Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De martyribus Palaestinae Recensio prolixior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
11.1.1
Καιρὸς δὴ καλεῖ πρὸς πᾶσι τὸ μέγα καὶ περιβόητον ἀνιστορῆσαι θέατρον Παμφίλου τοῦ ἁγίου μάρτυρος καὶ τῶν σὺν αὐτῷ τελειωθέντων θαυμασίων ἀνδρῶν καὶ πολυτρόπους εὐσεβείας ἄθλους ἐπιδεδειγμένων. α πλείστων γοῦν ὅσων ἐγνωσμένων ἡμῖν κατὰ τὸν διωγμὸν ἀνδρισαμένων, τὸν περὶ ὧν ὁ λόγος ἀγῶνα σπανιώτατον ὧν ἡμεῖς ἔγνωμεν, ἱστορήσαμεν, ἀθρόως ἐν αὐτῷ πᾶν εἶδος ἡλικιῶν τε σώματος καὶ ψυχῶν ἀγωγῆς βίου τε καὶ ἀναστροφῆς διαφόρου περιειληφότα βασάνων τε ποικίλοις εἴδεσι καὶ τοῖς κατὰ τὸ τέλειον μαρτύριον ἐνηλλαγμένοις στεφάνοις κεκοσμημένον. β νέους τε γὰρ ἦν ἰδεῖν καὶ κομιδῇ παῖδας τῶν σὺν αὐτοῖς Αἰγυπτίων τινάς, ἡβῶντας δὲ ἄλλους, μεθ' ὧν καὶ ὁ Πορφύριος ἦν, ἀκμαίους τε αὖ σώματί τε ὁμοῦ καὶ φρονήσει τοὺς ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα καὶ τὸν Ἰαμνίτην Παῦλον Σέλευκόν τε καὶ Ἰουλιανόν, ἄμφω τῆς Καππαδοκῶν γῆς ὁρμωμένους· ἦσαν δὲ ἐν αὐτοῖς καὶ ἱερᾷ πολιᾷ βαθυτάτῳ τε γήρᾳ πεπυκασμένοι, Οὐάλης, διάκονος τῆς Ἱεροσολυμιτῶν ἐκκλησίας, καὶ ὁ τοὔνομα ἐπαληθεύσας Θεόδουλος. ξ τοιαύτη μὲν οὖν ἐν αὐτοῖς ἡ τῶν ἡλικιῶν ἐτύγχανε ποικιλία· ψυχῶν δὲ ἀγωγαῖς διήλλαττον, οἳ μὲν ἰδιωτικώτερον οἷα παῖδες καὶ ἁπλούστερον ἔτι τὸν νοῦν φοροῦντες, οἳ δὲ καὶ πάνυ στιβαρὸν καὶ ἐμβριθὲς κεκτημένοι τὸ ἦθος, ἦσαν δὲ ἐν αὐτοῖς καὶ οἱ τῶν ἱερῶν μαθημάτων οὐκ ἀνεπιστήμονες· συγγενῶς δὲ ἅπασιν ὑπερφυὴς καὶ ἐνάρετος ἡ ἀνδρεία προσῆν. δ οἷα δέ τις ἐν ἀποστίλβουσιν ἄστροις ἡμεροφανὴς φωστὴρ ἐν μέσοις διέπρεπεν ἐξαστράπτων ὁ ἐμὸς δεσπότης (οὐ γὰρ ἑτέρως προσειπεῖν ἔστι μοι θέμις τὸν θεσπέσιον καὶ μακάριον ὡς ἀληθῶς Πάμφιλον)· παιδείας γὰρ οὗτος τῆς παρ' Ἕλλησι θαυμαζομένης οὐ μετρίως ἧπτο τῇ τε κατὰ τὰ θεῖα δόγματα καὶ τὰς θεοπνεύστους γραφάς, εἰ χρή τι θρασύτερον, πλὴν ἀληθὲς εἰπεῖν, ὡς οὐδ' ἕτερον ἔχει τις φάναι τῶν κατ' αὐτόν, ἤσκητο. μεῖζον δὲ τούτων ἐκέκτητο πλεονέκτημα τὴν οἴκοθεν, μᾶλλον δὲ θεόθεν αὐτῷ δεδωρημένην σύνεσίν τε καὶ σοφίαν. ε καὶ τὰ μὲν περὶ ψυχὴν οὕτως εἶχον οἱ πάντες· βίου δὲ αὖθις καὶ ἀναστροφῆς πλείστη τις ἐν αὐτοῖς ὑπῆρχε διαλλαγή, τοῦ μὲν Παμφίλου ἐξ εὐπατριδῶν κατάγοντος τὸ κατὰ σάρκα γένος ἐπισήμως τε ταῖς κατὰ τὴν πατρίδα πολιτείαις διαπρέψαντος, τοῦ δὲ Σελεύκου ταῖς κατὰ τὴν στρατείαν ἀξίαις περιφανέστατα τετιμημένου, τῶν δὲ τῆς μέσης καὶ κοινῆς γεγονότων ἀγωγῆς. οὐκ ἦν δὲ αὐτῶν ὁ χορὸς οὐδὲ τοῦ οἰκετικοῦ γένους ἐκτός· ὅ τε γὰρ ἡγεμονικῆς οἰκετίας θεράπων αὐτοῖς συγκατείλεκτο καὶ ὁ Πορφύριος, τὸ μὲν δοκεῖν τοῦ Παμφίλου γεγονὼς οἰκέτης, διαθέσει γε μὴν ἀδελφοῦ καὶ μᾶλλον γνησίου παιδὸς διενηνοχὼς οὐδὲν ἢ ἐλλείπων τῆς πρὸς τὸν δεσπότην κατὰ πάντα μιμήσεως. φ καὶ τί γὰρ ἀλλ' εἰ φαίη τις αὐτοὺς ὁλόκληρον ἐν βραχεῖ τύπον ἐκκλησιαστικοῦ συστήματος περιειληφέναι, οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας, πρεσβυτερίου μὲν ἐν αὐτοῖς ἠξιωμένου τοῦ Παμφίλου διακονίας τε τοῦ Οὐάλεντος τήν τε τῶν ἐπὶ τοῦ πλήθους ἀναγινώσκειν εἰθισμένων τάξιν εἰληχότων ἑτέρων ὁμολογίαις τε διὰ καρτερικωτάτης μαστίγων ὑπομονῆς ἔτι πάλαι πρὸ τοῦ κατὰ τὸ μαρτύριον τέλους τοῦ Σελεύκου διαπρέψαντος καὶ τὴν τῆς στρατιωτικῆς ἀξίας ἀποβολὴν ἐρρωμένως καταδεξαμένου τῶν τε λοιπῶν ἐπὶ τούτοις διὰ κατηχουμένων καὶ πιστῶν τοὐπίλοιπον τῆς ὡς ἐν εἰκόνι σμικρᾷ μυριάνδρου ἐκκλησίας ἀφομοίωμα φερούσης ἀναπληρούντων. γ οὕτω παράδοξον τὴν τοσούτων καὶ τηλικούτων μαρτύρων ἐκλογὴν ἐθεωρήσαμεν, καθ' ἣν καίτοι γε οὐ πολλοῖς τὸν ἀριθμὸν οὖσιν ὅμως οὐδὲν ἀπέδει ταγμάτων ἐν ἀνθρώποις εὑρισκομένων. οἷα γοῦν ἐν πολυχόρδῳ λύρᾳ ἐξ ἀνομοίων, συνεστώσῃ χορδῶν, ὀξειῶν καὶ βαρειῶν τῶν τε ἀνειμένων καὶ ἐπιτεταμένων καὶ μέσων εὖ διηρμοσμένων ἁπασῶν τέχνῃ τῇ μουσικῇ, κατὰ τὰ αὐτὰ δὴ καὶ ἐπὶ τούτων νέοι κατὰ τὸ αὐτὸ καὶ πρεσβύται δοῦλοί τε ὁμοῦ καὶ ἐλεύθεροι λόγιοί τε καὶ ἰδιῶται ἄδοξοί τε κατὰ τὸ τοῖς πολλοῖς δοκοῦν καὶ ἐπίδοξοι πιστοί τε καὶ κατηχούμενοι ἅμα καὶ διάκονοι σὺν πρεσβυτέροις, οἱ πάντες ὡς ἂν ὑφ' ἑνὸς πανσόφου μουσουργοῦ, τοῦ μονογενοῦς τοῦ θεοῦ λόγου, ποικίλως ἀνακρουσθέντες καὶ τῆς ἐν αὐτοῖς ἕκαστοι δυνάμεως διὰ τῆς τῶν βασάνων ὑπομονῆς ἐνδειξάμενοι τὴν ἀρετήν, τούς τε τῆς ὁμολογίας λαμπροτάτους καὶ ἐμμελεῖς ἁρμονίους τε καὶ συμφώνους ἐπὶ τῶν δικαστηρίων φθόγγους ἀποδεδωκότες ὑφ' ἓν καὶ ταὐτὸ τέλος, τὴν εὐσεβεστάτην καὶ πάνσοφον διὰ τῆς τοῦ μαρτυρίου τελειώσεως τῷ θεῷ τῶν ὅλων ἀπεπλήρωσαν μελῳδίαν. η ὑπερθαυμάζειν δὲ ἄξιον καὶ τὸν ἀριθμὸν τῶν ἀνδρῶν προφητικόν τι χάρισμα καὶ ἀποστολικὸν δηλοῦντα· δώδεκα γὰρ εἶναι συνέβη τοὺς πάντας ὁπόσους πατριάρχας καὶ προφήτας καὶ ἀποστόλους γενέσθαι παρειλήφαμεν. ι οὐ παρετέον οὐδὲ τὰς κατὰ μέρος ἑκάστου πολυτλήτους ἀνδρείας, τὰς κατὰ τῶν πλευρῶν ξέσεις καὶ τὰς διὰ τριχῶν αἰγείων ὑφῆς κατὰ τῶν ξεσθέντων τοῦ σώματος μερῶν ἐκτρίψεις τάς τε ἀνηκέστους μάστιγας καὶ τὰς πολυτρόπους καὶ ἐνηλλαγμένας βασάνους δεινάς τε καὶ δυσκαρτερήτους στρεβλώσεις ἃς ἐπικελευομένου