Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.1.1
Πρῶτον οὖν, ἐπειδήπερ αὐτοὶ τὰς ὑπὲρ αὐτῶν χρηστοτέρας φωνὰς ἀναλέγεσθαι εἰώθασι καὶ ταύτας διὰ στόματος ἀπομνημονεύειν, ἀντιπαραθῶμεν αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐξ αὐτῶν τῶν προφητειῶν ἀποδείξεις, παριστώσας ὡς ἄρα μυρίαι ὅσαι προρρήσεις ἀγαθὰ καὶ σωτήρια πᾶσι τοῖς ἔθνεσιν ἐθέσπιζον, καὶ ὡς οὐδ' ἄλλως ἔφασκον ἀποτελεσθήσεσθαι τὰ ἐπηγγελμένα τοῖς ἔθνεσιν ἢ διὰ μόνης τῆς τοῦ Χριστοῦ παρουσίας.
2.1.2
στήσαντες δὲ ἐνταῦθα τὸν λόγον, ἀποδεδειχότες ἂν εἴημεν ὡς οὐ μᾶλλον ἐκείνοις φάναι χρῆν ἢ ἡμῖν τὴν ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ προσδοκίαν ἁρμόττειν. ἰσορρόπου δὲ Ἰουδαίοις καὶ Ἕλλησι τῆς τῶν ἐπηγγελμένων ἐλπίδος ἀποδειχθείσης, ὡς κατὰ τοῦτο μηδὲν τῶν ἐκ περιτομῆς λείπεσθαι τοὺς ἀπὸ τῶν ἐθνῶν διὰ Χριστοῦ σωθησομένους, ἐκ περιουσίας ἑξῆς ἐλέγξομεν, ὡς ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ καὶ τῇ τῶν ἐθνῶν κλήσει ἀπόπτωσιν παντελῆ καὶ ἀποβολὴν τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ θεῖα προαναφωνεῖ λόγια, βραχέσι μόνοις αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς τὰ χρηστότερα θεσπίζοντα, καὶ ὡς ἁλώσεται αὐτῶν ἡ πόλις αὐτῷ ἱερῷ, πάντα τε τὰ σεμνὰ καθαιρεθήσεσθαι δηλοῦντα, ἃ καὶ ἔργοις πέφηνεν δεδηλωμένα.
2.1.3
πῶς δ' ὑφ' ἓν καὶ κατὰ τὸ αὐτό, ἐπὶ τῆς τοῦ Χριστοῦ παρουσίας, λύτρωσιν κακῶν τῷ Ἰσραὴλ καὶ ἀγαθῶν ἀπόλαυσιν, ἔμπαλίν τε στέρησιν. ἀγαθῶν καὶ ἀπόπτωσιν τῆς τοῦ θεοῦ εὐσεβείας, θεσπίζουσιν οἱ ἱεροὶ λόγοι, κατὰ τὸν προσήκοντα καιρὸν διευκρινήσομεν. Τέως δὲ ἀπίωμεν ἐπὶ τὸ πρῶτον, ὀλίγα τινὰ εἰς ἀπόδειξιν τῶν εἰρημένων ἀπὸ μυρίων ὅσων προφητειῶν ἀναλεξάμενοι.
2.1.4
ἐπεὶ τοίνυν αὐτοὶ τὰς περὶ ἑαυτῶν χρηστοτέρας προφητείας προβάλλεσθαι ἡμῖν εἰώθασιν, ὡς ἂν αὐτοῖς μόνοις ὑπεσχημένων τῶν προϋπηργμένων, ὥρα καὶ ἡμᾶς ἀντιπαραγαγεῖν καὶ ἀντιθεῖναι αὐτοῖς τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας, ὧδέ πως παρὰ τοῖς αὐτῶν προφήταις φερομένας.
2.1.5
αʹ. Ἀπὸ τῆς Γενέσεως. «Ὁ δὲ κύριος εἶπεν οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ· καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς». κρύφιον καὶ λεληθὸς τοὺς πολλοὺς μυστήριον μὴ κρύψειν φησὶν ὁ χρησμός, ἀποκαλύψειν δὲ τῷ θεοφιλεῖ. τοῦτο δὲ ἦν τὸ περὶ τῆς τῶν ἐθνῶν ἁπάντων εὐλογίας, ὃ πάλαι μὲν κέκρυπτο διὰ τὸ πάντα τὰ ἔθνη κατὰ τοὺς τοῦ Ἀβραὰμ χρόνους ἀφάτῳ πλάνῃ δεισιδαιμονίας κεκρατῆσθαι, νυνὶ δὲ τοῦτο καθ' ἡμᾶς ἀναπέφανται, ὅτε διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας τὸν αὐτὸν τῷ Ἀβραὰμ θεοσεβοῦντα τρόπον τῆς ἴσης αὐτῷ μετέχει εὐλογίας.
2.1.6
ὅτι δ' οὐχ οἷόν τε ἦν κατὰ τὴν Μωσέως νομοθεσίαν πολιτεύεσθαι πάντα τὰ ἔθνη, πληρέστατα ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν, ὡς ἂν μή τις ὑπολάβοι περὶ τῶν παρὰ Ἰουδαίοις προσηλύτων εἰρῆσθαι τὸ λόγιον.
2.1.7
ἐν ταὐτῷ δὲ συστήσαντες, ὅτι μόνοις τοῖς διὰ Χριστοῦ... ἐξ ἁπάντων τῶν ἐθνῶν ἐφαρμόζοι ἂν ἡ πρὸς τὸν Ἀβραὰμ θεσπισθεῖσα περὶ πάντων τῶν ἐθνῶν εὐλογία, τοὺς φιλομαθεῖς ἐπ' ἐκεῖνα καὶ νῦν ἀναπέμψομεν.
2.1.8
βʹ. Ἀπὸ τῆς αὐτῆς. Ὁ δὲ κύριος τῷ Ἰσαὰκ χρηματίζων μεθ' ἕτερα καὶ ταῦτά φησιν· «καὶ στήσω τὸν ὅρκον μου Ἀβραὰμ τῷ πατρί σου, καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ· καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην, καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς».
2.1.9
ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰσαὰκ γέγονε τὸ κατὰ σάρκα, ἐν ᾧ πάντα τὰ ἔθνη τῆς γῆς εὐλογεῖται, μαθόντα δι' αὐτοῦ τὸν τῶν ὅλων θεόν, καὶ παιδευθέντα πάλιν δι' αὐτοῦ τοὺς θεοφιλεῖς ἄνδρας εὐλογεῖν. διὸ καὶ ἀντευλογεῖται, τῆς ἴσης τοῖς ὑπ' αὐτῶν εὐλογουμένοις ἀπολαύοντα εὐλογίας, κατὰ τὸν φήσαντα τοῦ θεοῦ πρὸς τὸν Ἀβραὰμ λόγον· οἱ εὐλογοῦντές σε εὐλόγηνται.
