De ecclesiastica theologia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
1.1.1
πρὸ δὲ τῆς τούτων ἐξετάσεως, ἐπειδὴ μεταξὺ τοῦ συγγράμματος τὸν Σαβέλλιον ὑπ' αὐτοῦ κοπτόμενον εὗρον, καταπλαγεὶς τῆς ἠλιθιότητος τὸν ἄνδρα, ὡς οὐκ ἐφείσατο κακῶς ἀγορεῦσαι ὃν πάντων μᾶλλον ἐπαινεῖν αὐτὸν ἐχρῆν ὁμόδοξον αὐτῷ καὶ ὁμογνώμονα γεγονότα, οὐχ ἡγησάμην ἀντιπαρελθεῖν σιγῇ τὸν λόγον, παραδοῦναι δὲ καὶ τούτου ἔλεγχον τῷ παρόντι γράμματι. τὸ μὲν γὰρ τοὺς τοῦ θεοῦ λειτουργοὺς πρὸς αὐτοῦ διαβεβλῆσθαι εἰ καὶ αὐτῷ μὲν ψόγον τοῖς δ' ἐλευθερουμένοις τῆς πρὸς αὐτὸν κοινωνίας εὐδοξίαν ἐπήγαγεν,
1.1.2
ὅμως εἴχετό τινος εἰκότος τὸ δοκεῖν τὰ μὴ αὐτῷ φίλα φαυλίζειν· τὸ δὲ λαθεῖν κόπτοντα αὑτὸν διὰ τῆς τοῦ ὁμογνώμονος δυσφημίας, ἀναιδείας ἔμοιγε δοκεῖ ἅμα καὶ ἀναισθησίας ὑπάρχειν. ὅτι δὲ ταῦθ' οὕτως ἔχει, γένοιτ' ἂν ἔλεγχος αὐτὸς ἑαυτοῦ, υἱοπάτορα τὸν θεὸν κατὰ τὸν Σαβέλλιον, εἰ καὶ μὴ γυμνῷ τῷ λόγῳ, τῇ γοῦν ἀληθείᾳ εἰσάγων, τῷ τὴν ὑπόστασιν ἀναιρεῖν τοῦ υἱοῦ, ἕνα δὲ θεὸν ὁρίζεσθαι, καὶ τοῦτον ἑαυτοῦ πατέρα καὶ αὖ πάλιν υἱὸν ἀποκαλεῖν ἑαυτοῦ.
1.1.3
λόγον γὰρ εἶναι δοὺς τὸν ἐν τῷ θεῷ, ἕν τε καὶ ταὐτὸν ὄντα αὐτῷ τοῦτον ὁρισάμενος, πατέρα τούτου χρηματίζειν αὐτὸν ἔφη· τόν τε λόγον υἱὸν εἶναι αὐτοῦ, οὐκ ἀληθῶς ὄντα υἱὸν ἐν οὐσίας ὑποστάσει, κυρίως δὲ καὶ ἀληθῶς ὄντα λόγον. ἐπισημαίνεται γοῦν ὅτι μὴ καταχρηστικῶς λόγον, ἀλλὰ κυρίως καὶ ἀληθῶς ὄντα λόγον, καὶ μηδὲν
1.1.4
ἕτερον ἢ λόγον. εἰ δὲ μηδὲν ἕτερον, δῆλον ὡς οὐδὲ υἱὸς ἦν κυρίως καὶ ἀληθῶς, μέχρι δὲ φωνῆς καὶ ὀνόματος καταχρηστικῶς ὠνομασμένος. ἕν τε εἶναι λέγων καὶ ταὐτὸν τῷ θεῷ τὸν λόγον, τὸν σαρκωθέντα καὶ ἐκ τῆς παρθένου τεχθέντα, θεὸν αὐτὸν ἀπέφηνεν. ὃ δὴ πάλαι καὶ πρόπαλαι τὸν Σαβέλλιον φθεγξάμενον ἀπεδοκίμασεν ἡ ἐκκλησία τοῦ θεοῦ, τοῖς ἀθέοις αὐτὸν αἱρεσιώταις ἐγκαταλέξασα.
1.2.1
τὸ μὲν γὰρ θεὸν ὁμολογεῖν ἕνα πρὸς ἀντιδιαστολὴν τῆς Ἑλλήνων πολυθέου πλάνης πρῶτοι παρειλήφασιν Ἰουδαίων παῖδες. τὸ δὲ καὶ πατέρα τὸν αὐτὸν υἱοῦ μονογενοῦς γνωρίζειν ἐξαίρετον γέρας ἡ χάρις ἡ σωτήριος τῇ ἐκκλησίᾳ δεδώρηται. υἱὸν δὲ Ἰησοῦν Χριστὸν μόνον οἶδεν καὶ οὐδένα ἕτερον, οὐ κατὰ τὴν τῆς σαρκὸς ἣν ἀνείληφεν γένεσιν ταύτην γὰρ δούλου μορφὴν καὶ υἱὸν ἀνθρώπου καλεῖν δεδίδακται, κατὰ δὲ τὴν ἐξ αὐτοῦ τοῦ θεοῦ καὶ πατρὸς πρὸ πάντων αἰώνων ἄγνωστον τοῖς πᾶσιν· καθ' ἣν τὸ πλήρωμα τῆς πατρικῆς θεότητος καὶ αὐτὸν υἱὸν θεὸν ὑπεστήσατο, οὐκ ἰδιόκτητον καὶ τοῦ πατρὸς ἀφωρισμένην οὐδ' ἄναρχόν τινα καὶ ἀγέννητον οὐδὲ ἄλλοθέν ποθεν ξένην καὶ τοῦ πατρὸς ἀλλοτρίαν ἐφελκόμενον θεότητα, ἐξ αὐτῆς δὲ τῆς πατρικῆς μετουσίας ὥσπερ ἀπὸ πηγῆς ἐπ' αὐτὸν προχεομένης πληρούμενον. μόνῳ γὰρ «ἐν αὐτῷ πᾶν τὸ πλήρωμα» τῆς πατρικῆς ἐνοικεῖν «θεότητος» ὁ μέγας ἐπαίδευσεν ἀπόστολος. διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κηρύττεται, «καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοῦ»· εἷς δὲ καὶ μονογενὴς τοῦ θεοῦ υἱός, εἰκὼν τῆς πατρικῆς θεότητος, καὶ διὰ τοῦτο θεός. ἣν δὴ θεολογίαν οἱ πολλοὶ νοεῖν οὐ χωρήσαντες, ποικίλας ἀτραποὺς ἐπενόησαν πλάνης· αʹ οἱ μὲν θεὸν δόντες τὸν υἱόν, τὸν δ' ἄνθρωπον ὃν ἀνείληφεν ἀρνησάμενοι, βʹ οἱ δὲ ψιλὸν ἄνθρωπον ὑποθέμενοι, τὸν δ' ἐν αὐτῷ θεὸν ἀγνοήσαντες, γʹ οἱ δὲ φόβῳ τοῦ δοκεῖν δεύτερον εἰσηγεῖσθαι θεὸν τὸν αὐτὸν εἶναι πατέρα καὶ υἱὸν ὁρισάμενοι. οὓς ἐκτραπεῖσα ἡ ἐκκλησία τοῦ θεοῦ τῷ τῆς ἀληθείας εὐαγγελικῷ κηρύγματι σεμνύνεται, ἕνα μὲν τὸν ἐπὶ πάντων θεὸν ἔχειν αὐχοῦσα, ἕνα δὲ καὶ υἱὸν μονογενῆ θεὸν ἐκ θεοῦ Ἰησοῦν Χριστὸν ἐπιγραφομένη, σωτῆρα τὸν αὐτὸν καὶ υἱὸν ἀνθρώπου γινόμενον ὁμολογοῦσα, ὄντα μὲν υἱὸν θεοῦ πρὶν ἢ καὶ ἀνθρώπου γενέσθαι, καὶ τοῦτο δὲ γενόμενον ὅπερ οὐκ ἦν δι' ἄφατον ὑπερβολὴν τῆς τοῦ πατρὸς φιλανθρωπίας. ὁ μὲν δὴ τῆς ἀληθείας λόγος ταῦτ' ἐκ προσώπου βοᾷ τῆς ἐκκλησίας· οἱ δὲ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενοι, ἕνα δὲ θεὸν εἶναι φάσκοντες καὶ οὐδὲν ἕτερον, τί καὶ παρενοχλοῦσιν μάτην τῇ ἐκκλησίᾳ, ταῖς Ἰουδαίων προσομιλεῖν συναγωγαῖς δέον; τί δὲ καὶ βλασφήμοις σφὰς αὐτοὺς περιπείρουσιν λόγοις, τὸν ἕνα θεὸν συκοφαντοῦντες διτταῖς ἐπηγορίαις, εἰ δὴ τὸν αὐτὸν πατέρα καὶ τὸν αὐτὸν υἱὸν ὑποτίθενται; καὶ τίνος γάρ ἐστιν πατήρ, μηδενὸς ὑφεστῶτος υἱοῦ; τίνος δὲ υἱὸς ἔσται, μὴ προϋπάρχοντος τοῦ γεγεννηκότος; εἷς δὲ ὢν πάντως που αὐτὸς ἔσται ὁ σαρκωθεὶς καὶ παθὼν καὶ τὸν ἐν ἀνθρώποις διανύσας θνητὸν βίον. ἀλλὰ ταῦτα λέγοντα Σαβέλλιον ἡ ἐκκλησία τοῦ θεοῦ, ὡς ἄθεα καὶ δυσσεβῆ τολμῶντα, μακρὰν ἤλασεν· ταῦτα δὲ Μάρκελλος ἀνανεοῦσθαι πειρᾶται, προκαλύμματι χρώμενος οὐ πιθανῷ λόγῳ. θεὸν γὰρ ἕνα ὀρθῶς ὁριζόμενος, τοῦτον αὐτὸν λόγον ἔχειν ἐν ἑαυτῷ ἡνωμένον καὶ συνημμένον αὐτῷ φησίν· κἄπειτα τοῦ ἑνὸς θεοῦ τὸ μέν τι πατέρα καλεῖ, τὸ δὲ υἱόν, ὡς διπλῆν τινα καὶ σύνθετον οὐσίαν
1.5.2
ἐν αὐτῷ εἶναι. καὶ πόσῳ τούτου κρείττων, ἐν κακῶν ἐκλογῇ, ὁ μὴ διαιρῶν μὲν τὴν ἄναρχον καὶ ἀγέννητον καὶ θεϊκὴν δύναμιν τὸν αὐτὸν δ' εἶναι ὁμολογῶν γυμνῷ τῷ λόγῳ, πόσῳ δὲ ἑκατέρων βελτίων ὁ Ἰουδαῖος, τὸν ἕνα θεὸν οὐ διαιρῶν εἰς πατέρα καὶ υἱὸν Μαρκέλλῳ παραπλησίως οὐδὲ τὸν αὐτὸν υἱοπάτορα κατὰ τὸν Σαβέλλιον εἰσάγων, ἀλλὰ σέβων μὲν τὸν θεὸν γνωρίζων δὲ καὶ προσδοκῶν τὸν Χριστὸν αὐτοῦ τὸν διὰ τῶν προφητῶν ἥξειν κηρυττόμενον, ὃν ἐλθόντα ἐπεὶ μὴ παρεδέξαντο, δίκην τῆς εἰς αὐτὸν ἀπιστίας ὑπέσχον τε καὶ ὑφέξουσιν.
1.6.1
οἱ δὲ πιστεύειν εἰς τὸν ἀφικόμενον δι' εὐχῆς ἔχοντες τρία ταῦτα γνωριοῦσιν· τὸν «ἐκ σπέρματος Δαυὶδ» καὶ τῆς αὐτῆς ἁγίας παρθένου καὶ τὸν ἐνοικήσαντα τούτῳ υἱὸν τοῦ θεοῦ προόντα καὶ οὐσιωδῶς ὑφεστῶτα καὶ τὸν τούτου πατέρα θεόν, ὑφ' οὗ καὶ αὐτὸς ἀπεστάλθαι συνεχῶς ὁμολογεῖ. «ἡμῖν» τοίνυν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα» κατὰ τὸν ἀπόστολον «καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», ὁ προὼν τοῦ θεοῦ μονογενὴς υἱός, καὶ τρίτος ὁ κατὰ σάρκα υἱὸς ἀνθρώπου, ὃν δι' ἡμᾶς ἀνείληφεν ὁ υἱὸς τοῦ
1.6.2
θεοῦ. ἀλλ' οὔτε ὃ ἀνείληφεν σῶμα ταὐτὸν ἦν τῷ ἀνειληφότι υἱῷ τοῦ θεοῦ, οὔτε αὐτὸς ὁ υἱὸς τοῦ θεοῦ εἷς καὶ ὁ αὐτὸς ἂν νομισθείη τῷ γεγεννηκότι. τριῶν δὴ τούτων ὑποκειμένων, οἱ δύο διδόντες τὸ τρίτον δ' ἐκποδὼν ποιούμενοι τῆς ἐκκλησίας εἶεν ἂν ἀπόβλητοι.
1.7.1
τὴν μὲν δὴ σάρκα τοῦ σωτῆρος ἄθεοί τινες τῶν ἑτεροδόξων παραιτησάμενοι, δόξῃ δέ τινι φαντασίας ὦφθαι αὐτὸν ἐπὶ τῆς γῆς εἰρηκότες, πρῶτοι τοῦ τῆς ἀληθείας σκοποῦ διημαρτήκασιν. οἱ δὲ τὴν ἔνσαρκον οἰκονομίαν παραδεδεγμένοι, τὸν δὲ προόντα τοῦ θεοῦ υἱὸν ἀρνησάμενοι, ποικίλας ὡς ἔφην ἑαυτοῖς ἀνοδίας ἐπενόησαν· οἱ μὲν ψιλὸν ἄνθρωπον τῆς κοινῆς ἁπάντων φύσεως κατ' οὐδὲν κρείττονα ἢ ὅσον ἀρετῆς προτερήμασιν γεγονέναι αὐτὸν εἰρηκότες, οἱ δ' αὐτὸν ἐνοικῆσαι τὸν τῶν ὅλων θεὸν τῷ σώματι δογματίσαντες υἱόν τε αὐτὸν ἑαυτοῦ χρηματίσαι φάντες δι' ἣν ὑπέμεινεν κατὰ ἄνθρωπον οἰκονομίαν. δύο διδόντες οὗτοι, θεὸν καὶ ἄνθρωπον, τοῦ τρίτου σφὰς αὐτοὺς ἐστέρησαν, αὐτὸν τὸν σωτῆρα τὸν μονογενῆ τοῦ θεοῦ
1.7.2
υἱὸν ἀρνησάμενοι. τούτων πάλαι μὲν Σαβέλλιος νυνὶ δὲ Μάρκελλος τῇ γνώμῃ συναπαχθέντες τὸν μὲν ἐπὶ πάντων θεὸν Ἰουδαίων τοῖς ἀπίστοις ὁμοίως εὖ μάλα εἰδέναι διισχυρίζοντο, καὶ τὸ δεύτερον, τὴν σάρκα τὴν ἐκ τῆς ἁγίας παρθένου, συνωμολογήκασιν· τὸ δὲ τρίτον, αὐτὸ τὸ κεφάλαιον τῆς ἁπάντων ἡμῶν σωτηρίας, τὸν υἱὸν τοῦ θεοῦ παραγκωνισάμενοι, φῶς ὄντα καὶ ἀλήθειαν, ὁμοῦ τῇ ἀρνήσει
1.7.3
τοῦ υἱοῦ καὶ τοῦ τῆς ἀληθείας φωτὸς ἐκπεπτώκασιν. ἔνθεν ἕνα μὲν θεὸν ὁμολογούντων αὐτῶν ἀκούσει καὶ τὴν σάρκα δὲ τοῦ σωτῆρος τιμώντων· τὸν δ' ἐνοικήσαντα τῇ σαρκὶ θεοῦ υἱὸν φωνῇ μὲν καὶ χείλεσιν παραδεχομένων, ἔργῳ δὲ παραιτουμένων. υἱὸν γὰρ θεοῦ χρῆν ζητεῖν, ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα, οὔτε τὸν αὐτὸν ᾧ ἀνείληφεν ὄντα σώματι, οὔτε τὸν αὐτὸν ὄντα τῷ θεῷ καὶ πατρί. οὔτε γὰρ τὸν ἐπέκεινα τῶν ὅλων θεὸν υἱὸν ἄν τις εἰπὼν εὐσεβήσειεν τίνος γὰρ ἔσται υἱὸς ὁ τὴν ἄναρχον καὶ ἀγέννητον θεότητα περιβεβλημένος;, οὔτε τὸν μονογενῆ τοῦ θεοῦ υἱὸν αὐτὸν εἶναι τὸν πατέρα τις εἰπὼν διαδράσεται τὴν κατὰ τῶν δυσφήμων δίκην.
1.8.1
διὸ δὴ τὴν εὐθεῖαν καὶ βασιλικὴν ὁδὸν ὀρθοτομοῦσα ἡ ἐκκλησία τοῦ θεοῦ τὰς μὲν ἄλλας παρεκτροπὰς ἀπεδοκίμασεν, τοῖς δ' αὐτῆς θρέμμασιν τῆς ἐνθέου χάριτος παραδίδωσιν τὴν γνῶσιν, κατ' αὐτὸ τὸ τῆς παλιγγενεσίας μυστήριον ὁμολογεῖν διδάσκουσα πιστεύειν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα, τελείαν καὶ ἀκριβῆ καὶ ὁλόκληρον ταύτην εἰδέναι παρέχουσα τὴν θεολογίαν, ἣ θεὸν μὲν ἕνα παραδίδωσιν ἀφορίζουσα τῆς Ἑλληνικῆς καὶ πολυθέου πλάνης, πατέρα δὲ αὐτὸν οἶδεν τῆς Ἰουδαϊκῆς χωρίζουσα διδασκαλίας, παντοκράτορα δὲ αὐτὸν ὁμολογεῖ τῆς τῶν ἀθέων ἑτεροδόξων ἀποστρεφομένη τὴν δυσσέβειαν.