τοῦ δικαστοῦ χερσὶν καὶ ποσὶν ἐπιτείνοντες οἱ δορυφόροι τῇ βίᾳ κατηνάγκαζον πρᾶξαί τι τῶν ἀπειρημένων τοὺς μάρτυρας. k τί χρὴ λέγειν τὰς ἀειμνήστους τῶν θεσπεσίων φωνὰς ἐν αἷς ἧττον πεφροντικότες τῶν πόνων λαμπρῷ καὶ φαιδρῷ τῷ προσώπῳ τὰς τοῦ δικαστοῦ πεύσεις ἠμείβοντο, πρὸς αὐταῖς βασάνοις γελῶντες ἀνδρικῶς ἤθει τε σπουδαίῳ κατειρωνευόμενοι αὐτοῦ τὰς ἐρωτήσεις; ἐρομένου γὰρ ὁπόθεν εἶεν, τὴν ἐπὶ γῆς πόλιν φράζειν παρέντες, τὴν ὄντως ἑαυτῶν ἀνεδήλουν πατρίδα, ἀπὸ Ἱερουσαλὴμ ἑαυτοὺς ἀναγορεύοντες· ἐνέφαινον δὲ ἄρα κατὰ τὸν αὐτῶν νοῦν τὴν ἐπουράνιον τοῦ θεοῦ, ἐφ' ἣν καὶ ἔσπευδον, πόλιν. λ καὶ ἄλλα δὲ τοιουτότροπα, ἄγνωστα μὲν καὶ ἀσύνοπτα τοῖς τῶν ἱερῶν ἀγεύστοις, μόνοις δὲ αὐτοῖς καὶ τοῖς ἐκ τῆς θείας πίστεως ὡρμημένοις ἀριδηλότατα προέφερον· ἐφ' οἷς δὴ μάλιστα ὁ δικαστὴς ἀγανακτικῶς καὶ μάλα ὀργίλως σφαδᾴζων καὶ τὸν λογισμὸν ἀπορούμενος, ποικίλας, ὡς ἂν μὴ ἡττηθείη, τὰς κατ' αὐτῶν ἐπενόει μηχανάς· ἔπειτα πεσὼν τῆς ἐλπίδος, τέλος ἑκάστῳ τὰ τῆς νίκης ἀποφέρεσθαι παρεχώρει βραβεῖα. m ποικίλος δ' ἦν αὐτῶν καὶ ὁ τῆς τελευτῆς τρόπος, δυεῖν μὲν τῶν ἐν αὐτοῖς κατηχουμένων τῷ διὰ πυρὸς βαπτίσματι τελειωθέντων, ἑτέρου δὲ τῷ τοῦ σωτηρίου πάθους σχήματι παραδοθέντος, τῶν δὲ ἀμφὶ τὸ ποθεινόν μοι ὄνομα διαλλάττουσι βραβείοις ἀναδησαμένων. τάδε μὲν οὖν φαίη ἄν τις καθολικώτερον τούτων μεμνημένος· 11. 2 κατὰ μέρος δὲ ἕκαστον ἐπεξιὼν εἰκότως ἂν τοῦ χοροῦ τὸν πρωτοστάτην μακαρίσειεν. Πάμφιλος οὗτος ἦν, ὁ θεοφιλὴς ὄντως ἀνὴρ καὶ πάντων ὡς ἀληθῶς φίλος τε καὶ προσήγορος, ἐπαληθεύων τὴν ἐπωνυμίαν, τῆς Καισαρέων ἐκκλησίας ὁ κόσμος, ἐπεὶ καὶ τὴν τῶν πρεσβυτέρων καθέδραν πρεσβύτερος ὢν ἐδόξαζε, κοσμῶν ὁμοῦ καὶ κοσμούμενος τῇ ἐνταῦθα λειτουργίᾳ. κἀν τοῖς ἄλλοις δὲ θεῖος ἦν ὄντως καὶ θείας μετέχων ἐμπνεύσεως, ἐπεὶ καὶ παρ' ὅλον αὐτοῦ τὸν βίον ἀρετῇ πάσῃ διαπρέψας ἔτυχε, μακρὰ μὲν χαίρειν εἰπὼν τρυφῇ καὶ πλούτου περιουσίᾳ, ὅλον δὲ ἑαυτὸν ἀναθεὶς τῷ τοῦ θεοῦ λόγῳ. ἀποδόμενος γέ τοι τὰ εἰς αὐτὸν ἐκ προγόνων ἥκοντα γυμνοῖς, πηροῖς καὶ πένησιν τὰ πάντα διένειμεν, αὐτὸς δὲ ἐν ἀκτήμονι διῆγε βίῳ, δι' ἀσκήσεως καρτερικωτάτης τὴν ἔνθεον μετιὼν φιλοσοφίαν. ὡρμᾶτο μὲν οὖν ἐκ τῆς Βηρυτίων πόλεως, ἔνθα τὴν πρώτην ἡλικίαν τοῖς αὐτόθι τέθραπτο παιδευτηρίοις· ἐπεὶ δὲ τὰ τῆς φρονήσεως εἰς τελείους ἄνδρας αὐτῷ προῄει, μετέβαινεν ἀπὸ τῶνδε ἐπὶ τὴν τῶν ἱερῶν λόγων ἐπιστήμην, ἀνελάμβανεν δὲ ἐνθέου καὶ προφητικοῦ βίου τρόπον καὶ θεοῦ μάρτυρα ἀληθῆ αὐτὸς ἑαυτὸν καὶ πρὸ τῆς ὑστάτης τελευτῆς τοῦ βίου παρίστη.
