Contra Marcellum
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Τὴν τοῦ Γαλάτου πίστιν ἢ καὶ μᾶλλον τὴν ἀπιστίαν τὴν εἰς τὸν υἱὸν τοῦ θεοῦ, καιρὸς ἤδη καλεῖ μετὰ τὴν ἔκθεσιν τῶν ὑπ' αὐτοῦ διαβληθέντων εἰς φῶς ἀγαγεῖν, καὶ τὴν χρόνοις μακροῖς ἐνδομυχήσασαν τῷ ἀνδρὶ κακοδοξίαν βραχὺ περιελθόντας τοῦ τῆς ἐπιστολῆς προσχήματος ἀπογυμνῶσαι, δεῖξαί τε τοῖς πᾶσιν διὰ τῆς τῶν αὐτοῦ φωνῶν μαρτυρίας οἷός τις ὢν τῆς Χριστοῦ καθηγεῖτο ἐκκλησίας ἄνθρωπος, μήτε εἶναι μήτε προϋφεστάναι μήτε ὅλως πώποτε υἱὸν ὑπάρξαι τῷ θεῷ πρὸ τοῦ τεχθῆναι διὰ τῆς παρθένου δοξάζων, αὐτὸ δὲ μόνον εἶναι λόγον φάσκων, συμφυᾶ τῷ θεῷ, ἀιδίως αὐτῷ συνόντα καὶ ἡνωμένον, οἷος ἂν εἴη καὶ ὁ ἐν ἀνθρώπῳ λόγος.
2.1.2
τούτῳ γὰρ αὐτὸς χρῆται τῷ παραδείγματι, λόγον εἶναι φήσας ἔνδον
2.1.3
ἐν αὐτῷ τῷ θεῷ, ποτὲ μὲν ἡσυχάζοντα, ποτὲ δὲ σημαντικῶς ἐνερ γοῦντα, μόνῃ τε ἐνεργείᾳ προϊόντα τοῦ πατρός, ὡς ἂν καὶ ἡμεῖς τι προστάττοντες ἐν τῷ λέγειν τι καὶ λαλεῖν ἐνεργήσαιμεν. ὅτι δ' οὐκ ἄν τις οὕτω γε εἴποι υἱὸν εἶναι τὸν σημαντικὸν καὶ ἐνεργητικὸν λόγον παντί τῳ δῆλον. ὁ δὲ τοῦτο δοὺς ἐπὶ τοῦ θεοῦ, οὐκ οἶδ' ὅπως τὸν μὴ ὑφεστῶτα λόγον τὴν σάρκα ἀνειληφέναι καὶ ἐνεργῆσαι ἐν
2.1.3
αὐτῇ φησιν καὶ τότε Χριστὸν γενέσθαι καὶ Ἰησοῦν καὶ βασιλέα καὶ εἰκόνα τοῦ θεοῦ καὶ ἀγαπητὸν καὶ υἱὸν δεδοξασμένον, καὶ δὴ καὶ πρωτότοκον πάσης κτίσεως, μὴ ὄντα πρότερον, τότε γενέσθαι καίπερ οὐχ ὑφεστῶτα· τὸ δὲ παράδοξον τοῦ λόγου, ἄρξασθαί γε ἀπὸ τετρακοσίων οὐδὲ ὅλων ἐτῶν τούτων ἁπάντων καὶ πάλιν τούτων ἀθρόως παυθήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρόν, τοῦ μὲν λόγου ἑνουμένου τῷ θεῷ, ὡς μηδὲν ἕτερον εἶναι πλὴν τοῦ θεοῦ, τῆς δὲ σαρκὸς ἧς ἀνείληφεν ἐρήμου καταλειφθησομένης ὑπὸ τοῦ λόγου, ὡς μήτε τὸν υἱὸν τοῦ θεοῦ τότε ὑφεστάναι, μήτε τὸν υἱὸν τοῦ ἀνθρώπου ὃν ἀνείληφεν.
2.1.4
καὶ δὴ εἰς τοῦτο τέλους καταστρέφει, ὥσπερ κεκωφωμένος καὶ μήτε τοῦ ἀγγέλου Γαβριὴλ ἀκούων, εὐαγγελιζομένου τὴν θεοτόκον σαφῶς τε καὶ διαρρήδην περὶ τοῦ ἐξ αὐτῆς τεχθησομένου καὶ «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» προελευσομένου φάσκοντος «ἰδοὺ συλλήψῃ ἐν γαστρὶ καὶ τέξῃ υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν. οὗτος ἔσται μέγας καὶ υἱὸς ὑψίστου κληθήσεται, καὶ δώσει αὐτῷ κύριος ὁ θεὸς τὸν θρόνον Δαυὶδ τοῦ πατρὸς αὐτοῦ, καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος», μήτε Δανιὴλ τοῦ μεγάλου προφήτου τὰς φωνὰς συνιείς, αὐτὰ ταῦτα ἐπισφραγιζομένου δι' ὧν ἐν θείῳ πνεύματι προεφώνει λέγων «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ υἱὸς ἀνθρώπου ἐρχόμενος ἦν, καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν· καὶ ἔμπροσθεν
2.1.5
αὐτοῦ προσηνέχθη. καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύσουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται». ἀλλ' οὐδὲ Ἡσαΐας αὐτὸν ἔπεισεν, περὶ τῆς ἀτελευτήτου βασιλείας τοῦ υἱοῦ τοῦ ἀνθρώπου ὧδε καὶ αὐτὸς θε
2.1.6
σπίζων «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, θαυμαστὸς σύμβουλος, θεὸς ἰσχυρὸς ἐξουσιαστής, ἄρχων εἰρήνης, πατὴρ τοῦ μέλλοντος αἰῶνος. ἄξω γὰρ εἰρήνην καὶ ὑγίειαν
2.1.7
αὐτῷ. μεγάλη ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔσται τέλος, ἐπὶ τὸν θρόνον Δαυὶδ καὶ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, τοῦ κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν
2.1.8
καὶ εἰς τοὺς αἰῶνας». τούτοις γοῦν σύμφωνα ἦν καὶ ἅπερ ὁ Γαβριὴλ τὴν παρθένον εὐηγγελίζετο, «εἰς τοὺς αἰῶνας» βασιλεύσειν τὸν ἐξ αὐτῆς λέγων «καὶ τῆς βασιλείας αὐτοῦ» μὴ ἔσεσθαι τέλος. Μάρκελλος δὲ ὅπως τούτοις ἅπασιν ἐναντία γράφειν ἐτόλμα, μάθοις ἂν ἐκ τῶν αὐτοῦ φωνῶν, δι' ὧν ὁμοῦ τὴν θεότητα καὶ τὴν ἀνθρωπότητα τοῦ υἱοῦ τοῦ θεοῦ ἠρνεῖτο καινότερον ἢ κατὰ πᾶσαν ἄθεον
2.1.9
αἵρεσιν. τῶν γὰρ ἑτεροδόξων οἱ μὲν μὴ προεῖναι μηδὲ προϋπάρχειν τὸν υἱὸν τοῦ θεοῦ φάντες, ἄνθρωπον εἶναι αὐτὸν τοῖς λοιποῖς ὅμοιον ὑποθέμενοι ἐξ ἀνθρώπου, υἱοθεσίᾳ τετιμῆσθαι αὐτὸν ἔφασαν, καὶ τοῦτο δόντες ἀθάνατον καὶ ἀτελεύτητον αὐτῷ τιμὴν καὶ δόξαν καὶ βασιλείαν αἰώνιον ὡμολογήκασιν· οἱ δὲ τὸν ἄνθρωπον ἀρνησάμενοι υἱὸν εἶναι θεοῦ θεὸν προόντα ὑπεστήσαντο. ἀλλ' οἱ μὲν τῆς ἐκκλησίας ἀλλότριοι μέχρι τοσούτου πλάνης ἤλασαν. ὁ δὲ τῆς ἐκκλησίας τοῦ θεοῦ τοσούτοις καθηγησάμενος χρόνοις τὴν ὕπαρξιν ἀναιρεῖ τοῦ υἱοῦ τοῦ θεοῦ, τῷ τε αὐτοῦ λειτουργήσας θυσιαστηρίῳ ἑαυτὸν μὲν αἰωνίου καὶ ἀθανάτου ζωῆς τεύξεσθαι τάχα που πιστεύει,
2.1.10
τὸν δ' ἀρχιερέα ταύτης ἀποστερεῖ. ἔχομεν δὲ «ἀρχιερέα μέγαν» κατὰ τὸν ἀπόστολον «διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ», ὃν οὔτε προεῖναι οὔτε προϋφεστάναι τολμᾷ λέγειν, ἀλλὰ μηδὲ ἔσεσθαι μηδὲ τοῖς ἁγίοις τοῦ θεοῦ συνέσεσθαι κατ' αὐτὴν ἐκείνην τὴν ἐπαγγελίαν τῆς τῶν οὐρανῶν βασιλείας. τηνικαῦτα γὰρ τῶν ἁγίων ἁπάντων μεθεξόντων τῆς τοῦ θεοῦ βασιλείας ἐν ἀφθάρτοις καὶ ἀθανάτοις σώμασιν, μόνον τὸν Χριστὸν καὶ τὴν σάρκα ἣν ἀνεί
2.1.11
ληφεν ἀποστερεῖ αὐτῆς. καὶ οὐ φρίττει τὸν ἀρχηγὸν τῆς ἀναστάσεως, τὸν τῆς αἰωνίου ζωῆς τοῖς πᾶσιν αἴτιον, ἐκπεσεῖσθαι τῆς βασιλείας οὐ μόνον, ἀλλὰ καὶ αὐτῆς τῆς ζωῆς ἀποφαινόμενος· ὥσπερ ἂν εἴ τις ὀφθαλμοὺς μὲν δῷ, φῶς δὲ τὸ τῆς τούτων χορηγὸν ἐκλάμψεως ἀνέλοι. καὶ οὔτε ὁ τοσοῦτος τοῦ θεοῦ ἄγγελος Γαβριὴλ οὔτε ὁ μέγας προφήτης Δανιήλ, περὶ οὗ ἐλέχθη «μὴ σὺ σοφώτερος εἶ τοῦ Δανιήλ;» οὔτε ὁ τοσοῦτος Ἡσαΐας οὔθ' ὁ λοιπὸς τῶν προφητῶν
2.1.12
χορὸς τοιαῦτα μὴ γράφειν μηδὲ φρονεῖν τὸν ἄνδρα ἔπεισαν, οὔτ' αὐτοὶ Ἰουδαῖοι, παρ' οἷς ὁ προσδοκώμενος εἰσέτι νῦν Χριστός, ὃν Ἠλειμμένον καλεῖν εἰώθασιν, ἀγήρω τὴν βασιλείαν καὶ ἀθάνατον ἕξειν ἐλπίζεται. ἀλλὰ καὶ τούτων γέγονε χείρων ὁ καὶ εἰς τὴν ἀρχὴν ὁμοῦ καὶ εἰς τὸ τέλος τοῦ υἱοῦ τοῦ θεοῦ ἀσεβῆσαι τολμήσας, ὃν οὐδ' αὐτὸς ὁ θεῖος ἀπόστολος κατεδυσώπησεν μὴ τοιαῦτα ἀσεβεῖν, ἄντικρυς λέγων «πιστὸς ὁ λόγος· εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν», καὶ κληρονόμους μὲν ἡμᾶς ἔσεσθαι τοῦ θεοῦ, οὐ μὴν δίχα Χριστοῦ, «κληρονόμοι» γάρ
2.1.13
φησιν «θεοῦ, συγκληρονόμοι δὲ τοῦ Χριστοῦ, εἴπερ συμπάσχομεν ἵνα καὶ συνδοξασθῶμεν». καὶ πάλιν «εἰ δὲ ἀπεθάνομεν» φησὶν «σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ, εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνῄσκει· θάνατος αὐτοῦ οὐκέτι κυ
2.1.14
ριεύσει», καὶ αὖθις «τὸ δὲ χάρισμα τοῦ θεοῦ ζωὴ αἰώνιος ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν». οὐκοῦν ἡ αἰώνιος ζωὴ οὐκ ἄλλως ἡμῖν πορισθήσεται ἢ «ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν»· καὶ ἡ ἐλπὶς ἡμῶν οὐχ ἁπλῶς ζῆσαι, ἀλλὰ σὺν αὐτῷ δοξασθῆναι καὶ σὺν αὐτῷ κληρονομῆσαι καὶ σὺν αὐτῷ βασιλεῦσαι· πάντα γὰρ ἡμῖν ἐκ τῆς αὐτοῦ
2.1.15
κοινωνίας ὑπάρξει. ὃ διδάσκει ὁ αὐτὸς φήσας «πιστὸς ὁ θεός, δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν». τίς δ' ἡ κοινωνία, παρίστησιν «καὶ συνήγειρεν» λέγων «καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις τὸ ὑπερβάλλον πλοῦτος τῆς χάριτος
2.1.16
ἐν χρηστότητι ἐφ' ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ». ὁ δ' αὐτὸς καὶ ταῦτα περὶ τοῦ σωτῆρος ἐδίδασκεν φάσκων «ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσιόντας δι' αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν
2.1.17
εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν». οὐ μὴν ἀλλὰ καὶ τὸν Μελχισεδὲκ «εἰς τὸ διηνεκὲς» ἱερέα μένειν ἔλεγεν διὰ τὸ ἀφωμοιωμένον εἶναι «τῷ υἱῷ τοῦ θεοῦ». ἀλλ' ὅτι μὲν τούτοις ἅπασιν Μάρκελλος τἀναντία γράφειν ἐτόλμα μικρὸν ὕστερον παρατεθήσεται, νυνὶ δὲ ὅπως ἐφρόνει περὶ τοῦ μηδὲ τὴν ἀρχὴν εἶναι μηδ' ὑφεστάναι τὸν τοῦ θεοῦ υἱὸν θεασώμεθα πρότερον.