1.8.2
οὐδεὶς γοῦν τῶν ἑτεροδόξων εἴποι ἂν τὸν πατέρα τοῦ Χριστοῦ αὐτὸν εἶναι τὸν θεὸν τὸν παντοκράτορα, ὡς οὐδὲ Ἰουδαίων ὁμολογήσειεν ἄν τις τὸν θεὸν πατέρα εἶναι τὸν μονογενῆ υἱὸν μὴ εἰδώς, οὐδέ γε Ἕλλην ἕνα μόνον φήσειεν ἂν εἰδέναι θεόν. διὸ δὴ τούτων ἁπάντων ἀποκαθαίρουσα τὴν πλάνην ἡ ἐκκλησία τὸν ἕνα θεὸν κηρύττει, αὐτὸν εἶναι καὶ πατέρα καὶ παντοκράτορα διδάσκουσα, πατέρα μὲν ἑνὸς τοῦ Χριστοῦ μόνου, τῶν δὲ λοιπῶν ἁπάντων θεὸν καὶ κτίστην καὶ κύριον. οὕτω καὶ υἱὸν θεοῦ μονογενῆ Ἰησοῦν Χριστὸν παραδίδωσιν, τὸν πρὸ πάντων αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένον, οὐ τὸν αὐτὸν ὄντα τῷ πατρί, καθ' ἑαυτὸν δὲ ὄντα καὶ ζῶντα καὶ ἀληθῶς υἱὸν συνόντα, θεὸν ἐκ θεοῦ καὶ φῶς ἐκ φωτὸς καὶ ζωὴν ἐκ ζωῆς, ἀλέκτοις καὶ ἀρρήτοις καὶ παντάπασιν ἀγνώστοις ἡμῖν καὶ ἀκαταλήπτοις λόγοις ἐκ τοῦ πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ὅλων γεγεννημένον, καὶ οὐχ ὁμοίως μὲν τοῖς λοιποῖς γενητοῖς ὑποστάντα οὐδὲ ζωὴν ἐμφερῆ τοῖς δι' αὐτοῦ γεγεννημένοις ζῶντα, μόνον δὲ ἐξ αὐτοῦ
1.8.3
τοῦ πατρὸς ἀποτεχθέντα καὶ αὐτοζωὴν ὄντα. καὶ ἔπρεπεν γὰρ τῷ ἐπὶ πάντων θεῷ πρὸ παντὸς γενητοῦ καὶ πρὸ πάντων αἰώνων τὸ μονογενὲς τοῦτο προβαλέσθαι γέννημα, ὥσπερ τινὰ κρηπίδα καὶ θεμέλιον ἀρραγῆ τῶν μελλόντων δι' αὐτοῦ γενήσεσθαι. διὸ δὴ πρὸ πάντων τῶν μελλόντων ἔσεσθαι τὸν υἱὸν ἐγέννα ὥσπερ τινὸς φωτὸς ἀκτῖνα καὶ ζωῆς πηγὴν καὶ θησαυρὸν ἀγαθῶν, «ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ τῆς γνώσεως ἀπόκρυφοι» κατὰ τὸν
1.8.4
θεῖον ἀπόστολον. τοσούτων ἀγαθῶν ὁ μόνος ἀγαθὸς πατὴρ τὸν υἱὸν ὑφίστη, αὐτοζωὴν ὄντα ζωοποιὸν τῶν ὅλων, καὶ αὐτοφῶς «τὸ ἀληθινὸν» καὶ πάσης νοερᾶς καὶ λογικῆς οὐσίας φωτιστικόν, καὶ αὐτόλογον καὶ αὐτοσοφίαν σοφῶς τὰ πάντα καὶ λογικῶς ὑφιστάμενόν τε καὶ διοικοῦντα, ὧν δὴ χάριν μονογενὴς υἱὸς τοῦ θεοῦ μόνος αὐτὸς καὶ οὐδεὶς ἄλλος ἀνηγόρευταί τε καὶ ἔστιν.
1.9.1
ὅθεν εἰκότως ἄν τις μέμψαιτο τοῖς κτίσμα αὐτὸν φάναι τετολμηκόσιν, ἐξ οὐκ ὄντων ὁμοίως τοῖς λοιποῖς κτίσμασιν γενόμενον. καὶ πῶς γὰρ ἔτι ἔσται υἱός; πῶς δὲ μονογενὴς τοῦ θεοῦ ὁ τὴν αὐτὴν τοῖς λοιποῖς κτίσμασιν ἐπιγραφόμενος φύσιν; ταύτῃ γὰρ ἀδελφὸς ἂν τούτων γένοιτο μᾶλλον, οὐχὶ δὲ υἱὸς τοῦ θεοῦ, τῶν τε πολλῶν γενητῶν ἔσται εἷς, ἅτε τῆς ἐξ οὐκ ὄντων κτίσεως ὁμοίως αὐτοῖς μετα
1.9.2
σχὼν κοινωνίας. ἀλλ' οὐχ ὧδε τὰ θεῖα περὶ αὐτοῦ παιδεύει λόγια. ἀλλ' ὅτε μὲν τῆς τῶν γενητῶν ὑπάρξεως τὴν διδασκαλίαν ποιεῖται, ἀθρόως τὰ πάντα μαρτυρεῖ δι' αὐτοῦ γεγονέναι· «πάντα» γὰρ «δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν» καὶ «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα» καὶ «τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συνέστηκεν» κατὰ τὰς
1.9.3
ἀποστολικὰς διδασκαλίας. ὅτε δὲ τὴν περὶ αὐτοῦ θεολογίαν εἰσάγει, τῶν μὲν λοιπῶν ἁπάντων αὐτὸν ἀφορίζει, κύριον δὲ αὐτὸν καὶ δεσπότην καὶ δημιουργὸν καὶ θεὸν καὶ σωτῆρα τῶν ὅλων οἶδεν, μονογενῆ τε υἱὸν θεοῦ μόνον αὐτὸν καὶ οὐδένα ἄλλον ἀποφαίνει, σοφίαν τε καὶ λόγον καὶ ζωὴν καὶ φῶς μόνον αὐτὸν ἀποκαλεῖ, «εἰκόνα» τε «τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ «ἀπαύγασμα φωτὸς ἀιδίου», ἕτερά τε μύρια τούτοις ἀδελφὰ περὶ αὐτοῦ δοξάζειν διδάσκει, ὧδέ πη τῆς πατρικῆς θεότητος τὴν πρὸς μόνον αὐτὸν ὡσανεὶ πρὸς υἱὸν μονογενῆ ἰδιά
1.9.4
ζουσαν σχέσιν ἐπιδεικνύμενα. διὸ καὶ υἱὸν ἀγαπητὸν ἀνεκήρυττεν μόνον αὐτὸν ἀμφὶ τὰ Ἰορδάνου ῥεῖθρα ἡ πατρικὴ φωνὴ μεγάλῃ μαρτυροῦσα βοῇ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα». καὶ δευτεροῖ γε τὴν μαρτυρίαν καὶ ἐπὶ τῆς ἐν τῷ ὄρει
1.9.5
μεταμορφώσεως τὸν αὐτὸν ἐπισφραγιζομένη λόγον. αὐτοῦ τοιγαροῦν τοῦ τῶν ὅλων θεοῦ ταύτην αὐτῷ τὴν μαρτυρίαν παρασχομένου, τοῦ τε εὐαγγελιστοῦ διαρρήδην αὐτὸν υἱὸν μονογενῆ εἶναι διδάσκοντος δι' ὧν ἔφη «θεὸν οὐδεὶς ἑώρακεν πώποτε· ὁ μονογενὴς υἱὸς ἢ «μονογενὴς θεὸς» ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο», ἀλλὰ καὶ αὐτοῦ τοῦ σωτῆρος ἐν ταῖς περὶ αὐτοῦ διδασκαλίαις ταῦτ' ἐπισφραγιζομένου, δι' ὧν ἔλεγεν «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πι
1.9.6
στεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον», ὁ μετὰ ταύτας τὰς φωνὰς γενητὸν ἐξ οὐκ ὄντων καὶ κτίσμα προηγμένον ἐκ τοῦ μὴ ὄντος τὸν υἱὸν ὁριζόμενος λέληθεν τοὔνομα μὲν αὐτῷ μόνον χαριζόμενος, τὸ δ' ἀληθῶς υἱὸν εἶναι ἀρνούμενος. ὁ γὰρ ἐξ οὐκ ὄντων γεγονὼς οὐκ ἂν ἀληθῶς γένοιτ' ἂν υἱὸς θεοῦ, ὅτι μηδὲ ἄλλο τι τῶν γεννητῶν.
1.10.1
ὁ δ' ἀληθῶς υἱὸς τοῦ θεοῦ, ἐξ αὐτοῦ ἅτε δὴ ἐκ πατρὸς ἀποτεχθείς, εἰκότως καὶ μονογενὴς καὶ ἀγαπητὸς χρηματίσειεν ἂν τοῦ πατρός· οὕτω δὲ καὶ θεὸς ἂν εἴη. τί γὰρ ἂν γένοιτο θεοῦ γέννημα ἢ τὸ τῷ γεγεννηκότι ἀφωμοιωμένον; κτίζει μὲν οὖν βασιλεὺς πόλιν ἀλλ' οὐ γεννᾷ πόλιν, γεννᾶν δὲ υἱὸν ἀλλ' οὐ κτίζειν λέγεται· καὶ ὁ τεχνίτης δημιουργὸς ἀλλ' οὐχὶ πατὴρ γένοιτ' ἂν τοῦ πρὸς αὐτοῦ δημιουργουμένου, τοῦ δ' ἐξ αὐτοῦ φύντος υἱοῦ οὐκ ἂν δημιουργὸς λεχθείη. καὶ δὴ καὶ ὁ τῶν ὅλων θεὸς τοῦ μὲν υἱοῦ πατήρ, τοῦ δὲ
1.10.2
κόσμου κτίστης ἂν εἰκότως καὶ ποιητὴς λέγοιτο. εἰ δ' ἅπαξ που τῆς γραφῆς εὑρίσκοι τις εἰρημένον «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ», τὸν νοῦν ἐπισκοπεῖν χρὴ τοῦ λόγου, ὃν μικρὸν ὕστερον ἐκθήσομαι, ἀλλὰ μὴ κατὰ Μάρκελλον ἐκ μιᾶς λέξεως τὸ κυριώτατον τῆς ἐκκλησίας παρασαλεύειν δόγμα. κἀκεῖνος γὰρ ἅπαξ ἀκούσας λόγον εἶναι τὸν υἱόν, ἐπὶ τὸν ἄνθρωπον καταπεσὼν
1.10.3
τὴν ὕπαρξιν ἠθέτει αὐτοῦ. ὃν δὴ καὶ πρὸς αὐτοῦ καὶ πρὸς τοῦ πατρὸς μαρτυρούμενον εἶναι υἱὸν πῶς τοῖς λοιποῖς γενητοῖς παραβάλλειν ὅσιον; πῶς δ' ἔσται μονογενὴς τῷ πλήθει τῶν γεγονότων συναριθμούμενος; καὶ μὴν ἐξ αὐτῆς τῆς προσηγορίας ὁ υἱὸς τὴν πρὸς τὸν πατέρα φυσικὴν σχέσιν παρίστησιν, ὡς αὖ πάλιν τὸ μονογενὲς ὄνομα καὶ τοῦ γένους ἐφάπτεται καὶ τῆς γενέσεως αὐτῆς καὶ τοῦ μόνον εἶναι καὶ μηδέτερον αὐτῷ τῆς υἱότητος κοινωνεῖν. ἀλλ'
1.10.4
ἐοίκασιν ταὐτὸν Μαρκέλλῳ πάθος πεπονθέναι καὶ οὗτοι. ὁ μὲν γὰρ δέει τοῦ μὴ δύο θεοὺς εἰπεῖν τὴν ἄρνησιν τοῦ υἱοῦ προὐβάλλετο, τὴν ὑπόστασιν ἀθετῶν αὐτοῦ. οἱ δὲ δύο δόντες ὑποστάσεις, τὴν μὲν ἀγένητον τὴν δ' ἐξ οὐκ ὄντων κτισθεῖσαν, ἕνα μὲν θεὸν ὑφίστανται· ὁ δὲ υἱὸς οὐκέτ' αὐτοῖς οὔτε ὁ μονογενὴς ἔσται οὔτε μὴν κύριος, οὔτε θεός, μηδὲν μὲν ἐπικοινωνῶν τῇ τοῦ πατρὸς θεότητι, τοῖς δὲ λοιποῖς κτίσμασιν, καθ' ὃ ἐξ οὐκ ὄντων ὑπέστη,
1.10.5
παραβαλλόμενος. ἀλλ' οὐχ οὕτως ἡ ἐκκλησία· τὸν δ' υἱὸν τοῦ θεοῦ θεὸν καὶ κύριον ἀνακηρύττει, καὶ ἀληθῶς υἱὸν εἶναι καὶ θεὸν διδάσκει· οὐ κατὰ τοὺς πολλοὺς τοὺς ἐπίκλην ὀνομασθέντας υἱούς τε καὶ θεούς, περὶ ὧν εἴρηται «ἐγὼ εἶπα θεοί ἐστε καὶ υἱοὶ ὑψίστου πάντες», καθ' ὃ δὲ μόνος αὐτὸς ὁ ἐξ αὐτοῦ γεννηθεὶς τοῦ πατρὸς «ἐν μορφῇ θεοῦ ὑπῆρχεν», «εἰκών» τ' ἦν «τοῦ θεοῦ τοῦ ἀοράτου καὶ πρωτότοκος ἁπάσης κτίσεως». διὸ καὶ τιμᾶν καὶ σέβειν καὶ προσκυνεῖν μόνον αὐτόν, οἷα κύριον καὶ σωτῆρα καὶ θεὸν ἑαυτῆς, μεμάθηκεν.
1.11.1
εἰ δὲ φόβον αὐτοῖς ἐμποιεῖ, μή πη ἄρα δύο θεοὺς ἀναγορεύειν δόξαιεν, ἴστωσαν ὡς καὶ τοῦ υἱοῦ πρὸς ἡμῶν ὁμολογουμένου θεοῦ εἷς ἂν γένοιτο θεὸς μόνος ἐκεῖνος, ὁ μόνος ἄναρχος καὶ ἀγέννητος, ὁ τὴν θεότητα οἰκείαν κεκτημένος, αὐτῷ τε τῷ υἱῷ τοῦ εἶναι καὶ τοῦ τοιῷδε εἶναι γεγονὼς αἴτιος· δι' ὃν καὶ αὐτὸς ὁ υἱὸς ὁμολογεῖ ζῆν, ἄντικρυς λέγων «καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα» καὶ «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν
1.11.2
ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ». διὸ καὶ ἡμῶν καὶ ἑαυτοῦ θεὸν εἶναι διδάσκει τὸν πατέρα, ἐν οἷς φησιν «ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». καὶ κεφαλὴν δὲ αὐτοῦ μὲν τοῦ υἱοῦ τὸν θεόν, τῆς δ' ἐκκλησίας τὸν υἱὸν ὁ μέγας ἀπόστολος διδάσκει, πῆ μὲν λέγων «κεφαλὴ δὲ τοῦ Χριστοῦ ὁ θεός», πῆ δὲ περὶ τοῦ υἱοῦ φάσκων «καὶ αὐτὸν ἔδωκεν κεφαλὴν ὑπὲρ πάντα τῇ ἐκκλησίᾳ, ἥτις ἐστὶν τὸ σῶμα αὐτοῦ».
1.11.3
οὐκοῦν τῆς μὲν ἐκκλησίας αὐτὸς ἀρχηγὸς ἂν εἴη καὶ κεφαλή, κεφαλὴ δὲ αὐτοῦ ὁ πατήρ· οὕτως εἷς θεὸς ὁ τοῦ μονογενοῦς υἱοῦ πατήρ, καὶ μία ἡ καὶ αὐτοῦ τοῦ Χριστοῦ κεφαλή. μιᾶς δὲ οὔσης ἀρχῆς τε καὶ κεφαλῆς, πῶς ἂν γένοιντο θεοὶ δύο, οὐχὶ δὲ εἷς ἐκεῖνος μόνος ὁ μηδένα ἀνώτερον μηδὲ ἑαυτοῦ αἴτιον ἕτερον ἐπιγραφόμενος, οἰκείαν δὲ καὶ ἄναρχον καὶ ἀγένητον τῆς μοναρχικῆς ἐξουσίας τὴν θεότητα κεκτημένος καὶ τῷ υἱῷ τῆς ἑαυτοῦ θεότητός τε καὶ ζωῆς μεταδούς, ὁ δι' αὐτοῦ τὰ σύμπαντα ὑποστησάμενος, ὁ ἀποστέλλων αὐτόν, ὁ προστάττων αὐτῷ, ὁ ἐντελλόμενος, ὁ διδάσκων, ὁ πάντα αὐτῷ παραδιδούς, ὁ δοξάζων αὐτόν, ὁ ὑπερυψῶν, ὁ ἀναδείξας βασιλέα τῶν ὅλων, ὁ πᾶσαν αὐτῷ τὴν κρίσιν παραδιδούς, ὁ καὶ ἡμᾶς αὐτῷ πείθεσθαι βουλόμενος, ὁ τὸν ἐν δεξιᾷ τῆς μεγαλοπρεπείας αὐτοῦ κατέχειν θρόνον ἐγκελευό
1.11.4
μενος ἐν τῷ προσφωνεῖν αὐτῷ καὶ λέγειν «κάθου ἐκ δεξιῶν μου», ὁ διὰ ταῦτα πάντα καὶ αὐτοῦ ὑπάρχων τοῦ υἱοῦ θεός, ᾧ πειθόμενος ὁ μονογενὴς αὐτοῦ παῖς «ἐκένωσεν ἑαυτόν, ἐταπείνωσεν ἑαυτόν, μορφὴν δούλου ἀνείληφεν, ὑπήκοος μέχρι θανάτου γέγονεν», ᾧ καὶ προσεύχεται, ᾧ καὶ κελεύοντι πείθεται, ᾧ καὶ εὐχαριστεῖ, ὃν καὶ «μόνον ἀληθινὸν θεὸν» ἡγεῖσθαι ἡμᾶς διδάσκει, μείζονά τε εἶναι ἑαυτοῦ ὁμολογεῖ, ὃν ἐπὶ πᾶσι τούτοις καὶ θεὸν ἑαυτοῦ εἶναι πάντας
1.11.5
ἡμᾶς εἰδέναι βούλεται. ὃν οὕτω δοξάζοντα τὸν ἑαυτοῦ πατέρα ἀμοιβαίως ἀντιδοξάζων ὁ πατὴρ καὶ κύριον καὶ σωτῆρα καὶ θεὸν τῶν ὅλων καὶ σύνθρονον τῆς αὐτοῦ βασιλείας ἀνέδειξεν. ἃ δὴ πεπαιδευμένη ἡ ἐκκλησία τοῦ θεοῦ ἑαυτῆς μὲν καὶ θεὸν καὶ κύριον καὶ σωτῆρα τοῦ δ' ἐπὶ πάντων θεοῦ υἱὸν μονογενῆ αὐτὸν γινώσκειν καὶ οὐδένα μὲν ἄλλον τῶν γενητῶν ἀναγορεύειν θεὸν ἀξιοῖ, μόνον δὲ
1.11.6
τοῦτον οἶδεν θεόν, ὃν μόνον ὁ πατὴρ ἐξ ἑαυτοῦ ἐγέννα, ὥσπερ οὖν αὐτὸς διὰ Σολομῶνος παρίστη λέγων «πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ὧδέ πη ὄρη καὶ βουνοὺς τὰς θείας καὶ ὑπερκοσμίους δυνάμεις αἰνιττόμενος.
