Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Ἧς ὁ μὲν τῷ θεῷ φίλος ἐντεῦθεν ἤδη μεθέξει, ταῖς ἐμφύτοις τῷ θεῷ κοσμηθεὶς ἀρεταῖς καὶ τὰς ἐκεῖθεν ἀπορροίας τῇ ψυχῇ καταδεδεγμένος, καὶ λογικὸς μὲν ἐκ τοῦ καθόλου γεγονὼς λόγου, σοφίας δὲ μετουσίᾳ σοφός, ἀγαθὸς δ' ἀγαθοῦ κοινωνίᾳ, καὶ δίκαιος μετοχῇ δικαιοσύνης, σώφρων τε σωφροσύνης ἰδέᾳ, καὶ τῆς ἀνωτάτω μετασχὼν δυνάμεως ἀνδρεῖος.
5.2.1
ἀτὰρ δὴ καὶ βασιλεὺς ἀληθεῖ λόγῳ χρηματίσειεν ἂν οὗτος ὁ τῆς ἐπέκεινα βασιλείας τὸ μίμημα βασιλικαῖς ἀρεταῖς τῇ ψυχῇ μεμορφωμένος. ὁ δὲ τούτων ἀπεξενωμένος καὶ τὸν βασιλέα τῶν ὅλων ἀπαρνηθείς, μηδὲ τὸν ἐπουράνιον ψυχῶν ἐπιγραψάμενος πατέρα, μηδὲ τὸν πρέποντα βασιλεῖ κόσμον περιθέμενος, ἀμορφίαν δὲ καὶ αἶσχος ἀναλαβὼν τῇ ψυχῇ, καὶ θηρὸς μὲν ἀγρίου θυμὸν βασιλικῆς ἡμερότητος ἀντικαταλλαξάμενος, ἰὸν δὲ δυσαλθῆ κακίας ἀντ' ἐλευθερίου διαθέσεως, μωρίαν δ' ἀντὶ φρονήσεως, καὶ ἀντὶ λόγου καὶ σοφίας τὴν παντὸς δυσειδεστάτην ἀλογίαν, ἐξ ἧς ὥσπερ ἀπὸ πικροῦ πόματος τὰ λυμαντικὰ συνομαρτεῖ βλαστήματα, βίος ἄσωτος, πλεονεξίαι, μιαιφονίαι, θεομαχίαι, δυσσέβειαι· τούτοις ἐκδοθείς, κἂν νομίζηταί ποτε τυραννικῇ βίᾳ κρατεῖν, ἀλλ' οὔποτ' ἀληθεῖ λόγῳ χρηματίσει βασιλεὺς οὗτος. πῶς δ' ἂν τὸ μίμημα τῆς μοναρχικῆς ἐξουσίας οἷός τε ἂν εἴη φέρειν ὁ μυρίας ἐψευδογραφημένας δαιμόνων εἰκόνας τῇ αὐτοῦ ψυχῇ τετυπωμένος; πῶς δ' ἄρχων καὶ τῶν ὅλων κύριος ὁ μυρίους καθ' ἑαυτοῦ πικροὺς δεσπότας ἐφειλκυσμένος, καὶ δοῦλος μὲν αἰσχρᾶς ἡδονῆς, δοῦλος δ' ἀκολάστου γυναικομανίας, δοῦλος χρημάτων ἐξ ἀδίκου ποριζομένων, δοῦλος θυμοῦ καὶ ὀργῆς, δοῦλος φόβου καὶ δειμάτων, δοῦλος μιαιφόνων δαιμόνων, δοῦλος ψυχοφθόρων πνευμάτων;
5.4.1
