Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
6.1.1
Ὁ δὲ τῶν ἀμοιβαίων τὰ ἐχέγγυα προμνώμενος τριακονταετηρικοὺς αὐτῷ διανέμει στεφάνους χρόνων ἀγαθαῖς περιόδοις ἀποτελεσθέντας, τριττούς τε ἤδη δεκάδων περιελθὼν κύκλους πανδήμους μᾶλλον δὲ κοσμικὰς ἑορτὰς πᾶσιν ἐφίησιν ἀνθρώποις ἐκτελεῖν.
6.2.1
τῶν δ' ἐπὶ γῆς θεογνωσίας ἄνθεσι φαιδρυνομένων, οὐκ ἀπὸ σκοποῦ ἂν εἴη καὶ τὰς ἐν οὐρανῷ χορείας φύσεως νόμοις ἑλκομένας τοῖς ἐπὶ γῆς συγχαίρειν, αὐτόν τε τὸν ἐπὶ πάντων βασιλέα πατρὸς ἀγαθοῦ δίκην ἐφ' υἱοῖς ἀγαθοῖς θεοσεβοῦσιν εὐφραίνεσθαι, καὶ ταύτῃ μάλιστα τὸν καθηγεμόνα καὶ τῶν ἀγαθῶν αἴτιον πολυχρονίοις γεραίρειν τιμαῖς, ὡς μὴ ἀπαρκεῖν τρεῖς ἐν δεκάσι περιόδους τῇ βασιλείᾳ, νέμειν δὲ αὐτὴν ἐπὶ μήκιστον καὶ εἰς μακρὸν παραπέμπειν αἰῶνα.
6.3.1
αἰὼν δ' ὁ σύμπας ἀγήρως καὶ ἀτελεύτητος οὔτ' ἀρχὴν οὔτε περιγραφὴν θνητῶν λογισμοῖς πεφυκὼς ὁρᾶσθαι, ἀλλ' οὐδ' ἐκ μέσου κέντρου λαμβάνεσθαι οὐδὲ τὸ νῦν αὐτοῦ λεγόμενον ἐφιεὶς τοῖς ἐθέλουσι περιδράττεσθαι, μήτι γε τὸ μέλλον ἢ τὸ παρῳχηκὸς τοῦ χρόνου· τὸ μὲν γὰρ οὐκ ἔστιν ὁ δὴ παρῆλθεν, τὸ δὲ μέλλον οὔπω πάρεστιν, διὸ οὐδ' ἔστιν, τὸ δέ γε νῦν αὐτοῦ λεγόμενον ἅμα νοήματι καὶ φωνῇ λόγου θᾶττον διαδιδράσκει. οὐκ ἔστιν δ' ὅλως αὐτοῦ ἐπιλαβέσθαι ὡς ἑστῶτος. ἢ γὰρ μέλλοντα προσδοκᾶν ἢ παρελθόντα συνορᾶν ἀνάγκη· ἅμα γὰρ ἐννοίᾳ διολισθάνων φεύγει. οὕτως ὁ σύμπας αἰὼν οὐ φέρει θνητῶν λογισμοῖς καθυποτάττεσθαι, ἀλλ' ἀναίνεται τὴν παρὰ τούτοις δουλείαν.
