Eusebius Caesariensis PG 19-24
De laudibus Constantini
Cons 10.2.1
Choose a text
More by Eusebius of Caesarea (eusebius-of-caesarea)
—
Pg Scrape Grc
10.2.1
διὸ δὴ πᾶς ἐπὶ τὸ κρεῖττον μεταβαλὼν νεκρῶν μὲν εἰδώλων καταπτύει προσώποις, πατεῖ δ' ἄθεσμα δαιμόνων θέσμια, καὶ παλαιᾶς ἀπάτης πατροπαραδότου καταγελᾶ. λόγων δ' ἱερῶν ἁπανταχοῦ διατριβὰς ἄνθρωποι συστησάμενοι ᾧ σωτηρίοις μαθήμασιν ἐκπαιδεύονται, ὡς δὴ μηκέτι τὴν ὁρωμένην σαρκὸς ὀφθαλμοῖς ἐπτοῆσθαι κτίσιν μηδ' ἄνω βλέποντας ἥλιον καὶ σελήνην καὶ ἀστέρας μέχρι τούτων ἱστάναι τὸ θαῦμα, τὸν δὲ τούτων ἐπέκεινα, τὸν ἀφανῆ καὶ ἀόρατον κτίστην τῶν ὅλων ὁμολογεῖν, μόνον αὐτὸν σέβειν δεδιδαγμένους.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).