Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.1.1
Λέγωμεν δὴ τὰ ἑξῆς καὶ διασαφῶμεν τὴν αἰτίαν, δι' ἣν ὁ τοσοῦτος τοῦ θεοῦ λόγος τὴν εἰς ἀνθρώπους κάθοδον ἐποιεῖτο. τοῦτον δὴ τὸν οὐρανοῦ καὶ γῆς ἐπιστατοῦντα τοῦ θεοῦ λόγον, τὸν ἐξ αὐτῆς οἷα πηγῆς τῆς ἀνωτάτω πατρικῆς θεότητος γεγεννημένον, καὶ τῷδε μὲν ἀεὶ τῷ κόσμῳ παρόντα καὶ συνόντα, τῆς δ' αὐτοῦ προνοίας καὶ τῆς εἰς ἀνθρώπους κηδεμονίας ἐναργῆ παρεχόμενον τὰ γνωρίσματα, ἀνθρώπων ἀφρόνων γένος μὴ συλλογισάμενον, ἡλίῳ καὶ σελήνῃ καὶ αὐτῷ οὐρανῷ καὶ ἄστροις τὴν σεβάσμιον ἀνέθεντο προσηγορίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τὴν γεώδη φύσιν καὶ τοὺς ἀπὸ γῆς καρποὺς τροφάς τε σωμάτων παντοίας ἐθέωσαν, Δήμητραν καὶ Κόρην καὶ Διόνυσον καὶ ἀδελφά γε τούτων ἕτερα ἀνειδωλοποιήσαντες.
13.2.1
καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τῆς σφῶν αὐτῶν διανοίας τοὺς λογισμοὺς καὶ αὐτὸν δὴ τὸν τούτων ἑρμηνέα λόγον θεοὺς ἀνειπεῖν οὐκ ἀπώκνησαν, Ἀθηνᾶν μὲν τὴν διάνοιαν τὸν δὲ λόγον Ἑρμῆν ἐπονομάσαντες καὶ τάς γε τῶν μαθημάτων ἐπηβόλους δυνάμεις Μνημοσύνην καὶ Μούσας ἀνειπόντες. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἐπὶ μεῖζον δ' αὔξοντες ἀτοπίας ὑπερβολῇ δυσσεβείας τὰ οἰκεῖα πάθη, ἃ δὴ ἐχρῆν ἀποτρέπεσθαι καὶ λόγῳ σώφρονι θεραπεύειν, οἵδε ἐθέωσαν, αὐτήν τε τὴν σφῶν ἐπιθυμίαν καὶ τὴν ἐμπαθῆ καὶ ἀκόλαστον τῶν ψυχῶν νόσον τά τε ὁλκὰ πρὸς αἰσχρουργίαν μέρη τε καὶ μέλη τοῦ σώματος καὶ ἔτι τὴν τῶν αἰσχρῶν ἡδονῶν ἀκράτειαν Ἔρωτα καὶ Πρίηπον καὶ Ἀφροδίτην καὶ ἄλλ' ἄττα συγγενῆ τούτοις ἀνειπόντες.
13.3.1
καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ἀμφὶ τὰς σωμάτων γενέσεις καὶ τὸν κάτω θνητὸν βίον καταπεσόντες, ἀνθρώπους θνητοὺς ἐξεθείασαν καὶ μετὰ τὸν κοινὸν θάνατον ἥρωας καὶ θεοὺς ἐπεφήμισαν, ἀμφὶ μνήματα καὶ τάφους τὴν ἀθάνατον καὶ θείαν οὐσίαν ὑποτοπήσαντες εἰλεῖσθαι. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ ζώων ἀλόγων παντοῖα γένη ἑρπετῶν τε τὰ βλαπτικώτατα τῇ σεβασμίῳ προσηγορίᾳ τετιμήκασιν· καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ δρῦς κατακόψαντες καὶ πέτρας ἐκτεμόντες γῆς τε μέταλλα, καὶ χαλκοῦ καὶ σιδήρου καὶ τῆς ἄλλης ὕλης, διερευνησάμενοι, θηλειῶν τύπους καὶ ἀρρένων ἀνδρῶν σχήματα θηρίων τε μορφὰς καὶ ἑρπετῶν ἀνεπλάσαντο, κἄπειτα τούτοις τιμὰς περιτεθείκασιν.