2.1.10
γʹ. Ἀπὸ τῆς αὐτῆς. «Εἶπεν δὲ αὐτῷ ὁ θεός», δῆλον δὲ ὅτι τῷ Ἰακώβ· «ἐγὼ κύριος ὁ θεός, αὐξάνου καὶ πληθύνου εἰς ἔθνη, καὶ συναγωγαὶ ἐθνῶν ἐκ σοῦ ἔσονται».
2.1.11
κατὰ μὲν τὸ προφανὲς ἓν ἔθνος μόνον τὸ Ἰουδαίων ἀπὸ τοῦ Ἰακὼβ συνέστη. πῶς οὖν ἀληθεύοι ἂν πληθυντικῶς λέγων ὁ χρησμός; ἐπεὶ δὲ ὁ Χριστὸς τοῦ θεοῦ ἐκ σπέρματος Ἰακὼβ γενόμενος πολλὰς συναγωγὰς ἐθνῶν διὰ τῆς εὐαγγελικῆς αὐτοῦ συνεκρότησε διδασκαλίας, εἰκότως εἰς αὐτὸν καὶ δι' αὐτοῦ τὰ τῆς προφητείας τέλους τετύχηκεν ἤδη πρότερον, καὶ εἰσαῦθις ἔτι μᾶλλον τεύξεται.
2.1.12
δʹ. Ἀπὸ τοῦ Δευτερονομίου. «Εὐφράνθητε οὐρανοὶ ἅμα αὐτῷ, καὶ προσκυνησάτωσαν αὐτῷ πάντες υἱοὶ θεοῦ. εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ, καὶ ἐνισχυσάτωσαν αὐτοὺς πάντες ἄγγελοι θεοῦ». ἀντὶ δὲ τοῦ «εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ» ὁ Ἀκύλας· «αἰνοποιήσατε», φησίν, «ἔθνη λαὸς αὐτοῦ», καὶ Θεοδοτίων· «ἀγαλλιᾶσθε ἔθνη λαὸς αὐτοῦ». εʹ.
2.1.13
Ψαλμοῦ καʹ. Μνησθήσονται καὶ ἐπιστραφήσονται πρὸς κύριον πάντα τὰ πέρατα τῆς γῆς, καὶ προσκυνήσουσιν ἐνώπιον αὐτοῦ πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν· ὅτι τοῦ κυρίου ἡ βασιλεία, καὶ αὐτὸς δεσπόζει τῶν ἐθνῶν». καὶ ἑξῆς ἐπιλέγει·
2.1.14
«ἀναγγελήσεται τῷ κυρίῳ γενεὰ
2.1.15
ἡ ἐρχομένη, καὶ ἀναγγελοῦσι τὴν δικαιοσύνην αὐτοῦ λαῷ τῷ τεχθησομένῳ, ὃν ἐποίησεν ὁ κύριος». σαφῆ ταῦτα, οὐδ' ἑρμηνείας δεόμενα.
2.1.15
ϛʹ. Ψαλμοῦ μϛʹ. «Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι κύριος ὕψιστος, φοβερός, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν».
2.1.16
καὶ ἑξῆς ἐπιλέγει· «ὅτι βασιλεὺς πάσης τῆς γῆς ὁ θεός, ψάλατε συνετῶς. ἐβασίλευσεν ὁ θεὸς ἐπὶ τὰ ἔθνη, ὁ θεὸς κάθηται ἐπὶ θρόνου ἁγίου αὐτοῦ. ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ». καὶ ταῦτα σαφῆ καὶ οὐδ' ἑρμηνείας δεόμενα.
2.1.17
ζʹ. Ψαλμοῦ πεʹ. «Οὐκ ἔστιν ὅμοιός σοι ἐν θεοῖς, κύριε, καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου· πάντα τὰ ἔθνη ὅσα ἐποίησας ἥξουσι καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε. καὶ δοξάσουσι τὸ ὄνομά σου, ὅτι μέγας εἶ σύ, καὶ ποιῶν θαυμάσια, σὺ εἶ ὁ θεὸς μόνος». ὁμοίως καὶ ταῦτα σαφῆ.
2.1.18
ηʹ. Ψαλμοῦ ϛεʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ᾄσατε τῷ κυρίῳ πᾶσα ἡ γῆ. ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ, εὐαγγελίσασθε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ· ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. ὅτι μέγας κύριος καὶ αἰνετὸς σφόδρα, φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς».
2.1.19
καὶ ἐπιλέγει· «ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ». καὶ ἑξῆς· «εἴπατε ἐν τοῖς ἔθνεσιν, ὁ κύριος ἐβασίλευσεν. καὶ γὰρ κατώρθωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται». καὶ ταῦτα σαφῆ.
2.1.20
θʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλήμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν τοῦ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς σκηνοπηγίας. καὶ ἔσται, ὅσοι ἂν μὴ ἀναβῶσιν ἐκ πάσης τῆς γῆς τῆς φυλῆς τῆς γῆς εἰς Ἱερουσαλὴμ προσκυνῆσαι τῷ βασιλεῖ κυρίῳ παντοκράτορι, καὶ αὐτοὶ ἐκείνοις προστεθήσονται.
2.1.21
ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ μηδὲ ἔλθῃ, καὶ ἐπὶ τούτους ἔσται ἡ πτῶσις, ἣν πατάξῃ κύριος πάντα τὰ ἔθνη, ὅσα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας, αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὃς ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς σκηνοπηγίας».
2.1.22
σαφῶς καὶ ταῦτα κλῆσιν ἁπάντων τῶν ἐθνῶν περιέχει, κατὰ διάνοιαν μόνην θεωρουμένων τῶν περὶ τῆς Ἱερουσαλὴμ καὶ τῆς σκηνοπηγίας εἰρημένων, ἃ καὶ κατὰ καιρὸν τῆς προσηκούσης τεύξεται ἑρμηνείας.
2.1.23
ιʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει. χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς».
2.1.24
ιαʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη. διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος». οἷς ἑξῆς ὁμοῦ περὶ τῶν ἐθνῶν καὶ περὶ τοῦ Χριστοῦ ἐπιλέγει· «ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς».
2.1.25
Μυρία δ' ἂν εὕροις καὶ αὐτὸς δι' ὅλων τῶν προφητῶν κατεσπαρμένα ἐν ἐπαγγελίαις τῶν ἐθνῶν, ἅπερ ἐπὶ τοῦ παρόντος οὔτε ἀναλέγειν οὔτε ἑρμηνεύειν καιρός. πλὴν ἱκανὰ τυγχάνει καὶ τὰ προτεθέντα παραστῆσαι τὸ προκείμενον.
2.1.26
τοῦτο δ' ἦν τοῖς ἐκ περιτομῆς, μέγα ἐφ' ἑαυτοῖς αὐχοῦσι καὶ σεμνυνομένοις, ὡς τοῦ θεοῦ μόνους αὐτοὺς τῶν λοιπῶν ἐθνῶν προτιμήσαντος καὶ μόνους τῶν θείων ἐπαγγελιῶν κατηξιωκότος, ἐπιδεῖξαι ὡς οὐδὲν κρεῖττον παρὰ τοὺς λοιποὺς ἅπαντας ἰδίως αὐτοῖς ἐν ταῖς θείαις ἐπήγγελται ὑποσχέσεσιν. Ὅτε τοίνυν ἀπεδείχθη τῶν θείων ἐπαγγελιῶν τὰ ἔθνη κατηξιωμένα, φέρε λοιπὸν ἤδη καὶ τὸ δι' οὗ τὰ ἔθνη τῆς τοῦ θεοῦ κλή σεως καὶ τῶν θείων ἐπαγγελιῶν τεύξεσθαι λέγεται θεασώμεθα· καλὸν γὰρ καὶ τὴν αἰτίαν συνιδεῖν τὴν τοῖς ἔθνεσι τὰ ἀγαθὰ προξενήσειν λεγομένην.
