μὲν οὖν συγγραφεὺς ἐπὶ τοῦ κατὰ τὸ δεσμωτήριον θαύματος κατὰ φαντασίαν, ὡς ἔοικεν, ὑπὸ τοῦ παρέδρου δαίμονος τῷ Δάμιδι ἑωραμένου ἐπιφέρει λέγων «τότε πρῶτον ὁ Δάμις φησὶν ἀκριβῶς ξυνεῖναι τῆς Ἀπολλωνίου φύσεως, ὅτι θεία τε εἴη καὶ κρείττων ἀνθρώπου, μὴ γὰρ θύσαντά τι, πῶς γὰρ ἂν ἐν δεσμωτηρίῳ; μηδὲ εὐξάμενον, μηδὲ εἰπόντα τι καταγελάσαι τοῦ δεσμοῦ καὶ ἐναρμόσαντα αὐτῷ τὸ σκέλος τὰ τοῦ δεδεμένου πράττειν.» ἐγὼ δὲ οὔποτ' ἂν καταγνοίην βραδυτῆτα τοῦ φοιτητοῦ, εἰ τὸν πάντα βίον συνὼν αὐτῷ καὶ διά τινων περιέργων 402 ὁρῶν αὐτὸν ἀποτελοῦντα τὰ παράδοξα οὐδέν τι διαφέρειν αὐτὸν ἡγεῖτο τῆς θνητῆς φύσεως, ἀλλ' ἔτι καὶ νῦν μετὰ τοσαύτην θαυματουργίαν τὰ κατ' αὐτὸν ἀγνοεῖ, εἰκότως δ' ἀγωνιᾷ καὶ δέδιε ὡς ὑπὲρ ἀνθρώπου, μή τι πάθοι παρὰ προαίρεσιν. εἰ δὲ δὴ πρῶτον ἄρτι μετὰ τὴν τοσαύτην διατριβήν, ὅτι δὴ θεῖος εἴη καὶ κρείττονος ἀνθρώπου φύσεως, συνίησι, τὴν τούτου συνιδεῖν ἄξιον αἰτίαν, ἣν αὐτὸς ὁ συγγραφεὺς δηλοῖ λέγων «μὴ γὰρ θύσαντά τι, μηδὲ ἐπευξάμενον, μηδέ τι τῶν ἀπορρήτων εἰρηκότα» τὸ παράδοξον ἰδεῖν αὐτὸν πεποιηκότα. οὐκοῦν τὰ πρότερον διὰ περιέργου μηχανῆς ἐτελεῖτο τῷ ἀνδρί, διὸ μηδὲ καταπλήττεσθαι αὐτά, μηδὲ θαυμάζειν τὸν Δάμιν, εἰκότως δὲ νῦν τοῦτο πρῶτον πέπονθεν, ὡς ξένου τινὸς ὑπ' αὐτοῦ παρὰ τὰ συνήθη διαπεπραγμένου. πρὸς τὸ δειχθὲν δὲ τοῦ δεσμοῦ φάσμα καὶ τὴν ἀπὸ τοῦ δικαστηρίου ἀναχώρησιν τὰς πρὸς Δομετιανὸν αὐτοῦ τοῦ Ἀπολλωνίου φωνὰς παραθείμην ἄν· δεσμοῖς γάρ τοι αὐτὸν παραδοθῆναι προστάξαντος βασιλέως πάνυ γε ἀκολούθως ὁ Ἀπολλώνιος συνελογίσατο ὡδί πως· «εἰ μὲν γόητά με ἡγῇ, πῶς δήσεις; εἰ δὲ δήσεις, πῶς γόητα εἶναι φήσεις;» ἀντικρούσει γοῦν αὐτῷ τις ὡδί πως ἐκ τούτων ὁρμώμενος· εἰ μὲν οὐ γόης, πῶς λέλυταί σου τὸ σκέλος; εἰ δὲ λέλυται, πῶς οὐ γόης; καὶ εἰ τῷ ὑπομεῖναι τὸν δεσμὸν οὐ γόης, τῷ μὴ ὑπομεῖναι καὶ κατ' αὐτὸν ὡμολόγηται γόης. καὶ αὖ πάλιν, εἰ ὑπομείνας τὸ δικαστήριον οὐ γόης, τῷ δὲ διαδρᾶναι τοῦτο καὶ τοὺς ἀμφ' αὐτὸν βασιλέα, λέγω καὶ τοὺς ἐν κύκλῳ δορυφόρους, σαφῶς ἀναπέφανται γόης. ὃ δή μοι δοκῶ, συνῃσθημένος ὁ λόγος θεραπεύει τὸ γεγονὸς ὡς δὴ ἄνευ θυσιῶν 403 καὶ ἐπῳδῶν ἀρρήτῳ τινὶ καὶ ὑπὲρ ἄνθρωπον δυνάμει τοῦ παραδόξου πεφηνότος. ἀλλὰ γὰρ οὐκ ἐς μακρὰν αὖθις ὁ τῆς φύσεως παραστήσεται ἔλεγχος· αὐτίκα γάρ τινος ἐπιστάντος αὐτῷ καὶ φήσαντος «ἀφίησί σε, ὦ Ἀπολλώνιε, τουτωνὶ τῶν δεσμῶν ὁ βασιλεὺς καὶ ἐλευθέριον δεσμωτήριον συγχωρεῖ οἰκεῖν» ὁ κρείττων ἢ ἄνθρωπος καὶ τῶν μελλόντων προγνώστης κωφοῦ τε ξυνιεὶς καὶ οὐ λαλέοντος ἀκούων ὑπὸ τῆς ἄγαν, ὡς εἰκός, περιχαρείας ἀποπεσὼν τῆς προγνώσεως πυνθάνεται λέγων «τίς οὖν ὁ μετασκευάσων με ἐντεῦθεν;» ὁ δὲ «ἐγώ,» ἔφη «καὶ ἕπου.» εἶτα καὶ λόγον ἀπολογίας ὁ θειότατος μάλα γε πεφροντισμένως συντάττει, ἀγνοῶν, ὅτι δῆτα εἰς μάτην αὐτῷ σπουδασθήσεται ἡ γραφή. οἴεται μὲν γὰρ ἀκούσεσθαι αὐτοῦ ἀπολογουμένου βασιλέα, καὶ ὡς ἀκουσομένου γε σφόδρα πιθανῶς παρασκευάζεται τὴν ἀπολογίαν, ὁ δὲ ταύτην μὴ ἀναμείνας εἰς οὐ δέον αὐτοῦ τὴν σπουδὴν κατεστήσατο. ἄκουε δὴ οὖν καὶ περὶ τούτων, οἷά φησιν ὁ ἔλεγχος· «ἐπεὶ δὲ καὶ λόγος αὐτῷ συνεγράφη τις ὡς πρὸς ὕδωρ τὴν ἀπολογίαν ἀφήσοντι, ξυνεῖλε δὲ αὐτὸν ὁ τύραννος ἐς ἃς εἴρηκα ἐρωτήσεις, ἀναγεγράφθω καὶ ὁ λόγος.» ὅρα δή, πῶς τοῦ μέλλοντος πορρωτάτω τυγχάνων ὁ πάντα θειότατος μετὰ πλείστης ὅσης φροντίδος ὡς πρὸς ὕδωρ τὴν ἀπολογίαν ποιησόμενος ἐσπούδαζεν. Ἀλλὰ γὰρ διεξιτητέον καὶ τὴν εἰς μάτην αὐτῷ πεποιημένην ἀπολογίαν, ἅ, ὡς πολλὰ καὶ ἄλλα ἐν ταύτῃ, Δομετιανῷ προσφωνῶν ἀπαυθαδίζεται λέγων, ὡς ἄρα Οὐεσπασιανὸς «σὲ μὲν βασιλέα ἐποίησεν, ὑπ' ἐμοῦ δὲ ἐγένετο.» βαβαὶ τῆς ἀλαζονείας, 404 ἣν οὔτι γε ὁ τυχών, ἀλλ' οὐδὲ εἰ φιλόσοφός τις ἀληθῶς καὶ τὴν ἀνθρωπείαν ὑπεραίρων ἐγεγόνει φύσιν, ἐτερατεύσατο ἂν μὴ οὐχὶ δίκην ἀνοίας παρὰ τοῖς ἔμφροσιν ὑποσχών. εἶτα δὲ τῆς κατ' αὐτὸν ὑποψίας ἑαυτὸν ἀπολυόμενος ταῦτα περὶ γοήτων φησίν· «ἀλλὰ τοὺς γόητας ψευδοσόφους φημί, τὰ γὰρ οὐκ ὄντα εἶναι παρ' αὐτοῖς, καὶ τὰ ὄντα ἄπιστα εἶναι.» καταμάθοι δ' οὖν τις ἔκ τε τῆς ὅλης πραγματείας καὶ τῶν ἐν μέρει δεδηλωμένων, πότερα ἐν θείοις καὶ φιλοσόφοις ἢ ἐν γόησιν αὐτὸν κατατακτέον, ἐπιστήσας οἷς τε αὐτὸς περὶ γοήτων καὶ ψευδοσόφων εἴρηκε καὶ οἷς δεδήλωκεν ἡ κατ' αὐτὸν ἱστορία· δρύες τε γὰρ καὶ πτελέαι ἐνάρθρῳ καὶ θήλει φωνῇ λαλοῦσαι καὶ τρίποδες αὐτόματοι φοιτῶντες καὶ χάλκεοι θεράποντες διακονούμενοι πίθοι τε ὄμβρων καὶ ἀνέμων καὶ σανδαράκινον ὕδωρ καὶ ὅσα ἄλλα τοιαῦτα εἰσῆκται, παρ' οἷς ἡγεῖτο θεοῖς, οὓς καὶ οὐκ ὤκνει διδασκάλους ἐπιγράφεσθαι, τίνος ἂν εἶεν παραστατικὰ ἢ τῶν «τὰ οὐκ ὄντα εἶναι καὶ τὰ ὄντα ἄπιστα εἶναι» παραδεικνύντων; οὓς αὐτὸς