Eusebius Caesariensis PG 19-24
Contra Marcellum
Marc 1.4.66
Choose a text
More by Eusebius of Caesarea (eusebius-of-caesarea)
—
Pg Scrape Grc
1.4.1
Θήσω δὲ πρῶτα δι' ὧν τοῖς ὀρθῶς καὶ ἐκκλησιαστικῶς γραφεῖσιν ἀντιλέγειν πειρᾶται, διαβάλλων τοὺς γράψαντας, καὶ μονονουχὶ πάμμαχον συνιστάμενος ἀγῶνα πρὸς πάντας. ἄρτι μὲν γὰρ πρὸς Ἀστέριον τὴν ἀντίρρησιν ποιεῖται, ἄρτι δὲ πρὸς Εὐσέβιον τὸν
1.4.2
μέγαν. καὶ ἔπειτα ἐπὶ τὸν τοῦ θεοῦ ἄνθρωπον, τὸν ὡς ἀληθῶς τρισμακάριον τρέπεται Παυλῖνον, ἄνδρα τιμηθέντα μὲν τῆς Ἀντιοχέων ἐκκλησίας πρεσβείῳ, διαπρεπῶς δ' ἐπισκοπεύσαντα τῆς Τυρίων οὕτω τε ἐν τῇ ἐπισκοπῇ διαλάμψαντα, ὡς τὴν Ἀντιοχέων
1.4.3
ἐκκλησίαν ὡς οἰκείου ἀγαθοῦ μεταποιηθῆναι αὐτοῦ. ἀλλὰ καὶ τοῦτον, μακαρίως μὲν βεβιωκότα, μακαρίως δ' ἀναπεπαυμένον πάλαι τε κεκοιμημένον καὶ μηδὲν αὐτῷ διενοχλοῦντα, ὁ θαυμαστὸς οὗτος συγγραφεὺς σκώπτει. καὶ ἐκ τούτου μεταβὰς Ὠριγένει πολεμεῖ, πρόπαλαι καὶ αὐτῷ πεπαυμένῳ τοῦ βίου. ἔπειτα Ναρκίσσῳ ἐπιστρατεύεται, καὶ τὸν ἕτερον Εὐσέβιον διώκει, ὁμοῦ τε πάντας τοὺς ἐκκλησιαστικοὺς πατέρας ἀθετεῖ, οὐδενὶ τὸ παράπαν ἀρεσκόμενος ἢ
1.4.4
μόνῳ ἑαυτῷ. γράφει δ' οὖν ὀνομαστὶ κακῶς μνημονεύων ἁπάντων τοῦτον τὸν τρόπον ἄρξομαι τοίνυν ἀπὸ τῆς ὑπ' αὐτοῦ γραφείσης ἐπιστο λῆς πρὸς ἕκαστον τῶν μὴ ὀρθῶς γραφέντων ἀντιλέγειν. γέγραφεν πιστεύειν εἰς πατέρα θεὸν παντοκράτορα, καὶ εἰς τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ θεόν, τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, καὶ εἰς τὸ πνεῦμα τὸ ἅγιον20· καί φησιν ἐκ τῶν θείων γραφῶν μεμαθηκέναι τοῦτον τὸν τῆς θεοσεβείας
1.4.5
τρόπον20. ἐγὼ δὲ ὅταν μὲν τοῦτο λέγῃ ἀποδέχομαι σφόδρα τὰ λεγόμενα, κοινὸς γὰρ οὗτος ἁπάντων ἡμῶν τῆς θεοσεβείας ὁ τρό πος, πιστεύειν εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα20· ὅταν δὲ μὴ τῆς θείας ἐστοχασμένος δυνάμεως ἀνθρωπικώτερον ἡμῖν διά τινος ἐντέχνου θεωρίας τόν τε πατέρα πατέρα λέγῃ καὶ τὸν υἱὸν
1.4.6
υἱόν, οὐκέτ' ἐπαινεῖν τὴν τοιαύτην θεωρίαν ἀκίνδυνον. διὰ γὰρ τῆς τοιαύτης θεωρίας τὴν νῦν αὐτοῖς ἐπινοουμένην αἵρεσιν αὐξάνεσθαι συμβαίνει, ὅπερ σαφῶς ἐπιδεῖξαι ῥᾴδιον οἶμαι ἐκ τῶν αὐτοῦ λόγων. ἔφη γὰρ τὸν μὲν πατέρα δεῖν ἀληθῶς πατέρα εἶναι νομίζειν καὶ τὸν υἱὸν ἀληθῶς υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ὡσαύτως
1.4.8
Χριστὸν εἶναι ὁμολογεῖν ἐθέλει. καὶ ἐπειδὴ ταύτην εἶπεν ἐπινοεῖσθαι νῦν αἵρεσιν, δεικτέον ὡς προϊὼν Ὠριγένους τοῦ πάλαι γενομένου μέμνηται ὡς ὁμοδοξοῦντος τοῖς νυνὶ πρὸς αὐτοῦ διαβαλλομένοις. ἐγὼ δὲ καὶ Ὠριγένους παλαιοτέρων ἀνδρῶν πλείστοις ὅσοις ἐκκλησιαστικοῖς συγγράμμασιν ἐντετύχηκα, ἐπισκόπων τε καὶ συνόδων ἐπιστολαῖς διαφόροις πρόπαλαι γραφείσαις, δι' ὧν εἷς καὶ ὁ αὐτὸς ὁ τῆς
1.4.9
πίστεως χαρακτὴρ ἀποδείκνυται. οὐκ ὀρθῶς ἄρα διαβέβληκεν εἰπὼν ταύτην ἐπινοεῖσθαι νῦν αἵρεσιν ὑπὸ τῶν διαβαλλομένων. μετὰ ταῦτα μικρὸν προελθὼν οὐ τὸν Ἀστέριον μόνον, ἀλλὰ καὶ τὸν μέγαν Εὐσέβιον, οὗ τῆς ἐπισκοπῆς πλεῖσται καὶ διαφανεῖς ἐπαρχίαι τε καὶ πόλεις μετεποιήθησαν, κακῶς ἀγορεύει τοῦτον τὸν τρόπον ὑπομνήσω δέ σε ὧν αὐτὸς γέγραφεν συνιστάμενος τοῖς κακῶς ὑπὸ Εὐσεβίου γραφεῖσιν, ἵνα γνῷς ὅτι ἀφίσταται σαφῶς τῆς
1.4.10
προτέρας ἐπαγγελίας. γέγραφεν γὰρ αὐταῖς λέξεσιν οὕτως· τὸ γὰρ κεφάλαιον εἶναι τῆς ἐπιστολῆς ἐπὶ τὴν βουλὴν τοῦ πατρὸς ἀνενεγκεῖν τοῦ υἱοῦ τὴν γένεσιν, καὶ μὴ πάθος ἀποφῆναι τοῦ θεοῦ τὴν γονήν. ὅπερ οἱ σοφώτατοι τῶν πατέρων ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο, φυ λαξάμενοι τῶν αἱρετικῶν τὴν ἀσέβειαν, οἳ σωματικήν τινα καὶ παθητικὴν κατεψεύσαντο τοῦ θεοῦ τὴν τεκνο γονίαν, τὰς προβολὰς δογματίζοντες
1.4.12
καὶ μεθ' ἕτερα ἐπιλέγει νυνὶ δὲ ἐξετάσωμεν ἕν τι ῥητὸν τῶν ὑπὸ Ἀστερίου γρα φέντων· ἔφη γὰρ οὗτος· ἄλλος μὲν γάρ ἐστιν ὁ πατήρ, ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον πάσης κτίσεως20. ἀμφότερα συνάψας γέγραφεν μονογενῆ καὶ πρωτότοκον20, πολλῆς ἐναντιότητος ἐν τοῖς ὀνόμασιν οὔσης τού
1.4.13
τοις, ὡς ἔστιν ῥᾴδιον καὶ τοῖς σφόδρα δυσμαθέσιν γνῶναι. δῆλον γὰρ ὅτι ὁ μονογενής, εἰ ὄντως μονογενὴς εἴη, οὐκέτι πρωτό τοκος εἶναι δύναται, καὶ ὁ πρωτότοκος ᾗ πρωτότοκος οὐ δύναται μονογενὴς εἶναι. καὶ ἐν τούτοις δὲ τὸν Ἀστέριον αἰτιᾶται μάτην· οὐ γὰρ αὐτοῦ ἀλλὰ τῆς θείας γραφῆς ἐτύγχανον αἱ τὸν υἱὸν τοῦ θεοῦ ποτὲ μὲν λέγουσαι μονογενῆ υἱὸν ποτὲ δὲ πρωτότοκον πάσης κτίσεως φωναί.
1.4.14
αὖθις δὲ συνάπτει τούτοις λέγων ἀλλ' ἀφέμενος τῆς ἀληθοῦς γνώσεως τὴν ἔντεχνον ἡμῖν καὶ νῦν ἐπεδείξατο θεωρίαν. οὐκ ἔχων γὰρ ἐκ τῶν θείων γραφῶν τὸ ἑαυτοῦ κατασκευάσαι βούλημα, ἐπὶ τοὺς σοφωτάτους, ὡς οἴεται, ἀνατρέχει πατέρας φάσκων· ὅπερ οἱ σοφώτατοι τῶν πατέρων
1.4.15
ἐν τοῖς οἰκείοις συντάγμασιν ἀπεφήναντο20. ἀπόφασιν ἀπο πεφάσθαι τοὺς ἑαυτοῦ πατέρας Ἀστέριός φησιν καὶ δόγμα περὶ θεοῦ γεγραφέναι ἀπὸ τῆς οἰκείας ἑαυτῶν προαιρέσεως. τὸ γὰρ τοῦ
1.4.16
δόγματος ὄνομα τῆς ἀνθρωπίνης ἔχεται βουλῆς τε καὶ γνώμης. ὅτι δὲ τοῦθ' οὕτως ἔχει μαρτυρεῖ μὲν ἡμῖν ἱκανῶς ἡ δογματικὴ τῶν ἰατρῶν τέχνη, μαρτυρεῖ δὲ καὶ τὰ τῶν φιλοσόφων καλούμενα δόγματα· ὅτι δὲ καὶ τὰ συγκλήτῳ δόξαντα ἔτι καὶ νῦν δόγ ματα συγκλήτου λέγεται, οὐδένα ἀγνοεῖν οἶμαι. καὶ ταῦτα δὲ ὁ Μάρκελλος, ἀμνημονήσας τῆς ἀποστολικῆς φωνῆς ἥ φησιν περὶ τοῦ σωτῆρος «τὸν νόμον τῶν ἐντολῶν τοῖς δόγμασιν καταργήσας», προήχθη εἰπεῖν, ἀλλὰ καὶ μέμφεται τῷ δεῖν ἕπεσθαι τοῖς πατράσιν, τῆς θείας φασκούσης γραφῆς «ἐπερώτησον τὸν πατέρα
1.4.17
σου καὶ ἀναγγελεῖ σοι· τοὺς πρεσβυτέρους σου καὶ ἐροῦσίν σοι» καὶ «μὴ μέταιρε ὅρια αἰώνια ἃ ἔθεντο οἱ πατέρες σου». εἶτ' ἀγανακτῶν ὅτι Παυλῖνον μακάριον ἀπεκάλεσεν, ὁμοῦ τε κακῶς Εὐσεβίου πάλιν μνημονεύων, οὕτω γράφει συνηγορῆσαι γὰρ βουληθεὶς τῷ τὴν ἐπιστολὴν κακῶς γρά ψαντι Εὐσεβίῳ, πρῶτον μὲν οὐ διδασκαλικῶς ἀναπτύξας20, ἔφη, τὸ δόγμα τὴν ἐπιστολὴν συνέταξεν, οὐ γὰρ πρὸς τὴν ἐκκλησίαν οὐδὲ πρὸς τοὺς ἀγνοοῦντας ἐγίγνετο τὸ γράμμα ἀλλὰ πρὸς τὸν μακάριον Παυλῖνον20, μακάριον αὐτὸν διὰ τοῦτο εἰπών, ὅτι τὴν αὐτὴν εἶχεν Ἀστερίῳ δόξαν. οὐκοῦν ἐπει δήπερ τοὺς σοφωτάτους πατέρας20 Ἀστερίου μεμαθήκαμεν, ἀκό λουθον ἡγοῦμαι λέγειν καὶ τὸν Παυλίνου τε καὶ τῶν ἄλλων γε
1.4.18
νόμενον διδάσκαλον. ἀπὸ γὰρ τῆς Παυλίνου ἐπιστολῆς ὁ κἀκείνου διδάσκαλος γεγονὼς εὔδηλος γένοιτ' ἂν ἡμῖν. καὶ μεταξύ τινα εἰπὼν τὸν αὐτὸν αὖθις διαβάλλει ὡς οὐκ ὀρθῶς ἀποδεξάμενον τὸν Ὠριγένη, λέγων οὕτως οὐκ εὐαγγελικῆς ὑπομιμνήσκων διδασκαλίας ταῦτ' ἔγραψεν Παυλῖνος, ὁμολογῶν δὲ ἐνίους μὲν ἀφ' ἑαυτῶν οὕτω κινεῖ σθαι, ἐνίους δὲ ἐκ τῶν ἀναγνωσμάτων τῶν προειρημέ
