De ecclesiastica theologia
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
Μετὰ τὰς παρατεθείσας τῶν θείων ἀναγνωσμάτων μαρτυρίας, δι' ὧν ὅτι μὴ μόνον λόγος ὠνόμαστο πρὸ τῆς ἐνσάρκου παρουσίας ὁ υἱὸς τοῦ θεοῦ παρέστη ὥσπερ οὖν ἐδόκει Μαρκέλλῳ ἀλλὰ καὶ μυρία ἕτερα, φέρε δὴ λοιπὸν τὸ Σαβελλίου εἴδωλον ὥσπερ ἀπὸ γῆς ἀνακύψαν ἐποπτεύσωμεν. ἐτόλμησεν οὖν εἰπεῖν αὐτὸν τὸν ἐπὶ πάντων θεόν, τὸν πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, γεγεννῆσθαι ἐκ τῆς ἁγίας παρθένου καὶ αὐτὸν πεπονθέναι, τοῦτον γράψας τὸν τρόπον τί τοίνυν ἦν τὸ κατελθὸν πρὸ τοῦ ἐνανθρωπῆσαι; πάντως πού φησιν· πνεῦμα. εἰ γάρ τι παρὰ τοῦτο λέγειν ἐθέλοι, οὐ συγχωρήσει αὐτῷ ὁ πρὸς τὴν παρθένον εἰρηκὼς ἄγγελος «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ». εἰ δὲ πνεῦμα εἶναι φήσει, ἀκουέτω τοῦ σωτῆρος λέγοντος «πνεῦμα ὁ θεός».
2.1.2
διὰ τούτων τὸν τῶν ὅλων θεόν, περὶ οὗ ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐδίδαξεν εἰπὼν «πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», τὸ ἐπελθὸν τῇ παρθένῳ
2.1.3
πνεῦμα εἶναι ἔφη, ἄντικρυς τὸν Σαβέλλιον ἀνανεούμενος. καὶ προϊὼν ἑξῆς, Ἱερεμίου τοῦ προφήτου περὶ τῆς ἐνανθρωπήσεως τοῦ σωτῆρος σαφῶς εἰρηκότος «μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη», ἐπὶ τὸν πατέρα ἀναφέρει τὸ λόγιον φάσκων αὐτοῖς ῥήμασιν ἀλλ' ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς ταὐτὰ ἐκείνῳ φρονοῦσιν.
2.1.4
καὶ ἐπὶ τοῦ πάθους δὲ τοῦ σωτῆρος ταὐτὸν ποιεῖ. παραθεὶς γὰρ ἀπὸ τῶν Ἱερεμίου Θρήνων τὸ «πνεῦμα προσώπου ἡμῶν Χριστὸς κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν», ἐπιλέγει κἀνταῦθα ὁμοίως ὁ προφήτης περὶ τοῦ τὴν ἡμετέραν ἀνειληφότος σάρκα λόγου διαλέγεται, καὶ ἐπιφέρει λέγων πνεῦμα σκιᾶς ποιητικὸν οὐκ ἄν ποτε γένοιτο. πνεῦμα δὲ ὅτι αὐτὸς ὁ θεός, ὁ σωτὴρ ἔφη «πνεῦμα ὁ θεός». ὅτι δὲ ὁ θεὸς φῶς ἐστιν, αὐτὸς διδάσκει ἡμᾶς «ἐγώ εἰμι τὸ φῶς» λέγων. θεωρεῖς ὅπως τὰ περὶ τοῦ σωτῆρος λελεγμένα ἐπὶ τὴν θεότητα τοῦ
2.1.5
πατρὸς μεταφέρει. καὶ πάλιν ἀναιρεῖ τὴν ὑπόστασιν τοῦ υἱοῦ γυμνῇ τῇ κεφαλῇ πρὸ τῆς τῶν γεννητῶν δημιουργίας μηδὲν ἕτερον εἶναι πλὴν τοῦ θεοῦ μόνου ἀποφαινόμενος· γράφει δ' οὖν ὧδε κατὰ λέξιν τὴν δοθεῖσαν αὐτῷ ἐξουσίαν Ἀστέριος δόξαν ὀνομάζει, καὶ οὐ δόξαν μόνον ἀλλὰ καὶ προκόσμιον δόξαν, οὐκ ἐννοῶν ὅτι μήπω τοῦ κόσμου γεγονότος οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ μόνου. καὶ αὖθις τὸ αὐτὸ βεβαιοῖ λέγων οὐρανὸς καὶ γῆ καὶ πάντα τὰ ἐν οὐρανοῖς καὶ ἐπὶ τῆς γῆς ὄντα ὑπὸ τοῦ θεοῦ γεγένηται· εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομολογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτε ρον ἦν.
2.2.1
ὁρᾷς Ἰουδαῖον ἄντικρυς τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, «δι' οὗ τὰ πάντα» γέγονεν, ἀρνούμενον. εἰ γὰρ πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν πρὸ τῆς τοῦ κόσμου γενέσεως, οὐκ ἦν ἄρα ὁ υἱός· καὶ πῶς «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν»; ὁ μὲν οὖν Ἰουδαῖος, ὁ τὸν Χριστὸν τοῦ θεοῦ ἀρνούμενος, πρὸ τῆς τοῦ κόσμου γενέσεως οὐδὲν οἶδεν πλὴν θεοῦ μόνου, συμμαρτυροῦντος αὐτῷ Μαρκέλλου· ἡ δὲ Χριστοῦ ἐκκλησία σὺν παρρησίᾳ πάσῃ σεμνύνεται λέγουσα «ἡμῖν εἷς θεὸς ὁ πατήρ, ἐξ οὗ τὰ πάντα, καὶ
2.2.2
εἷς κύριος Ἰησοῦς Χριστός, δι' οὗ τὰ πάντα». ἐπὰν δὲ λέγῃ «δι' οὗ τὰ πάντα», οἶδεν αὐτὸν πρὸ πάντων· ὥστε πρὸ τῆς τοῦ κόσμου γενέσεως ὁ λέγων οὐδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου τῆς ἀληθείας καταψεύδεται. σὺν γὰρ τῷ μόνῳ θεῷ καὶ ὁ μονογενὴς αὐτοῦ υἱὸς ἦν πρὸ τῆς τοῦ κόσμου συστάσεως, καὶ τῷ πατρὶ συνῆν. τοῦτο γὰρ ἐδίδαξεν αὐτὴν καὶ ὁ εἰπὼν «ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων ἐλάλησεν ἡμῖν ἐν υἱῷ, ὃν ἔθηκεν κληρονόμον πάντων, δι' οὗ καὶ
2.2.3
ἐποίησεν τοὺς αἰῶνας». καὶ ἐν Παροιμίαις διὰ Σολομῶνος αὐτὸς ὁ υἱὸς περὶ ἑαυτοῦ διδάσκει λέγων «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». ἀλλὰ καὶ αὐτὸς «ἦν τὸ φῶς, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», ἐπειδὴ «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο». εἰ δὲ «ὁ κόσμος δι' αὐτοῦ ἐγένετο»,
2.2.4
δῆλον ὡς προϋπῆρχεν τοῦ κόσμου. οὐκ ἄρα μόνος ἦν ὁ θεὸς πρὸ τῆς τοῦ κόσμου συστάσεως, συνῆν δὲ αὐτῷ ὁ μονογενὴς αὐτοῦ υἱός, εἰς ὃν ἀφορῶν ὁ πατὴρ ἔχαιρεν, ὡς διδάσκει αὐτὸς ὢν ἡ σοφία, λέγων ἐν Παροιμίαις «ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν». καὶ αὐτὸς δὲ ὁ υἱὸς ταῖς πατρικαῖς ἐννοίαις ἐνατενίζων εὐφροσύνης ἐπληροῦτο, διό φησιν «ηὐφραινόμην δὲ ἐνώπιον αὐτοῦ ἐν παντὶ καιρῷ». ταῦτα μὲν ἡ Χριστοῦ ἐκκλησία τὰ εὐσεβῆ καὶ θεῖα μυστήρια παραλαβοῦσα φυλάττει. ὁ δὲ λέγων μήπω τοῦ κόσμου γεγονότος μηδὲν ἕτερον εἶναι πλὴν θεοῦ μόνου
2.2.5
δυεῖν θάτερον ἑαυτὸν ὄντα παρίστη, ἢ Ἰουδαῖον ἢ Σαβελλιανόν. ἢ γὰρ αὐτόθεν ἀρνούμενος τὸν υἱόν, θεὸν δὲ μόνον εἰσάγων, Ἰουδαῖος ἔσται τὸν Χριστὸν ἀρνούμενος· ἢ μέχρι λόγου τὴν τοῦ υἱοῦ πρόσρησιν ἀποδεχόμενος, αὐτὸν δ' εἶναι φάσκων τὸν ἕνα θεόν, υἱὸν ὁμοῦ καὶ πατέρα, τὸν Σαβέλλιον ἀνανεώσεται. εἰ γὰρ πρὸ τοῦ κόσμου οὐδὲν ἕτερον ἦν πλὴν θεοῦ, ἢ αὐτὸς ἔσται πατὴρ καὶ υἱὸς ἢ οὐδ' ἕξει υἱόν.
2.3.1
ἀλλ' ἔοικεν Μάρκελλος, τὸν ἐν αὐτῷ τῷ θεῷ λόγον, καθ' ὃν λογικὸς νοεῖται, τοῦτον εἶναι φάσκειν τὸν υἱόν· ὥστε εἶναι αὐτὸν ἑαυτοῦ πατέρα, καὶ αὖ πάλιν αὐτὸν ἑαυτοῦ υἱόν. ἐπάκουσον γοῦν τῶν αὐτοῦ φωνῶν, δι' ὧν τοῦτον γράφει τὸν τρόπον πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς
2.3.2
εἰκός, ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἰ γὰρ ποιητὴν ἁπάντων τὸν θεὸν Ἀστέριος πεπίστευκεν εἶναι, δῆλον ὅτι συνομολογήσει ἡμῖν καὶ αὐτὸς τὸν μὲν ἀεὶ ὑπάρχειν, μηδεπώποτε ἀρχὴν τοῦ εἶναι λαβόντα, τὰ δὲ γεγενῆσθαί τε ὑπ' αὐτοῦ καὶ ἐξ οὐκ ὄντων γεγενῆσθαι. ὁρᾷς ὅπως τὸν θεὸν ἄναρχον ὑποστησάμενος τὸν λόγον ἐν αὐτῷ ὄντα ἐν ἡσυχίᾳ εἶναι πρὸ τῆς δημιουργίας ἔφη· καὶ προϊὼν ἑξῆς ἐπιλέγει εἰ τοίνυν τοῦτο πιστεύοι, ἀνάγκη αὐτὸν κἀκεῖνο συνομο λογεῖν ὅτι πλὴν θεοῦ οὐδὲν ἕτερον ἦν. εἶχεν οὖν τὴν οἰκείαν δόξαν ὁ λόγος, ὢν ἐν τῷ πατρί.
2.3.3
ἐντεῦθεν εἰκότως καὶ ἀίδιον, τοῦτ' ἔστιν ἀγένητον, εἶναί φησιν τὸν λόγον, ὧδε γράφων ἀκούεις τοίνυν τῆς συμφωνίας τοῦ ἁγίου πνεύματος, διὰ πολλῶν καὶ διαφόρων προσώπων τῇ τοῦ λόγου μαρτυρούσης ἀιδιότητι. καὶ πάλιν καὶ διὰ τοῦτο ἄρχεται μὲν ἀπὸ τῆς ἀιδιότητος τοῦ λόγου, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώ μενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται.
2.3.4
ὅπως δὲ ἡνῶσθαι τῷ θεῷ καὶ συναγέννητον εἶναι αὐτῷ τὸν λόγον ἔφασκεν, πάρεστιν αὐτοῦ ἐπακοῦσαι ὧδέ πη λέγοντος τὴν μὲν κατὰ σάρκα οἰκονομίαν τῷ ἀνθρώπῳ διαφέρειν γινώσκομεν, τὴν δὲ κατὰ πνεῦμα ἀιδιότητα ἡνῶσθαι τῷ πατρὶ πεπιστεύκαμεν.
2.4.1
τοῦτον δὴ τὸν τρόπον ἐν τῷ θεῷ δοὺς εἶναι τὸν λόγον, ἓν καὶ ταὐτὸν εἶναι αὐτῷ ἑξῆς ἀποφαίνεται κατὰ λέξιν ὧδε γράφων εἰ μὲν γὰρ ἡ τοῦ πνεύματος ἐξέτασις γίγνοιτο μόνη, ἓν καὶ ταὐτὸν εἰκότως ἂν ὁ λόγος εἶναι τῷ θεῷ φαίνοιτο· εἰ δὲ ἡ κατὰ σάρκα προσθήκη ἐπὶ τοῦ σωτῆρος ἐξετάζοιτο, ἐνεργείᾳ ἡ θεότης μόνῃ πλατύνεσθαι δοκεῖ· ὥστε εἰκότως μονὰς ὄντως ἐστὶν ἀδιαίρετος.
2.4.2
καὶ πάλιν προϊών φησιν οὐ διὰ τὴν ἐν ἅπασιν οὖν λόγοις τε καὶ ἔργοις ἀκριβῆ συμφωνίαν, ὡς Ἀστέριος ἔφη, ὁ σωτὴρ λέγει «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν»· ἀλλὰ διότι ἀδύνατόν ἐστιν ἢ λόγον θεοῦ ἢ θεὸν τοῦ ἑαυτοῦ μερίζεσθαι λόγου. εἰ δὴ οὖν ἓν καὶ ταὐτὸν ἦν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, ὡς δοκεῖ Μαρκέλλῳ, ὁ ἐν τῇ ἁγίᾳ παρθένῳ γενόμενος καὶ σαρκωθεὶς καὶ ἐνανθρωπήσας καὶ παθὼν τὰ ἀναγεγραμμένα καὶ ἀποθανὼν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν αὐτὸς ἦν ὁ ἐπὶ πάντων θεός· ὃ δὴ τολμήσαντα φάναι τὸν Σαβέλλιον ἡ ἐκκλησία τοῦ θεοῦ ἐν ἀθέοις καὶ βλασφήμοις κατέλεξεν.
2.5.1
εἰ δὲ λέγοι Μάρκελλος τὸν λόγον εἶναι τοῦ θεοῦ τὸν σαρκωθέντα, ἀλλ' ἀχώριστον αὐτὸν ὡρίσατο εἶναι τοῦ θεοῦ, μονάδα δοὺς ἀδιαίρετον, καὶ μίαν ὑπόστασιν τοῦ θεοῦ καὶ τοῦ ἐν αὐτῷ λόγου, ὡς μηδ' ἕτερον νοεῖν τὸν ἐνανθρωπήσαντα κατ' αὐτὸν ἢ τὸν ἐπὶ πάντων θεόν. εἰ δὲ μονάς ἐστιν ἀδιαίρετος, ἕν τε καὶ ταὐτὸν ὁ θεὸς καὶ ὁ ἐν αὐτῷ λόγος, καὶ τίνα ἂν εἴποι τις πατέρα, τίνα δὲ υἱόν, ἑνὸς ὄντος τοῦ ὑποκειμένου; οὕτω μὲν δὴ Μάρκελλος υἱοπάτορα τὸν ἕνα καὶ τὸν αὐτὸν εἰσάγων τὸν Σαβέλλιον ἀνενέου. ἡ δὲ ἐκκλησία τοῦ θεοῦ καὶ τὴν μονάδα τὴν ἀδιαίρετον γνωρίζει, μίαν ἀρχὴν ὁμολογοῦσα, τὸν ἕνα καὶ ἀγέννητον καὶ ἄναρχον θεόν· καὶ τὸν ἐξ αὐτοῦ δὲ γεννηθέντα μονογενῆ υἱόν, ἀκριβῶς ὄντα καὶ ζῶντα καὶ ὑφεστῶτα, σωτῆρα ἐπιγράφεται, οὐκ ἄναρχον ὄντα οὐδὲ ἀγέννητον, ἵνα μὴ δύο ἀρχὰς καὶ δύο θεοὺς ὑποστήσηται, ἐξ αὐτοῦ δὲ γεννηθέντα τοῦ πατρὸς καὶ ἀρχὴν ἔχοντα τὸν γεγεννηκότα.
2.6.2
διὸ πιστεύειν παρείληφεν εἰς ἕνα θεὸν πατέρα παντοκράτορα καὶ εἰς τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν, τὸν μονογενῆ τοῦ θεοῦ υἱόν, τῆς ἁγίας ταύτης καὶ μυστικῆς πίστεως τὴν ἐν Χριστῷ παρεχούσης ἀναγέννησιν τοῖς δι' αὐτῆς φωτιζομένοις. ἀλλὰ τὴν μονάδα φησὶν Μάρκελλος ἐνεργείᾳ πλατύνεσθαι, ὃ ἐπὶ μὲν σωμάτων χώραν ἔχει, ἐπὶ δὲ τῆς ἀσωμάτου καὶ ἀλέκτου καὶ ἀνεκφράστου οὐσίας οὐκέτι.
