De laudibus Constantini
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
16.1.1
Ἀλλὰ γὰρ τούτων ὧδε ἐχόντων, ὥρα καὶ ἐπὶ τὰς ἀποδείξεις ἐλθεῖν, εἰ δὴ ἀποδείξεως δεῖ τῆς τούτων ἀληθείας, καὶ εἰ δὴ ἐναργῶν πραγμάτων ἀναγκαῖον πιστώσασθαι τὰς μαρτυρίας· δέχου δὲ ταύτας εὐγνώμονα τῷ λόγῳ τὴν ἀκοὴν παρασκευάσας.
16.2.1
διῄρητο μὲν πάντα τὰ πάλαι ἐπὶ γῆς ἔθνη, καὶ τὸ πᾶν τῶν ἀνθρώπων γένος εἰς ἐπαρχίας καὶ ἐθναρχίας καὶ τοπαρχίας τυραννίδας τε καὶ πολυαρχίας κατετέτμητο, ἐξ ὧν μάχαι συνεχεῖς καὶ πόλεμοι δῃώσεις τε καὶ ἀνδραποδισμοὶ κατ' ἀγροὺς καὶ κατὰ πόλεις οὔποτ' αὐτοὺς διελίμπανον, ἱστοριῶν τε ὑποθέσεις μυρίαι, μοιχεῖαί τε καὶ γυναικῶν ἁρπαγαί, ἔνθεν τὰ Ἰλίου κακὰ καὶ αἱ παρὰ πᾶσιν ἀνθρώ ποις μνημονευόμεναι τῶν παλαιῶν τραγῳδίαι.
16.3.1
τούτων δ' οὐκ ἂν ἁμάρτοις τὰς αἰτίας τῇ πολυθέῳ πλάνῃ προσγράφων. ὡς δὲ τὸ σωτήριον ὄργανον, αὐτὸ δὴ τὸ πανάγιον τοῦ Χριστοῦ σῶμα, τὸ κρεῖττον ἁπάσης δαιμονικῆς πλάνης καὶ ἐνεργείας ὀφθὲν κακίας τε τῆς δι' ἔργων καὶ λόγων ἀλλότριον, νικητήριον τρόπαιον κατὰ δαιμόνων παλαιῶν τε κακῶν ἀποτρόπαιον ἀνυψοῦτο, ἐλύετό τε αὐτίκα πάντα δαιμόνων ἔργα καὶ οὐκέτ' ἦσαν τοπαρχίαι καὶ πολυαρχίαι, τυραννίδες τε καὶ δημοκρατίαι, αἵ τε διὰ ταῦτα συνιστάμεναι κατὰ πόλεις καὶ κατὰ χώρας δῃώσεις καὶ πολιορκίαι, ἀλλὰ θεὸς μὲν εἷς εἰς πάντας ἐκηρύττετο· 16. 4 ἐν ταὐτῷ δὲ καὶ βασιλεία μία τοῖς πᾶσιν ἡ Ῥωμαίων ἐπήνθει, ἀνῄρητό τε ἀθρόως ἡ ἐξ αἰῶνος ἄσπειστος καὶ ἀκατάλλακτος τῶν ἐθνῶν ἔχθρα. ὡς δὲ ἑνὸς θεοῦ γνῶσις πᾶσιν ἀνθρώποις παρεδίδοτο καὶ τρόπος εἷς εὐσεβείας σωτήριός τε ἡ Χριστοῦ διδασκαλία, κατὰ ταῦτα καὶ βασιλέως ἑνὸς ὑφ' ἕνα καὶ τὸν αὐτὸν χρόνον καθ' ὅλης τῆς Ῥωμαίων ἀρχῆς ὑποστάντος εἰρήνη βαθεῖα τὰ σύμπαντα διελάμβανεν· ὁμοῦ τε καὶ ὑφ' ἑνὶ καιρῷ ὥσπερ ἐξ ἑνὸς θείου νεύματος ἀνεφύοντο εἰς ἀνθρώπους ἀγαθῶν δύο βλαστοί, ἥ τε Ῥωμαίων ἀρχὴ καὶ ἡ εὐσεβὴς διδασκαλία.