διὸ δὴ μόνος ἡμῖν βασιλεὺς σὺν ἀληθείᾳ μάρτυρι κεκηρύχθω ὁ τῷ παμβασιλεῖ θεῷ φίλος, ὁ δὴ μόνος ἐλεύθερος μᾶλλον δὲ ὁ κύριος ἀληθῶς, καὶ χρημάτων μὲν ἀνώτερος, γυναικῶν δ' ἐπιθυμίας κρείττων, νικητὴς δὲ ἡδονῶν καὶ τῶν κατὰ φύσιν, κρατῶν δὲ θυμοῦ καὶ ὀργῆς, ἀλλ' οὐ κρατούμενος, αὐτοκράτωρ ἀληθῶς οὗτος, φερώνυμον τῇ πράξει φέρων τὴν ἐπηγορίαν· νικητὴς ἐτύμως ὁ τὴν νίκην τῶν καταπαλαιόντων θνητὸν γένος παθῶν ἀράμενος, ὁ πρὸς τὴν ἀρχέτυπον τοῦ μεγάλου βασιλέως ἀπεικονισμένος ἰδέαν καὶ ταῖς ἐξ αὐτῆς τῶν ἀρετῶν αὐγαῖς ὥσπερ ἐν κατόπτρῳ τῇ διανοίᾳ μορφωθείς, ἐξ αὐτῶν δὲ ἀποτελεσθεὶς σώφρων, ἀγαθός, δίκαιος, ἀνδρεῖος, εὐσεβής, φιλόθεος. ἀληθῶς δὴ καὶ μόνος φιλόσοφος βασιλεὺς οὗτος ὁ ἑαυτὸν εἰδὼς καὶ τὰς ἔξωθεν αὐτῷ μᾶλλον δ' οὐρανόθεν ἐπαρδομένας παντὸς ἀγαθοῦ χορηγίας ἐξεπιστάμενος, ὁ τῆς μονάρχου δυναστείας τὸ σεβάσμιον πρόσρημα τῷ τῆς ἀμπεχόνης ἐξαιρέτῳ περιβλήματι διαφαίνων καὶ τὴν ἐμπρέπουσαν αὐτῷ βασιλικὴν ἁλουργίδα μόνος ἐπαξίως ἐμπεριειλημμένος.
5.5.1
βασιλεὺς οὗτος ὁ νύκτωρ καὶ μεθ' ἡμέραν τὸν ἐπουράνιον ἀνακαλούμενος πατέρα, ὁ τοῦτον ἐν ταῖς εὐχαῖς ἐπιβοώμενος, ὁ τῆς ἀνωτάτω βασιλείας ὀριγνώμενος. μὴ γὰρ τὰ παρόντα ἄξια τοῦ παμβασιλέως θεοῦ συνειδώς, τὰ θνητὰ καὶ ἐπίκηρα ποταμοῦ δίκην ῥέοντα καὶ ἀπολλύμενα, τὴν ἄφθαρτον καὶ ἀσώματον τοῦ θεοῦ βασιλείαν ποθεῖ, κἀκείνης τυχεῖν εὔχεται, διὰ μεγαλόφρονα λογισμὸν ὑπὲρ τὴν οὐράνιον ἁψῖδα τὴν διάνοιαν μετεωρίσας καὶ τῶν ἐκεῖ φώτων ἄλεκτον πόθον ἐνεστερνισμένος, ὧν τῇ παραθέσει σκότους οὐδὲν διαφέρειν ἡγεῖται τὰ τοῦ παρόντος βίου τίμια· τήν τε γὰρ ἀνθρώπων ἀρχὴν θνητοῦ καὶ προσκαίρου βίου μικρὰν καὶ ὀλιγοχρόνιον ἐπιστασίαν οὖσαν ὁρᾷ, οὐ μακρῷ κρείττονα τῆς αἰπόλων ἢ ποιμένων ἢ βουκόλων ἀρχῆς μᾶλλον δὲ καὶ ἐργωδεστέραν καὶ δυσκολωτέρων θρεμμάτων ἡγεῖται, τάς τε τῶν δήμων ἐκβοήσεις καὶ τὰς τῶν κολάκων φωνὰς πρὸς ὄχλου τίθεται μᾶλλον ἢ πρὸς ἡδονῆς, διὰ στερρὸν ἦθος καὶ γνησίαν ψυχῆς παίδευσιν.