2.6.3
οὐδὲ γὰρ ἐν τῷ ἐνεργεῖν πλατύνεται οὐδ' ἐν τῷ μὴ ἐνεργεῖν συστέλλεται, οὐδ' ὅλως ὁμοίως ἀνθρώποις ἐνεργεῖ οὐδ' ὁμοίως ἀνθρώποις κινεῖται· μονὰς δὲ ὢν ἀδιαίρετος ὁ θεὸς τὸν μονογενῆ αὐτοῦ υἱὸν ἐξ ἑαυτοῦ ἐγέννα, οὐ διαιρούμενος οὐδ' ἀλλοίωσιν ἢ τρο
2.6.4
πὴν ἢ ῥοὴν ἤ τι πάθος ὑπομένων. οὐδὲ γὰρ προστάττων οὐδ' ἐγκελευόμενος οὐδὲ νομοθετῶν, ὁμοίως ἀνθρώποις γλώττῃ καὶ χείλεσιν λαλῶν ταῦτα πράττει, οὐδέ γε ἀφορῶν εἰς τὴν τοῦ παντὸς διακόσμησιν ὁμοίως ἡμῖν ὀφθαλμοῖς χρώμενος ἐνατενίζει, ὁπότε καὶ «τὰ μὴ ὄντα» προλαβὼν ἀρρήτῳ καὶ θεϊκῇ δυνάμει ὡς ἤδη ὄντα καὶ
2.6.5
ὑφεστῶτα θεωρεῖ. ἀλλ' οὐδὲ ποιῶν καὶ δημιουργῶν ὁμοίως τοῖς παρ' ἡμῖν τεχνίταις προϋποκειμένην ὕλην λαβὼν χερσὶν καὶ δακτύλοις τεκταίνεται, ἀρρήτῳ δὲ πάλιν καὶ ἀκαταλήπτῳ δυνάμει ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι τὴν τῶν γενητῶν ἁπάντων ὑπεστήσατο οὐσίαν. εἰ δὴ οὖν πάντα λόγοις ἡμῖν ἀρρήτοις καὶ ἀσυλλογίστοις ἐποίει, τί δὴ χρὴ ἀγωνιᾶν, μὴ ὁμοίως τοῖς θνητοῖς ζῴοις πάθος τι περὶ αὐτὸν εἴποιμεν γεγονέναι ἐπὶ τῇ τοῦ υἱοῦ γεννήσει, ἣν ὑπὲρ πάντα καὶ πρὸ πάντων ὑπέστη, οὐ κατά τι τῶν τῇ θνητῶν φύσει συνεγνωσμένων, κατὰ δὲ τὸν αὐτῷ μόνῳ γνωριζόμενον τρόπον;
2.7.1
ἀλλὰ φοβῇ, ὦ ἄνθρωπε, μὴ δύο ὑποστάσεις ὁμολογήσας δύο ἀρχὰς εἰσαγάγοις καὶ τῆς μοναρχικῆς θεότητος ἐκπέσοις; μάνθανε τοίνυν ὡς, ἑνὸς ὄντος ἀνάρχου καὶ ἀγεννήτου θεοῦ τοῦ δὲ υἱοῦ ἐξ αὐτοῦ γεγεννημένου, μία ἔσται ἀρχὴ μοναρχία τε καὶ βασιλεία μία, ἐπεὶ καὶ αὐτὸς ὁ υἱὸς ἀρχὴν ἐπιγράφεται τὸν αὐτοῦ πατέρα. «κε
2.7.2
φαλὴ γὰρ Χριστοῦ ὁ θεὸς» κατὰ τὸν ἀπόστολον. ἀλλὰ ἀγωνιᾷς, μὴ δύο θεοὺς ἀνάγκη εἴη παραδέξασθαι τὸν δύο ὑποστάσεις πατρὸς καὶ υἱοῦ εἶναι ὁμολογοῦντα; ἀλλὰ καὶ τοῦτο γίνωσκε, ὡς ὁ δύο δοὺς ὑποστάσεις πατρὸς καὶ υἱοῦ οὐκ ἀναγκάζεται δύο πατέρας εἰπεῖν, οὐδὲ δύο υἱούς, ἀλλὰ τὸν μὲν ἕνα πατέρα δώσει, τὸν δὲ ἕτερον υἱόν. κατὰ τὸν αὐτὸν οὖν τρόπον οὐ δύο θεοὺς ἀνάγκη δοῦναι τὸν τὰς
2.7.3
δύο ὑποστάσεις τιθέντα. οὐδὲ γὰρ ἰσοτίμους αὐτὰς ὁριζόμεθα οὐδ' ἄμφω ἀνάρχους καὶ ἀγεννήτους, ἀλλὰ μίαν μὲν τὴν ἀγέννητον καὶ ἄναρχον, θατέραν δὲ γεννητὴν καὶ ἀρχὴν τὸν πατέρα κεκτημένην. διὸ καὶ αὐτὸς ὁ υἱὸς καὶ ἑαυτοῦ εἶναι θεὸν τὸν αὐτοῦ πατέρα διδάσκει, ἐν οἷς φησιν «ἀνέρχομαι πρὸς τὸν πατέρα μου καὶ πατέρα
2.7.4
ὑμῶν καὶ θεόν μου καὶ θεὸν ὑμῶν». ὁ μὲν δὴ θεὸς καὶ πατὴρ καὶ
2.7.5
αὐτοῦ τοῦ υἱοῦ θεὸς ὢν δείκνυται· διὸ δὴ εἷς θεὸς τῇ ἐκκλησίᾳ τοῦ υἱοῦ κηρύττεται. ὁ δὲ υἱός, ὅτε μὲν αὐτὸς παραβάλλεται τῷ πατρί, οὐκέτ' ἔσται καὶ αὐτοῦ τοῦ πατρὸς θεός, ἀλλ' υἱὸς μονογενὴς καὶ ἀγαπητὸς αὐτοῦ καὶ «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ «ἀπαύγασμα» τῆς πατρικῆς δόξης, σέβει τε καὶ προσκυνεῖ καὶ δοξάζει τὸν ἑαυτοῦ πατέρα θεὸν αὐτὸν καὶ ἑαυτοῦ ἐπιγραφόμενος ᾧ καὶ εὔχεσθαι ἀναγέγραπται, ᾧ καὶ εὐχαριστεῖ, ᾧ καὶ «ὑπήκοος μέχρις θανάτου»
2.7.6
γίνεται, ὁμολογεῖ τε ζῆν «διὰ τὸν πατέρα» καὶ μηδὲν δύνασθαι πράττειν ἄνευ τοῦ πατρὸς καὶ μὴ τὸ ἑαυτοῦ θέλημα ποιεῖν ἀλλὰ τὸ τοῦ πατρός. λέγει δ' οὖν αὐταῖς συλλαβαῖς «ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιήσω τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ αὖθις «οὐ δύναμαι ἐγὼ ποιεῖν ἀπ' ἐμαυτοῦ οὐδέν· καθὼς ἀκούω κρίνω, καὶ ἡ κρίσις ἡ ἐμὴ δικαία ἐστίν, ὅτι οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με». καὶ ὅτι γε ἕτερος ἦν ὁ πέμψας αὐτὸν παρ' αὐτὸν παρίστησιν ἑξῆς λέγων «ἐὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἡ μαρτυρία μου οὐκ ἔστιν ἀληθής·
2.7.7
ἄλλος ἐστὶν ὁ μαρτυρῶν περὶ ἐμοῦ». εἶτα μνημονεύσας τοῦ βαπτιστοῦ, τὸν πατέρα μάρτυρα εἶναι αὐτοῦ διδάσκει φάσκων «καὶ ὁ πέμψας με πατήρ, αὐτὸς μεμαρτύρηκεν περὶ ἐμοῦ», καὶ προστίθησιν «εἰ ἠγαπᾶτέ με, ἐχάρητε ἂν ὅτι πορεύομαι πρὸς τὸν πατέρα· ὅτι ὁ
2.7.8
πατήρ μου μείζων μού ἐστιν». δι' ὧν ἁπάντων ἕτερον ἑαυτὸν τοῦ πατρὸς δείκνυσιν. καὶ τὸ ὑπερέχον τῆς δόξης τοῦ πατρὸς παρίστησιν διὰ τοῦ τὸν μὲν ἀπεσταλκέναι λέγειν, ἑαυτὸν δὲ ἀπεστάλθαι καὶ ἐκ τοῦ οὐρανοῦ κατεληλυθέναι «οὐχ ἵνα ποιήσῃ τὸ θέλημα τὸ ἑαυτοῦ ἀλλὰ τὸ τοῦ πέμψαντος» αὐτόν. καὶ τί ἂν πρὸς ταῦτα φαίη Μάρκελλος, ἀκούων τοῦ κατεληλυθότος ἐξ οὐρανοῦ ταῦτα διδάσκοντος; οὐ γὰρ δήπου καὶ νῦν τὴν σάρκα τοῦ σωτῆρος ταῦτα φάσκειν ἐρεῖ·
2.7.9
οὐ γὰρ ἡ σὰρξ ἐκ τοῦ οὐρανοῦ κατελήλυθεν. τίνα τοίνυν ἐρεῖ τὸν ἐκ τοῦ οὐρανοῦ κατεληλυθότα καὶ ταῦτα διδάσκοντα; πότερα τὸν θεὸν αὐτὸν ἢ τὸν τούτῳ συνημμένον λόγον; ἀλλ' εἰ λέγοι τὸν πατέρα, γυμνῶς ἀνακαλύψας τὸν Σαβέλλιον, αὐτὸς αὐτὸν ὁ σωτὴρ ἐψευσμένον ἀπελέγξει λέγων «καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα
2.7.10
ποιήσω τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ «οὐ δύναμαι ἐγὼ ἀπ' ἐμαυτοῦ ποιεῖν οὐδέν· καθὼς ἀκούω κρίνω», καὶ «οὐ ζητῶ τὸ θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με», καὶ «ὁ πατήρ μου μείζων μού ἐστιν». ταῦτα γὰρ οἴεσθαι τὸν
2.7.11
πατέρα φάσκειν ἐσχάτης ἂν εἴη μανίας. εἰ δὲ τὸν ἐν τῷ θεῷ συμφυᾶ λόγον καὶ τὴν διάνοιαν αὐτοῦ, καθ' ἣν λογίζεται καὶ ἔνδον ἐν ἑαυτῷ διανοεῖται, τὰ προκείμενα διεξιέναι φησίν, καὶ πῶς ἂν ἡ ἐνθύμησις τοῦ θεοῦ καὶ ἡ ἐν αὐτῷ διάνοια καταβέβηκεν ἐκ τοῦ οὐρανοῦ; πῶς δ' ἐν τῇ σαρκὶ ᾗ ἀνείληφεν γενομένη ταῦτα διεξῄει; πῶς δ' ὁ ἐν τῷ θεῷ λόγος ἐρεῖ καταβεβηκέναι «οὐχ ἵνα ποιήσῃ τὸ θέλημα αὐτοῦ
2.7.12
ἀλλὰ τὸ τοῦ πέμψαντος» αὐτόν; διὰ τούτων μὲν ὁ υἱὸς τοῦ θεοῦ τὸ πρὸς τὸν πατέρα σέβας ἑαυτοῦ παρίστησιν· ὅτε δὲ τῶν γενητῶν ἁπάντων καθηγεῖται τῶν δι' αὐτοῦ γεγενημένων, ὡς ἂν ἁπάντων ὑπάρχων σωτὴρ καὶ κύριος καὶ δημιουργός «πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», τηνικαῦτα καὶ θεὸς καὶ
2.7.13
δεσπότης καὶ σωτὴρ καὶ βασιλεὺς ἀναγορεύοιτο ἄν. διὸ καὶ σέβειν καὶ προσκυνεῖν καὶ τιμᾶν αὐτὸν οἷα θεὸν ἡ ἐκκλησία αὐτοῦ δεδί
2.7.14
δακται, τοῦτο πράττειν παρ' αὐτοῦ μαθοῦσα. λέγει δ' οὖν αὐτὸς ὁ σωτὴρ «οὐδὲ γὰρ ὁ πατὴρ κρίνει οὐδένα, ἀλλὰ τὴν ἅπασαν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν τὸν υἱὸν καθὼς τιμῶσιν τὸν πατέρα», διαρρήδην παρακελευόμενος τιμᾶν αὐτὸν μὴ ὁμοίως τοῖς προφήταις μηδ' ὁμοίως ἀγγέλοις ἢ ταῖς τούτων διαφερούσαις δυνάμεσιν, ἀλλ' αὐτῷ τῷ πατρὶ παραπλησίως. τοῦτο γὰρ αὐτὸς ὁ πατὴρ βουληθεὶς «πᾶσαν τὴν κρίσιν δέδωκεν τῷ υἱῷ, ἵνα πάντες τιμῶσιν
2.7.15
αὐτὸν καθὼς τιμῶσι τὸν πατέρα». ἃ δὴ καὶ Θωμᾶς ὁ Δίδυμος ἀκριβῶς ἐπιστάμενος, ἅτε τοῦ χοροῦ τῶν δώδεκα γεγονὼς μαθητῶν, λαμπροῖς ῥήμασιν καὶ θεὸν αὐτὸν καὶ κύριον ἐπεγράφετο λέγων «ὁ κύριός μου καὶ ὁ θεός μου». διὸ δὴ καὶ ἡμᾶς προσήκει μόνον τὸν υἱὸν καὶ μηδένα ἕτερον θεϊκῇ τιμῇ σέβειν, καθὼς τιμῶμεν τὸν πα
2.7.16
τέρα, καὶ ἐν τούτῳ τοῦ πατρὸς διὰ τοῦ υἱοῦ τιμωμένου· ὃ δὴ καὶ αὐτὸ διδάσκει λέγων «ὁ τιμῶν τὸν υἱὸν τιμᾷ τὸν πατέρα τὸν πέμψαντα αὐτόν». ὥσπερ γὰρ καὶ βασιλέως καταπεμφθεῖσαν εἰκόνα τιμῶντες τὸ πρωτότυπον τῆς εἰκόνος αὐτὸν ἂν τιμήσαιμεν τὸν βασιλέα, τὸν αὐτὸν τρόπον ὁ πατὴρ ἂν εἴη διὰ τοῦ υἱοῦ τιμώμενος, ὡς καὶ
2.7.17
δι' αὐτοῦ ὁρώμενος. «ὁ» γὰρ «ἑωρακὼς» τὸν υἱὸν «ἑώρακεν τὸν πατέρα», τὴν ἀγέννητον θεότητα, οἷα ἐν εἰκόνι καὶ κατόπτρῳ, ἐν τῷ υἱῷ χαρακτηριζομένην ὁρῶν· «ἀπαύγασμα γάρ ἐστιν φωτὸς ἀιδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ». πάντα δὲ ταῦτα παρὰ τοῦ πατρὸς λαβών, ἐξ αὐτοῦ τε καὶ τῆς θεότητος τὴν δόξαν, ὡς ἂν υἱὸς γνήσιος καὶ μονογενής, εἰληφὼς ἔχει. ἀλλ' οὐ καὶ ὁ πατὴρ παρά τινος εἴληφεν, πάντων δ' αὐτὸς ὢν ἀρχὴ καὶ πηγὴ καὶ ῥίζα τῶν ἀγαθῶν εἰκότως εἷς καὶ μόνος ἀναγορεύοιτο ἂν θεός.
2.8.1
ἀλλὰ τούτων ἐν ἀγνοίᾳ τυγχάνων Μάρκελλος οὐ βούλεται μὲν ἀληθῶς τὸν υἱὸν ἐκ τοῦ πατρὸς γεγεννῆσθαι, ὡς υἱὸν ζῶντα καὶ ὑφεστῶτα, οἷα δὲ λόγον αὐτὸν σημαντικόν τινος ἢ προστακτικὸν προελθεῖν τοῦ θεοῦ φάσκει. ἄκουε δ' οὖν ἀκαλύπτως καὶ τοῦτο λέγοντος αὐτοῦ ταῖσδε ταῖς φωναῖς τὸ μὲν οὖν πρὸ τῶν αἰώνων αὐτὸν γεγεννῆσθαι φῆσαι, ἀκολούθως εἰρηκέναι δοκεῖ· γέννημα γὰρ τὸ προελθὸν τοῦ προεμένου γίγνεται πατρός. θάτερον δὲ οὐκέτι ὑγιῶς οὐδ' εὐσεβῶς αὐτῷ παρείληπται. τὸ γὰρ μὴ λόγον εἶναι φῆσαι τὸν ἐξ αὐτοῦ προελθόντα, καὶ τοῦτον εἶναι τὸν τῆς γεννήσεως ἀληθῆ τρόπον, ἀλλ' ἀληθῶς υἱὸν μόνον, ἔμφασίν τινα τοῖς ἀκούουσιν ἀνθρωπίνης ὄψεως παρέχειν εἴωθεν.
2.8.2
εἶθ' ὅτι μηδὲ γεγέννηται ἐκ τοῦ πατρὸς ὁ λόγος παριστὰς ὧδε λέγει πρὸς λέξιν ὁ τοίνυν ἱερὸς ἀπόστολος καὶ μαθητὴς τοῦ κυρίου Ἰωάν νης ἀιδιότητος αὐτοῦ μνημονεύων ἀληθὴς ἐγίγνετο τοῦ λόγου μάρτυς, «ἐν ἀρχῇ ἦν ὁ λόγος» λέγων «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», οὐδὲν γενέσεως ἐνταῦθα μνημο νεύων τοῦ λόγου. οὕτω δὴ τὸν υἱὸν τοῦ θεοῦ ἀρνούμενος, τὸν ἐν τῷ θεῷ λόγον ποτὲ μὲν ἔνδον εἶναι ἐν τῷ θεῷ ἔφασκεν ποτὲ δὲ προϊέναι τοῦ θεοῦ, καὶ
2.8.3
ἄλλοτε πάλιν ἀναδραμεῖσθαι εἰς τὸν θεὸν καὶ ἔσεσθαι ἐν αὐτῷ, ὡς καὶ πρότερον ἦν. ἐπάκουσον δ' ὅπως ταῦτα λέγει τούτοις τοῖς ῥήμασιν νυνὶ δὲ πιστεύω ταῖς θείαις γραφαῖς, ὅτι εἷς ὁ θεός. καὶ ὁ τούτου λόγος προῆλθεν μὲν τοῦ πατρός, ἵνα πάντα δι' αὐτοῦ γένηται· μετὰ δὲ τὸν καιρὸν τῆς κρίσεως καὶ τὴν τῶν ἁπάντων διόρθωσιν καὶ τὸν ἀφανισμὸν τῆς ἀντικειμένης ἁπάσης ἐνεργείας, «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα» «θεῷ καὶ πατρί», ἵν' οὕτως ᾖ ἐν τῷ θεῷ ὁ λόγος, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ τὸν κόσμον εἶναι. οὐδενὸς γὰρ ὄντος πρότερον ἢ τοῦ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ, λόγος τοῦ πατρὸς ὤν.
2.8.4
καὶ πάλιν τὴν αὐτὴν διάνοιαν λευκότερον τίθησιν ὧδε γράφων πρὸ γὰρ τοῦ τὸν κόσμον εἶναι ἦν ὁ λόγος ἐν τῷ πατρί. ὅτε δὲ ὁ παντοκράτωρ θεὸς πάντα τά τε ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς προέθετο ποιῆσαι, ἐνεργείας ἡ τοῦ κόσμου γένεσις ἐδεῖτο δραστικῆς· καὶ διὰ τοῦτο, μηδενὸς ὄντος ἑτέρου πλὴν θεοῦ πάντα γὰρ ὁμολογεῖται ὑπ' αὐτοῦ γεγενῆσθαι, τότε ὁ λόγος προελθὼν ἐγίνετο τοῦ κόσμου ποιητής, ὁ καὶ πρότερον ἔνδον νοητῶς ἑτοι μάζων αὐτόν.
2.8.5
καὶ αὖθις μετὰ πάντα ἐπιφέρει λέγων καὶ διὰ τοῦτο οὐχ υἱὸν θεοῦ ἑαυτὸν ὀνομάζει, ἀλλὰ παν ταχοῦ υἱὸν ἀνθρώπου ἑαυτὸν λέγει, ἵνα διὰ τῆς τοιαύτης ὁμο λογίας θέσει τὸν ἄνθρωπον διὰ τῆς πρὸς αὐτὸν κοινωνίας υἱὸν θεοῦ γενέσθαι παρασκευάσῃ καὶ μετὰ τὸ τέλος τῆς πράξεως αὖθις, ὡς λόγος, ἑνωθῇ τῷ θεῷ, πληρῶν ἐκεῖνο τὸ ὑπὸ τοῦ ἀποστόλου εἰρημένον· «τότε αὐτὸς ὑποταγήσεται τῷ ὑποτάξαντι αὐτῷ τὰ πάντα, ἵνα ᾖ τὰ πάντα καὶ ἐν πᾶσιν ὁ θεός». ἔσται γὰρ τηνικαῦτα τοῦθ' ὅπερ πρότερον ἦν. τοσαῦτα Μάρκελλος περὶ τοῦ λόγου εἰπὼν τοῦ ἐν τῷ θεῷ, καθ' ὃν νοοῦμεν αὐτὸν λογικὸν εἶναι, δεινῇ δυσχωρίᾳ περιπέπτωκεν, τολμήσας ἐκτὸς τοῦ θεοῦ γεγονέναι ποτὲ φάναι τὸν ἐν αὐτῷ λόγον, καὶ πάλιν ἐντὸς αὐτοῦ μετὰ τὸν καιρὸν τῆς κρίσεως, ἵν' οὕτως ᾖ ἐν τῷ θεῷ ἑνωθεὶς αὐτῷ, ὥσπερ καὶ πρότερον ἦν.
2.9.1
ὥρα τοίνυν ἐρωτῶσιν ἡμῖν αὐτὸν ἀποκρίνασθαι. τί οὖν ἐν τῷ μεταξὺ χρόνῳ, ὅτε ἐκτὸς ἦν ὁ λόγος τοῦ θεοῦ, προσήκει νοεῖν; πῶς δὲ προῆλθεν; ἐν ὁποίᾳ δὲ ἦν ἄρα καταστάσει ὁ θεός, μὴ ἔχων ἐν ἑαυτῷ τὸν οἰκεῖον λόγον; εἰ γὰρ ἐπὶ συντελείᾳ τοῦ παντὸς ἔσται ὁ λόγος ἐν τῷ θεῷ, ὥσπερ καὶ πρότερον ἦν πρὸ τοῦ καιροῦ τῆς συντελείας, πῶς ἔσται ὁ λόγος ὁ προελθὼν τοῦ θεοῦ; εἰ μὲν γὰρ καθ' ἑαυτὸν ὑφεστὼς ἕτερος ἐγίγνετο τοῦ θεοῦ, μάταιος ὁ Μαρκέλλου πόνος· εἰ δὲ καὶ προελθὼν τοῦ θεοῦ, κατὰ τὸν ἐν ἡμῖν προφορικὸν λόγον, ἔμενεν τοῦ πατρὸς ἀχώριστος, οὐκοῦν ἀεὶ καὶ διὰ παν
2.9.2
τὸς ἦν ἐν τῷ θεῷ, καὶ ὅτε ἐνήργει. πῶς οὖν εἰς τὸν τῆς κρίσεως ἀναπέμπει καιρόν, τότε λέγων αὐτὸν ἑνωθήσεσθαι τῷ θεῷ καὶ ἔσεσθαι ὥσπερ καὶ πρότερον ἦν; εἰ γὰρ τότε ἔσται ὥσπερ καὶ πρότερον ἦν, οὔτε ὁ λόγος ὁ προελθὼν τοῦ θεοῦ ὁποῖος ἦν πρότερον ὑπάρξει, ἀλλὰ καὶ αὐτὸς ὁ θεὸς ἔσται ἑαυτῷ ἀνόμοιος, πάλαι μὲν ἔχων ἐν ἑαυτῷ τὸν λόγον καὶ ἐπὶ συντελείᾳ τοῦ παντὸς ἀποληψόμενος αὐτὸν καὶ γιγνόμενος τότε ὥσπερ καὶ πρότερον ἦν, ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἀνομοίως κείμενος. καὶ ὁ λόγος δὲ ὡσαύτως ἐκτὸς τοῦ θεοῦ γενόμενος οὐκ ἔσται πρὸ τῆς συντελείας τοῦ παντὸς οἷος
2.9.3
ἦν πρότερον. καὶ τίς ἂν τούτων δυσσεβέστερος γένοιτ' ἂν λόγος; ὅλως γὰρ τὸ ἦν καὶ τὸ ἔσται καὶ τὸ γεγονέναι ποτὲ καὶ πάλιν μέλλειν ἔσεσθαι, τῆς ἐν χρόνῳ μεταβολῆς ὄντα δηλωτικά, ἀλλότρια ἂν εἴη τῆς ἀχρόνου καὶ ἀνάρχου καὶ ἀγενήτου καὶ ἀναλλοιώτου οὐσίας, ἐφ' ἧς τὸ εἶναι μόνον ἐπιπρέπει νοεῖν καὶ εἶναι ἀπαραλλάκτως ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχουσαν, μὴ μειουμένην, μὴ συστελλομένην, μὴ ἐκτεινομένην, μὴ ἐξαπλουμένην, μηδ' ἐκτός τι καὶ ἐντὸς ἑαυτῆς ἔχουσαν, μηδ' ἄλλοτε ἄλλην γιγνομένην, μηδ' ἕτερον μὲν οὖσαν πρότερον εἶτα ἄλλο τι γιγνομένην καὶ πάλιν εἰς τὸ
2.9.4
ἀρχαῖον ἀποκαθισταμένην. ἃ δὴ Μάρκελλος ἐτόλμα ὑποτίθεσθαι, πάλαι μὲν λέγων εἶναι τὸν θεὸν καί τινα ἡσυχίαν ἅμα τῷ θεῷ ὑπογράφων ἑαυτῷ κατ' αὐτὸν ἐκεῖνον τὸν τῶν ἀθέων αἱρεσιωτῶν ἀρχηγὸν ὃς τὰ ἄθεα δογματίζων ἀπεφαίνετο λέγων· ἦν θεὸς καὶ σιγή, μετὰ δὲ τὴν σιγὴν καὶ τὴν ἡσυχίαν προελθεῖν τὸν λόγον τοῦ θεοῦ ἐν ἀρχῇ τῆς κοσμοποιίας δραστικῇ ἐνεργείᾳ· ὡς μηκέτ' εἶναι αὐτόν, οἷος ἦν ἐν σιωπῶντι τῷ θεῷ πρότερον ἡσυχάζων, ἀλλ' ἐνερ
2.9.5
γεῖν προερχόμενον τοῦ θεοῦ. καὶ πῶς ἄρα προῄει; πάντως που κατὰ προφορὰν φωνῆς ἐνάρθρου, φθεγγομένου δηλαδὴ καὶ λαλοῦντος τοῦ θεοῦ ὁμοίως ἀνθρώποις. τοῦτο γοῦν αὐτῷ ἐδόκει γράφοντι τοῦτον τὸν τρόπον ὥσπερ γὰρ τὰ γεγονότα πάντα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου γέγονεν, οὕτω καὶ τὰ λεγόμενα ὑπὸ τοῦ πατρὸς διὰ τοῦ λόγου σημαίνεται.
