Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1
De vitis prophetarumἘκ τῶν Εὐσεβίου τοῦ Παμφίλου περὶ τῆς τοῦ βιβλίου τῶν προφητῶν ὀνομασίας καὶ ἀπὸ μέ ρους τί περιέχει ἕκαστος. Γεγόνασι μὲν καὶ πρὸ τούτου προφῆται· ἐπὶ μὲντοῦ Δαυῒδ, Σαμουὴλ καὶ Νάθαν, καὶ Γάδ· ἐπὶ δὲ τοῦ Ῥοβοὰμ καὶ Ἀβιὰ καὶ Ἀσὰ, Ἀχίας ὁ Σελωνίτηςκαὶ Σαμαΐας, καὶ Ἀδδὼ, καὶ Ἀζαρίας, καὶ Ἀνανεί· ἐπὶ δὲ τοῦ Ἰωσαφὰθ καὶ τοῦ Ἀχαὰβ, Ἡλίας καὶἘλισαῖος, καὶ ὁ προφητεύσας τῷ Ἀχαὰβ περὶ τῆς Συρίας, καὶ ὁ πατάξας ἑαυτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ Ἰοὺ ὁ τοῦ Ἀμεὶ, [nota in margine, Ἀνανὶ] καὶ Ὀζιὴλ, καὶ Ἐλιαδά· ἀλλ' οὐ φέρεταιτούτων ἴδια συγγράμματα· εἰ μὴ μόνον οἱ λόγοι αὐτῶν ἐν ταῖς Βασιλείαις καὶ ταῖς Παραλειπομέναις. Ἐν δὲ τοῖς συγγράψασιν, ὧν καὶ τὰ συγγράμματα φέρεται, πρῶτοι γεγόνασιν οὗτοι· Ὠσηὲ καὶ Ἡσαΐας. Ἐπὶ γὰρ τῶν αὐτῶν βασιλέων, τῶν τε Ἰούδα Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἀχὰς, καὶ Ἐζηκίβασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰώας βασιλέως Ἰσραὴλ ἐπροφήτευσαν. Ἐγένετο δὲλόγος πρὸς αὐτὸν καὶ προφητεύει οὗτος ἐπὶ τοὺς ἱερέας, καὶ ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐπὶ τὸν οἶκον τοῦ βασιλέως, καὶ περὶ τῆς ἀπωλείας τῆς Σαμαρείας· καὶ ἐλέγξας, καὶ συγκλείσας αὐτοὺς εἰς ἀπειθίαν, σημαίνει τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, δι' ὧν ἔλαβε πόρνην γυναῖκα, ἣν καὶ λαβὼν ἐσωφρόνησεν, ἀνάγων αὐτὴν πρὸς ἑαυτόν. Προφητεύει δὲ καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας. Καὶ οὗτος συνεχρόνισε κατὰ τὴν ἀρχὴν τῷ Ὠσηὲ, καὶ τῷ Ἡσαΐᾳ, ἐπὶ Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐνἡμέραις Ἱεροβοὰμ τοῦ Ἰωὰς βασιλέως Ἰσραὴλ, γέγονε πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. Λόγους δὲ εἶδε, καὶ προφητεύει κατὰ τῆς Ἱερουσαλὴμ, καὶ κατὰ τοῦ Ἰσραὴλ, καὶ τῆς Σαμαρείας, καὶ κατὰ τῶν