De martyribus Palaestinae Recensio brevior
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
5.2.1
ἀδελφὰ δὲ τῷ Ἀπφιανῷ σμικρὸν τῷ χρόνῳ ὕστερον ὑπομείνας ὁ μὴ μόνον αὐτοῦ κατὰ θεόν, καὶ σώματι δὲ ὁμοπάτριος ἀδελφὸς Αἰδέσιος, μετὰ μυρίας ὅσας ὁμολογίας καὶ πολυχρονίους δεσμῶν κακώσεις ἡγεμονικάς τε ἀποφάσεις, ἐν αἷς τοῖς κατὰ Παλαιστίνην δέδοται μετάλλοις, καὶ μετὰ τὴν ἐν πᾶσι τούτοις φιλόσοφον ἐν τρίβωνος σχήματι ἀγωγήν καὶ γὰρ οὖν αὐτὸς πλέον τῆς τοῦ ἀδελφοῦ παιδείας κεκτημένος, καὶ ἀπὸ μαθημάτων φιλοσόφων ὡρμᾶτο, τελευτῶν δῆτα ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως, 5. 3 τὸν αὐτόθι συνιδὼν δικαστὴν Χριστιανοῖς δικάζοντα πέρα τε τῶν προσηκόντων ἐμπαροινοῦντα καὶ τοτὲ μὲν σεμνοῖς ἀνδράσι ποικίλως ἐνυβρίζοντα, τοτὲ δὲ γυναῖκας σωφροσύνης τῆς ἀνωτάτω καὶ αὐτοπαρθένους ἀσκητρίας εἰς αἰσχρὰς ὕβρεις πορνοτρόφοις παραδόντα, ταὐτὸν ἐγχειρήσας τῷ ἀδελφῷ, ὅτι δὴ ἀφόρητα εἶναι αὐτῷ τὰ γινόμενα ἐδόκει, παραστήματι θαρσαλέῳ πρόσεισιν, λόγοις τε καὶ ἔργοις τὸν δικαστὴν αἰσχύνῃ καὶ ἀτιμίᾳ περιβαλὼν κἀπὶ τούτοις καρτερῶς εὖ μάλα βασάνων πολυτρόπους ὑπομείνας αἰκίας, τὴν ἀδελφικὴν ἀπηνέγκατο θαλάττῃ παραδοθεὶς τελευτήν. ἀλλὰ τὰ μὲν κατὰ τοῦτον, ὡς δ' οὖν ἔφην, σμικρὸν τοῦ χρόνου ὕστερον τοῦτον ἐγενήθη τὸν τρόπον· 6. 1 Τετάρτῳ γε μὴν τοῦ καθ' ἡμῶν ἔτει διωγμοῦ, πρὸ δώδεκα Καλανδῶν Δεκεμβρίων, ἣ γένοιτ' ἂν μηνὸς Δίου εἰκάδι, προσαββάτου ἡμέρᾳ, κατὰ τὴν αὐτὴν Καισάρειαν, γραφῆς ὡς ἀληθῶς ἄξιον, αὐτοῦ δὴ τοῦ τυράννου Μαξιμίνου παρόντος καὶ θέας τοῖς πλήθεσι φιλοτιμουμένου κατὰ τὴν λεγομένην αὐτοῦ γενέθλιον ἡμέραν, ἀπετελέσθη τοιοῦτον.