1.12.1
εἰ δὲ δὴ περιεργάζοιτό τις καὶ πῶς ἂν γεννήσειεν ὁ θεός, πῶς δ' ἔσται πατὴρ ὁ ἐπέκεινα τῶν ὅλων, τὸ τολμηρὸν τοῦ πύσματος κατασιγάσει ὁ φήσας «βαθύτερά σου μὴ ζήτει, καὶ ὑψηλότερά σου μὴ ἐξέταζε. ἃ προσετάγη σοι, ταῦτα διανοοῦ· οὐ γάρ ἐστίν σοι χρεία τῶν κρυπτῶν». καὶ ὁ Παῦλος δὲ εἰπὼν «ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ» τὸν περαιτέρω χωρεῖν τολμῶντα μὴ ἀνεφίκτοις ἐπιχειρεῖν πειθέτω. ἢ λεγέτω πρότερον αὐτός, ἃ δή φησιν ἐξ οὐκ ὄντων γεγονέναι, πῶς καὶ τίνα τρόπον ὑπέστη, μηδαμῆ
1.12.2
μηδαμῶς ὄντα πρότερον. οὐ γὰρ δὴ κατὰ τοὺς παρ' ἡμῖν τεχνίτας ὕλην προϋποκειμένην λαβὼν ταῖς χερσὶν τὸ πᾶν ἐτεκτήνατο. ὥσπερ δὲ τὸ τῇ φύσει ἀμήχανον ὅσον ἐπ' ἀνθρώποις λέγω δὲ τὸ μηδαμῶς ὑπάρχον ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαγαγεῖν αὐτῷ δυνατὸν κατέστη, καὶ γέγονεν τῶν ὅλων ποιητὴς οὐ κατὰ ἄνθρωπον, ἀρρήτοις δὲ καὶ ἀφράστοις ἡμῖν λόγοις, οὕτω καὶ πολὺ πλέον ἡ τοῦ μονογενοῦς αὐτοῦ γέννησις ἀνεξερεύνητος καὶ ἀνεξιχνίαστος ἂν εἴη, οὐχ ἡμῖν ὡς ἂν φαίη τις μόνοις, ἀλλὰ καὶ πάσαις ταῖς κρείττοσιν ἢ
1.12.3
καθ' ἡμᾶς δυνάμεσιν. τὰ γὰρ μακρῷ τὴν φύσιν ὑποβεβηκότα, κάτω τε καὶ πορρωτάτω τῆς ἀρρήτου καὶ θεϊκῆς καθεστῶτα οὐσίας, πῶς ἂν ἐφίκοιτο τῆς ἐπέκεινα καὶ ἀνωτάτω καταλήψεως; πῶς δ' ἂν τὰ μὴ ὄντα πρότερον, δι' αὐτοῦ δ' ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι προαχθέντα, τοῦ προαγαγόντος αἰτίου τε αὐτοῖς τῆς ὑπάρξεως γενομένου σχοίη ἂν τῆς πρώτης γενέσεως τὴν γνῶσιν; ἤ πού γε ἡμεῖς οἱ χθιζοί, «δέρμα καὶ κρέας» ἐνδεδυμένοι, «ὀστέοις καὶ νεύροις» ἐνειρμένοι, καὶ μηδὲ τὰ καθ' ἡμᾶς εἰδότες, τὴν περὶ τῶν ἀρρήτων ἀκίνδυνον ποιησόμεθα ζήτησιν, πῶς ἐγέννα τὸν υἱὸν ὁ πατὴρ πολυπραγμονοῦντες; ὅτι δὲ καὶ τῶν παρὰ πόδας μυρία τὴν ἡμετέραν διαδιδράσκει γνῶσιν,
1.12.4
δῆλον ἂν εἴη ἐνθένδε. τίς γὰρ ἂν εἰπεῖν ἔχοι, πῶς καθεῖρκται τῷ σώματι ἡ ψυχή, πῶς ἔξεισιν, πῶς δὲ τὴν ἀρχὴν εἰσεκρίθη, ὁποῖον δὲ αὐτῆς τὸ εἶδος, τί τὸ σχῆμα, τίς ἡ μορφή, τίς ἡ οὐσία; οὔπω μοι τὸν περὶ δαιμόνων πολυπραγμονεῖν, οὐ τὸν περὶ οὐσίας ἀγγέλων, οὐ τὸν περὶ ἀρχῶν καὶ θρόνων καὶ κυριοτήτων, οὐ τὸν περὶ ἐξου
1.12.5
σιῶν καὶ κοσμοκρατόρων. εἰ δ' ἐν τούτοις ἅπασιν ἀμηχανοῦμεν, τί δεῖ τὴν περὶ τῆς ἀνάρχου καὶ ἀγενήτου θεότητος γνῶσιν διερευνᾶσθαι; τί τὰ ἀνέφικτα ἐρωτᾶν, πῶς υἱοῦ μονογενοῦς ὁ θεὸς ὑπέστη πατήρ, ὡς μὴ ἀπαρκούσης ἡμῖν τῆς πατρικῆς φωνῆς πρὸς μαρτυρίαν τοῦ ἀγαπητοῦ, ὃν ἀνεκήρυξεν εἰπὼν «οὗτός ἐστιν ὁ υἱός μου ὁ
1.12.6
ἀγαπητός, ἐν ᾧ ηὐδόκησα, αὐτοῦ ἀκούετε»; εἰ δὴ ἀκούειν αὐτοῦ ἐγκελεύεται, βασιλικῷ νόμῳ πειθαρχοῦντες ἀκούσωμεν τοῦ ἀγαπητοῦ υἱοῦ. τί δὲ οὗτος περὶ ἑαυτοῦ βούλεται ἡμᾶς εἰδέναι, παραστήσει λέγων «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν ἔχῃ ζωὴν αἰώνιον». πιστευτέον δῆτα αὐτῷ, ὡς ἂν τῆς αἰωνίου τύχοιμεν
1.12.7
ζωῆς, «ὁ» γὰρ «πιστεύων» φησὶν «εἰς αὐτὸν ἔχει ζωὴν αἰώνιον»· οὐχ ὁ γινώσκων ὅπως ἐκ τοῦ πατρὸς γεγέννηται, οὐ γὰρ ἄν τινι μετῆν ζωῆς αἰωνίου, εἰ δὴ τοῦτ' εἴρηται ὅτι «μηδεὶς ἔγνω τὸν πατέρα εἰ μὴ ὁ υἱός, μηδὲ τὸν υἱόν τις ἔγνω εἰ μὴ» μόνος ὁ γεννήσας αὐτὸν «πατήρ». ἀπαρκεῖ τοιγαροῦν ἡμῖν ἡ πίστις πρὸς σωτηρίαν, ἡ θεὸν πατέρα παντοκράτορα παρέχουσα γινώσκειν, καὶ τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐπιγράφεσθαι σωτῆρα, ὃς δὴ πρὸς τοῖς ἄλλοις καὶ ταῦθ' ὧδε παρεδίδου λέγων «τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν».
1.12.8
«πνεῦμα» δὲ «ὁ θεός». διὸ ἕπεται νοεῖν, ὡς καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ θεὸς ἂν εἴη. ὅσῳ δὲ τῆς γεώδους σαρκὸς ὁ ἐπέκεινα τῶν ὅλων θεὸς ἀπηλλοτρίωται καὶ ἀπεσχοίνισται τῇ φύσει, τοσούτῳ χρὴ νοεῖν καὶ τῆς τῶν σαρκῶν γενέσεως ἀπηλλοτριῶσθαι τὸν τρόπον, καθ' ὃν ὁ πατὴρ ἐγέννα τὸν υἱόν. οὐ γάρ τι προϊεμένος οὐδ' ἀλλοιούμενος οὐδέ γε παθητικῶς κινούμενος οὐδ' ὅλως τι τῶν ἡμῖν
1.12.9
συνεγνωσμένων ὑπομένων, ὑφίστη αὐτόν. οὐδὲ γὰρ σῶμα ἦν, ὡς ἀπόρροιαν ἢ μείωσιν ἢ ἔκτασιν ἢ μεταβολὴν ἢ τροπὴν ἢ ῥοὴν ἢ μέρος ἢ πάθος ἐπ' αὐτῷ λογίσασθαι. τούτων δ' ἐκτὸς ἁπάντων, ἄρρητον ἡμῖν καὶ ἀνεπιλόγιστον, μᾶλλον δὲ πάσῃ γενητῇ φύσει ἀνεξερεύνητον καὶ ἀνεξιχνίαστον τὴν γενεσιουργίαν ὑφίστη. γεννᾷ μὲν οὖν καὶ ἥλιος τὴν αὐγήν, λέγεται δὲ καὶ ὁ υἱὸς «ἀπαύγασμα φωτὸς ἀιδίου» καὶ «ἀπαύγασμα τῆς δόξης», οὐ μὴν κατὰ τὴν αἰσθητὴν τοῦ φωτὸς εἰκόνα· ἐπέκεινα γὰρ παντὸς παραδείγματος ἀρρήτοις αὐτὸν καὶ ἀκαταλήπτοις λόγοις ὑφίστη, καὶ τοῦτον ἕνα καὶ μονογενῆ.
1.12.10
δυσσεβῶν δὲ καὶ ἀθέων ἀνδρῶν τῶν τὴν πολύθεον πλάνην νενοσηκότων ἀποπεφράχθω πᾶν στόμα, οἳ τοῦ μονογενοῦς υἱοῦ τὴν ἐξαίρετον καὶ ἰδιάζουσαν γέννησιν εἰς πλῆθος καταβαλόντες πατέρα «ἀνδρῶν τε θεῶν τε» ἀνειρήκασιν, ὁμοῦ μὲν ἄνδρας μίξαντες θεοῖς, ὁμοῦ δὲ τούτοις ὁμοφυᾶ καὶ τὸν αὐτὸν εἰσηγούμενοι πατέρα. ἀλλ' οἵδε μὲν ἐνεργείᾳ δαιμονικῇ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον προήκαντο ῥῆμα, τῷ θνητῷ καὶ παθητικῷ καὶ ἁμαρτητικῷ γένει τῶν ἀνθρώπων ὁμοφυεῖς καὶ ὁμοπαθεῖς θεοὺς καὶ τὸν τούτων κοινὸν ὑποθέμενοι πατέρα πάντως που τοῖς παισὶν παρωμοιωμένον· ὁ δ' ἐκκλησιαστικὸς κῆρυξ ἑνὸς θεοῦ ἕνα μονογενῆ υἱὸν τοῖς πᾶσιν ἀνακηρύττει, ὃν ὑπὲρ τῆς τῶν γενητῶν ἁπάντων σωτηρίας τε καὶ προνοίας ὑφίστη.
1.13.1
ἐπειδὴ γὰρ ἡ τῶν γεγονότων φύσις, ἐν σώμασιν καὶ ἀσωμάτοις ἐμψύχοις τε καὶ ἀψύχοις λογικοῖς τε καὶ ἀλόγοις θνητοῖς τε καὶ ἀθανάτοις τὸ διάφορον κεκτημένη, τῷ ὑπὲρ πάντων καὶ ἐπὶ πάντων θεῷ πελάζειν καὶ τῶν τῆς αὐτοῦ θεότητος μαρμαρυγῶν οὐχ οἵα τε ἦν μετέχειν δι' ὑπερβολὴν τῆς ἀπὸ τοῦ κρείττονος ἐλλείψεως, μακρὰν δὲ καὶ πορρωτάτω φύσεως ἀσθενείᾳ διώλισθεν ἄν, εἰ μὴ θεοῦ σωτῆρος ἔτυχεν βοηθοῦ, εἰκότως ἡ πατρικὴ φιλανθρωπία τὸν αὐτοῦ μονογενῆ παῖδα ἐπὶ πᾶσιν καθίστη, καὶ διὰ πάντων χωροῦντα καὶ τοῖς πᾶσιν ἐπιστατοῦντα καὶ τὰς ἐξ αὐτοῦ χορηγίας
1.13.2
ἐπάρδοντα. πάντων γὰρ ἀθρόως τῶν τε κατ' οὐρανὸν καὶ τῶν ἐπὶ γῆς ποιμένα καὶ σωτῆρα κηδεμόνα τε καὶ φύλακα καὶ ἰατρὸν καὶ κυβερνήτην μόνον αὐτὸν ὁ γεννήσας ἀνέδειξεν πατήρ, τῆς τῶν ὅλων συστάσεώς τε καὶ διοικήσεως μόνῳ τοὺς οἴακας ἐγχειρίσας, ὃ διδάσκει λέγων αὐτὸς «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου» καὶ αὖθις «ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ».
1.13.3
ὁ δ' οἷα σοφὸς κυβερνήτης τὸν κλῆρον παρὰ τοῦ πατρὸς ὑποδεδεγμένος, ἐπιβὰς τοῦ σύμπαντος κόσμου ἄνω τε πρὸς τὸν αὐτοῦ πατέρα βλέπων, ἄγει καὶ φέρει πηδαλιουχῶν τὸ πᾶν, οὐδὲ τὸ σμικρότατον τῶν δεομένων τῆς ἐξ αὐτοῦ χορηγίας παρορῶν οὐδ' ὑπερφρονῶν τῶν βραχυτάτων· διὸ δὴ τοῖς πᾶσιν ἐπιπάρεστιν, ἑκάστῳ νέμων τὰ πρόσφορα, τῇ τε τῶν ὅλων θεραπείᾳ δίκην ἰατροῦ τὰ
1.13.4
ἁρμόδια πρὸς σωτηρίαν ἐπαρκῶν. ὅθεν εἰκότως οὐδὲ τοῦ κατὰ ἄνθρωπον ὑπερεφρόνησεν βίου, ἀλλὰ καὶ πάλαι πρότερον τοῖς ἐξ αἰῶνος φιλοθέοις ἀνδράσιν τὴν ἐξ αὐτοῦ παρεῖχεν ἐπικουρίαν, ὧδε μὲν ἐν ἀνθρωπείῳ σχήματι τοῖς Ἑβραίων προπάτορσιν ἐπιφαινόμενος ὧδε δὲ τοῖς τούτων ἀπογόνοις ἁρμοδίους διαταττόμενος νόμους, ἤδη δὲ καὶ τοῖς μετέπειτα διὰ προφητῶν μελλούσης αὐτοῦ
1.13.5
θεοφανείας ἅπασιν ἐκλάμψειν ἀνθρώποις ἐξεδίδου θεσπίσματα. ὡς δὲ ὁ τούτων παρήλαυνε χρόνος, ἔργοις ἐπλήρου παλαιῶν χρησμῶν ἀποτελέσματα, καὶ δὴ παρῆν λοιπὸν ἀναμὶξ τῷ θνητῷ βίῳ συναγελαζόμενος, αὐτός τε ἦν ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς ὡς ἐν ἀγάλματι θείῳ, τῷ τοῦ σώματος ὀργάνῳ, τῷ τῶν ἀνθρώπων καθομιλῶν γένει
1.13.6
διδασκαλίαις, θεραπείαις, ἐνθέου σοφίας ἀπορρήτοις παιδεύμασιν. ἤδη δὲ αὐτῶν μέχρι θανάτου πυλῶν ἤλαυνεν πατρικοῦ νεύματος ὑπερβαλλούσῃ φιλανθρωπίᾳ, ὡς ἂν καὶ τοὺς τῇδε τῆς ἑαυτοῦ καταξιώσειεν χάριτος, ἐπὶ τὴν παρ' αὐτῷ ζωὴν ἀνελκύσας. οὕτω «θεὸς ἦν ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ»· καὶ τὴν ἔνσαρκον ὑπέμεινεν οἰκονομίαν, προὼν μὲν αὐτῆς καὶ προϋπάρχων, θεότητι πατρικῆς δόξης τετιμημένος· οὐ μὴν «ἁρπαγμὸν» ἡγούμενος «τὸ εἶναι ἴσα θεῷ, ἑαυτὸν» δ' οὖν κενώσας καὶ «μορφὴν δούλου λαβὼν ἐταπείνωσεν ἑαυτόν, ὑπήκοος» τῷ πατρὶ «γενόμενος μέχρι θανάτου», ἵν' «ὥσπερ» «ὁ θάνατος» «δι' ἑνὸς ἁμαρτήσαντος» «ἀνθρώπου» παντὸς κατεκυρίευσεν γένους, οὕτως καὶ ἡ αἰώνιος ζωὴ διὰ «τῆς αὐτοῦ χάριτος» τῶν εἰς αὐτὸν πιστευόντων καὶ δι' αὐτοῦ τῷ θεῷ καὶ πατρὶ αὐτοῦ γνωριζομένων βασιλεύσειεν.
1.14.1
εἰκότως δὴ ταῦτα κηρύττουσα ἡ ἐκκλησία, ὥσπερ τι κίβδηλον παραχαράξαντα νόμισμα τὴν ἄρνησιν τοῦ υἱοῦ τοῦ θεοῦ, τὸν Σαβέλλιον ἀπεδοκίμασεν, καίτοι θεὸν ἕνα εἰδέναι καὶ πλὴν αὐτοῦ μὴ εἶναι Μαρκέλλῳ παραπλησίως λέγοντα· καὶ αὐτοῦ δὲ τοῦ σωτῆρος ἡμῶν οἱ πρωτοκήρυκες Ἐβιωναίους ὠνόμαζον, Ἑβραϊκῇ φωνῇ πτωχοὺς τὴν διάνοιαν ἀποκαλοῦντες, τοὺς ἕνα μὲν θεὸν λέγοντας εἰδέναι καὶ τοῦ σωτῆρος τὸ σῶμα μὴ ἀρνουμένους, τὴν δὲ τοῦ υἱοῦ θεότητα
1.14.2
μὴ εἰδότας. καὶ τὸν Σαμοσατέα δέ, καίπερ Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ εἶναι διδάσκοντα, θεόν τε ἕνα τὸν ἐπὶ πάντων ὁμοίως ὁμολογοῦντα Μαρκέλλῳ, τῆς ἐκκλησίας τοῦ θεοῦ ἀλλότριον ἀπέφηναν οἱ ἐκκλησιαστικοὶ πατέρες, ὅτι μὴ καὶ υἱὸν θεοῦ καὶ θεὸν πρὸ τῆς ἐνσάρκου γενέσεως ὄντα τὸν Χριστὸν ὡμολόγει. ἀλλ' οὗτος μὲν ὡς εἰς τὸν Χριστὸν ἀσεβῶν τῆς ἐκκλησίας αὐτοῦ μακρὰν ἠλαύνετο·
1.14.3
Σαβέλλιος δ' ὡς εἰς αὐτὸν πλημμελῶν τὸν πατέρα, ὃν υἱὸν λέγειν ἐτόλμα, τὴν ἴσην τοῖς ἀθέοις αἱρεσιώταις ὑπεῖχε τιμωρίαν. τὰ ἴσα δ' αὐτῷ ὑπιδόμενος Μάρκελλος παθεῖν, καινοτέραν ἐξεῦρε τῇ πλάνῃ μηχανήν, θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον ἕνα μὲν εἶναι ὁριζόμενος, δύο δ' αὐτῷ πατρὸς καὶ υἱοῦ χαριζόμενος ἐπηγορίας. οὐ μὴν ἔλαθεν
1.14.4
οὐδ' ἐξέφυγεν, ὀψέ ποτε φωραθεὶς τοῖς αὐτὸς αὐτοῦ δικτύοις· πλὴν καὶ πρὶν ἁλῶναι συνειδήσει πληττόμενος εἰς ἀποσκευὴν τῆς ὑπονοίας βλασφημεῖν ὥρμητο τὸν Σαβέλλιον.
1.15.1
ὅπως δὲ τὸν ἄνδρα διέβαλεν ὀνομαστὶ μνημονεύσας αὐτοῦ, ἐπάκουσον ταῦτα περὶ αὐτοῦ γράφοντος αὐταῖς συλλαβαῖς Σαβέλλιος γὰρ καὶ αὐτὸς τῆς ὀρθῆς ὀλισθήσας πίστεως οὔτε τὸν θεὸν ἀκριβῶς ἔγνω οὔτε τὸν ἅγιον αὐτοῦ λόγον. ὁ γὰρ μὴ τὸν λόγον γνοὺς ἠγνόησεν καὶ τὸν πατέρα. «οὐδεὶς» γὰρ «οἶδεν» φησὶν «τὸν πατέρα, εἰ μὴ ὁ υἱός», τουτέστιν ὁ λόγος· ὁ γὰρ λόγος δι' αὑτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν. οὕτω γὰρ καὶ πρὸς τοὺς οἰομένους τηνικαῦτα τῶν Ἰουδαίων εἰδέναι τὸν θεόν, ἀθετοῦντας δ' αὐτοῦ τὸν λόγον, δι' οὗ μόνου γινώσκεται ὁ θεός, ἔλεγεν «οὐδεὶς ἐπιγινώσκει τὸν πατέρα εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». ἐπειδὴ γὰρ ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεόν, διὰ τοῦ ἰδίου λόγου εἰδέναι αὐτὸν τοὺς ἀνθρώπους διδάσκει, ὥστε ἐσφάλη μὲν κἀκεῖνος μὴ τὸν πατέρα καὶ τὸν τούτου λόγον ἀκριβῶς γνούς.
1.15.2
ταῦτα Μάρκελλος ἔγραφεν, τῆς τοῦ Σαβελλίζειν ὑπονοίας καθαίρων ἑαυτὸν μέχρι φωνῆς καὶ λόγου· τῇ γε μὴν γνώμῃ καὶ τῇ πρὸς τὸν ἄνδρα ὁμοφροσύνῃ ἁλίσκεται τοῖς αὐτοῖς ἐκείνῳ περιπειρόμενος βέλεσιν, ὡς ἔμοιγε***** καὶ δι' εὐχῆς ὑπῆρξεν ἂν τὸ μὴ τοῖς αὐτοῖς αὐτὸν περιπεσεῖν· νυνὶ δὲ κάκιον ἢ ἐκεῖνος πλημμελῶν φαίνεται. ὁ μὲν γὰρ τάχα που σφαλλόμενος ἠγνόει· ὁ δ' ὁμολογῶν ἐσφάλθαι τὸν ἄνδρα, κἄπειτα αὑτὸν ὠθῶν ἐπὶ τὸν προφανῆ τῆς αὐτῆς δυσσεβείας κρημνόν, οὐδεμιᾶς γένοιτ' ἂν συγγνώμης ἄξιος. ἀλλὰ γὰρ διασκεψώμεθα τὰ λελεγμένα.