2.2.1
Ἐπισκήψας τοῖς εἰρηκόσιν τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι
2.2.2
ζῶντα καὶ ὑφεστῶτα, τὴν ἑαυτοῦ δόξαν φανερὰν καθίστησιν αὐταῖς συλλαβαῖς γράφων οὕτως οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρω πίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν «ἐπ' ἐσχάτων τῶν ἡμε ρῶν» 20, ὡς καὶ αὐτὸς γέγραφεν, καὶ τὸ γεννηθὲν ἐκ τῆς παρθένου20; οὐδὲν ἕτερον ἦν ἢ λόγος.
2.2.2
εἶτα προϊὼν ἑξῆς ἀίδιον αὐτὸν λέγει, ἀγένητον αὐτὸν οὕτως ὁριζόμενος. γράφει δὲ οὕτως ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης
2.2.3
ἀιδιότητι. καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώ μενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται. καὶ μεθ' ἕτερα ἐπιλέγει πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἢ λόγος ἦν.
2.2.4
καὶ προστίθησιν, ὅτι οὐδὲ «εἰκὼν» ἦν «τοῦ θεοῦ τοῦ ἀοράτου», φάσκων οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ' ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ. καὶ αὖθις μεθ' ἕτερα ἐπιφέρει τί τοίνυν ἦν τὸ κατελθὸν20 τοῦτο πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο ἐθέλοι λέγειν, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπί σε». εἰ δὲ πνεῦμα εἶναι φήσει, ἄκουε τοῦ σωτῆρος λέγοντος «πνεῦμα ὁ θεός».
2.2.5
σαφῶς ἐντεῦθεν τοῦ σωτῆρος περὶ τοῦ πατρὸς εἰρηκότος «πνεῦμα ὁ θεός», ἐλέγχεται Μάρκελλος αὐτὸν τὸν πατέρα ἐνηνθρωπηκέναι εἰπών. ὁ δ' ἔτι μᾶλλον φιλοτιμεῖται, γράφων ὧδε καὶ μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον καταχρηστικῶς ὀνομασθέντα20, ὡς αὐτοί φασιν, ἀλλ' ἀληθῆ ὄντα λόγον.
2.2.6
καὶ αὖθις προστίθησιν ταῦτα τοῖς εἰρημένοις εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος.
2.2.7
καὶ ἔτι μᾶλλον τοῦτο κατασκευάζει δι' ὧν ἐν τοῖς ἑξῆς οὕτω γράφει τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι20 φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δ' οὐκέτι ὑγιῶς οὐδ' εὐσε
2.2.8
βῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ' ἁπλῶς υἱὸν μόνον20, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν. καὶ ἐν τούτοις μὲν γυμνῇ τῇ κεφαλῇ τὸν μὲν υἱὸν ἠρνήσατο, ψιλὸν δὲ λόγον ὥσπερ τινὰ προστακτικὸν τῶν ποιητέων εἰσάγων δῆλός ἐστιν ἐξ ὧν ἐπιφέρει λέγων
2.2.9
ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», αὖθίς τε ὁ αὐτὸς «ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Σολομὼν δὲ «ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προείλαντο». Ἡσαΐας τε «ἐκ γὰρ Σιὼν ἐξελεύσεται» ἔφη «νόμος, καὶ λόγος
2.2.10
κυρίου ἐξ Ἱερουσαλήμ». καὶ αὖθις Ἱερεμίας «ᾐσχύνθησαν σοφοὶ» φησὶν «καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον τοῦ κυρίου ἀπεδοκίμασαν». καὶ Ὡσηὲ δὲ ὁ προφήτης «ἐμίσησαν» ἔφη «ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο». Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων «ἐκ Σιὼν» ἔφη «ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ».
2.2.11
τοσαῦτα συνάγων περὶ τοῦ προστακτικοῦ λόγου ῥητὰ Μάρκελλος τοιοῦτόν τινα εἶναί φησιν καὶ τὸν «ἐν ἀρχῇ πρὸς τὸν θεὸν» θεὸν λόγον. διὸ ἐπάγει φάσκων ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκρά τορος ὀνομάζων, οὕτως ἔφη «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐ μιᾷ μαρτυρίᾳ χρώ μενος τὴν ἀιδιότητα τοῦ λόγου σημαίνει.
2.2.12
καὶ προστίθησιν τούτοις ἐπιλέγων ἑξῆς ἵν' ἐν μὲν τῷ φῆσαι «ἐν ἀρχῇ ἦν ὁ λόγος» δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον ἐν ἀρχὴ γὰρ ἁπάντων τῶν γεγο νότων ὁ θεὸς «ἐξ οὗ τὰ πάντα», ἐν δὲ τῷ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον «πάντα» γὰρ
2.2.13
«δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· «ἐν ἐμοὶ» γάρ φησιν «ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί». καὶ ἔτι τούτοις προστίθησιν, ἀπογυμνῶν τὸν ἴδιον νοῦν δι' ὧν ἑξῆς ἐπάγει, λέγων ὁ τοίνυν ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης τῆς ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς
2.2.14
τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐδὲν γενέσεως ἐνταῦθα μνημο νεύων τοῦ λόγου, ἀλλ' ἐπαλλήλοις τρισὶν μαρτυρίαις χρώμενος, ἐβεβαίου ἐν ἀρχῇ τὸν λόγον εἶναι. καὶ προστίθησιν τούτοις λέγων τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γιγνώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν.
2.2.15
τούτοις προϊὼν ἑξῆς ἐπιλέγει ταῦτα εἰ οὖν αὐτὸς λέγει ταῦτα «ἐγὼ ἐκ τοῦ πατρὸς ἐξῆλθον καὶ ἥκω», καὶ αὖθις «καὶ ὁ λόγος, ὃν ἀκούετε, οὐκ ἔστιν ἐμός, ἀλλὰ τοῦ πέμψαντός με πατρός» καὶ «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν», δῆλον ὅτι εἰκότως κἀκεῖνο ἔλεγεν «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί», ἵνα ἐν θεῷ μὲν ᾖ ὁ λόγος ὁ τοῦτο λέγων,
2.2.16
ἐν δὲ τῷ λόγῳ ὁ πατήρ, ὅτι δύναμις τοῦ πατρὸς ὁ λόγος. «θεοῦ» γὰρ αὐτὸν «δύναμιν καὶ θεοῦ σοφίαν» ἀξιόπιστος εἴρηκεν μάρτυς. οὐ διὰ τὴν ἐν ἅπασιν20 οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμ φωνίαν20, ὡς Ἀστέριος ἔφη, ὁ σωτὴρ λέγει «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» 20, ἀλλὰ διότι ἀδύνατόν ἐστιν, ἢ λόγον θεοῦ ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. ἐπεὶ εἰ διὰ τὴν ἐν ἅπασιν συμ φωνίαν20 τοῦτο εἰρηκέναι τὸν σωτῆρα Ἀστέριος οἴεται, καὶ μὴ τῇ δευτέρᾳ οἰκονομίᾳ προσέχων τἀληθὲς μανθάνειν ἐθέλει, ἀναγ καῖόν ἐστιν ὑπομνῆσαι αὐτόν, πῶς ἐνίοτε τὸ κατὰ τὸ σὴν φαι
2.2.17
νόμενον ἀσυμφωνίαν ἔστιν ἰδεῖν. οὕτω γὰρ ἡμᾶς τὰ ῥητὰ διδάσ κει. ποία γὰρ ἐν καιρῷ τοῦ πάθους συμφωνία τοῦτο λέγοντος «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο», ἐπιφέροντος δὲ κἀκεῖνο «πλὴν μὴ ὡς ἐγὼ θέλω, ἀλλ' ὡς σύ». οὐ συμφωνοῦν τος γὰρ ἦν πρῶτον μὲν τὸ λέγειν «παρελθέτω τὸ ποτήριον τοῦτο»· οὐδὲν δὲ ἐχόμενον συμφωνίας καὶ τὸ ἐπιφερόμενον εἶναι δοκεῖ,
2.2.18
λέγει γὰρ «μὴ τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω, πάτερ, θέλημα». ἀκούεις ὅπως ἀσυμφωνίαν κατὰ τὸ φαινόμενον δηλοῖ τὸ γράμμα, τοῦ μὲν θέλοντος, τοῦ δὲ μὴ θέλοντος. ὅτι μὲν γὰρ ἐβούλετο ὁ πατὴρ δῆλον ἀφ' ὧν ὃ ἐβούλετο γέγονεν· ὅτι δὲ οὐκ ἐβούλετο ὁ υἱὸς δῆλον δι' ὧν παραιτεῖται. καὶ αὖθις «οὐ ζητῶ» φησὶν «τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με πατρός».