2.9.6
καὶ αὖθις πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ' ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ.
2.9.7
εἰ δὴ οὖν οὕτως ὁ λόγος προῆλθεν τοῦ πατρὸς δραστικῇ ἐνεργείᾳ, πόθεν Μαρκέλλῳ ἐπῆλθεν περιορίσαι χρόνον τῇ τοῦ λόγου ἐνεργείᾳ τὸν τῆς συντελείας, καθ' ὃν ἔσεσθαι φάσκει τὸν λόγον ἐν τῷ θεῷ, ὥσπερ καὶ πρότερον ἦν πρότερον δὲ ἡσυχάζοντα αὐτὸν ἐδίδου ἐν σιωπῶντι τῷ θεῷ; οὐκοῦν καὶ μετὰ τὴν συντέλειαν ἡσυχία τις ἔσται, μηδὲν μέλλοντος ἐνεργεῖν τοῦ λόγου. ἀλλὰ πρὸ μὲν τῆς τῶν γενητῶν συστάσεως οὐδὲν ἦν, φησίν, πλὴν θεοῦ, καὶ ἐπεὶ μηδὲν
2.9.8
ἦν, εἰκότως ἑαυτῷ τὴν ἡσυχίαν ἐτυποῦτο· κατὰ δὲ τὸν τῆς συντελείας καιρὸν Δανιὴλ ὁ προφήτης πρὸ τοῦ θρόνου τοῦ θεοῦ μυριάδας ἔσεσθαι θεσπίζει λέγων «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ
2.9.9
μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», πάντες δέ που καὶ οἱ υἱοὶ τοῦ μέλλοντος αἰῶνος τότε ἔσονται αἵ τε μακάριαι ψυχαὶ πατριαρχῶν καὶ προφητῶν καὶ ἀποστόλων ἅγιά τε πνεύματα μαρτύρων πάντα τε πρόβατα τοῦ σωτῆρος ἡμῶν τὰ ἐκ δεξιῶν αὐτοῦ στησόμενά τε καὶ ἀκουσόμενα «δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς
2.9.10
κόσμου». τοσούτων τοίνυν ἐσομένων καὶ ἀθάνατον ζωὴν ζησομένων μετὰ τὸν τῆς κρίσεως καιρόν, διὰ τί μὴ ἐνεργήσει ὁ τοῦ θεοῦ λόγος καὶ τότε; πόθεν δὲ Μαρκέλλῳ παρέστη ἀποφήνασθαι, ὅτι οὐκέτι λαλήσει τοῖς ἁγίοις ὁ θεὸς τότε οὐδὲ χρήσεται ἐνεργῷ τῷ αὐτοῦ λόγῳ, ἀλλ' ἔσται, ὡς καὶ πρότερον ἦν, ἐν αὐτῷ σιωπῶν δηλαδὴ καὶ ἡσυχάζων; τοῦτο γὰρ παρίστη πολλάκις εἰπὼν τότε ἔσεσθαι αὐτὸν ὡς καὶ πρότερον ἦν· ἦν δὲ πρότερον, ὡς αὐτὸς ἔφη, ἐν ἡσυχίᾳ.
2.9.11
οὐκοῦν ἀποσιωπήσει τότε ὁ θεός, πρὸ τούτου μὲν λαλῶν καὶ τῷ λόγῳ χρώμενος ἐνεργῷ, τότε δὲ κατ' αὐτὴν τὴν ἐπηγγελμένην βασιλείαν οὐρανῶν τοῦ οἰκείου λόγου καὶ τῆς ἐν αὐτῷ σοφίας ἀποστερῶν τοὺς ἁγίους αὐτοῦ. ὁρᾷς εἰς οἷον κεχώρηκεν κρημνὸν μηδενὶ χειραγωγῷ. χρησάμενος, μηδὲ ταῖς θείαις γραφαῖς· ταῦτα γοῦν πάντα
2.9.12
ἀπὸ μιᾶς φωνῆς, ἣν μὴ νενόηκεν, ἑαυτῷ συνέθηκεν. αὐτίκα γὰρ χωρήσας ἐπὶ τὰς ἀποδείξεις τῆς νέας καὶ καινῆς διαθήκης, πανταχόθεν μὲν ἠλαύνετο στενοχωρούμενος, μίαν δὲ μόνην εὑρὼν λέξιν τῇ αὐτοῦ συμβαλλομένην κακοδοξίᾳ, ὥσπερ τινὶ περιτυχὼν ἑρμαίῳ ταύτῃ μόνῃ συνεπλάκη, οὐδ' αὐτῇ ἐκ προσώπου τοῦ σωτῆρος ἡμῶν εἰρημένῃ ἀλλ' ἐκ προσώπου τοῦ εὐαγγελιστοῦ, δι' ἧς αὐτὸν ὠνόμασεν, «ἐν ἀρχῇ ἦν ὁ λόγος» εἰπὼν «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». ἔνθεν γοῦν ὁρμηθεὶς ὡς μηδὲν ὄντα ἕτερον ἢ λόγον ὅμοιον τῷ παρ' ἡμῖν ἐγνωσμένῳ τὸν υἱὸν ἠρνήσατο.
2.10.1
καίτοι οὐ λόγον μόνον αὐτὸς ὁ μέγας καὶ θεῖος εὐαγγελιστὴς κέκληκεν, ὡς πολλάκις ἡμῖν εἴρηται, ἀλλὰ καὶ θεὸν καὶ φῶς καὶ υἱὸν καὶ μονογενῆ· αὐτόν τε τὸν σωτῆρα ἱστορεῖ ἑαυτὸν ἀποκαλοῦντα λόγον μὲν οὐδαμοῦ τῆς γραφῆς, δι' ὅλου δὲ τοῦ εὐαγγελίου ζωὴν καὶ φῶς καὶ μονογενῆ καὶ υἱὸν θεοῦ καὶ ἀλήθειαν καὶ ἀνάστασιν καὶ ἄρτον ζωῆς καὶ ἄμπελον καὶ ποιμένα καὶ μυρία ἕτερα, ὥσπερ
2.10.2
οὖν ἤδη προδέδεικται. τί δήποτ' οὖν, τοσούτων ὄντων, ἐπὶ μὲν τῶν λοιπῶν ἁπάντων οὐχ ἵσταται ἐπὶ τῆς λέξεως τὴν δὲ τῶν λεγομένων διάνοιαν πολυπραγμονεῖ, ἐπὶ δὲ μόνου τοῦ λόγου κυριολεκτεῖσθαι αὐτόν φησιν ὡς οὐδὲν ὄντα ἕτερον ἢ λόγον. γράφει δ' οὖν αὐτοῖς ῥήμασιν λέγων οὐ καταχρηστικῶς ὀνομασθεὶς λόγος, κἂν διαρρα γῶσιν οἱ ἑτεροδιδασκαλοῦντες ψευδόμενοι, ἀλλὰ κυρίως τε καὶ ἀληθῶς ὑπάρχων λόγος.
2.10.3
καὶ πάλιν μανθανέτω τοίνυν θεοῦ λόγον ἐληλυθέναι, οὐ λόγον καταχρηστικῶς ὀνομασθέντα, ὡς αὐτοί φασιν, ἀλλ' ἀληθῆ ὄντα λόγον. καὶ αὖθις πρότερον, ὥσπερ πολλάκις ἔφην, οὐδὲν ἕτερον ἦν ἢ λόγος. καὶ πάλιν πρὸ τοῦ κατελθεῖν καὶ διὰ τῆς παρθένου τεχθῆναι λόγος ἦν μόνον. ἐπεὶ τί ἕτερον ἦν πρὸ τοῦ τὴν ἀνθρωπίνην ἀναλαβεῖν σάρκα τὸ κατελθὸν «ἐπ' ἐσχάτων τῶν ἡμερῶν», ὡς καὶ αὐτὸς ἔγραφεν, καὶ τὸ γεννηθὲν ἐκ τῆς παρθένου; οὐδὲν ἕτερον ἦν ἢ λόγος. ταῦτα Μαρκέλλῳ λέγοντι ἦν ἂν δίκαιον τοιανδὶ προσαγαγεῖν πεῦσιν·
2.10.4
καὶ πόθεν ἡμῖν, ὦ οὗτος, τὸ οὐδὲν ἕτερον προστίθης καὶ τὸ μόνον; τὸ μὲν γὰρ «ἐν ἀρχῇ ἦν ὁ λόγος» ἀκριβῶς ἔγνωμεν· καὶ οὐ μόνον, ἀλλὰ καὶ «καὶ θεὸς ἦν ὁ λόγος» καὶ «φῶς ἦν τὸ φωτίζον πάντα ἄνθρωπον» καὶ «μονογενὴς ἦν υἱὸς» καὶ ὅσα κατείλεκται ἕτερα. ὅτι δὲ λόγος ἦν μόνον καὶ οὐδὲν ἕτερον ἢ λόγος οὐκ ἂν ἔχοι
2.10.5
τις εἰρημένον ἀποδεῖξαι. πόθεν οὖν τὸ τῆς προσθήκης τόλμημα; διὰ τί γὰρ οὐχὶ μᾶλλον υἱὸν ἄν τις εἴποι αὐτὸν μόνον καὶ οὐδὲν ἕτερον ἢ υἱόν; διὰ τί δὲ οὐ θεὸν καὶ οὐδὲν ἕτερον ἢ θεόν; διὰ τί μὴ φῶς τοῦ κόσμου καὶ οὐδὲν ἕτερον ἢ τοῦτο; διὰ τί δὲ μὴ ζωὴν καὶ οὐδὲν ἕτερον; καὶ ἐπὶ τῶν παραπλησίων ταὐτὸν ἄν τις δικαιό
2.10.6
τατα ἂν προτείνειεν. ἀλλ' ὥσπερ ἄν τις, εἰ τοῦτο λέγοι, ἐλέγχοιτ' ἂν ἁμαρτάνων πάντα γὰρ ἀθρόως ἐστὶν ταῦτα, εἷς ὢν υἱὸς τοῦ θεοῦ καὶ εἴ τι τούτων ἀνώτερον, καθ' ἑκάστην ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων διαφόρων καὶ τῶν ἐπηγοριῶν ἠξιωμένος,
2.10.7
οὕτω καὶ ἐπὶ τοῦ λόγου ὁ φὰς μόνον λόγον αὐτὸν εἶναι καὶ οὐδὲν ἕτερον σφάλλεσθαι ἂν λέγοιτο εἰκότως· μόνου γὰρ τοῦ εὐαγγελιστοῦ Ἰωάννου λόγον αὐτὸν ἀποκαλέσαντος καὶ οὐ τοῦτο μόνον ἀλλὰ καὶ ἕτερα, τοῦ δὲ σωτῆρος φῶς καὶ ἀλήθειαν καὶ ζωὴν καὶ μονογενῆ υἱὸν καὶ τὰ λοιπὰ ἑαυτὸν ἀνειπόντος λόγον δὲ οὐδαμῶς, πῶς οὐκ ἄτοπον ἐπὶ μὲν ὧν αὐτὸς ἑαυτὸν ὠνόμασεν μὴ λέγειν ἓν τούτων εἶναι καὶ οὐδὲν ἕτερον, ἐπὶ δὲ τῆς τοῦ εὐαγγελιστοῦ περὶ αὐτοῦ φωνῆς, τῆς λόγον αὐτὸν ἀνειπούσης, διαβεβαιοῦσθαι ὡς οὐδὲν ἕτερον
2.10.8
ἦν ἢ λόγος. ἀλλὰ καὶ κυρίως φησὶν καὶ ἀληθῶς ὑπάρχων λόγος. διατί δὲ μὴ κυρίως καὶ ἀληθῶς ὑπάρχων θεός; οὐ γὰρ δὴ ἕτερος ἦν ὁ λόγον αὐτὸν ἀνειπών, ἕτερος δὲ ὁ θεὸν ἀποκαλέσας· εἷς δὲ καὶ ὁ αὐτὸς εὐαγγελιστὴς ὁμοῦ θεὸν καὶ λόγον αὐτὸν ἐδίδαξεν εἰπὼν «καὶ θεὸς ἦν ὁ λόγος», ὁ δ' αὐτὸς καὶ φῶς αὐτὸν ὠνόμασεν. διατί οὖν μὴ κυρίως καὶ ἀληθῶς υἱὸν μονογενῆ καὶ ὅσα ἄλλα αὐτὸς ὁ δεσπότης καὶ σωτὴρ διὰ τοῦ εὐαγγελιστοῦ περὶ ἑαυτοῦ μεμαρτύρηκεν; ὁ δὲ πάντα παρεὶς μόνον λόγον αὐτὸν κυρίως καὶ ἀληθῶς ὑπάρχειν φησίν· καὶ προστίθησιν ὡς ἄρα μόνον εἴη λόγος, ἐντεῦθέν τε καταπίπτει ἐπὶ τὴν τοῦ ἀνθρωπείου λόγου ὁμοιότητα.
2.11.1
καὶ φῶς μὲν αὐτὸν ἀκούων οὐκ ἐκπίπτει ἐπὶ τὸ σωματικὸν φῶς, οὐδ' ὅμοιον αὐτὸν εἶναί φησι τῷ ἡλίου φέγγει, ἐπὶ δὲ τοῦ λόγου σημαντικὸν αὐτὸν δίδωσιν καὶ ὅμοιον τῷ ἀνθρωπίνῳ· ὡς ποτὲ μὲν λέγειν αὐτὸν ἡσυχάζειν ἐν τῷ θεῷ ποτὲ δὲ προϊέναι τοῦ θεοῦ, καὶ ἐντὸς καὶ ἐκτὸς γίγνεσθαι αὐτοῦ, καθ' ὁμοιότητα τοῦ παρ' ἡμῖν λόγου, τοῦ τε ἐνδιαθέτου καλουμένου καὶ τοῦ κατὰ προφορὰν
2.11.2
διὰ φωνῆς ἐξακουομένου. λέγει δ' οὖν αὐτοῖς ῥήμασιν πάντα γὰρ ὅσα ἂν ὁ πατὴρ λέγῃ, ταῦτα πανταχοῦ διὰ τοῦ λόγου λέγων φαίνεται. τοῦτο δὲ δῆλόν ἐστιν καὶ ἀφ' ἡμῶν αὐτῶν, ὅσα μικρὰ τοῖς μεγάλοις καὶ θείοις ἀπεικάσαι· καὶ ἡμεῖς γὰρ πάντα ὅσα ἂν θέλωμεν κατὰ τὸ δυνατὸν λέγειν τε καὶ ποιεῖν τῷ ἡμετέρῳ ποιοῦμεν λόγῳ. καὶ αὖθις ταῦτά φησιν πρὸ γὰρ τῆς δημιουργίας ἁπάσης ἡσυχία τις ἦν, ὡς εἰκός, ὄντος ἐν τῷ θεῷ τοῦ λόγου. εἶτ' ἐπιφέρει οὐδενὸς γὰρ ὄντος πρότερον ἢ θεοῦ μόνου, πάντων δὲ διὰ τοῦ λόγου γίγνεσθαι μελλόντων, προῆλθεν ὁ λόγος δραστικῇ ἐνεργείᾳ,
2.11.3
τοσαῦτα περὶ τοῦ λόγου εἰπών, τὴν εὐαγγελικὴν φωνὴν ἐπάκουσον ὅπως πειρᾶται διερμηνεύειν ὧδε γράφων ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ Εὐαγγελίου διδάσκων, ὡς ἀγνοούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντο κράτορος ὀνομάζων, οὕτως ἔφη «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος». οὐ μιᾷ μαρτυρίᾳ χρώ μενος τὴν ἀιδιότητα σημαίνει τοῦ λόγου.
2.11.4
καὶ πάλιν φησὶν τρισὶν ἐπαλλήλοις μαρτυρίαις χρώμενος τὴν ἀιδιότητα τοῦ λόγου δεικνύναι βούλεται. καὶ αὖθις ἐπιλέγει ἵν' ἐν μὲν τῷ φῆσαι «ἐν ἀρχῇ ἦν ὁ λόγος» δείξῃ δυνάμει ἐν τῷ πατρὶ εἶναι τὸν λόγον ἀρχὴ γὰρ ἁπάντων τῶν γεγονότων ὁ θεὸς «ἐξ οὗ τὰ πάντα», ἐν δὲ τῷ «καὶ ὁ λόγος ἦν πρὸς τὸν
2.11.5
θεὸν» ἐνεργείᾳ πρὸς τὸν θεὸν εἶναι τὸν λόγον «πάντα γὰρ δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», ἐν δὲ τῷ θεὸν εἶναι τὸν λόγον εἰρηκέναι μὴ διαιρεῖν τὴν θεότητα, ἐπειδὴ ὁ λόγος τε ἐν αὐτῷ καὶ αὐτὸς ἐν τῷ λόγῳ· «ἐν ἐμοὶ» γάρ φησιν «ὁ πατήρ, κἀγὼ ἐν τῷ πατρί». διὰ τοσούτων Μάρκελλος τὴν ὑπόστασιν τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ ἀναιρῶν, τὸν θεῖον εὐαγγελιστὴν τῆς ἑαυτοῦ κακοδοξίας μαρτύρεται, ὡς οὐδὲν ἕτερον αὐτὸν ἐπιστάμενον ἢ λόγον, ποτὲ μὲν ἐνεργοῦντα ἄλλοτε δὲ ἡσυχάζοντα ἐν τῷ θεῷ καὶ οὐδὲν ἕτερον ὄντα ἢ αὐτὸν τὸν θεόν.
2.12.1
καίτοι ὁ μέγας εὐαγγελιστὴς ἅμα καὶ θεολόγος τρίτον ἐν ταὐτῷ μνημονεύσας τοῦ λόγου, οὐδ' ἅπαξ εἴρηκεν αὐτὸν θεοῦ λόγον. οὐ γὰρ εἶπεν· ἐν ἀρχῇ ἦν ὁ τοῦ θεοῦ λόγος, ἀλλ' ἀορίστως «ἐν ἀρχῇ ἦν ὁ λόγος», ἡμῖν καταλιπὼν ζητεῖν ὁποῖος ἦν λόγος. καὶ πάλιν «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» εἶπεν δυνάμενος εἰπεῖν· καὶ ὁ λόγος τοῦ θεοῦ ἦν ἐν τῷ θεῷ. ἀλλὰ καὶ «καὶ θεὸς ἦν ὁ λόγος» οὐχί· καὶ θεοῦ ἦν ὁ λόγος, ἔφη, ἵνα μὴ τοῦ θεοῦ ἐνέργειάν τινα σημαν
2.12.2
τικήν τινος ἢ ποιητικὴν εἶναι αὐτὸν ὑπολάβωμεν. ὃ δὴ Μάρκελλος οἰηθεὶς ἀίδιον εἶναι αὐτὸν τοῦ θεοῦ λόγον, τουτέστιν ἀγέννητον, πολλάκις ὡρίσατο· οὐ συνορῶν ὅτι εἰ μὲν ἕτερον τοῦ θεοῦ τὸν λόγον φάσκοι δύο ἔσται ἀίδια ὁ λόγος καὶ ὁ θεός καὶ οὐκέτ' ἔσται ἀρχὴ μία, εἰ δὲ ἓν λέγοι τὸ ἀίδιον τὸν αὐτὸν ὁριζόμενος εἶναι τὸν θεὸν τῷ λόγῳ γυμνὸν τὸν Σαβέλλιον ὁμολογήσει, υἱοπάτορα τὸν
2.12.3
ἕνα κατ' αὐτὸν ἐκεῖνον εἰσάγων. ἔσται οὖν ὁ πατὴρ αὐτῷ γεννηθεὶς καὶ παθών, καὶ αὐτὸς ἔσται ὁ εὐχόμενος ἑαυτῷ καὶ ἀπεστάλθαι λέγων ὑφ' ἑαυτοῦ καὶ υἱὸν ἑαυτοῦ καὶ μονογενῆ, οὐκ ἐπαληθεύων σὺν εἰρωνείᾳ δὲ καταψευδόμενος. καὶ τίς ἂν ἕτερος τούτου δυσσεβέστερος γένοιτ' ἂν λόγος; ἀλλὰ γὰρ ἡμεῖς φέρε ἴδωμεν, ὁποῖον ἡμῖν ὁ εὐαγγελιστὴς λόγον εὐαγγελίζεται φάσκων «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος».