2.1.27
τίς δ' ἂν εἴη αὕτη ἢ τοῦ Χριστοῦ παρουσία, δι' οὗ καὶ οἱ ἐκ περιτομῆς τὴν ἑαυτῶν ὁμολογοῦσι γενήσεσθαι ἀπολύτρωσιν; δεικτέον τοίνυν ὡς καὶ ἡ τῆς τῶν ἐθνῶν κλήσεως προσδοκία οὐδ' ἑτέρα τις ὑπῆρχεν ἢ αὐτὸς ὁ Χριστὸς τοῦ θεοῦ, οὐ μόνον Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσι τοῖς ἔθνεσι σωτὴρ ἐπιφανησόμενος.
2.1.28
χρήσομαι δὲ τὰ νῦν ψιλαῖς τῶν προφητῶν μαρτυρίαις δίχα πάσης ἑρμηνείας, ἐπὶ σχολῆς μέλλων ἑκάστην εἰς πλάτος διερμηνεύειν, ἐπὰν σὺν θεῷ τὰς περὶ τῶν ἐθνῶν προρρήσεις συναγαγὼν ὁμοῦ πάσας διερμηνεύειν μέλλοιμι.
2.2.1
ιβʹ. Ψαλμοῦ βʹ. «Ἱνατί ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά; παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτό, κατὰ τοῦ κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει·
2.2.2
«κύριος εἶπεν πρός με, υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς».
2.2.3
ιγʹ. Ψαλμοῦ οαʹ. «Ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως, κρίνειν τὸν λαόν σου», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης». καὶ αὖθις· «πάντα τὰ ἔθνη δουλεύσουσιν αὐτῷ».
2.2.4
καὶ πάλιν· «εὐλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν». καὶ ἐπὶ τέλει τοῦ ψαλμοῦ· «καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ, γένοιτο, γένοιτο».
2.2.5
ιδʹ. Ψαλμοῦ ϛζʹ. «Ἄισατε τῷ κυρίῳ ᾆσμα καινόν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ κύριος. ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ. ἐγνώρισεν κύριος τὸ σωτήριον. αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψεν τὴν δικαιοσύνην αὐτοῦ. ἐμνήσθη τοῦ ἐλέους αὐτοῦ τῷ Ἰακώβ, καὶ τῆς ἀληθείας αὐτοῦ τῷ οἴκῳ Ἰσραήλ· ἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν, ἀλαλάξατε τῷ κυρίῳ πᾶσα ἡ γῆ».
2.2.6
καὶ ἐπιλέγει· «σαλευθήτω ἡ θάλασσα καὶ τὸ πλήρωμα αὐτῆς, ἡ οἰκουμένη καὶ πάντες οἱ κατοικοῦντες ἐν αὐτῇ. ποταμοὶ κροτήσουσι χειρὶ ἐπὶ τὸ αὐτό, τὰ ὄρη ἀγαλλιάσονται ἀπὸ προσώπου κυρίου, ὅτι ἔρχεται κρῖναι τὴν γῆν, κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ καὶ λαοὺς ἐν εὐθύτητι».
2.2.7
ιεʹ. Ἀπὸ τῆς Γενέσεως. «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν».
2.2.8
ιϛʹ. Ἀπὸ τοῦ Σοφονίου. «Ἐπιφανήσεται κύριος ἐπ' αὐτούς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὐτῶν, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν».
2.2.9
ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Διὰ τοῦτο ὑπόμεινόν με, λέγει κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον. διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν, τοῦ εἰσδέξασθαι βασιλεῖς, τοῦ ἐκχέαι ἐπ' αὐτοὺς τὴν ὀργήν μου, πᾶσαν ὀργὴν θυμοῦ μου. διότι ἐν πυρὶ ζήλου μου καταναλωθήσεται πᾶσα ἡ γῆ, ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς γενεὰν αὐτῆς, τοῦ ἐπικαλεῖσθαι πάντας τὸ ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας οἴσουσι θυσίας μοι».
2.2.10
ιηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέστειλέν με πρός σε».
2.2.11
ιθʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Ἐξελεύσεται ῥάβδος ἐκ ῥίζης Ἰεσσαίκαὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἀναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν».
2.2.12
κʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Ἰδού, ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου. ἔδωκα τὸ πνεῦμά μου ἐπ' αὐτὸν καὶ κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει. οὐ κεκράξει, οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντεθλασμένον οὐ κατεάξει καὶ λίνον τυφόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν, ἀναλάμψει, καὶ οὐ θραυσθήσεται ἕως θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν».
2.2.13
καὶ ἑξῆς ἐπιλέγει· «ἐγὼ κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου, καὶ ἐνισχύσω σε· καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. ἐγὼ κύριος ὁ θεός, τοῦτό μού ἐστιν ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς. τὰ ἀπ' ἀρχῆς ἰδοὺ ἥκασιν, καινὰ ἃ νῦν ἀναγγελῶ, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν».
2.2.14
καʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Ἀκούσατέ μου νῆσοι καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει κύριος. ἐκ κοιλίας μητρός μου ἐκάλεσεν τὸ ὄνομά μου, καὶ ἔθηκεν τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ· ἔθηκέν με ὡς βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἐσκέπασέν με».
2.2.15
καὶ ἐπιλέγει ἑξῆς· «ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε ἕως ἐσχάτου τῆς γῆς».
2.2.16
κβʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Οὕτω λέγει κύριος ὁ ῥυσάμενός σε θεὸς Ἰσραήλ, ἁγιάσατε τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν τῶν δούλων τῶν ἀρχόντων· βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν αὐτῷ», καὶ τὰ ἑξῆς.
2.2.17
οἷς ἐπιλέγει· «καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς, ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλυφθῆναι, καὶ ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται, καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ νομὴ αὐτῶν· οὐ πεινάσουσιν οὐδὲ διψήσουσιν, οὐδὲ πατάξει αὐτοὺς καύσων οὐδὲ ὁ ἥλιος, ἀλλ' ὁ ἐλεῶν παρακαλέσει, καὶ διὰ πηγῶν ὑδάτων ἄξει αὐτούς· καὶ θήσω πᾶν ὄρος εἰς ὁδὸν καὶ πᾶσαν τρίβον εἰς βόσκημα αὐτοῖς.