11.4.1
ἀλλ' ὁ μὲν Πάμφιλος τοιοῦτος ἦν· δεύτερος δὲ μετ' αὐτὸν ἐπὶ τὸν ἀγῶνα παρῄει Οὐάλης, γηραιᾷ καὶ ἱεροπρεπεῖ πολιᾷ τετιμημένος αὐτῇ τε προσόψει σεμνὸς καὶ ἱερὸς πρεσβύτης, οὐ μὴν ἀλλὰ καὶ τῶν θείων γραφῶν, εἰ καί τις ἄλλος, εἰδήμων. τοσαύτας γέ τοι μνήμας αὐτῶν ἐνεστερνίσατο, ὡς μηδὲν ἀποδεῖν τῆς ἀπὸ γραμμάτων ἐντεύξεως τὰς διὰ μνήμης αὐτῷ σῳζομένας τῶν ἱερῶν μαθημάτων ἀπαγγελίας. διάκονος δὲ ἦν, καίπερ ὢν τοιοῦτος, τῆς Αἰλιέων ἐκκλησίας.
11.5.1
τρίτος ἐν τοῖσδε κατηριθμεῖτο Παῦλος, θερμουργότατος καὶ τῷ πνεύματι ζέων ἀνήρ· ἀπὸ τῆς Ἰαμνιτῶν πόλεως ἐγνωρίζετο, ὃς δὴ καὶ πρὸ τοῦ μαρτυρίου διὰ καυτήρων ὑπομονῆς τὸν τῆς ὁμολογίας ἀγῶνα διηθλήκει.
11.6.1
τούτοις ἐπὶ τῆς εἱρκτῆς δυεῖν ἐτῶν χρόνον κατατριβομένοις ὑπόθεσις τοῦ μαρτυρίου ἐγένετο Αἰγυπτίων ἄφιξις τῶν καὶ σὺν αὐτοῖς τελειωθέντων· τοὺς κατὰ Κιλικίαν οὗτοι καταπονουμένους ἐν τοῖς μετάλλοις μέχρι τῶν τόπων καταστήσαντες, ἐπὶ τὴν οἰκείαν ἐπαλινόστουν. καὶ δὴ πρὸς ταῖς εἰσόδοις τῶν κατὰ Καισάρειαν πυλῶν, τίνες τε εἶεν καὶ πόθεν ἀφικόμενοι, πρὸς τῶν φυλάκων ἐρωτηθέντες καὶ μηδὲν τἀληθοῦς ἀποκρύψαντες, Χριστιανοὺς δὲ φάντες ἑαυτούς, κακούργων τρόπῳ ἐπ' αὐτοφώρῳ ληφθέντων συνελαμβάνοντο· πέντε δὲ ἦσαν τὸν ἀριθμόν· 11. 7 οἳ δὴ προσαχθέντες τῷ ἄρχοντι κἀπὶ τούτου παρρησιασάμενοι, δεσμοῖς μὲν αὐτίκα παραδίδονται, τῇ δὲ ὑστεραίᾳ, Περιτίου μηνὸς ἑξκαιδεκάτῃ, κατὰ Ῥωμαίους δὲ τῇ πρὸ δεκατεσσάρων Καλανδῶν Μαρτίων, αὐτοὺς δὴ τούτους σὺν τοῖς ἀμφὶ τὸν Πάμφιλον τῷ Φιρμιλιανῷ προσάγουσιν.