ἐθνῶν, Δαμασκοῦ, Γάζης, Ἀσκάλωνος, Ἀζώτου, Ἀκκάρων Τύρου, Ἰδουμαίας, Θαμαᾶν [nota in margine, ἴς. Θαιμὰν], υἱῶν Ἀμμὼν, καὶ Μωάβ· καὶ οὕτως ἐλέγχει, καὶ συγκλείει πάντας εἰς ἀπειθίαν. Ἀλλὰ καὶ Ἀμασίου τοῦ ἱερέως Βαιθὴλ διαβαλόντος αὐτὸν τῷ βασιλεῖ Ἱεροβοὰμ ὡς λέγοντα κατὰ τῆς Σαμαρείας, καὶ κατὰ τοῦ λαοῦ, αὐτὸς οὐδὲν ἧττον οὐκ ἐπαύσατο παῤῥησιαζόμενος, καὶ λέγων τὰ λόγια καὶ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. ΜΙΧΑΙΑΣ, ς ʹ. Δεύτερος μὲν τῶν προειρημένων γέγονεν. ὅτι μετὰ Ὀζίαν ἐπροφήτευσε. Συνεχρόνει δὲ αὐτοῖς. Ἐπεὶ καὶ αὐτὸς ἐπὶ Ἰωαθὰμ καὶ Ἀχὰζ καὶ Ἐζεκίου ἤρξατο προφητεύειν. Ἐγένετο δὲ ὁ λόγος πρὸς αὐτὸν τοῦ Κυρίου, καὶ προφητεύει ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ Σαμαρείας, καὶ ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαὸν, καὶ κατὰ τοῦ Ἀχαάβ. Προσημαίνει δὲ καὶ τὴν παρουσίαν τοῦ Σωτῆρος λέγων· Ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς ἔσται τὸ ὄρος τοῦ Κυρίου. ΙΩΗΛ, Βʹ. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν καὶ προφητεύει τοῖς πρεσβυτέροις καὶ πᾶσι τοῖς κατοικοῦσι τὴν γῆν, περὶ τῆς ἁλώσεως τῆς γῆς, καὶ τῶν ἐν αὐτῇ· προφητεύει δὲ καὶ περὶ τῆς τοῦ ἁγίου Πνεύματος χάριτος τῆς εἰς πάντας γενησόμενος [lege γενησομένης] ὑπὸ τοῦ Σωτῆρος. Κηρύττει δὲ καὶ περὶ νηστείας καὶ μετανοίας, καὶ περὶ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ τῶν ἐπὶ τοῦ σταυροῦ γενομένων σημείων. Ὅρασιν ἀπαγγέλλει κατὰ τῆς Ἰδουμαίας, καὶ τοῦ τέλους αὐτῆς· καὶ κατὰ τῶν ἐθνῶν τῶν ἐμπαροινησάντων τῷ Ἰσραήλ. Ἀναλωθήσεσθαι γὰρ τὸν οἶκον Ἠσαῦ ὑπὸ τοῦ Ἰακὼβ προσημαίνει. Λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν ἀπελθεῖν εἰς Νινευὴ καὶ κηρῦξαι ἐν αὐτῇ, ὅτι ἔτι τρεῖς ἡμέραι καὶ καταστραφήσεται ἡ Νινευή. Ἀλλ' Ἰωνᾶς φεύγων τὸ κήρυγμα, ἀνέβη εἰς τὸ πλοῖον. Χειμῶνός τε γενομένου ἐξεβλήθη, καὶ κατεπόθη ὑπὸ κήτου θαλασσίου. Εἶτα μετὰ τρεῖς ἡμέρας ἐξέβαλε τὸ κῆτος τὸν Ἰωνὰν ζῶντα. Καὶ πάλιν ἐκ δευτέρας λόγος Κυρίου ἐγένετο πρὸς αὐτόν. Καὶ ἀπελθὼν ἐκήρυξεν εἰς τὴν Νινευὴ, ἐκεῖνοί τε ἀκούσαντες ἐμετανόησαν, καὶ παρήγαγε Κύριος τὴν ὀργὴν ἀπ' αὐτῶν. Τῆς μέντοι παρουσίας τοῦ Σωτῆρος σημεῖον αὐτὸς γέγονε, καὶ καταποθεὶς ὑπὸ τοῦ κήτους, καὶ ἐκβληθεὶς ἀβλαβής. Λῆμμα περὶ τῆς ἀπωλείας Νινευῆ βιβλίον ὁράσεως. Προφητεύει καὶ κηρύττει μὲν καὶ περὶ ἑορτῆς. Προσημαίνει δὲ ἐν αὐτῇ περὶ τοῦ Σωτῆρος, καὶ τὰ λοιπὰ πάντα κατὰ τῆς Νινευῆ, καὶ τοῦ τέλους αὐτῆς, καὶ τῶν ἐχθρῶν τοῦ Ἰσραὴλ παραγγέλλει. Λῆμμα καὶ αὐτὸς εἶδεν· προφητεύει δεόμενος μὲν περὶ τῆς ἁλώσεως τῆς Ἱερουσαλήμ. Προσημαίνων δὲ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος. Λέγει δὲ καὶ προφητεύει κατὰ τῶν καταφρονητῶν. Εἶτα μεταξὺ προσευχή ἐστι τοῦ προφήτου μετ' ᾠδῆς. Καὶ τρία διαψάλματά ἐστιν ἐν τῇ λεγομένῃ ᾠδῇ ᾄδοντος αὐτοῦ περὶ τῆς παρουσίας τοῦ Σωτῆρος, καὶ τῆς κατὰ θανάτου νίκης. Οὗτος καὶ Ἱερεμίας συνεχρόνησαν ἀλλήλοις. Ἀμφότεροι γὰρ ἐπὶ τοῦ Ἰωσία βασιλέως Ἰούδα ἐπροφήτευσαν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ προφητεύει ἐν τῇ Ἱερουσαλὴμ, καὶ παντὶ Ἰούδᾳ· καὶ προλέγει περὶ ἡμέρας ἐσομένης μεγάλης, ὥστε ἐξαρθῆναι πάντα τὰ εἴδωλα, καὶ τὰ ἄλση, καὶ πολὺν θρῆνον καὶ κοπετὸν γίγνεσθαι. Προφητεύει δὲ καὶ περὶ τοῦ Σωτῆρος, καὶ τῆς ἀναστάσεως, ἣν δι' ἡμᾶς ποιεῖ. Καὶ κατὰ Γάζης καὶ Ἀσκάλωνος, καὶ Ἀζώτου, καὶτῆς Ἀκκάρων, καὶ κατὰ Μωὰβ, καὶ Ἀμμὼν, καὶ κατὰ Δαμασκοῦ, καὶ κατὰ Νινευῆ, καὶ κατὰ τῶν Αἰθιόπων. Οὗτος μετὰ τὴν αἰχμαλωσίαν ἐν τῇ ἐπανόδῳ ἐν τῇ Ἱερουσαλὴμ, ἐπὶ Δαρείου βασιλέως Περσῶν, δευτέρου ἔτους αὐτοῦ, τῷ ἕκτῳ μηνὶ γέγονεν. Λόγος Κυρίου ἐγένετο ἐν χειρὶ αὐτοῦ, καὶ προφητεύει τῷ Ζοροβάβελ, καὶ τῷ Ἰησοῦ τῷ τοῦ Ἰωσεδὲκ, καὶ τῷ λαῷπερὶ τῆς οἰκοδομῆς τῆς Ἱερουσαλήμ· προφητεύει δὲ καὶ περὶ τῆς παρελεύσεως τῶν σκιῶν, καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν. Καὶ οὗτος τῷ δευτέρῳ ἔτει Δαρείου προφητεύει. Ἀλλὰ τῷ ὀγδόῳ μηνὶ λόγος Κυρίου ἐγένετο πρὸς αὐτὸν, καὶ ἄγγελος Κυρίου ἐλάλει ἐν αὐτῷ, καὶ προφητεύει πρὸς τοὺς πατέρας, καὶ τὴν Ἱερουσαλήμ. Πολλὰς δὲ καὶ ποικίλας ὁράσεις βλέπει, καὶ προφητεύει περὶ τοῦ Σωτῆρος διὰ πολλῶν, καὶ σημαίνων αὐτὸν ἔρχεσθαι ἐπὶ ὄνον καὶ πῶλον ὑποζυγίου. Καὶ οὗτος μετὰ τὴν αἰχμαλωσίαν γέγονεν ἐπὶ Δαρείου λῆμμα δὲ λόγου Κυρίου ἐν χειρὶ ἀγγέλου αὐτοῦ ἐπὶ τὸν Ἰσραὴλ προφητεύει. Ὀνειδίζει δὲ τὸν Ἰσραὴλ ἐπὶ ταῖς παραβάσεσι, καὶ μέμφεται ἐπὶ τῇ ἀμελείᾳ τῶν δεκάτων, καὶ τῆς πρὸς τοὺς πτωχοὺς κοινωνίας· προφητεύει δὲ περὶ τῆς ἡμέρας τῆς κρίσεως, καὶ τῆς τοῦ Σωτῆρος ἐπιλάμψεως, καὶ πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος ἀποστέλλεσθαι τὸν Ἡλίαν σημαίνει. Οὗτος καὶ Ὠσηὲ, καθὰ προεῖπον, συνεχρόνησαν ἀλλήλοις· καὶ γὰρ καὶ οὗτος ἐπὶ Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχὰζ, καὶ Ἐζεχίου βασιλέων Ἰούδα, γέγονεν· ὅρασιν δὲ ἑωρακὼς προφητεύει κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλήμ. Καὶ λόγος δὲ Κυρίου πρὸς αὐτὸν γέγονε· καὶ τὸ πλεῖστον τῆς προφητείας αὐτοῦ ἐστιν εὐαγγελία περὶ τῆς ἐνσάρκου παρουσίας τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ὧν ἂν ἐδέξατο δι' ἡμᾶς παθών. Προφητεύει δὲ καὶ ἐπὶ ἔθνη ταῦτα· κατὰ Βαβυλῶνος, ἐπὶ τοὺς ἀλλοφύλους, κατὰ Δαμασκοῦ, ὅρασιν Αἰγύπτου, ὅραμα τῆς Ἰδουμαίας, ὅραμα τῆς φάραγγος Σιὼν, ὅραμα Τύρου, ὅρασιν τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ. Διηγεῖται δὲ καὶ τὴν ἔφοδον Σεμναχηρεὶμ, καὶ Ῥαψάκου τὴν ἀλαζονίαν, τήν τε πτῶσιν καὶ ἀπώλειαν αὐτῶν· καὶ ὅτι νοσήσας Ἐζεκίας, καὶ μέλλων ἀποθνήσκειν, εὐξάμενος προσθήκην ἔσχεν ἐτῶν δεκαπέντε. Προφητεύει δὲ καὶ εὐνούχοις, καὶ τοῖς ἔθνεσι ἐν τῷ τέλει περὶ τῆς ἡμέρας τῆς κρίσεως. Ἐκ τῶν ἱερέων. Οὗτος, καθὰ προεῖπον, καὶ Σοφονίας συνεχρόνισαν ἑαυτοῖς· παρέμεινε δὲ οὗτος ἕως