Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De martyribus Palaestinae Recensio prolixior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
Δεινὸς ὄφις καὶ τύραννος ἀπηνὴς ἄρτι τότε νεαρᾶς τῆς κατὰ πάντων ἐπιλαβόμενος ἀρχῆς αὐτόθεν τε ὥσπερ ἀφ' ἑστίας θεομαχεῖν ὡρμημένος, νεανικώτερον ἢ οἱ ἔμπροσθεν αὐτοῦ γενόμενοι τῷ καθ' ἡμῶν ἐπαπεδύετο διωγμῷ· Μαξιμῖνος οὗτος ἦν.
4.2.1
συγχύσεως δῆτα πικρᾶς ἐπῃωρημένης ἅπασι τοῖς τὰς πόλεις οἰκοῦσιν ἄλλων τε ἀλλαχόσε διασπειρομένων καὶ τὰ περιέχοντα κακὰ σπουδὴν διαδρᾶναι ποιουμένων, τίς ἂν ἐπαρκέσειεν ἡμῖν λόγος εἰς ἐπαξίαν διήγησιν τοῦ θείου ἔρωτος τοῦ μάρτυρος Ἀπφιανοῦ;
4.3.1
εἰκοστὸν οὔπω τῆς τοῦ σώματος ἡλικίας ἔτος εἰσεληλυθὼς ἦν, τὸ δὲ γένος τῶν ἀπὸ τῆς Λυκίας διαφανῶν καὶ τὰ πρῶτα φερομένων ἐν πλούτῳ καὶ τοῖς ἄλλοις ἀξιώμασιν· δι' ὃ δὴ σπουδῇ τῶν γονέων ἐπὶ τὰ κατὰ τὴν Βηρυτὸν παιδευτήρια λόγων ἕνεκα ἐστέλλετο καὶ ποικίλων μαθημάτων συνείλεκτο παρασκευήν. ἀλλ' οὔπως ταῦτα ἔχοι ἂν πρὸς τὴν προκειμένην γραφὴν οἰκείαν τινὰ διήγησιν· εἰ δὲ χρὴ παραδόξου πράξεως τῆς παναγίας ἐκείνης μνημονεῦσαι ψυχῆς, θαυμάζειν ἄξιον πῶς ἐν τοιαύτῃ πόλει τῆς μὲν τῶν νέων συνουσίας καὶ συνδιατριβῆς κρείττων ἐγίνετο, ἤθει δὲ πρεσβυτικῷ καὶ σεμνοῦ βίου καὶ τρόπου καταστάσει ἑαυτὸν ἐκόσμει, οὐχ ὑπὸ τῆς ἀκμῆς τοῦ σώματος οὐδ' ὑπὸ τῆς τῶν νέων ἑταιρίας ὑποσυρόμενος, κρηπῖδά τε ὥσπερ ἀγαθῶν τὴν ἐγκράτειαν τε αὐτὸς ἑαυτῷ εἰς διάνοιαν καταβαλλόμενος, ἁγνείαν τὴν παντελῆ καὶ σωφροσύνην ἠσπάζετο, σεμνῶς καὶ εὐσεβείᾳ προσηκόντως 4. 4 αὐτὸς τὸν ἑαυτοῦ παιδεύων βίον.
4.5.1
ἀλλὰ γὰρ μετὰ τὴν αὐτάρκη παίδευσιν ἐπανῄει μὲν ἀπὸ τῆς Βηρυτοῦ ἐπὶ τὴν τοῦ πατρὸς ἑστίαν· ἐπειδὴ δὲ μὴ οἷός τε ἦν συνεῖναι τοῖς τῷ γένει προσήκουσιν διὰ τὸ τῶν τρόπων ἀνόμοιον, λαθὼν τοὺς οἰκείους τῆς αὐτόθι διατριβῆς ἀπαλλάττεται, καθόλου μηδὲν τῶν ἐφημέρων δαπανῶν φροντίζων. παρεγένετο γοῦν γνησίᾳ καὶ ὁλοκλήρῳ τῇ πίστει, θεοῦ δυνάμει ὁδηγούμενος, ἐπὶ τήνδε τὴν ἡμετέραν πόλιν, ἔνθα αὐτῷ παρεσκεύαστο ὁ πολυτίμητος τοῦ μαρτυρίου στέφανος.