13.4.1
καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ τοῖς ἐμφωλεύουσι τοῖς ξοάνοις σκοτίοις τε μυχοῖς ἐγκαταδεδυκόσι δαίμοσι πονηροῖς ἀμφὶ τὰς τῶν θυσιῶν λοιβάς τε καὶ κνίσας λιχνεύουσιν τὴν αὐτὴν τῶν θεῶν ἀνέθηκαν ἐπηγορίαν. καὶ οὐδὲ μέχρι τούτων ἔστησαν, ἀλλὰ καὶ αὐτοῖς καταδέσμοις τισὶν ἀπειρημένης γοητείας, ἐκθέσμοις τε καὶ ἐπανάγκοις ᾠδαῖς καὶ ἐπῳδαῖς, δυνάμεις ἀφανεῖς ἀμφὶ τὸν ἀέρα ποτωμένας παρέδρους ἑαυτοῖς ἐφειλκύσαντο. θνητούς γε μὴν ἄνδρας ἐθέωσαν ἑτέρους ἕτεροι· παῖδες μὲν γὰρ Ἑλλήνων Διόνυσον καὶ Ἡρακλέα καὶ Ἀσκληπιὸν καὶ Ἀπόλλωνἄλλους τέ τινας ἀνθρώπους τῇ τῶν ἡρώων καὶ θεῶν τετιμήκασι προσηγορίᾳ, Αἰγύπτιοι δὲ Ὧρον καὶ Ἶσιν καὶ Ὄσιριν καὶ τούτοις παραπλησίους πάλιν ἀνθρώπους θεοὺς νενομίκασιν· οὐδὲ μὴν καθ' ὑπερβολὴν σοφίας γεωμετρίας τὴν εὕρεσιν ἀστρονομίας τε καὶ ἀριθμητικῆς αὐχοῦντες οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν οἱ σοφοὶ σταθμήσασθαι παρ' ἑαυτοῖς καὶ λογίσασθαι μέτρα θεοῦ δυνάμεως θνητῆς τε καὶ ἀλόγου διαφορὰν φύσεως.
13.5.1
διὸ δὴ πᾶν εἶδος εἰδεχθῶν κνωδάλων καὶ παντοίων ζώων γένη ἑρπετά τε ἰοβόλα καὶ θῆρας ἀγρίους θεοὺς προσειπεῖν οὐκ ἀπώκνησαν, Φοίνικες δὲ Μελκάθαρον καὶ Οὔσωρον καί τινας ἄλλους ἀτιμοτέρους θνητοὺς πάλιν ἄνδρας θεοὺς ἀνηγόρευσαν, ὡς καὶ παῖδες Ἀράβων Δούσαρίν τινα καὶ Ὄβοδον, καὶ οἱ Γέται τὸν Ζάμολξιν καὶ τὸν Μόψον Κίλικες, καὶ τὸν Ἀμφιάρεων Θηβαῖοι, καὶ παρ' ἑτέροις ἄλλοι πάλιν ἑτέρους, τὴν φύσιν οὐδὲν τῶν θνητῶν διαλλάττοντας αὐτὸ δὲ μόνον ἀληθῶς ἀνθρώπους. ὁμοῦ δὴ οὖν πάντες Αἰγύπτιοι, Φοίνικες, Ἕλληνες, καὶ πᾶν τὸ θνητὸν γένος, ὅσον ἡλίου βολαὶ φωτίζουσι, τὰ μέρη τοῦ κόσμου καὶ τά γε στοιχεῖα τούς τε ἀπὸ γῆς βλαστοῦντας καρπούς, καὶ τὰ σφῶν αὐτῶν πάθη ναὶ μὴν καὶ τὰς δαιμονικὰς μανίας τε καὶ φαντασίας, καὶ πρό γε τούτων ἄνδρας θνητοὺς ἀνθρωπείαις χρησαμένους συμφοραῖς, καὶ οὐτ' ἀρετῆς διδασκαλεῖα καθ' ὃν ἔζων χρόνον συστησαμένους, οὔτε σώφρονος βίου μαθήματα ἀνθρώποις ἐπιπονήσαντας, οὐ φιλόσοφα δόγματα