2.2.19
πῶς οὖν διὰ τὴν ἐν ἅπασιν συμφωνίαν τὸν σωτῆρα εἰρη κέναι20 φησὶν 20» ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» 20; καὶ μετὰ βραχέα ἐπιλέγει πῶς συμφωνίαν20 ἔχειν πρὸς τὸν πατέρα ὁ υἱὸς δύναται ἢ ὁ πατὴρ πρὸς τὸν υἱόν, τοῦ υἱοῦ «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» λέγοντος; ἄντικρυς γὰρ πλεονεκτοῦντος ἦν τοῦ υἱοῦ
2.2.20
τὸν πατέρα τὸ λέγειν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν». τού του γὰρ χάριν παρεὶς τὸ πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν εἰπεῖν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» ἔφη. καίτοι οὐκ ἦν ἴδιον τοῦ συμφωνοῦντος οὕτω λέγειν, ἀλλά· πάντα ὅσα ἔχει ὁ πατὴρ κοινά ἐστιν. εἰ γὰρ αἱ τῶν ἀποστόλων Πράξεις τὴν τῶν τηνικαῦτα προσιόντων τῇ πίστει συμφωνίαν ἐπαινοῦσαι «πάντα ἦν αὐτοῖς κοινὰ» ἔφασαν, καὶ ἐπ' ἀνθρώπων τῶν συμφωνεῖν δυναμένων κοινὰ εἶναι πάντα νομίζειν ὀφείλει, πόσῳ μᾶλλον ἔδει τὸν πατέρα καὶ τὸν υἱὸν κοινωνίας μετέχειν, εἰς δύο ὑποστάσεις διῃρημένους; νυνὶ δὲ ἐν μὲν τῷ λέγειν «πάντα ὅσα ἔχει ὁ πατὴρ ἐμά ἐστιν» πλεονεκτῶν ὁ υἱὸς τὸν πατέρα φαίνεται· ἐν δὲ τῷ φάσκειν μηδὲ τοῦ ἑαυτοῦ λόγου κύριον εἶναι, ἀλλὰ καὶ τούτου τὸν
2.2.21
πατέρα «ὁ» γὰρ «λόγος ὃν ἀκούετε» φησὶν «οὐκ ἔστιν ἐμὸς ἀλλὰ τοῦ πέμψαντός με πατρός», ἀφαιρεῖσθαι τὸν πατέρα τὰ ἴδια τοῦ παιδὸς δείκνυσιν. ἑκάτερα δὲ κατὰ τὴν Ἀστερίου οἴησιν οὐκ ἀκο
2.2.22
λούθως εἰρημένα φαίνεται. ἔδει γὰρ τὸν συμφωνοῦντα μὴ τὰ τῷ ἑτέρῳ προσόντα παρασπᾶσθαι δίκαια, πλεονεκτικὸν γὰρ τοῦτό γε, ἀλλὰ τὰ ἑκατέρῳ προσόντα κοινὰ εἶναι νομίζειν. ὥστε ὅταν μὲν εἰς τὴν ἀνθρωπίνην ἀποβλέπωμεν σάρκα, οὐχ ὥσπερ Ἀστέριος γέγραφεν, οὕτως εὑρήσομεν εἰρηκότα τὸν σωτῆρα «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», οὐ γὰρ διὰ τὴν ἐν ἅπασιν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν20, ὡς αὐτὸς γέγραφεν, ὁ σωτὴρ
2.2.23
εἴρηκεν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» 20. εἰ γὰρ τοῦτ' ἦν, πάν τως ἂν ἔφη· ἐγὼ καὶ ὁ πατὴρ ἐν ἅπασιν πρὸς ἀλλήλους συμφω νοῦμεν. νυνὶ δὲ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» ἔφη. οὐκοῦν εἰ ἐν ἐκείνοις ἀσυμφωνία τις ἦν, ἀνάγκη δὲ τὸν δεσπότην ἀληθεύειν, τὸν σωτῆρα ἀκριβῶς εἰδέναι προσήκει, ὅτι ἡνίκα ἂν «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» λέγῃ, τηνικαῦτα οὐκ εἰς τὸν ἄνθρωπον ὃν ἀνεί ληφεν ἀποβλέπων τοῦτό φησιν, ἀλλ' εἰς τὸν ἐκ τοῦ πατρὸς προ
2.2.24
ελθόντα λόγον. εἰ γάρ τις ἀσυμφωνία εἶναι δοκοίη, αὕτη ἀνα φέρεσθαι εἰς τὴν τῆς σαρκὸς ἀσθένειαν ὀφείλει, ἣν μὴ πρότερον ἔχων ἀνείληφεν ὁ λόγος. εἰ δὲ ἑνότης λέγοιτο, αὕτη τῷ λόγῳ
2.2.25
διαφέρουσα φαίνεται. ὅθεν οὐ μόνον τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» εἰκότως ἔφη, ἀλλὰ κἀκεῖνο· «τοσούτῳ χρόνῳ μεθ' ὑμῶν εἰμι, Φίλιππε, καὶ λέγεις· δεῖξόν μοι τὸν πατέρα», δῆλον ὅτι οὐ τούτοις τοῖς ὀφθαλμοῖς, ἀλλὰ τοῖς νοητοῖς τὰ νοητὰ ὁρᾶν δυνα μένοις. ἀόρατος γὰρ τοῖς τῆς σαρκὸς ὄμμασιν ὅ τε πατὴρ ὑπάρ χει καὶ ὁ τούτου λόγος. οὐ διὰ τὴν ἐν ἅπασιν20 οὖν συμφω νίαν20 τοῦτ' ἔφη πρὸς Φίλιππον.
2.2.26
τοσαῦτα εἰπών, ἐπαναλαβὼν ἐξ ὑπαρχῆς τὸν λόγον τοῦτον δογματίζει τὸν τρόπον πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν ὁ Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε τοῦ εἶναι ἀρχὴν λα βόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ' αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆ σθαι. οὐ γὰρ οἶμαι καὶ τοῦτο πιστεύειν αὐτὸν τῷ λέγοντι εἶναί τινα καὶ ἀγένητα, ἀλλὰ ἀκριβῶς πεπεῖσθαι ὅτι οὐρανός τε καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὄντα ὑπὸ θεοῦ γεγένηται.
2.2.27
εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί.
2.2.28
καὶ ταῦτα εἰπὼν ἐπάγει μεθ' ἕτερα τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν20 ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ προκόσμιον δόξαν20, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου.
2.2.29
ταῦτ' εἰπὼν Μάρκελλος καὶ τὸν υἱὸν δι' αὐτῶν ἀπαρακαλύπτως ἀρνησάμενος, ἵνα ἡμᾶς ἀκριβῶς πείσῃ ὁποῖον εἶναι τὸν λόγον τοῦ θεοῦ ἐφρόνει, σαφέστερον ἐμφαίνει τὴν διάνοιαν τῷ ἡμετέρῳ λόγῳ ἀπεικάζων αὐτόν, δι' ὧν ταῦτα γράφει ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος Μωσῆς ἄγγε λον ἐνταῦθα ὀνομάζει τὸν λόγον, ὅτι δι' οὐδὲν ἕτερον ἐφάνη, ἀλλ' ἵνα ἀναγγείλῃ τῷ Μωσεῖ ταῦτα ἅπερ λυσιτελεῖν τοῖς υἱοῖς Ἰσραὴλ
2.2.30
ἠπίστατο· ἠπίστατο δὲ λυσιτελεῖν ἕνα θεὸν εἶναι νομίζειν. διὸ καὶ πρὸς αὐτὸν «ἐγώ εἰμι ὁ ὢν» ἔφη, ἵνα μηδένα ἐκτὸς ἑαυτοῦ ἕτερον θεὸν εἶναι διδάξῃ. τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρο νοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ' ἡμᾶς παραδείγμα
2.2.31
τος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑπο στάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώ πῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πρά ξεως ἐνεργείᾳ. καὶ ἐπιδαψιλεύεται ἔτι μᾶλλον τὴν αὐτοῦ διάνοιαν ἐμφαίνων, δι' ὧν ἑξῆς τάδε φησίν οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν
2.2.32
τῇ αὐτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρα νοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». καὶ προστίθησιν αὖθις ἐξομοιῶν τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ, εἰς τὸ δεῖξαι αὐτὸν ἀνυπόστατον, γράφει δὲ οὕτως ἐνταῦθα «ἐγώ εἰμι ὁ ὢν» λέγει μὲν τῷ Μωσεῖ ὁ πατήρ,
2.2.33
λέγει δὲ δηλονότι διὰ τοῦ λόγου. πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ' ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.
2.2.34
εἶτα μεταξύ τινα εἰπὼν ἐπιλέγει πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον «κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ», καὶ ὅτι «εἷς ἐστιν» καὶ πλὴν αὐτοῦ ἕτερος «οὐκ ἔστιν».
2.2.35
καὶ προϊὼν αὖθις διισχυρίζεται φάσκων οὐ καταχρηστικῶς λόγος ὀνομασθείς20, κἂν διαρρα γῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀλη θῶς ὑπάρχων λόγος. καὶ προστίθησιν τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ τὸ κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον «ἐν τῷ θεῷ» τουτὶ πρό τερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ' ἡμᾶς τοῦ πλούτου «τῆς δόξης» καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί.
2.2.36
καὶ μετὰ ταῦτα πάλιν ἀνθρωπίνῃ κέχρηται εἰκόνι, τοῦτον γράφων τὸν τρόπον τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμω
2.2.37
ρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων,
2.2.38
πρὸς ὃν ὁ πατὴρ «ποιήσωμεν ἄνθρωπον» ἔφη «κατ' εἰκόνα ἡμε τέραν καὶ ὁμοίωσιν», οὐκ ὄντος ἑτέρου θεοῦ τοῦ συμπλάττειν αὐτῷ δυναμένου. «ἐγὼ» γάρ εἰμι, φησίν, «θεὸς πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ θεὸς ἕτερος οὐκ ἔστιν». οὔτε οὖν νεώτερός τις θεὸς20 ἦν, οὔτε ἄλλος τις «μετὰ ταῦτα» θεὸς ὢν
2.2.38
θεῷ συνεργεῖν δυνατὸς ἦν. ἀλλ' εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ' ἡμᾶς παραδείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξε τάζοι πρᾶξιν· ὥσπερ ἄν τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνήρ, ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρακτῆρας ἐν ἑαυτῷ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρεπὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῷ καθ' ἕκαστον ἐξετάζει μέρει, χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται καὶ ᾧ πάντα πράττειν εἴωθεν οὐδὲν γὰρ μὴ λόγῳ γιγνόμενον καλόν, ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς αὑτὸν ὡς πρὸς ἕτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης θεὸς τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν οὐκ ἄλλῳ τινὶ ἀλλὰ τῷ ἑαυτοῦ λόγῳ παρα κελεύεται λέγων· «ποιήσωμεν ἄνθρωπον», οὐ τὸν αὐτὸν τοῖς ἄλλοις τρόπον· λόγῳ γὰρ ἡ πᾶσα ἐγένετο κτίσις.
2.2.39
καὶ τούτοις μεθ' ἕτερα ἐπιλέγει νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεός, καὶ ὁ τούτου λόγος θεὸς προῆλθεν μὲν τοῦ πατρός, ἵνα «πάντα δι' αὐτοῦ» γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα» «θεῷ καὶ πατρί», ἵν' οὕτως ᾖ ἐν θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι. οὐδενὸς γὰρ ὄντος πρότε ρον ἢ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, ὁ λόγος οὗτος τοῦ πατρὸς ὤν.
2.2.40
καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησι λέγων πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προὔθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δρα στικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν τοῦ θεοῦ πάντα γὰρ ὁμολογεῖται ὑπ' αὐτοῦ γεγενῆσθαι, τότε ὁ λόγος προελθὼν
2.2.41
ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοι μάζων αὐτόν. καὶ αὖθις μετὰ πάντα ἐπιφέρει λέγων καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ παν ταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολο γίας θέσει τὸν ἄνθρωπον διὰ τὴν πρὸς αὐτὸν κοινωνίαν υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις, ὡς λόγος, ἑνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου προειρημένον· «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ πάντα καὶ ἐν πᾶσιν ὁ θεός». ἔσται γὰρ τηνικαῦτα τοῦθ' ὅπερ πρότερον ἦν. διὰ τοσούτων Μάρκελλος γυμνῇ τῇ κεφαλῇ τὸν υἱὸν τοῦ θεοῦ ἐξω
2.2.42
μόσατο. εἰ γὰρ ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, οὐδεὶς δὲ πώποτε αὐτὸς ἑαυτοῦ γένοιτ' ἂν πατὴρ ὡς οὐδ' αὐτὸς ἑαυτοῦ υἱὸς εἷς ὢν καὶ μόνος, εἷς δὲ μόνος ἦν καὶ ὁ αὐτὸς τῷ ἑαυτοῦ λόγῳ ὁ θεός, δῆλον ὡς οὐ πατὴρ ἦν μὴ ὑπάρχοντος αὐτῷ υἱοῦ, οὐδὲ υἱὸς μὴ ὑφεστῶτος αὐτῷ πατρός.
2.2.43
ὁποῖα μὲν οὖν περὶ τοῦ μήτε εἶναι μήτε προϋφεστάναι τὸν τοῦ θεοῦ υἱόν, ψιλὸν δὲ λόγον ἔνδον ὑπάρχειν ἐν αὐτῷ τῷ θεῷ, καὶ τοῦτον ποτὲ μὲν ἡσυχάζειν ποτὲ δὲ ἐνεργεῖν δραστικῇ δυνάμει, διεξῆλθεν ὁ ἀνήρ, ἔγνωμεν διὰ τῶν προκειμένων. ταῦτα δὲ αὐτὰ πολλάκις καὶ διαφόρως τῇ ἑαυτοῦ παραθέμενος γραφῇ, πολὺν σωρὸν περιττῶν ῥημάτων συνεφόρησεν τῷ συγγράμματι. ἀλλ' ἡμεῖς γε τοῖς αὐτοῦ καθ' ἑαυτοῦ ἐλέγχοις ἐξ ὧν παρέθετο φωνῶν ἀρκεσθέντες, οὐδ' ἀντιρρήσεως ἀξιώσομεν τὴν τοῦ Ἰουδαϊκοῦ τούτου δόγματος
2.2.44
ἀτοπίαν. ἐντεῦθεν δ' ἐπὶ τὰ εἰρημένα τῷ αὐτῷ περὶ τῆς σαρκός, ἣν ἐνεργείᾳ μόνῃ φησὶν ἀνειληφέναι τὸν ἐν τῷ θεῷ λόγον, μεταβάντες φέρ' ἴδωμεν ὅπως τὴν ἐν ταῖς θείαις γραφαῖς περὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ φερομένην θεολογίαν ἐπὶ τὴν σάρκα μεταφέρει, αὐτὸν μὲν τὸν ἀληθῶς προόντα τοῦ θεοῦ υἱὸν ἀρνούμενος, τὴν δὲ σάρκα θεολογῶν, ἣν μικρὸν ὕστερον ἔρημον ἔσεσθαι τοῦ λόγου ὁ ἀνευλαβὴς ὡρίζετο·
2.3.1
Ὁ μὲν γὰρ λόγος «ἐν ἀρχῇ ἦν», μηδὲν ἕτερον ὢν ἢ λόγος. ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης λέγων «καὶ ὁ λόγος σὰρξ ἐγένετο». διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου· εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύει ἡ θεία γραφή, τὸν μετὰ τὸν τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομάζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον, ὥσπερ καὶ ἀπὸ τούτου δῆλον· «παρέστησαν» γάρ φησιν «οἱ βασι λεῖς τῆς γῆς καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ».