1.4.19
νων ἀνδρῶν τοῦτον ἦχθαι τὸν τρόπον20. εἶτα τέλος, ὥσπερ τινὰ κορωνίδα τῆς ἀποδείξεως ἐπάγων, ἐκ τῶν Ὠριγένους ῥητῶν τῇ ἑαυτοῦ ὑπέγραψεν ἐπιστολῇ, ὡς μᾶλλον πεῖσαι δυναμένου παρὰ τοὺς εὐαγγελιστὰς καὶ τοὺς ἀποστόλους. ἔστιν δὲ τὰ ῥητὰ ταῦτα· ὥρα ἐπαναλαβόντα περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος, ὀλίγα τῶν τότε παραλελειμμένων διεξελθεῖν· περὶ πατρὸς ὡς ἀδιαίρετος ὢν καὶ ἀμέριστος υἱοῦ γίγνεται
1.4.20
πατήρ, οὐ προβαλὼν αὐτόν, ὡς οἴονταί τινες. εἰ γὰρ πρό βλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον
1.4.22
μνῆσαι. γράφει δὲ οὕτως· οὐ γὰρ ὁ θεὸς πατὴρ εἶναι ἤρξατο κωλυόμενος, ὡς οἱ γινόμενοι πατέρες ἄνθρωποι, ὑπὸ τοῦ μὴ δύνασθαί πω πατέρες εἶναι. εἰ γὰρ ἀεὶ τέλειος ὁ θεός, καὶ πάρεστιν αὐτῷ δύναμις τοῦ πατέρα αὐτὸν εἶναι, καὶ καλὸν αὐτὸν εἶναι πατέρα τοιούτου υἱοῦ, τί ἀναβάλ λεται καὶ τοῦ καλοῦ ἑαυτὸν στερίσκει καί, ὡς ἔστιν εἰπεῖν, ἐξ οὗ δύναται πατὴρ εἶναι, οὐ γίνεται πατήρ; τὸ αὐτὸ μέντοιγε καὶ περὶ τοῦ ἁγίου πνεύματος λεκτέον
1.4.24
ναι. αὖθις δὲ μεθ' ἕτερα περὶ τοῦ Ὠριγένους ὁ αὐτὸς ταῦτα γράφει καίτοι εἰ δεῖ τἀληθὲς περὶ Ὠριγένους εἰπεῖν, τοῦτο προσ ήκει λέγειν, ὅτι ἄρτι τῶν κατὰ φιλοσοφίαν ἀποστὰς μαθημάτων, καὶ τοῖς θείοις ὁμιλῆσαι προελόμενος λόγοις πρὸ τῆς ἀκριβοῦς τῶν γραφῶν καταλήψεως, διὰ τὸ πολὺ καὶ φιλότιμον τῆς ἔξωθεν παιδεύσεως θᾶττον τοῦ δέοντος ἀρξάμενος ὑπογράφειν ὑπὸ τῶν τῆς φιλοσοφίας παρήχθη λόγων, καί τινα δι' αὐτοὺς οὐ καλῶς γέγραφεν. δῆλον δέ· ἔτι γὰρ τῶν Πλάτωνος μεμνημένος δογμάτων,
1.4.25
καὶ τῆς τῶν ἀρχῶν παρ' αὐτῷ διαφορᾶς, ΠΕΡΙ ΑΡΧΩΝ γέγραφεν βιβλίον, καὶ ταύτην τῷ συγγράμματι τὴν ἐπιγραφὴν ἔθετο. δεῖγμα δὲ τούτου μέγιστον τὸ μηδὲ ἄλλοθέν ποθεν τὴν ἀρχὴν τῶν λέξεων αὐτὸν ἢ τὴν ἐπιγραφὴν τοῦ βιβλίου ποιήσασθαι, ἀλλ' ἀπὸ τῶν Πλάτωνι λεχθέντων ῥημάτων· γέγραφεν γὰρ ἀρχόμενος οὕτως·
1.4.26
οἱ πεπιστευκότες καὶ πεπεισμένοι20, τοῦτο τὸ ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργίᾳ Πλάτωνος. οὔτ' εἰ ἐφέρετο, ἤνεγκεν ἂν διαβολὴν Ὠριγένει φάντι· οἱ πεπιστευκότες ἢ καὶ πεπεισμένοι20, καὶ συνάψαντι ἑξῆς· τὴν χάριν καὶ τὴν ἀλήθειαν «διὰ Ἰησοῦ Χριστοῦ» γεγονέναι καὶ Χριστὸν εἶναι τὴν ἀλήθειαν κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· «ἐγώ εἰμι ἡ ἀλήθεια» 20. ποία γὰρ πρὸς ταῦτα κοινωνία γένοιτ'
1.4.27
ἄν ποτε Πλάτωνι; οὐδὲν Πλάτωνος ΠΕΡΙ ΑΡΧΩΝ μνημονεύεται βιβλίον, οὐδὲ Ὠριγένης ὁμοίως περὶ ἀρχῶν ἐδόξασεν Πλάτωνι, ὁ μίαν μόνην τὴν ἀγένητον καὶ ἄναρχον καὶ ἐπέκεινα τῶν ὅλων εἰδὼς ἀρχήν, ταύτην τε εἶναι πατέρα ἑνὸς μονογενοῦς υἱοῦ, δι' οὗ τὰ πάντα γέγονεν. ὁ δὲ καὶ ἐν τούτοις Ὠριγένους καταψευσάμενος μεθ' ἕτερα
1.4.28
προστίθησι λέγων Ἀστερίου γὰρ εἰρηκότος πρὸ τῶν αἰώνων γεγενῆσθαι τὸν λόγον20, αὐτὸ τὸ ῥητὸν αὐτὸν ἐλέγχει ψευδόμενον· ὥστε μὴ μόνον αὐτὸν τοῦ πράγματος, ἀλλὰ καὶ τοῦ γράμματος διαμαρτεῖν. εἰ γὰρ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με» φησὶν ἡ Παροιμία, πῶς αὐτὸς γεγενῆσθαι αὐτὸν πρὸ τῶν αἰώνων20 ἔφη; ἕτερον γὰρ πρὸ τοῦ αἰῶνος τεθεμελιῶσθαι αὐτόν, καὶ ἕτερον πρὸ τῶν αἰώνων γεγενῆσθαι.