2.13.1
ἡ μὲν οὖν τὸν λόγον δηλοῦσα λέξις, δι' Ἑλληνικῆς γλώττης προενηνεγμένη, πολύσημον ὑποβάλλει τὴν ἐξ αὐτῆς θεωρίαν. αʹ. κέκληται γὰρ ὁ λόγος καὶ ὁ ἐν τῇ λογικῇ ψυχῇ καταβεβλημένος, καθ' ὃν τὸ λογίζεσθαι ἡμῖν πάρεστιν, βʹ. καὶ παρὰ τοῦτον ἕτερος, ὁ διὰ γλώττης καὶ φωνῆς ἐνάρθρου σημαίνων τι, γʹ. καὶ κατὰ τρίτον
2.13.2
τρόπον, ὁ διὰ γραφῆς τῷ γραφεῖ συντεταγμένος. δʹ. ἤδη δὲ λόγον εἰώθαμεν καλεῖν καὶ τὸν σπερματικὸν ἢ φυτικόν, καθ' ὃν δυνάμει τὰ μηδέπω φύντα ἐναπόκειται τοῖς σπέρμασιν, μέλλοντα ὅσον οὔπω τῇ ἐνεργείᾳ εἰς φῶς προϊέναι. εʹ. καὶ παρὰ ταῦτα ἑτέρως εἰώθασιν ὀνομάζειν λόγον τὸν ἐπιστημονικὸν τέχνης τινὸς ἢ ἐπιστήμης καὶ πάντων τῶν τοιωνδὶ θεωρημάτων καταληπτικόν, οἷον ἰατρικὸν ἢ ἀρχιτεκτονικὸν ἢ γεωμετρικόν.
2.14.1
διαφόρων τοίνυν τρόπων παρισταμένων ἐκ τῆς τοῦ λόγου φωνῆς, τοῦ τε εὐαγγελιστοῦ ἀπολύτως εἰρηκότος «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», προσήκει τὸν νοῦν ἐπιστήσαντα καταμαθεῖν, ὡς ξένον τι χρῆμα λόγου παρὰ τὰ ἐγνωσμένα ἡμῖν ὁ εὐαγγελιστὴς ἐπὶ τοῦ παρόντος παραδίδωσιν, ἀπολύτως μὲν εἰπὼν λόγον προσθεὶς δὲ τὸ ξένον καὶ παράδοξον τῆς ἰδιαζούσης αὐτῷ δυνάμεως ἐν τῷ «καὶ θεὸς ἦν ὁ
2.14.2
λόγος». μὴ γὰρ τῶν πρός τι, φησίν, νόμιζε εἶναι καὶ τοῦτον, ὡς τὸν ἐν ψυχῇ λόγον ἢ ὡς τὸν διὰ φωνῆς ἀκουόμενον ἢ ὡς τὸν ἐν σωματικοῖς ὄντα σπέρμασιν ἢ ὡς τὸν ἐν μαθηματικοῖς ὑφεστῶτα θεωρήμασιν· οὗτοι γὰρ πάντες τῶν πρός τι ὄντες ἐν ἑτέρᾳ προϋποκειμένῃ νοοῦνται οὐσίᾳ. ὁ δὲ θεὸς λόγος οὐχ ἑτέρου δεῖται τοῦ προϋποκειμένου, ἵν' ἐν αὐτῷ γενόμενος ὑποστῇ, καθ' ἑαυτὸν δέ ἐστιν
2.14.3
ζῶν καὶ ὑφεστὼς ἅτε θεὸς ὤν. «θεὸς» γὰρ «ἦν ὁ λόγος». θεὸν δὲ αὐτὸν ἀκούων, φησίν, μὴ ἄναρχον καὶ ἀγέννητον ὁμοίως τῷ αὐτοῦ πατρὶ καὶ αὐτὸν εἶναι ὑπολάβῃς, μάνθανε δὲ ὅτι «ἐν ἀρχῇ ἦν» οὗτος ὁ θεὸς λόγος. τίνα δ' αὐτοῦ τὴν ἀρχὴν ὑφίσταται, διασαφεῖ ἑξῆς, οὐκ εἰπών· καὶ ὁ λόγος ἦν ὁ θεός, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, ἵνα μὴ αὐτὸν εἶναι τὸν ἐπὶ πάντων ὁρίσηται, ἀλλ' οὐδ'· ἐν τῷ θεῷ, ἵνα μὴ καταβάλῃ ἐπὶ τὴν ἀνθρωπίνην ὁμοιότητα, ἀλλὰ «καὶ ὁ λόγος
2.14.4
ἦν πρὸς τὸν θεὸν» ἔφη. εἰ γὰρ εἰρήκει· καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ, ὡς ἐν ὑποκειμένῳ συμβεβηκὸς καὶ ὡς ἕτερον ἐν ἑτέρῳ δούς, σύνθετον ὥσπερ εἰσῆγεν τὸν θεόν, οὐσίαν μὲν αὐτὸν ὑποτι
2.14.5
θέμενος δίχα λόγου συμβεβηκὸς δὲ τῇ οὐσίᾳ τὸν λόγον. ὅπερ οἰηθεὶς Μάρκελλος τὸν πατέρα καὶ τὸν υἱὸν ἐπὶ τὸ αὐτὸ συνάγει, τὴν μὲν οὐσίαν καλῶν τὸν πατέρα, τὸν δ' ἐν αὐτῷ λόγον τὸν υἱόν· οὐ λογισάμενος ὡς ὁ τοῦτο διδούς, τὸν θεὸν ἄνευ λόγου ὑποθέμενος, ἀθέῳ καὶ δυσσεβεῖ περιπέσοι ἂν δόγματι θεὸν ἄλογον παραδεχόμενος, ἔχοντα μὲν λόγον ὡς συμβεβηκότα ἐν αὐτῷ οὐ μὴν αὐτὸν ὄντα
2.14.6
λόγον· δέον ἕν τι θεῖον, ἄρρητον, ἀγαθόν, ἁπλοῦν, ἀσύνθετον, μονοειδὲς τὸ ἐπέκεινα τῶν ὅλων ὁμολογεῖν, αὐτόθεον, αὐτονοῦν, αὐτόλογον, αὐτοσοφίαν, αὐτοφῶς, αὐτοζωήν, αὐτοκαλόν, αὐτοαγαθὸν ὄντα καὶ τούτων ὅ τι ἄν τις κρεῖττον ἐπινοήσειεν, μᾶλλον δ' ὑπὲρ
2.14.7
πάντα νοῦν καὶ πάσης ἐπέκεινα διανοίας τε καὶ ἐνθυμήσεως, τὸν δὲ τούτου μονογενῆ υἱόν, ὡς ἂν εἰκόνα τοῦ πατρὸς ἐξ αὐτοῦ φύντα πάντη τε καὶ κατὰ πάντα ὁμοιότατον ὄντα τῷ γεγεννηκότι, καὶ αὐτὸν θεὸν καὶ νοῦν καὶ λόγον καὶ σοφίαν καὶ ζωὴν καὶ φῶς εἶναι αὐτοῦ τε τοῦ καλοῦ καὶ ἀγαθοῦ εἰκόνα, οὐκ αὐτὸν ὄντα τὸν πατέρα ἀλλὰ τὸν τοῦ πατρὸς μονογενῆ υἱόν, οὐδ' αὐτὸν ὄντα τὸν ἀγέννητον καὶ ἄναρχον ἀλλὰ τὸν ἐξ αὐτοῦ φύντα καὶ ἀρχὴν ἐπιγραφόμενον τὸν
2.14.8
γεγεννηκότα. εἰ δὲ τούτοις ἀντιλέγων Μάρκελλος ταὐτὸν εἶναι φάσκοι τὸν θεὸν καὶ τὸν ἐν αὐτῷ λόγον, ἀσύνθετον καὶ ἁπλοῦν τὸν θεὸν ὁριζόμενος, ὥρα μήτε πατέρα μήτε υἱὸν ὁμολογεῖν αὐτόν, ἄντικρυς δὲ τὸν Ἰουδαῖον προβάλλεσθαι ἢ τὸν Σαβέλλιον εἰσάγειν, πατέρα καὶ υἱὸν τὸν αὐτὸν εἶναι φάσκοντα· ὥστε κατ' αὐτὸν τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος» ἴσον εἶναι τῷ ἐν ἀρχῇ ἦν ὁ θεός, καὶ τὸ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» ἴσον εἶναι τῷ καὶ ὁ θεὸς ἦν πρὸς τὸν
2.14.9
θεόν, ὁμοίως δὲ καὶ τὸ τρίτον ταὐτὸν εἶναι τῷ καὶ θεὸς ἦν ὁ θεός, ἃ δὴ πρὸς τῷ ἀσυναρτήτῳ καὶ παραλογώτατα εἴη ἄν. πῶς δὲ καὶ τὸ «πάντα δι' αὐτοῦ ἐγένετο» χώραν ἕξει, ἑνὸς ὄντος τοῦ ὑποκει μένου; οὐ γὰρ ὑπ' αὐτοῦ φησιν οὐδ' ἐξ αὐτοῦ τὰ πάντα γεγενῆσθαι, ἀλλὰ «δι' αὐτοῦ». ἡ δὲ διὰ πρόθεσις τὸ ὑπηρετικὸν σημαίνει, ὡς ὁ αὐτὸς εὐαγγελιστὴς προϊὼν ἑξῆς παρίστησιν λέγων «ὁ νόμος διὰ Μωσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο»· ὡς γὰρ ὁ νόμος οὐκ ὢν ἀνθρώπινος οὐδ' αὐτοῦ Μωσέως ὑπάρχων ἀλλ' ἐκ τοῦ θεοῦ Μωσέα διάκονον καὶ ὑπηρέτην ἐπεγράψατο τῆς εἰς ἀνθρώπους ἐκδόσεως, καὶ διὰ τοῦτ' εἴρηται «ὁ νόμος διὰ Μωσέως ἐδόθη», οὕτως καὶ «ἡ χάρις διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο», τοῦ
2.14.10
πατρὸς αὐτὴν διὰ τοῦ Χριστοῦ κατεργασαμένου. ὡσαύτως οὖν εἴρηται καὶ τὸ «πάντα δι' αὐτοῦ ἐγένετο», ἑτέρου μὲν πεποιηκότος, αὐτοῦ δὲ διακονησαμένου· ὥσθ' ἕτερον ζητεῖν τὸν ποιητὴν τῶν ὅλων τὸν διὰ τοῦ θεολογουμένου τὰ πάντα ὑποστησάμενον. καὶ
2.14.11
τίς ἂν γένοιτο οὗτος; ἀλλ' οὐκ ἂν ἔχοι εἰπεῖν. ὧν οὕτως ἐχόντων ὁμολογεῖν ἀνάγκη τὸν θεολογούμενον ὑπὸ τοῦ εὐαγγελιστοῦ μὴ τὸν ἐπὶ πάντων εἶναι θεὸν μηδ' αὐτὸν τὸν πατέρα, τὸν δὲ τούτου μονογενῆ υἱόν, οὐ συμβεβηκότα τῷ πατρὶ οὐδ' ὡς ἐν ὑποκειμένῳ ἐν αὐτῷ ὄντα οὐδὲ ἓν καὶ ταὐτὸν τῷ θεῷ ὄντα, υἱὸν δὲ ἀληθῶς ὄντα, ζῶντα καὶ ὑφεστῶτα, ἐν ἀρχῇ τε ὄντα καὶ πρὸς τὸν θεὸν ὄντα καὶ θεὸν ὄντα,
2.14.12
δι' οὗ τὰ πάντα δημιουργεῖ· ὡς ὀρθῶς ἄν τινα ἐπὶ τὸ σαφέστερον μεταλαβόντα φάναι ἀντὶ τοῦ «ἐν ἀρχῇ ἦν ὁ λόγος», τὸ ἐν ἀρχῇ ἦν ὁ υἱός, καὶ ἀντὶ τοῦ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν» τὸ καὶ ὁ υἱὸς ἦν πρὸς τὸν πατέρα, καὶ ἀντὶ τοῦ «καὶ θεὸς ἦν ὁ λόγος» τὸ καὶ θεὸς ἦν ὁ υἱός. οὕτω δ' ἂν ἁρμόσειεν καὶ τὸ ἑξῆς ἐπαγόμενον, «πάντα» γὰρ «δι' αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν».
2.14.13
εἰκότως τοιγαροῦν ὁ θεῖος εὐαγγελιστὴς ἐν ἀρχῇ αὐτὸν ἔφη δοὺς αὐτῷ ἀρχήν, δῆλον δ' ὅτι τὴν γέννησιν, τὴν ἐκ τοῦ πατρός· πᾶν γὰρ τὸ ἔκ τινος γεννηθὲν ἀρχὴν ἔχει τὸν γεγεννηκότα. οὐ μὴν ἔθ' ὁμοίως ἐπήγαγεν τὸ καὶ ὁ λόγος ἦν ἐν τῷ θεῷ, ἀλλὰ «πρὸς τὸν θεὸν ἦν ὁ λόγος», διδάσκων τὸν γεννηθέντα καὶ ἀρχὴν τὸν πατέρα κτησάμενον μὴ μακράν που εἶναι τοῦ πατρὸς μηδὲ ἀπεσχοινίσθαι καὶ πόρρω που ἀφεστάναι αὐτοῦ, ἀλλὰ παρεῖναι αὐτῷ καὶ σὺν αὐτῷ
2.14.14
εἶναι· ὃ δὴ καὶ ἐν Παροιμίαις ἐδίδασκεν πρότερον φήσας «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔπειτα προσθεὶς «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ». οὕτως οὖν ὁ λόγος, δῆλον δ' ὅτι ὁ μονογενὴς υἱός, ἦν πρὸς τὸν ἑαυτοῦ πατέρα τὸν θεὸν συνὼν καὶ
2.14.15
συμπαρὼν αὐτῷ ἀεὶ καὶ πάντοτε· ὃ δὴ καὶ παρίστη λέγων «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν». ἐπεὶ δὲ ἐχρῆν ἡμᾶς γνῶναι καὶ ὁποίου ὑπῆρχεν ἀξιώματος, ἀναγκαίως συνῆψεν τὸ «καὶ θεὸς ἦν ὁ λόγος». πῶς γὰρ οὐκ ἔμελλεν θεὸς εἶναι ὁ ἐκ τοῦ ἑνὸς καὶ μόνου ἀγεννήτου θεοῦ γεννηθείς; εἰ γὰρ τὸ «γεγεννημένον ἐκ τῆς σαρκὸς σάρξ ἐστιν, καὶ τὸ γεγεννημένον ἐκ τοῦ πνεύματος πνεῦμά ἐστιν» κατὰ τὴν σωτήριον διδασκαλίαν, ἀκολούθως καὶ τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ
2.14.16
θεὸς ἂν εἴη. διὸ καὶ «θεὸς ἦν ὁ λόγος»· καὶ θεὸς ποιητικὸς καὶ δημιουργικὸς πάντων. ὃ δὴ καὶ αὐτὸ παρέστησεν ὁ εὐαγγελιστὴς ἑξῆς τὸ «πάντα δι' αὐτοῦ ἐγένετο» ἐπισυνάψας. ὁ μὲν οὖν παιδαγωγὸς νόμος διὰ Μωσέως ἐν τῇ κοσμοποιίᾳ τὸν θεὸν ποιητὴν τοῦ παντὸς εἰσάγων στοιχεῖά τε καὶ εἰσαγωγὰς θεοσεβείας παραδιδοὺς ἐδίδασκεν, λέγων «ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν
2.14.17
γῆν» καὶ τὰ τούτοις ἑξῆς, δι' ὧν τὸν Ἰουδαίων παιδαγωγῶν λαὸν
2.14.18
γενητὸν εἶναι τὸν κόσμον ἡγεῖσθαι παρῄνει, πρὸς τὸ μὴ τὴν κτίσιν
2.14.18
«παρὰ τὸν κτίσαντα» σέβειν. ὅπως δὲ ὁ θεὸς καὶ διὰ τίνος τὰ σύμπαντα ἐδημιούργει, οὐκέτι Μωσῆς τοῖς ὑπ' αὐτὸν παρεδίδου, «ἡ» δὲ «χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ» τὸ σεσιγημένον ὑπὸ Μωσέως μυστήριον εὐαγγελιζομένη καινοτέρας καὶ μυστικῆς τῇ ἐκκλησίᾳ τοῦ θεοῦ κατῆρξε διδασκαλίας, ἄντικρυς τοῖς πᾶσιν εἰς ἐξάκουστον βοῶσα τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος», καὶ τὸ «πάντα δι' αὐτοῦ ἐγένετο, καὶ
2.14.19
χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», καὶ ἔτι τούτοις προσθεῖσα τὸ «ὃ γέγονεν ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει», καὶ τὰ τούτοις ἀκόλουθα, δι' ὧν τὸν υἱὸν τοῦ θεοῦ καὶ τὰ ἐξαίρετα τοῦ θείου φωτὸς καὶ τῆς ἐν αὐτῷ ζωῆς, ὅπως τε δι' αὐτοῦ τὰ ὑπὸ Μωσέως εἰρημένα πάντα καὶ τὰ ἔτι τούτων ἐπέκεινα συνέστη, παιδεύει. ἀλλὰ τούτων οὐδὲν Μάρκελλος εἰδὼς ποτὲ μὲν Ἰουδαΐζων ποτὲ δὲ Σαβελλίζων ἁλίσκεται, 2. 14. κατὰ μὲν τὸν Ἰουδαῖον πρὸ τῆς τοῦ κόσμου συστάσεως μηδὲν εἶναι φάσκων πλὴν τοῦ θεοῦ μόνου, τῆς ἐκκλησίας πρὸ τῆς τοῦ κόσμου συστάσεως τὸν πατέρα εἶναι καὶ τὸν υἱὸν ὁμολογούσης, κατὰ δὲ τὸν Σαβέλλιον ἕνα καὶ τὸν αὐτὸν εἶναι ἀποφαινόμενος υἱὸν καὶ πατέρα καὶ ποτὲ μὲν αὐτὸν ἐνδιάθετον εἰσάγων λόγον ποτὲ δὲ προφορικόν.
2.14.21
εἰ γὰρ προσποιεῖται ταύτας μὴ παραδέχεσθαι τὰς φωνάς, πλὴν δῆλός ἐστιν ἐκ τοῦ ποτὲ μὲν ἔνδον αὐτὸν λέγειν ἐν τῷ θεῷ, ἄλλοτε δὲ δι' ἐνεργείας δραστικῆς προϊέναι αὐτοῦ, ἀφ' ὧν τε τῷ ἀνθρωπίνῳ ἀπεικάζει αὐτὸν λόγῳ. ὅ γε μὴν θεῖος εὐαγγελιστὴς κατ' οὐδένα τῶν ἀποδεδομένων τρόπων λόγον ὑπεστήσατο τὸν πρὸς αὐτοῦ θεολογούμενον, ἀλλ' οἷον ἔπρεπεν τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ νοεῖν, λόγον μὲν ὄντα καθ' ὃ πάντα λόγῳ συνεστήσατο καὶ χωρὶς λόγου τῶν ὄντων οὐδὲν γέγονεν, θεὸν δὲ καὶ μονογενῆ καθ' ὃ μόνος ἀληθῶς ἦν υἱὸς τοῦ ἐπὶ πάντων θεοῦ, υἱὸς γνήσιος ὄντως καὶ ἀγαπητός, τῷ
2.14.22
αὐτοῦ πατρὶ κατὰ πάντα ἀφωμοιωμένος. διὸ καὶ φῶς ἦν ἀληθῶς καθ' ὃ τὸ νοερὸν καὶ λογικὸν ταῖς κατ' εἰκόνα τὴν αὐτοῦ πεποιημέναις ψυχαῖς ἐναυγάζει φέγγος. διὸ οὐ πάντων αὐτὸν φῶς εἶναί φησιν, ἀλλὰ μόνων ἀνθρώπων· «ἦν» γὰρ «τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον» ἔφη. οὕτω δὲ καὶ ζωὴ ὑπῆρχεν ἀληθῶς, καθ' ὃ πᾶσιν τοῖς ζῶσιν τὸ τῆς ἐξ αὐτοῦ χορηγίας παρέχει νᾶμα. καὶ καθ' ἑκάστην δὲ ἐπίνοιαν τῶν ἐν αὐτῷ θεϊκῶν δυνάμεων παραστατικὰς εὕροις ἂν αὐτοῦ καὶ ἀληθεῖς ἐπωνυμίας. κατὰ πάντα γὰρ ἀλήθεια ἦν ὁ υἱὸς τοῦ θεοῦ, ὃ δὴ παρίστησιν αὐτὸς λέγων «ἐγώ εἰμι ἡ ἀλήθεια».