4.6.1
συγγενόμενος δὲ ἡμῖν αὐτοῖς καὶ τοῖς θείοις συγκροτηθεὶς μαθήμασιν λόγοις τε ἱεροῖς ὑπὸ Παμφίλῳ τῷ μεγάλῳ μάρτυρι συνασκηθείς, ἕξιν εἰς ἀρετὴν οὐ τὴν τυχοῦσαν συνελέξατο· δι' ὅπερ τὴν τοῦ μαρτυρίου τελείωσιν ἐντεῦθεν παρασκευασάμενος τέλος ὁποῖον ἐπιδέδεικται δείξει προιὼν ὁ λόγος, 4. 7 τίς μὲν ἰδὼν οὐ κατεπλάγη, τίς δὲ ἀκοῇ παραλαβὼν οὐκ ἐθαύμασεν τὸ θάρσος, τὴν παρρησίαν, τὴν ἔνστασιν, τὴν ἐγκράτειαν, τὰς πρὸς τὸν δικαστὴν φωνάς, τὰς ἀποκρίσεις, τὴν φρόνησιν καὶ πρό γε τούτων ἁπάντων τὴν τόλμαν αὐτὴν καὶ τὸ ἐπιχείρημα ζήλου πνέον ἐνθέου καὶ ἐρρωμένης τῆς πρὸς τὸν παμβασιλέα θεὸν εὐσεβείας;
4.8.1
δευτέρας τοίνυν καθολικῆς ἐπαναστάσεως κατὰ τὸ τρίτον ἔτος τοῦ καθ' ἡμᾶς διωγμοῦ γενομένης, γραμμάτων Μαξιμίνου τότε πρῶτον πεφοιτηκότων δι' ὧν ἐκέλευσεν πανδημεὶ πάντας μετ' ἐπιμελείας καὶ σπουδῆς τῶν κατὰ πόλιν ἀρχόντων θύειν τε καὶ σπένδειν τοῖς δαίμοσιν, κήρυκες μὲν αὐτίκα κατὰ πάσας τὰς πόλεις ἄνδρας τε ἅμα γυναιξὶν καὶ τέκνοις ἐπὶ τοὺς τῶν εἰδώλων οἴκους ἀπαντᾶν ἐβόων· χιλίαρχοι δὲ καὶ ἑκατόνταρχοι κατ' οἴκους καὶ ἄμφοδα παριόντες ἀναγραφὰς τῶν πολιτῶν ἐποιοῦντο, εἶτα ἐξ ὀνόματος ἕκαστον ἀνακαλούμενοι, τὸ προσταχθὲν πράττειν ἐβιάζοντο. ἀφάτῳ δὴ οὖν κλύδωνι κακῶν πανταχῇ πάντων ἐπειλημμένων, ὁ πανάγιος τοῦ θεοῦ μάρτυς Ἀπφιανὸς πρᾶγμά τι παντὸς λόγου κρεῖττον διαπράττεται. μηδενὸς ἐπὶ τῷ πραττομένῳ συνειδότος αὐτῷ ἡμᾶς τε ὑποκλέψας, οἳ κατ' οἶκον συνῆμεν αὐτῷ, ἐπ' αὐτὸν οὖν ὁρμᾷ τὸν τοῦ ἔθνους ἄρχοντα, ἔπειτα ἀθρόως ἐπιστὰς καὶ πᾶν τὸ περὶ τὸν ἡγεμόνα στρατιωτικὸν στῖφος λαθὼν ὁμοίως, σπένδοντι τῷ Οὐρβανῷ πρόσεισιν, καὶ τῆς δεξιᾶς χειρὸς λαβόμενος, εἴργει μὲν τῆς εἰδωλολάτρου πράξεως, ἤθει δὲ εὖ μάλα πράῳ μετὰ παραστήματος ἐνθέου παύσασθαι παρῄνει τῆς πλάνης· μὴ γὰρ ἐξὸν εἶναι ἀποστραφέντα τὸν ἕνα καὶ μόνον καὶ ἀληθῆ θεὸν ἀψύχοις εἰδώλοις καὶ πνεύμασι πονηροῖς θύειν.