1.4.29
ταῦτα εἰπὼν καὶ προσθεὶς ἕτερα εἰς ἀνατροπὴν τοῦ πρὸ τῶν αἰώνων γεγενῆσθαι τὸν υἱόν, ἐπιλέγει αὐτοῖς ῥήμασιν ἀξιῶ δὲ τοὺς ἐντυγχάνοντας τῶν ἁγίων, ὡσπερεὶ σπέρ ματα καὶ ἀρχὰς τῆσδε τῆς ἐξηγήσεως ἀληθῶς εἰληφότας, πλείονας ἀποδείξεις προσθεῖναι τοῖς εἰρημένοις, ὥστε ἔτι μᾶλλον τὰς τῶν περὶ τὴν πίστιν διαστρεφόντων ἐλέγχεσθαι προαιρέσεις. ὄντως γὰρ θεὸν τὸν γεννήσαντα αὐτοὺς «ἐγκατέλιπον, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους».
1.4.30
τοιαῦτα καὶ διὰ τούτων λοιδορησάμενος ἑξῆς πειρᾶται δεικνύναι ὅτι μηδὲ εἰκὼν τοῦ θεοῦ ἐστιν ὁ υἱός, λέγων οὕτως ἀκόλουθον ἡγοῦμαι βραχέα καὶ περὶ τῆς εἰκόνος εἰπεῖν. γέγραφεν γάρ· ἄλλος δέ ἐστιν ὁ ἐξ αὐτοῦ γεννηθείς, «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου» 20. εἰκόνος διὰ τοῦτο μέ μνηται θεοῦ ἀοράτου Ἀστέριος, ἵνα τοσοῦτον τὸν θεὸν τοῦ λόγου διαφέρειν διδάξῃ, ὅσον καὶ ἄνθρωπος τῆς ἑαυτοῦ εἰκόνος διαφέρειν δοκεῖ.
1.4.31
καὶ μεταξύ τινα εἰπὼν ἐπιφέρει οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ' ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ ὁρώμενον ὁρᾶσθαι δύνηται. καὶ ἐπιλέγει πῶς οὖν εἰκόνα τοῦ ἀοράτου θεοῦ20 τὸν τοῦ θεοῦ λόγον Ἀστέριος εἶναι γέγραφεν; αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι'
1.4.32
αὐτῶν φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ τοῦ ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀορά του θεοῦ20 ὁ λόγος καθ' ἑαυτὸν εἶναι δύναται, καὶ αὐτὸς ἀόρα τος ὤν; καὶ προϊὼν αὖθις λοιδορεῖ, λέγων οὕτως πῶς οὖν οἱ «πλήρεις δόλου καὶ ῥᾳδιουργίας», ἀποστο λικῶς εἰπεῖν, μεταφέρουσιν τὸ ῥητὸν εἰς τὴν πρώτην αὐτοῦ20, ὡς οἴονται, κτίσιν20, καὶ ταῦτα τοῦ Δαυὶδ περὶ τῆς κατὰ σάρκα αὐτοῦ γενέσεως σαφῶς εἰρηκότος;
1.4.33
καὶ μεταξὺ τούτων μακρὸν κατατείνας λόγον ἐπιφέρει τί οὖν πρὸς ταῦτα λέξει; οὐ γὰρ οἶμαι αὐτὸν ἔχειν τι περὶ τούτου λέγειν. οὐδὲ γὰρ σαφῶς αὐτὸν καὶ ἀπαρακαλύπτως ἡγοῦμαι καὶ πρὸς ἑτέρους ὁμολογῆσαι ἄν, ὅπερ αὐτὸς ἐν τῇ ἑαυτοῦ κρύπτει διανοίᾳ, ὡς ἔστιν σαφῶς ἀφ' ὧν γέγραφεν μανθάνειν. ἄλλος μὲν γάρ20, φησίν, ἐστὶν ὁ πατὴρ ὁ γεννήσας ἐξ αὑτοῦ τὸν μονογενῆ λόγον καὶ πρωτότοκον ἁπάσης κτίσεως, μόνος μόνον, τέλειος τέλειον, βασιλεὺς βασιλέα, κύριος κύριον, θεὸς θεόν, οὐσίας τε καὶ βουλῆς καὶ δόξης καὶ δυνάμεως ἀπαράλλακτον εἰκόνα. ταῦτα τὰ ῥητὰ σαφῶς τὴν
1.4.34
φαύλην αὐτοῦ περὶ θεότητος ἐλέγχει δόξαν. πῶς γὰρ ὁ κύριος γεννηθεὶς καὶ ὁ θεός, ὡς αὐτὸς προλαβὼν ἔφη, δύναται εἰκὼν θεοῦ εἶναι; ἕτερον γὰρ εἰκὼν θεοῦ, καὶ ἕτερον θεός. ὥστε εἰ μὲν εἰκών, οὐ κύριος οὐδὲ θεός, ἀλλ' εἰκὼν κυρίου καὶ θεοῦ· εἰ δὲ κύριος ὄντως καὶ θεός, οὐκέτι ὁ κύριος καὶ ὁ θεὸς εἰκὼν κυρίου καὶ θεοῦ εἶναι δύναται.