1.16.1
πρῶτον μὲν οὖν ὅτι μήτε τὸν Σαβέλλιον μήτε Ἰουδαίους ἐγνωκέναι τὸν θεὸν ἔφη τῷ μὴ τὸν λόγον ἐγνωκέναι αὐτούς, σκέψασθαι χρὴ ὁποῖον ὑποτίθεται λόγον· εἰ μὲν γὰρ τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, τὸν ὑφεστῶτα καὶ ζῶντα, ἀλλ' οὐδ' αὐτὸς τοῦτον ἔγνω. αὐτίκα δ' οὖν τοῦ σωτῆρος ἡμῶν διαφόρως μνημονεύσαντος τοῦ υἱοῦ καὶ πολλάκις μονογενῆ υἱὸν ἀνειπόντος καὶ μηδεπώποτε λόγον ἑαυτὸν ἀποκαλέσαντος, διὰ πάντων δὲ τῶν εὐαγγελίων υἱὸν θεοῦ εἶναι διδάξαντος ἐφ' ᾧ καὶ μακαρίζει τὸν Πέτρον εἰρηκότα «σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος», καὶ τὴν γνῶσιν αὐτῷ δι' ἀποκαλύψεως τοῦ πατρὸς γεγονέναι μαρτυρεῖ φήσας «μακάριος εἶ, Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέν σοι ἀλλ' ὁ πατήρ μου ὁ οὐράνιος», ὁ θαυμαστὸς οὗτος ὥσπερ βεβυσμένος τὰ ὦτα ταῦτα κατὰ λέξιν γράφει καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ παν ταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολο γίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ.
1.16.2
ὁρᾷς ὅπως υἱὸν μὲν αὐτὸν τοῦ θεοῦ ὁμολογεῖν οὐ τολμᾷ, ὡς ἂν μὴ ἐκπέσοι τοῦ Σαβελλίου δόγματος· υἱὸν δὲ ἀνθρώπου καλεῖ, δι' ἣν ἀνείληφεν σάρκα. καὶ λόγον δὲ δι' ὅλου τοῦ οἰκείου συγγράμματος ὀνομάζει συνεχῶς ἐπισημαινόμενος, ὡς οὐδὲν ἕτερον ἦν ἢ
1.16.3
λόγος. καὶ ἐν οἷς δ' οὖν τὸν Σαβέλλιον καταμέμφεται, παρατίθεται μὲν τὰς τοῦ σωτῆρος φωνάς, δι' ὧν ἔφη «οὐδεὶς ἔγνω τὸν πατέρα
1.16.4
εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ», ὥσπερ δὲ ἐπανορθούμενος αὐτὰς ἀντὶ τοῦ υἱοῦ λόγον αὖθις ὀνομάζει, ὧδε λέγων «οὐδεὶς» γὰρ «οἶδεν» φησὶν «τὸν πατέρα εἰ μὴ ὁ υἱός», τουτέστιν ὁ λόγος, καὶ ἐπιφέρει ὁ γὰρ λόγος δι' ἑαυτοῦ τὴν τοῦ πατρὸς παρέχει γνῶσιν, καὶ προστίθησιν ἀδύνατον ἦν ἑτέρως γνῶναι τὸν θεὸν ἢ διὰ τοῦ ἰδίου λόγου καὶ αὖθις λόγον ἀντὶ τοῦ υἱοῦ τίθησιν καὶ τὸν ἴδιον αὐτοῦ λόγον ἀποκαλεῖ· καὶ ἐν οὕτω βραχυτάτοις ῥήμασιν πολλάκις μὲν ἐμνημόνευσεν λόγου, υἱοῦ δὲ οὐδ' ἅπαξ. ἀλλὰ καὶ αὐτὴν τοῦ σωτῆρος
1.16.5
μεταποιεῖ τὴν ῥῆσιν, ἀντὶ τοῦ «ὁ υἱὸς» ἐπάγων τουτέστιν ὁ λόγος, ὡς οὐχὶ μᾶλλον τῆς τοῦ υἱοῦ σημασίας ἁρμοζούσης τῇ τοῦ πατρὸς ἐπηγορίᾳ· ὅθεν εἰκότως ὁ μὲν σωτὴρ προσφυῶς ἐφήρμοσεν τῇ τοῦ πατρὸς τὴν τοῦ υἱοῦ συζυγίαν, ὁ δὲ τὸν υἱὸν εἰπεῖν παραιτησάμενος ἄνω κάτω τὸν λόγον θρυλεῖ, καὶ Σαβελλίου μὲν κατηγορεῖ τὸν υἱὸν ἀρνουμένου, ταὐτὸν δὲ πράττων ἐκείνῳ σχηματίζεται, τῇ κατ' αὐτοῦ διαβολῇ τὴν τῆς κακοδοξίας ὑπόνοιαν ἐκκλίνειν οἰόμενος. εἰ μὲν οὖν τῷ Σαβελλίῳ μέμφεται τὸν υἱὸν τοῦ θεοῦ ἀρνουμένῳ, ἑαυτῷ πρότερον χρῆν μέμψασθαι· εἰ δὲ ὅτι ὃν αὐτὸς ὡρίζετο λόγον Σα
1.16.6
βέλλιος ἠγνόει, οὐκ ὀρθῶς τοῦτό γε ᾐτιᾶτο. οὔτε γὰρ Σαβέλλιον οὔτ' αὐτοὺς Ἰουδαίους, τοὺς τὸν Χριστὸν τοῦ θεοῦ ἀρνουμένους, ὅν φησιν Μάρκελλος ἐν τῷ θεῷ εἶναι λόγον, δι' οὗ Μωσεῖ καὶ τοῖς προφήταις κεχρημάτικεν, ἀγνοῆσαι, τοῦτον δὲ ἀκριβῶς εἰδέναι καὶ ὁ πᾶς εἴποι ἂν οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ Ἑλλήνων. λογικὸν γὰρ τίς οὐκ ἂν ὁμολογήσειεν εἶναι τὸν θεόν, ὡς καὶ σοφὸν καὶ ἀγαθὸν καὶ δυνατόν; Σαβέλλιος τοῦτο μὲν οὐκ ἂν ἀρνηθείη εἰδέναι· ὅτι δὲ μὴ καὶ υἱὸν τοῦ θεοῦ ζῶντα καὶ ὑφεστῶτα ὄντα τε
1.16.7
καὶ προόντα τῆς σαρκὸς ὡμολόγει, ταύτης ἕνεκα τῆς πρὸς Μάρκελλον συμφωνίας ὁμοίως αὐτῷ τῆς τοῦ θεοῦ ἐκκλησίας ἠλάθη. πῶς δὲ τὰ ἴσα Μάρκελλος τῷ Σαβελλίῳ ἐφρόνει, δῆλος ἂν εἴη ἐξ ὧν ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν αὐτοῦ λόγον διεστείλατο, ποτὲ μὲν αὐτοῖς ῥήμασιν εἰπὼν
1.17.1
εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· ποτὲ δὲ παραβάλλων τῷ ἀνθρωπείῳ λόγῳ τὸν τοῦ θεοῦ καὶ ἐπιλέγων ἓν καὶ ταὐτὸν εἶναι τῷ ἀνθρώπῳ τὸν ἐν αὐτῷ λόγον, οὐδενὶ χωριζόμενον ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ. διόπερ ποτὲ μὲν ἀπεφαίνετο πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ, καὶ πάλιν αὐτοῖς ῥήμασιν ἔλεγεν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου·
1.17.2
ποτὲ δὲ τῷ ἡμετέρῳ σημαντικῷ λόγῳ τὸν τοῦ θεοῦ παρέβαλλεν, ἐν οἷς ὧδε ἔγραφεν ὥσπερ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται. καὶ δὴ λόγον σημαντικὸν ἐν τούτοις αὐτὸν ἀνειπών, προϊὼν ἑξῆς ἀχώριστον αὐτὸν τῇ ὑποστάσει ἓν καὶ ταὐτὸν εἶναι τῷ πατρὶ παρίστησιν, ὧδέ πη λέγων τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ
1.17.3
τινος καὶ ταπεινοῦ καθ' ἡμᾶς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν. ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργείᾳ. καὶ αὖθις τῇ αὐτῇ κέχρηται εἰκόνι ἐν οἷς φησιν πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ' ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.
1.17.4
ταῦτα οὐ μᾶλλον Μαρκέλλου ἢ Σαβελλίου λέγοντος ἀκούειν προσήκει νομίζειν, εἰ μὴ ἄρα τοῦτ' ἐπισκώπτοι Σαβελλίῳ Μάρκελλος, ὅτι μὴ ἀναιδῶς τὸν ἐν τῷ θεῷ σημαντικὸν λόγον, ὡς αὐτὸς οἴεται, υἱὸν ἐτόλμα ὀνομάζειν. οὐ γὰρ αὖ τοσαύτη αὐτῷ λογισμοῦ παρῆν ἄνοια, ὡς λόγον ὁμοίως ἀνθρώποις καὶ τῷ ἐπὶ πάντων διδόναι θεῷ, οὐδ' οὕτως ἠλίθιος ἦν, ὡς τὸν μὴ ὑφεστῶτα λόγον υἱὸν θεοῦ καλεῖν.
1.17.5
διόπερ Σαβέλλιος ἕνα θεὸν εἰπών, τὸν δ' υἱὸν ἀρνησάμενος, ἑπομένως τῇ αὐτῷ δοθείσῃ ὑποθέσει τὸν αὐτὸν πατέρα εἶναι καὶ υἱὸν ἔφασκεν· Μάρκελλος δ' ὁμοίως ἐκείνῳ ἓν καὶ ταὐτὸν εἶναι τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον διδούς, μάτην ἐσφάλθαι τὸν Σαβέλλιον, οὐχὶ δὲ καὶ
1.17.6
ἑαυτὸν ὁμολογεῖ. ἢ γὰρ κἀκεῖνον ἀποδέχεσθαι χρῆν, ἢ καὶ αὑτὸν μέμφεσθαι ἢ μεμφόμενον ἐκεῖνον τὴν ὁμοίαν αὐτῷ κακοδοξίαν ἐκτρέπεσθαι, καὶ μὴ ἀνδριαντοποιοῦ δίκην ὑποτίθεσθαι τὸν θεὸν τῇ ἑαυτοῦ ἐνθυμήσει καὶ τῷ ἰδίῳ λογισμῷ προσδιαλεγόμενον αὐτόν τε ἑαυτῷ παρακελευόμενον λέγειν· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀν
1.17.7
δρίαντα οὕτω γὰρ καὶ τὸν θεὸν εἰρηκέναι τὸ «ποιήσωμεν ἄνθρωπον» ἔφη, μηδὲ ποτὲ μὲν ἐνδιάθετον ὡς ἐπ' ἀνθρώπῳ λόγον ποτὲ δὲ σημαντικὸν ὡς τὸν ἐν ἡμῖν προφορικὸν καὶ ἐν τῷ θεῷ ὑποτίθεσθαι. ταῦτα γὰρ Σαβελλίου ἢ Ἰουδαίων τινὸς τῶν τὸν υἱὸν τοῦ θεοῦ ἀπαρακαλύπτως ἀρνουμένων ἀνεκτὸν ἦν μᾶλλον ἢ Χριστιανοῦ λέ
1.17.8
γοντος ἀκούειν. ὁ δ' ὥσπερ ἐγκαλλωπιζόμενος τῇ Ἰουδαϊκῇ διδασκαλίᾳ τῇ ἐκκλησίᾳ τοῦ Χριστοῦ περὶ τοῦ μὴ εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸ δυσσεβὲς τουτὶ καὶ ἄθεον εἰσάγει δόγμα, πρὸ τοῦ τὸν κόσμον γενέσθαι μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου δι' ὅλου τοῦ πονηθέντος αὐτῷ συγγράμματος κατασκευάζων, ἵν' ἀποκλείσῃ τῷ υἱῷ τὴν πάρ
1.17.9
οδον. ἀλλὰ καὶ σεμνύνεται αὐχῶν ἕνα θεὸν εἰδέναι· ὡς οὐχὶ καὶ ἡμῶν τοῦτο λεγόντων, τὸν υἱὸν τοῦ θεοῦ ἀληθῶς υἱὸν εἶναι παραδεδεγμένων, παρ' αὐτοῦ τε μεμαθηκότων ἕνα γνωρίζειν θεόν, αὐτόν τε εἶναι θεὸν ὁμοῦ καὶ πατέρα υἱοῦ τοῦ μονογενοῦς, ἑαυτοῦ δηλαδὴ ὄντος ἀληθῶς υἱοῦ πρὸ πάντων αἰώνων ἐξ αὐτοῦ γεγεννημένου, καὶ οὐ μόνον λόγου κεκλημένου πρὸ τῆς ἀναλήψεως τῆς σαρκός, ὅπερ ὁ γενναῖος διορίζεται, ἀλλὰ καὶ μυρία ἕτερα· ὁ δὲ κἀν τούτῳ τῆς θείας γραφῆς καταψεύδεται, πρὸ τῆς ἐνσάρκου παρουσίας μηδὲν ἕτερον κεκλῆσθαι αὐτὸν ἀπισχυριζόμενος ἢ λόγον.
1.18.1
ἐπάκουσον γοῦν, ὡς διαβεβαιοῦται, αὐτοῖς ῥήμασιν τοῦτον γράφων τὸν τρόπον ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ' ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ εὐαγγελίου εἴρηκεν. ἐπειδὴ γὰρ τὴν μετὰ τὴν τῆς σαρκὸς ἀνάληψιν Χριστός τε καὶ Ἰησοῦς κηρύττεται, ζωή τε καὶ ὁδὸς καὶ ἡμέρα καὶ ἀνάστασις καὶ θύρα καὶ ἄρτος καὶ εἴ τι ἕτερον ὑπὸ τῶν θείων ὀνομάζοιτο γραφῶν, οὐ παρὰ τοῦτο ἀγνοεῖν ἡμᾶς προσήκει τὸ πρῶτον ὄνομα, ὅτι λόγος ἦν. διὰ τοῦτο γὰρ καὶ ὁ ἁγιώτατος εὐαγγε λιστὴς καὶ μαθητὴς τοῦ κυρίου, σφόδρα ἐγρηγορὼς τῷ πνεύματι, τῆς ἄνωθεν μνημονεύων ἀρχῆς καὶ μηδενὸς νεωτέρου, «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἔφη «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», ἵνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ' ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα καὶ οἰκο νομίας.
1.18.2
καὶ ἑξῆς ἐπιλέγει οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρω πίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν «ἐπ' ἐσχάτων τῶν ἡμε ρῶν», ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ τὸ γεννηθὲν ἐκ τῆς ἁγίας παρθένου; οὐδὲν ἕτερον ἢ λόγος. καὶ πάλιν ἐπιφέρει πρότερον γάρ, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος.
1.18.3
καὶ προστίθησιν αὖθις φάσκων ὁ μὲν γὰρ λόγος «ἐν ἀρχῇ ἦν», μηδὲν ἕτερον ὢν ἢ λόγος· ὁ δὲ τῷ λόγῳ ἑνωθεὶς ἄνθρωπος, οὐκ ὢν πρότερον, γέγονεν ἄνθρωπος, ὡς διδάσκει ἡμᾶς Ἰωάννης· «καὶ ὁ λόγος σὰρξ ἐγένετο».
1.18.4
διὰ τοῦτο τοίνυν τοῦ λόγου μνημονεύων φαίνεται μόνου. εἴτε γὰρ Ἰησοῦ εἴτε Χριστοῦ ὀνόματος μνημονεύοι ἡ θεία γραφή, τὸν μετὰ τὸν τῆς ἀνθρωπίνης ὄντα σαρκὸς τοῦ θεοῦ λόγον ὀνομά ζειν φαίνεται. εἰ δέ τις καὶ πρὸ τῆς νέας διαθήκης τὸ τοῦ Χριστοῦ ἢ Ἰησοῦ ὄνομα ἐπὶ τοῦ λόγου μόνου δεικνύναι δύνασθαι ἐπαγγέλλοιτο, εὑρήσει τοῦτο προφητικῶς εἰρημένον. καὶ μεθ' ἕτερα ἐπάγει λέγων εἰκότως οὖν πρὸ τῆς καθόδου τοῦτο ἦν, ὅπερ πολλάκις ἔφαμεν, λόγος· μετὰ δὲ τὴν κάθοδον καὶ τὴν τῆς σαρκὸς ἀνά ληψιν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετύχηκεν. ταῦτα μὲν οὖν δι' ὧν Μάρκελλος ἁλίσκεται τὸν μὲν υἱὸν τοῦ θεοῦ τὸν ὄντα καὶ ζῶντα καὶ ἀληθῶς υἱὸν ὄντα ἀρνούμενος, λόγον δὲ
1.18.5
ψιλὸν εἰσάγων. δέδεικται δὲ διὰ τῶν ἔμπροσθεν παρατεθεισῶν αὐτοῦ φωνῶν καὶ ὁποῖον αὐτὸν εἶναι λόγον ὑπετίθετο, παραδείγματι χρώμενος τῷ ἀνθρωπείῳ λόγῳ ἕν τε καὶ ταὐτὸν εἶναι λέγων αὐτὸν τῷ θεῷ. καὶ δὴ ταύτην ἀρχὴν ὑποστησάμενος, ἀκολούθως ἐκ τῆς δοθείσης αὐτῷ ὑποθέσεως ἐπὶ τὸ καταψεύδεσθαι τῆς θεοπνεύστου γραφῆς διαστρόφους τε αὐτῆς ποιεῖσθαι τὰς ἑρμηνείας προῆλθεν.
1.19.1
ὧν βραχείας ἐπὶ τοῦ παρόντος καλῶς ἔχειν ἐφάνη μοι διασκέψασθαι, τοῖς τε ἀγνοοῦσιν ἐπιδεῖξαι, ὡς οὐδεμία μὲν αὐτῷ νεωτερίζοντι καὶ τῆς ὑγιοῦς ἐκτρεπομένῳ πίστεως συνᾴδει γραφή, τοὐναντίον δὲ πᾶσαι ἀντιφθέγγονται καὶ ἀντιμαρτυροῦσιν ταῖς οὐκ ὀρθῶς αὐτῷ παραληφθείσαις διηγήσεσιν. ὅπερ ἐχρῆν μάλιστα τοῖς τὸν ἄνδρα τιμῶσιν ἐνδείξασθαι, μήποτ' ἄρα τις αὐτῶν ἀπειρίᾳ τῶν θείων ἀναγνωσμάτων τυγχάνειν αὐτὸν τοῦ τῆς ἀληθείας σκοποῦ
1.19.2
νομίσειεν. καὶ δὴ τοῦτο πρῶτον διασκοπητέον, ὃ δὴ καὶ πρῶτον τετόλμηκεν ἀποφήνασθαι, πρὶν τεχθῆναι διὰ τῆς παρθένου τὸν υἱὸν τοῦ θεοῦ μὴ κεκλῆσθαι ἑτέρῳ ὀνόματι ἢ λόγον. μήτε γὰρ εἶναι αὐτόν τι πρὸ τῆς ἐνσάρκου παρουσίας ἢ λόγον, μήτ' ὠνομάσθαι ἑτέρως εἰ μὴ ἄρα προφητικῶς, λόγον γὰρ εἶναί τε καὶ ὠνομάσθαι καὶ οὐδὲν ἕτερον φάσκει, μετὰ δὲ τὴν ἔνσαρκον παρουσίαν διαφόρων καὶ τῶν ἐπηγοριῶν τετυχηκέναι.