γόητας ὀνομάζων ψευδοσόφους ὑπάρχειν ἀποφαίνεται. ἤτοι οὖν ἐπὶ τούτοις ὁ θεῖος καὶ ἐνάρετος καὶ θεοῖς κεχαρισμένος τὸ σοφίας ἀναδησάμενος βραβεῖον αὐτοῦ Πυθαγόρου καὶ τῶν, ὅσοι μετ' ἐκεῖνον, θειότερος ἀληθῶς καὶ μακρῷ εὐδαιμονέστερος ἂν κριθείη, ἢ ἔμπαλιν ψευδοσοφίας ἁλοὺς κακοδαιμόνων ἀποίσεται τὰ πρωτεῖα. Πάλιν δ' ἐν τῇ γραφῇ περὶ Μοιρῶν ἰσχύος φιλοσοφῆσαι αὐτὸν ἐν Ἰωνίᾳ φησὶ διδάσκοντα οὕτως ἄτρεπτα εἶναι, ἃ κλώθουσιν, ὡς εἰ καὶ βασιλείαν τῳ ψηφίσαιντο ἑτέρῳ ἤδη ὑπάρχουσαν, οὐδ' ἂν ἀποκτείνειέ τις τοῦτον, ὡς μὴ ἀφαιρεθείη ποτὲ ὑπ' 405 αὐτοῦ τὸ ἄρχειν, καὶ ἂν ἀναβιῴη ἀποθανὼν ὑπὲρ τῶν δοξάντων ταῖς Μοίραις. καὶ τούτοις ἐπιλέγει αὐταῖς συλλαβαῖς «ὅτῳ πέπρωται γενέσθαι τεκτονικῷ, οὗτος, κἂν ἀποκοπῇ τὼ χεῖρε, τεκτονικὸς ἔσται, καὶ ὅτῳ νίκην ἐν Ὀλυμπίᾳ δρόμου ἄρασθαι, οὗτος δ', οὐδ' εἰ πηρωθείη τὸ σκέλος, ἁμαρτήσεται τῆς νίκης, καὶ ὅτῳ ἔνευσαν Μοῖραι τὸ ἐν τοξικῇ κράτος, οὗτος, οὐδ' εἰ ἀποβάλοι τὰς ὄψεις, ἐκπεσεῖται τοῦ εὐσκόπου.» τούτοις τὸν ἄρχοντα κολακεύων ἐπιφέρει λέγων «τὰ δὲ τῶν βασιλέων ἔλεγον ἐς τοὺς Ἀκρισίους δήπου ὁρῶν καὶ τοὺς Λαΐους Ἀστυάγην τε τὸν Μῆδον καὶ πολλοὺς ἑτέρους εὖ τίθεσθαι τὰ τοιαῦτα δόξαντας, ὧν οἱ μὲν παῖδας, οἱ δὲ ἐγγόνους ἀποκτείνειν οἰηθέντες ἀφῃρέθησαν ὑπ' αὐτῶν τὸ βασιλεύειν ἀναφύντων ἐπ' αὐτοὺς ἐξ ἀφανοῦς ξὺν τῷ πεπρωμένῳ, καὶ εἰ μὲν ἠγάπων κολακευτικήν, εἶπον ἂν καὶ τάδε ἐντεθυμῆσθαι, ὅτε ἀπείληψο μὲν ὑπὸ Βιτελλίου, κατεπίμπρατο δὲ ὁ ναὸς τοῦ Διὸς περὶ τὰς ὀφρῦς τοῦ ἄστεος, ὁ δ' εὖ κείσεσθαι τὰ ἑαυτοῦ ἔφασκεν, εἰ μὴ διαφύγοις αὐτόν– καίτοι μειράκιον ἱκανῶς ἦσθα, καὶ οὔπω οὗτος– ἀλλ' ὅμως, ἐπεὶ Μοίραις ἐδόκει ἕτερα, ὁ μὲν ἀπώλετο αὐταῖς βουλαῖς, σὺ δὲ τὰ ἐκείνου νῦν ἔχεις. ἐπεὶ δὲ ἁρμονίᾳ κολακευτικῇ ἄχθομαι, δοκεῖ γάρ μοι τῶν ἐκρύθμων τε καὶ οὐκ εὐφθόγγων εἶναι, τετμήσθω μοι ἥδε ἡ νευρὰ καὶ μηδὲν ἡγοῦ τῶν σῶν ἐντεθυμῆσθαί με.» διὰ τούτων δὲ ὁμοῦ τὸν ἄνδρα κόλακα καὶ ψεύστην καὶ πάντα μᾶλλον ἢ φιλόσοφον ὁ ὑπὲρ τῆς ἀληθείας παρίστησι λόγος, τοσαῦτα γὰρ πρότερον εἰπὼν κατὰ τοῦ Δομετιανοῦ κολακεύει νῦν ὁ γεννάδας καὶ καθυποκρίνεται ὡς οὐδέν τι κατ' αὐτοῦ, μᾶλλον δὲ ὑπὲρ αὐτοῦ τῶν 406 περὶ Μοιρῶν αὐτῷ καὶ ἀνάγκης ἐν Ἰωνίᾳ κεκινημένων. ἀνάλαβε δῆτα τὴν ἱστορίαν, ὦ συγγραφεῦ, καὶ τῆς μέθης διανήψας τὰ πρότερόν σοι γραφέντα λαμπρᾷ καὶ φιλαλήθει δίελθε τῇ φωνῇ, μηδὲν ὑποστειλάμενος, ὡς ἐν Ἐφέσῳ διατρίβων «ἀφίστη Δομετιανοῦ τοὺς ἄνδρας καὶ ὑπὲρ τῆς ἁπάντων ἐρρώννυε σωτηρίας καὶ τὰς μὲν ἐπιστολιμαίους ὁμιλίας οὐκ ἀσφαλεῖς αὐτοῖς ᾤετο, τῶν δὲ ἑταίρων τοὺς σωφρονεστάτους ἄλλοτε ἄλλον ἀπολαμβάνων «διάκονον» ἔλεγε «ποιοῦμαί σε ἀπορρήτου λαμπροῦ, βαδίσαι δέ σε χρὴ ἐς Ῥώμην παρὰ τὸν δεῖνα καὶ τὸν δεῖνα καὶ διαλεχθῆναί οἱ,» καὶ ὡς «διελέγετο μὲν ὑπὲρ Μοιρῶν καὶ ἀνάγκης καὶ τὸν λόγον διῄει, ὅτι μηδὲ οἱ τύραννοι τὰ Μοιρῶν οἷοι βιάζεσθαι,» καὶ ὡς «χαλκῆς εἰκόνος ἱδρυμένης Δομετιανοῦ πρὸς τῷ Μέλητι ἐπιστρέψας ἐς αὐτὴν τοὺς παρόντας «ἀνόητε» εἶπεν «ὡς πολὺ διαμαρτάνεις Μοιρῶν καὶ ἀνάγκης· ᾧ γὰρ μετὰ σὲ τυραννεῦσαι πέπρωται, τοῦτον καὶ εἰ ἀποκτείνειας, ἀναβιώσεται.» ὁ δὴ μετὰ τοὺς τοιουσδὶ λόγους κολακεύων τὸν τύραννον καὶ μηδέν τι τούτων ὡς πρὸς αὐτὸν εἰρῆσθαι αὑτῷ κατειρωνευόμενος πῶς οὐ μοχθηρίας ἁπάσης ἂν καὶ ἀνελευθερίας κριθείη, εἰ μὴ ἄρα ψευδηγόρους τινὰς καὶ κατηγόρους τοῦ ἀνδρός, οὐχὶ δὲ ἀληθεῖς συγγραφέας θείη τις τοὺς ταῦτα μνήμῃ παραδεδωκότας; καὶ ποῦ τοῦ Φιλαλήθους «οἱ παιδεύσεως μὲν ἐπὶ πλεῖστον ἥκοντες, τὸ δ' ἀληθὲς τιμῶντες συγγραφεῖς Δάμις τε ὁ φιλόσοφος ὁ καὶ συνδιατρίψας τῷ δηλουμένῳ καὶ Φιλόστρατος ὁ Ἀθηναῖος,» ἀφ' ὧν ταῦτα παρατίθεται, οὓς σαφῶς οὕτως ἐναντιολογοῦντας κομπάζοντάς τε ἀληθῶς καὶ τοῖς μαχομένοις παρισταμένους ψεύστας ἐναργῶς καὶ ἀπαι 407 δεύτους καὶ γόητας τῆς ἀληθείας τὸ φέγγος διήλεγξεν; ἐπὶ πᾶσι τὸν Ἀπολλώνιον ἀπαλλαγέντα τοῦ δικαστηρίου ἐν Λεβαδείᾳ ἐλθεῖν ἱστορεῖ βουλόμενον εἰς Τροφωνίου κατελθεῖν μὴ ἐπιτρέπεσθαι πρὸς τῶν ἐπιχωρίων γόητα καὶ τούτων ἡγουμένων αὐτόν. καίτοι ἄξιον ἀπορῆσαι παραθέμενον τὰς ἐν ἀρχῇ τοῦ Φιλοστράτου λέξεις, ἐν αἷς ἀπορῶν, ὅτι δὴ γόητα αὐτὸν ὑπειλήφασιν αὐτὰ δὴ ταῦτα θαυμάζει λέγων Ἐμπεδοκλέα μὲν καὶ Πυθαγόραν καὶ Δημόκριτον τοῖς αὐτοῖς μάγοις ὡμιληκότας οὔπω ὑπῆχθαι τέχνῃ, Πλάτωνά τε παρὰ τῶν ἐν Αἰγύπτῳ ἱερέων τε καὶ προφητῶν πολλὰ παρειληφότα καὶ ταῦτα τοῖς ἰδίοις ἀναμίξαντα λόγοις οὐδαμῶς δόξαι τισὶ μαγεύειν, τουτονὶ δὲ οὔπω γιγνώσκεσθαι παρ' ἀνθρώποις, ὅτι δὴ ἀπὸ τῆς ἀληθινῆς ὁρμῷτο σοφίας, μάγον δὲ αὐτὸν πάλαι τε καὶ εἰσέτι νῦν νενομίσθαι τῷ μάγοις Βαβυλωνίων Ἰνδῶν τε Βραχμᾶσι καὶ τοῖς Αἰγυπτίων Γυμνοῖς ὡμιληκέναι. τί δῆτα