1.4.35
καὶ ταῦτα σφόδρα ἀβλεπτῶν εἴρηκεν, οὐκ ἐννοήσας ὡς καὶ ὁ υἱὸς δύναται ἔμψυχός ποτε εἰκὼν τοῦ ἰδίου πατρὸς λεχθῆναι, ἐπειδὰν ᾖ τῷ πατρὶ ὁμοιότατος. τοῦτο γοῦν καὶ ἡ γραφὴ διδάσκει ἡ λέγουσα «ἔζησεν δὲ Ἀδὰμ τριάκοντα καὶ διακόσια ἔτη, καὶ ἐγέννησεν κατὰ τὴν ἰδέαν αὐτοῦ καὶ κατὰ τὴν εἰκόνα αὐτοῦ·
1.4.36
καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ Σῆθ». καὶ περὶ τῆς θεότητος δὲ τοῦ υἱοῦ ὁ ἀπόστολος διδάσκει λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν», καὶ πάλιν «ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως». καὶ ἐν ἑτέροις δὲ εἴρηται «ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν
1.4.37
τῆς ἀγαθότητος αὐτοῦ». αὖθις δὲ ὁ ἀπόστολος «ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον, καὶ ἐνδυσάμενοι τὸν νέον τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος» λέγων, δῆλός ἐστιν οὐ τὴν
1.4.38
σάρκα εἰρῆσθαι διδάσκων τὴν εἰκόνα εἶναι τοῦ θεοῦ. μεταβὰς δὲ αὖθις Μάρκελλος ἐπὶ τοὺς ἐπισκόπους ὧδε γράφει ἰδοὺ γὰρ τὸ κατὰ Ἀστέριον ἡμᾶς οὐ τοσοῦτον λυπεῖ, εἰ τοιαῦτα προήχθη γράφειν, ἀλλ' ὅτι καί τινες τῶν προεστάναι δοκούντων τῆς ἐκκλησίας, τῆς μὲν ἀποστολικῆς ἐπιλαθόμενοι πα ραδόσεως, τὰ δὲ ἔξωθεν τῶν θείων προτιμήσαντες τοιαῦτά τινα γράψαι τε καὶ διδάξαι ἐτόλμησαν, ἃ οὐδὲν ἔλαττον τῆς τῶν προ ειρημένων ἔχεται πλάνης.
1.4.39
καὶ μεθ' ἕτερα ἐπιλέγει ἐντυχὼν γὰρ Ναρκίσσου τοῦ Νερωνιάδος προεστῶτος ἐπιστολῇ, ἣν γέγραφεν πρὸς Χρηστόν τινα καὶ Εὐφρόνιον καὶ Εὐσέβιον, ὡς Ὁσίου τοῦ ἐπισκόπου ἐρωτήσαντος αὐτόν, εἰ, ὥσπερ Εὐσέβιος ὁ τῆς Παλαιστίνης δύο οὐσίας εἶναί φησιν, οὕτως καὶ αὐτὸς λέγοι20, ἔγνων αὐτὸν ἀπὸ τῶν γρα φέντων τρεῖς εἶναι πιστεύειν οὐσίας20 ἀποκρινόμενον. ταῦτ' εἰπὼν ἀπὸ τοῦ Ναρκίσσου ἐπὶ τὸν Εὐσέβιον μεταβαίνει, κατη
1.4.40
γορῶν ὅτι τὸν λόγον τοῦ θεοῦ θεὸν εἶναι ὁμολογεῖ. γράφει δὲ καὶ περὶ αὐτοῦ ταῦτα διελεῖν γὰρ τὸν λόγον τοῦ θεοῦ τολμήσας καὶ ἕτερον θεὸν20 τὸν λόγον ὀνομάσαι, οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ πατρός20, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν ἔνεστιν σαφῶς ἀπ'
1.4.41
αὐτῶν τῶν ὑπ' αὐτοῦ γραφέντων ῥητῶν ῥᾳδίως μανθάνειν. γέ γραφεν δ' αὐταῖς λέξεσιν οὕτως· οὐ δήπου δὲ ἡ εἰκὼν καὶ τὸ οὗ ἐστιν ἡ εἰκὼν ἓν καὶ ταὐτὸν ἐπινοεῖται, ἀλλὰ δύο μὲν οὐσίαι καὶ δύο πράγματα καὶ δύο δυνάμεις, ὡς καὶ τοσαῦται προσηγορίαι20. καὶ ταῦτα ὡς καλῶς διαβάλλων προστίθησιν λέγων πῶς οὖν οὐ τὴν αὐτὴν οὗτοι τοῖς ἔξωθεν κακίστην ὁδὸν τραπέντες τὰ αὐτὰ διδάξαι τε καὶ γράψαι προὔθεντο, τοῦ μὲν Εὐσεβίου Οὐαλεντίνῳ τε καὶ Ἑρμῇ ὁμοίως εἰρηκότος, τοῦ δὲ Ναρ κίσσου Μαρκίωνί τε καὶ Πλάτωνι;
1.4.42