2.15.1
ἀλλ' ὁ νέος συγγραφεὺς ταῦτα μὲν οὔτε συνίησιν οὔτε οἶδεν οὔθ' ὅτι ἀγνοεῖ οἶδεν, ἃ δὴ καὶ εἰδέναι αὐχεῖ, ὅπως συνέστη. φέρε πάλιν εἶτα ἀναλαβόντες ἀκούσωμεν, ὡς τῷ ἐν ἀνθρώποις αὐτὸν ἀπεικάζει λόγῳ, τῷ τε κατὰ διάνοιαν καὶ τῷ κατὰ προφοράν, τοῦτον γράφων τὸν τρόπον τοῦτο δὲ ῥᾴδιον, οἶμαι, τοῖς εὖ φρονοῦσιν καὶ ἀπὸ μικροῦ τινος καὶ ταπεινοῦ καθ' ἡμᾶς παραδείγματος γνῶναι. οὐδὲ γὰρ τὸν τοῦ ἀνθρώπου λόγον δυνάμει καὶ ὑποστάσει χωρίσαι τινὶ δυνατόν· ἓν γάρ ἐστιν καὶ ταὐτὸν τῷ ἀνθρώπῳ ὁ λόγος, καὶ οὐδενὶ χωριζόμενος ἑτέρῳ ἢ μόνῃ τῇ τῆς πράξεως ἐνεργεία.
2.15.2
ἐν δὴ τούτοις τῷ προφορικῷ λόγῳ κέχρηται εἰκόνι, τῷ δέ γε ἐνδιαθέτῳ ἐν οἷς ταῦτά φησιν οὐ γὰρ δὴ ἑτέρας ἑτοιμασίας, οἷον ὕλης ἢ ἄλλης τινὸς ἀνθρωπίνης, ὁ θεὸς ἐδεῖτο πρὸς κατασκευήν, ἀλλὰ ταύτης τῆς ἐν τῇ ἑαυτοῦ διανοίᾳ ἑτοιμασίας. ἐπεὶ οὖν ἀδύνατον ἦν χωρὶς λόγου καὶ τῆς προσούσης τῷ λόγῳ σοφίας ἐννοῆσαι περὶ τῆς τοῦ οὐρανοῦ κατασκευῆς τὸν θεόν, εἰκότως ἔφη «ἡνίκα ἡτοίμαζεν τὸν οὐρανόν, συμπαρήμην αὐτῷ».
2.15.3
εἶθ' ἑξῆς προϊὼν ὁμοῦ καὶ ἐνδιάθετον τὸν τοῦ θεοῦ λόγον παρίστη, γράφων οὕτως τίς γὰρ οὕτως ἢ τῶν ἁγίων ἀγγέλων ἢ ἀνδρῶν δικαίων ἀξιόπιστος ἦν τὴν ἐκ προσώπου τοῦ θεοῦ ὁρισθεῖσαν αὐτῷ τιμω ρίαν λῦσαι, εἰ μὴ αὐτὸς ὁ λόγος ὁ συμπαρών τε καὶ συμπλάττων. πρὸς ὃν ὁ πατὴρ «ποιήσωμεν ἄνθρωπον» ἔφη;
2.15.4
τούτοις ἑξῆς διασαφεῖ ὁποῖον εἰσάγει λόγον φάσκων ἀλλ' εἴ τις μικρῷ τινι καὶ ἀνθρωπίνῳ καθ' ἡμᾶς παρα δείγματι χρώμενος ὡς διὰ εἰκόνος τὴν θείαν ἐξετάζοι πρᾶξιν· ὥσπερ ἂν εἴ τις ἀνδριαντοποιὸς ἐπιστήμων ἀνὴρ ἀνδριάντα πλάσαι βουλόμενος, πρῶτον μὲν τοὺς τύπους αὐτοῦ καὶ χαρα κτῆρας ἐν ἑαυτῷ σκοπεῖ, ἔπειτα πλάτος τε καὶ μῆκος ὅσον εὐπρε πὲς ἐννοεῖ, ἀναλογίαν τε τοῦ παντὸς ἐν τῷ καθ' ἕκαστον ἐξετά ζει μέρει, χαλκοῦ τε τὴν πρόσφορον ἑτοιμάσας ὕλην καὶ τὸν ἐσόμενον ἀνδριάντα τῇ ἑαυτοῦ προτυπώσας διανοίᾳ καὶ νοητῶς ὁρᾶν νομίσας συνειδώς τε ἑαυτῷ συνεργεῖν τὸν λόγον, ᾧ λογίζεται καὶ ᾧ πάντα πράττειν εἴωθεν οὐδὲν γὰρ μὴ λόγῳ γιγνόμενον καλόν, ἀρχόμενος τῆς αἰσθητῆς ταύτης ἐργασίας πρὸς ἑαυτὸν ὡς πρὸς ἕτερον παρακελεύεται λέγων· ἄγε ποιήσωμεν, ἄγε πλάσωμεν ἀνδριάντα· οὕτως ὁ τῶν ὅλων δεσπότης θεὸς τὸν ἔμψυχον ἐκ γῆς ἀνδριάντα ποιῶν οὐκ ἄλλῳ τινὶ ἀλλὰ τῷ ἑαυτοῦ παρακε λεύεται λόγῳ «ποιήσωμεν ἄνθρωπον» λέγων. διὰ τούτων ἐναργῶς καὶ ἐνδιάθετον λόγον ᾧ διαλογίζεταί τις καὶ προφορικὸν ᾧ διαλέγεται προσῆψεν τῷ θεῷ, τοιοῦτόν τινα οἷον τὸν καθ' ἡμᾶς καὶ τὸν ἐν τῷ θεῷ εἶναι λόγον ὑποθέμενος.
2.16.1
ταῦτα μὲν οὖν πάντα ὡς ἀρνητικὰ τυγχάνει τοῦ υἱοῦ τοῦ θεοῦ, οὐδὲν προσεπεξεργάζεσθαι δεῖ. τοσοῦτον δὲ οἶμαι προσήκειν ἐπερωτῆσαι, εἰ δὴ εἷς θεὸς ἦν καὶ οὐδὲν ἕτερον, οὐ πατὴρ οὐχ υἱός, τί κατεψεύδετο τῶν τοιούτων ὀνομάτων ἡ γραφή; τί δὲ καὶ αὐτὸς Μάρκελλος ὑποκρίνεται, τὸν μὴ υἱὸν ἀλλὰ λόγον υἱὸν ἀποκαλῶν; καὶ ἐπειδὴ κέχρηται παραδείγματι τῷ ἐν ἀνθρώποις λόγῳ, λεκτέον ὡς οὐ πᾶς ἄνθρωπος υἱὸν ἔχει, λογικὸς ὢν καὶ τὸν συμφυᾶ λόγον
2.16.2
ἐν αὑτῷ κεκτημένος· οὐκοῦν ἕτερόν τί ἐστιν υἱὸς παρὰ τὸν λόγον. τὸν οὖν θεὸν εἰ λόγον ἔχειν ἐν ἑαυτῷ φάσκοι καὶ οὐδὲν ἕτερον, ᾧ καὶ διενοεῖτο, ᾧ καὶ πρὸς ἑαυτὸν διελέγετο «ποιήσωμεν ἄνθρωπον» λέγων, τί καὶ μάτην υἱὸν ὀνομάζει; τί δὲ τὴν ἐκκλησίαν ὑποκρίνεται; τί δὲ μὴ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ προσποιεῖται πιστεύειν, σχηματιζόμενος διὰ τοῦ τὸν λόγον τὸν ἐν τῷ θεῷ υἱὸν ἀποκαλεῖν, σαφῶς τοῦ παραδείγματος μακρῷ διεστάναι διδάσκοντος τὸν ἔμφυτον ἐν ψυχῇ λόγον παρὰ τὸν ἔκ τινος γεννηθέντα καὶ καθ' ἑαυτὸν
2.16.3
ὑφεστῶτα καὶ ζῶντα καὶ ἐνεργοῦντα υἱόν; ἀλλ' οὐκ ἐγώ, φήσει ὡς εἰκός, ἀλλ' ὁ θεῖος εὐαγγελιστὴς λόγον αὐτὸν προσεῖπεν· ἀκόλουθον τοίνυν εἴη ἂν καὶ ἡμᾶς τούτῳ συνομολογεῖν. ναί φημι καὶ αὐτός.
2.17.1
πλὴν οὐδ' ἑτέρως προσήκειν οἶμαι ἐξακούειν τῆς φωνῆς ἢ αὐτῷ πάλιν μαθητευομένους τῷ εὐαγγελιστῇ διδάσκοντι ὁποῖον διωρίζετο λόγον. σαφῶς δὲ τοῦτον παρίστη οἷός τις ἦν, ἐπισυνάπτων ἑξῆς καὶ λέγων «καὶ θεὸς ἦν ὁ λόγος»· δυνάμενος γοῦν εἰπεῖν· καὶ ὁ θεὸς ἦν ὁ λόγος, μετὰ τῆς τοῦ ἄρθρου προσθήκης, εἴγε ἓν καὶ ταὐτὸν ἡγεῖτο τὸν πατέρα εἶναι καὶ τὸν υἱὸν αὐτόν τε εἶναι τὸν
2.17.2
λόγον τὸν ἐπὶ πάντων θεόν, οὐχ οὕτως ἐξέδωκε τὴν γραφήν. ἢ γὰρ καὶ θεοῦ ἦν ὁ λόγος ἐχρῆν εἰπεῖν ἢ ὁ θεὸς ἦν ὁ λόγος, μετὰ προσθήκης τοῦ ἄρθρου, εἰ τῇ Μαρκέλλου διανοίᾳ σύμφωνον τὴν γραφὴν ἐποιεῖτο. νυνὶ δὲ καὶ αὐτὸν τὸν λόγον θεὸν εἶναι παρίστη, ὁμοίως τῷ πρὸς ὃν ἦν θεῷ· προειπὼν γὰρ «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν», ἐπάγει λέγων «καὶ θεὸς ἦν ὁ λόγος», μονονουχὶ σαφέστερον ἡμᾶς διδάσκων πρῶτον μὲν ἡγεῖσθαι θεὸν τὸν ἐπέκεινα τῶν ὅλων αὐτὸν τὸν τοῦ λόγου πατέρα, πρὸς ὃν ἦν ὁ λόγος, ἔπειτα μετ' αὐτὸν μὴ ἀγνοεῖν ὡς καὶ ὁ λόγος αὐτοῦ ὁ μονογενὴς υἱός, οὐχὶ αὐτὸς
2.17.3
ἦν ὁ ἐπὶ πάντων θεός, ἀλλ' ὅτι καὶ αὐτὸς θεὸς ἦν. ὁ γὰρ «καὶ» σύνδεσμος τῷ πατρὶ συνάπτει τὴν θεότητα τοῦ υἱοῦ. διό φησιν «καὶ θεὸς ἦν ὁ λόγος», ἵν' ἴδωμεν θεὸν τὸν ἐπὶ πάντων πρὸς ὃν ἦν ὁ λόγος. καὶ θεὸν αὐτὸν τὸν λόγον ἄκουε, ὡς εἰκόνα τοῦ θεοῦ, καὶ εἰκόνα οὐχ ὡς ἐν ἀψύχῳ ὕλῃ, ἀλλ' ὡς ἐν υἱῷ ζῶντι καὶ ἀκριβέστατα πρὸς τὴν ἀρχέτυπον θεότητα τοῦ πατρὸς ἀφωμοιω
2.17.4
μένῳ. ἐπεὶ δὲ τῷ ἀνθρωπίνῳ λόγῳ τὸν τοῦ θεοῦ παραβάλλειν ἐδόκει Μαρκέλλῳ, καὶ πόσῳ βελτίω εἶναι φήσομεν, εἰκόνι χρώμενον τῷ ἀνθρωπίνῳ λόγῳ, τούτῳ μᾶλλον χρήσασθαι τῷ παραδείγματι καὶ φάναι τοῦ παρ' ἡμῖν λόγου πατέρα εἶναι τὸν νοῦν, ἕτερον ὄντα παρὰ τὸν λόγον. τὸν μὲν γὰρ νοῦν, ὅστις ποτὲ καὶ ὁποῖος ὢν τὴν οὐσίαν ὑπάρχει, οὐδεὶς πώποτε ἀνθρώπων ἔγνω, βασιλεὺς δ' οἷα ἐν ἀπορρήτοις εἴσω τοῖς αὐτοῦ ταμείοις ἱδρυμένος τὰ πρακτέα βουλεύεται· ὁ δ' ἐξ αὐτοῦ λόγος οἷα πατρὸς ἐξ ἀδύτων μυχῶν γεγεννημένος
2.17.5
τοῖς ἐκτὸς πᾶσιν καθίσταται γνώριμος. εἶθ' οἱ μὲν ἐκ τῆς τοῦ λόγου μεταλαμβάνουσιν ὠφελείας, τὸν δ' ἀφανῆ καὶ ἀόρατον νοῦν, τὸν δὴ
2.17.6
τοῦ λόγου πατέρα, οὐδεὶς πώποτε εἶδεν. κατὰ τὰ αὐτὰ δή, μᾶλλον δ' ἐπέκεινα πάσης εἰκόνος τε καὶ παραδείγματος, ὁ τοῦ παμβασιλέως θεοῦ τέλειος λόγος, οὐ κατὰ τὸν προφορικὸν ἀνθρώπων λόγον ἐκ συλλαβῶν καὶ ῥημάτων καὶ ὀνομάτων συγκείμενος, οἷα δὲ μονογενὴς τοῦ θεοῦ υἱὸς ζῶν καὶ ὑφεστὼς πρόεισιν μὲν τῆς πατρικῆς θεότητός τε καὶ βασιλείας, ἐπάρδει δὲ τῷ σύμπαντι κόσμῳ τὰς ἐξ αὐτοῦ χορηγίας, ζωῆς καὶ λόγου καὶ σοφίας καὶ φωτὸς καὶ παντὸς ἀγαθοῦ μετουσίας τοῖς γενητοῖς ἅπασιν ἐπιλιμνάζων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων ἐπέκεινα ὄντος ἀλήπτου τε καὶ ἀχωρήτου τοῖς πᾶσιν, κατὰ τὸν ἀφανῆ καὶ ἀόρατον νοῦν, παρ' ὃ καὶ «φῶς οἰκῶν
2.17.7
ἀπρόσιτον» λέλεκται. ἀλλ' ὁ μὲν ἀπρόσιτος καὶ ἀχώρητος εἴη ἂν τοῖς πᾶσιν ὁ πατήρ, ὁ δὲ τοῖς πᾶσιν ἐγγίων, ἅτε δὴ τὰ πάντα πατρικῷ νεύματι διακυβερνῶν διὸ οὐ περὶ τοῦ πατρός, περὶ δὲ τοῦ υἱοῦ λέλεκται τὸ «ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο»· καὶ ὁ μὲν ἐπέκεινα ἦν τῶν ὅλων καὶ ὑπὲρ πάντα «φῶς οἰκῶν ἀπρόσιτον», ὁ δὲ διὰ πάντων καὶ ἐν πᾶσιν κηδεμονικῇ διήκων προνοίᾳ, ὡς κατὰ τοῦτο μόνον αὐτῷ συμβάλλεσθαι τὴν τοῦ ἀνθρωπείου λόγου εἰκόνα. ἀλλὰ γὰρ τούτων ἡμῖν ἀποδεδειγμένων, εἰκός τινα τῶν φιλομαθῶν ἐρωτᾶν·
2.18.1
διὰ τί δὲ τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ ἀρχόμενος τῆς ἑαυτοῦ γραφῆς ὁ εὐαγγελιστὴς λόγον ἀνεφώνησεν; πρὸς ὃν ἐροῦμεν ὅτι διὰ τὰς ἀνακρύπτους πάλαι περὶ αὐτοῦ προφητείας. ἐπειδὴ γὰρ ἐφ' ἑκάστῳ προφήτῃ «λόγος κυρίου ὃς ἐγενήθη» φέρε «πρὸς Ἡσαΐαν» εἴρηται καὶ «ἀρχὴ λόγου κυρίου ἐν Ὡσηέ» καὶ «λόγος κυρίου ὃς
2.18.2
ἐγενήθη πρὸς Ἰωήλ» καὶ «ἐγένετο λόγος κυρίου πρὸς Ἰωνᾶν», καὶ «πρὸς Μιχαίαν» ὁμοίως, καὶ πρὸς τοὺς λοιποὺς προφήτας παραπλησίως ἐφ' ἑκάστῳ προφήτῃ τὸ ἐγένετο προσέκειτο τῆς θείας γραφῆς ἀκριβῶς καὶ ἀναγκαίως ἐπισημαινομένης ὡς ἐν οὐδενὶ τῶν προφητῶν ἦν, ἀλλὰ καθ' ἕκαστον ἐγίγνετο, πρὸς ὃ ἡ ἑκάστου δύναμις οἵα τε ἦν χωρεῖν προσιὼν αὐτῇ καὶ τῇ ἑκάστου ψυχῇ τὸ κατάλληλον παρέχων ἐξ αὐτοῦ πνεῦμα, καὶ νοερὰν εἰκότως ἐπὶ τοῦ παρόντος ὁ εὐαγγελιστὴς τοῦ λόγου ἔμελλεν εὐαγγελίζεσθαι οἰκονομίαν, οὐκέθ' ὁμοίως τοῖς παλαιοῖς γεγονέναι αὐτὸν πρὸς ἕτερόν τινα διδάσκει, ἀλλ' αὐτὸν σάρκα ἀνειληφέναι καὶ ἄνθρωπον γεγονέναι. εἶτ' ἐπειδὴ τὴν εἰς ἀνθρώπους αὐτοῦ σωτήριον τοῖς πᾶσιν πάροδον κηρύττειν ἔμελλεν, ἑξῆς λέγων «καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν», ἀναγκαίως ἐπὶ τὴν ἀρχὴν ἀνατρέχει, τὸν χθὲς καὶ πρώην
2.18.3
σαρκωθέντα λόγον τίς ποτε ἦν καὶ ὁποῖος δεικνύς, θεολογεῖ τε αὐτόν, ὁμοῦ τὴν γνῶσιν αὐτοῦ καὶ τὴν εἰς ἀνθρώπους θεοφάνειαν εὐαγγελιζόμενος. εἶθ' ὡς τῶν παλαιῶν ἐκ τῶν θείων ἀναγνωσμάτων προμεμαθηκότων τὸν ἐφ' ἑκάστῳ προφήτῃ γενόμενον λόγον, αὐτὸς τὴν θειοτέραν καὶ ἐξαίρετον ἀρχὴν αὐτοῦ κηρύττει, ἣν οὐδεὶς προ
2.18.4
φητῶν ἀνθρώποις γυμνῶς οὕτως καὶ ἀπαρακαλύπτως ἐξέφηνεν. διὸ μεγάλῃ φωνῇ τοῖς πᾶσιν τὸ λεληθὸς καὶ κρύφιον περὶ τοῦ λόγου μυστήριον παραδιδοὺς ἐβόα λέγων «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο,
2.18.5
καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν.» εἰ γὰρ παρὰ τῶν προτέρων θείων γραφῶν παιδαγωγούμενοι πάλαι πρότερον μεμαθήκατε, φησίν, ὅτι λόγος κυρίου ἐγένετο πρὸς τόνδε τὸν προφήτην καὶ πρὸς ἕτερον πάλιν ὁμοίως ἐγένετο καὶ αὖθις πρὸς ἄλλον, ἀλλὰ νῦν οὐχ ὅπως ἐγένετο ἀλλ' ὅπως ἦν ἐν ἀρχῇ τοῖς πᾶσιν ἀναγκαῖον εὐαγγελίσασθαι καὶ ὡς «θεὸς ἦν» καὶ ὡς «πάντα δι' αὐτοῦ ἐγένετο» καὶ ὡς αὐτὸς ἐκεῖνος ὁ θεὸς λόγος, «δι' οὗ τὰ πάντα», φιλανθρωπίᾳ τοῦ
2.18.6
πατρὸς «σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». ταῦτ' εὐηγγελίζετο Ἰωάννης ὁ μέγας τοῦ Χριστοῦ μαθητὴς καὶ ἀπόστολος, τὰ νέα καὶ καινὰ τοῦ σωτῆρος παιδεύων ἅπαντας ἀνθρώπους μυστήρια. οὐχ ὅτι λογικὸς ἦν ὁ θεός, οὐδ' ὅτι αὐτὸς πρὸς ἑαυτὸν διενοεῖτο καὶ ἑαυτῷ προσδιελέγετο «ποιήσωμεν ἄνθρωπον» λέγων, οὐδ' ὅτι λόγοις κέχρηται τοῖς τῶν πρακτέων παραγγελτικοῖς. ταῦτα γὰρ πᾶς ἀρνού
2.18.7
μενος τὸν υἱὸν τοῦ θεοῦ εἴποι ἄν. ὃ δὴ καὶ Μάρκελλος ποιῶν, ὡς ἐπὶ κρησφύγετον ἐπὶ τὴν παλαιὰν καταφεύγει γραφὴν καὶ τὰ νηπιάζοντι τῷ Ἰουδαίων λαῷ περὶ τοῦ μὴ εἰδωλολατρεῖν ἕνα δὲ μόνον εἰδέναι τε καὶ σέβειν θεὸν παρηγγελμένα συνάγειν πειρᾶται. ἔνθα καὶ ηὐρόησεν αὐτῷ ἡ περὶ τοῦ ἑνὸς θεοῦ διδασκαλία, χρησίμως τότε καὶ κατὰ καιρὸν εἰδωλολατροῦσιν Ἰουδαίοις παραδεδομένη. καὶ δὴ ἐνταῦθα καταφυγὼν καὶ ὥσπερ ἐν ὀχυρώματι ἑαυτὸν τῇ Ἰουδαϊκῇ περιφράξας σκληροκαρδίᾳ, τὴν ἄρνησιν προὐβάλλετο τοῦ υἱοῦ τοῦ θεοῦ.