6.4.1
τὸν δ' αὐτοῦ βασιλέα καὶ δεσπότην ὁμολογεῖν οὐ παραιτεῖται, φέρει δ' αὐτὸν ἐπὶ νώτων ὀχούμενον, ἐναβρυνόμενος τοῖς ἐξ αὐτοῦ καλλωπίσμασιν. ὁ δὲ ἄνωθεν αὐτὸν ἡνιοχῶν, οὐ σειρῇ χρυσῇ κατὰ τὸ ποιητικὸν ἐνδησάμενος, σοφίας δ' ἀρρήτου δεσμοῖς ὥσπερ τισὶν ἡνίαις χαλινώσας, μῆνας ἐν αὐτῷ καὶ χρόνους, καιρούς τε καὶ ἐνιαυτούς, νυκτῶν τε καὶ ἡμερῶν ἀμοιβαῖα διαστήματα σὺν ἁρμονίᾳ τῇ πάσῃ κατεβάλετο, ποικίλοις αὐτὸν ὅροις καὶ μέτροις περιδήσας. ὁ μὲν γὰρ εὐθυτενὴς ὢν καὶ εἰς ἄπειρον ἐκτεινόμενος, τήν τε τοῦ αἰῶνος ἐπηγορίαν ὥσπερ ἀεὶ ὢν εἰληφώς, αὐτός τε αὐτοῦ ὢν τοῖς μέρεσιν ἐμφερής, μᾶλλον δὲ ἀμερὴς ὢν καὶ ἀδιάστατος, εἰς μόνην εὐθεῖαν μηκυνόμενος αὔξει· ὁ δὲ μέσοις αὐτὸν διαλαβὼν τμήμασι καὶ ὥσπερ εὐθεῖαν γραμμὴν εἰς μῆκος τεταμένην διελὼν κέντροις πολὺ πλῆθος ἐν αὐτῷ κατεβάλετο, ἕνα τε ὄντα καὶ μονάδι παρεικασμένον παντοίοις κατεδήσατο ἀριθμοῖς, πολύμορφον ἐξ ἀμόρφου τὴν ἐν αὐτῷ ποικιλίαν ὑποστησάμενος.
6.5.1
μίαν μὲν γὰρ πρώτιστα πάντων ἐν αὐτῷ τὴν ἄμορφον ὕλην ὥσπερ τινὰ πάνδοχον οὐσίαν ὑφίστη, δεύτερον δ' ἐν ὕλῃ ποιότητα δυνάμει δυάδος εἶδος ἐξ ἀειδοῦς ἀπεργαζόμενος ἐποίει, τριάδος δ' ἀριθμῷ τριχῆ διάστατον, εἴς τε πλάτος καὶ μῆκος καὶ βάθος, σύνθετον ἐξ ὕλης καὶ εἴδους σῶμα κατειργάζετο. διττῆς δ' ἐκ δυάδος τὴν τῶν στοιχείων τετρακτὺν ἐπινοήσας, γῆν, ὕδωρ, ἀέρα, πῦρ, πηγὰς ἀενάους εἰς τὴν τοῦδε τοῦ παντὸς προὐβάλετο χορηγίαν. τετρακτὺς δὲ γεννᾷ δεκάδα· ἓν γὰρ δύο τρία τέσσαρα τὸν δέκα συντελοῦσιν ἀριθμόν. τριὰς δὲ συμπλακεῖσα δεκάτῃ μηνὸς ἀνεῦρε φύσιν, μὴν δὲ τροπαῖς δώδεκα ἡλίου περίοδον ἐπλήρου, ἔνθεν ἐνιαυτῶν κύκλοι καιρῶν τε μεταβολαὶ τὸν ἄμορφον καὶ ἀνείδεον αἰῶνα, ὥσπερ ἐν ποικιλίᾳ γραφῆς πολυανθοῦς, ἐμόρφουν εἰς ἀνάπαυλαν καὶ θυμηδίαν τῶν ἐν αὐτῷ τὸν τῆς ζωῆς διϊππευόντων δρόμον.