Ἰωακεὶμ, καὶ ἕως ἑνδεκάτου ἔτους Σεδεκίου βασιλέως Ἰούδα, ἕως αἰχμαλωσίας τοῦ λαοῦ. Ῥῆμα δὲ Θεοῦ ἐγένετο πρὸς αὐτὸν, ὡς ἐγεννήθη λόγος Κυρίου πρὸς αὐτόν· καὶ ἐλέγχει τὰς ἀδικίας τῆς Ἱερουσαλὴμ διὰ πολλῶν· προφητεύει δὲ ἐπὶ Ἱερουσαλὴμ, καὶ περὶ τῆς ἀβροχίας· καὶ ἐπὶ τὰ ἔθνη Αἰλὰμ καὶ τοῦ ἐλθεῖν βασιλέα Βαβυλῶνος, τοῦ ἐκκόψαι τὴν γῆν Αἰγύπτου· καὶ ἐπὶ Βαβυλῶνα· καὶ λόγος, ὃν ἐνετείλατο Κύριος τῷ Ἱερεμίᾳ εἰπεῖν τῷ Σαραία υἱῷ Νηρίου, καὶ τῇ Ἰδουμαίᾳ, καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ τῇ Κηδὰρ βασιλίσσῃ τῆς αὐλῆς, ἣν ἐπάταξε Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος, καὶ τῇ Δαμασκῷ, καὶ τῇ Μωὰβ, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ ἐπὶ Ἰούδαν, καὶ εἰς οἶκον Ῥηχαβεὶμ, καὶ τῶν υἱῶν Ἰωναδὰβ, τοῖς τε Ἰουδαίοις, τοῖς κατοικοῦσιν ἐν γῇ Αἰγύπτου· καὶ τοῖς καθημένοις ἐν Μαγδάλῳ καὶ ἐπὶ Ταφνᾶς, καὶ ἐν γῇ Παθουρῆς. Πρός τε τὸν Βαροὺχ, ὅτε ἔγραψε τοὺς λόγους τούτους ἐν τῷ βιβλίῳ ἀπὸ στόματος Ἱερεμίου. Περιέχει δὲ τὸ βιβλίον ἐπὶ τέλους, ὅτι οἱ Ἰουδαῖοι ἐπιβουλεύοντες τῷ προφήτῃ, ἔῤῥιψαν αὐτὸν εἰς λάκκον βορβόρου, καὶ Ἀβδεμέλεχ Αἰθίοψ ἀνήγαγεν αὐτόν. Διὰ τί Βαροὺχ ἐπιγράφει τὸ βιβλίον; Ἐπειδὴ οὗτος γράψας ἀπὸ στόματος Ἱερεμίου τοὺς ἐν τῷ βιβλίῳ λόγους, ἀνέγνω τοῖς ἐν τῇ Βαβυλῶνι αἰχμαλωτισθεῖσι, παραμυθούμενος αὐτοὺς, καὶ ἐπαγγελλόμενος αὐτοῖς τὴν παρὰ Θεοῦ ἐλπίδα. Διὰ τί Θρῆνοι ἐπιγράφει τὸ βίβλιον; Ἐπειδὴ τοὺς λόγους τούτους ἐθρήνησεν Ἱερεμίας περὶ τῆς Ἱερουσαλὴμ, ὅτε ἑάλω, καὶ αἰχμαλωτίσθη ὁ λαός. Διὰ τί Ἐπιστολὴ Ἱερεμίου καλεῖται; Ἐπειδὴ ταύτην ἔγραψεν Ἱερεμίας τοῖς ἐν τῇ αἰχμαλωσίᾳ, κατὰ τῶν εἰδώλων ἀσφαλιζόμενος αὐτοὺς, ἵνα μὴ, βλέποντες αὐτὰ, συναπαχθῶσι τοῖς σεβομένοις αὐτά. Οὗτος ἐν τῇ αἰχμαλωσίᾳ γέγονε μετὰ Ἱερεμίαν καὶ τῷ πέμπτῳ ἔτει τῆς αἰχμαλωσίας Ἰωακεὶμ ἤρξατο προφητεύειν. Λόγος δὲ Κυρίου ἐγένετο πρὸς αὐτόν· καὶ ὅρασιν μὲν ἐξαρχῆς ζώου