εἶθ' ἑξῆς μακρὰν καὶ ἀδόλεσχον ἀπεραντολογίαν συνείρει, φάσκων ἐξ ἀκοῆς μεμαθηκέναι τὸν Εὐσέβιον ὡμιληκέναι τινὰ ἐν Λαοδικείᾳ ποτὲ γενόμενον, καὶ περὶ ὧν οὐκ ἠπίστατο ὡς ἐξ ἀκοῆς μαθὼν γράφει, καὶ ἐπισυνάπτει λέγων δέον τἀναντία μετὰ δακρύων τε καὶ πένθους πρὸς κύριον βοᾶν «ἡμάρτομεν, ἠσεβήσαμεν, ἠνομήσαμεν», καὶ τὸ πονηρὸν ἐνωπιόν σου ἐποιήσαμεν, καὶ νῦν μεταγνόντες τῆς παρά σου
1.4.43
τυχεῖν ἀξιοῦμεν φιλανθρωπίας. ταῦθ' ἥρμοττεν αὐτῷ, ταῦτα συνέφερεν λέγειν διὰ τὴν ἄμετρον τοῦ θεοῦ χρηστότητα καὶ φι λανθρωπίαν. καίτοι ἀκόλουθον ἦν τὸν μετὰ φιλανθρωπίας καὶ δικαιοσύνης ἐπιμελούμενον θεὸν ἀντειπεῖν λέγοντα «εἰ ἐχθρὸς ὠνείδισέν μέ, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλο ρημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνῶστά μου· ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα,
1.4.44
ἐν τῷ οἴκῳ τοῦ θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ». ὅτι γὰρ σύνεστιν ἡμῖν τοῖς αὐτοῦ λειτουργοῖς ἴσμεν ἀπὸ τῆς αὐτοῦ ῥήσεως, «ἰδοὺ» γὰρ «ἔσομαι μεθ' ὑμῶν» ἔφη «πάσας τὰς ἡμέρας» τῆς ζωῆς ὑμῶν «ἕως τῆς συντελείας τοῦ αἰῶνος». εἶτα ἀκολούθως πάντως που καὶ τὰ ἑπόμενα τοῖς προάγουσιν ἐπήγαγεν ἂν ῥητά, «ἐλθέτω θάνατος ἐπ' αὐτούς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες· ὅτι πο νηρία ἐν ταῖς καρδίαις αὐτῶν». τοὺς γὰρ ἐν ἀγνοίᾳ τῆς ἀσεβείας ὄντας νεκροὺς ὑπὸ τοῦ ᾅδου καταπίνεσθαί φησιν ἡ γραφή· νεκροὶ γάρ, καὶ ζῆν δοκοῦντες, ἐτύγχανον ὄντες.
1.4.45
καὶ πάλιν ἑξῆς τούτοις αἰτιᾶται τὸν Εὐσέβιον, ὡς ἐν τῷ διιέναι τὴν Ἀγκύραν τότε ὡμιληκότα ἐπὶ τῆς ἐκκλησίας, ἅπερ φησὶν ἐξ ἀκοῆς μεμαθηκέναι. ἐφ' οἷς ἀγανακτῶν τοιαῦτα γράφει ἀλλ' ὁ μὲν ἀπόστολος τοιαῦτα περὶ τῆς Γαλατῶν πίσ τεως γράφει· Εὐσέβιος δὲ μεταφέρων τὴν ἀποστολικὴν ἔννοιαν, δι' ἣν τοῦθ' ὁ ἀπόστολος τῆς προειρημένης αἰτίας ἕνεκα, «τέκνα μου» εἶπεν «οὓς πάλιν ὠδίνω ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν ὑμῖν», καθήψατο Γαλατῶν ὡς μὴ ὀρθὴν ἐχόντων περὶ θεοῦ δόξαν
1.4.47
ἑξῆς δὲ τοῖς προκειμένοις ἐπισυνάπτει πολλήν τινα καὶ μακρὰν φλυαρίαν, τά τε ὄντα τά τε μὴ ὄντα ἑαυτῷ συνείρων, μονονουχὶ κατὰ τοὺς φήσαντας «τὰ χείλη ἡμῶν παρ' ἡμῶν ἐστιν· τίς ἡμῶν κύριός
1.4.48
ἐστιν»; δι' ὧν δείκνυται, καθὼς ἀρχόμενος ἔφην τοῦ συγγράμματος, ἐξ ὑπερβαλλούσης ἔχθρας τε καὶ μισαδελφίας ἐπιπηδήσας τῇ γραφῇ. μεταβὰς δ' ἐκ τούτων Ἀστέριον αὖθις τραγῳδεῖ, μακρὰν ἀποτείνων καὶ περὶ αὐτοῦ διήγησιν, ὅπως τε ἀποδημεῖ, καὶ ποῖ καὶ πότε καὶ πρὸς τίνας. καὶ τούτου δὲ ἀφέμενος αὖθις ἐπὶ τὸν τοῦ θεοῦ ἄνδρα Παυλῖνον τρέπεται, ταῦτα γράφων αὐτοῖς ῥήμασιν
1.4.49
τούτοις δὲ τοῖς ῥητοῖς καὶ ὁ τούτου πατὴρ πειθόμενος Παυλῖνος, ταὐτὰ λέγειν τε καὶ γράφειν οὐκ ὀκνεῖ, ποτὲ μὲν δεύ τερον θεὸν20 λέγων τὸν Χριστὸν καὶ τοῦτον ἀνθρωπικώτε ρον γεγενῆσθαι θεόν20, ποτὲ δὲ κτίσμα αὐτὸν εἶναι20 διορι ζόμενος. ὅτι δὲ τοῦθ' οὕτως ἔχει, καὶ πρὸς ἡμᾶς ποτε, τὴν Ἀγκύραν διιών, κτίσμα εἶναι τὸν Χριστὸν ἔφασκεν