11.8.1
ὃ δὲ τῶν Αἰγυπτίων ἀπεπειρᾶτο μόνων πρῶτον, βασάνων εἴδεσιν παντοίοις διαγυμνάζων τοὺς ἄνδρας. τὸν μὲν οὖν προήγορον αὐτῶν εἰς μέσον ἀγαγών, τίς εἴη καὶ πόθεν, ἠρώτα, εἶτ' ἀντὶ τοῦ κυρίου ὀνόματος προφητικόν τι ἐπακούσας– τοῦτο δὲ καὶ πρὸς τῶν λοιπῶν ἐγίνετο, ἀντὶ τῶν πατρόθεν αὐτοῖς ἐπιπεφημισμένων εἰδωλικῶν ὀνομάτων προφητικὰς ἑαυτοῖς ἐπιθέντων ἐπωνυμίας. Ἠλίαν γοῦν καὶ Ἱερεμίαν Ἠσαίαν τε καὶ Σαμουὴλ καὶ Δανιὴλ ἤκουσας ἂν αὐτῶν ἑαυτοὺς ὀνομαζόντων καὶ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ γνήσιον Ἰσραηλίτην αὐτοῖς ἔργοις οὐ μόνον, ἀλλὰ καὶ φωναῖς κυρίως ἐκφερομέναις ἐνδεικνυμένων– τοιοῦτον οὖν τι πρὸς τοῦ μάρτυρος ἐπακούσας ὁ δικαστὴς ὄνομα, οὐ μὴν τῇ τοῦ ῥήματος ἐπιστήσας δυνάμει, δεύτερον ἥτις αὐτοῦ πατρὶς εἴη, ἠρώτα· 11. 9 ὃ δὲ συνῳδὸν τῇ προτέρᾳ δευτέραν ἀφίησι φωνήν, Ἱερουσαλὴμ εἶναι λέγων τὴν ἑαυτοῦ πατρίδα, ἐκείνην δῆτα νοῶν περὶ ἧς εἴρηται τῷ Παύλῳ ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ μήτηρ ἡμῶν καὶ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἱερουσαλὴμ ἐπουρανίῳ.
11.10.1
καὶ ὃ μὲν ταύτην ἐνόει· ὃ δὲ ἐπὶ χθόνα καὶ χαμαὶ ῥίψας τὴν διάνοιαν, τίς εἴη αὕτη καὶ ἐπὶ γῆς ποῖ κειμένη, ἀκριβῶς ἐπολυπραγμόνει καὶ δῆτα καὶ βασάνους ἐπῆγεν, ὡς ἂν τἀληθὲς ὁμολογοίη. ὃ δὲ στρεβλούμενος κατόπιν τὼ χεῖρε καὶ τοῖν ποδοῖν μαγγάνοις τισὶν διακλώμενος, εἰρηκέναι τἀληθὲς διισχυρίζετο.
11.11.1
εἶτα ταυτὰ πάλιν καὶ πολλάκις πυνθανομένου τίς εἴη καὶ ποῖ κειμένη ἡ λεχθεῖσα πόλις Ἱερουσαλὴμ, μόνων αὐτὴν εἶναι τῶν Χριστιανῶν ἔλεγε πατρίδα· μὴ γὰρ καὶ ἑτέροις ἢ τούτοις μόνοις αὐτῆς μετεῖναι· κεῖσθαι δὲ πρὸς ἀνατολαῖς καὶ πρὸς αὐτῷ φωτὶ καὶ ἡλίῳ.
11.12.1
ὃ μὲν καὶ πάλιν διὰ τούτων κατὰ τὸν οἰκεῖον νοῦν ἐφιλοσόφει, τῶν ἐν κύκλῳ βασάνοις αὐτὸν αἰκιζομένων οὐδὲν ἐπιστρεφόμενος, ὥσπερ δέ τις ἄσαρκος καὶ ἀσώματος οὐδὲ ἐπαισθάνεσθαι ἐδόκει τῶν ἀλγηδόνων· ὁ δὲ δικαστὴς ἀπορούμενος ἐσφάδαζεν, ἐχθρὰν καὶ Ῥωμαίοις πολεμίαν τάχα που συστήσασθαι ἑαυτοῖς πόλιν Χριστιανοὺς οἰόμενος, 11. 13 πολύς τε ἦν ἐπικείμενος ταῖς βασάνοις καὶ ἀνερευνῶν τὴν δηλωθεῖσαν πόλιν τήν τε κατὰ ἀνατολὰς ἐξετάζων χώραν. ὡς δὲ καὶ ἐπὶ πλεῖον μάστιξι τὸν νεανίαν καταξήνας ἀπαράλλακτον τῶν πρότερον αὐτῷ ῥηθέντων ἑώρα, τὴν ἐπὶ θανάτῳ κατ' αὐτοῦ κεφαλικὴν ἐκφέρει ψῆφον. καὶ τὰ μὲν κατὰ τοῦτον τοιαύτην εἴληφε δραματουργίαν· καὶ τοὺς λοιποὺς δὲ τῶν Αἰγυπτίων τοῖς παραπλησίοις διαγυμνάσας παλαίσμασι, τὸν ὅμοιον ἀπαλλάττει τρόπον.