οὖν εἰρήσεται πρὸς αὐτόν; ὦ οὗτος, τῷδε τῷ ἀνδρὶ τί τοιοῦτο ἐπεχειρεῖτο, ὡς μόνον γόητα πάλαι τε καὶ εἰσέτι νῦν νενομίσθαι παρὰ τοὺς τηλικούτους ἄνδρας, οἳ τῶν αὐτῶν αὐτῷ, ὡς φῄς, διδασκάλων πεπειραμένοι διέπρεψαν μὲν καὶ καθ' οὓς ἐγνωρίζοντο χρόνους καὶ εἰς τοὺς μετέπειτα δὲ τῆς σφῶν φιλοσοφίας ἀοίδιμον καταλελοίπασι τὴν ἀρετήν, εἰ μὴ ἄρα πέρα τῶν προσηκόντων ἐγχειρῶν τοῖς εὖ φρονοῦσι φανερὸς καθειστήκει, αὐτίκα τῶν νῦν εἰσιν, οἳ περιέργους μηχανὰς τῇ τοῦ ἀνδρὸς ἀνακειμένας προσηγορίᾳ κατειληφέναι λέγουσιν. ἀλλ' οὐκ ἔμοιγε τούτοις φίλον προσέχειν τὸν νοῦν. ἀλλὰ γὰρ καὶ περὶ τῆς τελευτῆς τἀνδρὸς ἀκόλουθα τοῖς προτέροις συντάττων οὐδὲν ἀληθὲς ἐξέφηνεν εἰδέναι, τοὺς μὲν 408 γὰρ ἐν Ἐφέσῳ τελευτῆσαι αὐτὸν ἱστορεῖν, τοὺς δὲ ἐν Λίνδῳ παρελθόντα ἐς τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ἄλλους δὲ ἐν Κρήτῃ, καὶ τοσαύτην ἄγνοιαν τοῦ περὶ αὐτὸν τέλους κατασκεδάσας βούλεται αὐτὸν ἐς οὐρανὸν αὐτῷ σώματι χωρῆσαι. ἐσδραμόντος γὰρ ἐς ἱερόν φησι κλεισθῆναι τὰς πύλας καὶ τινὰ ᾠδὴν ἀδόκητον παρθένων ἐκπεσεῖν, τὸ δὲ ᾆσμα εἶναι· «στεῖχε, στεῖχε ἐς οὐρανόν, στεῖχε.» λέγει δέ, ὡς μήτε τάφῳ μήτε κενοταφίῳ τοῦ ἀνδρός πω περιτύχοι, καίτοι τῆς γῆς, ὁπόση ἐστίν, φήσας ἐπελθεῖν (πλείστην), καὶ βούλεται αὐτῷ ἡ διάνοια μηδὲ ὅλως θανάτου τὸν ἄνδρα θιγεῖν, πρότερον μὲν γὰρ ἀμφιβάλλων περὶ τοῦ τρόπου, καθ' ὃν ἐτελεύτα, φησὶν «εἴγε ἐτελεύτα,» ὕστερον δὲ διαρρήδην καὶ ἐς οὐρανὸν αὐτὸν χωρῆσαι φάσκει. ὅθεν ὡς δὴ τοιοῦτον ὄντα καὶ κατὰ τὸ προοίμιον τῆς ὅλης γραφῆς καὶ καθ' ὅλην τὴν γραφὴν Πυθαγόρου καὶ Ἐμπεδοκλέους θειότερόν φησι προσεληλυθέναι φιλοσοφίᾳ. Ἀλλὰ γὰρ ἐν τούτοις περιγραφομένου τοῦ λόγου βραχέ' ἄττα περὶ Μοιρῶν καὶ εἱμαρμένης φέρε διαλάβωμεν, ὅ τι καὶ βούλοιτο δι' ὅλης αὐτῷ τῆς ὑποθέσεως ὁ λόγος τὸ μὲν ἐφ' ἡμῖν ἀναιρῶν, ἀνάγκην δὲ εἰσάγων καὶ εἱμαρμένην καὶ Μοίρας, διαθροῦντες, ταύτῃ γὰρ ἡμῖν ἐντελῶς καὶ ἡ ἐν δόγμασι ψευδοδοξία τἀνδρὸς διευθυνθήσεται. εἰ δὴ οὖν κατὰ τὸν τῆς ἀληθοῦς φιλοσοφίας λόγον ψυχὴ πᾶσα ἀθάνατος, τὸ γὰρ ἀεικίνητον ἀθάνατον, τὸ δ' ἄλλο κινοῦν καὶ ὑφ' ἑτέρου κινούμενον παῦλαν ἔχον κινήσεως παῦλαν ἔχει ζῳῆς, καὶ αἰτία ἑλομένου, θεὸς ἀναίτιος, τίς αἱρεῖ λόγος, ἄκουσαν, οὐχὶ δὲ κατὰ προαίρεσιν, ἀψύχου δίκην σώματος ἔξωθέν ποθεν κινουμένην καὶ ὡσπερεὶ νευροσπαστουμένην ὧδε 409 κἀκεῖσε τὴν ἀεικίνητον ἄγεσθαι φύσιν μηδὲν μηδαμῶς ἐξ ἰδίας ὁρμῆς καὶ κινήσεως ἐνεργοῦσαν, μηδὲ εἰς ἑαυτὴν τὴν τῶν δρωμένων ἀναφέρουσαν αἰτίαν ταύτῃ τε μήτε φιλοσοφοῦσαν ἐπαινετέαν τυγχάνειν μήτ' αὖ ψεκτὴν κακίας ἔμπλεων καὶ πονηρίας; τί δῆτα οὖν Εὐφράτῃ λοιδορούμενος καταμέμφῃ, ὦ τᾶν, εἰ μὴ παρ' ἑαυτοῦ, ἀλλ' ἐξ εἱμαρμένης ἐπὶ τὸ κέρδος ἐκδούς, ὡς αὐτὸς ἀξιοῖς, ὠλιγώρει φιλοσοφίας; τί δὲ καὶ γόησιν ἐνυβρίζεις ψευδοσόφους ἀποκαλῶν ὑπὸ Μοιρῶν, ὡς ἡγῇ, καθελκομένους ἐπὶ τὸν κακοδαίμονα βίον; τί δὲ κακίαν ἁπλῶς ὀνομάζεις, καὶ πονηρός τις ἀνθρώπων οὐκ ἐν δίκῃ κρίνεται παρὰ σοὶ τὸν ἐξ ἀνάγκης εἱμαρμένον ἀποπληρῶν ὅρον; καὶ ἔμπαλιν τίνι λόγῳ Πυθαγόραν σεμνολογῶν θαυμαστὸν ἐπιγράφῃ διδάσκαλον, καὶ Μοιρῶν παίγνιον, ἀλλ' οὐκ ἐραστὴν ὄντα φιλοσοφίας οὐκ ἀπολείπεις ἐπαινῶν, Φραώτης δὲ καὶ Ἰάρχας οἱ Ἰνδῶν φιλόσοφοι τί μᾶλλον παρὰ σοὶ θεῶν ἀπηνέγκαντο δόξαν μηδέν τι παιδείας ἴδιον, μηδ' ἀρετῆς ἀπενεγκάμενοι κλέος; Νέρωνος δ' ὡσαύτως καὶ Δομετιανοῦ τί οὐχὶ Μοίραις καὶ ἀνάγκῃ τὴν ἀκόλαστον περιάπτεις ἀγερωχίαν πάσης αἰτίας καὶ παντὸς ἐγκλήματος ἐλευθερῶν τοὺς ἄνδρας; ἀλλὰ καὶ εἴ τῳ πέπρωται, ὡς φῄς, δρομικῷ καὶ τοξικῷ καὶ τεκτονικῷ, οὕτω δὴ καὶ εἰ γόητι τὸν τρόπον ὄντι μάγῳ ἀναφανῆναι μιαιφόνῳ τε καὶ πονηρῷ καὶ ἀκολάστῳ, πάντως που ἐξ ἀνάγκης τοιόσδε τις ἀποβήσεται. τί δῆτα οὖν περινοστῶν τοῖς μὴ οἵοις τε τυχεῖν διορθώσεως ἀρετὴν προκηρύττεις; ἢ τί καταμέμφῃ τοῖς τὴν μοῖραν, ἀλλ' οὐ τὴν προαίρεσιν ἀτοπωτάτοις; τί δὲ καί, εἰ αὐτῷ σοι πέπρωτο θείῳ ὄντι τὴν φύσιν ὑπερᾶραι βασιλέων δόξης, εἰς διδα 410 σκάλων ἐφοίτας καὶ φιλοσόφων Ἀραβίους τε καὶ Βαβυλωνίων μάγους καὶ σοφοὺς Ἰνδῶν ἐπολυπραγμόνεις; πάντως γάρ που καὶ τῆς τούτων δίχα κοινωνίας τὰ ἐκ Μοιρῶν ἐτελεῖτό σοι. τί δὲ καὶ οἷς νομίζεις θεοῖς τὰ μελιττοῦτα καὶ τὸν λιβανωτὸν εἰς μάτην ῥιπτεῖς, εὐσέβειάν τε ἐπιμορφαζόμενος ἐπ' εὐχὰς τρέπεσθαι τοὺς ἑταίρους παρορμᾷς; αὐτός τε εὐχόμενος τί παρὰ θεῶν αἰτεῖς, ὁπότε καὶ τούτων ὁμολογεῖς τὴν εἱμαρμένην κρατεῖν; καὶ μὴν ἔδει τοὺς ἄλλους θεοὺς παραμειψάμενον Ἀνάγκῃ μόνον καὶ Μοίραις θύειν καὶ τοῦ Διὸς αὐτοῦ μᾶλλον τὴν εἱμαρμένην προτιμᾶν. οὕτω δ' ἄν σοι θεοὶ μὲν οὐκέτ' ἂν ἦσαν καὶ εἰκότως, ἅτε μηδὲ ἀνθρώπους οἷοί τε ὠφελεῖν. ἀλλὰ καὶ εἰ πέπρωτο