2.3.2
καὶ μεθ' ἕτερα ἐπάγει εἰκότως οὖν πρὸ τῆς καθόδου τοῦτο ἦν, ὅπερ πολλά κις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνά ληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν, ἐπειδὴ «ὁ λόγος σὰρξ ἐγένετο». τήρει ὅπως διὰ τούτων Μάρκελλος τὸ Ἰησοῦ καὶ Χριστοῦ ὄνομα καὶ τὰς λοιπὰς προσηγορίας οὐ βούλεται κεῖσθαι ἐπὶ τοῦ λόγου, ἀλλ' ἐπὶ τῆς σαρκὸς ἧς ἀνείληφεν. ἀναγκαία δὲ ἡ ἐπιτήρησις, ἵν' ὅταν αὐτὸς πάλιν ἀποβάλῃ τὴν σάρκα ἐλέγχοιτο εἰς αὐτὸν ἀσεβῶν τὸν Χριστὸν τοῦ θεοῦ. μετὰ δὴ τὰ προλεχθέντα ἑξῆς προϊὼν τὰ περὶ τοῦ σώματος τοῦ σωτῆρος τοιαῦτα γράφει
2.3.3
καὶ μὴ τοῦτο ἀπίθανον εἶναι νομιζέτω Ἀστέριος, εἰ νεώ τερον ὂν αὐτοῦ τὸ σῶμα τοσαύτης τυχεῖν ἀρχαιότητος ἐδυνήθη· ἀλλ' ἐννοείτω, ὅτι εἰ καὶ μάλιστα τὴν ἀνθρωπίνην σάρκα νεω τέραν εἶναι συμβαίνει, ὅμως ὁ ταύτην ἀναλαβεῖν δι' ἁγνῆς ἀξιώ σας παρθένου λόγος, ταύτῃ τὸ ἑαυτοῦ ἑνώσας, οὐ μόνον «πρωτό τοκον πάσης κτίσεως» τὸν ἐν ἑαυτῷ ἄνθρωπον κτισθέντα ἀπειρ γάσατο, ἀλλὰ καὶ ἀρχὴν ἁπάντων αὐτὸν εἶναι βούλεται, οὐ τῶν ἐπὶ γῆς μόνον, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς.
2.3.4
τοσαῦτα εἰπὼν μεθ' ἕτερα τὰς ἀποστολικὰς φωνάς, δι' ὧν τὸν υἱὸν τοῦ θεοῦ θεολογεῖ φάσκων «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι, τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα εἰς αὐτὸν συνέστηκεν», ἐπὶ τὴν σάρκα ἀναφέρει, οὐκ ἐρυθριῶν τὰς τοιαύτας τοῦ ἀποστόλου φωνὰς ἐκλαμβάνειν ἐπὶ τὴν σάρκα. περὶ ἧς προϊὼν αὐτὸς Μάρκελλος ταῦτα γράφει εἰ οὖν ὁ σωτὴρ ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ λόγω;
2.3.5
καὶ αὖθις περὶ τῆς αὐτῆς σαρκὸς ἐπιλέγει
2.3.6
πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ διὸ δυνατὸν γένοιτ' ἄν; ἀλλ' ὁ τοιαῦτα περὶ τῆς σαρκὸς εἰπὼν νῦν «εἰκόνα τοῦ θεοῦ» αὐτὴν λέγει, καὶ «πρωτότοκον πάσης κτίσεως», αὐτήν τε οὖσαν πρὸ πάντων «καὶ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, θρόνους, κυριό
2.3.6
τητας, ἀρχάς, ἐξουσίας, ἐν αὐτῇ ἐκτίσθαι». γράφει δὲ οὕτως οὐκοῦν εἰ «πρωτότοκος» μέν ἐστιν «ἁπάσης κτίσεως» αὐτός, «ἐν αὐτῷ» δὲ «ἐκτίσθη τὰ πάντα», προσήκει εἰδέναι ἡμᾶς, ὅτι περὶ τῆς κατὰ σάρκα οἰκονομίας αὐτοῦ ὁ ἀπόστολος νυνὶ μέμνηται. καὶ ἐπιβεβαιοῖ τὸν λόγον ἐπιφέρων ἑξῆς «πρωτότοκος» οὖν «ἁπάσης κτίσεως» διὰ τὴν κατὰ σάρκα γένεσιν ὠνομάσθη, οὐ διὰ τὴν πρώτην20, ὡς αὐτοὶ οἴονται, κτίσιν
2.3.8
ταῦτα μὲν οὖν δι' ὧν πρωτότοκον πάσης κτίσεως διὰ τὴν σάρκα αὐτὸν ὠνομάσθαι εἴρηκεν· θέα δὲ ὅπως καὶ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ» πάλιν ἐπὶ τὴν σάρκα ἀναφέρει, μὴ προσέχων τῇ θείᾳ γραφῇ ἐκ προσώπου τῆς σοφίας ἐν ταῖς Παροιμίαις τοῦτον λεγούσῃ τὸν τρόπον «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην· δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται
2.3.9
γράφουσιν δικαιοσύνην». οἷς ἑξῆς ἐπιλέγει ἡ αὐτὴ σοφία «ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἀναμέσον τρίβων δικαιώματος ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν. ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γιγνόμενα,
2.3.10
μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με· ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι» καὶ τὰ τούτοις ἑξῆς. οἷς μὴ βουληθεὶς τὴν διάνοιαν ἐπιστῆσαι Μάρκελλος, ἑνὸς δὲ μόνου γενόμενος σκοποῦ, τοῦ μὴ ὁμολογῆσαι τὸν υἱὸν τοῦ θεοῦ, τὴν προκειμένην θεολογίαν ἐπὶ τὴν σάρκα ἀναφέρει, καὶ τὴν εὐθεῖαν παρεκτραπεὶς ὁδὸν ἀνοδίαν ἑαυτῷ ἐπενόησεν, γράφων κατὰ λέξιν οὕτως
2.3.11
τὸ τοίνυν κεφάλαιον τουτὶ τῆς Παροιμίας οὐ τὴν ἀρχὴν τῆς θεότητος20, ὥσπερ αὐτοὶ νομίζουσιν, τοῦ σωτῆρος ἡμῶν παρα στῆσαι βουλόμενον «κύριος ἔκτισέν με» ἔφη, ἀλλὰ τὴν δευτέραν κατὰ σάρκα οἰκονομίαν· διὸ καὶ κτίσεως μέμνηται προσφόρως τῆς ἀνθρωπίνης σαρκός.
2.3.12
καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν ἡ κτίσις τῇ κατὰ ἄνθρωπον αὐτοῦ διαφέρει πρα γματείᾳ. διό φησιν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», ἔκτισέν με δηλονότι διὰ τῆς παρθένου Μαρίας δι' ἧς ὁ θεὸς ἑνῶσαι τὴν ἀνθρωπίνην σάρκα τῷ ἑαυτοῦ λόγῳ προείλετο.
2.3.13
καὶ μεθ' ἕτερα προστίθησιν λέγων τούτου τοίνυν οὕτως ἔχοντος, ἀκόλουθόν ἐστιν σκοπεῖν τῇ διανοίᾳ τὸ παροιμιωδῶς εἰρημένον τουτὶ κεφάλαιον «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». ἔκτισεν γὰρ ἀλη θῶς τὸ μὴ ὂν πεποιηκὼς ὁ δεσπότης ἡμῶν θεός· οὐκ οὖσαν γὰρ τὴν σάρκα, ἣν ἀνείληφεν ὁ λόγος ἀλλὰ μὴ οὖσαν ἔκτισεν. καὶ ἐπιφέρει αὖθις λέγων οὐκοῦν τοῦτ' ἐστιν τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ».
2.3.14
ἐπάγει δέ «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», θεμέλιον μὲν τοῦτον ὀνομάζων, τὴν κατὰ σάρκα αὐτοῦ προορισθεῖσαν οἰκονομίαν. ὡς καὶ ὁ ἀπόστολος λέγει «θεμέλιον γὰρ ἄλλον οὐδεὶς δύναται θεῖναι παρὰ τὸν κείμενον, ὅς ἐστιν Ἰησοῦς Χριστός». ἑνὸς δὲ αἰῶνος ἐνταῦθα μέμνηται, ἀφ' οὗ τὰ κατὰ τὸν Χριστὸν τεθεμελιῶσθαι ἔφη.
2.3.15
καὶ πάλιν τὴν αὐτὴν βεβαιοῖ λέξιν φάσκων εἰκότως ὁ προφήτης ἔφη «πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με», δηλονότι τὸ κατὰ σάρκα, διὰ τὴν πρὸς τὸν ἀληθῶς υἱὸν αὐτοῦ τὸν λόγον κοινωνίαν. καὶ ἐπιλέγει ἑξῆς εἶτα «ἐν ἀρχῇ» φησὶν «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». γῆν ποίαν ταύτην ἢ δηλονότι τὴν ἡμετέραν σάρκα, τὴν μετὰ τὴν παρακοὴν γῆν αὖθις γενομένην; «γῆ» γὰρ «εἶ» φησὶν «καὶ εἰς γῆν ἀπελεύσῃ». ἔδει γὰρ ταύτην ἰάσεως τυχεῖν, τινὰ τρόπον κοινω νήσασαν τῷ ἁγίῳ λόγῳ.
2.3.16
θέα δὲ πῶς ἐν τούτοις ὁ Μάρκελλος ἑαυτῷ περιπίπτει. φήσας γοῦν ἐν ἑτέρῳ περιπίπτει τὴν σάρκα εἶναι τὴν «ἀρχὴν ὁδῶν» τοῦ θεοῦ κτισθεῖσαν καὶ πάλιν «θεμέλιον» τὴν αὐτὴν εἶναι εἰπών, ἐπάγει τὸ «πρὸ τοῦ τὴν γῆν ποιῆσαι». εἶθ' ἑρμηνεύει τὴν γῆν πάλιν τὴν σάρκα εἶναι, οὐχ ὁρῶν ὡς οὐδεμίαν ἔχει ἀκολουθίαν πρὸ τῆς σαρκὸς τὴν σάρκα ἐκτίσθαι λέγειν καὶ μετὰ τὴν κτίσιν τῆς σαρκὸς πάλιν τὴν
2.3.17
σάρκα ὀνομάζειν. ὁ δὲ ἔτι πρὸς τούτοις ἐπιφέρει ἑξῆς λέγων εἶτα «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι» φησίν· ἐνταῦθα τὰς ἀβύσσους παροιμιωδῶς ὁ προφήτης τὰς τῶν ἁγίων καρδίας εἶναι λέγει τὰς ἐν τῷ ἑαυτῶν βάθει τὴν τοῦ πνεύματος ἐχούσας δωρεάν.