6.6.1
ὡς γὰρ καὶ τοῖς ἐπ' ἐλπίδι βραβείων ἐν ἀγῶνι τοὺς δρόμους διεξανύουσι σταδίοις ὥρισται τὰ διαστήματα, τοῖς τε μακρὰς πορείας ὁδοιποροῦσι σταθμοῖς τισι καὶ σημείοις περιγράφεται ἡ λεωφόρος, ὡς ἂν μὴ εἰς ἄπειρόν τις τὴν προσδοκίαν ἐκτείνων ἀποκάμοι τὴν προθυμίαν, τὸν αὐτὸν δὴ τρόπον καὶ τὸν σύμπαντα αἰῶνα σοφίας θεσμοῖς ὁ τῶν ὅλων βασιλεὺς περιβαλὼν ἄγει καὶ φέρει, ποικίλως ἡνιοχῶν ᾗ καλῶς ἔχειν αὐτῷ καταφαίνεται. ὁ δ' αὐτὸς χρώμασιν ὡραίοις καὶ νεαροῖς ἄνθεσι τὸν πρὶν ἀσχημάτιστον ἀμφιεννὺς αἰῶνα, λευκὴν μὲν ἐφαίδρυνεν ἡμέραν ἡλίῳ, νύκτα δ' ὑποστρώσας μελαντέρῳ χρώματι ὥσπερ τινὰ χρυσοϋφῆ ψήγματα στίλβειν ἐν αὐτῇ τὰς τῶν ἀστέρων λαμπηδόνας ἐποίησε, φωσφόρου δ' ἐξάψας λαμπρὰς ἀκτῖνας σελήνης τε ποικίλα φέγγη ἄστρων τε συνόδους πολυαυγεῖς τὸν σύμπαντα οὐρανὸν οἷον μέγαν πέπλον παντοίοις γραφῆς κάλλεσιν ἐστεφάνου. ἀέρα δ' ἐκτείνας εἰς βάθος ἄνωθεν ἐξ ὕψους, πλάτη τε καὶ μήκη τοῦ σύμπαντος κόσμου τῇ τούτου ψυχώσας δυνάμει, πτηνοῖς ἅπασιν ἀνῆκε μορφοῦσθαι, τοῖς δι' ἀέρος φερομένοις ἀφανέσι τε καὶ ὁρωμένοις μέγα πέλαγος ἐξαπλώσας διανήχεσθαι. γῆν δ' ἐν μέσῳ κέντρου δίκην σταθμησάμενος, ὠκεανῷ ταύτην περιέβαλε σμαραγεῖ τε πόντος ἐπ' αὐτῇ, τῷ τῆς περιβολῆς κυανῷ χρώματι καλλωπιζομένην.
6.7.1
ταύτην δ' ἑστίαν καὶ μητέρα καὶ τιθήνην ζώων ἁπάντων τῶν ἐν αὐτῇ καταδείξας, ὀμβρίοις τε καὶ πηγαίοις νάμασιν ἀρδεύσας, χλοάζειν παντοίοις καὶ φυτοῖς καὶ ὡραίοις ἄνθεσιν εἰς εὔθυμον ζωῆς ἀπόλαυσιν ἐδωρήσατο. ζώων δ' ἐν αὐτῇ τὸ τιμιώτατον καὶ αὐτῷ φίλον κατ' εἰκόνα τὴν αὐτοῦ πλασάμενος, νοῦ καὶ ἐπιστήμης ἐπήβολον, λόγου τε καὶ σοφίας ἔκγονον, λογικὸν ἄνθρωπον, τῶν λοιπῶν ὅσα κατὰ γῆν ἕρπει καὶ νέμεται ἀρχικῇ δυνάμει κρατεῖν τούτῳ ἔδωκεν. ἄνθρωπος γὰρ ἦν αὐτῷ ζώων τῶν ἐπὶ γῆς τὸ θεοφιλέστατον, ᾧ καὶ τὰ τῶν ἀλόγων γένη δουλεύειν οἷα πατὴρ παραδέδωκεν, ἄνθρωπος, ᾧ καὶ θάλατταν πλωτὴν ἀνῆκε καὶ γῆν παντοίοις φυτοῖς ἐστεφάνωσεν, ᾧ καὶ τὰ ἐν βυθοῖς ἕρποντα πτηνῶν τε τὰ μετάρσια ὑποχείρια πεποίηται, ᾧ καὶ δυνάμεις ἐπιστημονικὰς εἰς παντοίων μαθημάτων ὑποδοχὴν ἐδωρήσατο, ᾧ καὶ τὰς οὐρανίους ἐξεκάλυψε θεωρίας, δρόμους ἡλίου καὶ σελήνης τροπὰς περιόδους τε πλανήτων καὶ ἀπλανῶν ἀστέρων ἐκφήνας, ἄνθρωπος, ᾧ μόνῳ τῶν ἐπὶ γῆς τὸν πατέρα γινώσκειν τὸν ἐπουράνιον καὶ τὸν μέγαν τοῦ σύμπαντος αἰῶνος βασιλέα γεραίρειν ὕμνοις διετάξατο.