11.14.1
εἶτα ἐκ τούτων ἐπὶ τοὺς ἀμφὶ τὸν Πάμφιλον μεταβάς, ἀνεδιδάσκετο ὡς ἄρα πρότερον ἤδη πλείστων εἶεν βασάνων πεπειραμένοι· ἄτοπον δὲ εἶναι λογισάμενος ταῖς αὐταῖς αἰκίαις περιβάλλειν τοὺς ἄνδρας καὶ μάταια μοχθεῖν, τοσοῦτον μόνον εἰ κἂν νῦν πειθαρχοῖεν, ἀνεπυνθάνετο, ἀκούσας δὲ παρ' ἑκάστου τὴν ὑστάτην τῆς μαρτυρίας φωνήν, παραπλησίως κεφαλικὴν τιμωρίαν κατ' αὐτῶν ἐξενεγκάμενος ἐπάγει.
11.15.1
οὔπω δὲ αὐτῷ πᾶν εἴρητο τὸ ἔπος, καί ποθεν ἀναβοᾷ μειράκιόν τι τῆς οἰκετικῆς τοῦ Παμφίλου θεραπείας ἐκ μέσου τοῦ πλήθους τῶν ἀμφὶ τὸ δικαστήριον κυκλούντων παρελθὸν εἰς μέσον· ἐβόα δὲ μεγάλῃ τῇ φωνῇ ταφῇ τὰ σώματα ἐξαιτούμενον. Πορφύριος ἦν ὁ μακάριος, θρέμμα γνήσιον Παμφίλου οὐδ' ὅλων ὀκτωκαίδεκα ἐτῶν, καλλιγραφικῆς ἐπιστήμης ἔμπειρος, σωφροσύνης δὲ ἕνεκα καὶ τρόπων πάντα καλύπτων ἐγκώμια ὡς οἷα ὑπὸ τηλικῷδε ἀνδρὶ συνησκημένος. ὡς ἔγνω τὴν κατὰ τοῦ δεσπότου ψῆφον, ἀπὸ μέσης τῆς πληθύος ἀνέκραγε, γῇ τὰ σώματα παραδοθῆναι ἀξιῶν.
11.16.1
ὃ δὲ οὐκ ἄνθρωπος, ἀλλὰ θὴρ καὶ θηρίου παντὸς ἀγριώτερος, μήτε τῆς αἰτήσεως τὸ εὔλογον ἀποδεξάμενος μήτε τῷ τῆς ἡλικίας ἀπονείμας νέῳ συγγνώμην, αὐτὸ μόνον ὡς ὁμολογοῦντα Χριστιανὸν ἔμαθε, παντὶ σθένει τοῖς βασανισταῖς κατ' αὐτοῦ χρῆσθαι προστάττει.
11.17.1
ὡς δὲ ἐπικελευομένου θύειν ἀνένευεν ὁ θαυμάσιος, οὐκέθ' οἷα σάρκας ἀνθρώπου, ἀλλ' οἷα λίθους ἢ ξύλα ἤ τι τῶν ἀψύχων ἕτερον ἄχρις ὀστέων αὐτῶν καὶ τῶν κατὰ βάθους σπλάγχνων αἰκίζειν αὐτὸν καὶ πᾶν τὸ σῶμα καταξαίνειν ἐπικελεύεται. εἰς μακρὸν δὲ τούτου γινομένου, μάτην ἐγχειρεῖν διέγνω, ἀφώνου μικροῦ δεῖν καὶ ἀψύχου τοῦ σώματος τῷ γενναίῳ μάρτυρι καταστάντος· 11. 18 παράμονον δὲ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον κεκτημένος ὁ δικαστὴς τριχῶν πεπλεγμένοις ὑφάσμασιν τὰς ἐκδαρείσας ταῖς βασάνοις πλευρὰς ψήχειν καὶ τρίβειν ἐπὶ πλέον προστάττει, εἶθ' ὥσπερ κόρον λαβὼν καὶ τῆς μανίας ἐμφορηθεὶς μακρῷ καὶ μαλθακῷ πυρὶ παραβληθῆναι αὐτὸν ἀποφαίνεται. οὗτος μὲν οὖν πρὸ τῆς τοῦ Παμφίλου τελειώσεως, ὕστατος ἐπὶ τὸν ἀγῶνα παρελθών, τῇ ἀπὸ τοῦ σώματος ἀπαλλαγῇ τὸν δεσπότην προέλαβεν· 11. 