2.3.18
καὶ ἐν τούτοις δὲ πρόσσχες, ὅπως εἰς τὴν σάρκα ἐκλαβὼν εἰρῆσθαι τὸ «κύριος ἔκτισέν με», ἔπειτα στενοχωρούμενος ὑπὸ τῆς γραφῆς λεγούσης «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι», τὰς μὲν ἀβύσσους ἑρμηνεύει τὰς τῶν ἁγίων καρδίας λέγων αὐτὰς εἶναι, οὐ συνορᾷ δὲ ὅτι αἱ τῶν ἁγίων καρδίαι, τοῦ Ἀβραὰμ δηλαδὴ καὶ τοῦ Ἰσαὰκ καὶ τοῦ Ἰακὼβ Μωσέως τε καὶ Ἡλίου καὶ Μελχισεδὲκ καὶ τῶν λοιπῶν προ
2.3.19
φητῶν, πρὸ τῆς σαρκὸς γεγόνασιν τοῦ σωτῆρος. πῶς οὖν δυνατὸν ἐπὶ τὴν σάρκα ἀναφέρειν τὸ «πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι»; καὶ μεθ' ἕτερα δὲ αὖθις ἐπάγει λέγων τί τοίνυν ἐστὶν καὶ τουτὶ τὸ κεφάλαιον «πρὸ τοῦ προ ελθεῖν τὰς πηγὰς τῶν ὑδάτων»; τοὺς ἱεροὺς ἀποστόλους εἶναί φησιν. τοῦτο δὲ ἡμῖν τὸ μυστήριον παρίστησιν ἡ τῆς Ἐξόδου γραφὴ τοὺς τῶν ἀποστόλων τύπους πάλαι προαγορεύουσα, δώδεκα γὰρ ὄντων τὸν ἀριθμὸν τῶν ἀποστόλων δώδεκα πηγῶν μέμνηται.
2.3.20
καὶ αὖθις ἐπάγει τὸ αὐτὸ γράφων οὕτως εἰκότως οὖν περὶ τῆς κατὰ σάρκα γενέσεως ὁ δεσπότης διὰ τοῦ προφήτου Σολομῶνος λέγοντος «πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων» ἔφη.
2.3.21
ἔπειτα ἑξῆς ἕτερά τινα διελθὼν ἐπιφέρει οὐκοῦν ἐπειδήπερ περὶ τῶν προαγόντων εἰρήκαμεν, ἀκό λουθόν ἐστιν καὶ τὸ λεῖπον ἀναπληρῶσαι. λείπει δὲ τὸ κατὰ τὰ ὄρη καὶ τοὺς βουνούς. «πρὸ» γὰρ «τοῦ ὄρη ἑδρασθῆναι» φησὶν «πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με». ὄρη καὶ βουνοὺς τοὺς ἀποστόλους καὶ τοὺς τῶν ἀποστόλων διαδόχους λέγει, ἵνα παρὰ τοὺς ἄλλους ἀνθρώπους τὴν κατ' αὐτῶν δικαίαν πολιτείαν παροι μιωδῶς σημήνῃ.
2.3.22
τοιαύτας τινὰς ἑρμηνείας ἐκθέμενος αὖθις ἐπὶ τὰς ἀποστολικὰς μεταβαίνει φωνάς, τἀναντία τῷ ἀποστόλῳ φθεγγόμενος. ὁ μὲν γὰρ τὸν προόντα υἱὸν τοῦ θεοῦ καὶ «πρωτότοκον πάσης κτίσεως» αὐτὸν εἶναι ἐδίδασκεν. «τὰ πάντα δι' αὐτοῦ, καὶ ἐν αὐτῷ» ἐκτίσθαι, αὐτόν τε εἶναι «πρὸ πάντων» μεγάλῃ βοῇ μαρτυρόμενος· ὁ δὲ ἐπὶ τὴν σάρκα καὶ ταύτην καταβάλλει τὴν θεολογίαν, μικρὸν ὕστερον καὶ ταύτην
2.3.23
ἀρνούμενος. λέγει δὲ οὕτως
2.3.24
διὰ τοῦτο εἰκότως ἐπιφέρει «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου». πότε γενόμενος εἰκὼν ἢ ὁπηνίκα τὸ «κατ' εἰκόνα καὶ καθ' ὁμοίωσιν» ἀνείληφεν πλάσμα; πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. καὶ ἐπιμένει τὸ αὐτὸ γυμνότερον διασαφῶν, δι' ὧν φησίν οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ' ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ· τὴν γὰρ εἰκόνα ὁρᾶσθαι προσήκει, ἵνα διὰ τῆς εἰκόνος τὸ τέως μὴ ὁρώμενον ὁρᾶσθαι δύνηται.
2.3.24
καὶ πάλιν προστίθησιν λέγων πῶς οὖν εἰκόνα τοῦ ἀοράτου θεοῦ τὸν τοῦ θεοῦ λόγον20 Ἀστέριος εἶναι20 γέγραφεν· αἱ γὰρ εἰκόνες τούτων ὧν εἰσιν εἰκόνες καὶ ἀπόντων δεικτικαί εἰσιν, ὥστε καὶ τὸν ἀπόντα δι' αὐτῶν φαίνεσθαι δοκεῖν. εἰ δὲ τοῦ θεοῦ ἀοράτου ὄντος ἀόρατον εἶναι καὶ τὸν λόγον συμβαίνει, πῶς εἰκὼν τοῦ ἀοράτου θεοῦ20 καθ' ἑαυτὸν ὁ λόγος εἶναι δύναται, καὶ αὐτὸς ἀόρατος ὤν; ἀδύνατον γὰρ τὸ μὴ ὁρατὸν διὰ τοῦ ἀοράτου φανῆναί ποτε.
2.3.25
καὶ ἐν τούτοις δὲ ὁ Μάρκελλος οὐ συνορᾷ, ὅτι εἰ τὴν σάρκα δοίημεν εἶναι τὴν εἰκόνα τοῦ θεοῦ, ὥρα καὶ πάντων ἀνθρώπων τὰς σάρκας καὶ τὰ τῶν σωμάτων πρόσωπα εἰκόνας εἶναι λέγειν τοῦ θεοῦ, ὥστε κατ' αὐτὸν μηδὲν ἐξαίρετον ἐσχηκέναι τὸν σωτῆρα. ὁ δ' ὥσπερ ἐπιλαθόμενος ὧν μετὰ ταῦτα περὶ τῆς σαρκὸς συνέγραψεν «δούλου μορφὴν» αὐτὴν εἰπὼν ἐξ ἀποστολικῆς παραθέσεως καὶ διὰ τοῦτο μὴ
2.3.26
δύνασθαι συνεῖναι τῷ λόγῳ διὰ τὸ «δούλου μορφὴν» εἶναι, ἀλλὰ καὶ γυμνῇ τῇ κεφαλῇ φήσας πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν ἐν τοῖς μέλλουσιν αἰῶσιν συνεῖναι τῷ λόγῳ;, εἶναι εἰκόνα τοῦ ἀοράτου θεοῦ τὴν σάρκα ἐπὶ τοῦ παρόντος εἶναι διισχυρίζεται, διαβεβαιούμενος ἀποφαντικῶς ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ ὁ λόγος αὐτοῦ.
2.3.27
καὶ αὖθις μετὰ τὰ ἐκτεθέντα ἐπιφέρει λέγων διὸ πανταχόθεν δῆλον εἰκόνα τοῦ ἀοράτου θεοῦ ὑπὸ τοῦ ἱεροῦ εἰρῆσθαι ἀποστόλου τὴν προσγενομένην τῷ λόγῳ σάρκα, ἵνα διὰ τοῦ ὁρατοῦ καὶ τὸ ἀόρατον φαίνηται. «εἰκὼν» δὲ «ἐστὶν» φησὶν ὁ ἀπόστολος «τοῦ ἀοράτου θεοῦ». νῦν δηλονότι, ὁπηνίκα τὴν κατ' εἰκόνα τοῦ θεοῦ γενομένην ἀνείληφεν σάρκα, εἰκὼν ἀλη
2.3.28
θὴς τοῦ ἀοράτου θεοῦ γέγονεν. εἰ γὰρ διὰ τῆς εἰκόνος ταύτης τὸν τοῦ θεοῦ λόγον ἠξιώθημεν γνῶναι, πιστεύειν ὀφείλομεν αὐτῷ τῷ λόγῳ διὰ τῆς εἰκόνος λέγοντι «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν». οὔτε γὰρ τὸν λόγον οὔτε τὸν πατέρα τοῦ λόγου χωρὶς τῆς εἰκό νος ταύτης γνῶναί τινα δυνατόν.
2.3.29
καὶ πάλιν ἐπιφέρει οὕτω γοῦν καὶ ὁ ἀπόστολός φησιν, ὥσπερ μικρῷ πρόσθεν ἔφαμεν «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών», διὰ τῆς μορφῆς τοῦ δούλου τὴν ἀνθρωπίνην ἡμῖν σημαίνων σάρκα, ἣν ὁ δεσπότης ἡμῶν θεὸς τῇ ἑαυτοῦ διαπλάττων σοφίᾳ «ποιήσωμεν ἄνθρωπον» ἔφη «κατ' εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν», καλῶς τὴν ἀνθρωπίνην σάρκα ὀνομάζων εἰκόνα. ᾔδει γὰρ ἀκριβῶς ὅτι εἰκὼν ἔσται μικρὸν ὕστερον τοῦ ἑαυτοῦ λόγου.
2.3.30
μετὰ ταῦτα πειρᾶται κατασκευάζειν ὅτι καὶ τὸ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε» περὶ τῆς σαρκὸς ἐλέγετο, γράφει δὲ οὕτως διὰ τοῦτο τοίνυν τοῦ τὴν ἡμέραν δηλοῦντος ἀστέρος ἑωσφόρου ὑπὸ τοῦ προφήτου Δαυὶδ εἰκότως ὀνομασθέντος, οὐκέτι ζητεῖσθαι δίκαιον τὸν ἑωσφόρον, τίς δήποτε ὢν οὗτος τυγχάνει· οὗτος γὰρ ἦν ὁ τηνικαῦτα φανεὶς ἀστήρ, ὁ φέρων τε καὶ δηλῶν
2.3.31
τὴν ἡμέραν τοῖς μάγοις. πρόδηλον οὖν τὸ «πρὸ ἑωσφόρου ἐγέν νησά σε» ὑπὸ τοῦ παντοκράτορος εἰρῆσθαι δεσπότου περὶ τοῦ διὰ τῆς παρθένου γεννηθέντος σὺν τῇ ἀνθρωπίνῃ σαρκὶ λόγου, σαφῶς καὶ τοῦτο τοῦ εὐαγγελίου σημαίνοντος, πρότερον μὲν τὸν δεσπό την ἡμῶν διὰ τῆς παρθένου τετέχθαι, ὕστερον δὲ τὸν ἀστέρα φανῆναι τὸν τὴν ἡμέραν δεικνύντα.
2.3.32
ἐπὶ τούτοις προϊὼν αὖθις ἐπιλέγει εἴληφεν γὰρ ὁ ἄνθρωπος οὐ μόνον τὴν ἐπὶ γῆς τῶν πραγμάτων ἐξουσίαν, ἀλλὰ καὶ τῶν ἐν οὐρανοῖς, εἰκότως· εἰ γὰρ ὅτε καὶ «ἄνθρωπος» ἐγένετο καὶ «μεσίτης θεοῦ καὶ ἀνθρώπων» τότε εἰς αὐτὸν «ἐκτίσθη τὰ πάντα», ὡς ἔφη ὁ ἀπόστολος, «τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς», ἀκόλουθόν ἐστιν ἀκριβῶς γινώσκειν ὅτι ἐξουσία οὐ μόνον τῶν ἐπὶ γῆς αὐτῷ, ἀλλὰ καὶ τῶν ἐν οὐρα νοῖς δέδοται. καὶ αὖθις μεθ' ἕτερα ἐπάγει εἰ γὰρ περί τινος δόξης δοθείσης αὐτῷ παρὰ τοῦ πατρὸς τὸ ἱερὸν εὐαγγέλιον λέγει, ταύτην ὁ ἄνθρωπος διὰ τοῦ λόγου εἰληφὼς φαίνεται. «μεσίτης» γὰρ γενόμενος κατὰ τὸν ἱερὸν ἀπό στολον «θεοῦ τε καὶ ἀνθρώπων» τῇ δοθείσῃ αὐτῷ παρὰ τοῦ πατρὸς δόξῃ τοὺς θεοσεβεῖς ἐδόξασεν ἀνθρώπους.
2.3.33
καὶ πάλιν προστίθησιν ταῦτα καὶ ἠξίωσεν τὸν πεσόντα διὰ τῆς παρακοῆς ἄνθρωπον τῷ ἑαυτοῦ διὰ τῆς παρθένου συναφθῆναι λόγῳ. ποία γὰρ ἐν ἀνθρώποις ἑτέρα μείζων δόξα γένοιτ' ἂν τῆς δόξης ταύτης; εἰπὼν δὲ ὅτι «ἐδόξασά σε», ἐπιφέρει λέγων «καὶ πάλιν δοξάσω», ἵνα δι' ὑπερβολὴν φιλανθρωπίας ἐν τῇ μετὰ τὴν ἀνάστασιν τῆς σαρκὸς δευτέρᾳ δόξῃ τὸν πρότερον θνητὸν ἄνθρωπον ἀθάνατον ἀπεργά σηται καὶ τοσαύτῃ αὐτὸν δοξάσῃ δόξῃ, ὥστε μὴ μόνον αὐτὸν τῆς προτέρας ἀπαλλαγῆναι δουλείας, ἀλλὰ καὶ τῆς ὑπὲρ ἄνθρωπον ἀξιωθῆναι δόξης.
2.3.34
καὶ αὖθις ἐπιλέγει ἵνα, ὡς ἔφην, ὑπὸ τοῦ διαβόλου ἀπατηθέντα πρότερον τὸν ἄνθρωπον αὐτὸν αὖθις νικῆσαι τὸν διάβολον παρασκευάσῃ. διὰ τοῦτο ἀνείληφεν τὸν ἄνθρωπον, ἵνα ἀκολούθως τοῦτον ἀπαρ χὴν τῆς ἐξουσίας παραλαβεῖν παρασκευάσῃ. καὶ προστίθησιν ἔτι λέγων οὗτος γάρ ἐστιν ὁ ἀγαπητός, ὁ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, περὶ οὗ ὁ εὐαγγελιστὴς ἔφη «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα».
2.3.35
καὶ αὖθις ἐπιφέρει ὅτι ὁ λόγος τοῦ ἀοράτου θεοῦ διὰ παρθένου τεχθήσεσθαι ἔμελλεν καὶ τὴν ἀνθρωπίνην ἀναλήψεσθαι σάρκα, καὶ ἵνα δι' αὐτῆς τὸν πρότερον κατισχύσαντα τοῦ ἀνθρώπου διάβολον καταγωνισά μενος μὴ μόνον ἄφθαρτον αὐτὸν καὶ ἀθάνατον γενέσθαι παρα σκευάσῃ, ἀλλὰ καὶ σύνθρονον ἐν οὐρανοῖς τῷ θεῷ.
2.3.36
ταῦτα δὲ πάντα ἀναγκαῖον κατέχειν ἐν μνήμῃ διὰ τὰ μέλλοντα ὑπ' αὐτοῦ Μαρκέλλου κατὰ τῆς σαρκός, ἧς ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος, προφέρεσθαι. ὡς γὰρ ἀμνημονήσας τούτων ἁπάντων, ὧν ἐξέθετο, τέλος οὐκ αἴσιον οὐδ' εὐσεβὲς ἐπάγει τῷ σωτηρίῳ σώματι. πρὸς τούτοις ἅπασιν, ὥσπερ τῶν προτέρων αὐτῷ κατωρθωμένων, πειρᾶται δεικνύναι καὶ τὸ «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ» εἰς τὴν
2.3.37
σάρκα ἀναφέρεσθαι. λέγει δὲ οὕτως ὁ γοῦν καταβὰς καὶ τὴν σάρκα διὰ τῆς παρθένου προσ λαβὼν κατεστάθη βασιλεὺς ἐπὶ τὴν ἐκκλησίαν, δηλονότι ἵνα διὰ τοῦ λόγου ὁ τῆς βασιλείας τῶν οὐρανῶν πρότερον ἐκπεπτωκὼς ἄνθρωπος βασιλείας τυχεῖν δυνηθῇ. τοῦτον οὖν τὸν ἄνθρωπον τὸν πρότερον διὰ τὴν παρακοὴν τῆς βασιλείας ἐκπεπτωκότα κύριον καὶ θεὸν γενέσθαι βουλόμενος ὁ θεὸς ταύτην τὴν οἰκονομίαν εἰργάσατο. ὁ οὖν ἁγιώτατος προφήτης Δαυὶδ προφητικῶς λέγει «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ».
2.3.38
καὶ μεθ' ἕτερα ἐπιφέρει δι' ἣν αἰτίαν, ὥσπερ ἀρχὴν βασιλείας ἀπό τινος λαβόν τος χρόνου τοῦ δεσπότου ἡμῶν Χριστοῦ, ἡ προφητεία φησὶν «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ». καὶ πάλιν ἐπιφέρει διὰ τοῦτο γὰρ καὶ βασιλεύσει ἵνα ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενόμενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος «πᾶσαν ἀρχὴν» τοῦ διαβόλου «καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει».
2.3.39
τοσαῦτα περὶ τῆς σαρκὸς τοῦ σωτῆρος καὶ τούτων ἔτι πολλῷ πλείονα εἰπών, φήσας τε αὐτὴν εἶναι τὴν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ τὸν πρωτότοκον «πάσης κτίσεως» καὶ τὸν βασιλέα καὶ τὸν Ἰησοῦν καὶ τὸν Χριστὸν καὶ τὸν ἀγαπητὸν καὶ ὅσα ἄλλα κατέλεξεν, δι' αὐτήν τε ταῦτα πάντα κληθῆναι τὸν λόγον ἀποφηνάμενος, ὁποῖον τέλος αὐτῇ περιτίθησιν ἤδη θεωρῆσαι καιρός.
2.4.1
Διὰ τοῦτο γὰρ βασιλεύσει ἐν τῇ ἀνθρωπίνῃ σαρκὶ γενό μενος, βασιλεύς τε καταστὰς διὰ τοῦ λόγου ὁ ἀπατηθεὶς πρότερον ἄνθρωπος «πᾶσαν ἀρχὴν» τοῦ διαβόλου «καὶ δύναμιν καὶ ἐξουσίαν καταργήσει». «δεῖ γὰρ αὐτὸν βασιλεύειν» φησὶν «ἄχρι οὗ ἂν θῇ τοὺς ἐχθροὺς ὑπὸ τοὺς πόδας αὐτοῦ». τῆς τοίνυν τοῦ δεσπότου ἡμῶν Χριστοῦ βασιλείας τοῦτο τέλος εἶναί φησιν ὁ ἱερὸς ἀπόστο λος, τὸ πάντα ὑποταγῆναι τοῖς ποσὶν αὐτοῦ. καὶ μετὰ βραχέα ἐπιλέγει μέγιστον ἡμῖν μυστήριον ἐνταῦθα ὁ ἀπόστολος ἀνακα λύπτει, τέλος μὲν ἔσεσθαι φάσκων τῆς Χριστοῦ βασιλείας· τέλος δὲ τότε, ὅταν πάντα ὑποταγῇ ὑπὸ τοὺς πόδας αὐτοῦ.
2.4.2
καὶ ἔτι μᾶλλον ἐπεξεργαζόμενος τὸν αὐτὸν λόγον οὕτως γράφει ἔφαμεν ἐν τοῖς προάγουσιν ἡμῶν ῥητοῖς τὸν δεσπότην ἡμῶν τὸν Χριστὸν ἀρχὴν ἐσχηκέναι βασιλείας, ἐκ τῶν θείων γρα φῶν ἀποδείξεσιν χρώμενοι. ἔστιν μὲν μία ἡ λέγουσα «ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ»,
2.4.3
ἑτέρα δέ «ὁ κύριος ἐβασίλευσεν, ὀργιζέσθωσαν λαοί», καὶ αὖθις «ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ». καὶ ὅλως μυρίων ῥητῶν πρὸς μαρτυρίαν ἔστιν εὐπορήσαντα δεῖξαι, ὅτι ἀρχὴν βασιλείας εἴληφεν ὁ ἄνθρωπος διὰ τοῦ λόγου. εἰ οὖν εἴληφεν ἀρχὴν βασιλείας πρὸ ἐτῶν ὅλων οὐ πλειόνων ἢ τετρακοσίων, οὐδὲν παράδοξον, εἰ τὸν πρὸ οὕτως ὀλίγου χρόνου τῆς βασιλείας ταύτης τυχόντα ὁ ἀπόστολός φησιν παραδώσειν τὴν βασιλείαν, δηλονότι τῷ θεῷ τῷ καταστήσαντι αὐτόν, ὡς ἡ γραφή φησιν, βασιλέα.
2.4.4
καὶ μεθ' ἕτερα οὕτω γράφει οὐκοῦν ἐνεργείᾳ μόνῃ διὰ τὴν τῆς σαρκὸς πρόφασιν ἄχρι τοσούτου κεχωρίσθαι τοῦ πατρὸς φαίνεται, ἄχρι οὗ ἂν ὁ προσιὼν τῆς κρίσεως ἀναφανῇ καιρός, ἵνα τῶν τηνικαῦτα ἐκκεντησάντων κατὰ τὴν προφητείαν ἑωρακότων τὸν ἐκκεντηθέντα, οὕτω καὶ τὸ
2.4.5
λειπόμενον ἀκολούθως γένηται. πάντων γὰρ ἐν τῷ καιρῷ τοῦ τέλους ὑποτάσσεσθαι μελλόντων τῷ Χριστῷ, ὡς ὁ ἀπόστολος ἔφη, τηνικαῦτα «αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα». τί τοίνυν μανθάνομεν περὶ τῆς ἀνθρωπίνης σαρκός, ἣν δι' ἡμᾶς ἀνείληφεν ὁ λόγος πρὸ τετρακοσίων οὐχ ὅλων ἐτῶν; πότερόν ποτε ταύτην καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὁ λόγος ἕξει, ἢ ἄχρι μόνου τοῦ τῆς κρίσεως καιροῦ; ἀνάγκη γὰρ τὸ ὑπὸ τοῦ προφήτου λεχθὲν ἔργῳ βεβαιωθῆναι. «ὄψονται γὰρ» φησὶν «εἰς ὃν ἐξεκέντησαν»· ἐξεκέντησαν δὲ δηλονότι τὴν σάρκα.