16.5.1
πρό γε μὴν ταύτης οἱ μὲν ἀφωρισμένως Συρίας ἐκράτουν, οἱ δὲ τῆς Ἀσίας ἐβασίλευον, ἄλλοι δὲ Μακεδονίας, τὴν δὲ Αἴγυπτον ἀποτεμόντες ἕτεροι κατεῖχον, καὶ χώραν τὴν Ἀράβων ὡσαύτως ἄλλοι, ναὶ μὴν καὶ Παλαιστινῶν τὸ Ἰουδαίων ἐκράτει γένος, καὶ κατὰ κώμας τε καὶ κατὰ πόλεις καὶ κατὰ πάντα τόπον ὥσπερ ὑπό τινος παραπληξίας κατ' ἀλλήλων φονῶντες καὶ δαιμονῶντες ἀληθῶς πολέμοις καὶ μάχαις ἐσχόλαζον. ἀλλὰ γὰρ ἀθρόως ἅπαντα ὥσπερ ἀπὸ νύσσης μιᾶς δύο μεγάλαι προελθοῦσαι δυνάμεις ἡμέρωσάν τε καὶ εἰς φιλίαν συνήγαγον, ἥ τε Ῥωμαίων ἀρχὴ μόναρχος ἐξ ἐκείνου φανθεῖσα καὶ ἡ τοῦ Χριστοῦ διδασκαλία, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ συνακμάσασαι ἀλλήλαις.
16.6.1
ἡ μέν γε τοῦ σωτῆρος ἡμῶν δύναμις τὰς τῶν δαιμόνων πολυαρχίας τε καὶ πολυθεΐας καθεῖλε, μίαν βασιλείαν θεοῦ πᾶσιν ἀνθρώποις Ἑλλησί τε καὶ βαρβάροις καὶ τοῖς μέχρι τῶν ἐσχατιῶν τῆς γῆς κηρύττουσα· ἡ δὲ Ῥωμαίων ἀρχή, ὡς ἂν προκαθῃρημένων τῶν τῆς πολυαρχίας αἰτιῶν, τὰς ὁρωμένας ἐχειροῦτο, εἰς μίαν ἕνωσιν καὶ συμφωνίαν τὸ πᾶν γένος συνάπτειν σπεύδουσα, καὶ τὰ πολλὰ μὲν παντοίων ἐθνῶν συναγαγοῦσα, μέλλουσα δὲ ὅσον οὔπω καὶ αὐτῶν ἄχρι τῶν ἄκρων τῆς οἰκουμένης ἐφάπτεσθαι, τῆς σωτηρίου διδασκαλίας σὺν θεϊκῇ δυνάμει προεξευμαριζούσης αὐτῇ τὰ πάντα καὶ ὁμαλὰ καθιστώσης.
16.7.1
τοῦτό γέ τοι ἂν εἴη τὸ μέγα θαῦμα τοῖς φιλαλήθως τὸν νοῦν ἐφιστῶσι καὶ μὴ τοῖς καλοῖς βασκαίνειν ἐθέλουσιν· ὁμοῦ τε γὰρ ἡ τῶν δαιμόνων ἀπηλέγχετο πλάνη, ὁμοῦ καὶ ἡ ἐξ αἰῶνος ἔχθρα καὶ μάχη τῶν ἐθνῶν διελύετο, καὶ πάλιν ὁμοῦ θεὸς εἷς καὶ μία τούτου γνῶσις εἰς πάντας ἐκηρύττετο, ὁμοῦ καὶ βασιλεία μία ἐν ἀνθρώποις ἐκρατύνετο, καὶ τὸ πᾶν ὁμοῦ τῶν ἀνθρώπων γένος εἰς εἰρήνην καὶ φιλίαν μεθηρμόζετο, ἀδελφούς τε ὡμολόγουν ἀλλήλους οἱ πάντες καὶ τὴν οἰκείαν φύσιν ἐγνώριζον. αὐτίκα γοῦν ὥσπερ ἐξ ἑνὸς φύντες πατρὸς ἑνός τε θεοῦ οἷα παῖδες καὶ μητρὸς μιᾶς, τῆς ἀληθοῦς εὐσεβείας, εἰρηνικῶς ἀλλήλους ἠσπάζοντό τε καὶ ἀπελάμβανον, ὡς μηδὲν ἀποδεῖν ἐξ ἐκείνου τὴν σύμπασαν οἰκουμένην μιᾶς