1.4.51
δόξαν. γέγραφεν γὰρ οὐχ ὡς ὄντος μόνου θεοῦ, ἀλλ' ἑνὸς
1.4.52
ὄντος τοῦ μόνου ἀληθινοῦ θεοῦ20. ὅθεν τοίνυν μαθὼν καὶ ὁ Ἀστερίου πατὴρ Παυλῖνος νεωτέρους θεοὺς εἶναι20 ᾤετο. καὶ ἐν τούτοις δὲ ὡς θεῶν δόξας εἰσάγοντας αἰτιᾶται, ἀρνούμενος αὐτὸς τὴν θεότητα τοῦ υἱοῦ. καὶ παραθέμενος τὴν Εὐσεβίου λέξιν οὐ συνίησιν ὡς οὐκ ἦν αὐτοῦ ἡ τὸν πατέρα μόνον ἀλη
1.4.52
θινὸν θεὸν20 διδάσκουσα φωνή, τοῦ δὲ σωτῆρος ἡμῶν τοῦ εἰρηκότος «ἵνα γινώσκωσίν σε τὸν μόνον ἀληθινὸν θεόν». καὶ μεθ' ἕτερα προστίθησιν λέγων ἐπεὶ πόθεν ἡμῖν ἐκ τῶν θείων δυνήσονται δεῖξαι ῥητῶν, ὅτι εἷς μὲν ἀγέννητος, εἷς δὲ γεννητὸς20 οὕτως, ὡς αὐτοὶ γεγεννῆσθαι αὐτὸν πεπιστεύκασιν, οὔτε προφητῶν οὔτε εὐαγγε λιστῶν ἢ ἀποστόλων τοῦτ' εἰρηκότων;
1.4.53
εἶθ', ὥσπερ ἐν ἄθλοις ἀπογραψάμενος ὁμοῦ πρὸς ἅπαντας διαπληκτίσασθαι, μεταβαίνει ἐπὶ τὸν Νάρκισσον καί φησιν ὥστε κἂν ἐκεῖνό τις λέγῃ, κατασκευάζων πρῶτον εἶναι θεὸν καὶ δεύτερον20, ὡς Νάρκισσος αὐταῖς λέξεσιν γέγραφεν
1.4.54
οὐδὲ γὰρ συγχωρεῖ ὁ λέγων «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», ὅτι μὲν αὐτὸς καὶ ὁ πατὴρ αὐτοῦ δύο εἰσίν, αὐτοῦ τοῦ κυρίου μαρτυροῦντος καὶ τῶν ἁγίων γραφῶν ἐκ μέρους ἠκούσαμεν. εἰ τοίνυν Νάρκισσος διὰ τοῦτο διαιρεῖν δυνάμει τὸν λόγον τοῦ πατρὸς ἐθέλοι, γνώτω ὅτι ὁ γράψας προφήτης ὡς τοῦ θεοῦ εἰρηκότος «ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», αὐτὸς γέγραφεν «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον».
1.4.55
καὶ μεταβὰς ἀπὸ Ναρκίσσου ἐπὶ τὸν Ἀστέριον ταῦτα γράφει ἓν γὰρ εἶναι καὶ ταὐτὸν Ἀστέριος κατὰ τοῦτο ἀπε φήνατο μόνον τὸν πατέρα καὶ τὸν υἱόν, καθ' ὃ ἐν πᾶσιν συμφωνοῦσιν. οὕτω γὰρ ἔφη· καὶ διὰ τὴν ἐν πᾶσιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» 20. καὶ πάλιν τοῦ Εὐσεβίου καθάπτεται λέγων ἄνθρωπον γὰρ τὸν σωτῆρα εἶναι βούλονται· δῆλον δὲ ἀφ' ὧν πανούργως τὰ τοῦ ἀποστόλου ῥητὰ Εὐσέβιος πρὸς τὸ
1.4.56
ἑαυτοῦ μετήνεγκεν βούλημα. ὡς γὰρ ἐκ παλαιᾶς τινος ὠδῖνος μεγίστην ἀποκυῆσαι βουλόμενος βλασφημίαν, «ἐξέχεεν ἀπὸ τοῦ ἰδίου θησαυροῦ» κατὰ τὴν τοῦ σωτῆρος ῥῆσιν «τὸ πονηρόν».
1.4.57
ἄνθρωπον γὰρ μόνον τὸν σωτῆρα δεῖξαι βουλόμενος, ὡς μέγιστον ἡμῖν ἀπόρρητον τοῦ ἀποστόλου ἀνακαλύπτων μυστήριον, οὕτως ἔφη· διὸ σαφέστατα καὶ ὁ θεῖος ἀπόστολος τὴν ἀπόρ ρητον ἡμῖν καὶ μυστικὴν παραδιδοὺς θεολογίαν βοᾷ καὶ κέκραγεν «εἷς ὁ θεός», εἶτα μετὰ τὸν ἕνα θεόν φησιν «εἷς μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς».
1.4.58
εἰ τοίνυν ἄνθρωπον αὐτὸν εἶναί φησιν τῇ κατὰ σάρκα αὐτοῦ μόνῃ προσέχων οἰκονομίᾳ, πάντως κἀκεῖνο συνομολογεῖ, τὸ μηδὲ ἔχειν ἐλπίδα ἐπ' αὐτόν. «ἐπικατάρατος» γὰρ «ἄνθρωπος» ὁ προ φήτης Ἱερεμίας ἔφη «ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον».