τοὺς Ἐφεσίους ἁλῶναι λοιμῷ πολίτας, τί τἀναντία νομοθετῶν παρακρούῃ τὴν εἱμαρμένην; μᾶλλον δὲ πῶς ὑπερῆρας τὴν Μοῖραν, τρόπαιον ὥσπερ κατ' αὐτῆς ἀράμενος; εἰ δὲ καὶ τῆς Κλωθοῦς ἐπὶ τῇ κόρῃ τὸ νῆμα πέρας εἰλήχει, πόθεν ἐξ ὑπαρχῆς μετὰ θάνατον ἀναδησάμενος τῷ μίτῳ τὸν ἄτρακτον, ζωοποιὸς αὐτῇ παραπέφηνας; ἀλλ' ἴσως Μοῖραι καὶ σὲ αὐτὸν ἐπὶ ταῦτ' ἦγον. οὔτι πω φήσεις κατ' ἀξίαν, πολλοῦ γε καὶ δεῖ, ὃς πρὸ τῆς εἰς τοῦτο τὸ σῶμα παρόδου τῶν ἐν θαλάττῃ καὶ κύμασι διατριβόντων γεγονέναι σεαυτὸν λέγεις, ἀλλ' ἐξ ἀνάγκης, ὡς εἰκὸς καὶ τοῦτο. οὔκουν θαυμάσιος οὔτε τῆς πρώτης γενέσεως καὶ τροφῆς, οὔτε τῆς ἐγκυκλίου παιδείας, οὔτε τῆς ἐν ἀκμῇ σώφρονος ἀγωγῆς, οὔτ' ἀσκήσεως τῆς ἐν φιλοσοφίᾳ, ἦν δ' ἄρα τις Μοιρῶν ἀνάγκη καὶ εἰς Βαβυλωνίους ἐλαύνουσα, ὠθούμενος δ' ὥσπερ καὶ τοῖς Ἰνδῶν ὡμίλεις σοφοῖς, καὶ ἐπὶ τοὺς Αἰγυπτίων δὲ Γυμνοὺς οὐχ ἡ προαίρεσις, οὐδ' ὁ φιλοσοφίας πόθος, 411 Μοῖρα δὲ ἦγεν ἄγχουσα καὶ ἐπὶ τὰ Γάδειρα καὶ τὰς Ἡρακλείους στήλας ἑῷόν τε καὶ ἑσπέριον Ὠκεανὸν ἀλᾶσθαι καὶ αὐταῖς ἀτράκτοις εἰς μάτην ἐξεβιάζετο περιστρέφεσθαι. εἰ δὲ δὴ μετειληφέναι τι σοφίας αὐτὸν ἐκ τούτων εἴποι τις, Μοῖρα καὶ τούτων αἰτία καὶ οὐκέτ' ἂν ἐν φιλομαθέσιν ὁ ἀνὴρ καταλεχθείη, οὐδ' ἂν εὐλόγως θαυμασθείη τῆς οὐ κατὰ γνώμην, ἀλλὰ κατὰ ἀνάγκην αὐτῷ πορισθείσης φιλοσοφίας. ἐν ἴσῳ δ' ἂν συγκρινόμενος εἴη κατ' αὐτὸν Πυθαγόρας αὐτὸς καί τι τερατῶδες καὶ ἀπερριμμένον ἀνδράποδον, Σωκράτης αὐτὸς φιλοσοφίας ὑπεραποθνήσκων καὶ οἱ τοῦτον θανάτου ἄξιον γραψάμενοι, Διογένης τε καὶ τὰ Ἀθηναίων μειράκια, καὶ ἁπλῶς εἰπεῖν ὁ σοφώτατος οὐκ ἂν διαφέροι τοῦ ἀφρονεστάτου καὶ ὁ ἀδικώτατος τοῦ δικαιοτάτου ὅ τε ἀκολαστότατος τοῦ σωφρονεστάτου καὶ ὁ δειλότατος τοῦ ἀνδρειοτάτου εἱμαρμένης καὶ Μοιρῶν παιγνίων τούτων ἁπάντων ἀποδεδειγμένων. ἀλλὰ γὰρ πρὸς ταῦτα τῆς ἀληθείας ὁ κῆρυξ ἀναβοήσεται λέγων· ὦ ἄνθρωποι, θνητὸν καὶ ἐπίκηρον γένος, ποῖ δὴ φέρεσθε τὸν τῆς ἀγνωσίας ἄκρατον ἐμπιόντες; λήξατε ποτὲ καὶ διανήψατε τῆς μέθης καὶ διανοίας ὀρθοῖς ὄμμασι τὸ σεμνὸν τῆς ἀληθείας ἐνοπτρίσασθε πρόσωπον. οὐ θέμις ἀλήθειαν πολεμεῖν ἑαυτῇ καὶ μάχεσθαι, οὐδὲ δυοῖν ἐναντιωτάτοιν μίαν ὑφεστάναι καὶ τὴν αὐτὴν αἰτίαν. τῆς τοῦ θεοῦ προνοίας τὰ πάντα κρατούσης θείοις νόμοις διατέτακται τὸ πᾶν, ἀνθρώπων τε ψυχῆς ὅρος αὐτοκράτορά