2.2.18
ἰδοὺ οὗτοι πόρρωθεν ἥξουσιν, οὗτοι ἀπὸ βορρᾶ καὶ θαλάσσης, ἄλλοι δὲ ἐκ γῆς Περσῶν. εὐφράνθητε οὐρανοὶ καὶ ἀγαλλιάσθω ἡ γῆ. ῥηξάτωσαν τὰ ὄρη εὐφροσύνην, ὅτι ἠλέησεν κύριος τὸν λαὸν αὐτοῦ, καὶ τοὺς ταπεινοὺς τοῦ λαοῦ αὐτοῦ παρεκάλεσεν».
2.2.19
κγʹ. Τοῦ αὐτοῦ. «Προσέχετε τοῖς ὠσὶν ὑμῶν καὶ ἐπακολουθήσατε ταῖς ὁδοῖς μου· ἐπακούσατέ μου, καὶ ζήσεται ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν, καὶ διαθήσομαι ὑμῖν διαθήκην αἰώνιον, τὰ ὅσια Δαβὶδ τὰ πιστά. ἰδοὺ μαρτύριον ἔθνεσιν δέδωκα αὐτόν, ἄρχοντα καὶ προστάσσοντα ἔθνεσιν. ἔθνη ἃ οὐκ οἴδασίν σε ἐπικαλέσονταί σε, καὶ λαοὶ οἳ οὐκ ἐπίστανταί σε ἐπὶ σὲ καταφεύξονται, ἕνεκα κυρίου τοῦ θεοῦ σου τοῦ ἁγίου σου Ἰσραήλ, ὅτι ἐδόξασέν σε».
2.2.20
Καὶ διὰ τούτων οὖν μεμαθηκότες, ὡς ἡ τοῦ Χριστοῦ παρουσία οὐ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ τοῖς πᾶσιν ἔθνεσιν σωτήριος ἔσεσθαι προηυτρεπίζετο, φέρε καὶ τὸ τρίτον ἀποδείξωμεν, ὅπως κατὰ τοὺς τῆς ἐπιφανείας αὐτοῦ χρόνους οὐ μόνον τὰ χρηστότερα τοῖς ἔθνεσι προεφητεύετο, ἀλλὰ καὶ τοῖς ἐκ περιτομῆς τὰ ἐναντία.
2.2.21
διαρρήδην γοῦν ἀπόπτωσιν καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τὴν εἰς Χριστὸν ἀπιστίαν αὐτῶν ἔσεσθαι τὰ παρ' αὐτοῖς λόγια προαγορεύει, ὡς μηκέτι ἴσους ἡμᾶς αὐτοῖς, ἀλλὰ καὶ κρείττους αὐτῶν ἐκ περιουσίας ἀναφαίνεσθαι. καὶ νῦν δὲ χρήσομαι ψιλαῖς ταῖς τῶν προφητῶν παραθέσεσι δίχα πάσης τῆς εἰς αὐτὰς θεωρίας, διά τε τὸ σαφὲς αὐτῶν καὶ διὰ τὸ μέλλειν ἐπὶ σχολῆς πληρεστάτην αὐτῶν ποιήσασθαι τὴν ἐξέτασιν.
2.3.1
κδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. «Τάδε λέγει κύριος, στῆτε ἐν ταῖς ὁδοῖς, καὶ ἴδετε, καὶ ἐρωτήσατε τρίβους κυρίου αἰωνίους, καὶ ἴδετε ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθὴ καὶ βαδίζετε ἐν αὐτῇ, καὶ εὑρήσετε ἁγνισμὸν ταῖς ψυχαῖς ὑμῶν· καὶ εἶπαν, οὐ πορευσόμεθα. καθέστακα ἐφ' ὑμᾶς σκοπούς, ἀκούσατε τῆς φωνῆς τῆς σάλπιγγος· καὶ εἶπαν, οὐκ ἀκουσόμεθα. διὰ τοῦτο ἤκουσαν τὰ ἔθνη, καὶ οἱ ποιμαίνοντες τὰ ποίμνια ἐν αὐτοῖς».
2.3.2
κεʹ. Ἀπὸ τοῦ αὐτοῦ. «Κύριε ἰσχύς μου καὶ βοήθειά μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν. πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν· ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί.
2.3.3
διὰ τοῦτο ἰδοὺ ἐγὼ δείξω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ, γνωριῶ αὐτοῖς τὴν χεῖρά μου καὶ τὴν δύναμίν μου· καὶ γνώσονται ὅτι ὄνομά μοι κύριος. ἁμαρτία Ἰούδα ἐγγέγραπται ἐν γραφῇ ἐν ὄνυχι ἀδαμαντίνῳ, ἐγκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν, ἡνίκα ἂν μνησθῶσιν τὰ ἄλση αὐτῶν ἐπὶ ξύλου δασέος, καὶ ἐπὶ βουνῶν μετεώρων, καὶ ὀρέων ἐν ἀγρῷ. ἰσχύν σου καὶ θησαυρούς σου εἰς προνομὴν δώσω, καὶ τὰ ὑψηλά σου διὰ τὰς ἁμαρτίας σου τὰς ἐν πᾶσι τοῖς ὁρίοις σου. καὶ ἀφεθήσῃ μόνη, καὶ ταπεινωθήσῃ ἀπὸ τῆς κληρονομίας σου, ἧς ἔδωκά σοι.
2.3.4
καὶ καταδουλώσω σε τοῖς ἐχθροῖς σου ἐν τῇ γῇ ᾗ οὐκ ἔγνως· ὅτι πῦρ ἐκκέκαυται ἐν τῷ θυμῷ μου, ἕως αἰῶνος καυθήσεται».
2.3.5
κϛʹ. Ἀπὸ τοῦ Ἀμώς. «Ἰδοὺ ἐγὼ ἐντέλλομαι, καὶ λικμήσω ἐν πᾶσιτοῖς ἔθνεσι τὸν οἶκον Ἰσραὴλ ὃν τρόπον λικμᾶται ἐν τῷ λικμῷ, καὶ οὐ μὴ πέσῃ σύντριμμα ἐπὶ τὴν γῆν· ῥομφαίᾳ τελευτήσουσιν πάντες οἱ ἁμαρτωλοὶ τοῦ λαοῦ μου, οἱ λέγοντες, οὐ μὴ ἐγγίσῃ οὐδὲ μὴ ἔλθῃ ἐφ' ἡμᾶς τὰ κακά· ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀναστήσω τὴν σκηνὴν Δαβὶδ τὴν πεπτωκυῖαν, καὶ ἀνοικοδομήσω τὰ πεπτωκότα αὐτῆς,
2.3.6
καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀναστήσω, καὶ ἀνοικοδομήσω αὐτήν, καθὼς αἱ ἡμέραι τοῦ αἰῶνος, ὅπως ἐκζητήσωσί με οἱ κατάλοιποι τῶν ἀνθρώπων, καὶ πάντα τὰ ἔθνη, ἐφ' ἃ ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτά, λέγει κύριος ὁ ποιῶν ταῦτα πάντα».
2.3.7
κζʹ. Ἀπὸ τοῦ Μιχαίου. «Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ καὶ οἱ κατάλοιποι οἴκου Ἰσραήλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις. οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίναντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν κύριον ἐπανεπαύοντο, λέγοντες, οὐχὶ κύριος μεθ' ἡμῶν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά.