4.9.1
ἦν δὲ ἄρα ὁ θεὸς αὐτὸς ὁ τῶν ἀσεβῶν τὸν ἔλεγχον διὰ τοῦ μειρακίου ποιούμενος, ἐπὶ τοῦτό τε αὐτὸν προήγαγεν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις, μόνον οὐχὶ διὰ τοῦ πραττομένου βοῶσα ὅτι τοσοῦτον ἀποδέουσιν οἱ αὐτοῦ στρατιῶται, οἵ γε ὄντως τοιοῦτοι, ταῖς τῶν ἀθέων γνώμαις πείθεσθαι, ὡς μὴ μόνον τῶν ἀπειλουμένων καὶ παντὸς θανάτου καταφρονεῖν, ἀλλὰ καὶ τοσοῦτον ἀποδεῖν τῆς ἐπὶ τὰ χείρω προτροπῆς, ὡς εὐγενεῖ φρονήματι καὶ ἀτρόμῳ γλώττῃ πρὸς ἅπαντας ἐλευθεροσ τομεῖν καὶ ἤδη καὶ αὐτούς, ὅλως εἰ δυνατὸν εἴη, πείθειν βούλεσθαι τοὺς ἐλαύνοντας μεταθέσθαι μὲν τῆς ἀγνοίας, τὸν δὲ σωτῆρα τῶν ὅλων καὶ μόνον ἀληθινὸν θεὸν ἐπιγινώσκειν.
4.10.1
οἱ δὲ δαιμόνων ὑπηρέται πληγέντες ὥσπερ ὑπό τινος καυτῆρος τὰς φρένας, οἱ ἀμφὶ τὸν ἡγεμόνα στρατιῶται, σπαράττουσι παίοντες κατὰ πρόσωπον καὶ χαμαὶ κείμενον τοῖς ποσὶ καταπατοῦντες πιεσμοῖς τε τὸ στόμα καὶ τὰ χείλη διασπῶντες· ἃ δὴ πάντα ἀνδρειότατα ὑποστάς, τέως μὲν εἰς τὸν τῆς εἱρκτῆς σκοτεινὸν μυχὸν ἀνελαμβάνετο,
4.11.1
νυχθήμερον δὲ ἐνταῦθα παραταθεὶς ἐπὶ τοῦ κολαστηρίου ξύλου τοὺς πόδας τῇ ὑστεραίᾳ παρίσταται τοῖς δικαστηρίοις. ἔνθα ὁ γενναῖος τοῦ ἔθνους ἡγούμενος Οὐρβανὸς ἐπίδειξιν ὥσπερ τινὸς ἀγαθοῦ τῆς οἰκείας ὠμότητος ποιούμενος, πᾶν εἶδος κολαστηρίων ἐπήγαγεν κατὰ τοῦ μάρτυρος, τὰς πλευρὰς ἄχρις ὀστέων καὶ σπλάγχνων αὐτῶν (καταξαίνειν παρακελευόμενος δὲ πληγάς τε κατὰ προσώπου καὶ αὐχένος αὐτῷ τοσαύτας ἐπιθεῖναι, ὡς μηκέθ', ὅστις εἴη, τὸ πρόσωπον ἀφανισθέντα, γινώσκεσθαι.
4.12.1
ὁ μὲν δῆτα θεοῦ μάρτυς, οἷά τις ἀδάμας, καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ῥωσθεὶς ἔτι μᾶλλον θείας δυνάμεως ἐμπνεούσης, πολλὰ τοῦ δικαστοῦ πυνθανομένου οὐδὲν πλεῖον ἢ Χριστιανὸν ἑαυτὸν ὡμολόγει εἶναι, εἶτα ἐρωτώμενος ὅστις εἴη καὶ πόθεν, ποῖ τε εἴη μένων, οὐδὲν ἕτερον ἢ Χριστοῦ δοῦλον ἑαυτὸν ὡμολόγει· ὃ δὲ εἰς μανίαν ἤδη χωρῶν καὶ κινούμενος ἐπὶ τῇ τοῦ μάρτυρος ἀνικήτῳ φωνῇ, λίνοις ἐλαίῳ δευθεῖσιν τοὺς πόδας περιπλέξαντας αὐτοῦ πῦρ ὑφάψαι προστάττει. ὡς δὲ οἱ βασανισταὶ τὸ προσταχθὲν ἐτέλουν, ἀνήρτητο δὲ ὑψηλῶς ὁ μάρτυς, φοβερὸν δὲ θέαμα τοῖς ὁρῶσιν ἦν, οὕτω μὲν τὰς πλευρὰς διερρωγώς, οὕτω δὲ διωγκηκὼς καὶ τοῦ προσώπου τὴν μορφὴν ἠλλοιωμένος, πολλῷ τε τῷ πυρὶ τοὺς πόδας ἐπὶ μακρὸν καιόμενος χρόνον, ὡς διαρρεῖν μὲν τηκομένας κηροῦ δίκην τὰς σάρκας, τῶν δὲ ὀστέων καθάπερ ξηρῶν καλάμων εἴσω διικνεῖσθαι τὸ πῦρ.
