Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De martyribus Palaestinae Recensio brevior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
13.3.1
εἶτα τέσσαρας τοὺς μάλιστα δοκοῦντας αὐτῶν κορυφαίους ἐπιλεξάμενος ἐπὶ τὸν ἐφεστῶτα τοῖς αὐτόθι στρατεύμασι παραπέμπεται· Πηλεὺς ἦν καὶ Νεῖλος, ἐπίσκοποι Αἰγυπτίων, καὶ πρεσβύτερος ἄλλος, καὶ ἐπὶ τούτοις ὁ τοῖς πᾶσι διὰ τὴν περὶ πάντας σπουδὴν γνωριμώτατος Πατερμούθιος· οὓς ὁ στρατοπεδάρχης, ἄρνησιν τῆς θεοσεβείας αἰτήσας καὶ μὴ τυχών, τῇ διὰ πυρὸς τελειώσει παραδίδωσιν.
13.4.1
ἄλλοι δ' αὖ πάλιν ἐτύγχανον ἐκεῖσε ἐφ' ἑαυτοῖς ἰδίαν χώραν οἰκεῖν λαχόντες, ὅσοι τῶν ὁμολογητῶν ἤτοι διὰ γῆρας ἢ διὰ πηρώσεις ἢ ἄλλας σωμάτων ἀσθενείας τῆς ἐν τοῖς ἔργοις ἀπολέλυντο λειτουργίας· ὧν ἡγεῖτο ἐκ τῆς Γαζαίων ἐπίσκοπος ὁρμώμενος Σιλβανός, εὐλαβές τι χρῆμα καὶ γνήσιον ὑπόδειγμα Χριστιανισμοῦ φέρων.
13.5.1
οὗτος δή, ὡς εἰπεῖν, ἀπὸ τῆς πρώτης ἡμέρας τοῦ διωγμοῦ καὶ διὰ παντὸς τοῦ χρόνου παντοίοις ἀγῶσιν ὁμολογιῶν διαπρέψας, εἰς ἐκεῖνο τοῦ καιροῦ τετήρητο, ὡς ἂν ὕστατον γένοιτο παντὸς τοῦ κατὰ Παλαιστίνην ἀγῶνος ἐπισφράγισμα.
13.6.1
τούτῳ δὲ καὶ τῶν ἀπ' Αἰγύπτου συνῆσαν πλείους, ἐν οἷς ἦν καὶ Ἰωάννης, ὃς τῇ περὶ μνήμας ἀρετῇ τοὺς καθ' ἡμᾶς ὑπερεβάλετο πάντας. τῶν μὲν οὖν ὄψεων καὶ πρότερον οὗτος ἐστέρητο, ὅμως δὲ καὶ ἐφ' αἷς διέπρεψεν ὁμολογίαις, ὁμοίως τοῖς ἄλλοις καυτῆρσιν ἀφανισθεὶς τὸν πόδα, κατὰ τῆς μὴ ἐνεργούσης ὁράσεως τὸν αὐτὸν τοῦ πυρὸς καυτῆρα εἰλήφει, τῶν δημίων ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀσυμπαθὲς τὸ τοῦ τρόπου ὠμὸν καὶ ἀπάνθρωπον ἐπιτεινόντων.
13.7.1
τοιοῦτον δὴ ὄντα ἤθους μὲν καὶ βίου φιλοσόφου τί ἄν τις ἀποθαυμάσειεν, οὐχ οὕτως ἀναφανέντος παραδόξου, ὅσον τῆς ἐν μνήμαις ἀρετῆς, ὅλας βίβλους τῶν θείων γραφῶν οὐκ ἐν πλαξὶ λιθίναις ᾗ φησιν ὁ θεῖος ἀπόστολος, ἀλλ' οὐδὲ ἐν ζῴων δοραῖς ἢ χάρταις ὑπὸ σητῶν καὶ χρόνου διαφθειρομένοις, ἀλλ' ἐν πλαξὶν ὡς ἀληθῶς καρδίας σαρκίναις ψυχῇ τε διαυγεῖ καὶ καθαρωτάτῳ διανοίας ὄμματι καταγεγραμμένου, ὡς προφέρειν γε, ὅτε καὶ βούλοιτο, διὰ στόματος ὥσπερ ἀπό τινος λόγων θησαυροῦ τοτὲ μὲν νομικὴν καὶ προφητικὴν γραφήν, τοτὲ δὲ ἱστορικήν, εὐαγγελικήν τε ἄλλοτε καὶ ἀποστολικήν.