καταδείξαντας, οὐκ ὀνησιφόρον ἔργον ἐπιδεδειγμένους, οὐ μαθητὰς τῆς ἀρετῆς καταλείψαντας, οὐ λόγους, οὐ συγγράμματα πρὸς εὐζωίαν συντείνοντα παραδόντας, ἠσχολημένους δὲ περὶ γύναια καὶ αἰσχρὰς ἡδονάς, εἰκῆ καὶ ὡς ἔτυχεν οὐκ οἶδ' ὁποίας δαιμονικῆς ἐνεργείας πλάνῃ θεοὺς καὶ ἥρωας ἀνηγόρευσαν θυσίαις τε καὶ τελεταῖς σὺν γοητικαῖς ἀπάταις ἐτίμησαν, νεὼς μὲν αὐτοῖς καὶ ἱερὰ κατὰ πόλεις καὶ κατὰ χώρας δειμάμενοι, τὸν δ' ἐπέκεινα τοῦ κόσμου μόνον ἀληθῆ τοῦ θεοῦ λόγον παμβασιλέα καὶ ποιητὴν τῶν ὅλων ἐν οὐδενὶ τέθεινται. οἱ δ' εἰς τοσοῦτον ἤλαυνον μανίας τε καὶ φρενοβλαβείας ὡς ἐν ταὐτῷ τούσδε τινὰς τοὺς τυχόντας ἄνδρας θεοὺς ἀναγορεύειν, καὶ παραχρῆμα τοῖς αὐτοῖς θνητῶν συνάπτειν πάθη, ἔρωτάς τε παρανόμους καὶ πράξεις αἰσχρὰς ζωῆς τε καταστροφὰς καὶ θανάτους τοῖς αὐτοῖς ἀνατιθέναι. εἶτα τοιαῦτα οὐχ ὑφ' ἑτέρων διαβαλλόμενα φάσκοντες, αὐτοὶ δὲ μάρτυρες τούτων ὄντες, πλάνας τε καὶ πένθη καὶ θανάτους καὶ πρό γε τούτων μοιχείας αὐτῶν καὶ ἀρρένων φθορὰς γυναικῶν τε ἁρπαγὰς ὁμολογοῦντες, οὐδὲν ἧττον πόλεις πάσας καὶ κώμας καὶ χώρας ναοῖς καὶ ἀγάλμασι καὶ ἱεροῖς ἐπλήρουν, τῇ τῶν θεῶν ὁμοιοτροπίᾳ τὰς ἑαυτῶν προσαπολλύντες ψυχάς.
13.6.1
θεοὺς δὴ τοίνυν καὶ θεῶν παῖδας ἥρωάς τε κἀγαθοὺς δαίμονας λόγῳ μὲν ἦν παρ' αὐτοῖς ἀκούειν, ἔργῳ δὲ πᾶν τοὐναντίον· τἀναντία γοῦν τοῖς ἐναντίοις ἐσέμνυνον, ὡς εἰ καὶ ἥλιόν τις καὶ φῶτα τὰ κατ' οὐρανὸν δεῖξαί τῳ βουληθεὶς ἄνω μὲν εἰς ὕψος μὴ ἐπαίροι τὰς ὄψεις, κάτω δὲ εἰς γῆν τὰς χεῖρας βαλὼν καὶ χαμαὶ εἰς ἔδαφος ῥίψας ἐν πηλῷ καὶ βορβόρῳ τὰς οὐρανίους δυνάμεις ἐπιζητοίη. οὕτω δὴ καὶ τὸ τῶν ἀνθρώπων γένος φρενοβλαβείᾳ καὶ δαιμόνων ἀπάτῃ πονηρῶν τὴν ἐπέκεινα οὐρανοῦ τε καὶ κόσμου θείαν καὶ νοητὴν οὐσίαν κάτω που ἐν σωμάτων γενέσει καὶ θνητῶν πάθεσί τε καὶ θανάτοις ἐπέπειστο εἶναι. οἱ δ' εἰς τοσοῦτον ἤλαυνον ἀνοίας, ὡς καὶ τὰ φίλτατα θύειν αὐτοῖς μηδὲ φειδὼ ποιεῖσθαι τῆς φύσεως, ἀλλ' ἤδη καὶ τὰ μονογενῆ καὶ ἀγαπητὰ τῶν τέκνων μανίᾳ καὶ διανοίας ἐκστάσει κατασφάττειν.