4.13.1
ἀλλ' οὐδὲν τούτων ἔμελεν τῷ πάσχοντι· ἔνδον γὰρ εἶχεν βοηθὸν τὸν ἐν αὐτῷ θεόν, ἐναργῆ τοῖς πᾶσι τὴν αὐτοῦ βοήθειαν καὶ παρουσίαν ὥσπερ τὶ φῶς ὁρᾶν παρεχόμενον· δι' ὃ δὴ μείζονος θάρσους ὁ μάρτυς ἐνεπίμπλατο καὶ πλείονος παρρησίας μεστὸς ἦν. φωνῇ δ' οὖν ἐβόα μεγίστῃ καὶ λόγῳ τὴν εἰς τὸν μαρτυρούμενον θεὸν ἀνεκήρυττεν ὁμολογίαν ἐμαρτύρει τε παρούσης αὐτῷ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν δυνάμεως καὶ τὰς παραδόξους ταύτας θέας ὡς ἐν μεγίστῳ θεάτρῳ δεικνυμένης. οἳ μὲν γὰρ ἐλύττων οἷα δαίμονες, καὶ τὰς ψυχὰς ὀδυνώμενοι, ὡς ἂν αὐτοὶ τὰ δεινὰ πάσχοντες, πρίοντες τοὺς ὀδόντας καὶ τοὺς λογισμοὺς καόμενοι, λέγειν ἐξεβιάζοντο ὅστις εἴη καὶ πόθεν καὶ ποῖ εἴη μένων, θύειν τε καὶ τοῖς ὡρισμένοις πειθαρχεῖν· ὃ δὲ εἰς πάντας ἀποβλέπων οἷα μεθύοντας ἑώρα, ἀλλ' οὐδὲ ἀποκρίσεως αὐτοὺς καταξιῶν, πρὸς τὰς πεύσεις μιᾷ μόνῃ ἐκέχρητο φωνῇ τὸν Χριστὸν ὁμολογούσῃ καὶ τὸν τούτου πατέρα καὶ τὸ ἅγιον πνεῦμα μόνον εἰδέναι μαρτυρούσῃ θεόν. ἤδη γοῦν ἡττημένων καὶ ἀπειρηκότων τῶν πολεμίων, αὖθις ἐπὶ τὴν εἱρκτὴν ἀνελαμβάνετο, τῇ δὲ ἐπιούσῃ ἡμέρᾳ τῷ δικαστῇ προσαχθεὶς καὶ τὴν αὐτὴν μαρτυρήσας ὁμολογίαν, βυθοῖς θαλάσσης παραδοθῆναι κελεύεται.
4.14.1
τὰ δὲ ἐπὶ τούτοις πραχθέντα εὖ οἶδα ἀπιστηθήσεσθαι παρὰ τοῖς μὴ ὄψει τὸ ἔργον παρειληφόσιν, ὦτα γὰρ ἀνθρώποις ἀπιστότερα πέφυκεν εἶναι ὀφθαλμῶν· ὅμως δὲ οὐ παρὰ τοῦτο δίκαιον ἡμᾶς λήθῃ παραδοῦναι τὸ θαῦμα, οἵ τε μάρτυρες ἡμῖν τῆς ἱστορίας πάντες, ὡς ἔπος εἰπεῖν, οἱ τὴν Καισαρέων πόλιν οἰκοῦντες γεγόνασιν· οὐδεμία γοῦν ἡλικία τῆς παραδόξου ταύτης ἀπελείφθη θέας.