2.3.8
διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ σπεύσουσιν ἐπ' αὐτὸ λαοί, καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ».
2.3.9
κηʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πρᾶος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρεύσει τόξον πολεμικόν· καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι' ἐκβολῶν γῆς».
2.3.10
κθʹ. Ἀπὸ τοῦ Μαλαχίου. «Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν. διότι ἀπ' ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά. διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσιν, λέγει κύριος παντοκράτωρ, ὑμεῖς δὲ βεβηλοῦτε αὐτό».
2.3.11
λʹ. Ἀπὸ τοῦ Ἡσαΐου. «Ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡςσκηνὴ ἐν ἀμπελῶνι, καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη». καὶ ἑξῆς ἐπιλέγει· «πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, ἐν ᾗ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί»;
2.3.12
καὶ ἐπὶ τούτοις· «ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων. καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων».
2.3.13
τούτοις ἅπασιν ἐπιλέγει· «καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη· καὶ πορεύσονται ἔθνη πολλὰ καὶ ἐροῦσιν, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος τοῦ κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ. ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν».
2.3.14
λαʹ. Τοῦ αὐτοῦ. «Τάδε λέγει κύριος Σαβαώθ, καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυν ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη, ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρων, ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ.
2.3.15
τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ· τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ὁ ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται· καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς, οὔτε ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ οὐκ ὄψονται τὰ δένδρα, οὔτε τὰ βδελύγματα αὐτῶν. τῇ ἡμέρᾳ ἐκείνῃ ἔσονται αἱ πόλεις σου ἐγκαταλελειμμέναι, ὃν τρόπον ἐγκατέλιπον οἱ Ἀμορραῖοι καὶ οἱ Εὐαῖοι ἀπὸ προσώπου τῶν υἱῶν Ἰσραήλ,
2.3.16
καὶ ἔσονται ἔρημοι· διότι ἐγκατέλιπες τὸν θεὸν τὸν σωτῆρά σου, καὶ κυρίου τοῦ θεοῦ σου οὐκ ἐμνήσθης. διὰ τοῦτο φυτεύσεις φύτευμα ἄπιστον· τῇ δὲ ἡμέρᾳ ᾗ ἂν φυτεύσῃς, πλανηθήσῃ».
2.3.17
λβʹ. Τοῦ αὐτοῦ. «Κύριε ὁ θεός μου δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα, βουλὴν ἀρχαίαν, ἀληθινήν. γένοιτο κύριε. ὅτι ἔθηκας πόλεις εἰς χῶμα, πόλεις ὀχυρὰς τοῦ πεσεῖν αὐτῶν τὰ θεμέλια. τῶν ἀσεβῶν πόλις εἰς τὸν αἰῶνα οὐ μὴ οἰκοδομηθῇ. διὰ τοῦτο εὐλογήσει σε ὁ λαὸς ὁ πτωχός, καὶ πόλεις ἀνθρώ πων ἀδικουμένων εὐλογήσουσί σε. ἐγένου γὰρ πάσῃ πόλει ταπεινῇ βοηθός, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη.
2.3.18
καὶ ποιήσει κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσιν· ἐπὶ τὸ ὄρος τοῦτο πίονται εὐφροσύνην, πίονται οἶνον· χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη. κατέπιεν ὁ θάνατος ἰσχύσας, καὶ πάλιν ἀφεῖλεν ὁ θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου· τὸ ὄνειδος τοῦ λαοῦ ἀφεῖλεν ὁ θεὸς ἀπὸ πάσης τῆς γῆς, τὸ γὰρ στόμα κυρίου ἐλάλησεν ταῦτα».
2.3.19
λγʹ. Τοῦ αὐτοῦ. «Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ὅτι ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά, καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδόν, καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς· καὶ εὐλογήσει με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν· ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν, λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθε.
2.3.20
οὐ νῦν ἐκάλεσά σε Ἰακώβ, οὐδὲ κοπιάσαι σε ἐποίησα Ἰσραήλ. οὐκ ἤνεγκάς μοι πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με· οὐκ ἐδούλευσάς μοι ἐν δώροις, οὐδὲ ἔγκοπόν σε ἐποίησα ἐν λιβάνῳ, οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλ' ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου».
2.3.21
καὶ ἐν τοῖς ἑξῆς φησιν· «ἐπιστράφητε πρός με, καὶ σωθήσεσθε οἱ ἀπ' ἐσχάτου τῆς γῆς. ἐγὼ εἰμί, καὶ οὐκ ἔστιν ἄλλος. κατ' ἐμαυτοῦ ὀμνύω, ἦ μὴν ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ πᾶν γόνυ κάμψει, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν θεὸν τὸν ἀληθινόν, λέγων, δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἥξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες ἑαυτοὺς ἀπὸ τοῦ κυρίου».
2.3.22
λδʹ. Τοῦ αὐτοῦ. «Οὕτω λέγει κύριος, ποῖον τὸ βιβλίον τοῦτο τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ἐν ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθηται, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν· διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος· ἐκάλεσα καὶ οὐκ ἦν ὁ ὑπακουσόμενος», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει·
2.3.23
«οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι κυρίου, καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ ὑμῶν. ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε, κατισχύσατε φλόγα. πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾗ ἐξεκαύσατε. δι' ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει·
2.3.24
«ἀκούσατέ μου, ἀκούσατέ μου, λαός μου, καὶ οἱ βασιλεῖς πρός με ἐνωτίσασθε, ὅτι νόμος παρ' ἐμοῦ ἐξελεύσεται, καὶ ἡ κρίσις μου εἰς φῶς ἐθνῶν. ἐγγίζει ταχὺ ἡ δικαιοσύνη μου, καὶ ἐξελεύσεται ὡς φῶς τὸ σωτήριόν μου, καὶ ἐπὶ τὸν βραχίονά μου ἔθνη ἐλπιοῦσιν».
2.3.25
λεʹ. Ἐκ τοῦ αὐτοῦ· «Μὴ οὐχὶ ἰσχύει ἡ χείρ μου τοῦ σῶσαι; ἢ ἐβάρυνεν τὸ οὖς αὐτοῦ τοῦ μὴ ἀκοῦσαι; ἀλλὰ τὰ ἁμαρτήματα ὑμῶν διίστησιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν τοῦ μὴ ἐλεῆσαι· αἱ γὰρ χεῖρες ὑμῶν μεμολυσμέναι αἵματι, καὶ οἱ δάκτυλοι ὑμῶν ἐν ἁμαρτίαις,
2.3.26
τὰ δὲ χείλη ὑμῶν ἐλάλησεν ἀνομίαν, καὶ ἡ γλῶσσα ὑμῶν ἀδικίαν μελετᾷ. οὐδεὶς λαλεῖ δίκαια, οὐδ' ἔστιν ἡ κρίσις ἀληθινή· πεποίθασιν ἐπὶ ματαίοις, καὶ λαλοῦσι καινά, ὅτι κύουσι πόνον καὶ τίκτουσιν ἀνομίαν.