εὐνομουμένης οἰκετείας τε καὶ συγγενείας, ἐξεῖναί τε πορείας ὅτῳ φίλον στέλλεσθαι ἀποδημεῖν τε ὅπη τις θέλοι σὺν πάσῃ ῥᾳστώνῃ, καὶ τοὺς μὲν ἀπὸ δυσμῶν ἀκινδύνως ἐπὶ τὰ ἑῷα παριέναι, τοὺς δὲ ἐνθένδε πάλιν ἐκεῖσε ὡς ἐπὶ πατρίδας οἰκείας στέλλεσθαι, πληροῦσθαί τε παλαιῶν χρησμῶν λόγια καὶ προφητῶν ἀναφωνήσεις, μυρίας μὲν καὶ ἄλλας ἃς οὐ νῦν παρατίθεσθαι σχολή, ἀτὰρ δὲ καὶ τὰς ἀμφὶ τοῦ σωτηρίου λόγου ὧδέ πη βοώσας· «κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης.» καὶ αὖθις· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης.» «καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας εἰς δρέπανα. καὶ οὐ μὴ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν.» 16. 8 ταῦτα προὐλέγετο καὶ φωναῖς Ἑβραίων ἐξ αἰῶνος μακροῦ προεκηρύττετο· ταῦτα τοῖς ἔργοις καθ' ἡμᾶς αὐτοὺς ὁρώμενα τῶν παλαιῶν φωνῶν πιστοῦται τὰς μαρτυρίας. σὺ δὲ δὴ εἰ ποθεῖς ἑτέρων ἀποδείξεων περιουσίας, μὴ λόγοις ἀλλ' ἔργοις ταύτας λάμβανε. διάνοιξον τῆς σαυτοῦ διανοίας τοὺς ὀφθαλμούς, καὶ τοῦ λογισμοῦ τὰς πύλας ἀναπέτασον, πολύ τε ἐπισχὼν παρὰ σαυτῷ λόγισαι, αὐτός τε σαυτὸν ἐρώτα, καὶ ὡς παρ' ἑτέρου πυνθάνου, ὧδέ πη τὴν τῶν πραγμάτων φύσιν διερευνώμενος· τίς πώποτε τῶν ἐξ αἰῶνος βασιλεὺς ἢ ἄρχων ἢ φιλόσοφος ἢ νομοθέτης ἢ προφήτης Ἑλληνικὸς ἢ βάρβαρος τοσοῦτον ἀρετῆς ἀπηνέγκατο, οὔτι γε μετὰ θάνατον ἀλλ' ἔτι ζῶν καὶ ἐμπνέων καὶ πολλὰ δυνάμενος, ὡς πάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἀκοὴν καὶ γλῶτταν ἐμπλῆσαι τῆς αὐτοῦ προσηγορίας; ἀλλὰ τοῦτό γε οὐδεὶς ἢ μόνος εἷς ὁ ἡμέτερος σωτὴρ μετὰ τὴν κατὰ τοῦ θανάτου νίκην διεπράξατο, τοῖς αὐτοῦ γνωρίμοις λόγον εἰπὼν καὶ ἔργῳ τελέσας, «πορευθέντες γοῦν μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου» φήσας αὐτοῖς. προειπών τε καὶ προαποφηνάμενος, ὡς ἄρα δεῖ τὸ εὐαγγέλιον αὐτοῦ κηρυχθῆναι ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσι τοῖς ἔθνεσιν, ἅμα λόγῳ τοὔργον ἐπήγαγεν. αὐτίκα δ' οὖν καὶ οὐκ εἰς μακρὸν ἡ σύμπασα οἰκουμένη τῶν αὐτοῦ λόγων ἐπληροῦτο.