6.8.1
ἀλλὰ γὰρ ἐπὶ τούτοις ἅπασιν ὁ κοσμοποιὸς τέτταρσιν ἐνιαυτοῦ τροπαῖς τὸν ἄτρεπτον αἰῶνα περιεζώννυ, χειμερίους μὲν ὥρας ἔαρι περιγράψας, ἔαρ δέ, ἐνιαυσίων ὡρῶν ἀρχήν, ἰσορρόποις ταλαντεύσας ζυγοῖς, κἄπειτα ἔαρος πολυκαρπίᾳ τὸν σύμπαντα στεφανώσας αἰῶνα, θέρους ἀκμῇ τοῦτον μεταπαραδέδωκεν, εἶθ' οἷα καμάτου διαναπαύσας ἀνεκτήσατο μετοπωρινῷ διαστήματι, ὑγραῖς τ' αὐτὸν ὄμβρων χειμερίων φοραῖς ὥσπερ τινὰ βασιλικὸν ἀποσμήχων ἵππον καὶ τοῖς ἐξ αὐτοῦ νάμασι λαμπρὸν ἀπεργαζόμενος, τοῖς τ' ἐξ ὑετῶν αὐτάρκως πιάνας ἀρδεύμασιν, αὖθις αὐτὸν ἔαρος ἐν προθύροις ἵστησι πύλαις.
6.9.1
ἐνθένδε δὴ ἐν τῷ τοῦ παντὸς ἐνιαυτοῦ κύκλῳ τοιαῖσδε σοφίας ἡνίαις ὁ μέγας βασιλεὺς ὧδε περιδησάμενος τὸν αὐτοῦ αἰῶνα, ὑπὸ μείζονι φέρεσθαι διετάξατο κυβερνήτῃ, τῷ αὐτοῦ μονογενεῖ λόγῳ, τῷ δὴ κοινῷ τῶν ὅλων σωτῆρι, τὰς τοῦ παντὸς παραδοὺς ἡνίας. ὁ δ' οἷα παρὰ πατρὸς ἀγαθοῦ τὸν κλῆρον ὑποδεδεγμένος, ὁμοῦ τε πάντα ὅσα κύτος οὐρανοῦ εἴσω τε καὶ ἐκτὸς αὐτοῦ περιλαβὼν ἔχει μιᾷ συνδησάμενος ἁρμονίᾳ, εὐθείᾳ περαίνει, σὺν δίκῃ τὰ πρόσφορα τοῖς κατὰ γῆν αὐτοῦ λογικοῖς θρέμμασιν ἐπισκοπούμενος. μέτρα τε ζωῆς τοῖς τὸν θνητὸν διανύουσι βίον διαθεσμοθετήσας, προεμμελετᾶν ἐν τῷδε τὰ προοίμια τῆς ὑπὲρ τὸν νῦν αἰῶνα ζωῆς ἅπασιν ἀνθρώποις συγκεχώρηκεν· εἶναι γάρ, εἶναι καὶ ὑπὲρ τὸν παρόντα αἰῶνα θείαν καὶ μακαρίαν ζωήν, ἣν τοῖς εὖ διηγωνισμένοις ἐν ἀγαθῶν ἐλπίσι τεταμιεῦσθαι ἐδίδαξεν, καὶ ἐν.. τοῖς μὲν σωφρόνως καὶ εὐσεβῶς βεβιωκόσιν τὴν ἐνθένδε ἐπὶ τὰ κρείττω μετάβασίν τε καὶ μετοικίαν γενήσεσθαι, τοῖς δὲ ἐληλεγμένοις ἐν τῷδε χῶρον ἀπονεῖμαι τὸν προσήκοντα.