13.8.1
καταπλαγῆναί ποτε αὐτὸς ὁμολογῶ πρῶτον τὸν ἄνδρα θεασάμενος μέσον ἱκανοῦ πλήθους ἐκκλησίας ἑστῶτα καί τινα μέρη θείας γραφῆς διεξιόντα. ἕως μὲν γὰρ φωνῆς αὐτὸ μόνον ἐπακροᾶσθαί μοι παρῆν, ἀναγινώσκειν, οἷα δὴ ἔθος ἐν ταῖς συνόδοις, τινὰ ἡγούμην· ὡς δὲ ἄγχιστα γενόμενος τὸ πραττόμενον συνεῖδον, τοὺς μὲν ἄλλους ἅπαντας ὑγιέσιν ὀφθαλμοῖς ἐν κύκλῳ περιεστῶτας, τοῦτον δὲ μόνοις τοῖς τῆς διανοίας χρώμενον καὶ ἀτεχνῶς οἷά τινα προφήτην ἀποφθεγγόμενον παρὰ πολύ τε πλεονεκτοῦντα τοὺς τὸ σῶμα ἐρρωμένους, οὐδ' ὅπως οὖν δοξάζειν τὸν θεὸν καὶ ἀποθαυμάζειν οἷός τε ἦν, σαφές τε πεῖσμα καὶ βέβαιον αὐτοῖς ἔργοις ἐδόκουν μοι ὁρᾶν, ὅτι δὴ μόνος κατ' ἀλήθειαν οὐχ ὁ ἐν τῷ προφανεῖ σώματι νενομισμένος πέφυκεν ἄνθρωπος, ἀλλ' ὁ κατὰ ψυχὴν καὶ διάνοιαν, ὃς καὶ τοῦ σώματος λελωβημένου μείζονα τὴν ἀρετὴν τῆς καθ' αὑτὸν δυνάμεως ἐπεδείκνυτο.
13.9.1
ἀλλὰ γὰρ τοὺς δεδηλωμένους κατὰ τὸν ἀποκριθέντα τόπον διατρίβοντας τά τε συνήθη ἐν ἀσιτίαις καὶ προσευχαῖς καὶ ταῖς λοιπαῖς ἀποτελοῦντας ἀσκήσεσιν, θεὸς μέν, θεὸς αὐτὸς τῆς σωτηρίου τελειώσεως τυχεῖν ἠξίου, δεξιὰν αὐτοῖς ἐπήκοον παρέχων, ὁ δὲ πολέμιος ἐχθρός, ἅτε σχολαίτατα κατ' αὐτοῦ διὰ τῶν πρὸς θεὸν εὐχῶν ὁπλιζομένους μηκέθ' οἷός τε φέρειν, κτείνειν καὶ μεταίρειν ἀπὸ γῆς ὡς ἂν ἐνοχλοῦντας ἐνόμιζεν.
13.10.1
θεὸς δὲ αὐτῷ καὶ τοῦτο πράττειν ἐγχειροῦντι συνεχώρει, ὡς ὁμοῦ γε αὐτὸς τῆς αὐτοῦ κατὰ προαίρεσιν μὴ εἴργοιτο πονηρίας ἐκεῖνοί τε τῶν πολυτρόπων ἀγώνων ἤδη ποτὲ ἀπολάβοιεν τὰ βραβεῖα. ταύτῃ οὖν ἑνὸς δέοντες τὸν ἀριθμὸν τεσσαράκοντα νεύματι τοῦ παναγεστάτου Μαξιμίνου ἐν ἡμέρᾳ μιᾷ τὰς κεφαλὰς ἀποτέμνονται.