2.19.1
ἐπάκουσον γοῦν οἵαις κέχρηται φωναῖς, ὧδε γράφων κατὰ λέξιν τίνα τοίνυν τὸν «ἐγώ εἰμι ὁ ὢν» λέγοντα Ἀστέριος εἶναι οἴεται, τὸν υἱὸν ἢ τὸν πατέρα; δύο γὰρ ὑποστάσεις, εἰς τὴν ἀνθρωπίνην ἣν ὁ τοῦ θεοῦ λόγος ἀνείληφεν σάρκα ἀφορῶν καὶ δι' αὐτὴν οὕτω φανταζόμενος, πατρός τε καὶ υἱοῦ ἔφησεν εἶναι, οὕτω τὸν υἱὸν τοῦ θεοῦ χωρίζων τοῦ πατρός, ὡς καὶ υἱὸν ἀν θρώπου χωρίσειεν ἄν τις τοῦ κατὰ φύσιν πατρός.
2.19.2
καὶ ἐπιλέγει ἑξῆς εἰ τοίνυν τὸν πατέρα χωρίζοντα ἑαυτὸν τοῦ υἱοῦ πρὸς τὸν Μωσέα ταῦτ' εἰρηκέναι φήσει, οὐκ εἶναι τὸν υἱὸν θεὸν ὁμο λογήσει. πῶς γὰρ ἐγχωρεῖ τὸν λέγοντα «ἐγώ εἰμι ὁ ὢν» μὴ συνομολογεῖν ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν; εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ «ἐγώ εἰμι ὁ ὤν», ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομισθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές.
2.19.3
καὶ πάλιν ἓν εἶναι τὸν πατέρα καὶ τὸν υἱὸν ἐπιδεῖξαι πειρώμενος, οὕτως γράφει αὐτὸς γὰρ ὁμολογεῖ λέγων «ἐν ἐμοὶ ὁ πατὴρ κἀγὼ ἐν τῷ πατρί»· ὅτι δὲ τοῦτο οὐχ ἁπλῶς οὐδὲ ἀσκόπως εἴρηκεν, δῆλον καὶ ἀφ' ἑτέρας ἀποστολικῆς ῥήσεως· «εἷς» γὰρ ὁ εἰπὼν «κύριος, μία πίστις, ἓν βάπτισμα» «εἷς θεὸς» ἔφη «καὶ πατήρ, ὁ ἐπὶ πάν των καὶ διὰ πάντων καὶ ἐν πᾶσιν». ὁρᾷς ὅτι οὐδ' ἐνταῦθα ἀφίσταται τῆς συμφωνίας, ἀλλὰ καὶ ἐνταῦθα τὸ αὐτὸ πέπονθεν. «εἷς» γὰρ εἰπὼν «κύριος» αὖθις «εἷς θεὸς» ἔφη, ἵνα ἡνίκα ἂν τοῦ ἑνὸς κυρίου μνημονεύῃ περιλαμβάνῃ καὶ τὸν πατέρα, ἡνίκα δ' ἂν περὶ τοῦ πατρὸς λέγῃ μὴ ἐκτὸς εἶναι τὸν λόγον τοῦ θεοῦ μαρτυρῇ.
2.19.4
ταῦτα Μάρκελλος εἰπὼν ἑξῆς πλείους συνάγει γραφὰς ἀπὸ τῆς πα
2.19.5
λαιᾶς διαθήκης εἰς ἀπόδειξιν τοῦ μὴ ὑπάρχειν υἱὸν τῷ θεῷ. μονάδα γοῦν εἶναι ἀδιαίρετον τὸν θεὸν φάσκων, τὸν αὐτὸν εἶναι πατέρα καὶ τὸν αὐτὸν εἶναι υἱὸν παρίστη, γράφων τοῦτον τὸν τρόπον τί οὖν; εἰ μὴ τῷ πνεύματι προσέχοντες δυνάμει ἀδιαί ρετον τὴν μονάδα εἶναι νομίζοιμεν, ἆρα οὐχ ἁμαρτησόμεθα, σαφῶς τοῦ λόγου διδάσκοντος ἡμᾶς «κύριον τὸν θεόν σου προσ
2.19.6
κυνήσεις καὶ αὐτῷ μόνῳ λατρεύσεις»; τὸ αὐτὸ δὲ καὶ διὰ τοῦ κατὰ Μᾶρκον Εὐαγγελίου κηρύττει· ἑνὸς γάρ τινος γραμματέως προσελθόντος αὐτῷ καὶ πυνθανομένου, τίς εἴη πρώτη τῶν ἐντο λῶν, ἀπεκρίνατο πρὸς αὐτὸν οὕτως εἰπὼν «πάντων πρῶτον· ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν, καὶ ἀγαπή σεις κύριον τὸν θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ ἐξ ὅλης τῆς ἰσχύος σου. αὕτη πρώτη· καὶ δευτέρα ὁμοία ταύτῃ· ἀγαπήσεις
2.19.7
τὸν πλησίον σου ὡς σεαυτόν. μείζων τούτων ἄλλη ἐντολὴ οὐκ ἔστιν. καὶ εἶπεν αὐτῷ ὁ γραμματεύς· καλῶς, διδάσκαλε, ἐπ' ἀλη θείας εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ».
2.19.8
ἀλλ' ὁ μὲν γραμματεὺς διὰ τοῦ νόμου τὴν θεοσέβειαν μεμαθη κέναι δοκῶν, ἐπαινῶν τὸ τοῦ σωτῆρος ῥητὸν φαίνεται «ἄκουε, Ἰσραήλ», λέγοντος «κύριος ὁ θεός σου εἷς ἐστιν» καὶ ὅρκῳ καλῶς εἰρῆσθαι πιστούμενος· «ἐπ' ἀληθείας» γάρ φησιν «εἶπας ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ». οἱ δὲ τὰ τῆς νέας διαθήκης αὐχοῦντες εἰδέναι μυστήρια, οὗτοι καὶ δεύτερον ἀναπλάττειν θεὸν βούλονται ὑποστάσει καὶ δυνάμει χωριζό μενον τοῦ πατρός.
2.19.9
τούτοις προστίθησιν κατασκευάζων ὅτι εἷς ἐστιν ὁ θεὸς καὶ ὅτι μή ἐστιν υἱὸς διὰ τούτων ὅτι δὲ τὴν μονάδα κύριον καὶ θεὸν οἶδεν καλεῖν ἡ θεία γραφή, ἤδη καὶ ἐκ τῶν προειρημένων δῆλον γέγονεν, δι' ὧν πρὸς τὸν ἑαυτοῦ θεράποντα Μωσέα ὁ θεὸς ἔφη «εἶπεν δὲ ὁ θεὸς πάλιν πρὸς Μωσέα· οὕτως ἐρεῖς τοῖς υἱοῖς Ἰσραήλ· κύριος ὁ θεὸς τῶν πατέρων ὑμῶν, ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ, ἀπέσταλκέν με πρὸς ὑμᾶς». ὁρᾷς ὅπως ἓν ἐπιδεικνὺς ἡμῖν
2.19.10
ἐνταῦθα πρόσωπον τὸ αὐτὸ κύριον καὶ θεὸν προσαγορεύει. αὖθίς τε ὁμοίως ἡ γραφὴ λέγει «καὶ ἐλάλησεν κύριος πάντας τοὺς λό γους τούτους λέγων· ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ»· ἀκούεις ὅπως διὰ τῆς ἀντωνυμίας ἕνα εἶναι θεὸν
2.19.11
μόνον ἀποφαίνεται. καὶ αὖθις μικρὸν ὕστερον «ἐγώ εἰμι κύριος ὁ θεός σου» φησίν, ἑαυτὸν κύριον καὶ θεὸν εἶναι λέγων. τί δὲ καὶ δι' ἑτέρας γραφῆς μανθάνομεν; «καὶ γνώσῃ σήμερον» φησὶν «καὶ οὐ διαστραφήσῃ τῇ διανοίᾳ, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστι πλὴν αὐτοῦ». καὶ αὖθις ἐν τῷ αὐτῷ Δευτερονομίῳ «ἄκουε, Ἰσραήλ·» φησὶν «κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστιν· καὶ ἀγα πήσεις κύριον τὸν θεόν σου ἐξ ὅλης καρδίας σου καὶ ἐξ ὅλης
2.19.12
ψυχῆς σου καὶ ἐξ ὅλης διανοίας». καὶ πάλιν ἐν τῷ αὐτῷ «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ· ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω καὶ ἰάσομαι». πῶς οὖν Ἀστέριος ταῖς ἁγίαις γραφαῖς ἁπλῶς καὶ ἐμφόβως ἀκολουθεῖν προσποιούμενος οὐκ ἔγνω τὸ μέρος τοῦτο λέγον «κύριος ὁ θεός σου, οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ», καὶ ὅτι «εἷς ἐστιν» καὶ πλὴν αὐτοῦ ἕτερος «οὐκ ἔστιν»;
2.19.13
καὶ μεθ' ἕτερα τούτοις αὖθις προστίθησιν λέγων πῶς οὖν ὁ ἱερὸς προφήτης Ἱερεμίας οὐ φανερῶς αὐτὸν ἑτεροδιδασκαλοῦντα ἐλέγξει; τὰ γὰρ κατὰ τὸν σωτῆρα ἡμῖν προ φητεύων οὕτως ἔφη «οὗτος ὁ θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. ἐξεῦρεν πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανε στράφη».
2.19.14
καὶ πάλιν προστίθησιν λέγων ἀλλ' ἔοικεν ἐν τῷ λόγῳ ὁ πατὴρ εἶναι, κἂν Ἀστερίῳ μὴ δοκῇ καὶ τοῖς τὰ αὐτὰ ἐκείνῳ φρονοῦσιν. δοκεῖ γὰρ τοῦτο τῷ θεσπεσίῳ προφήτῃ Ἡσαΐᾳ, τῷ δι' ἁγίου λέγοντι πνεύματος «καὶ προσκυνήσουσιν σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλήν σου. σὺ γὰρ εἶ ὁ θεός.» ὁρᾷς ὅπως πρόρριζον ἀνατρέπει τὴν τῶν ἑτεροδιδασκαλούντων ἔντεχνον κακουργίαν;
2.19.15
καὶ αὖθις ἐπιλέγει εἰ δὲ καὶ βούλει καὶ ἑτέρας ἀκοῦσαι τοῦ αὐτοῦ προφητείας ἕνα ἡμῖν θεὸν βεβαιούσης, «ἐγὼ θεὸς» φησὶν «πρῶτος, καὶ εἰς τὰ ἐπερχόμενα ἐγώ εἰμι»· τὸ γὰρ ἐγὼ ἑνὸς προσώπου δεικτικόν ἐστιν, αἱ γὰρ δύο ῥήσεις ἓν ἡμῖν πρόσωπον σημαίνουσιν. «ἐγὼ» γὰρ εἰπὼν ἐπάγει καὶ τὸ «εἰμί», ὥστε διὰ τῶν δύο τοῦ λόγου μερῶν, ἀντωνυμίας τε καὶ ῥήματος, τὴν τῆς θεότητος
2.19.16
μαρτυρεῖσθαι μονάδα. εἰ δὲ δέοιτο καὶ ἑτέρας μαρτυρίας, αὖθις τὸν αὐτὸν αὐτῷ παρέξομαι προφήτην λέγοντα «ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ οὐκ ἔστιν θεός». εἰ ὑποστάσει διῃρημένον τὸν υἱὸν τοῦ πατρὸς ὡς υἱὸν ἀνθρώπου Ἀστέριος εἶναι οἴεται, ἀπὸ τῆς ἀνθρωπίνης σαρκὸς ἣν δι' ἡμᾶς ἀνέλαβεν σκανδαλιζόμενος, δεικνύτω ἡμῖν τὸν ταῦτα λέγοντα·
2.19.17
ἑνὸς γάρ ἐστιν κἀνταῦθα προσώπου ἡ λεγομένη ῥῆσις. τίς οὖν ἔστιν ὁ λέγων «οὐκ ἔστιν πλὴν ἐμοῦ θεός»; ἀκουέτω δὲ καὶ ἑτέρας προφητείας λεγούσης «οὐκ ἔστιν πλὴν ἐμοῦ δίκαιος καὶ σωτήρ». εἰ δύο θεοὺς εἶναι νομίζοι, ἀνάγκη αὐτὸν τὸν ἕτερον μὴ δίκαιον ὁμολογεῖν εἶναι μηδὲ σωτῆρα. εἰ δὲ οὐ δίκαιος οὐδὲ σωτήρ, πῶς ἔτι θεὸς εἶναι δύναται; ἕνα γὰρ ἀποφαίνεται δίκαιον καὶ σωτῆρα εἶναι. καὶ αὖθις «ἔμπροσθέν μου» φησὶν «οὐκ ἐγένετο ἄλλος, καὶ μετ' ἐμὲ οὐκ ἔσται, ἐγὼ θεός, καὶ οὐκ ἔσται παρὲξ
2.19.18
ἐμοῦ σῴζων». εἰ δὲ βούλεται καὶ ἑτέρου προφητικοῦ ἀκοῦσαι ῥητοῦ, τάχα που πρὸς αὐτὸν καὶ τοὺς ὁμοίως περὶ θεότητος αὐτῷ διακειμένους λεχθέντος, ἀκουέτω αὐτοῦ Ἡσαΐου λέγοντος «μετανοήσατε, οἱ πλανώμενοι, ἐπιστρέψατε τῇ καρδίᾳ, καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγὼ ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν
2.19.19
ἐμοῦ». οὐκ εἶπεν· ἐγὼ θεός, ἵνα καὶ διὰ τῆς τοῦ ἄρθρου προσθήκης ἕνα θεὸν ὄντα σαφῶς ἐπιδείξῃ. τί δὲ καὶ Ὡσηὲ ὁ προφήτης; οὐ καὶ αὐτὸς τὰ αὐτὰ μαρτυρεῖ, «ἐγὼ ἀνήγαγόν σε ἐξ Αἰγύπτου,» λέγων «καὶ θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν παρὲξ ἐμοῦ»; αὖθίς τε ὁ Μαλαχίας «οὐχὶ θεὸς εἷς
2.19.20
ἔκτισεν ὑμᾶς;» φησὶν «οὐχὶ πατὴρ εἷς πάντων ὑμῶν»; ἀλλὰ τὸν Δαυὶδ φήσει που Ἀστέριος μηδὲν εἰρηκέναι περὶ τούτου, καίτοι πρεσβύτατον παρὰ Μωσέα τῶν ἄλλων προφητῶν ὄντα, καὶ διὰ τοῦτο ἀμφιγνοεῖν, εἴτε δύο θεοὺς ὑποστάσει διῃρημένους νομίζειν εἶναι προσήκει εἴτε καὶ μή. οὐκοῦν ἵνα μὴ τοῦτο λέγῃ, ἀκόλουθον ἡγοῦμαι καὶ αὐτὸν ἐπιδεῖξαι αὐτῷ τὰ αὐτὰ τοῖς προειρημένοις ἁγίοις λέγοντα· «ἄκουσον,» φησὶν «λαός μου, καὶ λαλήσω σοι· Ἰσραήλ, καὶ διαμαρτύρομαί σοι. ἐὰν ἀκούσῃς μου, οὐκ ἔσται ἐν
2.19.21
σοὶ θεὸς πρόσφατος, οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ. ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου». ὁ αὑτὸν ἐπιδεικνὺς καὶ λέγων «ἐγώ εἰμι», οὐ δῆλός ἐστιν ἕνα θεὸν μόνον εἶναι λέγων, τουτέστιν ἑαυτόν;
2.20.1
ταῦτα πάντα Μάρκελλος καὶ ἔτι τούτων πλείονα ἐπὶ ἀρνήσει τοῦ υἱοῦ τοῦ θεοῦ συνεφόρει, δι' ἀνεπιστημοσύνην οὐ λογισάμενος ὅτι πρὸς τὴν σκληροκαρδίαν τοῦ Ἰουδαίων λαοῦ ἡ τοιαύτη αὐτοῖς παρείχετο διδασκαλία. οὐδὲ γὰρ οἷόν τε ἦν τὸ πνεῦμα τὸ ἅγιον διὰ τῶν προφητῶν τοῦ θεοῦ ἀνθρώποις ἀτελέσιν τὰς φρένας ἐντελῆ
2.20.2
παραδοῦναι τὸν τῆς θεοσεβείας λόγον. οὕτω γοῦν αὐτοῖς καὶ θυσίας ἐπιτελεῖν ἐνομοθέτει καὶ σώματος περιτομὴν καὶ σαββάτου φυλακὴν καὶ τοιωνδὶ βρωμάτων ἀποχὴν καὶ καθάρσια σωμάτων σωματικάς τε εὐλογίας, ναὶ μὴν καὶ γῆς ῥεούσης «γάλα καὶ μέλι» ἀλλ' οὐ βασιλείας οὐρανῶν ἐπαγγελίας. ὁ δὲ σωτὴρ καὶ κύριος ἡμῶν ἐρωτηθεὶς πῶς Μωσέως προστάξαντος διδόναι βιβλίον ἀποστασίου καὶ ἀπολύειν τὴν ἑαυτοῦ γυναῖκα τὸν βουλόμενον αὐτὸς τἀναντία διατάττοι τὸν λόγον ἀπέδωκεν καθολικὸν φήσας «Μωσῆς πρὸς τὴν σκληρο
2.20.3
καρδίαν ὑμῶν ἔγραψεν· ἀπ' ἀρχῆς δὲ οὐ γέγονεν οὕτως». ταὐτὸν οὖν εἶπεν ἂν καὶ εἴ τις ἤρετο, τί δήποτε θεὸν ἕνα σέβειν παρακελευόμενοι Μωσῆς καὶ οἱ μετ' αὐτὸν προφῆται οὐκ ἐδίδασκον αὐτοὺς τὴν περὶ τοῦ υἱοῦ γνῶσιν· οὐ γὰρ οἷοί τε ἦσαν οἱ συνεχῶς ἀπαγόμενοι τῇ πολυθέῳ πλάνῃ τὴν εὐαγγελικὴν παραδέχεσθαι χάριν. διὸ πρὸς τὴν σκληροκαρδίαν αὐτῶν τὴν περὶ ἑνὸς θεοῦ διδασκαλίαν ἐποιοῦντο, τέως παιδαγωγοῦντες αὐτοὺς διὰ τοῦ ἀποτρέπειν μὲν τοῦ πολλοὺς εἶναι νομίζειν θεοὺς ἐπάγειν δὲ ἐπὶ τὴν εἰσαγωγὴν τοῦ ἑνός.