6.10.1
εἶθ' ὡς ἐν ἀγῶνος ἄθλοις παντοίους τοῖς νενικηκόσιν ἀναγορεύσας στεφάνους, ἄλλους ἐφ' ἑτέροις.. ἀρετῶν βραβείοις στεφανοῖ, βασιλεῖ δ' ἀγαθῷ θεοσεβείᾳ κοσμησαμένῳ μείζονα προητοιμάσθαι κηρύττει τῶν ἐπάθλων τὰ γέρα, ὧν τοῖς προοιμίοις ἐντεῦθεν ἤδη πανηγυρίζειν δίδωσιν, ἑορτῇ τελείων ἐξ ἀριθμῶν συγκειμένῃ, δεκάδων τριάδων μονάδων τε τριπλασιόνων, 6. 11 ὧν ἡ μὲν πρώτη τριὰς μονάδος ἂν γένοιτο ἔκγονος, μονὰς δὲ μήτηρ ἀριθμῶν, μηνῶν ἁπάντων καὶ ὡρῶν καὶ ἐνιαυτῶν πάσης τε χρόνων περιόδου πρεσβεύουσα, ἤδη καὶ παντὸς πλήθους ἀρχὴ καταβολή τε καὶ στοιχεῖον εἰκότως ἂν ῥηθείη, μονὰς παρὰ τὸ μένειν ὠνομασμένη, ὅτι δή, μειουμένου καὶ αὐξομένου παντὸς πλήθους κατὰ τὴν τῶν ἀριθμῶν ὑφαίρεσίν τε καὶ προσθήκην, μόνη μονὰς στάσιν καὶ μονὴν εἴληφε, μεμονωμένη πληθύος ἁπάσης καὶ τῶν ἐξ αὐτῆς γεννωμένων ἀριθμῶν, φέρουσά τε εἰκόνα τῆς ἀμερίστου καὶ διακεκριμένης τῶν ἄλλων οὐσίας, ἧς δυνάμει καὶ μετοχῇ ἡ τῶν ὄντων ἁπάντων συνέστηκε φύσις.
6.12.1
μονὰς γὰρ παντὸς δημιουργὸς ἀριθμοῦ, ἐπείπερ κατὰ σύνθεσιν καὶ προσθήκην μονάδων πᾶν πλῆθος κρατύνεται, οὐδ' ἔστιν ἄλλως δίχα μονάδος οὐσίαν ἀριθμῶν ἐπινοῆσαι· αὕτη δ' ἐκτὸς ἂν εἴη πλήθους πορρωτάτω τε καὶ κρείττων ἀριθμοῦ παντός, πάντα ποιοῦσα καὶ ὑφισταμένη, τεινομένη δὲ ὑπ' οὐδενὸς πώποτε.
6.13.1
τριὰς δὲ ταύτῃ συγγενής, ἄσχιστος ὡσαύτως καὶ ἀδιαίρετος, καὶ πρώτη τῶν ἐξ ἀρτίων καὶ περιττῶν ἀριθμῶν συνεσταμένων· ἄρτιος γὰρ ὁ δύο μονάδα προσλαβὼν τριάδος πρώτην περιττὴν ἐγέννησε φύσιν. πρώτη δὲ τριὰς δικαιοσύνην ἀνέδειξεν ἰσότητος καθηγησαμένη, ὡς ἂν ἀρχὴν καὶ μεσότητα καὶ τελευτὴν ἴσην ἀπολαβοῦσα. εἰκὼν δὲ ταῦτα μυστικῆς καὶ παναγίας καὶ βασιλικῆς τριάδος, ἣ τῆς ἀνάρχου καὶ ἀγεννήτου φύσεως ἠρτημένη τῆς τῶν γεννητῶν ἁπάντων οὐσίας τὰ σπέρματα καὶ τοὺς λόγους καὶ τὰς αἰτίας ἀπείληφεν.