τε καὶ κριτὴν ἡγεμόνα τε καὶ κύριον αὐτὸν ἑαυτοῦ καθίστησι φυσικοῖς νόμοις καὶ φιλοσόφων δόγμασιν ἐκδιδάσκων, ὡς ἄρα τῶν ὄντων τὰ μέν ἐστιν ἐφ' ἡμῖν, τὰ δὲ οὐκ ἐφ' ἡμῖν, καὶ ἐφ' ἡμῖν μέν, ὅσα γένοιτ' ἂν 412 κατὰ προαίρεσίν τε καὶ πρᾶξιν, ἃ καὶ φύσει ἐλεύθερα ἀκώλυτα ἀπαρεμπόδιστα τυγχάνει, τὰ δὲ οὐκ ἐφ' ἡμῖν ἀσθενῆ δοῦλα κωλυτὰ ἀλλότρια, ἃ καὶ περὶ τὸ σῶμα καὶ τὰ ἐκτὸς ἄψυχά τε ὄντα καὶ ἄλογα καὶ πάντῃ τῆς ἰδίας τοῦ λογικοῦ ζῴου φύσεως ἀλλοτρίαν τὴν ὑπόστασιν ἔχει. τῶν δ' ἐφ' ἡμῖν τὴν ἐπὶ θάτερα ὁρμὴν ἀρετῆς τε καὶ κακίας ἕκαστος ἐν αὐτῇ κέκτηται προαιρέσει, καὶ τὸ μὲν τῶν ὅλων δεσπόζον τε καὶ ἡγεμονοῦν εὐθέως περαίνει κατὰ φύσιν περιπορευόμενον, τῷ δ' αἰεὶ συνέπεται δίκη τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, τῶν δ' ἐπὶ τὰς πράξεις ὁρμῶν οὐ Μοίρας, οὐδὲ εἱμαρμένης, οὐδ' ἀνάγκης αἰτία· αἰτία ἑλομένου, θεὸς ἀναίτιος. εἰ δὴ θρασύνοιτό τις τῷ ἐφ' ἡμῖν ἀντιπολεμῶν, μὴ παρακαλυπτέσθω οὗτος· ἀθεότητα ἀναφανδὸν διεξαγορευέτω μὴ πρόνοιαν, μὴ θεόν, μηδέ τι ἄλλο πλὴν Μοιρῶν καὶ ἀνάγκης ὁμολογῶν, καὶ τὰ ἀκόλουθα τούτοις γυμνῇ προσκαταλεγέτω κεφαλῇ, μὴ σοφόν, μὴ ἄφρονα, μὴ δίκαιον, μὴ ἄδικον, μὴ ἐνάρετον, μὴ φαῦλον, μὴ γόητα, μὴ θεῖον ἐν ἀνθρώπων γίνεσθαι φύσει, μὴ φιλοσοφίαν εἶναι, μὴ παιδείαν, μηδ' ὅλως τέχνην τινά, μηδὲ ἐπιστήμην, μή τινα ἄλλον τὴν φύσιν ἀγαθὸν ἢ πονηρὸν ἀποκαλείτω, πάντα δὲ συλλήβδην ἀνάγκῃ καὶ Μοιρῶν ἀτράκτοις περιδινεῖσθαι. ἄθεος δῆτα καὶ δυσσεβὴς οὗτος ἐν εὐσεβῶν καὶ ἐν φιλοσόφων ἀπογεγράφθω κριτηρίῳ, εἰ δ' ἐπικαλυπτόμενος ἕτερα δοξάζειν ἐπιχειροῖ πρόνοιαν καὶ θεούς, Μοῖραν δ' ἐπὶ τούτοις καὶ εἱμαρμένην τις ἀνακηρύττοι μαχομένοις καὶ ἐναντίοις παριστάμενος δόγμασιν, ἐν ἄφροσι δίκην ἀνοίας παρασχὼν καταγεγράφθω. ταυτὶ μὲν οὖν ταύτῃ. εἰ δ' ἐπὶ τούτοις ἐν φιλοσόφων διατριβαῖς 413 ἀξιοῖεν ἔτι καταλέγειν τινὲς τὸν ἄνδρα, λελέξεται, ὡς ἄρα εἰ ἀποκαθήρειαν τῆς ἔξωθεν λύμης, ἀτὰρ καὶ τῆς ἀπὸ τῆσδε τῆς γραφῆς ἐπεισκυκλουμένης αὐτῷ σκευῆς, φθόνος πᾶς αὐτοῖς ἐκποδὼν ἂν εἴη, ὅρους δ' εἰ ἀληθείας προϊών τις' πὲρ φιλοσόφους ἐκθειάζειν αὐτὸν πειρῷτο, λάθοι ἂν αὐτῷ γόητος ἀτεχνῶς διαβολὴν ἐπεντρίβων, ὡς ταυτὶ τὰ συγγράμματα σοφιστικῶς ἀναπεπλασμένα οὐδὲν πλὴν ἐλέγχου καὶ δεινῆς τἀνδρὸς διαβολῆς παρὰ τοῖς νοῦν ἔχουσιν ἔμοιγε δοκεῖ περιέχειν.