19 ἦν δὲ ἄρα τὸν Πορφύριον θεωρεῖν ἱερονίκου διαθέσει πάμμαχον νενικηκότος κεκονιμένον τὸ σῶμα, φαιδρὸν δὲ τὴν ὄψιν θαρσαλέῳ τε φρονήματι καὶ γαύρῳ τὴν ἐπὶ τὸν θάνατον βαδίζοντα, θείου πνεύματος ὡς ἀληθῶς ἔμπλεων. καὶ δὴ φιλοσόφῳ σχήματι τῷ περὶ αὐτὸν ἀναβολαίῳ τρόπον ἐξωμίδος ἠμφιεσμένος, ἄνω βλέπων καὶ πάντα τὸν θνητὸν καὶ ἀνθρώπινον ὑπερφρονῶν βίον ἀτρεμεῖ τῇ ψυχῇ πρόσεισι τῇ πυρᾷ. ἤδη δὲ αὐτῷ τῆς φλογὸς πελαζούσης ὡς ἂν μηδενὸς αὐτῷ παρόντος λυπηροῦ, ἀταράχῳ καὶ νήφοντι λογισμῷ περὶ τῶν οἰκείων τοῖς γνωρίμοις ὁ ἥρως διετάττετο εἰς ἔτι τότε τὸ πρόσωπον φαιδρὸν καὶ ἀπαράλλακτον διαφυλάττων. ὡς δὲ τοῖς γνωρίμοις αὐτάρκως συνετάξατο, πρὸς τὸν θεὸν ἤδη λοιπὸν ἠπείγετο· τῆς γέ τοι πυρᾶς ἐξ ἀποστήματος κύκλῳ περὶ αὐτὸν ἁφθείσης, ἐνθένδε κἀκεῖθεν ὑφήρπαζε τῷ στόματι τὴν φλόγα, ἐπισπέρχων αὐτὸς ἑαυτὸν ἐπὶ τὴν προκειμένην πορείαν· καὶ τοῦτο ἔπραττεν οὐδὲ ἕτερον ἢ Ἰησοῦν ἀνακαλούμενος.
11.20.1
τοιοῦτος καὶ ὁ Πορφυρίου ἆθλος· τῆς δὲ κατ' αὐτὸν τελειώσεως ἄγγελος τῷ Παμφίλῳ γενόμενος Σέλευκος τοῦ σὺν αὐτοῖς καταξιοῦται παραχρῆμα κλήρου. αὐτίκα γοῦν διαγγείλαντα αὐτὸν τῷ Παμφίλῳ τὸ τοῦ Πορφυρίου τέλος καὶ τῶν μαρτύρων ἕνα φιλήματι ἀσπασάμενον συλλαβόντες οἱ στρατιῶται ἄγουσιν ἐπὶ τὸν ἡγεμόνα· ὃ δὲ ὥσπερ ἐπισπεύδων τῶν πρότερον αὐτὸν συναπόδημον γενέσθαι, κεφαλικῇ κολασθῆναι τιμωρίᾳ προστάττει.
11.21.1
τῆς Καππαδοκῶν οὗτος ὡρμᾶτο γῆς, λαμπρότατα δὲ τῶν ἐν στρατείαις εὐδοκιμήσας, τῶν ἐν Ῥωμαϊκαῖς προκοπαῖς οὐ μικρᾶς ἐπείληπτο ἀξίας· οὐ μὴν ἀλλὰ καὶ αὐτῇ ἡλικίᾳ καὶ ῥώμῃ σώματος μεγέθει τε καὶ ἰσχύος ἀρετῇ πλεῖστον ὅσον τοὺς λοιποὺς ἐπλεονέκτει, καὶ τὴν πρόσοψιν δὲ αὐτὴν περίβλεπτος ἦν τοῖς πᾶσι τό τε πᾶν εἶδος ἀξιάγαστος μεγέθους ἕνεκα καὶ εὐμορφίας.
11.22.1
κατ' ἀρχὰς μὲν οὖν τοῦ διωγμοῦ διὰ μαστίγων ὑπομονῆς τοῖς κατὰ τὴν ὁμολογίαν διέπρεψεν ἀγῶσι· μετὰ δὲ τὴν τῆς στρατείας ἀπαλλαγὴν ζηλωτὴν αὐτὸς ἑαυτὸν καταστήσας τῶν τῆς θεοσεβείας ἀσκητῶν, Χριστοῦ γνήσιος στρατιώτης ἀποδέδεικται, ὀρφανῶν ἐρήμων καὶ χηρῶν ἀπεριστάτων τῶν τε ἐν πενίᾳ καὶ ἀσθενείᾳ καταπονουμένων ἐπίσκοπός τις οἷα καὶ φροντιστὴς ἐπιμελούμενος πατρός τε καὶ κηδεμόνος δίκην τῶν ἀπερριμμένων ἁπάντων τοὺς πόνους καὶ τὰς κακοπαθείας ἀνακτώμενος· ὅθεν εἰκότως πρὸς τοῦ τοῖς τοιοῖσδε χαίροντος θεοῦ μᾶλλον ἢ ταῖς διὰ καπνοῦ καὶ αἵματος θυσίαις τῆς κατὰ τὸ μαρτύριον ἠξιώθη τελειώσεως.