4.15.1
ὡς γὰρ κατὰ τὸν τοῦ πελάγους βυθὸν ἔρριπτον τὸν τοῦ θεοῦ ἄνθρωπον, λίθοις τοὺς πόδας καταδήσαντες, κλόνος οὐχ ὁ τυχὼν σεισμός τε παραχρῆμα καὶ βρασμὸς αὐτήν τε τὴν θάλατταν καὶ τὸ περιέχον ἅπαν διέχει κίνησίς τε μεγίστη τὴν πόλιν ἅπασαν ἐκίνει· ἅμα δὲ τῷ παραδόξῳ τοῦ θείου μάρτυρος τὸ νεκρὸν σῶμα, ὡς οὐ φέρειν αὐτὸ δυναμένη, πρὸ τῶν τῆς πόλεως ἐκβράττει πυλῶν ἡ θάλαττα. προύκειτο δὴ θέαμα πονηρὸν πρὸς αὐτοῖς τοῖς προπύλοις τῆς πόλεως ὁ νεκρός, καὶ πολὺς ἦν διαχῶν τὸ πᾶν ἐπῃωρημένος ἐκ θεοῦ σεισμός, δεινὴν τοῖς πᾶσιν ἀπειλῶν ὀργήν. ὡς δὲ ἀπηγγέλη τὸ γεγονὸς τοῖς τὴν πόλιν οἰκοῦσιν, δρομάδην ὁμοῦ πάντες πρὸ τῶν πυλῶν ἐπὶ τὴν ἱστορίαν ἐχώρουν, παῖδες, ἄνδρες, πρεσβύται θηλειῶν τε ὁμοίως πᾶσα ἡλικία μέχρι καὶ τῶν ἀφανῶν καὶ τῶν θαλαμευομένων εἰς ἔτι τε παρθενευομένων, πάντες τε καὶ πᾶσαι τὸν ἕνα καὶ μόνον θεὸν τῶν Χριστιανῶν ὡμολόγουν. τοιούτου μὲν δὴ τέλους τὸ κατὰ τὸν θαυμάσιον Ἀπφιανὸν ἔτυχε δρᾶμα· Ξανθικοῦ μηνὸς δευτέρᾳ πρὸ δ' Νωνῶν Ἀπριλλίων ἡ τοῦδε μνήμη τελεῖται· 5. 2 ἀδελφὰ δ' αὐτῷ μικρὸν τῷ χρόνῳ ὕστερον ὁ ὁμοπάτριος ἀδελφὸς ἔπασχεν τοὔνομα Αἰδέσιος. οὗτος μὲν δὴ καὶ πρὸ τῆς τοῦ ἀδελφοῦ κατὰ θεὸν ὁρμῆς φθάνει φιλοσοφίᾳ ἑαυτὸν ἐπιδιδούς. καὶ γὰρ λόγων μετεῖχεν παντοίων καὶ παιδείας οὐ τῆς Ἑλλήνων μόνον, ἀλλὰ δὴ καὶ τῆς Ῥωμαίων ἧπτο, τῆς τε Παμφίλου διατριβῆς πλείονι χρόνῳ μετέσχηκεν. καὶ δὴ οὗτος μετὰ πλείστας ὁμολογίας πολυχρονίους τε δεσμωτηρίων κακώσεις πρῶτα μὲν τοῖς κατὰ Παλαιστίνην παραδίδοται χαλκοῦ μετάλλοις· 5. 3 εἶτα μετὰ τὴν ἐν τούτοις κακοπάθειαν γίνεται ἐπὶ τῆς Ἀλεξανδρέων πόλεως, Ἱεροκλεῖ δὲ παρατυχών, ὃς τὴν Αἴγυπτον ἐξουσίᾳ τῇ ἑαυτοῦ πᾶσαν διεῖπεν, Χριστιανοῖς δικάζοντι, ὡς συνεῖδεν πέρα τῶν προσηκόντων θεσμῶν ἐμπαροινοῦντα τοῖς τοῦ θεοῦ μάρτυσιν παρθένους τε ἁγίας θεοῦ πορνοτρόφοις ἐπ' ἀσελγείᾳ καὶ ὕβρει τοῦ σώματος παραδιδόντα, οὐχ ὑπομείνας τὴν τῶν πραττομένων θέαν, τῇ ὁμοίᾳ τῷ ἀδελφῷ ἐπιβάλλεται πράξει. ζήλου δ' οὖν πληρωθεὶς ἐνθέου πρόεισιν καὶ λόγῳ καὶ ἔργῳ τὸν Ἱερακλέα καταισχύνει, αὐτοχειρίᾳ πληγὰς ἐντείνας αὐτῷ κατὰ τοῦ προσώπου χαμαί τε βαλὼν ὕπτιον ἐπὶ τῆς γῆς τύπτων τε ἅμα καὶ παραινῶν μὴ παρὰ φύσιν τολμᾶν κατὰ τῶν τοῦ θεοῦ δούλων, πολλά τε καὶ ἄλλα εἰπὼν καὶ ἐπὶ τούτοις εὖ μάλα καρτερῶς ὑπομείνας τὰς κατὰ τοῦ σώματος ἐπιτεθείσας αὐτῷ βασάνους, τὴν ἀδελφικὴν ἀπηνέγκατο θαλάττῃ παραδοθεὶς τελευτήν. ἀλλ' οὗτος ἐπὶ τῆς Ἀλεξανδρείας μικρὸν τῷ χρόνῳ ὕστερον τοῦτον διηγωνίσατο τὸν ἆθλον· τῶν δὲ ἐπὶ Παλαιστίνης μαρτύρων μετὰ Ἀπφιανὸν Ἀγάπιος ἐπὶ τὸν ἀγῶνα παρῄει.

Intertext edge

Open linked passage

Note