1.4.59
ὁρᾷς ὅπως ἡ κακία τυφλώττει. τότε γοῦν αὐτὸς μαρτυρήσας θεὸν ὁμολογοῦντι τὸν υἱόν, μεμψάμενός τε ἐπὶ τούτῳ ὡς θεὸν οὐσίᾳ καὶ δυνάμει ὑφεστῶτα τὸν τοῦ θεοῦ λόγον20 εἰσάγοντι, νῦν τὸν αὐτὸν συκοφαντεῖ ὡς ψιλὸν ἄνθρωπον λέγοντα εἶναι τὸν Χριστόν, προφανῶς καταψευδόμενος ἔν τε οἷς εἴρηκεν καὶ ἐν οἷς ἑξῆς ἐπάγει αὖθις περὶ αὐτοῦ λέγων ἀλλ' ὁ προειρημένος, βραχέα τῶν ἁγίων προφητῶν φρον τίσας, ὡς ἀπόρρητόν τινα καὶ λανθάνουσαν τοῦ ἀποσ τόλου θεολογίαν ἐξηγούμενος, «εἷς θεὸς» ἔφη «εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Χριστὸς Ἰησοῦς»
1.4.61
ματι εὑρεθεὶς ὡς ἄνθρωπος». ὁρᾷς ὅπως ὥσπερ προϊδὼν τῷ πνεύματι τὴν τούτων κακουργίαν ὁ ἱερὸς ἀπόστολος οὕτως ἐν ἑτέρῳ μέρει τὸ «ὡς ἄνθρωπος» ἔγραψεν καὶ «ἐν ὁμοιώματι ἀνθρώπου γενόμενος», ἵνα παύσῃ αὐτῶν τὴν τοσαύτην βλασ φημίαν. καὶ μεθ' ἕτερα τὸν αὐτὸν συκοφαντεῖ ὧδέ πως πῶς οὖν τούτοις μὴ προσσχὼν Εὐσέβιος μόνον ἄν
1.4.62
θρωπον τὸν σωτῆρα εἶναι20 βούλεται; οὐ φανερῶς μὲν τοῦτο λέγειν τολμῶν, τοῦτο δὲ βουλόμενος ὑπὸ τῶν ἰδίων ἐλέγχεται ῥήσεων. καὶ ὁ ταῦτα εἰπὼν τὸν αὐτὸν κατεμέμφετο ὡς θεὸν ἀναγορεύοντα τὸν υἱόν, γράφων οὕτως διελεῖν γὰρ τὸν λόγον τοῦ θεοῦ τολμήσας, καὶ ἕτερον θεὸν τὸν λόγον20 ὀνομάσας, οὐσίᾳ τε καὶ δυνάμει διεστῶτα τοῦ πατρός20, εἰς ὅσην βλασφημίαν ἐκπέπτωκεν.
1.4.63
τοσαῦτα καὶ τούτων ἔτι μακρῷ πλείονα, οὐ κατὰ μόνων τῶν ἐπισκόπων, ἀλλὰ καὶ κατὰ τῆς ὑγιοῦς καὶ ἐκκλησιαστικῆς πίστεως ἐκθέμενος Μάρκελλος, δῆλος ἂν εἴη ὁποίας αὐτὸς ὑπῆρχεν προαιρέσεως. ὅτι δ' οὐδὲν τῆς ἀληθείας ἔμελεν τῷ ἀνδρί, μάθοις ἂν αὐταῖς ἐντυχὼν ταῖς τῶν ἐπισκόπων ἐπιστολαῖς, ἐν αἷς εὑρήσεις αὐτὸν τὸ μὲν πᾶν σῶμα τῆς διανοίας τῶν λέξεων ἀκρωτηριάζοντα καὶ τὸν μὲν πάντα εἱρμὸν ἀποκρύπτοντα, ῥηματίων δὲ ἀντιλαμβανόμενον
1.4.64
καὶ τούτων κακούργως ποιούμενον τὴν διαβολήν. αὐτίκα γοῦν συκοφαντεῖ τὸν Εὐσέβιον ἐκ τοῦ προφανοῦς, ὡς ψιλὸν ἄνθρωπον τὸν Χριστὸν εἰρηκότα, ἐπειδὴ τῆς ἀποστολικῆς φωνῆς ἐν τῇ ἑαυτοῦ ἐπιστολῇ τὴν παράθεσιν πεποίηται, δι' ἧς αὐτὸς εἶπεν ὁ ἀπόστολος «εἷς γὰρ ὁ θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος
1.4.65
Χριστὸς Ἰησοῦς». ταύτην μὲν οὖν τὴν ἀποστολικὴν λέξιν ὡσανεὶ Εὐσεβίου οὖσαν, διαβέβληκεν μὴ συνιεὶς ὁ σοφώτατος ὅτι τὸν ἀπόστολον διέβαλλεν· τὰς δ' αὐτοῦ φωνὰς τὰς ἐν τῇ αὐτῇ φερομένας ἐπιστολῇ, τάς τε ἐν τοῖς λοιποῖς αὐτοῦ συγγράμμασιν τοῖς εἰς τὰς θείας γραφὰς πεπονημένοις, ἃ δὴ κατὰ πάντα τόπον διαδέδοται,
1.4.66
σιωπῇ παραδέδωκεν, κρύψας τῇ σιωπῇ ἃ μὴ ἦν συκοφαντεῖν. τὸ ὅμοιον δ' ἂν εὕροι τις αὐτὸν πεποιηκότα καὶ ἐπὶ τῶν λοιπῶν ὧν διαβέβληκεν γραμμάτων. ἃ δή, λόγου συμμετρίας φειδόμενοι, τοῖς ἐθέλουσιν τὴν τούτων ἀκριβῆ ποιεῖσθαι διάγνωσιν παραχωρήσομεν, σπεύδοντες αὐτοὶ τὴν αὐτοῦ Μαρκέλλου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ ξενοφωνίαν ἤδη λοιπὸν ἀποκαλύψαι, ὡς ἂν φανερὸν γένοιτο τοῖς πᾶσιν ὅπως αὐτὸς ἐφρόνει περὶ τοῦ υἱοῦ τοῦ θεοῦ. 2. τ. 1 Βʹ αʹ ὅπως Μάρκελλος μήτε εἶναι μήτε προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ πρὸ τῆς ἐκ παρθένου γεννήσεως ἐδόξαζεν. βʹ ὅπως Μάρκελλος ἐφρόνει περὶ τοῦ ἐν τῷ θεῷ λόγου. γʹ ὅπως ἐφρόνει Μάρκελλος περὶ τῆς σαρκὸς ἧς ἀνείληφεν ὁ λόγος. δʹ ὁποῖον Μάρκελλος ἐπάγει τέλος τῇ τοῦ Χριστοῦ βασιλείᾳ καὶ τῇ σαρκὶ ᾗ ἀνείληφεν.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).