Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eusebius Caesariensis PG 19-24
De martyribus Palaestinae Recensio brevior
Brev 4.15.1
Choose a text More by Eusebius of Caesarea
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
4.15.1
αὐτίκα γοῦν ὡς ἐδόκει μάλιστα κατὰ μέσου πελάγους ἐν ἀπείροις βυθοῖς τὸν ἱερὸν ὄντως ἐκεῖνον καὶ τρὶς μακάριον ἐμβαλεῖν, κλόνος ἀθρόως οὐχ ὁ τυχὼν καὶ βρασμὸς αὐτήν τε τὴν θάλατταν καὶ τὸ περιέχον ἅπαν διαχεῖ, ὡς καὶ τὴν γῆν καὶ τὴν πόλιν ἅπασαν πρὸς τοῦ γενομένου σεισθῆναι, ἅμα δὲ τῷ παραδόξῳ τούτῳ καὶ ἀθρόῳ σεισμῷ τοῦ θείου μάρτυρος τὸν νεκρὸν ἡ θάλαττα, ὥσπερ μὴ οἵα τε οὖσα φέρειν αὐτόν, πρὸ τῶν τῆς πόλεως ἐκβράσσει πυλῶν. καὶ τοιαῦτα μὲν ἦν τὰ κατὰ τὸν θεσπέσιον Ἀπφιανόν, Ξανθικοῦ μηνὸς δευτέρᾳ, ἥτις ἂν εἴη πρὸ τεσσάρων Νωνῶν Ἀπριλλίων, ἡμέρᾳ παρασκευῆς τελειωθέντα· 5. 1 ὑπὸ δὲ τὸν αὐτὸν καιρὸν αὐταῖς τε ἡμέραις ἐπὶ τῆς Τυρίων πόλεως νεανίας, Οὐλπιανὸς ὄνομα, μετὰ δεινὰς καὶ αὐτὸς αἰκίας μάστιγάς τε χαλεπωτάτας ἅμα κυνὶ καὶ ἀσπίδι, τῷ ἰοβόλῳ ἑρπετῷ, ὠμοβοΐνῃ περιβληθεὶς δορᾷ, θαλάττῃ παραδίδοται· δι' ὅ μοι δοκεῖ ἐν τοῖς Ἀπφιανοῦ μαρτυρίοις εὐλόγως ἂν ἡμῖν μνημονεύεσθαι καὶ οὗτος.

Intertext edge

Open linked passage

Note