16.9.1
τί οὖν ἔχοι ἂν πρὸς τοῦτο εἰπεῖν ὁ κατ' ἀρχὰς τοῦ λόγου ἡμῖν ἐπιμεμψάμενος, ὁπότε παντὸς λόγου κρείττων ἡ διὰ τῆς ὄψεως τυγχάνει μαρτυρία; ἀλλὰ γὰρ ἀπὸ τοῦ προτέρου μεταβάς, ἐλθὲ καὶ ἐφ' ἕτερον καὶ σκέψαι παρὰ σαυτῷ· τίς πώποτε ἐκ τοῦ παντὸς αἰῶνος νόμους εὐσεβεῖς καὶ σώφρονας λόγῳ μόνῳ δίχα πάσης γραφῆς διαταξάμενος, τούτους διὰ τῶν αὐτοῦ φοιτητῶν ἀπὸ περάτων γῆς καὶ εἰς ἄκρα τῆς ὅλης οἰκουμένης, διδασκαλεῖα πανταχοῦ γῆς ἀνοίξας, εἰς ἐπήκοον ἀνθρώποις πᾶσι βαρβάροις ὁμοῦ καὶ Ἕλλησιν ἀναγινώσκεσθαι ῥᾳδίως ἐκράτυνεν; ἀλλ' οὐκ ἂν εὕροις ἐπιζητήσας ἄλλον. καὶ τοῦτο δὴ μόνου τοῦ ἡμετέρου σωτῆρος ἔργον ἦν, ὃ δὴ μετὰ τὸν θάνατον αὐτοῦ πεπραγμένον τῆς ἐνθέου ζωῆς τε καὶ δυνάμεως αὐτοῦ παραστατικὸν ἂν εἴη. ἀλλ' οὐδὲ τοῦτο πείθει τὸν ἀπειθῆ. οὐκοῦν ἡμῖν αὐτὸς λεγέτω ποθοῦσι μαθεῖν, ἢ τίς ποτε ἄλλος τῶν ἐν ἀνθρώποις ἐπὶ σοφίᾳ βοηθέντων ἔθη βάρβαρα καὶ ἀνήμερα βαρβάρων ἐθνῶν τοῖς φιλανθρωποτάτοις αὐτοῦ παρέλυσε νόμοις, ὡς μηκέτι τοὺς αὐτῷ μαθητευομένους ἐν Σκύθαις ἀνθρωποβορεῖν, μηδ' ἐν Πέρσαις μητρογαμεῖν, μηδ' ἄλλους κυσὶ παραβάλλειν τοὺς ἑαυτῶν νεκρούς, μηδ' ἑτέρους ἀγχόνῃ παραδιδόναι τοὺς γεγη ρακότας, μηδ' ἕτερα τούτων ἀδελφὰ ὠμὰ καὶ θηριώδη παρ' ἑτέροις ἐπιτελεῖσθαι. ἀλλὰ μικρὰ ταῦτα τυγχάνει δείγματα τῆς τοῦ σωτῆρος ἡμῶν μετὰ τὸν θάνατον ἐνθέου ζωῆς. θέα δὴ καὶ ἕτερα τούτων μείζω, σκεψάμενος τίς πώποτε ἐν ἀνθρώποις τοσούτοις δὴ χρόνοις ὑπὸ πάντων ἀνθρώπων, ἀρχόντων τε καὶ βασιλέων, πολιτῶν τε καὶ στρατοπέδων, δήμων τε καὶ ἐθνῶν, πολεμηθεὶς καὶ εἰς ἀεὶ πολεμούμενος τὴν ὑπὲρ ἄνθρωπον ἀρετὴν ἐπεδείξατο, ὡς ἀνθεῖν ὁσημέραι καὶ νεάζειν διὰ παντὸς τοῦ βίου. τίς δὲ καὶ ἄλλος τῶν ἐξ αἰῶνος ὁμοίως τῷ ἡμετέρῳ σωτῆρι ἔθνος τὸ μηδ' ἀκουσθὲν ἄλλοτέ ποτε ἐπ' ὀνόματι τῷ αὐτοῦ συστήσασθαι βουληθείς, τοῦτο οὐκ ἐν γωνίᾳ ποι γῆς λεληθὼς ἀλλὰ καθ' ὅλης τῆς ὑφ' ἥλιον ἱδρύσατο, δυνάμει θεϊκῆς ἐξουσίας πέρας ἐπιθεὶς τῷ αὐτοῦ βουλήματι; θεὸν δὲ μόνον τὸν ἐπέκεινα οὐρανοῦ καὶ τοῦ παντὸς κόσμου γνωρίζειν τε καὶ σέβειν πάντα τὰ ἔθνη τίς πώποτε διδάξαι προὔθετο; κἄπειτα τοιοῦτον προθέμενος σκοπὸν εἰς ἔργον ἤγαγε τὸ κατόρθωμα, μόνον οὐχὶ δι' αὐτῆς ἐνεργείας φιλόθεον ἀποφήνας τὸ πεπραγμένον· ὃ δὴ καὶ μάλιστα πᾶν ἄθυρον ἀπέφραξε στόμα, ὅτι δὴ τὸν ἀνωτάτω κηρύξας θεὸν καὶ τοῦτον μόνον