5.6.1
ἀλλὰ καὶ τὴν τῶν ὑπηκόων δορυφορίαν, μυριάδας στρατοπέδων, ὁπλιτῶν πεζῶν τε ὁμοῦ καὶ ἱππικῶν δοῦλα καὶ ὑπήκοα πλήθη οὐδαμῶς ὁρῶν καταπλήττεται, οὐδ' ἐπὶ τῇ τούτων ἀρχῇ τυφοῦται, στρέφων εἰς αὐτὸν τὴν διάνοιαν τήν τε κοινὴν ἁπάντων φύσιν καὶ παρ' ἑαυτῷ βλέπων. ἐσθῆτά γε μὴν χρυσοϋφῆ ποικίλοις ἄνθεσιν ἐξυφασμένην ἁλουργίδα τε βασιλικὴν σὺν αὐτῷ διαδήματι γελᾷ τοὺς πολλοὺς θεώμενος ἐκπεπληγμένους καὶ τὸ φάντασμα κομιδῇ νηπίων δίκην οἷόν τι μορμολύκειον θειάζοντας· οὐδαμῶς δ' αὐτὸς τὰ ὅμοια πεπονθὼς τῇ ψυχῇ δι' ἐπιστήμην τοῦ θείου περίβλημα σωφροσύνῃ καὶ δικαιοσύνῃ εὐσεβείᾳ τε καὶ ταῖς λοιπαῖς ἀρεταῖς πεποικιλμένον τὸν ἐπ' ἀληθείας πρέποντα βασιλεῖ κόσμον περιτίθησιν.
5.7.1
ἔτι μὴν πρὸς τούτοις τὰ τριπόθητα τοῖς πολλοῖς χρήματα, χρυσὸν λέγω καὶ ἄργυρον καὶ ὅσα λίθων θαυμάζεται γένη, λίθους ἀληθῶς ὑπάρχειν ἀνωφελεῖς καὶ ἄχρηστον ὕλην, οἷα τῇ φύσει ὄντα τυγχάνει τοιαῦτα καὶ ὄντα βλέπει, οὐδὲν πρὸς κακῶν ἀλέξημα οἷά τε ὄντα βοηθεῖν· τί γὰρ ταῦτα πρὸς νόσων ἀπαλλαγὴν ἢ θανάτου ἀποφυγὴν ἰσχύει; ὅμως δ' οὖν, καίπερ ταῦτα εἰδώς, ἐπιστημόνως αὐτῶν τὴν χρῆσιν πρὸς εὐπρεπῆ τῶν ἀρχομένων κόσμον ἀπαθεῖ λογισμῷ διατίθεται, γελῶν τοὺς ταῦτα διὰ νηπιότητα φρενῶν ἐπτοημένους· κραιπάλης γε μὴν καὶ μέθης τῆς τε περιττῆς καρυκείας οἷα γαστριμάργοις οἰκείας ἀπέχεται, προσήκειν ἑτέροις ταῦτα ἀλλ' οὐχ ἑαυτῷ ὑπολαμβάνων· ζημιοῦν γὰρ τὰ μεγάλα καὶ τὸ τῆς ψυχῆς νοερὸν ἀμαυροῦν τὰ τοιαῦτα πέπεισται.
5.8.1
τούτων δὴ ἕνεκα πάντων ὁ τὰ θεῖα πεπαιδευμένος βασιλεὺς καὶ τὰ μεγάλα φρονῶν τοῦ παρόντος βίου τῶν κρειττόνων ἐφίεται, τὸν πατέρα καλῶν τὸν ἐπουράνιον καὶ τὴν ἐκείνου βασιλείαν ποθῶν, πάντα τε σὺν εὐσεβείᾳ πράττων καὶ τοῖς ὑπ' αὐτὸν ἀρχομένοις ὡς ὑπὸ διδασκάλῳ παιδευομένοις ἀγαθῷ τὴν τοῦ μεγάλου βασιλέως θεογνωσίαν προβαλλόμενος.

Intertext edge

Open linked passage

Note