13.7.1
καὶ τί γὰρ ἂν γένοιτο τούτου μανικώτερον θύειν ἀνθρώπους καὶ τὰς πόλεις ἁπάσας καὶ τοὺς αὐτῶν οἴκους ἐμφυλίοις μολύνειν φόνοις; ἢ οὐ ταῦτα Ἑλλήνων παῖδες μαρτυροῦσι καὶ πᾶσά γε ἡ ἱστορία τῆς τούτων μνήμης πεπλήρωται; Κρόνῳ μὲν γὰρ Φοίνικες καθ' ἕκαστον ἔτος ἔθυον τὰ ἀγαπητὰ καὶ μονογενῆ τῶν τέκνων, τῷ δ' αὐτῷ τούτῳ καὶ ἐν Ῥόδῳ μηνὶ Μεταγειτνιῶνι ἕκτῃ ἱσταμένου ἀνθρώπους ἔσφαττον. ἐν δὲ Σαλαμῖνι ὑφ' ἕνα περίβολον Ἀθηνᾶς Ἀγραύλιδος. καὶ Διομήδους ἐλαυνόμενός τις ἀνὴρ τρὶς περιέθει τὸν βωμόν, ἔπειτα ὁ ἱερεὺς αὐτὸν λόγχῃ ἔπαιεν κατὰ τοῦ στομάχου, καὶ οὕτως αὐτὸν ἐπὶ τὴν νησθεῖσαν πυρὰν ὡλοκαύτιζεν. ἐγίγνοντο δὲ καὶ ἐπὶ τῆς Αἰγύπτου πλεῖσται ὅσαι ἀνθρωποκτονίαι, ἐθύοντό τε τῇ Ἥρᾳ ἐν Ἡλίου πόλει τῆς ἡμέρας τρεῖς, ἀνθ' ὧν Ἀμώσης ὁ βασιλεὺς τὸ δεινὸν συνιδὼν κηρίνους τοὺς ἴσους ἐκέλευσεν ἐπιτίθεσθαι. καὶ ἐν Χίῳ δὲ τῷ Ὠμαδίῳ Διονύσῳ ἄνθρωπον διασπῶντες ἔθυον, καὶ ἐν Τενέδῳ δὲ ὡσαύτως, ἐν δὲ Λακεδαίμονι τῷ Ἄρει τὴν δι' ἀνθρώπων ἐτέλουν θυσίαν. καὶ ἐν Κρήτῃ δὲ αὐτὸ τοῦτ' ἔπραττον, ἀνθρωποθυτοῦντες τῷ Κρόνῳ. Ἀθηνᾷ δὲ παρθένος κατ' ἔτος ἐθύετο ἐν Λαοδικείᾳ τῆς Συρίας, νῦν δὲ ἔλαφος. οὐ μὴν ἀλλὰ καὶ Λίβυες καὶ Καρχηδόνιοι ταῖς ἀνθρωποθυσίαις τοὺς ἑαυτῶν ἱλεοῦντο θεούς. καὶ Δουματηνοὶ δὲ τῆς Ἀραβίας καθ' ἕκαστον ἔτος ἔθυον παῖδα, ὃν ὑπὸ τὸν βωμὸν ἔθαπτον, κοινῶς δὲ πάντας Ἕλληνας, πρὶν ἐπὶ πολέμους ἐξιέναι, ἀνθρωποκτονεῖν ἡ ἱστορία διδάσκει, Θρᾷκας τε καὶ Σκύθας ὁμοίως. Ἀθηναῖοι δὲ τὰς Λεὼ κόρας καὶ τὴν Ἐρεχθέως θυγατέρα σφαγιασθεῖσαν μνημονεύουσιν. ἀλλ' ἔτι καὶ νῦν τίς ἀγνοεῖ κατὰ τὴν μεγάλην πόλιν τῇ τοῦ Λατριαρίου Διὸς ἑορτῇ σφαγιαζόμενον ἄνθρωπον;
13.8.1
ταῦτα μὲν φιλοσόφων οἱ καὶ δοκιμώτατοι μεμαρτυρήκασιν οὕτως ἔχειν, Διόδωρος δὲ ὁ τὰς βιβλιοθήκας ἐπιτεμὼν φησὶ τῷ Κρόνῳ διακοσίους τῶν ἐπιφανεστάτων παίδων δημοσίᾳ θῦσαι τοὺς Λίβυας, οὐκ ἐλάττους δὲ ἐπιδοῦναι τῇ θυσίᾳ τριακοσίους ἑτέρους, ὁ δὲ τῆς Ῥωμαϊκῆς ἱστορίας συγγραφεὺς Διονύσιος αὐτὸν ὀνομαστὶ τὸν Δία καὶ τὸν Ἀπόλλωνα αἰτῆσαι ἀνθρωποθυσίας ἐν Ἰταλίᾳ παρὰ τῶν καλουμένων Ἀβοριγινῶν. τοὺς αἰτηθέντας οὖν φησι καρπῶν μὲν ἁπάντων τὸ λάχος ἀποθῦσαι τοῖς θεοῖς· ὅτι δὲ μὴ καὶ ἀνθρώπους ἔθυσαν, παντοίαις περιπεσεῖν συμφοραῖς, μὴ πρότερόν τε κακῶν παῦλαν σχεῖν ἢ δεκατεῦσαι ἑαυτούς· οὕτω δ' οὖν ἀνθρώπων δεκάτας ἀφαιρουμένους τε καὶ θύοντας ἐρημίας αἰτίους γενέσθαι τῇ χώρᾳ. τοσούτοις κακοῖς τὸ πᾶν τῶν ἀνθρώπων γένος πάλαι πρότερον κατετρύχετο.