ἀληθῆ γνωρίζειν τοῖς πᾶσιν ἔθνεσιν ἐγκελευσάμενος, ὡς ἂν τὰ φίλα τῷ θεῷ βουληθείς, τῆς πρὸς αὐτοῦ τοῦ πρεσβευομένου συνεργίας τε καὶ βοηθείας ἠξιώθη. τὰ δ' ἐπὶ τῷ τοιούτῳ κηρύγματι συμπαραληφθέντα μαθήματα καὶ πᾶσιν εἰς ἐπήκοον παραδοθέντα ἔργῳ τε κρατυνθέντα ὁποῖα τυγχάνει, θέα καὶ σκέψαι. ἢ τίς καὶ ἄλλος τῶν πώποτε, τὰς τῶν ἀνθρώπων ψυχὰς λογικῷ φωτὶ καταλάμψας, καταγελάσαι τῆς πατρίου πλάνης αὐτοὺς παρεσκεύασεν, ὡς μηκέτι λίθοις καὶ ξύλοις μήδ' ἀψύχῳ ὕλῃ τὴν θείαν περιάπτειν προσηγορίαν. Αἰγυπτίους δὲ τοὺς πάντων δεισιδαιμονεστάτους, ἀφ' ὧν καὶ εἰς Ἕλληνας τὰ τῆς πολυθέου πλάνης προῆλθεν, τίς ἄλλος πλὴν τοῦ ἡμετέρου σωτῆρος μηκέτ' ἀφρονεῖν ἔπεισεν, μηδέ γε θηρσὶ καὶ ἑρπετοῖς καὶ ζώων ἀλόγων τοῖς ἀτιμοτάτοις τὴν σεβάσμιον ἀπονέμειν τιμήν, μόνον δὲ τὸν ἐπὶ πάντων γνωρίζειν θεόν, καὶ διὰ παντοίων θανάτων ὑπὲρ τῆς εὐσεβείας ἀγωνίζεσθαι. τίς δὲ ἐξ αἰῶνος τὸ βλαπτικὸν καὶ ὀλέθριον δαιμόνων φῦλον, τὸ πάλαι πᾶσαν ἀνθρώπων φύσιν ἐπινεμόμενον καὶ διὰ τῆς τῶν ξοάνων κινήσεως πολλὰς ἐν ἀνθρώποις γοητείας ἐπιδεικνύμενον, ἀοράτῳ καὶ κραταιᾷ χειρὶ οἷα θῆρας δεινοὺς τῆς ἀνθρώπων ἀπεδίωξεν ἀγέλης; τίς δ' ἕτερος ὡς ὁ ἡμέτερος σωτὴρ διὰ τῆς εἰς αὐτὸν ἐπικλήσεως καθαρωτάταις εὐχαῖς ταῖς δι' αὐτοῦ πρὸς τὸν τῶν ὅλων θεὸν ἀναπεμπομέναις τὰ λείψανα τῶν πονηρῶν πνευμάτων ἐξ ἀνθρώπων ἀπελαύνειν ἐπ' ἐξουσίας ἔδωκεν τοῖς καθαρῶς καὶ ἀπλάστως μετερχομένοις τὸν βίον τῆς ὑπ' αὐτοῦ παραδοθείσης φιλοσοφίας; ἀναίμους δὲ καὶ λογικὰς θυσίας τὰς δι' εὐχῶν καὶ ἀπορρήτου θεολογίας τοῖς αὐτοῦ θιασώταις τίς ἐπιτελεῖν παρέδωκεν ἄλλος ἢ μόνος ὁ ἡμέτερος σωτήρ;
16.10.1
διὸ καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης θυσιαστήρια συνέστη ἐκκλησιῶν τε ἀφιερώματα, νοερῶν τε καὶ λογικῶν θυσιῶν ἱεροπρεπεῖς λειτουργίαι μόνῳ τῷ παμβασιλεῖ θεῷ πρὸς ἁπάντων τῶν ἐθνῶν ἀναπεμπόμεναι. τὰς δὲ δι' αἱμάτων καὶ λύθρων καπνοῦ τε καὶ πυρὸς ἐπιτελουμένας θυσίας τάς τε ὠμὰς ἐκείνας καὶ μανιώδεις ἀνδροκτασίας τε καὶ ἀνθρωποθυσίας τίς ἀφανεῖ τε καὶ ἀοράτῳ δυνάμει σβεσθῆναι καὶ μηκέτι ὑπάρχειν παρεσκεύασεν, ὡς μαρτυρεῖσθαι πρὸς αὐτῆς γε τῆς Ἑλλήνων ἱστορίας; ἐπειδὴ οὐ πρότερον ἀλλ' ἢ μετὰ τὴν ἔνθεον τοῦ σωτῆρος ἡμῶν διδασκαλίαν κατὰ τοὺς Ἀδριανοῦ χρόνους πᾶσαι αἱ πανταχοῦ γῆς κατελύθησαν ἀνθρωποθυσίαι.
