Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
De martyribus Palaestinae Recensio prolixior
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1.1
Ἐπὶ πέμπτον μὲν ἔτος ἤδη ὁ καθ' ἡμῶν διωγμὸς παρετείνετο, μὴν δὲ ἦν Ξανθικός, ἡμέρα τούτου βʹ, ἡ δ' αὐτὴ ἂν εἴη πρὸ δʹ Νωνῶν Ἀπριλλίων· καί τις ἱερὰ καὶ παναγία κόρη τῶν ἀπὸ Τύρου τῷ τοῦ θεοῦ παιδὶ παρθενευομένη, οὐδὲ ὅλων ἐτῶν ὀκτωκαίδεκα, δεσμίοις ὁμολογηταῖς θεοῦ τῶν ἡγεμονικῶν δικαστηρίων προκαθημένοις μέλλουσίν τε αὐτίκα μάλα παρίστασθαι τῷ δικαστῇ πρόσεισιν φιλοφρονουμένη, μεμνῆσθαί τε αὐτῆς παρακαλεῖ τοῦ σκοποῦ τυχόντας.
7.2.1
ἐπεὶ δὲ τοῦτο ἔπραξεν, ὥσπερ ἔκθεσμόν τι καὶ ἀνόσιον διαπραξαμένην συναρπάζουσι στρατιῶται παραχρῆμά τε τῷ Οὐρβανῷ προσάγουσιν· τότε γὰρ ἔτι τὴν Παλαιστινῶν διεῖπεν ἀρχήν. ἀλλ' οὗτος οὐκ οἶδ' ὅ τι παθών, ὥσπερ τὰ μέγιστα πρὸς τῆς κόρης ἠδικημένος, παραχρῆμα θυμοῦ καὶ λύττης ἐμπίμπλαται, θύειν τε αὐτῇ προστάξας, ἐπειδὴ ἀνανεύουσαν ηὕρισκεν, ταύτῃ μᾶλλον ὁ θηριωδέστατος δεινὰς κατὰ τῶν πλευρῶν καὶ κατὰ τῶν μαζῶν ἐπιτίθησιν αὐτῇ βασάνους, ὀστέων τε αὐτῶν εἴσω δὴ καὶ σπλάγχνων ὁ ἀνηλεὴς ἐχώρει, ἐπιμόνως τὴν παῖδα τιμωρούμενος σιγῇ τὰς βασάνους δεχομένην. ἔτι δ' ἐμπνέουσαν ἠρώτα θύειν παρακελευόμενος· ἣ δὲ διάρασα τὸ στόμα καὶ τοῖς ὀφθαλμοῖς ὀξὺ καὶ ἀτενὲς ἐμβλέψασα, ὑπομειδιῶντι προσώπῳ (ἐπήνθει δὲ αὐτῇ καὶ τὸ τῆς ἀκμῆς κάλλος) «τί δὴ πλανᾷ», φησίν, «ἄνθρωπε, οὐκ εἰδώς με κατ' εὐχὰς πράττειν νῦν ὅτε τῶν τοῦ θεοῦ μαρτύρων κοινωνίας τυχεῖν ἠξιώθην;» ὃ δὲ ἐπειδὴ συνεῖδεν ἑαυτὸν γέλωτα τῆς κόρης γενόμενον, οὐκέθ' οἷός τε ὢν καὶ μείζοσιν αὐτὴν ἢ πρότερον βασάνοις αἰκίζεσθαι, τοῖς θαλαττίοις κατακρίνει βυθοῖς. μεταστὰς δὲ ἀπὸ ταύτης ἐπὶ τοὺς λοιποὺς ᾔει ὁμολογητάς, ὧν αἰτίαι τῇ κόρῃ πέπρακται τὰ δεδηλωμένα, ὁμοῦ δὲ πάντας τοῖς κατὰ Παλαιστίνην χαλκοῦ μετάλλοις παραδίδωσιν, οὐδὲν εἰπὼν οὐδ' ἀνάγκην ἐπιθείς· ἡ γὰρ πρόμαχος ἁπάντων τοὺς αὐτῶν ἀναδεξαμένη πόνους καὶ τὸν ὠμὸν δικαστὴν εὐτονίᾳ καὶ ῥώμῃ ψυχῆς παραλύσασα, δειλὸν καὶ εἰς τοὺς μετὰ ταῦτα κατεστήσατο. ἡμέρα κυριακὴ ἦν, καθ' ἣν ταῦτα ἐπὶ τῆς Καισαρείας ἐν μηνὶ τῷ εἰρημένῳ καὶ κατὰ τὸ δηλωθὲν ἔτος ἐπράχθη.

Intertext edge

Open linked passage

Note