6.14.1
καὶ τριάδος μὲν δύναμις ἄρα παντὸς εἰκότως ἂν ἀρχὴ νομισθείη. δεκὰς δὲ τὸ πάντων ἀριθμῶν πέρας ἀπολαβοῦσα μέχρις αὐτῆς τὸ πᾶν ἵστησιν, πλήρης καὶ παντέλειος ὠνομασμένη εἰκότως, ἅτε δὴ πάσας ἰδέας καὶ πάντα μέτρα πάντων ἀριθμῶν λόγων τε καὶ συμφωνιῶν καὶ ἁρμονιῶν περιέχουσα. μονάδες γοῦν αὐξηθεῖσαι κατὰ σύνθεσιν τοῖς δέκα περιορίζονται· μητέρα ταύτην καὶ πῆξαι ὅρον τε καὶ περιγραφὴν κτησάμεναι ὥσπερ ἐν περιδρόμῳ καμπτῆρα περιθέουσιν.
6.15.1
εἶτα κύκλον ἐργασάμεναι δεύτερον καὶ πάλιν τρίτον καὶ τέταρτον καὶ μέχρι τῶν δέκα τὸν ἑκατὸν ἐκ δεκάδων δέκα πληροῦσι, κἄπειτα ἐπὶ τὴν πρώτην ἀνατρέχουσιν ἀφετηρίαν, κἀντεῦθεν πάλιν ἀρξάμεναι καὶ ἐπὶ τὸν δέκα προελθοῦσαι δεκάκις τε τὸν ἑκατὸν ἀμφιδραμοῦσαι, παλίσσυτοι διὰ τῶν αὐτῶν καμπτήρων μακροὺς δολιχεύουσι διαύλους ἐξ αὐτῶν εἰς ἑαυτὰς ἀνακυκλούμεναι.
6.16.1
τῶν γοῦν δέκα τὸ δέκατον μονάς· δέκα δὲ μονάδες μίαν ἀποφαίνουσι δεκάδα· δεκὰς δὲ πέρας μονάδων, ὅρος καὶ καμπτὴρ ἀποκαταστατικός, καμπτὴρ μὲν τῆς ἀπειρίας τῶν ἀριθμῶν ὅρος δὲ καὶ τέλος μονάδων, ὁμοῦ δὲ τριὰς δεκάδι συμπλα κεῖσα τρίτον τε περιελθοῦσα τὴν τῶν δέκα κύκλων περίοδον φυσικώτατον ἀριθμὸν γεννᾷ τὸν τριάκοντα· ὃ γὰρ ἐν μονάσι τριάς, τοῦτο ἐν δεκάσι τριακοντάς.
6.17.1
ὅρος τε πάγιος οὗτος τοῦ δευτέρου μεθ' ἥλιον μεγάλου φωστῆρος· σελήνης γοῦν περίοδος ἀπὸ συνόδου ἐπὶ σύνοδον μηνὸς κύκλον ἀπειργάζετο, μεθ' ὃν αὖθις ἀρχὴν γενέσεως ἀπολαβοῦσα νέου φωτὸς καὶ νέων ἡμερῶν ἀπάρχεται, τριάκοντα μὲν κοσμηθεῖσα μονάσι, τρισὶ δὲ τιμηθεῖσα δεκάσι, δέκα δὲ τριάσι φαιδρυνθεῖσα.