13.9.1
οὐκ ἤρκει δ' ἐπὶ τούτοις τὸ κακῶς πράττειν, μυρίαις δὲ καὶ ἄλλαις ἀνηκέστοις καταδεδούλωτο συμφοραῖς. ὁμοῦ γὰρ τὰ καθ' ὅλης τῆς οἰκουμένης ἔθνη, Ἕλληνά τε καὶ βαρβάρα, ὡς ὑπὸ δαιμονικῆς ἐνεργείας οἰστρούμενα δεινῇ καὶ χαλεπωτάτῃ νόσῳ διεστασίαζεν, τῷ ἄμικτον εἶναι καὶ ἀκατάλλακτον αὐτὸ πρὸς ἑαυτὸ τὸ τῶν ἀνθρώπων γένος, ὧδε κἀκεῖσε τοῦ μεγάλου σώματος τῆς κοινῆς φύσεως διεσπασμένου, ἐφ' ἑκάστῃ γωνίᾳ γῆς ἀποστατούντων ἀνθρώπων νόμοις τε καὶ πολιτείαις διαμαχομένων ἀλλήλοις, 13. 10 καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξαγριουμένων πυκναῖς ταῖς κατ' ἀλλήλων ἐπαναστάσεσιν, ὥστ' ἀεὶ καὶ διὰ παντὸς τοῦ βίου μάχαις ταῖς κατ' ἀλλήλων καὶ πολέμοις σχολάζειν, μὴ ἐξεῖναί τέ ποι τῷ βουλομένῳ στέλλεσθαι μὴ πολεμίου τρόπον καθωπλισμένῳ, κατ' ἀγρούς τε καὶ κατὰ κώμας ξιφηφορεῖν τοὺς γεωπόνους καὶ μᾶλλον τῶν πρὸς γεωργίαν ὀργάνων τὰς ἐνόπλους κεκτῆσθαι παρασκευάς, τό τε ληΐζεσθαι καὶ ἀνδραποδίζεσθαι τοὺς ἐκ γειτόνων ἐπ' ἀρετῆς τίθεσθαι μέρει.
13.11.1
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἐξ αὐτῶν, ὧν ἐλογοποίησαν περὶ τῶν οἰκείων θεῶν, αἰσχρᾶς καὶ παρανόμου ζωῆς ἐφόδια προσλαβόντες, παντοίοις τρόποις ἀκολασίας ὁμοῦ τοῖς σώμασι καὶ τὰς αὐτῶν ψυχὰς προσδιέφθειραν. καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τοὺς ὅρους ὑπερβάντες, τῆς φύσεως ἐπέκεινα ἐχώρουν ἀρρητοποιΐας καὶ τὰ ἀκοαῖς ἄπιστα κατ' ἀλλήλων ἐμπαροινοῦντες· «ἄρρενές τε ἐπ' ἄρσεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι, καὶ τὴν ἀντιμισθίαν ἣν ἔδει τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες,» ᾗ φασὶν ἱεροὶ λόγοι.
13.12.1
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς περὶ θεοῦ φυσικὰς ἐννοίας παρατρέψαντες ἀπρονόητα μὲν καὶ ἀνεπιτρόπευτα τὰ τῇδε πάντα ἡγοῦντο, ἀλόγῳ δὲ καὶ αὐτομάτῳ φύσει εἱμαρμένης τε ἀνάγκῃ τὴν τοῦ παντὸς οὐσίωσίν τε καὶ σύστασιν ἀνετίθεσαν.