1.20.1
τοῦτο δὴ οὖν πρῶτον δεικτέον ἀμαθῶς καὶ τῶν θείων γραφῶν ἀνεπιστημόνως αὐτὸν ἀποφηνάμενον. αʹ. πρῶτος μὲν γὰρ αὐτὸς ὁ θεῖος εὐαγγελιστὴς Ἰωάννης, ὁ δὴ λόγον αὐτὸν ἀνειπών, βʹ. οὐκ εἰς μακρὸν ἀλλ' εὐθὺς καὶ παρὰ πόδα θεὸν αὐτὸν ὠνόμασεν φήσας «καὶ θεὸς ἦν ὁ λόγος». δυνάμενος γοῦν εἰπεῖν· καὶ θεοῦ ἦν ὁ λόγος, τοῦτο μὲν οὐκ ἔφη, ὡς ἂν μή τις αὐτὸν τῷ παρὰ ἀνθρώποις ὅμοιον εἶναι φήσειεν, θεὸν δὲ αὐτὸν καλεῖ, τὸ ὑπερφυὲς τοῦ περὶ αὐτὸν θεοπρεποῦς ἀξιώματος οὕτω δεικνύς.
1.20.2
γʹ. μεταβὰς δὲ ἐφ' ἑτέραν ἐπίνοιαν τῆς περὶ αὐτοῦ δοξολογίας φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν αὐτὸν τῆς τοῦ σώματος ἀναλή
1.20.3
ψεως κατὰ τοῦτο αὐτὸ δηλώσας, ἐν οἷς περὶ τοῦ βαπτιστοῦ φησιν «οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ὃ φωτίζει πάντα. ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ
1.20.4
ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον». ὁρᾷς ὅπως τούτοις οὐ λόγον μόνον, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλὰ καὶ θεὸν καὶ φῶς αὐτὸν ὠνόμασεν, προϋπάρχειν τε αὐτὸν ἐδίδαξεν καὶ τὸν κόσμον δι' αὐτοῦ γεγονέναι. ὥσπερ γὰρ διὰ τοῦ θεοῦ λόγου γεγενῆσθαι τὰ πάντα καὶ «χωρὶς αὐτοῦ» γενέσθαι οὐδὲν προειρήκει, οὕτως καὶ διὰ τοῦ φωτός·
1.20.5
«ὁ» γὰρ «κόσμος» φησὶν «δι' αὐτοῦ ἐγένετο». ὡς εἶναι ἓν καὶ ταὐτὸν τὸ φῶς καὶ τὸν θεὸν λόγον. λέγων δὲ δι' αὐτοῦ γεγενῆσθαι ποτὲ μὲν τὸν κόσμον ποτὲ δὲ τὰ πάντα τὸ ὑπηρετικὸν τοῦ θεοῦ παρίστησιν. δυνάμενος γοῦν ὁ εὐαγγελιστὴς εἰπεῖν· πάντα ὑπ' αὐτοῦ ἐγένετο, καὶ αὖθις· καὶ ὁ κόσμος ὑπ' αὐτοῦ ἐγένετο, οὐχ ὑπ' αὐτοῦ ἔφη ἀλλὰ «δι' αὐτοῦ» ἦν, ἵν' ἡμᾶς ἀναπέμψῃ ἐπὶ τὴν τῶν ὅλων
1.20.6
ποιητικὴν τοῦ πατρὸς αὐθεντίαν. ἀλλὰ καὶ «ὁ κόσμος» φησὶν «αὐτὸν οὐκ ἔγνω». τὸν δὲ ἐπὶ πάντων θεὸν φυσικαῖς ἐννοίαις ἅπαντες ὁμολογοῦσιν ἄνθρωποι, καὶ πρῶτοί γε Ἰουδαίων παῖδες ἐκ τῶν προφητικῶν γραφῶν χειραγωγούμενοι, ὡς καὶ αὐτὸς παρίστη Μάρκελλος
1.20.7
ἐν τοῖς ἑξῆς προϊών. οὐκοῦν ἕτερος ἦν οὗτος, ὃν «ὁ κόσμος» «οὐκ ἔγνω», θεὸς καὶ λόγος, φῶς ὑπάρχων τε καὶ ὠνομασμένος. φῶς δὲ οὐκ αἰσθητὸν οὐδὲ σαρκῶν ὀφθαλμοὺς ὁμοίως ἡλίῳ φωτίζον. οὕτω γὰρ ἂν καὶ ἡ τῶν ἀλόγων ζῴων φύσις μετεῖχεν αὐτοῦ. νυνὶ δὲ διδάσκει ὁποῖον ἦν φῶς, λέγων «ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». μόνον ἄρα ἦν ἀνθρώπων τὸ
1.20.8
λογικὸν τοῦτο φῶς. διὸ δυνάμει νοερᾷ καὶ λογικῇ τὰς «κατ' εἰκόνα» τὴν αὐτοῦ «καὶ ὁμοίωσιν» πεποιημένας ψυχὰς νοερὰς καὶ λογικὰς ἀπειργάζετο. ὡς δὲ οὐκ αἰσθητὸν ἐτύγχανεν φῶς, οὕτως οὐδὲ τὸ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὁ θεός, ἦν. «ὁ» γὰρ «θεὸς φῶς ἐστιν καὶ σκοτία οὐκ ἔστιν ἐν αὐτῷ οὐδεμία». καὶ γὰρ ὁ μὲν φῶς ἀπρόσιτον ἦν, ὡς ὁ θεῖος ἀπόστολος διδάσκει λέγων «φῶς οἰκῶν ἀπρόσ
1.20.9
ιτον, ὃν εἶδεν οὐδεὶς οὐδὲ ἰδεῖν δύναται»· ὁ δ' «ἐν τῷ κόσμῳ ἦν», «φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον». ἀλλὰ καὶ ὁ κόσμος, φησίν, διὰ τοῦδε τοῦ φωτὸς γέγονεν, τοῦ κρείττονος, δηλαδὴ τοῦ πατρός, διὰ τοῦ υἱοῦ τὸ πᾶν συνισταμένου. τρεῖς μὲν δὴ αὗται κατὰ τὸ αὐτὸ τῶν τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεων εὔφημοι καὶ εὐσεβεῖς ἐπηγορίαι τῷ θεολόγῳ τῆς γραφῆς ἀρχομένῳ παρελήφθησαν· ὁ λόγος καὶ ὁ θεὸς καὶ τὸ φῶς.
1.20.10
δʹ. ἤδη δὲ καὶ τετάρτην προστίθησιν ὁ αὐτός, μονογενῆ τὸν αὐτὸν ἀποκαλῶν ἐν οἷς φησιν «καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας». οὐκοῦν καὶ ὁ μονογενὴς τοῦ θεοῦ πρὶν τὴν σάρκα ἀναλαβεῖν ἐχρημάτιζεν. εἰ γὰρ καὶ τὰ μάλιστα, φησίν, δι' ἡμᾶς «ὁ λόγος σὰρξ ἐγένετο», ἀλλ' ὅμως ἡμεῖς, οἷς κατηξίωσεν ἐνδείξασθαι τὴν ἑαυτοῦ θεότητα, οὐκ εἰς τὴν σάρκα ἀφορῶντες, αὕτη γὰρ «μορφὴ δούλου» ἦν ἀλλ' εἰς τὴν δόξαν αὐτοῦ τὴν ἐκτὸς τοῦ σώματος νῷ καθαρῷ θεωρουμένην, «ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ», δόξαν ἄρρητον καὶ πάντα θνητῶν λογισμὸν ὑπερβαίνουσαν, ὁποίαν ἄν τις ἐννοήσειεν «δόξαν» υἱοῦ θεοῦ
1.20.11
«μονογενοῦς». ἦν δὲ αὕτη «παρὰ τοῦ πατρὸς» δόξα. ὁρᾷς ὅπως οὐκ εἶπεν· «καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς» λόγου, καίτοι προειπὼν «ὁ λόγος σὰρξ ἐγένετο», ἀλλ' ἵνα διδάξῃ ὁποῖον αὐτὸν ὑπεστήσατο λόγον ὅτι μὴ σημαντικόν· πῶς γὰρ καὶ οἷόν τε ἦν τὸν τοιοῦτον σάρκα γενέσθαι;, ἀναγκαίως μονογενῆ αὐτὸν προσεῖπεν.
1.20.12
καὶ τὴν δόξαν αὐτοῦ ταύτην εἶναι διδάσκει, καθ' ἣν νοεῖται μονογενὴς τοῦ θεοῦ υἱός. ὑπάρχειν τε αὐτῷ φησιν τὴν δόξαν οὐκ ἄλλοθεν ἢ παρὰ τοῦ πατρός· οὐ γὰρ ἀγένητον οὐδὲ ἄναρχον οὐδὲ ἰδιόκτητον εἶχε τὴν δόξαν, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών. ὃ δὴ καὶ αὐτὸς παρίστη λέγων «πάτερ δόξασόν με τῇ δόξῃ ᾗ εἶχον πρὸ τοῦ τὸν
1.20.13
κόσμον εἶναι παρά σοι». ὃν καὶ ἀμείβεται λέγων ὁ πατὴρ «καὶ ἐδόξασα καὶ πάλιν δοξάσω». καὶ ἔτι μᾶλλον τὴν ὑπόστασιν αὐτοῦ συνίστησιν ὁ αὐτὸς εὐαγγελιστὴς ἐπιφέρων «Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. ὅτι ἐκ τοῦ πληρώματος
1.20.14
αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν». ἀλλὰ βοῶντος Ἰωάννου ὅτι «πρῶτος ἦν» αὐτοῦ, οὐκ ἀκούει ὁ νέος Σαβέλλιος. καίτοι κατὰ σάρκα προῆγεν τοῦ σωτῆρος τὴν γένεσιν ὁ βαπτιστὴς Ἰωάννης· πῶς οὖν μαρτύρεται, ὅτι πρῶτος αὐτοῦ γέγονεν; τῇ μὲν γὰρ κατὰ σάρκα γενέσει οὐκ ἦν
1.20.15
πρῶτος αὐτοῦ ὁ σωτήρ· οὐκοῦν καθ' ὃ μονογενὴς ἦν τοῦ θεοῦ «πρῶτος» ἦν Ἰωάννου καὶ «ἔμπροσθεν» αὐτοῦ «γέγονεν». ἆρ' οὖν ἐπιδέχεται ταῦτα ἐπὶ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων ἀναφέρεσθαι, ἢ ἐπὶ ἀνούσιον καὶ ἀνυπόστατον ἐν τῷ θεῷ λόγον τὸν αὐτὸν ὄντα τῷ θεῷ; καὶ πῶς ἂν εἴη δυνατὸν περὶ τοῦ μὴ ὑφεστῶτος λόγου λέγεσθαι τὸ «ἔμπροσθέν μου γέγονεν»; τίς δ' οὕτως ἂν μανείη, ὡς νομίσαι Ἰωάννην τὸν βαπτιστὴν περὶ τοῦ θεοῦ τῶν ὅλων εἰρηκέναι τὸ «ἔμπροσθέν μου γέγονεν» καὶ «ὅτι πρῶτός μου ἦν»;
1.20.16
οὐκοῦν δέδεικται διὰ τούτων προϋπάρχων τῆς Ἰωάννου γενέσεως ὁ θεολογούμενος καὶ ἔμπροσθεν αὐτοῦ γεγονώς, συνέστη τε οὐ μόνον λόγος ἀλλὰ καὶ θεὸς καὶ φῶς καὶ μονογενὴς πρὸ τῆς ἐνσάρκου παρουσίας ὑπάρχων τε καὶ ὠνομασμένος. εʹ. τούτων δὲ πόθεν ἡ γνῶσις τῷ εὐαγγελιστῇ, αὐτὸς δηλώσει λέγων ἑξῆς «ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο». ὁρᾷς παρὰ τίνος μεμάθηκεν τοῦ υἱοῦ τὴν θεο
1.20.17
λογίαν. οὐ γὰρ Μωσῆς φησιν οὐδὲ προφητῶν τις τῶν μετὰ Μωσέα οὐδέ γε ἀγγέλων τις ἢ τῶν κρειττόνων δυνάμεων, ἀλλ' αὐτὸς «ὁ μονογενὴς υἱὸς τοῦτ' ἐξηγήσατο». οὐκοῦν ὁ μὲν ἀόρατος θεὸς οὐκ ἐξηγήσατο, ὁ δὲ μονογενὴς υἱὸς ὁρατὸς γενόμενος τὴν περὶ τοῦ πατρὸς ἀνθρώποις ἐξήγησιν ἐποιήσατο, ἕτερος ὢν δηλαδὴ παρὰ τὸν ἀόρατον θεόν. ἀλλὰ καὶ προϋπάρχων ἦν οὐκ ἐν τῇ διανοίᾳ τοῦ πατρός, ὡς ἐδόκει Μαρκέλλῳ, ἀλλ' ἐν τοῖς κόλποις αὐτοῦ· ὥσπερ δὴ ἡμῖν ἐπήγγελται ὁ σωτὴρ εἰς κόλπους Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ διαναπαύσασθαι, οὕτως καὶ ὁ υἱὸς «εἰς τὸν κόλπον» ἦν «τοῦ πατρός», οὐχ εἷς καὶ ὁ αὐτὸς ὢν τῷ πατρί, ἐπεὶ μηδὲ ἡμεῖς οἱ αὐτοὶ
1.20.18
ἐσόμεθα τοῖς ἁγίοις πατράσιν. ἀλλὰ γὰρ ἐπὶ τούτοις τήρει, ὅπως μετὰ τὸ ἅπαξ ὀνομάσαι λόγον καὶ θεὸν τὸν αὐτὸν ἀνειπεῖν καὶ φῶς ἀποκαλέσαι καὶ μονογενῆ φάναι καὶ υἱὸν θεοῦ ὁμολογῆσαι, οὐκέτι λόγον ὀνομάζει, ἀλλὰ καὶ αὐτὸν λοιπὸν ἱστορεῖ τὸν σωτῆρα οὐ λόγον ἑαυτὸν ἀποκαλοῦντα, ἀλλὰ υἱὸν καὶ μονογενῆ καὶ φῶς καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἄλλα μυρία, ὥσπερ οὖν ἀκοῦσαι πάρεστιν αὐτοῦ ὧδέ πη διδάσκοντος «οὕτως γὰρ ἠγάπησεν ὁ θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπόληται», καὶ πάλιν «οὐ γὰρ ἀπέστειλεν ὁ θεὸς τὸν υἱὸν εἰς τὸν
1.20.19
κόσμον, ἵνα κρίνῃ τὸν κόσμον», καὶ αὖθις «ὁ δὲ μὴ πιστεύων ἤδη κέκριται, ὅτι οὐ πεπίστευκεν εἰς τὸ ὄνομα τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ». καὶ ἐνταῦθα πάλιν ὁ μὲν θεὸς ἐδίδου καὶ «ἀπέστελλεν τὸν υἱὸν σωτῆρα τοῦ κόσμου», ὁ δὲ ἀπεστέλλετο ἕτερος ὢν δηλαδὴ παρὰ τὸν ἀποστέλλοντα. διό μοι δοκεῖ διὰ τῶν ἑξῆς ὡς πρὸς αὐτὸν Μάρκελλον καὶ πρὸς τοὺς διαφθονουμένους τῇ τοῦ υἱοῦ φύσει ἀναγεγράφθαι αὐτὸς ὁ σωτὴρ ἡμῶν εἰρηκὼς «οὐκ ἔστιν γεγραμμένον ἐν
1.20.20
τῷ νόμῳ ὅτι ἐγὼ εἶπα· θεοί ἐστε; εἰ ἐκείνους εἶπεν θεοὺς πρὸς οὓς ὁ λόγος ἐγένετο τοῦ θεοῦ, καὶ οὐ δύναται λυθῆναι ἡ γραφή, ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον ὑμεῖς λέγετε ὅτι βλασφημεῖς, ὅτι εἶπον· υἱὸς τοῦ θεοῦ εἰμί». ἀκούεις ὁσάκις αὐτὸς ὁ σωτὴρ ἑαυτὸν οὐ λόγον, ἀλλὰ υἱὸν ὠνόμασεν καὶ μονογενῆ προσεῖπεν,
1.20.21
ὅπως δὲ ἀπεστάλθαι ἑαυτὸν καὶ ἡγιάσθαι πρὸ τοῦ ἀποσταλῆναι ὑπὸ τοῦ πατρὸς ἐδίδασκεν, καὶ ὡς τοὺς ὀκνοῦντας υἱὸν αὐτὸν ὁμολογεῖν τοῦ θεοῦ δυσωπεῖ διδάσκων ἐκ τῆς θείας γραφῆς ὡς οὐ μόνον υἱοὶ θεοῦ ἀλλὰ καὶ θεοὶ θνητοὶ τὴν φύσιν ἄνδρες ἐκλήθησαν· διὸ μὴ χρῆναι νομίζειν βλάσφημον εἶναι τὸ καὶ υἱὸν θεοῦ καὶ θεὸν ὁμολο
1.20.22
γεῖν «ὃν ὁ πατὴρ ἡγίασεν καὶ ἀπέστειλεν εἰς τὸν κόσμον». τί οὖν ἐχρῆν παθεῖν τὸν μετὰ τὰς τοσαύτας φωνὰς τολμήσαντα φάναι λόγον εἶναι αὐτὸν καὶ οὐδὲν ἕτερον, αὐτολεξεί τε εἰρηκότα καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ αὑτὸν ὀνομάζει, ἀλλὰ παντα χοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμολογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ. ταῦτα γὰρ Μάρκελλος εἰπὼν οὐκ οἶδ' ὅπως ὁποίοις ὀφθαλμοῖς οἷός τε ἦν ἀντιβλέπειν ἢ ποίοις χείλεσιν ἀντιφθέγγεσθαι ταῖς τοσαύταις
1.20.23
μαρτυρίαις. καὶ φῶς δὲ αὑτὸν εἶναι ὁ σωτὴρ παρίστη συμφώνως τοῖς περὶ τοῦ φωτὸς προαποδοθεῖσιν λέγων «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου», καὶ πάλιν «ἐγώ εἰμι τὸ φῶς, καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή», καὶ αὖθις «ὅτι τὸ φῶς ἐλήλυθεν εἰς τὸν κόσμον καὶ ἠγάπησαν οἱ
1.20.24
ἄνθρωποι μᾶλλον τὸ σκότος ἢ τὸ φῶς». καὶ εἴγε τις ἔροιτο, πόθεν ἐλήλυθεν, ἀποκρινεῖται ὁ εἰπὼν «ὁ ἄνωθεν ἐρχόμενος ἐπάνω πάντων ἐστίν» καὶ «ὁ ἐκ τοῦ οὐρανοῦ ἐρχόμενος ὃ ἑώρακεν καὶ ἤκουσεν μαρτυρεῖ»· τίς δ' ἦν «ὁ ἐρχόμενος ἐκ τοῦ οὐρανοῦ»; μήτι γε ἡ σὰρξ ἣν ἀνείληφεν ὁ σωτήρ; οὐδαμῶς. ἀλλ' αὐτός, δηλονότι τὸ φῶς καὶ ὁ λόγος καὶ ὁ θεὸς καὶ ὁ μονογενὴς καὶ ὁ υἱός, αὐτὸς ὢν ταῦτα πάντα, «ἃ ἑώρακεν» τοίνυν οὗτος «καὶ ἃ ἤκουσεν», φησίν,
1.20.25
«μαρτυρεῖ». οὐκοῦν καὶ ἑώρα καὶ ἤκουσεν πρὶν ἐπὶ γῆς ἐλθεῖν. τίνα δὲ ἑώρα ἢ τὸν πατέρα; τίνος δὲ ἤκουσεν ἢ τοῦ πατρός; οὕτω δὲ ἑαυτὸν οὐ λόγον σημαντικόν, ἀλλ' υἱὸν ἀληθῶς ζῶντα καὶ ὑφεστῶτα ἐδίδασκεν, ὡς λέγειν «ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ. ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον». πιστεύωμεν τοίνυν, ὅτι «τὸν υἱὸν» ἀγαπῶν «ὁ πατὴρ
1.20.26
πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ». ἐπιμελῶς δὲ προσεκτέον τῷ «πάντα», τῆς τῶν γενητῶν ἁπάντων ὑπάρξεως περιληπτικῷ ὄντι, δι' οὗ τὸ μέγεθος τῆς τοῦ υἱοῦ τοῦ θεοῦ δυνάμεως ἴδοι ἄν τις, ἐννοήσας ὅσῃ καὶ ὁποίᾳ χειρὶ παρὰ τοῦ πατρὸς ὑποδέδεκτο τὴν τῶν
1.20.27
ὄντων ἁπάντων ὕπαρξιν. εἰ γὰρ δὴ μέγας ὁ σύμπας οὐρανός τε καὶ κόσμος, καὶ τούτων ἔτι μακρῷ κρείττονα καὶ διαφέροντα τυγχάνει τὰ ἐπέκεινα τῶν ὁρωμένων ἐν ἀσωμάτοις καὶ ἀφθάρτοις νοεραῖς τε καὶ θείαις ὑφεστῶτα δυνάμεσιν, πάντα τε ὅσα τὸν ἡμέτερον διαδιδράσκοντα νοῦν τὴν ἡμετέραν γνῶσιν λανθάνει, τούτων ἁπάντων μία τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ χεὶρ περιδραττομένη τῆς ἀπειρο
1.20.28
μεγέθους αὐτοῦ δυνάμεως τὴν ἀρετὴν ἐπιδείκνυται. ὃ δὴ καὶ δι' ἑτέρας
1.20.29
πάλιν αὐτὸς ὁ υἱὸς παρίστη φωνῆς λέγων «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου». εἶθ', ὡς ἡμῶν ἀπορούντων, τίς ποτ' ἦν καὶ ὁπηλίκος ὁ τὴν τοσαύτην παρακαταθήκην ὑποδεδεγμένος, μὴ ζήτει, φησίν, μηδ' ἐρώτα. οὐ γὰρ ἔχει φύσιν ἀνθρώποις γνωρίζεσθαι, ἀλλ' οὐδὲ ταῖς κρείττοσιν καὶ θειοτέραις δυνάμεσιν ἡ ἀκριβὴς τοῦ υἱοῦ
1.20.29
τοῦ θεοῦ κατάληψις. διὸ προφήσας «πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου» ἐπήγαγεν «καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». σεσιγήσθω τοίνυν πᾶς ἀπόρρητος περὶ τοῦ υἱοῦ τοῦ θεοῦ λόγος, καὶ μόνῳ τῷ πατρὶ παραδεδόσθω ἡ τῆς ἐξ αὐτοῦ γενέσεως αὐτοῦ γνῶσις, μηδὲ περαιτέρω τις ζητῶν χωρείτω φύσεως πέρι καὶ οὐσίας ἀπορρήτου, μόνη δὲ ἡμῖν ἡ αὐτοῦ περὶ αὑτοῦ διδασκαλία τῇ τῆς πίστεως βεβαιούσθω χάριτι, σαφῶς πάντα αὐτῷ ὑπὸ τοῦ πατρὸς
1.20.30
παραδεδόσθαι παιδεύουσα. οὐκοῦν ὁ μὲν θεὸς ἐδίδου καὶ παρεδίδου ἐπὶ βελτιώσει καὶ ὠφελείᾳ, οἷα σωτῆρι καὶ ἰατρῷ καὶ κυβερνήτῃ τῶν ὅλων τὴν παράδοσιν ποιούμενος· ὁ δὲ υἱὸς ἐλάμβανεν καὶ οἷα πιστὸς παραθηκοφύλαξ τὴν δόσιν ὑπεῖχεν, οὐχ ὡς λόγος ἀνούσιος καὶ ἀνυπόστατος, ἀλλ' ὡς ἀληθῶς υἱὸς ὢν μονογενὴς καὶ ἀγαπητὸς τοῦ πατρός.