2.4.6
καὶ προστίθησιν μεθ' ἕτερα λέγων ὅτι γὰρ οὐχ ἵν' ὁ λόγος ὠφεληθῇ τὴν ἡμετέραν ἀνεί ληφεν σάρκα, ἀλλ' ἵνα ἡ σὰρξ διὰ τὴν πρὸς τὸν λόγον κοινωνίαν ἀθανασίας τύχῃ, δῆλόν ἐστιν καὶ ἀπ' αὐτῆς τῆς τοῦ σωτῆρος ἀπο φάσεως. περὶ γὰρ τῆς σαρκός, ἣν ἔχων ὡμίλει τοῖς μαθηταῖς, οὕτω λέγει «τοῦτο ὑμᾶς σκανδαλίζει; ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀπιόντα ὅπου ἦν τὸ πρότερον; τὸ πνεῦμα ζωοποιεῖ, ἡ σὰρξ οὐδὲν ὠφελεῖ». εἰ οὖν ὁμολογεῖ τὴν σάρκα μηδὲν ὠφελεῖν αὐτόν, πῶς ἐγχωρεῖ τὴν ἐκ γῆς τε οὖσαν καὶ μηδὲν ὠφελοῦσαν καὶ ἐν τοῖς μέλλουσιν αἰῶσιν ὡς αὐτῷ λυσιτελοῦσαν συνεῖναι τῷ
2.4.7
λόγῳ; διὰ τοῦτο γάρ μοι δοκεῖ καὶ ὁ παντοκράτωρ δεσπότης πρὸς αὐτὸν λέγειν «κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». ἐνεργείᾳ μόνῃ διὰ τὴν ἀνθρωπίνην σάρκα χωρίζειν αὐτὸν δοκῶν καὶ ὥσπερ ῥητόν τινα χρόνον ὁρί ζων αὐτῷ τῆς ἐν δεξιᾷ καθέδρας οὕτω φησὶν πρὸς αὐτὸν «ἕως ἂν
2.4.8
θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου». τοῦτο δὲ τὸ προφητικὸν τοῦ Δαυὶδ ῥητὸν σαφέστερον ἡμῖν ἑρμηνεύων ὁ ἱερὸς ἀπόστολος οὕτω πως ἔφη «δεῖ γὰρ αὐτὸν βασιλεύειν, ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν αὐτοῦ». οὐκοῦν ὅρον τινα ἔχειν δοκεῖ ἡ κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομία τε καὶ βασιλεία. οὐδὲν γὰρ ἕτερον βούλεται ἢ τοῦτο τὸ ὑπὸ τοῦ ἀποστόλου ῥηθὲν «ἕως ἂν θῇ τοὺς ἐχθροὺς αὐτοῦ ὑποπόδιον τῶν ποδῶν
2.4.9
αὐτοῦ». οὐκοῦν ἐπειδὰν τοὺς ἐχθροὺς σχῇ ὑποπόδιον τῶν ποδῶν, οὐκέτι χρῄζει τῆς ἐν μέρει ταύτης βασιλείας, πάντων καθόλου βασιλεὺς ὑπάρχων· συμβασιλεύει γὰρ «τῷ θεῷ καὶ πατρί», οὗ ὁ
2.4.10
λόγος ἦν τε καὶ ἐστίν. οὐδὲ γὰρ αὐτὸς καθ' ἑαυτὸν ὁ λόγος ἀρχὴν βασιλείας εἴληφεν, ἀλλ' ὁ ἀπατηθεὶς ὑπὸ τοῦ διαβόλου ἄνθρωπος διὰ τῆς τοῦ λόγου δυνάμεως βασιλεὺς γέγονεν, ἵνα βασιλεὺς γενόμενος τὸν πρότερον ἀπατήσαντα νικήσῃ διάβολον. διὰ τοῦτο καὶ αἱ Πράξεις τῶν ἀποστόλων περὶ τοῦ ἀνθρώπου τούτου, ὃν ἀνείληφεν ὁ τοῦ θεοῦ λόγος καὶ ἀνειληφὼς ἐν δεξιᾷ τοῦ πατρὸς καθέζεται, οὕτως διδάσκουσιν λέγουσαι «ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως». καὶ αὗται ὥσπερ ὅρον τινὰ καὶ προθεσμίαν ὁρίζουσαι ἐν ᾧπερ προσήκει τὴν κατὰ ἄνθρωπον
2.4.11
οἰκονομίαν ἡνῶσθαι τῷ λόγῳ οὕτω λέγουσιν. τί γὰρ ἕτερον βούλεται τὸ «ἄχρι χρόνων ἀποκαταστάσεως», ἢ αἰῶνα μέλλοντα ἡμῖν σημαίνειν, ἐν ᾧ δεῖ πάντα τῆς τελείας τυχεῖν ἀποκαταστάσεως; εἰ τοίνυν ἐν τῷ καιρῷ τῆς ἀποκαταστάσεως ἁπάντων καὶ αὐτὴν τὴν κτίσιν ἐκ τῆς δουλείας εἰς τὴν ἐλευθερίαν μεταβληθήσεσθαι ὁ Παῦλος ἔφη λέγει γὰρ «ὅτι καὶ αὐτὴ ἡ κτίσις ἐλευθερωθήσεται ἀπὸ τῆς δουλείας τῆς φθορᾶς εἰς τὴν ἐλευθερίαν τῆς δόξης τῶν
2.4.12
τέκνων τοῦ θεοῦ, πῶς ἔτι τὴν τοῦ δούλου μορφήν, ἣν ἀνείληφεν ὁ λόγος, μορφὴν οὖσαν δούλου, συνεῖναι τῷ λόγῳ δυνατὸν γένοιτ' ἄν; σαφῶς δ' οὖν καὶ διαρρήδην ἐν βραχεῖ τινι χρόνῳ τῶν τε παρεληλυθότων καὶ τῶν μελλόντων αἰώνων τὴν κατὰ σάρκα οἰκονομίαν τοῦ λόγου δι' ἡμᾶς γεγενῆσθαι συμβέβηκεν. καὶ ταύτην ὥσπερ ἀρχὴν οὕτως καὶ τέλος ἕξειν ὁ θεσπέσιος εἴρηκεν Παῦλος, οὕτω πως εἰπὼν «εἶτα τὸ τέλος, ὅταν παραδιδῷ τὴν βασιλείαν τῷ θεῷ καὶ πατρί».
2.4.13
τούτοις μεθ' ἕτερα ἐπιλέγει οὐκοῦν οὐ δι' ἑαυτόν, ἀλλὰ δι' ἡμᾶς τὴν ἀνθρωπίνην ἀνείληφεν σάρκα. εἰ δὲ δι' ἡμᾶς ἀνειληφὼς φαίνεται, πάντα δὲ τὰ καθ' ἡμᾶς τῇ αὐτοῦ προνοίᾳ καὶ ἐνεργείᾳ ἐν τῷ καιρῷ τῆς κρίσεως τέλους τεύξεται, οὐκέτι οὐδὲ ταύτης τῆς ἐν μέρει βασι λείας ἔσται χρεία. ταῦτα Μάρκελλος εἰπών, εἶτα συναισθόμενος ἑαυτοῦ εἰς ἄτοπον ἐκπεπτωκότος, προστίθησιν τοῖς εἰρημένοις ταῦτα εἰ δέ τις λέγοι, διὰ τοῦτο τὴν ἀνθρωπίνην σάρκα ἀξίαν εἶναι τοῦ λόγου, ὅτι διὰ τῆς ἀναστάσεως ἀθάνατον αὐτὴν ἀπειρ γάσατο, γνώτω ὅτι οὐ πᾶν, ὅπερ ἀθάνατον, τοῦτο ἄξιον θεοῦ.
2.4.14
μείζων γὰρ καὶ αὐτῆς τῆς ἀθανασίας ὁ θεός, ὁ τῇ ἑαυτοῦ βουλή σει καὶ τὰ μὴ ὄντα ἀθάνατα ποιεῖν δυνάμενος. ὅτι δὲ οὐ πᾶν τὸ ἀθάνατον ἡνῶσθαι θεῷ ἄξιον δῆλόν ἐστι καὶ ἀπὸ τοῦ ἀρχὰς καὶ ἐξουσίας καὶ ἀγγέλους ἀθανάτους ὄντας μηδὲν διαφέρειν τῇ ἑνότητι τοῦ θεοῦ.
2.4.15
ταῦτ' εἰπὼν καὶ ὥσπερ εἰς βυθὸν ἀτοπίας ἑαυτὸν ἐκπεπτωκότα συναισθόμενος ἀνακαλεῖσθαι πειρᾶται, τρόπον τινὰ ἐξομολογούμενος ὅτι μηδὲν ἠπίστατο ὧν ἔλεγεν· διὸ ἐπάγει λέγων εἰ δέ τις περὶ τῆς σαρκὸς ταύτης τῆς ἐν τῷ λόγῳ ἀθα νάτου γεγονυίας πυνθάνοιτο, τί φαμεν πρὸς αὐτόν; ὅτι δογματί ζειν μὲν ἡμεῖς περὶ ὧν μὴ ἀκριβῶς παρὰ τῶν θείων μεμαθήκαμεν
2.4.16
γραφῶν οὐκ ἀσφαλὲς εἶναι νομίζομεν. πῶς γὰρ τοῦτο πράττειν
2.4.17
δυνατὸν τοῖς καὶ τὰ ἑτέρων ἀνατρέπουσιν δόγματα; ἀλλ' ἐροῦμεν πρὸς τοὺς τὸν ἀκριβῆ περὶ τούτου μαθεῖν παρ' ἡμῶν βουλομένους λόγον, ὅτι πειθόμενοι τῷ ἱερῷ ἀποστόλῳ ἴσμεν ὅτι οὕτως ἡμᾶς ὁρᾶν τὰ ἀποκεκρυμμένα μυστήρια προσήκει, ὡς αὐτὸς ἔφη «βλέ πομεν γὰρ ἄρτι» φησὶν «δι' ἐσόπτρου ἐν αἰνίγματι, τότε δὲ πρό σωπον πρὸς πρόσωπον· ἄρτι γινώσκομεν ἐκ μέρους, τότε δὲ ἐπι γνωσόμεθα καθὼς καὶ ἐπεγνώσθημεν». ὥστε μή μου πυνθάνου
2.4.18
περὶ ὧν σαφῶς παρὰ τῆς θείας γραφῆς μὴ μεμάθηκα. διὰ τοῦτο τοίνυν οὐδὲ περὶ τῆς θείας ἐκείνης τῆς τῷ θείῳ λόγῳ κοινωνη σάσης σαρκὸς σαφῶς εἰπεῖν δυνήσομαι. νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς θεός, καὶ ὁ τούτου λόγος προῆλθεν μὲν τοῦ πατρός, ἵνα «πάντα δι' αὐτοῦ» γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα» «θεῷ καὶ πατρί», ἵνα οὕτως ᾖ ἐν θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν.
2.4.19
τοιοῦτο τέλος ἐπήγαγεν τῇ σαρκὶ τοῦ σωτῆρος ἡμῶν ὁ θαυμαστὸς οὗτος συγγραφεύς, ἀμνημονήσας ὧν περὶ αὐτῆς διὰ τῶν ἔμπροσθεν
2.4.20
εἴρηκεν. εἶθ' ὁ σαφῶς οὕτως τὸ σῶμα τὸ σωτήριον ἔρημον τοῦ λόγου γενήσεσθαι μετὰ τὸν τῆς κρίσεως καιρὸν ἀποφηνάμενος εὐλάβειαν προσποιεῖται καὶ μὴ εἰδέναι φησὶν ἀποκρίνεσθαι, εἴ τις αὐτὸν ἔροιτο περὶ τῆς σαρκός, φῆσαι δ' ἂν πρὸς τὸν ἐρωτῶντα· μή μου
2.4.21
πυνθάνου περὶ ὧν μὴ μεμάθηκα. ἀλλὰ καὶ ὁ τυχὼν εἶπεν ἂν πρὸς αὐτόν, τί δὴ οὖν σαυτὸν σκώπτεις, ἄνθρωπε; τί δὲ κατὰ κρημνῶν ὠθεῖς, περὶ ὧν μὴ μεμάθηκας ὁριζόμενος ἐγγράφως; τί δὲ μὴ φυλάττεις ἃ παρὰ τῶν ἐκκλησιαστικῶν πατέρων τε καὶ διδασκάλων παρείληφας, νεωτερίζεις δ' ἄντικρυς νέαν καὶ ξενίζουσαν εἰσάγων τῷ βίῳ διαστροφήν, ἀρχήν τε πρόσκαιρον καὶ νεωτέραν τῇ βασιλείᾳ τοῦ Χριστοῦ διδοὺς καὶ ταύτης τέλος ὑφιστάμενος, καὶ τὸν μὲν ἀληθῶς μονογενῆ τοῦ θεοῦ υἱὸν ἀρνούμενος λόγον δὲ ψιλὸν ἀνούσιον καὶ ἀνυπόστατον ὑποτιθέμενος, ὃν οὐδ' ἕτερον ἢ ἓν καὶ ταὐτὸν τῷ θεῷ εἶναι φῄς, ὃ δὴ καὶ πᾶς εἴποι ἂν ἀρνούμενος τὸν υἱὸν τοῦ θεοῦ,
2.4.22
εἰκότως; οὐ γὰρ υἱὸς ὁ μὴ ὑφεστὼς λόγος, ὡς οὐδ' ὁ ἐν ἀνθρώπῳ λόγος υἱὸς ἄν ποτε ῥηθείῃ ἀνθρώπου, ἐνεργείᾳ μόνῃ ἐν τῷ λαλοῦντι συνιστάμενος. τοῦτον δ' ἐκ τοῦ πατρὸς πρὸ ἐτῶν οὐδ' ὅλων τετρακοσίων διὰ τῆς ἀναλήψεως τῆς σαρκὸς υἱὸν θεοῦ γεγενῆσθαι ἄνω κάτω φῄς, καὶ Ἰησοῦν καὶ Χριστὸν ὠνομάσθαι, εἰκόνα τε «τοῦ θεοῦ τοῦ ἀοράτου» χρηματίσαι καὶ «πρωτότοκον πάσης κτίσεως», καὶ δὴ καὶ βασιλέα τότε γενέσθαι, ἀρξάμενον τούτων ἁπάντων ἐκ τοῦ δηλωθέντος χρόνου, ἔπειτα καιρῷ τῆς συντελείας τούτων ἁπάντων ἀθρόως
2.4.23
παυθήσεσθαι. ποῦ δὴ οὖν ταῦτα μεμάθηκας; τίς δέ σοι τούτων κατέστη διδάσκαλος, τίς ἐπισκόπων, ποῖαι σύνοδοι, ποῖον ἐκκλησιαστικῶν ἀνδρῶν γράμμα; ποῦ δέ σοι τὸ σῶμα τὸ ἀθάνατον χωρήσειεν ἂν τοῦ σωτῆρος; ἀθάνατον γὰρ ὁμολογῶν καὶ θεῖον ὀνομάζων αὐτὸ πάντως που καὶ ἄφθαρτον καὶ ἀδιάλυτον ὑποθήσῃ, πεφυκὸς δὲ τοιοῦτον μένει συνεστὸς δηλαδὴ καὶ ἀδιάλυτον. ἀλλὰ τὸν λόγον
2.4.24
ἀφῄρεις αὐτοῦ καὶ τῷ θεῷ συνῆπτες. οὐκοῦν ἄνευ λόγου μόνον τὸ σῶμα στήσεται ἐν ἀθανάτῳ καὶ ἀφθάρτῳ ἀλογίᾳ καὶ ἀκινησίᾳ; πῶς δὲ αὐτὸς ὁ λόγος εἰς τὸν θεὸν χωρήσει καὶ συναφθήσεται αὖθις αὐτῷ μετὰ τὸν τῆς σαρκὸς χωρισμόν; ἆρα μὴ ὢν ἐν τῷ θεῷ, ὅτε τῇ σαρκὶ συνῆν; ἀλλ' ὢν ἐν αὐτῷ διὰ παντός, συναΐδιός τε ὢν καὶ ἓν καὶ ταὐτὸν τῷ θεῷ. πῶς οὖν ὑπῆρχεν ἐν τῷ σώματι; εἰ μὲν ψυχῆς δίκην οἰκῶν ἐν αὐτῷ, ἔσται ἄρα ἐν ὑποστάσει, τοῦ πατρὸς κεχωρισ
2.4.25
μένος, ζῶν τε καὶ ὑφεστὼς ἐν ᾗ ἀνείληφεν σαρκί. τί οὖν ἐκώλυεν καὶ πρὸ τῆς τοῦ κόσμου συστάσεως υἱὸν θεοῦ ζῶντα αὐτὸν ὁμολογεῖν; ἀλλ' εἴποι ἂν ἴσως ἐνεργείᾳ μόνῃ οὐχὶ δὲ οὐσίας ὑποστάσει καὶ ἐν τῷ σώματι γεγονέναι· δραστικῇ γὰρ ἐνεργείᾳ μόνῃ φησὶ τῇ σαρκὶ συνὼν τῷ κινεῖν αὐτὴν καὶ πράττειν ὅσαπερ ἐν Εὐαγγελίοις φέρεται οὐσίᾳ τῷ θεῷ συνῆπτο, οἷα λόγος ὑπάρχων αὐτοῦ ἀχώριστος καὶ
2.4.26
ἀδιάστατος. εἰ δὴ ταῦτα λέγοι, ἐρωτήσασιν ἡμῖν ἀποκρινάσθω, ἆρ' ἐπὶ μόνην τὴν σάρκα ταύτην ἡ τοῦ λόγου ἐνέργεια ἔφθακεν, οὐχὶ δὲ καὶ ἐφ' ἑτέρους ἀνθρώπους τοὺς ἁγίους τοῦ θεοῦ; καὶ εἰς τὰ λοιπὰ δὲ πάντα τοῦ λόγου δημιουργήματα οὐχὶ ὁ αὐτὸς ἐνεργεῖ λόγος; καὶ μὴν μεμαθήκαμεν ὡς «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» καὶ «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν».