2.20.4
οὕτω δὲ Μωσῆς ἀτελῆ τὴν διδασκαλίαν τοῖς κατ' αὐτὸν παρεδίδου διὰ τὸ ἀτελὲς αὐτῶν τῆς φρονήσεως, ὡς μηδεμίαν αὐτὸν μνήμην ποιήσασθαι ἀγγέλων κτίσεως ἐν τῷ τῆς κοσμοποιίας λόγῳ, καίτοι τῶν μετὰ ταῦτα προφητῶν οὐ μόνον ἀγγέλων μνημονευσάντων, ἀλλὰ καὶ θείων δυνάμεων καὶ πνευμάτων ἁγίων τῶν τε ὑπερουρανίων θεοῦ λειτουργῶν, περὶ ὧν ὁ Δανιὴλ διδάσκων ἔλεγεν «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν
2.20.5
αὐτοῦ». ἀλλὰ γὰρ τούτων ἁπάντων σιωπῇ παρέδωκε τοὺς λόγους Μωσῆς καίπερ οὐκ ὢν αὐτῶν ἐν ἀγνοίᾳ, πάντων δὲ τὴν ἀκριβῆ γνῶσιν προειληφὼς τῷ θείῳ πνεύματι· πλὴν οὐδαμῶς αὐτῶν ἐν τῇ
2.20.6
κοσμοποιίᾳ ὡς πρὸς τοῦ θεοῦ γενομένων ἐποιήσατο μνήμην. καὶ τούτου τὴν αἰτίαν οὐδ' ἑτέραν εἴποι ἄν τις ἢ τὴν σκληροκαρδίαν τοῦ λαοῦ γεγενῆσθαι, ὥσπερ οὖν αὐτὸς ἐδίδαξεν ὁ σωτήρ. καὶ ἄλλα δὲ μυρία εἶναι ἐν τῇ τοῦ παντὸς συστάσει μάθοις ἂν ἐκ τῶν τῆς καινῆς διαθήκης ἀναγνωσμάτων οὐδ' ὅλως ἐν τῇ Μωσέως φερόμενα γραφῇ· οὐκ οὖν ἐμνημόνευσεν ἀρχῶν οὐδ' ἐξουσιῶν οὐδὲ κοσμοκρατόρων οὐδὲ πνευματικῶν «τῆς πονηρίας», πρὸς ἃ τὴν πάλην ἡμῖν
2.20.7
συνεστάναι φησὶν ὁ θεῖος ἀπόστολος. τί οὖν; ἐπεὶ μήτε παρὰ Μωσεῖ μήτε παρὰ τοῖς λοιποῖς προφήταις σαφῶς ἔστιν εὑρεῖν τοὺς περὶ τούτων λόγους, ἀπιστητέον τῷ ἀποστόλῳ; ἢ ἐπειδὰν τοῦ τῶν κρειττόνων τάγματος ὁ αὐτὸς πάλιν μνημονεύῃ λέγων τὸν Χριστὸν «ἐν δεξιᾷ» τοῦ θεοῦ καθέζεσθαι «ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ
2.20.8
μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι», καὶ αὖθις ἐπειδὰν ὀνομάζῃ θρόνους καὶ κυριότητας καὶ ἀρχὰς καὶ ἐξουσίας λέγων «ἐν αὐτῷ γὰρ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, τὰ ὁρατὰ καὶ τὰ ἀόρατα, εἴτε θρόνοι εἴτε κυριότητες εἴτε ἀρχαὶ εἴτε ἐξουσίαι», ἆρ' οὐ προσήκει ταῦτα παραδέχεσθαι διὰ τὸ μήτε Μωσέα μήτε τοὺς λοιποὺς προφήτας περὶ τούτων προειληφέναι; ἢ ταὐτὸν καὶ περὶ τούτων ἐροῦμεν, ὡς οὐχ οἷοί τε ἦσαν τοὺς περὶ τούτων πιστεύεσθαι λόγους οἱ «σκληροτράχηλοι καὶ ἀπερίτμητοι τῇ καρδίᾳ καὶ τοῖς ὠσίν»; οἷς οὐδὲ περὶ τῆς ἄνω Ἱερουσαλὴμ ἀνεκάλυπτον οἱ τοῦ θεοῦ προφῆται, ὥσπερ οὖν τῇ ἐκκλησίᾳ Χριστοῦ διασαφῶν καὶ τοὺς περὶ ταύτης λόγους ὁ Παῦλος ἐβόα λέγων «ἡ δὲ ἄνω Ἰερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶν μήτηρ ἡμῶν», καὶ «προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων, πανηγύρει καὶ ἐκκλησίᾳ πρωτοτόκων ἀπογε
2.20.10
λίαν. εἰ δὲ μὴ εὑρίσκοι, τὴν αἰτίαν ἀποδιδότω δι' ἣν σεσιώπητο τοῖς τοῦ θεοῦ προφήταις ταῦτά τε πάντα καὶ ἄλλα τούτοις ἀδελφὰ μυρία, περὶ ὧν ὁ αὐτὸς ἀπόστολος ὑπὲρ ἡμῶν ἐδεῖτο τοῦ θεοῦ, «ἵνα ἐξισχύσωμεν καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ βάθος καὶ ὕψος, γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώ
2.20.11
σεως ἀγάπην τοῦ θεοῦ». καὶ αὐτὸς δὲ ὁ σωτὴρ ἡμῶν πλεῖστα ὅσα μυστήρια περὶ τῆς βασιλείας τῶν οὐρανῶν περί τε τῆς συντελείας τοῦ παντὸς περί τε τῶν ἐπαγγελιῶν ποτὲ μὲν διὰ παραβολῶν ποτὲ δὲ καὶ ἐν ἀπορρήτοις ἐξέφαινεν τοῖς αὐτοῦ μαθηταῖς, πρὸς οὓς ἔλεγεν «ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τοῦ θεοῦ». ὧν οὐκ ἂν εὕροι τις
2.20.12
τὰ ἴσα παρὰ Μωσεῖ ἢ παρὰ τοῖς λοιποῖς προφήταις. τί οὖν; ἐπεὶ μὴ τῷ Ἰουδαίων λαῷ παρεδόθη ταῦτα, εἰς ἐπιτήδειον καιρὸν φυλαττόμενα τῇ ἐκκλησίᾳ Χριστοῦ, παρὰ τοῦτο χρῆν ἡμᾶς τὴν δωρηθεῖσαν ἡμῖν χάριν ἀθετεῖν ἢ μειζόνως εὐχαριστεῖν τῷ τῆς τοσαύτης ἡμᾶς καταξιώσαντι γνώσεως; κατὰ τὸν αὐτὸν οὖν τρόπον καὶ τὰς περὶ τοῦ υἱοῦ διδασκαλίας ἐκ τῆς αὐτοῦ καινῆς διαθήκης προσήκοι ἂν ἀπολαμβάνειν, οὐδὲν ξενιζομένους εἰ μὴ τῷ σκληροκαρδίῳ λαῷ τὴν περὶ αὐτοῦ γνῶσιν ἀνεκάλυπτον οἱ τοῦ θεοῦ ἄνθρωποι, εἰς καιρὸν
2.20.13
εὔκαιρον τὸν περὶ αὐτοῦ ταμιευόμενοι λόγον. οὐ γὰρ ἐδόκει ἐπιτήδειον εἶναι τὸ τηνικαῦτα ὑποσυρομένοις ἀνδράσιν ἐπὶ τὴν πολύθεον πλάνην παραδιδόναι τὸ περὶ πατρὸς καὶ υἱοῦ μυστήριον, οἷς οὐδὲ τοὺς περὶ τῶν ὑποβεβηκυιῶν δυνάμεων ἐξεκάλυπτον λόγους, ὡς ἂν μὴ προφάσει ταύτῃ ἐπὶ τὴν Ἑλληνικὴν καταπέσοιεν πολυθεΐαν, οἳ πατέρα «ἀνδρῶν τε θεῶν τε» τὸν παρ' αὐτοῖς ἀνεπλάσαντο θεόν.
2.20.14
διόπερ τῆς τοιαύτης αὐτοὺς ἀναστέλλων πλάνης ὁ λόγος τὸν ἕνα θεὸν ἐκήρυττεν, οὐ μὴν πατέρα εἶναι τὸν αὐτὸν ἠρνεῖτο· καὶ τὸν ἀληθῆ δὲ σέβειν ἐδίδασκεν καὶ πλὴν αὐτοῦ μηδένα εἰδέναι παρῄνει, οὐ μὴν ἠρνεῖτο εἶναι αὐτὸν πατέρα. εἰ δὲ καὶ κύριον καὶ θεὸν αὐτὸν καὶ δίκαιον καὶ σωτῆρα ἀπεκάλει, ἀλλ' οὐκ ἀπέκλειεν τοῦ καὶ πατέρα εἶναι αὐτὸν ἡγεῖσθαι τοῦ μονογενοῦς αὐτοῦ καὶ ἀγαπητοῦ
2.20.15
υἱοῦ. εἴτ' οὖν ὁ πατὴρ λέγοι εἴθ' ὁ υἱὸς τὸ «ἐγώ εἰμι ὁ ὤν», ἀληθεύοι ἂν ἑκατέρως ὁ λόγος. ὅ τε γὰρ πατὴρ «ὁ ὢν» εἴη ἄν, μόνος αὐτὸς ὢν «ἐπὶ πάντων, καὶ διὰ πάντων, καὶ ἐν πᾶσιν θεὸς» ὡς ὁ θεῖος ἐδίδαξεν ἀπόστολος. ὅ τε υἱὸς καὶ αὐτὸς χρηματίζων «ὁ ὢν» ἀληθεύοι ἄν, μόνος ὢν υἱὸς μονογενὴς τοῦ ὄντος· ἀλλὰ καὶ εἰκὼν τοῦ ἀοράτου θεοῦ ὑπάρχων κατὰ τοῦτο εἴη ἂν αὐτοῦ εἰκών, καθ' ὃ μόνος ἦν αὐτὸς «ὁ ὤν»· διὸ καὶ αὐτὸς χρηματίζοι ἂν «ὁ ὤν», ἐπεὶ καὶ θεὸς καὶ κύριος ὁμοίως τῷ πατρὶ καὶ αὐτὸς διὰ πάσης ἀνηγόρευται τῆς θεοπνεύστου γραφῆς.
2.21.1
τοῦτο δέ ἐστιν καὶ ἐκ τοῦ πρὸς τὸν Μωσέα χρηματισμοῦ γνῶναι· λέγει δ' οὖν ἡ γραφὴ «ἐλάλησεν δὲ ὁ θεὸς πρὸς Μωσῆν καὶ εἶπεν πρὸς αὐτόν· ἐγὼ κύριος· καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακώβ, θεὸς ὢν αὐτῶν». ὁρᾷς ὅπως ὦφθαι ἑαυτὸν τοῖς πατράσιν ἔφη. πότε δὲ ὤφθη, πάλιν ἡ γραφὴ μαρτυρεῖ λέγουσα «ὤφθη δὲ κύριος ὁ θεὸς τῷ Ἀβραὰμ πρὸς τῇ δρυῒ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ πρὸς τῇ θύρᾳ». πῶς δὲ ὤφθη ἀλλ' ἐν σχήματι ἀνθρωπίνῳ; τίνα δὲ χρῆν πιστεύειν εἶναι τοῦτον ἢ τὸν υἱὸν τοῦ θεοῦ; ὃ δὴ καὶ αὐτὸς ἐν Εὐαγγελίοις παρίστη λέγων πρὸς τοὺς Ἰουδαίους «Ἀβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν,
2.21.2
καὶ εἶδεν καὶ ἐχάρη»· ὅτε καὶ θαυμασάντων ἐπὶ τῷ λόγῳ προσέθηκεν τὸ «πρὶν Ἀβραὰμ γενέσθαι ἐγώ εἰμι», τὴν προΰπαρξιν ἑαυτοῦ παριστὰς λευκότατα. τί δὴ οὖν συνίστησιν ὁ λόγος ἢ αὑτὸν εἶναι τὸν υἱὸν τοῦ θεοῦ τὸν χρηματίσαντα τῷ Μωσεῖ καὶ εἰρηκότα «ἐγώ εἰμι ὁ ὤν»; αὐτὸς γὰρ τῷ Ἀβραὰμ ὦφθαι ἑαυτὸν ἐδίδαξεν. ὅπως
2.21.3
δὲ ἦν αὐτὸς «ὁ ὤν», εἴρηται. καὶ ὁ μέγας δὲ ἀπόστολος Παῦλος οἶδεν τὸν υἱὸν τοῦ θεοῦ μεσίτην γενόμενον τῆς διὰ Μωσέως νομοθεσίας, ἐν οἷς διδάσκει λέγων «ὁ νόμος διαταγεὶς δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ μεσίτης ἑνὸς οὐκ ἔστιν». οὐκοῦν ὁ χρηματίσας τῷ Μωσεῖ ὁ μεσίτης ἦν, ἐξ ἐκείνου μεσιτεύων τῇ τῶν ἀνθρώπων
2.21.4
σωτηρίᾳ, πρὶν ἢ τὴν σάρκα ἀναλαβεῖν. τοῦτον δὲ εἶναι Ἰησοῦν Χριστὸν ὁ αὐτὸς ἀπόστολος παρέστησε φήσας «εἷς θεός, εἷς καὶ μεσίτης θεοῦ καὶ ἀνθρώπων, ἄνθρωπος Ἰησοῦς Χριστός». εἴτ' οὖν ἐξ αὐτοῦ τοῦ προσώπου λέγοιτο παρὰ Μωσεῖ τὸ «ἐγώ εἰμι ὁ ὤν», εἴθ' ὁ πατὴρ ἦν ὁ δι' αὐτοῦ ταύτην προϊέμενος τὴν φωνήν, ἑκατέρως
2.21.5
ἀληθεύοι ἂν ὁ λόγος. μὴ δὴ οὖν ἀπορείτω Μάρκελλος συλλογισμῷ χρώμενος, ὡς οἴεται, ἀφύκτῳ, δι' οὗ φησὶν τίνα τοίνυν τὸν «ἐγώ εἰμι ὁ ὢν» λέγοντα Ἀστέριος εἶναι οἴεται, τὸν υἱὸν ἢ τὸν πατέρα; εἶθ' ἑξῆς συνάγων, ὡς εἰ μὲν ὁ πατὴρ εἴη ὁ ὤν, οὐκέτ' ἔσται ὁ υἱὸς θεός· ὅτι κατὰ ἀντιδιαστολὴν τοῦ μὴ ὄντος ὁ ὢν ἑαυτὸν εἶναί φησιν. εἰ δὲ τὸν υἱὸν ὑποστάσει διῃρημένον τοῦτο φάσκοι λέγειν τὸ «ἐγώ εἰμι ὁ ὤν», ταὐτὸν αὖθις περὶ τοῦ πατρὸς λέγειν νομι σθήσεται· ἑκάτερον δὲ τούτων ἀσεβές.
2.21.6
ταῦτα δὲ λέγων ὁ αὐτὸς ἑκατέρῳ περιπέπτωκεν τῷ ἀτόπῳ, ἕνα μὲν ὁριζόμενος εἶναι τὸν ὄντα, θάτερον δὲ ἀρνούμενος. καὶ τίνα τοῦτον αὐτὸς ἂν εἰδείη. ἢ γὰρ τὸν πατέρα δοὺς τὸν υἱὸν ἀρνήσεται, ἢ τὸν υἱὸν μόνον παραδεξάμενος ἀθετήσει τὸν πατέρα· μᾶλλον δὲ οὔτε πατέρα οὔτε υἱὸν εἰδὼς ἐλεγχθήσεται, ἕνα μόνον διδοὺς τὸν δ' ἕτερον ἐκποδὼν μεθιστάς. κἂν ἀκούῃ δὲ λέγοντος τοῦ θεοῦ «ἐγὼ κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δου
2.21.7
λείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», πάλιν κἀνταῦθα μὴ ταραττέσθω τὴν ψυχὴν ἀλλὰ καὶ τῶν ἑξῆς συνημμένων ἀκουέτω· εἰπὼν γὰρ «οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», ἐπήγαγεν «οὐ ποιήσεις σεαυτῷ εἴδωλον οὐδὲ παντὸς ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ ἄνω καὶ ὅσα ἐν τῇ γῇ κάτω καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. οὐ προσκυνήσεις αὐτοῖς οὐδὲ μὴ λατρεύσεις αὐτοῖς· ἐγὼ γάρ
2.21.8
εἰμι κύριος ὁ θεός σου, κύριος ζηλωτής». ὁρᾷς ὅπως διεστέλλετο μὴ τῇ τῶν ἐθνῶν πολυθέῳ πλάνῃ συναπάγεσθαι, μόνον δὲ αὐτὸν εἰδέναι θεὸν καὶ κύριον. τίς δ' ἦν οὗτος; ὁ υἱὸς τὴν εἰκόνα τοῦ πατρὸς ἔχων ἐν ἑαυτῷ ἐξ αὐθεντείας τε αὐτοῦ τοῖς εἰδωλολατρείαν νοσοῦσιν ταῦτα διαταττόμενος. ὡς γὰρ «πάντα δι' αὐτοῦ ἐγένετο», τοῦ πατρὸς διὰ τοῦ σωτῆρος τὴν τῶν γενητῶν ἁπάντων οὐσίαν ὑποστησαμένου, οὕτως αὐτὸς ἦν ὁ πατὴρ τὴν εἰς αὐτὸν γνῶσίν
2.21.9
τε καὶ εὐσέβειαν διὰ μεσίτου τοῦ υἱοῦ παραδιδοὺς ἀνθρώποις. τοῦτο δὲ καὶ ὁ ἀπόστολος αὐτοῖς ῥήμασιν Γαλάταις γράφων ἐδίδασκεν, δι' ὧν ἔφη «ὁ νόμος διαταγεὶς δι' ἀγγέλων, ἐν χειρὶ μεσίτου. ὁ δὲ με
2.21.10
σίτης ἑνὸς οὐκ ἔστιν, ὁ δὲ θεὸς εἷς ἐστιν». κἂν λέγῃ «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ», πάλιν ὁ πατὴρ ἦν ὡς διὰ εἰκόνος καὶ μεσίτου διὰ τοῦ υἱοῦ τοῦτο φάσκων. εἰ γὰρ δὴ λέγοντος μὲν Ἡσαΐου τοῦ προφήτου «υἱοὺς ἐγέννησα καὶ ὕψωσα» καὶ πάλιν «Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν» καὶ αὖθις «ἐγὼ πᾶσιν τοῖς ἄστροις ἐνετειλάμην, καὶ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν» καὶ ὅσα ἄλλα τοιαῦτα, οὐ τὸν Ἡσαΐαν ταῦτα λέγειν φήσομεν, δι' αὐτοῦ δὲ τὸν ἐν αὐτῷ λαλοῦντα θεόν, οὐχὶ δὴ καὶ ἐπὶ τοῦ μονογενοῦς υἱοῦ τοῦ θεοῦ πρέποι ἂν τὸν πατέρα δι' αὐτοῦ χρῆναι ταῦτα διαμαρτύρασθαι τοῖς τῶν τοιῶνδε παραγγελμάτων δεομέ νοις; εἰδωλολάτραι δ' ἦσαν οὗτοι, ὡς ἡ αὐτὴ διδάσκει γραφὴ λέγουσα «καὶ εἶπεν κύριος· ποῦ εἰσιν οἱ θεοὶ αὐτῶν, ἐφ' οἷς ἐπεποίθεισαν ἐπ' αὐτοῖς; ὧν τὸ στέαρ τῶν θυσιῶν αὐτῶν ἠσθίετε, καὶ ἐπίνετε τὸν οἶνον τῶν σπονδῶν αὐτῶν· ἀναστήτωσαν καὶ βοηθησάτωσαν ὑμῖν, καὶ γενηθήτωσαν ὑμῶν σκεπασταί». τούτοις γὰρ συνῆπται τὸ «ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστιν θεὸς πλὴν ἐμοῦ».
2.22.1
κἂν μυριάκις τοίνυν διὰ τοῦ προφήτου βοῶν φάσκῃ «πλὴν ἐμοῦ οὐκ ἔστιν θεὸς» καὶ «πλὴν ἐμοῦ οὐκ ἔστιν δίκαιος καὶ σωτὴρ» καὶ «θεὸν πλὴν ἐμοῦ οὐ γνώσῃ, καὶ σῴζων οὐκ ἔστιν πάρεξ ἐμοῦ» καὶ ὅσα ἄλλα τούτοις ἀδελφὰ ἐν τοῖς λοιποῖς φέρεται προφήταις, θεὸς ἦν καὶ ἐξ ἐκείνου «ἐν Χριστῷ κόσμον καταλλάσσων ἑαυτῷ», καὶ αὐτὸς ἦν ὁ πατὴρ ταῦτα διὰ τοῦ μονογενοῦς υἱοῦ, οἷα δι' ἑρμηνέως, ἀνθρώποις ὑποφθεγγόμενος. ὁ δὴ καὶ αὐτὸς ὁ υἱὸς ἐν Εὐαγγελίοις παρεδίδου, ἕνα μόνον εἰδέναι διδάσκων θεόν, ἐν οἷς ἔλεγεν «αὕτη δέ ἐστιν ἡ αἰώνιος ζωή, ἵνα γινώσκωσίν σε τὸν μόνον ἀλη
2.22.2
θινὸν θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν». αὐτὸς οὖν ὁ ἀληθινὸς ἦν θεός, ὁ εἷς μόνος καὶ ἕτερος οὐκ ἔστιν πλὴν αὐτοῦ, ὁ μὴ μόνον διὰ τῶν προφητῶν ἀλλὰ διὰ τοῦ ἰδίου υἱοῦ ταῦτα κατ' ἐκεῖνο καιροῦ εἰδωλολατρεύοντι τῷ Ἰουδαίων ἐγκελευόμενος ἔθνει. αὐτίκα δ' οὖν ὁ Ἡσαΐας μᾶλλον δὲ ὁ θεὸς δι' αὐτοῦ εἰπὼν «πλὴν ἐμοῦ οὐκ ἔστιν θεός. τίς ὥσπερ ἐγώ;» καὶ ἑξῆς «μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ», ἐπήγαγεν τὸ «καὶ οὐκ ἦσαν τότε. οἱ πλάσσοντες καὶ οἱ γλύφοντες πάντες μάταιοι, ποιοῦντες τὰ καταθύμια
2.22.3
αὐτῶν». καὶ δι' ὅλης δὲ τῆς αὐτοῦ προφητείας εὕροις ἂν κοπτόμενα τὰ ἄψυχα ξόανα, καὶ παρ' ἑκάστῳ δὲ προφήτῃ ὁμοίως εἰς ἀποτροπὴν τῆς πολυθέου πλάνης τὸν ἕνα θεὸν κηρυττόμενον εὑρήσεις. οὕτω καὶ ἡμεῖς εἰώθαμεν Ἑλλήνων τοῖς δεισιδαίμοσιν ἐν τοῖς πρὸς αὐτοὺς διαλόγοις τὴν μὲν περὶ τοῦ Χριστοῦ διδασκαλίαν εἰς εὔκαιρον ταμιεύεσθαι, τέως δὲ αὐτοῖς τῆς εἰδωλολάτρου πλάνης ἐλέγχους προσφέρειν καὶ τὸν ἕνα εἶναι θεὸν ἀποδεικτικοῖς κατασκευάζειν λό
2.22.4
γοις. μανθανέτω τοίνυν Μάρκελλος, εἰ καταγηράσας ἐν ἐπισκοπῇ τῆς Χριστοῦ ἐκκλησίας οὔπω καὶ νῦν μεμάθηκεν, ὅτι τῷ παλαιῷ λαῷ ἡ τοῦ ἀποκεκρυμμένου μυστηρίου περὶ τοῦ υἱοῦ τοῦ θεοῦ γνῶσις κατάλληλος οὐδαμῶς ἦν, ὀλισθηρῶς ἔχοντι πρὸς εἰδωλολατρείαν, καὶ ὡς μόνῃ τῇ αὐτοῦ ἐκκλησίᾳ «τὸ μυστήριον τὸ ἀποκεκρυμμένον ἀπὸ τῶν αἰώνων καὶ ἀπὸ τῶν γενεῶν» διὰ τῆς αὐτοῦ χάριτος ἐταμιεύετο, ἐν ᾧ μυστηρίῳ ὁ περὶ τῆς ἁγίας τριάδος πατρὸς καὶ υἱοῦ καὶ ἁγίου
2.22.5
πνεύματος περιείχετο λόγος. ὁ δὲ τοσαῦτα συναγαγὼν ὅσα ἂν εἴποι καὶ Ἰουδαίων διδάσκαλος περὶ τῆς ἐκτομῆς ὁμιλῶν ἐν Ἰουδαίων συναγωγῇ, σεμνύνεται τοῖς Χριστοῦ μαθηταῖς ταῦτα προβαλλόμενος, οὐκ εἰδὼς ὅτι πλείονα αὐτοῦ εἴποι ἂν ὁ σωματικὸς Ἰουδαῖος. ἐπὶ τούτοις μὲν οὖν αὐχεῖ, τὰς δ' ἀληθεῖς περὶ τοῦ σωτῆρος ἡμῶν θεολογίας διαστρέφων οὐκ ἐγκαλύπτεται.