1.20.31
ζʹ. ἔτι πρὸς τούτοις καὶ ἄρτον ζωῆς αὐτὸς ἑαυτὸν ὠνόμαζεν λέγων «ἐγώ εἰμι ὁ ἄρτος τῆς ζωῆς», «ἐγώ εἰμι ὁ ἄρτος ὁ ζῶν ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». καὶ ὅπως ὑπῆρχε ζῶν, διεσάφει τρανότατα διαρθρῶν ἐν οἷς φησιν «καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ
1.20.32
ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ». τοῦτο δὲ καὶ ἐν ἑτέροις ἐδίδαξεν εἰπών «ὥσπερ γὰρ ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ, οὕτως καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ». ἄρ' οὖν καὶ ἄρτος ἦν ζωῆς καὶ ὑπῆρχεν ἐν τῷ οὐρανῷ τὰς ἀγγελικὰς δυνάμεις ἐπάρδων καὶ τρέφων τῇ τῆς θεότητος αὐτοῦ δυνάμει, καὶ τοσαῦτα ἦν πρὶν ἐπὶ γῆς ἐλθεῖν, υἱός τε ἦν ζωὴν ἔχων
1.20.33
«ἐν ἑαυτῷ», ὁμοίως τῷ πατρὶ ζωὴν ἔχοντι «ἐν ἑαυτῷ». τὸ γὰρ ἐξαίρετον καὶ ἰδιάζον τῆς τοῦ πατρὸς ἀγενήτου καὶ θεϊκῆς ζωῆς, δι' ἣν «μόνος ἔχειν ἀθανασίαν» κατὰ τὸν θεῖον ἀπόστολον εἴρηται, μόνος ἂν ἔχοι ὁ υἱός, ἅτε εἰκὼν τοῦ πατρὸς καὶ κατὰ τοῦτο τυγχάνων· ἔχει δὲ τὴν εἰρημένην ζωὴν οὐκ ἄναρχον οὐδὲ ἀγένητον οὐδὲ
1.20.34
ἰδιόκτητον ὁμοίως τῷ πατρί, ἀλλὰ παρὰ τοῦ πατρὸς λαβών. οὕτως γάρ φησιν «καὶ τῷ υἱῷ ἔδωκεν ζωὴν ἔχειν ἐν ἑαυτῷ, καθὼς ὁ πατὴρ ζωὴν ἔχει ἐν ἑαυτῷ». οὐκοῦν ὁ μὲν ἔδωκεν, ὁ δὲ εἴληφεν. καὶ μόνος τοῦτ' εἴληφεν τὸ γέρας, ὡς μὴ ἔξωθέν ποθεν αὐτῷ πορίζεσθαι ὁμοίως τοῖς λοιποῖς ζῶσιν τὴν ζωήν, ἀλλ' ἐν ἑαυτῷ πηγάζουσαν ἔχειν αὐτὴν κατὰ τὴν ἐν τῷ πατρί. διὸ πάντα μὲν τὰ τῆς ζωῆς μέτοχα ἐξ ἐπιχορηγίας τοῦ υἱοῦ ζῇ· μόνος δὲ αὐτὸς πηγάζουσαν ζωὴν ἔχει ἐν ἑαυτῷ, τοῦ πατρὸς αὐτῷ τοῦτο δωρησαμένου εἰς ἀπόλαυσιν
1.20.35
τῶν μελλόντων δι' αὐτοῦ ζωοποιεῖσθαι. ὃ δὴ καὶ αὐτὸς διδάσκει λέγων «καθὼς ἀπέστειλέν με ὁ ζῶν πατὴρ κἀγὼ ζῶ διὰ τὸν πατέρα, καὶ ὁ τρώγων με κἀκεῖνος ζήσει δι' ἐμέ. οὗτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς». ὁρᾷς ὅπως καὶ ἐν οὐρανῷ ὑπάρχων ἄρτος ἦν ζωῆς. διὸ λέλεκταί που «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος». καὶ πρὶν ἀπεστάλθαι ἄρα ὑπὸ τοῦ πατρὸς ἐν οὐρανῷ ἦν καὶ ἔζη διὰ
1.20.36
τὸν πατέρα, οὐχ ὡς λόγος σημαντικὸς οὐδ' ὡς ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ, ἀλλ' ὡς ὑφεστὼς καὶ ζωὴν ἰδίαν ἔχων, ἣν ὁ πατὴρ
1.20.37
αὐτῷ δέδωκεν. καὶ προϊὼν δὲ ἑξῆς τὸ ὑπερέχον τῆς τοῦ πατρὸς δόξης παριστὰς ἔλεγεν «καθὼς ἐδίδαξέν με ὁ πατήρ, ταῦτα λαλῶ. καὶ ὁ πέμψας με μετ' ἐμοῦ ἐστιν· οὐκ ἀφῆκέν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε». τήρει δὲ ἀκριβῶς, ὅπως εἴρηται
1.20.38
«πάντοτε». οὐ γὰρ νῦν, φησίν, ὅτε ἐπὶ γῆς ἀνθρώποις διὰ σαρκὸς ὁμιλῶ, τὰ ἀρεστὰ τῷ πατρὶ διαπράττομαι, ἀλλὰ καὶ πάντοτε. καὶ ταῦτα δὲ λαλεῖν μαρτύρεται, ἅπερ ὡς παρὰ διδασκάλου παρὰ τοῦ πατρὸς μεμάθηκεν· οὐκοῦν καὶ διδάσκαλον ἐπιγράφεται τὸν πατέρα, ἕτερος ὢν δηλαδὴ παρ' αὐτόν, εἴγε πᾶς ὅ τῳ μαθητευόμενος ἕτερος
1.20.39
τυγχάνει τοῦ διδάσκοντος. εἰ δ' ἐν τῷ θεῷ ἦν ὁ λόγος, δι' ὃν καὶ λογικὸς ἂν ῥηθείη, τῶν τοῦ πατρὸς νοημάτων σημαντικός τις ὤν, πῶς ἂν αὐτὸς ἑαυτοῦ γένοιτο διδάσκαλος; πῶς δ' ἀχώριστος ὢν τοῦ θεοῦ, ἑαυτὸν ἔλεγεν ἀπεστάλθαι; πῶς δὲ ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ θεῷ τὰ ἀρεστὰ πράττειν αὐτῷ διεμαρτύρετο; εἰ δὲ πρὸς ταῦτα λέγοι Μάρκελλος ἐν τῇ σαρκὶ ὄντα τὸν λόγον ταύτας εἰρηκέναι τὰς φωνάς, καὶ τί τοῦτο φήσομεν πρὸς τὸ μὴ ὁμολογεῖν υἱὸν αὐτὸν
1.20.40
εἶναι, ἀλλὰ λόγον μόνον; πῶς δ' ἐν τῇ σαρκὶ ἦν, ὅτε ταῦτ' ἔλεγεν; ἆρά γε ζῶν καὶ ὑφεστὼς καὶ τοῦ πατρὸς ὑπάρχων ἐκτός; καὶ τίς ἦν ὁ πατὴρ τότε, μὴ τὸν οἰκεῖον κεκτημένος ἐν αὑτῷ λόγον, ἀλλ' ὑφεστὼς ἄνευ λόγου; ἐνοικῶν δ' ἐν τῇ σαρκὶ ὁ λόγος, ὅτ' ἐπὶ γῆς ἐποιεῖτο τὰς διατριβάς, εἰ μὲν τοῦ πατρὸς ἐκτὸς ἦν, ζῶν καὶ ὑφεστὼς καὶ τὴν σάρκα κινῶν ψυχῆς δίκην, ἕτερος δηλαδὴ παρὰ τὸν πατέρα, καὶ δύο πάλιν ὑποστάσεις αὐτός τε καὶ ὁ πατὴρ ὑπῆρχον,
1.20.41
μάταιός τε πᾶς ὁ Μαρκέλλου πεφώραται πόνος οὐσιώδη λόγον ζῶντα καὶ ὑφεστῶτα τὸν ἐν τῇ σαρκὶ γενόμενον ὁριζομένου. εἰ δ' ἐκτὸς ὑπῆρχεν τοῦ θεοῦ ὁ ἐν τῷ σώματι κατοικῶν λόγος, ἥνωτο δὲ καὶ συνῆπτο τῷ θεῷ ὡς ἕν τε καὶ ταὐτὸν εἶναι αὐτῷ, ἐξ ἀνάγκης δώσει ἢ αὐτὸν εἶναι τὸν πατέρα ἐν τῇ σαρκί, ἢ τὸν υἱὸν ὑφεστῶτα καθ' ἑαυτὸν καὶ ἐνεργοῦντα ἐν τῷ σώματι, ἢ ψυχὴν ἀνθρώπου, ἢ εἰ μηδὲν τούτων, αὐτόματον κινεῖσθαι τὴν σάρκα, ἄψυχον
1.20.42
οὖσαν καὶ ἄλογον. εἰ μὲν οὖν τὸν πατέρα λέγοι, ἔσται ὁ πατὴρ αὐτῷ ὁ γεννηθεὶς καὶ παθὼν καὶ πᾶν ἔργον ἀνθρωποπαθὲς ὑπο μείνας, ὃ δὴ φθεγξάμενον τὸν Σαβέλλιον ἀσεβείας ἐγράψατο γραφὴν τοῦ θεοῦ ἡ ἐκκλησία. εἰ δὲ τὸν πατέρα λέγειν οὐ θεμιτὸν ἐνανθρωπήσαντα, τὸν υἱὸν ὁμολογεῖν ἀνάγκη αὐτῷ μαθητευομένους τοῦτο
1.20.43
διδάσκοντι. εἰ δὲ τοῦτον ἀρνοῖτο Μάρκελλος ὑφεστάναι, ὥρα ψιλὸν ἄνθρωπον αὐτὸν ὑποτίθεσθαι ἐκ σώματος καὶ ψυχῆς συνεστῶτα, ὡς μηδὲν τῆς κοινῆς ἀνθρώπων διαλλάττειν φύσεως. ἀλλὰ καὶ τοῦτο τῆς ἐκκλησίας ἀπελήλαται τὸ δόγμα· ὃ δὴ πάλαι μὲν Ἐβιωναῖοι νεωστὶ δὲ ὁ Σαμοσατεὺς καὶ οἱ ἐπίκλην ἐξ αὐτοῦ Παυλιανοὶ φρονή
1.20.44
σαντες δυσφήμων ὑπέμειναν δίκην. τί δὴ οὖν λείπεται μετὰ ταῦτα ἢ τὴν σάρκα μόνον εἰσάγειν δίχα παντὸς ἐνοίκου δίκην τῶν παρὰ τοῖς θαυματοποιοῖς αὐτομάτων κινουμένην; καὶ πῶς ἡ σὰρξ καὶ αὐτὸ καθ' ἑαυτὸ τὸ σῶμα δίχα τοῦ ἐνεργοῦντος εἶπεν ἂν «καθὼς ἐδίδαξέν με, ταῦτα λαλῶ»; πῶς δὲ ἡ σὰρξ εἶπεν ἂν «ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε»; πῶς δὲ ἡ σὰρξ ἀπεστάλθαι ἑαυτὴν παρὰ τοῦ πατρὸς ἔλεγεν; ἆρα δὲ πατέρα τῆς σαρκὸς τὸν θεὸν λέγειν ὅσιον, ἢ μᾶλλον τοῦ ἐν αὐτῇ κατοικοῦντός τε καὶ ἐνεργοῦντος; τίς οὖν ἦν οὗτος; πότερα ὁ ἐν τῷ θεῷ λόγος, αὐτὸς ὢν ὁ θεὸς κατὰ Σαβέλλιον, ἤ, ὅπερ ὅσιον καὶ ἀληθὲς λέγειν, ὁ ζῶν καὶ ὑφεστὼς
1.20.45
μονογενὴς υἱὸς τοῦ θεοῦ; εἰ δὲ μηδέτερα τούτων λέγοι, ἐξ ἀνάγκης ὑποστήσεται ψυχὴν ἀνθρώπου, καὶ ἔσται αὐτῷ ψιλὸς ἄνθρωπος ὁ Χριστός· καὶ οὐκέτι Σαβελλιανός, Παυλιανὸς δ' ἡμῖν ἔσται ὁ νέος συγγραφεύς. εἰ δὲ τὸν ἐν τῷ θεῷ φαίη λόγον ἐνοικῆσαι τῇ σαρκὶ οὐδὲν
1.20.46
ἕτερον ὄντα ἢ λόγον καὶ λόγον σημαντικὸν ἢ ἐνεργητικόν, καὶ πῶς
1.20.47
οὗτος εἶπεν ἂν ζῆν ἰδιάζουσαν ζωὴν παρὰ τὸν πατέρα; πῶς δὲ αὐτὸς ἀπέσταλτο συνημμένος καὶ ἡνωμένος ἀεὶ τῷ θεῷ; πῶς δὲ καὶ διδάσκαλον αὑτοῦ φησὶν εἶναι τὸν πατέρα; πῶς δὲ «τὰ ἀρεστὰ τῷ πατρὶ πάντοτε» πράττειν ἑαυτὸν ἔλεγεν; αὗται γὰρ διαρρήδην υἱοῦ ὑφεστῶτος καὶ ζῶντος εἶεν ἂν φωναί, καὶ δι' ὅλου δὲ τοῦ εὐαγγελίου ὁ εὐχόμενος τῷ πατρί, ὁ δοξάζων τὸν πατέρα, ὁ παρὰ τοῦ πατρὸς δοξασθῆναι ἀξιῶν, τί ἕτερον ἢ ὑφεστῶτα ἑαυτὸν δείκνυσιν, καὶ μά
1.20.47
λιστα ὅτε φησὶν «δύο ἀνθρώπων ἡ μαρτυρία ἀληθής ἐστιν. ἐγώ εἰμι ὁ μαρτυρῶν περὶ ἐμαυτοῦ, καὶ ὁ πέμψας με πατὴρ μαρτυρεῖ περὶ ἐμοῦ»; διὰ τοσούτων αὐτὸς ὁ σωτὴρ ζῶντα ἑαυτὸν παραστήσας, οὐδαμοῦ μὲν λόγον ἑαυτὸν ὠνόμασεν, υἱὸν δὲ καὶ φῶς καὶ μονο
1.20.48
γενῆ καὶ ἄρτον ζωῆς καὶ πάντα μᾶλλον ἢ λόγον. καὶ λόγον μὲν ἔχειν διδάσκει φάσκων «ἐάν τις ἀγαπᾷ με, τὸν λόγον μου τηρήσει», ἑαυτὸν δὲ λόγον εἶναι οὐ φησίν. πῶς οὖν μετὰ ταῦτα πάντα οὐκ ἐρυθριᾷ ὁ μόνον λόγον καὶ οὐδὲν ἕτερον εἶναι αὐτὸν ἀποφηνάμενος; ἐπάκουσον γοῦν ὅπως ἔγραφεν λέγων ὥστε πανταχόθεν δῆλόν ἐστιν μηδὲν ἕτερον τῇ ἀιδιότητι τοῦ λόγου ἁρμόττειν ὄνομα ἢ τοῦθ' ὅπερ ὁ ἁγιώτατος τοῦ θεοῦ μαθητὴς καὶ ἀπόστολος Ἰωάννης ἐν ἀρχῇ τοῦ εὐαγγελίου εἶπεν.
1.20.49
καὶ πάλιν ἵνα δείξῃ ὅτι, εἴ τι καινὸν καὶ νεώτερον ὄνομα, τοῦτ' ἀπὸ τῆς καινῆς αὐτῷ καὶ νέας ὑπῆρξε κατὰ σάρκα οἰκονομίας.
1.20.50
καὶ αὖθις οὐκοῦν πρὸ μὲν τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀν θρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν «ἐπ' ἐσχάτων τῶν ἡμερῶν», ὡς καὶ αὐτὸς γέγραφεν, καὶ γεννηθὲν ἐκ τῆς παρ θένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος.