11.23.1
δέκατος οὗτος ἀθλητὴς σὺν τοῖς εἰρημένοις μιᾷ καὶ τῇ αὐτῇ τετελείωτο ἡμέρᾳ, καθ' ἥν, ὡς ἔοικε, μεγίστης τῷ Παμφίλου μαρτυρίῳ πύλης οὐρανῶν διανοιχθείσης, εὐμαρὴς ἅμ' αὐτῷ καὶ ἄφθονος ἡ τῆς τοῦ θεοῦ βασιλείας ἐγένετο πάροδος.
11.24.1
κατ' ἴχνος δῆτα τῷ Σελεύκῳ Θεόδουλος σεμνός τις καὶ θεοσεβὴς παρῄει πρεσβύτης, τῆς ἡγεμονικῆς οἰκετίας πρώτης τιμῆς ἠξιωμένος τρόπων καὶ ἡλικίας ἕνεκα καὶ διὰ τὸ τριγενείας αὐτὸν πατέρα καθεστάναι καὶ ἔτι μᾶλλον δι' ἣν ἔσῳζε περὶ τοὺς κηδεμόνας εὔνοιαν. τὸ παραπλήσιον δὴ τῷ Σελεύκῳ καὶ οὗτος διαπραξάμενος καί τινα τῶν μαρτύρων ἀσπασάμενος φιλήματι, προσάγεται τῷ δεσπότῃ, μᾶλλόν τε αὐτὸν τῶν ἄλλων ἐπ' ὀργὴν ὀξύνας, ταὐτὸν τοῦ σωτηρίου μαρτύριον πάθους σταυρῷ παραδοθεὶς ἀνεδέξατο.
11.25.1
ἐπὶ τούτοις ἑνὸς ἔτι λείποντος ὃς τὸν δωδέκατον ἀποπληρώσειεν τοῖς εἰρημένοις ἀριθμόν, Ἰουλιανὸς παρῆν τοῦτον ἀποπληρώσων. ἐξ ἀποδημίας οὗτος αὐτῆς ὥρας ἀφικόμενος μηδὲ εἰσβαλών πω τῇ πόλει, εὐθὺς ὡς εἶχεν ἀπὸ τῆς ὁδοῦ, μαθὼν παρά του καὶ ὁρμήσας ἐπὶ τὴν τῶν μαρτύρων θέαν ὡς ἐπὶ τῆς γῆς χαμαὶ κείμενα τὰ τῶν ἁγίων ἐθεάσατο σώματα, χαρᾶς ἔμπλεως γεγονώς, ἑκάστῳ περιπλέκεται, φιλήματι τοὺς πάντας ἀσπαζόμενος.
11.26.1
ἔτι δὲ τοῦτο πράττοντα συλλαβόντες οἱ τῶν φόνων διάκονοι προσάγουσι τῷ ἄρχοντι· ὃ δὲ ἀκόλουθα τῇ προαιρέσει τελῶν, μακρῷ καὶ τοῦτον πυρὶ παραδίδωσιν. οὕτω δῆτα καὶ Ἰουλιανὸς σκιρτῶν καὶ ὑπεραλλόμενος μεγάλῃ τε τῇ φωνῇ τῷ τηλικούτων αὐτὸν ἀγαθῶν ἀξιώσαντι θεῷ χάριτας ὁμολογῶν, μαρτύρων ἐν χοροῖς ἀνελαμβάνετο.
11.27.1
ἦν δὲ καὶ οὗτος τὸ μὲν γένος τῶν Καππαδοκῶν, τὸν δὲ τρόπον πλήρης μὲν εὐλαβείας, πλήρης δὲ πίστεως, πρᾶος ἀνὴρ καὶ ἐπιεικὴς τά τε ἄλλα σπουδαῖος καὶ πνέων εὐωδίας ἁγίου πνεύματος· τοσοῦτον συνοδίας στῖφος σὺν τῷ μακαρίῳ Παμφίλῳ τῆς τοῦ μαρτυρίου τελειώσεως ἠξιώθη.
11.28.1
ἐπὶ τέτταρας δῆτα ἡμέρας τοσαύτας τε νύκτας προστάξει τοῦ Φιρμιλιανοῦ τὰ πανάγια σώματα τῶν τοῦ θεοῦ μαρτύρων εἰς βορὰν τοῖς σαρκοβόροις θηρίοις ἐξέκειτο· ὡς δὲ οὐδὲν αὐτοῖς προσῄει, οὐ θήρ, οὐκ ὄρνεον, οὐ κύων, ἐξ οἰκονομίας θεοῦ ληφθέντα σῶα καὶ ἀβλαβῆ, τῆς προσηκούσης τιμῆς καὶ κηδείας λαχόντα, τῇ συνήθει παρεδόθη ταφῇ, ναῶν οἴκοις περικαλλέσιν ἀποτεθέντα ἐν ἱεροῖς τε προσευκτηρίοις εἰς ἄληστον μνήμην τῷ τοῦ θεοῦ λαῷ τιμᾶσθαι παραδεδομένα.

Intertext edge

Open linked passage

Note