2.4.27
οὐκοῦν ἐνεργεῖ καὶ ἐπὶ πάντων. ἔγνωμεν ἀπὸ τῶν θείων γραφῶν καὶ ὡς «λόγος κυρίου ἐγενήθη πρὸς Ὡσηὲ τὸν τοῦ Βεηρί», καὶ «λόγος κυρίου ἐγενήθη πρὸς Ἡσαΐαν υἱὸν Ἀμώς», καὶ «ὃς ἐγενήθη λόγος κυρίου πρὸς Ἱερεμίαν». καὶ ἐφ' ἑκάστου δὲ προφήτου ὁ αὐτὸς ἐνήργει τοῦ θεοῦ λόγος. ἄρ' οὖν τῆς ἴσης ἀξίας τῷ μονογενεῖ υἱῷ τοῦ θεοῦ κἀκείνοις ἅπασιν μετῆν, καὶ πλέον οὐδὲν ὑπῆρχεν τῷ σωτῆρι, εἰ δὴ ἐνεργείᾳ μόνῃ ὑπὸ τοῦ λόγου τοῦ τῷ θεῷ συνημμένου
2.4.28
ἐκινεῖτο. ἀλλ' οὐδὲ τὰ ἴσα τοῖς προφήταις φέρειν δίδωσιν Μάρκελλος τῷ Χριστῷ τοῦ θεοῦ. οἱ μὲν γὰρ ζωῆς αἰωνίου ἀθανάτου τε καὶ ἀτελευτήτου τεύξονται, εἰς τοὺς ἅπαντας αἰῶνας ἐν τῇ κατηγγελμένῃ τῶν οὐρανῶν βασιλείᾳ βιωσόμενοι ἀγαθῶν τε ἀπολαύσοντες «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη»· ὁ δὲ Χριστὸς τοῦ θεοῦ αὐτὸς ὁ κοινὸς ἁπάντων σωτήρ, «ὁ πρωτότοκος τῶν νεκρῶν», ἡ ἐλπὶς τῆς τῶν ἁγίων ἀναστάσεως, μόνος ἄρα τότε ἀπολειφθήσεται, παυθησομένης αὐτοῦ τῆς βασιλείας καὶ τῆς ζωοποιοῦ σαρκὸς ἐρήμου καὶ ἀλόγου καταλειφθησομένης, ὡς μήτε προϋπάρχειν αὐτὸν υἱὸν θεοῦ ὄντα μήτε διαρκεῖν εἰς ἄπειρον
2.4.29
κατὰ τὴν τοῦ Μαρκέλλου διδασκαλίαν. εἰκότως ἄρα ταῦτα βασιλέα τὸν ὡς ἀληθῶς θεοφιλῆ καὶ τρισμακάριον κατὰ τοῦ ἀνδρὸς ἐκίνει, καίτοι μυρία κολακεύσαντος καὶ πολλὰ βασιλέως ἐγκώμια αὐτοῦ ἐν συγγράμματι διελθόντος. ταῦτα δὲ καὶ τὴν ἁγίαν σύνοδον ἐν τῇ βασιλικῇ συνελθοῦσαν πόλει ἐξ ἐπαρχιῶν διαφόρων Πόντου καὶ Καππαδοκίας Ἀσίας τε καὶ Φρυγίας καὶ Βιθυνίας Θρᾴκης τε καὶ τῶν ἐπέκεινα μερῶν στηλιτεύειν τὸν ἄνδρα διὰ τῆς κατ' αὐτοῦ γραφῆς καὶ μὴ θέλουσαν ἐξεβιάζετο. ταῦτα καὶ ἡμᾶς ἐπὶ τὴν μετὰ χεῖρα ἐξέτασιν προελθεῖν κατηνάγκασεν, ὁμοῦ καὶ τοῖς δόξασιν τῇ ἁγίᾳ συνόδῳ παρισταμένους, ὁμοῦ καὶ τοῖς συλλειτουργοῖς προστάξασιν
2.4.30
τοῦτο πρᾶξαι τὸ ἱκανὸν ποιουμένους. μάλιστα δέ μοι ἀναγκαῖον ἡγοῦμαι γεγενῆσθαι τὸ γράμμα διὰ τοὺς ἠδικῆσθαι τὸν ἄνδρα νενομικότας. χρὴ γὰρ ἀποθεραπεῦσαι τὴν τῶν ἡμετέρων ἀδελφῶν ὑπόνοιαν διὰ τοῦ φανερὰν καταστῆσαι τὴν μακροῖς μὲν χρόνοις ἐμφωλεύσασαν αὐτῷ εἰς τὸν υἱὸν τοῦ θεοῦ ἀπιστίαν, νυνὶ δὲ ἐληλεγμένην διὰ τῆς αὐτοῦ γραφῆς, ἣν μηδενὸς καλοῦντος αὐτόμολος φέρων παρῆν, βασιλεῖ τε ἐπὶ χεῖρα δοὺς ἠξίου διαγνῶναι τὰ ἐγγεγραμμένα· τάχα που ἐλπίσας τῶν εἰς αὐτὸν ἐγκωμίων χάριν αὐτὸς μὲν τυχεῖν προνομίας τῆς παρ' αὐτῷ τῷ βασιλεῖ, τοὺς δ' ὑπ' αὐτοῦ κακηγορηθέντας ἐπισκόπους ὑποβληθῆναι τιμωρίᾳ. οὐ μὴν κατ' ἐλπίδας αὐτῷ τὰ τῆς ἐκβάσεως προὐχώρει. θεὸς γὰρ ἦν ὁ τούτων κριτὴς καὶ αὐτὸς Χριστὸς Ἰησοῦς, ὁ πρὸς τοῦ συγγραφέως ἀθετούμενος, ὃς δὴ τὰ κρύφια τοῦ ἀνδρὸς συνορῶν, αὐτὸν αὑτοῦ κατήγορον ἅμα καὶ ἔλεγχον μηδενὸς συνελαύνοντος γίγνεσθαι παρεσκεύαζεν. ὅθεν ὁ μὲν ἐπὶ τῷ συγγράμματι καλλωπιζόμενος βασιλεῖ προσῄει, ὁ δὲ τῇ συνόδῳ παρεδίδου τὴν διάκρισιν τῶν ἐγγεγραμμένων, ἡ δ' ἁγία τοῦ θεοῦ σύνοδος ἀπεδοκίμαζε τὸ γράμμα, εἰκότως, ὅτι μήτε ἀρχὴν μήτε τέλος εὐσεβὲς ὁμολογεῖ τοῦ υἱοῦ τοῦ θεοῦ. Τῷ τιμιωτάτῳ καὶ ἀγαπητῷ συλλειτουργῷ Φλακίλλῳ Εὐσέβιος ἐν κυρίῳ χαίρειν Εἰ πρὸς τὴν ἀδόλεσχον καὶ πολυεπῆ Μαρκέλλου γραφὴν τὰ παρ' ἡμῶν ἐν βραχέσιν ἤρκεσεν, οὐ χρὴ θαυμάζειν· οὐ γὰρ δὴ πολλῶν ἔδει λόγων πρὸς ἀνατροπὴν τῶν αὐτόθεν καὶ τοῖς τυχοῦσιν κατεγνωσμένων. διὸ δὴ ἐν δυσὶ τοῖς πρώτοις μόνῃ τῇ παραθέσει τῶν τοῦ ἀνδρὸς ῥημάτων χρησάμενος δίχα πάσης ἀντιρρήσεως ἐξ αὐτῶν τὸν κατ' αὐτῶν ἔλεγχον φανερὸν ἐποιούμην. νυνὶ δὲ πρὸς ἐκείνῃ τῇ φώρᾳ καὶ τὴν ἀνατροπὴν τῶν αὐτῶν διὰ τριῶν τῶν μετὰ χεῖρας προσήγαγον. ὁ μὲν γὰρ ἕν τι διωλύγιον καὶ πολυπλανὲς σύγγραμμα συντάξας τοῦτό φησιν πεποιηκέναι διὰ τὸ ἕνα γνωρίζειν θεόν, μή πη λάθῃ τῷ υἱῷ τοῦ θεοῦ χώραν διδοὺς ὑποστάσεως διελὼν τὴν γραφήν. ἡμεῖς δὲ τὴν παναγίαν καὶ τρισμακαρίαν τιμῶντες τριάδα ἐν τοσούτοις τὴν πᾶσαν ὑπόθεσιν συνειλήφαμεν, φεισάμενοι μὲν πολυλογίας, ἐν ἐπιτόμοις δὲ καὶ βραχέσιν τὴν ἀληθῆ παραστήσαντες θεολογίαν. εἰ μὲν οὖν αὐτάρκως ἔχει τὰ γραφέντα, κρίνειας ἂν αὐτὸς ἐντυγχάνων· εἰ δέ τινα λείποι, καὶ ταῦτα ἂν ἀναπληρώσειας, δηλαδὴ ἃ δὴ ἀδελφὸς ἀδελφοῦ τὰ ὑστερήματα, εἴ που καὶ θεραπείας δέοιτο, δι' ἐπανορθώσεως ἐξιώμενος. Ἔρρωσθαί σε καὶ μνημονεύειν μου τῷ κυρίῳ διὰ παντὸς εὔχομαι. 33