1.20.51
τοσαῦτα Μαρκέλλῳ εἰπεῖν καὶ ἀποφήνασθαι πάρεστιν διὰ τὸ μὴ ὁμολογεῖν τὸν υἱὸν τοῦ θεοῦ. πρὸς ὃν εἶπεν ἂν ὁ εὐαγγελιστὴς μέγα ἐπιβοήσας· τί φῄς, ἄνθρωπε; οὐ λόγον αὐτὸν ἔφην μόνον, ἀλλὰ καὶ θεόν, καὶ «φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν
1.20.52
κόσμον», καὶ μονογενῆ υἱὸν τὸν «εἰς τὸν κόλπον τοῦ πατρός». μὴ δὴ οὖν συκοφαντείτω τις τὸν θεολόγον, ἀλλ' ἀκριβῶς ἐπαϊέτω αὐτοῦ, ὁποῖον ὑπέθετο λόγον παρὰ πόδας συνάψας «καὶ θεὸς ἦν ὁ λόγος» καὶ προσθεὶς τὸ «πάντα δι' αὐτοῦ ἐγένετο». κατὰ δὲ αὐτὸν τὸν τῶν ὅλων σωτῆρα οὐδὲ ἅπαξ ὠνόμασται λόγος, ἀλλὰ υἱὸς θεοῦ καὶ μονογενὴς καὶ φῶς καὶ ζωὴ καὶ ἀλήθεια καὶ πάντα μᾶλλον ἢ λόγος.
1.20.53
ηʹ. εἰ δὲ λέγοι ταῦτα ἐκ τῆς καινῆς διαθήκης εἰρῆσθαι, λεχθήσεται αὐτῷ ὅτι καὶ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος» οὐδ' ἑτέρωθεν ἦν ἢ ἐξ αὐτῆς. ἓν δὴ οὖν καὶ τὸ αὐτὸ εὐαγγέλιον ὁ αὐτός τε εὐαγγελιστὴς ὁ λόγον αὐτὸν εἰπὼν καὶ τὰ λοιπὰ πάντα περὶ αὐτοῦ συνεγράψατο.
1.20.54
θʹ. καὶ Παῦλος δὲ ὁ θεῖος ἀπόστολος λέγων «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα», δῆλός ἐστιν τὸν πρὸ τῆς ἐνσάρκου παρουσίας υἱὸν τοῦ θεοῦ «δι' οὗ τὰ πάντα» ἐγένετο, οὐ λόγον ὀνομάζων, ἀλλὰ κύριον Ἰησοῦν καὶ Χριστόν. ἀλλ' εἰ κατὰ Μάρκελλον εἷς καὶ ὁ αὐτὸς ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ἀπήρκει τῷ ἀποστόλῳ φάναι «ἡμῖν εἷς θεὸς
1.20.55
ὁ πατήρ, ἐξ οὗ τὰ πάντα». πλήρης γὰρ ἦν ἡ διάνοια καὶ ὁ λόγος αὐτοτελὴς τὸν θεὸν εἰσηγούμενος ποιητὴν τῶν ὅλων. ἀλλὰ τοῦτο καὶ Ἰουδαῖος ἂν εἴποι. ὁ δὲ τῆς ἐκκλησίας κῆρυξ πρὸς τῷ προτέρῳ
1.20.56
καὶ τὸ δεύτερον μὴ ἀγνοεῖν διδάσκει· τί δὲ ἦν τοῦτο; «καὶ εἷς κύριος Ἰησοῦς Χριστός». διὸ προστίθησιν τὸ δεύτερον ἑξῆς λέγων «ἡμῖν εἰ γὰρ καὶ μὴ πᾶσιν, ἀλλ' ἡμῖν, φησίν εἷς κύριος Ἰησοῦς Χριστός». διὰ τί δὲ μετὰ τὸν ἕνα θεὸν καὶ οὗτος «ἡμῖν εἷς κύριος», παρίστησιν ἐπιλέγων «δι' οὗ τὰ πάντα»· ἐπειδὴ γὰρ τὰ «πάντα δι' αὐτοῦ ἐγένετο», εἰκότως ἡμῖν τοῖς τοῦτ' ἐπισταμένοις κύριος εἶναι
1.20.57
τῶν ὅλων μετὰ τὸν ἐπὶ πάντων θεὸν πεπίστευται. ὅτι δὲ οὐ περὶ τῆς σαρκὸς ταῦτ' ἔλεγεν, ἀλλὰ περὶ τοῦ θεοῦ λόγου, δῆλός ἐστιν ἐκ τοῦ ἐπιφέρειν «δι' οὗ τὰ πάντα». «ἡμῖν» γάρ φησιν «εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα». ὃ δὴ καὶ περὶ τοῦ φωτὸς καὶ περὶ τοῦ προόντος λόγου εἴρηται. αὐτὸς οὖν ἦν Ἰησοῦς Χριστὸς τὸ φῶς καὶ ὁ λόγος, «δι' οὗ τὰ πάντα» γέγονεν, ἀλλ' οὐχ ἡ σάρξ. οὐ γὰρ ἂν περὶ τῆς σαρκὸς ἀσυναρτήτως οὕτως εἶπεν ἂν τὸ «δι' οὗ τὰ πάντα».
1.20.58
ιʹ. οἶδεν δὲ τὸν τῆς σαρκὸς προϋπάρχοντα τοῦ θεοῦ υἱὸν Χριστὸν ὀνομάζειν ὁ αὐτὸς Παῦλος, κατὰ τὸ αὐτὸ πέτραν αὐτὸν ἀποκαλῶν, δι' ὧν γράφει περὶ τῶν ἐν τῇ ἐρήμῳ συνδιατριψάντων Μωσεῖ, λέγων «ἔπινον γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστός», καὶ ἐπισφραγίζεται τὸ αὐτὸ μεθ' ἕτερα φάσκων «μηδὲ ἐκπειράζωμεν τὸν Χριστόν, καθώς τινες αὐτῶν
1.20.59
ἐπείρασαν καὶ ὑπὸ τῶν ὄφεων ἀπώλοντο». καὶ ἔτι μᾶλλον τοῦτ' αὐτὸ βεβαιοῖ λέγων «πίστει Μωσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς Φαραώ, μείζονα πλοῦτον ἡγησάμενος τῶν Αἰγύπτου θησαυρῶν τὸν ὀνειδισμὸν τοῦ Χριστοῦ». ἐναργέστατα δὲ ἔτι μᾶλλον τοῦτο συνίστησιν ἐν οἷς φάσκει «τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ, ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου
1.20.60
λαβών, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος». συνορᾷς ὅτι πρὸ τοῦ κενῶσαι ἑαυτὸν καὶ «μορφὴν δούλου» λαβεῖν ἦν καὶ προῆν καὶ «ἐν μορφῇ θεοῦ» ὑπῆρχεν. τίς δὲ ἦν οὗτος; οὐδεὶς ἄλλος ἢ Ἰησοῦς Χριστός. αὐτὸς οὖν ἦν θεὸς λόγος Ἰησοῦς Χριστὸς καὶ πρὶν ἢ τὴν
1.20.61
σάρκα λαβεῖν. ἀκριβῶς γὰρ ἀκουστέον τοῦ θείου ἀποστόλου λέγοντος «τοῦτο φρονείσθω ἐν ὑμῖν ὃ καὶ ἐν Χριστῷ Ἰησοῦ», καὶ διασαφοῦντος ἑξῆς τίς ποτ' ἦν οὗτος Ἰησοῦς Χριστός, δι' ὧν ἐπισυνάπτει λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών».
1.20.62
μήτι οὖν κἀνταῦθα ἐπὶ τὴν σάρκα οἷόν τέ ἐστιν ἐκλαβεῖν τὸ λόγιον; μὴ περὶ τῆς σαρκὸς ἁρμόζει λέγειν τὸ «ὃς καὶ» καὶ τὸ «ὑπάρχων»; ἀλλὰ μὴ σὰρξ «ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβών»; ἀλλὰ γελοῖον τοῦτό γε. φέρ' οὖν ἐξετάσωμεν ὅπως εἴρηται τὸ «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν». εἰ μὲν δὴ λόγος ἦν ἀνύπαρκτος, μηδαμῶς ἔξωθεν τοῦ θεοῦ ὑφεστώς, ἀλλ' ἔνδον ὢν ἐν αὐτῷ, ποτὲ μὲν ἐν ἡσυχίᾳ καὶ σιγῇ
1.20.63
ποτὲ δὲ ἐν τῷ ἐνεργεῖν, καὶ πῶς οὗτος ἦν «ἐν μορφῇ θεοῦ», δυνάμει θεῷ αὐτὸς ὢν ὁ θεός; πῶς δὲ «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», αὐτὸς ὢν θεός; πῶς δὲ «ἐταπείνωσεν ἑαυτὸν ὑπήκοος γενόμενος» τῷ πατρί; τὸ γὰρ ὑπακούειν τόνδε τῷδε δυεῖν γένοιτ'
1.20.64
ἂν προσώπων παραστατικόν. καὶ ἐπειδήπερ τῷ παρὰ ἀνθρώποις λόγῳ κέχρηται εἰκόνι Μάρκελλος, πευστέον εἰ δύναται ἁρμόζειν ἐπὶ τοῦ ἀνθρωπίνου λόγου τὸ λέγειν· ὃς ἐν μορφῇ ἀνθρώπου ὢν οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα ἀνθρώπῳ, ἀλλ' ἑαυτὸν ἐκένωσεν γενόμενος ὑπήκοος τῷ ἀνθρώπῳ; καὶ πῶς ὁ ἐν ἀνθρώπῳ συμφυὴς λόγος ταῦτα ἂν ποιήσειεν, ἓν καὶ ταὐτὸν ὑπάρχων τῷ ἀνθρώπῳ; οὐκ ἄρα λόγος ψιλὸς καὶ ἀνυπόστατος ἔσται ἀλλ' υἱὸς ἀληθῶς μονογενὴς τοῦ θεοῦ ὁ «ἐν μορφῇ θεοῦ ὑπάρχων», ὃς «οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν μορφὴν δούλου λαβών», ὃν καὶ Ἰησοῦν Χριστὸν ὠνόμαζεν ὁ θεῖος ἀπόστολος, προϋπάρχοντα αὐτὸν τῆς σαρκὸς ἀκριβῶς ἐπιστάμενος.
1.20.65
ιαʹ. πρὸς τούτοις μεσίτην αὐτὸν τοῦ θεοῦ ὁ αὐτὸς ὠνόμασεν, τὴν Μωσέως νομοθεσίαν ἐν χειρὶ αὐτοῦ δεδόσθαι εἰπὼν δι' ὧν φησιν «ὁ νόμος διαταγεὶς δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». ἀκούεις ὅπως ἰδίως τὸν θεὸν ἀποκαλῶν καὶ ἀγγέλους ὀνομάζων, μεταξὺ τὸν μεσίτην εἰσάγει λέγων «ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν». ἦν ἄρα καὶ πρὸ τῆς ἐνανθρωπήσεως κατὰ τοὺς Μωσέως χρόνους μεσιτεύων τῇ νομοθεσίᾳ.
1.20.66
ιβʹ. καὶ ἀρχιερέα δὲ αὐτὸν ὁ αὐτὸς ἀπόστολος ἀποκαλεῖ λέγων «ἔχοντες οὖν ἀρχιερέα μέγαν διεληλυθότα τοὺς οὐρανούς, Ἰησοῦν τὸν υἱὸν τοῦ θεοῦ».
1.20.67
ιγʹ. οὐ μὴν ἀλλὰ καὶ ἀπαύγασμα τῆς δόξης καὶ χαρακτῆρα τοῦ θεοῦ καὶ υἱὸν καὶ κληρονόμον τὸν αὐτὸν οἶδεν λέγων «ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας· ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ». καὶ ἐνταῦθα ὥσπερ ἀνωτέρω ἐλέγετο περὶ τοῦ λόγου τὸ «πάντα δι' αὐτοῦ ἐγένετο», καὶ περὶ τοῦ φωτὸς τὸ «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο», καὶ περὶ Ἰησοῦ Χριστοῦ τὸ «ἡμῖν εἷς κύριος Ἰησοῦς Χρι
1.20.68
στός, δι' οὗ τὰ πάντα» θέα ὅπως περὶ τοῦ αὐτοῦ ὁμοίως εἴρηται τὸ «δι' οὗ καὶ ἐποίησεν τοὺς αἰῶνας». ιδʹ. ἐπιστῆσαι δὲ τὸν νοῦν ἐν τούτοις ἄξιον, ὅπως ὠνόμασται ἀπαύγασμα· οἶμαι γὰρ τῆς ἐκ τοῦ πατρὸς τοῦ υἱοῦ γεννήσεως παραστατικὸν εἶναι τὸν λόγον. πολλάκις γὰρ ὠνομασμένου υἱοῦ καὶ τοῦ θεοῦ πατρὸς χρηματίσαντος, ἵνα μὴ καταπεσόντες ἐπὶ τὰς τῶν ζῴων γενέσεις τοιοῦτόν τινα τρόπον ὑπολάβοιμεν, ἐπὶ τοῦ θεοῦ
1.20.69
θεοπρεπεστέρᾳ κέχρηται εἰκόνι ὁ ἀπόστολος, περὶ μὲν τοῦ πατρὸς εἰπὼν «φῶς οἰκῶν ἀπρόσιτον», τὸν δὲ υἱὸν ἀπαύγασμα τοῦ πατρικοῦ φωτὸς ὁρισάμενος, ὥστε εἶναι τὸ ἀπαύγασμα γέννημα τοῦ πρώτου φωτός, οὐ κατὰ τὴν τῶν θνητῶν ζῴων ὑποστὰν γένεσιν, κατὰ δὲ τὸ ῥηθὲν παράδειγμα. εἰκότως οὖν καὶ εἰκόνα αὐτὸν «τοῦ θεοῦ τοῦ ἀοράτου» ἀποκαλεῖ, διὰ τὸ «ἐν μορφῇ θεοῦ» ὑπάρχειν, καὶ διὰ
1.20.70
τὸ «ἀπαύγασμα» εἶναι «καὶ χαρακτῆρα τῆς ὑποστάσεως». διὰ ταῦτα γὰρ περὶ αὐτοῦ γράφων ἔλεγεν «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι· τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται· καὶ αὐτός ἐστιν πρὸ πάντων καὶ τὰ πάντα ἐν αὐτῷ συν
1.20.71
έστηκεν». ταῦτα γὰρ περὶ τῆς θεότητος τοῦ υἱοῦ τοῦ θεοῦ, κἂν μὴ Μαρκέλλῳ δοκῇ, εἴρηται. οὐ γὰρ περὶ τῆς σαρκὸς εἶπεν ἂν τοσαῦτα ὁ θεῖος ἀπόστολος. μωρὸν γὰρ τοῦτο καὶ ἀδιανόητον, πρὸς τῷ καὶ ἀσυνάρτητον εἶναι τῆς φράσεως τὴν ἑρμηνείαν· πῶς γὰρ περὶ τῆς σαρκὸς ἥρμοζε λέγειν «ὅς ἐστιν εἰκών», δέον εἰ ἄρα φῆσαι· ἥ ἐστιν εἰκών.
1.20.72
ιεʹ. καὶ ἐν ἑτέρῳ δὲ πάλιν ὁ αὐτὸς εἰκόνα τοῦ θεοῦ αὐτὸν ὠνόμαζεν λέγων «εἰ δὲ καὶ ἔστιν κεκαλυμμένον τὸ εὐαγγέλιον ἡμῶν, ἐν τοῖς ἀπολλυμένοις ἐστὶν κεκαλυμμένον, ἐν οἷς ὁ θεὸς τοῦ αἰῶνος τούτου ἐτύφλωσεν τὰ νοήματα τῶν ἀπίστων πρὸς τὸ μὴ καταυγάσαι ἐν ταῖς καρδίαις αὐτῶν τὸν φωτισμὸν τοῦ εὐαγγελίου τοῦ Χριστοῦ,
1.20.73
ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ». ἔνθα καὶ προσήκει τὸν νοῦν ἐπιστῆσαι, ὡς ὁ θεῖος ἀπόστολος ὁρικὸν ἐξηνέγκατο λόγον περὶ τοῦ Χριστοῦ εἰπὼν αὐτὸν εἰκόνα τοῦ θεοῦ, ἵνα μή τις δύο θεοὺς ὑπολάβοι εἶναι, ἀλλ' ἕνα τὸν ἐπὶ πάντων. εἰ γὰρ «εἷς θεός, καὶ οὐκ ἔστιν ἕτερος πλὴν αὐτοῦ», αὐτὸς ἂν εἴη ὁ καὶ διὰ τοῦ υἱοῦ ὡς δι' εἰκόνος γνω
1.20.74
ριζόμενος. διὸ καὶ ὁ υἱὸς θεός, διὰ τὴν ἐν αὐτῷ τοῦ πατρὸς ὡς ἐν εἰκόνι μόρφωσιν. ὃ δὴ παρίστησιν ὁ θεῖος ἀπόστολος, τοτὲ μὲν λέγων «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων», τοτὲ δὲ αὐτὸν «εἰκόνα τοῦ θεοῦ» ὁριζόμενος. οὐκοῦν μετὰ τῶν ἄλλων ἐπηγοριῶν καὶ «εἰκὼν τοῦ θεοῦ» πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς ἦν τε καὶ ὠνόμασται. ἀλλὰ ταῦτα μὲν ἀπὸ τῆς καινῆς διαθήκης, ὀλίγα ἀπὸ μυρίων, ἡμῖν λόγου συμμετρίας χάριν συνῆκται.
1.20.75
ι ʹ. καὶ οἱ πάλαι δὲ γενόμενοι τοῦ θεοῦ προφῆται τὸν αὐτὸν διαφόροις ἐτίμων θεολογίαις. ὁ μὲν γὰρ ἀπεκάλει αὐτὸν πνεῦμα τοῦ θεοῦ λέγων «ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως» καὶ τὰ ἑξῆς. σαφῶς γὰρ τὸν «ἐκ σπέρματος Δαυὶδ κατὰ σάρκα» καὶ τὸν ἐνοικήσαντα αὐτῷ θεὸν λόγον διὰ τούτων ἐδήλου. ἔνθεν ὁ θεῖος ἀπόστολος ποτὲ μὲν ἔλεγεν «ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν», ποτὲ δὲ «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». καὶ ἕτερος δὲ ὁμοίως πνεῦμα αὐτὸν ἀποκαλεῖ λέγων «πνεῦμα πρὸ προσώπου ἡμῶν Χριστὸς κύριος». καὶ ἐν τῷ εὐαγγελίῳ δὲ περὶ αὐτοῦ σαφῶς εἴρηται «ἰδοὺ ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, ὃν ηὐδόκησεν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει».
1.20.76
ιζʹ. προφητῶν δὲ ἄλλος ζωὴν αὐτὸν καὶ φῶς ὠνόμαζεν ἐν τῷ προσφωνεῖν τῷ θεῷ καὶ λέγειν «ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς». τίς γὰρ ἦν ἡ παρὰ τῷ θεῷ πηγὴ τῆς ζωῆς καὶ τὸ φῶς ἢ αὐτὸς ὁ ἐν εὐαγγελίοις εἰπὼν «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου», καὶ «ἐγώ εἰμι ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή»; διὸ πάλιν ἱκετεύων ὁ προφήτης ἐν εὐχῇ πρὸς τὸν θεὸν λέγει «ἐξαπόστειλον τὸ φῶς σου καὶ τὴν ἀλήθειάν σου· αὐτά με ὁδηγήσει». ιηʹ. ἀλήθειαν δὲ αὐτὸν καὶ Ζοροβάβελ ἀνειπὼν νικητηρίων ἠξιώθη, ὅτ' ἐπὶ τοῦ Περσῶν βασιλέως ἀναγέγραπται εἰρηκὼς «καὶ ἡ
1.20.77
ἀλήθεια μένει καὶ ἰσχύει εἰς τὸν αἰῶνα, καὶ ζῇ καὶ κρατεῖ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. καὶ οὐκ ἔστιν παρ' αὐτῇ λαβεῖν πρόσωπα, ἀλλὰ τὰ δίκαια ποιεῖ, ἀπὸ πάντων τῶν ἀδίκων καὶ πονηρῶν ἀπέχεται». οἷς ἐπιλέγει «καὶ αὐτῆς ἡ ἰσχὺς καὶ τὸ βασίλειον καὶ ἡ ἐξουσία καὶ ἡ μεγαλοσύνη πάντων τῶν αἰώνων». ζῆν γὰρ εἰπὼν τὴν ἀλήθειαν καὶ νικᾶν καὶ κρατεῖν, ἐμφαντικώτατα παρέστησεν αὐτῆς τὴν ὑπόστασιν. οἷς ἀκολούθως καὶ αὐτὸς ὁ σωτὴρ ἀλήθειαν ἑαυτὸν ὀνομάζων τὴν τοῦ Ζοροβάβελ μαρτυρίαν ἐπεσφραγίζετο.