2.3.27
ὠὰ ἀσπίδων ἔρρηξαν, καὶ ἱστὸν
2.3.28
ἀράχνης ὑφαίνουσι, καὶ ὁ θέλων τῶν ὠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρε καὶ ἐν αὐτῷ βασιλίσκον. ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, οὐδὲ μὴ περιβάλωνται ἀπὸ τῶν ἔργων αὐτῶν· τὰ γὰρ ἔργα αὐτῶν ἔργα ἀνομίας, οἱ δὲ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι, ταχινοὶ ἐκχέαι αἷμα, καὶ οἱ διαλογισμοὶ αὐτῶν διαλογισμοὶ ἀφρόνων. σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν, αἱ τρίβοι αὐτῶν διεστραμμέναι, ἃς διοδεύουσιν, καὶ οὐκ οἴδασιν εἰρήνην.
2.3.28
διὰ τοῦτο ἀπέστη ἡ κρίσις ἀπ' αὐτῶν, καὶ οὐ μὴ καταλάβῃ αὐτοὺς δικαιοσύνη. ὑπομεινάντων φῶς ἐγένετο αὐτοῖς σκότος, μείναντες αὐγὴν ἐν ἀωρίᾳ περιεπάτησαν. ψηλαφήσουσιν ὡς τυφλοὶ τοῖχον, καὶ ὡς οὐχ ὑπαρχόντων ὀφθαλμῶν ψηλαφήσουσι, πεσοῦνται ἐν μεσημβρίᾳ ὡς ἐν μεσονυκτίῳ, ὡς ἀποθνήσκοντες στενάξουσιν, ὡς ἄρκος καὶ περιστερὰ ἅμα πορεύσονται», καὶ τὰ ἑξῆς. οἷς ἐπιλέγει·
2.3.29
«καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα κυρίου, καὶ οἱ ἀπὸ ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον». Ἀλλὰ γὰρ πλείστων ὅσων οὐσῶν περὶ τῆς αὐτῆς ὑποθέσεως προφητειῶν, ταῖς παρατεθείσαις μαρτυρίαις ἀρκεσθησόμεθα καὶ κατὰ καιρὸν αὖθις ἀναλαβόντες ἐξομαλίσωμεν, ἡγούμενοι τέως, δαψιλέσι ταῖς λέξεσι καὶ ταῖς ἀπὸ τούτων μαρτυρίαις κεχρημένοι, ἱκανῶς ἀποδεδειχέναι μηδὲν πλέον ἔχειν Ἰουδαίους τῶν λοιπῶν ἐθνῶν.
2.3.30
εἴτε γὰρ τῆς τοῦ θεοφιλοῦς Ἀβραὰμ εὐλογίας μόνους αὐτούς φασιν εἶναι κοινωνοὺς διὰ τὸ ἐξ αὐτοῦ κατάγειν τὸ γένος, ἀλλὰ καὶ τοῖς ἔθνεσι ὁ θεὸς τῆς ἴσης τῷ Ἀβραὰμ οὐ μόνον ἀλλὰ καὶ τῷ Ἰσαὰκ καὶ τῷ Ἰακὼβ εὐλογίας μεταδώσειν ἐπήγγελται, διαρρήδην εὐλογηθήσεσθαι ὁμοίως αὐτοῖς πάντα τὰ ἔθνη προειπών, καὶ ὑπὸ μίαν καὶ τὴν αὐτὴν εὐφροσύνην τοῖς μακαρίοις καὶ θεοφιλέσι καὶ τὰ λοιπὰ ἔθνη ἀνακαλούμενος κατὰ τὸ
2.3.31
«εὐφράνθητε ἔθνη μετὰ τοῦ λαοῦ αὐτοῦ» καὶ «ἄρχοντες λαῶν συνήχθησαν μετὰ τοῦ θεοῦ Ἀβραάμ»· εἴτε ἐπὶ βασιλείᾳ τοῦ θεοῦ, ὡς ἂν αὐτοῦ γεγονότες κλῆρος, φρυάττονται, ἀλλὰ καὶ ἐπὶ πάντα τὰ λοιπὰ ἔθνη βασιλεύσειν ὁ θεὸς θεσπίζεται, «εἴπατε» γάρ, φησίν, «ἐν τοῖς ἔθνεσιν, ὅτι κύριος ἐβασίλευσε»,
2.3.32
καὶ πάλιν «ἐβασίλευσεν ὁ θεὸς ἐπὶ πάντα τὰ ἔθνη»· εἴτε ἐπὶ τὸ ἱερουργεῖν καὶ τῷ θεῷ λατρεύειν ἐξειλέχθαι αὐτοὺς φαῖεν, δεικτέον ὡς καὶ τοῖς ἔθνεσι τῆς ἴσης ὁ λόγος μεταδώσειν ἐπήγγελται θεραπείας, λέγων· «ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν, ἄρατε θυσίας, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ».
2.3.33
Οἷς καὶ τὸ παρὰ τῷ Ἡσαΐᾳ συνάψεις λόγιον τὸ φῆσαν· «ἔσται θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον, καὶ ποιήσουσι θυσίας, καὶ εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν». ἔνθα καὶ ἐπιστήσεις, ὡς ἐκτὸς τῆς Ἱερουσαλὴμ ἐπὶ τῆς Αἰγύπτου θυσιαστήριον τῷ κυρίῳ συστήσεσθαι καὶ θύσειν αὐτόθι τοὺς Αἰγυπτίους καὶ εὔξεσθαι εὐχὰς καὶ ἀποδώσειν τῷ κυρίῳ προφητεύεται.
2.3.34
οὐ μόνον δὲ ἄρα ἐπὶ τῆς Αἰγύπτου, ἀλλὰ καὶ ἐπ' αὐτῆς τῆς ἀληθοῦς Ἱερουσαλήμ, ἥτις ποτὲ αὕτη νοεῖται, πάντα τὰ ἔθνη καὶ αὐτοί γε οἱ πάντων δεισιδαιμονέστατοι Αἰγύπτιοι τὴν κατὰ διάνοιαν θεωρουμένην σκηνοπηγίαν ἑορτάσειν ὑπὸ τῆς προφητείας ἀνακαλοῦνται.
2.3.35
εἰ δὲ καὶ πάλαι πρότερον «ἐγενήθη μερὶς κυρίου λαὸς αὐτοῦ Ἰακώβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ», ἀλλ' ὕστερόν ποτε καὶ τὰ ἔθνη πάντα τῷ κυρίῳ δοθήσεσθαι κλῆρος εἴρηται, φήσαντος αὐτῷ τοῦ πατρός· «αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου»· καὶ γὰρ «κατακυριεύσειν» οὐ τῆς Ἰουδαίας ἀλλ' «ἀπὸ θαλάσσης ἕως θαλάσσης» καὶ «περάτων τῆς οἰκουμένης» προφητεύεται, «πάντα τε τὰ ἔθνη δουλεύσουσιν αὐτῷ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς».
