Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De martyribus Palaestinae Recensio brevior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
10.1.1
Τοῦ δ' ἐπιόντος μηνὸς Ἀπελλαίου τεσσαρεσκαιδεκάτῃ πρὸ δεκαεννέα Καλανδῶν Ἰανουαρίων λέγοιτ' ἄν πάλιν αὐτῶν ἀπ' Αἰγύπτου τινὲς πρὸς τῶν ἐπὶ ταῖς πύλαις τοὺς παριόντας διερευνωμένων συλληφθέντες ἐτύγχανον δ' οὗτοι θεραπείας ἕνεκα τῶν κατὰ Κιλικίαν ὁμολογητῶν στειλάμενοι, οἳ μὲν τὴν αὐτὴν οἷς ἔτυχον ἐξυπηρετησόμενοι, κατεδέξαντο ψῆφον, ὀφθαλμοὺς καὶ πόδας ἀχρειωθέντες, τρεῖς δ' αὐτῶν ἐν Ἀσκάλωνι, ἔνθα καὶ ἐνέσχηντο, θαυμασίαν τε παράστασιν ἀνδρείας παρεσχημένοι, διάφορον ἀπηνέγκαντο μαρτυρίου τέλος, ὁ μέν τις αὐτῶν πυρὶ παραδοθείς, Ἄρης ὄνομα, οἳ δὲ τὰς κεφαλὰς ἀποτμηθέντες· Πρόμος καὶ Ἠλίας τούτοις ἦν ἡ προσηγορία.
10.2.1
Αὐδυναίου δὲ μηνὸς ἡμέρᾳ μιᾷ καὶ δεκάτῃ εἴη δ' ἂν ἡ πρὸ τριῶν Εἰδῶν Ἰανουαρίων ἐπὶ τῆς αὐτῆς Καισαρείας Πέτρος ἀσκητὴς ὁ καὶ Ἀψέλαμος ἀπὸ Ἀνέας κώμης τῶν ὅρων Ἐλευθεροπόλεωςδιὰ πυρός, οἷα χρυσὸς ἀκραιφνέστατος, τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως εὐγενεῖ λογισμῷ τὴν δοκιμὴν ἀποδέδωκεν, μυρία μὲν λιπαροῦντας τόν τε δικαστὴν καὶ τοὺς ἀμφ' αὐτόν, ὡς ἂν ἐλεήσειεν ἑαυτὸν καὶ τῆς ἰδίας φείσαιτο νεότητός τε καὶ ἀκμῆς, ὑπεριδών, προτιμήσας δ' ἁπάντων καὶ ζωῆς αὐτῆς τὴν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἐλπίδα.
10.3.1
τούτῳ δὲ τῆς κατὰ Μαρκίωνα πλάνης ἐπίσκοπός τις εἶναι δοκῶν Ἀσκληπιὸς ζήλῳ μέν, ὡς ᾤετο, εὐσεβείας, ἀλλ' οὔτι γε τῆς κατ' ἐπίγνωσιν, ὅμως δ' οὖν μιᾷ καὶ τῇ αὐτῇ πυρᾷ τὸν βίον ἐξελήλυθεν. ἀλλὰ ταῦτα μὲν ταύτῃ· 11. 1 Καιρὸς δῆτα καλεῖ τὸ μέγα καὶ περιβόητον ἀνιστορῆσαι θέατρον τῶν ἀμφὶ τὸ τριπόθητον ἔμοιγε ὄνομα Παμφίλου τελειωθέντων, δώδεκα δ' ἦσαν οἱ πάντες προφητικοῦ τινος ἢ καὶ ἀποστολικοῦ χαρίσματος καὶ ἀριθμοῦ κατηξιωμένοι·

Intertext edge

Open linked passage

Note