1.20.78
ιθʹ. καὶ ποταμὸν δὲ αὐτὸν ὠνόμασεν ὁ εἰπών «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσιν τὴν πόλιν τοῦ θεοῦ».
1.20.79
κʹ. ἤδη δὲ καὶ ὄρος προσεῖπεν ὁ φήσας «τὸ ὄρος ὃ ηὐδόκησεν ὁ θεὸς κατοικεῖν ἐν αὐτῷ». διὸ καὶ παρὰ τῷ Δανιὴλ «ἐξ ὄρους» λίθος τμηθεὶς «ἄνευ χειρῶν» καὶ πάλιν ὁ αὐτὸς ἀποκαθιστάμενος εἰς ὄρος ὑψηλὸν ἑωρᾶτο, τοῦ μὲν ὄρους τὴν προΰπαρξιν τῆς θεότητος αὐτοῦ σημαίνοντος, τοῦ δὲ λίθου τὴν ἀνθρωπότητα.
1.20.80
καʹ. καὶ δικαιοσύνην δὲ αὐτὸν ἐκάλουν ὡς ὁ λέγων «τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην;» κβʹ. καὶ ἥλιον δικαιοσύνης ὡς ὁ εἰπὼν «τοῖς δὲ φοβουμένοις με ἀνατελεῖ ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ.» καὶ ἄλλος «δύσεται» φησὶν «ὁ ἥλιος ἐπὶ τοὺς προφήτας» «τοὺς πλανῶντας τὸν λαόν μου»· οὐ γὰρ δὴ ταῦτα τῷ αἰσθητῷ ἐφαρμόζοι ἂν ἡλίῳ, ἀλλ' οὐδὲ τῷ ἐνσάρκῳ λόγῳ.
1.20.81
κγʹ. καὶ σοφίαν δὲ αὐτὸν ὀνομάζει Σολομὼν ἐν Παροιμίαις
1.20.82
λέγων «ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον, καὶ ὑπήρεισεν στύλους ἑπτὰ» καὶ τὰ ἑξῆς. καὶ ὅτι προκόσμιος ἦν ἡ σοφία ζῶσα καὶ ὑφεστῶσα, αὐτὸς ἐδίδασκεν ἐκ προσώπου αὐτῆς ταύτας προέμενος τὰς φωνὰς «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην», εἶθ' ἑξῆς ἐπιλέγων «δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν καὶ οἱ δυνάσται γράφουσιν δικαιοσύνην, δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσιν».
1.20.82
κδʹ. ἀλλὰ καὶ ξύλον ζωῆς καὶ κύριον αὐτὸν Σολομὼν ἀπεκάλει λέγων «ξύλον ζωῆς ἐστιν πᾶσιν τοῖς ἀντεχομένοις αὐτῆς, καὶ τοῖς ἐπερειδομένοις ἐπ' αὐτὴν ὡς ἐπὶ κύριον ἀσφαλής».
1.20.83
κεʹ. καὶ ὁ τοῦ Σολομῶνος δὲ πατὴρ Δαυὶδ ἐν Ψαλμοῖς ὁμοῦ καὶ κύριον ὁμοῦ καὶ ἱερέα αὐτὸν ὠνόμαζεν· τοτὲ μὲν λέγων «εἶπεν ὁ κύριος τῷ κυρίῳ μου· κάθου ἐκ δεξιῶν μου», τοτὲ δὲ φάσκων «ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ».
1.20.84
κ ʹ. καὶ θεὸν δὲ αὐτὸν οἶδεν ὁμολογεῖν ὁ αὐτὸς φάσκων «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέν σε ὁ θεός, ὁ θεός σου, ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου». θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ τοῦ θεοῦ τίς ἂν ἕτερος εἴη ἢ αὐτὸς ὁ διὰ τὸ χρῖσμα τὸ πατρικὸν Χριστὸς ἀνηγορευμένος;
1.20.85
κζʹ. ὁ δ' αὐτὸς οὗτος καὶ ἀγαπητὸς ἦν τοῦ θεοῦ, ὃ δὴ παρίστησιν ἡ τοῦ ψαλμοῦ προγραφὴ περιέχουσα «ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ».
1.20.86
κηʹ. Ἡσαίας δὲ βραχίονα αὐτὸν ἀπεκάλει λέγων «ἀποκαλύψει κύριος τὸν βραχίονα τὸν ἅγιον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν.» κθʹ. καὶ Δαυὶδ ὁμοῦ δικαιοσύνην καὶ σωτήριον αὐτὸν ἠπίστατο, διὸ ἔλεγεν «ἐγνώρισεν κύριος τὸ σωτήριον αὐτοῦ, ἐνώπιον τῶν ἐθνῶν
1.20.87
ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ», καὶ πάλιν «εὐαγγελίζεσθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ», καὶ αὖθις «τίς δώσει ἐκ Σιὼν τὸ σωτήριον τοῦ Ἰσραήλ;» καὶ «δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου, καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν». λʹ. καὶ τί με δεῖ καθ' ἕκαστον ἀναλέγεσθαι, παρὸν τῷ φιλομαθεῖ τὰ τοιαῦτα συνάγειν ἐξ ἁπάσης τῆς θεοπνεύστου γραφῆς, δι' ἧς φαίνονται οἱ τοῦ θεοῦ ἄνθρωποι τῷ θείῳ πνεύματι φωτισθέντες τὴν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ γνῶσιν, ἀπόρρητον οὖσαν τότε καὶ τὰ πλήθη διαλανθάνουσαν τοῦ Ἰουδαίων λαοῦ. διὸ καὶ διαφόρως αὐτὸν ἐξεφώνουν κεκαλυμμέναις ταῖς ἐπηγορίαις. ἐφυλάττετο γὰρ τῇ αὐτοῦ παρουσίᾳ ἡ χάρις τοῦ κηρύγματος τῆς περὶ αὐτοῦ θεολογίας, ἣν καθ' ὅλης τῆς οἰκουμένης ἡ αὐτοῦ ἐκκλησία ὥσπερ τι πάλαι κρύφιον καὶ σεσιγημένον μυστήριον παραλαβοῦσα
1.20.88
σεμνύνεται. τοῦτο γοῦν καὶ ὁ θεῖος ἀπόστολος διδάσκει λέγων «κατὰ τὴν οἰκονομίαν τοῦ θεοῦ τὴν δοθεῖσάν μοι εἰς ὑμᾶς πληρῶσαι τὸν λόγον τοῦ θεοῦ, τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν– νυνὶ δὲ ἐφανερώθη τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν, ἡ ἐλπὶς τῆς δόξης». ὁρᾷς ὅπως μυστήριον ἦν ἀποκεκρυμμένον πρότερον, νυνὶ
1.20.89
δὲ φανερωθὲν ὁ υἱὸς τοῦ θεοῦ. διόπερ οἱ μὲν τοῦ θεοῦ προφῆται τῷ προφητικῷ πνεύματι μυστικῶς αὐτὸν ἐθεολόγουν, τὸ δὲ πλῆθος τοῦ Ἰουδαίων ἔθνους ἐν ἀγνοίᾳ ἐτύγχανεν τοῦ κεκρυμμένου μυστηρίου. ὅθεν θεὸν μὲν ἐδιδάσκετο ἕνα εἰδέναι διὰ τὸ τῇ πολυθέῳ πλάνῃ συνεχῶς ὑποσύρεσθαι, πατέρα δὲ ὄντα τὸν θεὸν υἱοῦ τοῦ μονογενοῦς ἠγνόει· τοῦτο γὰρ ἐφυλάττετο τῇ ἐξ ἐθνῶν ἐκκλησίᾳ τὸ
1.20.90
μυστήριον, κατ' ἐξαίρετον χάριν αὐτῇ δεδωρημένον, ἐν αὐτῷ γάρ εἰσιν κατὰ τὸν ἀπόστολον «πάντες οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι». ἀλλὰ γὰρ διὰ τοσούτων ὁ τοῦ θεοῦ λόγος, ὁ «ἐν ἀρχῇ πρὸς τὸν θεόν», οὐ μόνον λόγος κεκλημένος, ὡς Μάρκελλος οἴεται, ἀπεδείχθη, ἀλλὰ καὶ υἱὸς καὶ μονογενὴς καὶ φῶς καὶ ἄρτος καὶ Ἰησοῦς καὶ Χριστὸς καὶ κύριος καὶ ἀρχιερεὺς καὶ ἀπαύγασμα καὶ χαρακτὴρ καὶ εἰκὼν καὶ πρωτότοκος πάσης κτίσεως καὶ πηγὴ ζωῆς καὶ ἀλήθεια καὶ ποταμὸς καὶ δικαιοσύνη καὶ ἥλιος δικαιοσύνης καὶ σοφία καὶ ξύλον ζωῆς καὶ κύριος καὶ θεὸς καὶ ἀγαπητὸς καὶ ἱερεὺς καὶ βραχίων καὶ δικαιοσύνη καὶ σωτήριον. καὶ πάντα ταῦτα ὢν καὶ προϋπάρχων τῆς σαρκὸς ὠνομάζετο, ὡς αἱ παρατε
1.20.91
θεῖσαι γραφαὶ δεδηλώκασιν. τίνι τοίνυν λόγῳ ταῦτα πάντα παρεὶς Μάρκελλος ἐπὶ μόνου τοῦ λόγου ἵσταται, οὐ διαβαίνων μὲν καὶ ἐπὶ τὰς λοιπὰς ἐπωνυμίας, μόνον δὲ λόγον αὐτὸν εἶναι φάσκων τοῦ θεοῦ καὶ λόγον σημαντικόν, ποτὲ μὲν ἡσυχάζοντα ἐν τῷ θεῷ, ποτὲ δὲ ἐνεργείᾳ μόνῃ λαλοῦντα λέγοντα ἢ πράττοντα, ἢ διὰ τὸ Σαβελλιάζειν ἄντικρυς καὶ μὴ πιστεύειν εἰς τὸν υἱὸν τοῦ θεοῦ μηδὲ γνωρίζειν τὸ μυστήριον τὸ προϋπάρχον μὲν πάλαι, μόνῃ δὲ τῇ ἐκκλησίᾳ τοῦ
1.20.92
Χριστοῦ διὰ τῆς αὐτοῦ φανερωθὲν χάριτος; εἰ δὲ λέγοι μυστήριον εἶναι ἀγνοούμενον τὸ λόγον ἔχειν ἐν ἑαυτῷ τὸν θεὸν καὶ χρῆσθαι λόγῳ τοῦτο γὰρ αὐτῷ Μαρκέλλῳ δοκεῖ τοῦτον γράφοντι τὸν τρόπον τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ τὸ κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ θεῷ τοῦτο πρό τερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι– εἰ δὴ οὖν τοῦτο λέγοι, μανθανέτω ὅτι καὶ πᾶς Ἰουδαίων τῶν τὸν Χριστὸν τοῦ θεοῦ μὴ ἐπεγνωκότων ὁμολογήσειεν ἂν τὸν λόγον
1.20.93
ἔχειν τὸν θεὸν καὶ μὴ εἶναι ἄλογον. τοῦτο δὲ καὶ Σαβέλλιος αὐτὸς καὶ πᾶς Ἕλλην τε καὶ βάρβαρος, ὁ θεὸν εἶναι ὑφιστάμενος, ἀναμφιλέκτως φήσαι ἄν· ἅμα γὰρ τῷ θεὸν εἰπεῖν, καὶ σοφὸν αὐτὸν νοεῖ καὶ λογικὸν καὶ δυνατὸν καὶ δίκαιον καὶ ἀγαθόν. ποῖον οὖν μυστήριον ἦν ἀποκεκρυμμένον τὸ τοῖς πᾶσιν ὁμολογούμενον; τίς γὰρ οὐκ ἂν εἴποι ἐν τῷ θεῷ σοφίαν εἶναι καὶ δύναμιν καὶ ζωὴν καὶ φῶς καὶ ἀλήθειαν καὶ δικαιοσύνην καὶ λόγον καὶ πᾶν ὅ τι καλὸν καὶ ἀγαθόν; μᾶλλον δὲ αὐτὸν εἶναι πάντα ταῦτα καὶ εἴ τι τούτων ἀνώτερόν τε καὶ κρεῖττον καὶ ἡμῖν ἄγνωστον· ταῦτα γὰρ αὐτοδίδακτος φύσις ὁμολογεῖν περὶ τοῦ θεοῦ πάντα ἄνθρωπον ἐξαναγκάζει.
1.20.94
ἔνθεν καὶ τὸν υἱὸν διδασκόμεθα πάντα ταῦτα εἶναι, ἅτε μονογενῆ υἱὸν καὶ κληρονόμον ὄντα τοῦ πατρὸς καὶ πάντ' ἔχοντα ὅσα καὶ ὁ πατήρ. διὸ ἐν μορφῇ θεοῦ λέλεκται καὶ εἰκὼν τοῦ θεοῦ κατὰ τὸν θεῖον ἀπόστολον φήσαντα «ὃς ἐν μορφῇ θεοῦ ὑπάρχων οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα θεῷ», καὶ πάλιν «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ».
1.20.95
οὐκ ἄρα τὸ λογικὸν εἶναι τὸν θεὸν τοῦτο ἦν «τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν», οὐδὲ τοῦτο «νῦν ἐφανερώθη» τὸ φυσικαῖς ἐννοίαις πᾶσιν ἀνθρώποις ἐγνωσμένον· ἀλλὰ γὰρ ποῖον εἰ ἔροιτό τις, ἀποκρίνεται ὁ ἀπόστολος, «νυνὶ δὲ ἐφανερώθη» λέγων «τοῖς ἁγίοις αὐτοῦ, οἷς ἠθέλησεν ὁ θεὸς γνωρίσαι τί τὸ πλοῦτος τῆς δόξης τοῦ μυστηρίου τούτου ἐν τοῖς
1.20.96
ἔθνεσιν, ὅς ἐστιν Χριστὸς ἐν ὑμῖν». Χριστὸς οὖν ἦν τὸ μυστήριον, δῆλον δ' ὅτι υἱὸς τοῦ θεοῦ. διὸ μυστικῶς πρότερον οἱ τοῦ θεοῦ προφῆται διαφόροις αὐτὸν ἐδόξαζον ἐπηγορίαις, τὸ ἀπόρρητον ἀποκρύπτοντες καὶ τῇ αὐτοῦ χάριτι τὴν εἰς πάντας ἀποκάλυψιν αὐτοῦ ταμιευόμενοι. ὅτε τοίνυν μετὰ τοσαύτας τῶν γραφῶν μαρτυρίας διισχυρίζεται Μάρκελλος τὸν ἐν ἀρχῇ λόγον πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν μηδὲν ἕτερον εἶναι ἢ λόγον καὶ μηδ' ἑτέρῳ χρηματίσαι ὀνόματι, τότε δὲ διαφόρων ἐπηγοριῶν τετυχηκέναι ὅτε «ὁ λόγος σὰρξ ἐγένετο», πρὸ τούτου μηδὲν ἕτερον ὄντα ἢ λόγον, πῶς οὐκ ἀμαθὴς καὶ ἀσύνετος τῶν θείων ἐλέγχοιτ' ἂν ἀναγνωσμάτων; ἀλλὰ γὰρ τούτου συστάντος, φέρε λοιπόν, ὥσπερ ἀναβεβιωκότα τὸν νέον Σαβέλλιον ἐποπτεύσωμεν. 2. t. 1 Βʹ Τάδε τὸ βʹ περιέχει σύγγραμμα τῆς ἐκκλησιαστικῆς θεολογίας αʹ ὅπως τὴν Σαβελλίου δόξαν ἀνενεοῦτο Μάρκελλος. βʹ ὅπως καὶ Ἰουδαΐζων τῇ δόξῃ διελέγχεται. γʹ ὅπως τὸν λόγον τοῦ θεοῦ ἐν τῷ θεῷ ὄντα ἄναρχον εἶναι καὶ ἀγέννητον ὡρίζετο. δʹ ὅπως ἓν καὶ ταὐτὸν εἶναι τὸν λόγον καὶ τὸν θεὸν ἔλεγεν. εʹ ὅτι ταῦτα λέγων ἠρνεῖτο τὸν υἱόν. ʹ ὅπως ἡ ἐκκλησία τὸν υἱὸν θεολογεῖ. ζʹ ὅπως ἡ ἐκκλησία τὴν τοῦ πατρὸς μοναρχίαν κηρύττει. ηʹ ὁποίοις ῥήμασιν Μάρκελλος ἠρνεῖτο τὸν υἱὸν τοῦ θεοῦ. θʹ ἔλεγχος τῆς τοῦ ἀνδρὸς κακοδοξίας. ιʹ ὅτι μὴ ὀρθῶς ἐξεδέξατο τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος». ιαʹ ὅτι ποτὲ μὲν αὐτὸν προφορικὸν τοῦ θεοῦ λόγον, ποτὲ δὲ ἐνδιάθετον ὁμοίως τῷ ἐν ἀνθρώποις ἔφασκεν. ιβʹ ὅτι μὴ ὡς ἐδόκει Μαρκέλλῳ ὁ εὐαγγελιστὴς τὴν περὶ τοῦ λόγου θεολογίαν ἐξέθετο. ιγʹ ποσαχῶς τὸ σημαινόμενον ἐκ τῆς τοῦ λόγου φωνῆς νοεῖται. ιδʹ ὅπως χρὴ διερμηνεύειν τὴν εὐαγγελικὴν περὶ τοῦ λόγου διδασκαλίαν. ιεʹ τῶν αὐτοῦ Μαρκέλλου φωνῶν παραθέσεις δι' ὧν ἠρνεῖτο τὸν υἱὸν τοῦ θεοῦ σαφῶς προφορικὸν λόγον καὶ ἐνδιάθετον φάσκων εἶναι αὐτόν. ι ʹ ἔλεγχος τῆς τἀνδρὸς κακοδοξίας. ιζʹ ἑρμηνεία τῆς ἀληθοῦς διανοίας τοῦ λόγου. ιηʹ διὰ τί λόγον ὠνόμασεν τὸν υἱὸν ὁ εὐαγγελιστὴς ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς. ιθʹ ὅπως Μάρκελλος τὰς περὶ ἑνὸς θεοῦ τῆς παλαιᾶς διαθήκης γραφὰς μαρτυ ρόμενος ὁμοίως Ἰουδαίοις τὸν υἱὸν τοῦ θεοῦ ἠρνεῖτο. κʹ διὰ τί Μωσῆς καὶ οἱ προφῆται οὐ γυμνῶς παρέδωκαν Ἰουδαίοις τὴν περὶ τοῦ υἱοῦ θεολογίαν. καʹ ὅτι ὁ υἱὸς ἦν τοῦ θεοῦ ὁ Μωσεῖ καὶ τῷ Ἀβραὰμ χρηματίσας. κβʹ ὅτι καὶ ἐν τοῖς προφήταις διὰ τοῦ υἱοῦ ὁ πατὴρ ἐθεολογεῖτο. κγʹ ὅτι μὴ δύο θεοὺς ἡ ἐκκλησία κηρύττει. κδʹ ὅπως Μάρκελλος τοῖς λόγοις τοῦ θεοῦ τοῖς τῶν πρακτέων παραγγελτικοῖς τὸν μονογενῆ λόγον ἀφωμοίου. κεʹ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία ἔγραφεν.