2.3.36
τούτου δὲ ἦν αἴτιον τὸ γνωρίσαι τὸν τῶν ὅλων θεὸν «τὸ σωτήριον αὐτοῦ ἐνώπιον πάντων τῶν ἐθνῶν». σεσημείωται δὲ ἡμῖν ἤδη πρότερον τὸ Ἰησοῦς ὄνομα εἰς τὴν Ἑλλήνων ἀπὸ τῆς Ἑβραίωνμεταβαλλόμενον φωνῆς «σωτήριον» ἑρμηνεύεσθαι, ὡς μηδὲν ἕτερον εἶναι τὸ σωτήριον τοῦ θεοῦ ἢ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ προσηγορίαν.
2.3.37
μαρτυρεῖ τούτῳ καὶ ὁ Συμεὼν ἐν τῷ εὐαγγελίῳ, ὃς λαβὼν τὸ παιδίον, αὐτὸν δὴ τὸν Ἰησοῦν, μετὰ χεῖρας ἐπηύξατο· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ· ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν». αὐτὸ γοῦν τὸ σωτήριον καὶ ὁ ψαλμῳδὸς ἐδήλου λέγων· «ἐγνώρισε κύριος τὸ σωτήριον αὐτοῦ, ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ».
2.3.38
καὶ κατὰ τὸν Ἡσαΐαν τοῦτ' αὐτὸ τὸ σωτήριον ἰδόντες πάντες ἄνθρωποι προσκυνήσειν λέγονται τῷ τῶν ὅλων θεῷ, τὸ σωτήριον αὐτοῦ τοῖς πᾶσιν ἀφθόνως κεχαρισμένῳ· καὶ προσκυνήσειν γε αὐτῷ, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλὴμ τῆς κατὰ τὴν Παλαιστίνην, ἀλλ' ἕκαστον «ἐκ τοῦ τόπου αὐτοῦ, καὶ πάντας τοὺς ἐν ταῖς νήσοις τῶν ἐθνῶν»· ὅτε καὶ πληρωθήσεται τὸ φάσκον λόγιον «ἐπικαλεῖσθαι πάντας» ἀνθρώπους οὐκ ἔτι τοὺς πατρῴους θεοὺς οὐδὲ τὰ εἴδωλα καὶ τοὺς δαίμονας, ἀλλὰ «τὸ ὄνομα κυρίου καὶ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα, ἐκ περάτων τε ποταμῶν Αἰθιοπίας προσοίσουσιν» αὐτῷ τὰς λογικὰς καὶ ἀναίμους «θυσίας» διὰ τῆς τοῦ Χριστοῦ καινῆς διαθήκης, οὐκ ἐπὶ τῆς κάτω Ἱερουσαλήμ, οὐδ' ἐν τῷ πρὸς ταύτῃ θυσιαστηρίῳ, ἀλλ' ἐν τοῖς δηλουμένοις πέρασι τῆς Αἰθιοπίας ἀνενεχθησομένας.
2.3.39
εἰ δὲ καὶ μέγα τί ἐστιν λαὸν εἶναί τε καὶ χρηματίζειν θεοῦ καὶ ἕν γε τοῦτο τῶν μεγίστων θείων ἐπαγγελιῶν τυγχάνει τὸ ὑπ' αὐτοῦ λέγεσθαι περὶ τῶν ἀξίων αὐτοῦ «ἔσομαι αὐτῶν θεός, καὶ αὐτοὶ ἔσονται λαός μου», ἐσεμνύνετό τε πρὶν εἰκότως ὁ Ἰσραὴλ ἐπὶ τῷ ὡς μόνος λαὸς ὢν τοῦ θεοῦ, ἀλλὰ καὶ τοῦτο τὸ ἀγαθὸν ἐπιδημήσας ὁ κύριος τοῖς ἔθνεσι χαριεῖσθαι ὑπισχνεῖται λέγων· «ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον, καὶ ἔσονται αὐτῷ εἰς λαόν».
2.3.40
περὶ ὧν καὶ ἁρμόσει λέγεσθαι· «καὶ ἐρῶ τῷ οὐ λαῷ μου, λαός μου εἶ σύ, καὶ αὐτὸς ἐρεῖ, κύριος ὁ θεός μου εἶ σύ». εἰ δὲ αὐτός ἐστιν καὶ οὐδ' ἄλλος ὁ Χριστὸς ὁ «ἐκ ῥίζης Ἰεσσαὶ» βλαστήσειν προφητευόμενος, καὶ τοῦτό γε καὶ αὐτοῖς Ἑβραίοις ἀνωμολόγηται, ὡς μηδένα μηδαμῶς περὶ τούτου γε ἀμφισβητεῖν, ὅρα ὅπως καὶ οὗτος ἀναστήσεσθαι ἐπὶ τὸ ἄρχειν οὐ τοῦ Ἰσραὴλ ἀλλὰ τῶν ἐθνῶν ἀναπεφώνηται, τά τε ἔθνη ἐλπίσειν ἐπ' αὐτῷ, ἀλλ' οὐχ ὅ γε Ἰσραὴλ λέλεκται, ἐπειδήπερ «αὐτὸς ἦν ἡ προσδοκία τῶν ἐθνῶν».
2.3.41
διὸ καὶ «κρίσιν τοῖς ἔθνεσιν ἐξοίσειν» λέγεται καὶ «εἰς φῶς ἐθνῶν» γενήσεσθαι, καὶ πάλιν «ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι», καὶ εἰς σωτηρίαν δοθήσεσθαι οὐ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἀνθρώποις τοῖς ἕως ἐσχάτου τῆς γῆς.
2.3.42
διὸ καὶ εἴρηται αὐτῷ ὑπὸ τοῦ καταπέμψαντος αὐτὸν πατρός· «ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ κληρονομῆσαι κληρονομίας ἐρήμους». «μαρτύριον δὲ τοῖς ἔθνεσί» φησιν, ὥστε πάντα τὰ ἔθνη τὰ μηδεπώποτέ τι περὶ Χριστοῦ μεμαθηκότα, γνόντα τὴν περὶ αὐτοῦ οἰκονομίαν, καὶ τίς ἦν ἐν αὐτῷ δύναμις, ἐπικαλέσασθαι αὐτόν, καὶ τοὺς μὴ πάλαι πρότερον εἰδότας αὐτὸν λαοὺς ἐπ' αὐτὸν καταφεύξασθαι.