6.18.1
τούτοις αὐτοῖς τὰ τῆς κοσμοκρατορικῆς ἀρχῆς τοῦ νικητοῦ βασιλέως πρὸς τοῦ πάντων ἀγαθῶν δοτῆρος τετιμημένα νέων ἀρχῆς ἀγαθῶν ἐπιλαμβάνεται, τέως μὲν τριακονταετηρικὰς ἑορτὰς ἀποπληροῦντα, ἤδη δ' ἐντεῦθεν μακροτέρων ἐφαπτόμενα διαστημάτων προμνώμενά τε μελλόντων ἀγαθῶν ἐλπίδας ἐν οὐρανίῳ βασιλείᾳ. ἔνθα στρατιαὶ φώτων ἀπείρων ἀμφὶ τὸν πάντων βασιλέα χορεύουσιν, οὐχ ἑνὸς ἡλίου, πάντων δ' αὐτόθι τὰ φῶτα ἡλίου κρείττονα ἐπαγομένων φαιδρυνομένων τε καὶ ἀποστιλβόντων τῇ αἴγλῃ τῶν τῆς ἀιδίου πηγῆς μαρμαρυγῶν, 6. 19 ἔνθα ζωὴ ψυχῆς ἐν ἀγαθῶν ἀκηράτοις κάλλεσιν, ἔνθα βίος πάσης ἐκτὸς ἀχθηδόνος, ἔνθα σώφρονος καὶ παναγίας ἡδονῆς ἀπόλαυσις, καὶ χρόνος ἄχρονος ὁ μακραίων καὶ ἀτελεύτητος, εἰς ἀπερίγραφον τέλος μηκυνόμενος, οὐκέθ' ἡμερῶν καὶ μηνῶν διαστήμασιν οὐδ' ἐνιαυτῶν κύκλοις καιρῶν τε καὶ χρόνων περιόδοις ἀναμετρούμενος, μιᾷ δ' εἰς ἄπειρον ἐκτεινομένῃ ζωῇ διαρκῶν, οὐχ ὑφ' ἡλίου φωτιζομένῃ οὐδ' ἀστέρων πλήθει καὶ σελήνης αὐγαῖς καταλαμπομένῃ, ἀλλ' αὐτὸν ἐχούσῃ φωστῆρα τὸν θεὸν λόγον, τὸν μονογενῆ παῖδα τοῦ παμβασιλέως.
6.20.1
παρὸ καὶ ἥλιον αὐτὸν δικαιοσύνης καὶ φῶς ἐπέκεινα φώτων ἁπάντων λόγων ἀπόρρητοι μυοῦσι θεολογίαι, τοῦτον δ' αὐτὸν δικαιοσύνης ἀκτῖσι σοφίας τε αὐγαῖς τὰς παμμακαρίας καταλάμπειν δυνάμεις, τάς τε εὐσεβείᾳ παρεσκευασμένας ψυχὰς ἀντὶ τῆς οὐρανίου περιφερείας τοῖς αὐτοῦ κόλποις ἀπολαβόντα τῶν οἰκείων ἐπαγγελιῶν ἔργοις πιστοῦσθαι τὰς ὑποσχέσεις.
6.21.1
θνητῶν δ' ὀφθαλμὸς οὐκ εἶδεν, οὐδὲ ἀκοή τις διέγνω, ἀλλ' οὐδὲ νοῦς σάρκα ἠμφιεσμένος οἷός τε ἂν εἴη διαθρῆσαι ἃ τοῖς εὐσεβείᾳ διακοσμησαμένοις προητοίμασται, ὥσπερ οὖν καὶ σοί, βασιλεῦ θεοσεβέστατε, ᾧ μόνῳ τῶν ἐξ αἰῶνος ἐντεῦθεν ἤδη τὸν ἀνθρώπειον ἀποκαθᾶραι βίον αὐτὸς ὁ τῶν ὅλων παμβασιλεὺς θεὸς ἐδωρήσατο, ᾧ καὶ τὸ αὐτοῦ σωτήριον ἀνέδειξε σημεῖον, δι' οὗ τὸν θάνατον καταγωνισάμενος τὸν κατὰ τῶν ἐχθρῶν ἤγειρε θρίαμβον· ὃ δὴ νικητικὸν τρόπαιον, δαιμόνων ἀποτρόπαιον, τοῖς τῆς πλάνης ἰνδάλμασιν ἀντιπαρατάξας τὰς κατὰ πάντων ἀθέων πολεμίων τε καὶ βαρβάρων ἤδη δὲ καὶ αὐτῶν δαιμόνων, ἄλλων τουτωνὶ βαρβάρων, ἤρατο νίκας.

Intertext edge

Open linked passage

Note