16.11.1
τοσούτων ἐναργῶν ἀποδείξεων τὴν μετὰ τὸν θάνατον ἀρετήν τε καὶ δύναμιν τοῦ σωτῆρος ἡμῶν πιστουμένων, τίς οὕτω σιδήρεος τὴν ψυχήν, ὡς μὴ συμμαρτυρεῖν τῇ ἀληθείᾳ καὶ τὴν ἔνθεον αὐτοῦ ζωὴν ὁμολογεῖν; ζώντων γὰρ ἀλλ' οὐ νεκρῶν τὰ κατορθώματα, ὄψεις τε ἀδήλων φασὶν εἶναι τὰ φαινόμενα. αὐτίκα δ' οὖν χθὲς καὶ πρώην θεομάχων γένος τὸν τῶν ἀνθρώπων βίον ἐκύκα, ἦγέν τε καὶ ἀπῆγεν καὶ πολλὰ ἴσχυεν. ἐπεὶ δὲ ἐξ ἀνθρώπων ἀπηλλάγη, ἐκεῖτο δὴ μετὰ ταῦτα ἐπὶ γῆς σκυβάλων ἐκβλητότερον, ἄπνουν ἀκίνητον ἄναυδον, καὶ οὐκέτ' αὐτῶν λόγος οὐδείς, οὐ μνήμη· φύσις γὰρ αὕτη νεκρῶν, καὶ ὁ μηκέτ' ὢν οὐδείς ἐστιν. ὁ δὲ μηδεὶς ὢν οὐδ' ἂν πράξειέν τι; ὁ δ' ἐνεργῶν καὶ πράττων καὶ πλείονα τῶν ζώντων δυνάμενος πῶς ἂν ὑποληφθείη μὴ ὤν; εἰ δ' ἀφανὴς εἴη σαρκὸς ὀφθαλμοῖς, ἀλλ' οὐκ ἐν αἰσθήσει τὸ κριτήριον, οὐδὲ τεχνικοὺς λόγους οὐδ' ἐπιστημονικὰς θεωρίας αἰσθήσει σωμάτων καταμανθάνομεν, οὐδὲ νοῦν τὸν ἐν ἀνθρώποις μήτι γε θεοῦ δύναμιν εἶδεν τις πώποτε ὀφθαλμοῖς, ἀλλ' ἐκ τῶν ἔργων τὰ τοιάδε πέφυκεν ἐπινοεῖσθαι.
16.12.1
διὸ δὴ καὶ ἐπὶ τοῦ ἡμετέρου σωτῆρος τὴν ἀφανῆ δύναμιν αὐτοῦ προσήκοι ἂν ἐκ τῶν ἔργων ἐπισκοπεῖν καὶ διακρίνειν, εἴτε χρὴ ζῶντος ὁμολογεῖν τὰ εἰσέτι δεῦρο πρὸς αὐτοῦ κατορθούμενα, εἴτε καὶ μὴ ὄντος εἶναι λέγειν· ἢ μωρὸν καὶ ἀσύστατον τὸ ἐρώτημα· τὸν γὰρ μὴ ὄντα πῶς ἄν τις εὐλόγως εἴποι ἂν εἶναι; τὸ γὰρ μὴ ὂν πάσαις ψήφοις οὐκ εἶναι ἀποπέφανται οὐδέ τι δύνασθαι οὔτ' ἐνεργεῖν οὔτε πράττειν. αὕτη γὰρ φύσις νεκρῶν ζώντων δὲ ἡ ἐναντία.