2.23.1
αὐτίκα δ' οὖν οὐ συνίησιν τὰς φωνὰς τοῦ θείου ἀποστόλου, διαφόρως διδάξαντος αὐτὸν εἶναι εἰκόνα τοῦ θεοῦ δι' ὧν ἐξεθέμην αὐτοῦ λέξεων, δέον ἐντεῦθεν συνεῖναι ὡς οὐ δύο θεοὺς ἡ ἐκκλησία τοῦ θεοῦ κηρύττει· οὐ γὰρ δύο ἀγέννητα οὐδὲ δύο ἄναρχα, ὡς πολλάκις ἡμῖν εἴρηται, οὐδὲ δύο οὐσίας ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένας ἀλλήλαις εἰσάγει, διὸ οὐδὲ δύο θεούς, ἀλλὰ μίαν ἀρχὴν καὶ θεὸν καὶ τὸν αὐτὸν πατέρα διδάσκουσα εἶναι τοῦ μονογενοῦς καὶ ἀγαπητοῦ υἱοῦ, ὡσαύτως δὲ καὶ μίαν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου», τὴν αὐτὴν οὖσαν τῷ μονογενεῖ καὶ ἀγαπητῷ υἱῷ αὐτοῦ. κἂν λέγῃ δὲ ὁ ἀπόστολος θεολογῶν τὸν πατέρα «ὁ μακάριος καὶ
2.23.2
μόνος δυνάστης» καὶ πάλιν «ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον» καὶ αὖθις «τῷ δὲ βασιλεῖ τῶν αἰώνων, ἀφθάρτῳ ἀοράτῳ μόνῳ θεῷ» καὶ πάλιν «μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν», κἂν τούτων ἔτι πλείονα λέγηται εἰς δοξολογίαν τοῦ ἑνὸς καὶ ἐπὶ πάντων θεοῦ, καὶ τούτων ἁπάντων χρὴ νοεῖν εἰκόνα εἶναι τὸν μονογενῆ υἱὸν τοῦ θεοῦ, οὐχ ὡς ἀψύχῳ ὕλῃ ἀλλ' ὡς ἐν υἱῷ ζῶντι μεμορφωμένην. κἂν αὐτὸς ὁ σωτὴρ μόνον ἀληθινὸν θεὸν διδάσκῃ εἶναι τὸν πατέρα λέγων «ἵνα γινώσκωσιν σὲ τὸν μόνον ἀληθινὸν θεόν», ἀλλ' οὐκ ἀποκνητέον καὶ αὐτὸν θεὸν ἀληθινὸν ὁμολογεῖν ὡς ἐν εἰκόνι καὶ τοῦτο κεκτημένον, ἵνα ἡ τοῦ μόνου προσθήκη μόνῳ τῷ πατρὶ ὡς ἂν ἀρχετύπῳ τῆς εἰκόνος ἁρμόζῃ.
2.23.3
σαφέστατα γοῦν εἰκόνα καὶ ἀπαύγασμα τοῦ πατρὸς «ἐν μορφῇ» τε τοῦ θεοῦ εἶναι αὐτὸν ὁ θεσπέσιος ἐδίδαξεν Παῦλος, ὡς διὰ τῶν ἔμπροσθεν ἀποδέδεικται. ὥσπερ οὖν ἑνὸς ὑφεστῶτος πατρὸς καὶ ἑνὸς υἱοῦ φύντος ἐκ τοῦ πατρὸς οὐκ ἄν τις εὖ φρονῶν εἴποι δύο πατέρας ὑπάρχειν οὐδὲ υἱοὺς δύο, καὶ ὥσπερ βασιλέως κρατοῦντος ἑνὸς εἰκόνος δὲ αὐτοῦ πανταχοῦ γῆς προφερομένης οὐκ ἄν τις σωφρονῶν δύο εἴποι τοὺς κρατοῦντας, ἀλλ' ἕνα τὸν καὶ διὰ τῆς εἰκόνος τιμώμενον, κατὰ τὸν αὐτὸν τρόπον ὡς καὶ πολλάκις ἡμῖν εἴρηται καὶ ἡ ἐκκλησία τοῦ θεοῦ ἕνα παραλαβοῦσα θεὸν σέβειν τὸν αὐτὸν καὶ διὰ
2.23.4
τοῦ υἱοῦ, ὡς διὰ εἰκόνος, μένει προσκυνοῦσα. ἃ δὴ μὴ συνεὶς Μάρκελλος τὴν εἰκόνα «τοῦ θεοῦ τοῦ ἀοράτου» τὴν σάρκα εἶναι τοῦ σωτῆρος ἀπεφήνατο, ἣν ὁ ἀπόστολος «μορφὴν δούλου» κέκληκεν· οὐ λογισάμενος ὅτι καὶ πάντες ἄνθρωποι κατὰ τὴν σάρκα τοῦ σωτῆρος τυγχάνουσιν μεμορφωμένοι. καὶ τὸ μὲν σῶμα ὃ ἀνείληφεν ὁ σωτὴρ τῆς ἀγενήτου καὶ ἀρρήτου καὶ πατρικῆς θεότητος εἰκόνα εἶναι διισχυρίζεται, τὸν δὲ υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ δι' οὗ τὰ πάντα συνέστη «πάντα» γὰρ «δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν» ἀρνεῖται εἶναι εἰκόνα τοῦ θεοῦ αὐταῖς συλλαβαῖς λέγων οὐκοῦν πρόδηλον, ὅτι πρὸ τῆς τοῦ ἡμετέρου σώματος ἀναλήψεως ὁ λόγος καθ' ἑαυτὸν οὐκ ἦν εἰκὼν τοῦ ἀοράτου θεοῦ.
2.23.5
ὁρᾷς ὅσῃ διαστροφῇ κέχρηται τῆς ἀποστολικῆς ἑρμηνείας. οὕτω δὲ τοῦ εὐαγγελιστοῦ Ἰωάννου τὸ παρὰ Μωσεῖ καὶ τοῖς λοιποῖς προφήταις κεκρυμμένως ἐγνωσμένον μυστήριον εὐαγγελιζομένου καὶ ἀνακαλύπτοντος μεγάλῃ τε κηρύττοντος βοῇ τὸ «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ
2.23.6
ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. πάντα δι' αὐτοῦ ἐγένετο» καὶ μαρτυρομένου ὅτι «ἦν τὸ φῶς τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω», τήν τε υἱότητα σαφῶς παριστῶντος ἐν τῷ περὶ μὲν τοῦ πατρὸς λέγειν «θεὸν οὐδεὶς ἑώρακεν πώποτε», περὶ δὲ τοῦ υἱοῦ «ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο»,
2.24.1
ὁ θαυμαστὸς οὗτος τῶν Χριστοῦ λόγων διδάσκαλος τὰς ἐντολὰς τοῦ θεοῦ καὶ τοὺς παραγγελτικοὺς τῶν πρακτέων λόγους ἀπὸ τῆς θείας συναγαγὼν γραφῆς τοιοῦτόν τινα ὁρίζεται τὸν «ἐν ἀρχῇ» λόγον. ἐπάκουσον δὲ ὅπως ταῦτα συνιστᾶν πειρᾶται, τοῦτον γράφων τὸν τρόπον***** τῶν δὲ διδασκόντων αὐτοὺς ὥσπερ αἰδουμένων μεμνῆσθαι τοῦ λόγου, ὃν οὕτω πᾶσαι αἱ θεῖαι κηρύττουσιν γραφαί. Δαυὶδ μὲν γὰρ περὶ αὐτοῦ λέγει «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», αὖθίς τε ὁ αὐτὸς «ἐξαπέστειλεν τὸν λόγον αὐτοῦ καὶ ἰάσατο αὐτούς». Σολομὼν δὲ «ζητήσουσίν με κακοί, καὶ οὐχ εὑρήσουσιν. ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ λόγον κυρίου οὐ προ είλοντο». Ἡσαΐας τε «ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ». καὶ αὖθις Ἱερεμίας «ᾐσχύνθησαν σοφοὶ» φησὶν «καὶ ἐπτοήθησαν καὶ ἑάλωσαν, ὅτι τὸν λόγον κυρίου ἀπεδοκί
2.24.2
μασαν». καὶ Ὡσηὲ δὲ ὁ προφήτης «ἐμίσησαν» ἔφη «ἐν πύλαις ἐλέγ χοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο». Μιχαίας τε ὁμοίως καὶ αὐτὸς περὶ τοῦ λόγου μνημονεύων «ἐκ Σιὼν» ἔφη «ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ». ταῦτα καὶ τὰ τούτοις ἀδελφὰ συναγαγὼν κρατύνειν διὰ τούτων τὴν
2.24.3
ἑαυτοῦ δόξαν ἡγεῖται. ὅρα δὲ πῶς φύρας τὰς ἀπὸ τῆς θείας γραφῆς μαρτυρίας ὁμοῦ συνήγαγεν καὶ τὸν ἀποστελλόμενον τοῦ θεοῦ λόγον, τὸν σωτήριον καὶ ἰατικόν, καὶ τὸν τῶν πρακτέων παραγγελτικόν. τὸ γὰρ «ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο» ποῖον ὑποτίθεται λόγον ἢ πάντως που τὸν περὶ τῶν ὁσίων καὶ δικαίων πράξεων παραγγελτικόν, πάντα τε μᾶλλον ἢ τὸν υἱὸν τοῦ θεοῦ ὁμολογεῖν βούλεται, ὥσπερ αἰδούμενος μνημονεῦσαι τοῦ υἱοῦ. ἡμεῖς μὲν γὰρ οἴδαμεν τὸν υἱὸν τοῦ θεοῦ κυριώτατον ὄντα υἱὸν καὶ ἀληθῶς μονογενῆ τοῦ θεοῦ, καὶ λόγον δὲ αὐτὸν ἀκριβῶς ἴσμεν οὐχ ὅμοιον τῷ ἐν ἀνθρώποις, ἀλλ' οἷον προσήκει νοεῖν θεοῦ λόγον, ζῶντα καὶ ὑφεστῶτα καὶ υἱόν. ὁ δὲ λόγον σημαντικὸν καὶ τῶν πρακτέων παραγγελτικὸν εἰσάγων, εἰκότως ὤκνει τὸν υἱὸν ὁμολογεῖν, ὃν αὐτῷ ἔργῳ ἠρνεῖτο.
2.25.1
εἶτα καὶ αὐτὸς ἑαυτῷ τἀναντία γράφων οὐκ αἴσθεται. ἐν ἑτέροις μὲν γὰρ διισχυρίζεται μηδένα τοῦ προτέρου λαοῦ τὰ κατὰ τὸν λόγον ἐγνωκέναι, μυστήριον γὰρ εἶναι ἀποκεκρυμμένον. γράφει δὲ ὧδε αὐταῖς λέξεσιν τί γὰρ ἕτερον ἦν ἀποκεκρυμμένον μυστήριον ἢ τὸ κατὰ τὸν λόγον; οὕτως δὲ ἦν ἀποκεκρυμμένον ἐν τῷ θεῷ τουτὶ πρό τερον τὸ μυστήριον, ὥστε μηδένα τοῦ προτέρου λαοῦ σαφῶς τὰ κατὰ τὸν λόγον εἰδέναι, ἀλλ' ἡμᾶς τοῦ πλούτου τῆς δόξης καὶ τοῦ ἀποκεκρυμμένου μυστηρίου ἀπολαύειν νυνί. καὶ αὖθις ἐπιλέγει ὁ δὲ ἱερὸς ἀπόστολός τε καὶ μαθητὴς τοῦ κυρίου Ἰωάννης σαφῶς καὶ διαρρήδην ἐν ἀρχῇ τοῦ εὐαγγελίου διδάσκων, ὡς ἀγνο ούμενον ἐν ἀνθρώποις πρότερον, λόγον αὐτὸν τοῦ παντοκράτορος ὀνομάζων, οὕτως ἔφη «ἐν ἀρχῇ ἦν ὁ λόγος». ἐν τούτοις μὲν οὖν ἀποκεκρυμμένον μυστήριον διορίζεται εἶναι τὸ περὶ τοῦ λόγον ἔχειν τὸν θεόν, ἐν δὲ ταῖς ἀρτίως παρατεθείσαις προφητικαῖς φωναῖς πάσας τὰς θείας γραφὰς κηρύττειν τὰ περὶ αὐτοῦ συνίστησιν καὶ συνάγει περὶ λόγου θεοῦ πλείστας ὅσας μαρ
2.25.2
τυρίας. οὐκ ἄρα ἦν ἀγνοούμενος τῷ προτέρῳ λαῷ, πάντες γὰρ αὐτοὶ τοὺς τοιούτους λόγους ᾔδεσαν, ἀνὰ στόμα καὶ διὰ μνήμης τὰ προφητικὰ λόγια φέροντες. ἀλλὰ τὸν γραμματέα τῶν Ἰουδαίων ἡμῖν ὁ Χριστιανὸς προΐσχεται, οὐκ ἀκούων τοῦ σωτῆρος λέγοντος «οὐαὶ ὑμῖν, γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταί», θαυμάζει τε αὐτὸν ὅρκῳ πιστούμενον ὅτι «εἷς ἐστιν ὁ θεὸς καὶ οὐκ ἔστιν πλὴν αὐτοῦ», οὐκ
2.25.3
εἰδὼς ὅτι καὶ τὰ «δαιμόνια πιστεύουσιν καὶ φρίττουσιν». τήρει δὲ ὅπως ἐξ αὐτῶν τῶν προφητικῶν γραφῶν τὰ περὶ λόγου συνάγει τοῦ τῶν πρακτέων διδασκαλικοῦ· ὃν καὶ Ἰουδαίων παῖδες γνωρίζειν ὁμολογήσουσιν, ἅτε πρὸ ἡμῶν τοῦτον παρειληφότες. ἀλλ' οὐδὲ αὐτὸς
2.25.4
Σαβέλλιος τὸν τοιοῦτον ἠγνόει λόγον. πῶς οὖν Ἰουδαίους καὶ Σαβέλλιον κόπτων μὴ ἐγνωκέναι τὸν λόγον ἔφη δι' ὧν παρεθέμην αὐτοῦ φωνῶν; καὶ ἐπειδὴ ἀποπέφανται ὁ αὐτὸς διὰ τῶν ἔμπροσθεν ὡς οὐδεὶς ἐδύνατο τὸν θεὸν εἰδέναι οὐδὲ τὸν λόγον γνωρίζειν αὐτοῦ εἰ μὴ τὴν εἰκόνα εἰλήφει τοῦ ἀοράτου θεοῦ, δηλαδὴ τὴν σάρκα ὡς
2.25.5
αὐτὸς ἔφη διὰ μόνης γὰρ τῆς εἰκόνος γνωρίζεσθαι τὸν θεὸν καὶ τὸν τούτου λόγον διετείνατο, τὴν σάρκα λέγων εἶναι τὴν εἰκόνα, ὑπομνηστέον διὰ τῶν προκειμένων ὡς δίχα τῆς ἐνσάρκου παρουσίας Ἰουδαῖοι πάντες τὸν λόγον τοῦ θεοῦ καὶ τοὺς λόγους τοὺς ἐν ταῖς προφητικαῖς γραφαῖς τῶν ὁσίων ἔργων παραγγελτικοὺς ἀκριβῶς ᾔδεσαν, ἐξ ἁπαλῶν ὀνύχων τούτους καταμελετῶντες, καὶ τὸν θεὸν ὡμολόγουν τὸν πάντων ποιητὴν καὶ δημιουργόν, ὥσπερ οὖν καὶ ὁ γραμματεὺς ὁ δι' ὅρκου πιστούμενος τοῦτο.
2.25.6
ταῦτα μὲν οὖν εἰς ἀπόδειξιν τοῦ Σαβελλίζειν τὸν ἄνδρα. ὥρα δὲ λοιπὸν ἐπελθεῖν καὶ ἃς πεποίηται διαστρόφους τῶν θείων γραφῶν ἑρμηνείας, ὡς ἂν μάθοι πᾶς τῶν τὸν ἄνδρα τιμώντων ὅτι μὴ μόνης τῆς ὀρθῆς παρεξετράπη πίστεως, ἀλλὰ καὶ τῆς ὑγιοῦς τῶν θεοπνεύστων γραφῶν ἐντεύξεώς τε καὶ θεωρίας. 3. t. 1 Γ Κεφάλαια τοῦ γʹ αʹ ὡς διαστρόφως ὁ Μάρκελλος τὰς θείας γραφὰς ἑρμηνεύειν ἐτόλμα. βʹ ὅπως τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ» καὶ τὰ τούτῳ συνημμένα νοεῖται, καὶ ὅπως τὰ αὐτὰ Μάρκελλος ἐπὶ τὴν σάρκα τοῦ σωτῆρος μετῆγεν. γʹ ἔλεγχος τῶν οὐκ ὀρθῶς εἰς τοὺς τόπους αὐτῷ λελεγμένων καὶ τῶν αὐτῶν ὑγιὴς ἑρμηνεία. δʹ ὅπως Μάρκελλος, μὴ συνιεὶς τὰς γραφάς, μίαν εἶναι ὡρίζετο ὑπόστασιν πα τρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος. εʹ ὅπως ὁ σωτὴρ περὶ τοῦ ἁγίου πνεύματος ἐδίδασκεν. ʹ ὅπως ἡ ἐκκλησία περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος φρονεῖν παρα δίδωσιν. ζʹ ὅπως Μάρκελλος τὴν εἰκόνα τοῦ θεοῦ τοῦ ἀοράτου τὴν σάρκα εἶναι διεβεβαιοῦτο. ηʹ ὅπως ὁ αὐτὸς μηδὲν ὠφελεῖν τὴν σάρκα τοῦ σωτῆρος ἀπεφαίνετο. θʹ ὅπως καταλειφθήσεσθαι ἐν τῷ τοῦ παντὸς τέλει τὴν σάρκα τοῦ σωτῆρος τοῦ λόγου ἔρημον ἐτόλμα λέγειν. ιʹ ὁποῖα αἱ θεῖαι γραφαὶ περὶ τῆς σαρκὸς τοῦ σωτῆρος διδάσκουσιν, καὶ ὡς τὰ ἐναντία Μάρκελλος ἐφρόνει. ιαʹ ὅπως μὴ νοήσας τὴν εὐαγγελικὴν φωνὴν σκανδαλίζειν ἔφη τὴν σάρκα τοῦ σωτῆρος καὶ μηδὲν ὠφελεῖν. ιβʹ ἑρμηνεία τῆς εὐαγγελικῆς λέξεως. ιγʹ ὅπως τὴν τοῦ Χριστοῦ βασιλείαν ἀρχὴν μὲν εἰληφέναι τὴν ἀπὸ τετρακοσίων ἐτῶν τέλος δὲ ἕξειν ἐν τῇ συντελείᾳ διεβεβαιοῦτο, διαστρόφους ποιούμενος τὰς τῶν θείων γραφῶν ἑρμηνείας. ιδʹ ἐξηγήσεις τῆς ὑγιοῦς διανοίας τῶν ἀναγνωσμάτων. ιεʹ ὅπως εἴρηται τὰ πάντα ὑποταγήσεσθαι τῷ υἱῷ καὶ αὐτὸν τῷ πατρί. ι ʹ ὅπως εἴρηται τῷ ἀποστόλῳ τὸ «τότε ἔσται ὁ θεὸς τὰ πάντα ἐν πᾶσιν». ιζʹ ὅπως αἱ θεῖαι γραφαὶ τὰ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν ἀτελευτήτου βασιλείας παριστῶσιν, καὶ ὡς Μάρκελλος γυμνῇ τῇ κεφαλῇ παυθήσεσθαι αὐτοῦ τὴν βασιλείαν ἀπεφαίνετο. ιηʹ ὅπως ἐν τῇ βασιλείᾳ τοῦ υἱοῦ ἓν γενήσονται πάντες οἱ τῆς τότε μακαριότητος ἀξιούμενοι. ιθʹ ὅτι ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἓν εἶναι λέγονται, οὕτω καὶ πάντες ἔσονται οἱ ἅγιοι. κʹ ὅτι ὡς ὁ πατὴρ ἐν τῷ υἱῷ, καὶ ὁ υἱὸς ἐν τῷ πατρί, οὕτω καὶ ἐν τοῖς ἁγίοις ἅπασιν ἔσται. καʹ ὅπως χρὴ νοεῖν τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακεν τὸν πατέρα».