13.13.1
καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ τὰς σφῶν ψυχὰς αὐτοῖς συνδιαφθείρεσθαι τοῖς σώμασιν ὑπολαμβάνοντες θηριώδη ζωὴν καὶ βίον ἀβίωτον διῆγον, οὐ ψυχῆς οὐσίαν διερευνώμενοι, οὐ θείας κρίσεως δικαιωτήρια προσδοκῶντες, οὐκ ἀρετῆς ἔπαθλα, οὐκ ἀδίκου βίου τιμωρίας ἐν νῷ βαλλόμενοι, 13. 14 ἤδη δὲ καὶ ὅλα ἔθνη πολυτρόποις κακίας εἴδεσι θηριώδει κατετήκοντο βίῳ, οἱ μὲν μητράσι μιγνύμενοι μίξιν ἔκθεσμον καὶ παρανομωτάτην, οἱ δὲ τὰς ἀδελφὰς αὐτῶν γαμοῦντες, οἱ δὲ τὰς αὐτῶν θυγατέρας διαφθείροντες, καὶ οἱ μὲν τοὺς ἐπιδημοῦντας ξένους κατασφάττοντες, οἱ δὲ καὶ κρεῶν ἀνθρωπείων ἀπογευόμενοι, οἱ δ' ἀγχόνῃ τοὺς γεγηρακότας ἀποπνίγοντες κἄπειτα τούτοις ἑστιώμενοι, οἱ δὲ κυσὶν ἔτι ζῶντας παραβάλλοντες. ἐπιλείψει με ὁ χρόνος τὰ πάντα τῆς παλαιᾶς νόσου τῆς δὴ τὸ πᾶν τῶν ἀνθρώπων γένος κεκρατηκυίας διηγούμενον,
13.15.1
ταῦτα καὶ ἀδελφὰ τούτοις μυρία, ὧν δὴ χάριν ὁ φιλάνθρωπος τοῦ θεοῦ λόγος, τῆς ἐν ἀνθρώποις λογικῆς ἀγέλης οἶκτον λαβών, πάλαι μὲν διά τινων αὐτοῦ προφητῶν καὶ ἔτι πάλαι πρότερον δι' ἑτέρων θεοφιλῶν ἀνδρῶν καὶ μετὰ τούτους διὰ τῶν μετέπειτα γνωρίμων ἐπὶ τὴν σφῶν θεραπείαν ἀνεκαλεῖτο τοὺς ἀπεγνωσμένους, νόμοις καὶ παραινέσεσι ποικίλαις διδασκαλίαις τε παντοίαις προοίμι' ἄττα καὶ στοιχεῖα θεοσε βείας εἰς ἀνθρώπους καταβαλλόμενος. ὡς οὖν οὐκέτ' ἀνθρωπείας δυνάμεως κρείττονος δὲ ἢ κατὰ ἄνθρωπον ἐδεῖτο βοηθοῦ τὸ θνητὸν γένος, ὧδε κἀκεῖσε πλανώμενον ἀφειδῶς τε σπαραττόμενον οὐχ ὑπὸ λύκων καὶ θηρίων ἀτιθάσων, δεινῶν δὲ καὶ ἀγρίων ὑπὸ δαιμόνων καὶ πνευμάτων ἀπηνῶν καὶ ψυχοφθόρων, ἧκεν λοιπὸν ἡμῖν αὐτὸς μάλα προθύμως καὶ παρῆν ἐφ' ἡμετέρας παρεμβολὰς ὁ τοῦ θεοῦ λόγος, πατρὸς παναγάθου πειθαρχῶν νεύματι.
13.16.1
αἰτία δ' ἦν αὐτῷ τῆς ἐνταυθοῖ παρουσίας τὰ δεδηλωμένα, ὧν δὴ ἕνεκα πάντων εἰς θνητῶν ὁμιλίας παριὼν οὐχ ὅπερ αὐτῷ σύνηθες ἦν τοῦτ' ἔπραττεν, ἀσωμάτῳ μὲν ὄντι καὶ τὸν ἅπαντα κόσμον ἀφανῶς ἐπιπορευομένῳ ἔργοις δ' αὐτοῖς οὐρανίοις τε καὶ τοῖς κατὰ γῆν τὰς αὐτοῦ μεγαλουργίας ἐκφαίνοντι, καινοτέρῳ δὲ καὶ τὸν συνήθη παραλλάττοντι τρόπῳ. δι' ὀργάνου γάρ τοι θνητοῦ τὰς πρὸς τοὺς θνητοὺς ὁμιλίας τε καὶ διατριβὰς ὑπῄει, τὸ θνητὸν διὰ τοῦ ὁμοίου σῶσαι προμηθούμενος.

Intertext edge

Open linked passage

Note