13.11.1
Ταῦτα μὲν οὖν τὰ κατὰ Παλαιστίνην ἐν ὅλοις ἔτεσιν ὀκτὼ συμπερανθέντα μαρτύρια καὶ τοιοῦτος ὁ καθ' ἡμᾶς διωγμός, ἀρξάμενος μὲν ἀπὸ τῆς τῶν ἐκκλησιῶν καθαιρέσεως, εἰς μέγα δὲ προκόψας ἐν ταῖς κατὰ χρόνους τῶν ἀρχόντων ἐπαναστάσεσιν, ἐν αἷς πολύτροποι καὶ πολυειδεῖς τῶν ὑπὲρ εὐσεβείας ἠθληκότων ἀγῶνες ἀνήριθμόν τι πλῆθος μαρτύρων κατὰ πᾶσαν ἐπαρχίαν συνεστήσαντο ἐν τοῖς ἀπὸ Λιβύης καὶ δι' ὅλης Αἰγύπτου Συρίας τε καὶ τῶν ἀπ' ἀνατολῆς καὶ κύκλῳ μέχρι τῶν κατὰ τὸ Ἰλλυρικὸν κλίμα παρατείνουσιν.
13.12.1
τὰ γάρ τοι ἐπέκεινα τῶν δεδηλωμένων, Ἰταλία πᾶσα καὶ Σικελία Γαλλία τε καὶ ὅσα κατὰ δυόμενον ἥλιον ἐπὶ Σπανίαν Μαυριτανίαν τε καὶ Ἀφρικήν, οὐδ' ὅλοις ἔτεσιν δυσὶ τοῖς πρώτοις τοῦ διωγμοῦ τὸν πόλεμον ὑπομείναντα, ταχίστης ἠξιώθησαν ἐπισκοπῆς τε θεοῦ καὶ εἰρήνης, τῆς οὐρανίου προνοίας φειδὼ τῆς τῶν ἀνδρῶν ἁπλότητος καὶ πίστεως ποιουμένης.
13.13.1
ὃ γοῦν μηδὲ ἱστόρηται ἐν τοῖς ἀνέκαθεν τῆς Ῥωμαίων ἀρχῆς, τοῦτο νῦν πρῶτον καθ' ἡμᾶς παρὰ πᾶσαν γέγονεν ἐλπίδα· διαιρεῖται μὲν γὰρ ἐπὶ τῷ καθ' ἡμᾶς διωγμῷ διχῇ τὰ τῆς βασιλείας, εἰρήνης δ' ἀπολαύουσιν οἱ ἐν θατέρῳ μέρει τῷ προδεδηλωμένῳ κατοικοῦντες ἀδελφοί, τῶν ἀνὰ τὴν ἄλλην οἰκουμένην μυρίους ἐπὶ μυρίοις ἀγῶνας ὑπομεινάντων.
13.14.1
ἀλλὰ γὰρ ὅτε καὶ τὴν καθ' ἡμᾶς ἐπισκοπὴν εὐμενῆ καὶ ἵλεω ἡ θεία καὶ οὐράνιος χάρις ἐνεδείκνυτο, τότε δῆτα καὶ οἱ καθ' ἡμᾶς ἄρχοντες, αὐτοὶ δὴ ἐκεῖνοι δι' ὧν πάλαι τὰ τῶν καθ' ἡμᾶς ἐνηργεῖτο πολέμων, παραδοξοτάτῳ γνώμῃ μεταβαλλόμενοι παλινῳδίαν ᾖδον, χρηστοῖς περὶ ἡμῶν προγράμμασιν καὶ ἡμέροις διατάγμασιν τὴν καθ' ἡμῶν πυρκαϊὰν ἀποσβεννύντες· ἀναγραπτέα δὴ καὶ ἡ παλινῳδία.

Intertext edge

Open linked passage

Note