τετραπροσώπου θαυμαστὴν καὶ ἐκπληκτικωτάτην καὶ δυσερμήνευτον ὁρᾷ. Προφητεύει δὲ ἐπὶ τοὺς προφήτας τοῦ Ἰσραὴλ, καὶ περὶ τοῦ ξύλου τῆς ἀμπέλου, καὶ διήγημα περὶ τοῦ ἀετοῦ, καὶ διαμαρτύρεται τῇ Ἱερουσαλὴμ τὰς ἀνομίας, καὶ τὰς ἁμαρτίας αὐτῆς· περί τε τῆς παραβολῆς, ἧς ἔλεγον, οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ἐμωδίασαν. Καὶ τοῖς υἱοῖς Ἀμμὼν, καὶ περὶ τῆς Ὀολᾶς, καὶ τῆς Ὀλιβᾶς. Καὶ ἐπὶ Σοὺρ θρῆνον, καὶ ἐπὶ Σιδῶνα, καὶ περὶ ἡμέρας Κυρίου, καὶ τῷ Φαραὼ βασιλεῖ Αἰγύπτου, καὶ θρῆνον ἐπὶ Φαραὼ, καὶ τὴν Αἴγυπτον, καὶ ἐπὶ ὄρος Σηεὶρ, καὶ περὶ τῶν ὀστέων τῶν ἀναζησάντων, καὶ ἐπὶ Γὼγ, καὶ τὴν γῆν τοῦ Μαγώγ· τῷ τε ἄρχοντι Τύρου καὶ θρῆνον κατ' αὐτοῦ, καὶ τοῖς υἱοῖς τοῦ λαοῦ αὐτοῦ, καὶ ἐπὶ τοὺς ποιμένας τοῦ Ἰσραήλ· καὶ τὸ τελευταῖον τὴν οἰκοδομὴν τοῦ ναοῦ, καὶ τῆς Ἱερουσαλὴμ διαγράφων προφητεύει. Διὰ τί Δανιὴλ καλεῖται; Ἐπειδὴ καὶ αὐτὸς ἐν τῇ αἰχμαλωσίᾳ γεγονὼς, ἕως τοῦ βασιλέως Κύρου τοῦ Πέρσου, τὰ μὲν κατὰ Σουσάνναν κρίνει αὐτὸς, καὶ κατακρίνει τοὺς πρεσβυτέρους ὡς συκοφάντας· τὰ δὲ τοῦ βασιλέως ἐνύπνια αὐτὸς ἀπαγγέλλει τε καὶ ἑρμηνεύει· βλέπει δὲ καὶ ὁράσεις τελείας· περὶ μὲν τῶν βασιλειῶν δύο, περὶ δὲ τῆς τοῦ Σωτῆρος παρουσίας, καὶ καταπαύσεως τῆς Ἱερουσαλὴμ, καὶ τῆς Ἀντιχρίστου παρουσίας δύο. Διηγεῖται δὲ περὶ μαρτυρίου Σεδρὰχ, Μησὰχ, Ἀβδεναγὼ, καὶ τῶν ὕμνων αὐτῶν· καὶ ὅτι αὐτοὶ μὲν διεσώθησαν, οἱ δὲ ὑποκαίοντες κατεφλέχθησαν, καὶ μετέγνω βασιλεύς· καὶ ὅτι αὐτὸς διεβλήθη εἰς τὸν λάκκον τῶν λεόντων· τὸ μὲν πρῶτον, ἐπειδὴ τῶν Βαβυλωνίων προσευχομένων Δαρείῳ τῷ βασιλεῖ, μόνος αὐτὸς Θεῷ προσηύχετο· τὸ δὲ δεύτερον διότι τὸν Βὴλ κατέστρεψε· καὶ τὸν δράκοντα ἀνεῖλεν ἐπὶ Κύρου τοῦ βασιλέως, καὶ αὐτὸς μὲν διεσώθη. Καὶ αὐτὸς ἀπὸ τῶν λεόντων ἀνῆλθεν ἐκ τοῦ λάκκου. Οἱ δὲ ἐπιβουλεύσαντες αὐτῷ ἐβλήθησαν εἰς λάκκον, καὶ εὐθὺς κατεβρώθησαν ὑπ' αὐτῶν.

Intertext edge

Open linked passage

Note