2.3.43
Καὶ τί με δεῖ μηκύνειν τὸν λόγον, παρὸν ἐξ αὐτῶν τῶν προφητικῶν λέξεων, ὧν τε παρατέθειμαι καὶ ὧν ἐπὶ σχολῆς μνημονεύσω, ἐν ταῖς θείαις φερομένων γραφαῖς, ὅτῳ φίλον ἀναλέξασθαι τὰς προφητικὰς φωνάς, αὐτόθεν κατασιγάζειν τοὺς ἐκ περιτομῆς φάσκοντας μόνοις αὐτοῖς τὰς ἐπαγγελίας τοῦ θεοῦ δεδωρῆσθαι, ἡμᾶς δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν περιττοὺς εἶναι καὶ τῶν θείων ὑποσχέσεων ἀλλοτρίους. δέδεικται γὰρ ἔμπαλιν, ὡς τεθέσπιστο τὰ μὲν ἔθνη πάντα τῆς Χριστοῦ παρουσίας ἀπολαύσειν, τὰ δ' Ἰουδαίων πλήθη ἀποπεσεῖσθαι τῆς πρὸς τοὺς αὐτῶν προγόνους ἐπαγγελίας διὰ τὴν εἰς Χριστὸν αὐτῶν ἀπιστίαν, σπανίων ἐξ αὐτῶν εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πιστευσόντων καὶ διὰ τοῦτο τῆς ἐπηγγελμένης πνευματικῆς ἀπολυτρώσεως δι' αὐτοῦ τευξομένων· περὶ ὧν καὶ ὁ θαυμάσιος ἀπόστολος διδάσκει που λέγων·
2.3.44
«Ἡσαΐας δὲ κραυγάζει ὑπὲρ τοῦ Ἰσραήλ· ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται· λόγον γὰρ συντελῶν καὶ συντέμνων, ὅτι λόγον συντετμημένον ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προεῖπεν Ἡσαΐας· εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».
2.3.45
οἷς μεθ' ἕτερα ἐπιφέρει λέγων· «μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο· καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ, ὃν προέγνω.
2.3.46
ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ, λέγων περὶ τοῦ Ἰσραήλ, κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου, τοῦ λαβεῖν αὐτήν; ἀλλὰ τί λέγει ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατὰ ἐκλογὴν χάριτος γέγονεν».
2.3.47
Διὰ τούτων γὰρ ὁ ἀπόστολος σαφῶς ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπτώσει ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ἀποστόλους τε καὶ εὐαγγελιστὰς τοῦ σωτῆρος ἡμῶν πάντας τε τοὺς ἔτι καὶ νῦν ἐξ Ἰουδαίων εἰς τὸν Χριστὸν πιστεύσαντας τὸ σπέρμα εἶναι διασαφεῖ τὸ ὑπὸ τοῦ προφήτου ὠνομασμένον κατὰ τὸ «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα». τοῦτο δὲ εἶναι καὶ τὸ ἐν ταῖς λοιπαῖς προφητείαις δηλούμενον ὑπόλειμμα τοῦ παντός, ὅπερ φησὶν «κατ' ἐκλογὴν χάριτος» πεφυλάχθαι.
2.3.48
περὶ οὗ ὑπολείμματος φέρε πάλιν τὰ ἀπὸ τῶν προφητῶν ἐξαπλώσωμεν, ὡς ἂν παρασταίη διὰ πλειόνων, ὅτι μὴ ἀδιακρίτως παντὶ τῷ Ἰουδαίων ἔθνει τὴν τοῦ Χριστοῦ παρουσίαν σωτήριον ἔσεσθαι ὑπέσχετο ὁ θεὸς ἀλλ' ὀλίγοις καὶ κομιδῆ σπανίοις, τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκόσιν, ὥσπερ οὖν καὶ τὸ ἔργον ἀκολούθως ταῖς προρρήσεσιν ἐπηκολούθησεν. λϛʹ.
2.3.49
Ἀπὸ τοῦ Ἡσαΐου. «Ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶνπυρίκαυστοι· τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν, καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. ἐγκαταλειφθήσεται ἡ θυγάτηρ Σιὼν ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ, ὡς πόλις πολιορκουμένη. καὶ εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».
2.3.50
Ἀρχόμενος ὁ μέγας καὶ θαυμάσιος προφήτης τῆς οἰκείας βίβλου τὴν πᾶσαν τῆς προφητείας ὑπόθεσιν «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ τῆς Ἱερουσαλὴμ ὅρασιν» καὶ θεωρίαν περιέχειν διδάσκει, ἔπειτα τὸ πᾶν Ἰουδαίων ἔθνος ἀπελέγχει, πρῶτα μὲν λέγων· «ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν».
2.3.51
εἶτα τὸ πᾶν ἔθνος ταλανίζων ἐπιφέρει· «οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, σπέρμα πονηρόν, υἱοὶ ἄνομοι».
2.3.52
τούτοις ἐν ἀρχῇ τῆς βίβλου κατ' αὐτῶν χρησάμενος τοῖς ἐλέγχοις, καὶ προδιδάξας τὰς αἰτίας τῆς μελλούσης ἐπιφέρεσθαι κατ' αὐτῶν προρρήσεως, ἑξῆς ἀπάρχεται φάσκων· «ἡ γῆ ὑμῶν ἔρημος», μὴ οὔσης ἐρήμου καθ' οὓς προεφήτευε χρόνους, «αἱ πόλεις ὑμῶν πυρίκαυστοι», μηδὲ τούτου πω γεγενημένου. ἀλλ' οὐδὲ τὴν χώραν αὐτῶν τότε ἤσθιον ἀλλότριοι, καὶ ὅμως φησὶν «τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν», καὶ τὰ ἑξῆς.
2.3.53
εἰ οὖν ἐπὶ τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ μετέλθοις παρουσίαν καὶ τοὺς ἐξ ἐκείνου καὶ εἰς δεῦρο χρόνους, πάντα ἂν εὕροις τὰ εἰρημένα πληρούμενα. «ἥ τε γὰρ θυγάτηρ Σιών» αὕτη δὲ ἦν ἡ ἐπὶ ὄρους τοῦ καλουμένου Σιὼν ἐπιτελουμένη θρησκεία ἀπὸ τῆς Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν παρουσίας ἐγκαταλέλειπται «ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ», καὶ εἴ τι τούτων ἐρημότερον· «τήν τε χώραν αὐτῶν ἀλλότριοι ἐνώπιον αὐτῶν κατεσθίουσι», τοτὲ μὲν δασμοὺς καὶ φόρους αὐτοὺς εἰσπραττόμενοι, τοτὲ δὲ ἴδιον ἑαυτῶν κτῆμα τὴν πάλαι τῶν Ἰουδαίων γῆν πεποιημένοι· ἀλλὰ καὶ τὸ ἱερὸν τὸ εὐπρεπὲς τῆς μητροπόλεως αὐτῶν ἠρείπωται «κατεστραμμένον ὑπὸ λαῶν ἀλλοτρίων», «αἵ τε πόλεις» αὐτῶν «πυρίκαυστοι» γεγόνασι, καὶ γέγονεν Ἱερουσαλὴμ ἀληθῶς «πόλις πολιορκουμένη».
2.3.54
Ἀλλ' ἐπεὶ τούτων περὶ αὐτοὺς συμβεβηκότων ὁ τῶν ἀποστόλων χορὸς οἵ τε ἐξ Ἑβραίων εἰς τὸν Χριστὸν πεπιστευκότες γονίμου δίκην σπέρματος ἐξ αὐτῶν ἐκείνων διεφυλάχθησαν, καθ' ὅλης τε τῆς οἰκουμένης καὶ εἰς πᾶν γένος ἀνθρώπων διελθόντες πᾶσαν πόλιν καὶ τόπον καὶ χώραν τοῦ οἰκείου καὶ Ἰσραηλιτικοῦ σπόρου κατέπλησαν, ὥστε ἐξ αὐτῶν στάχυς τὰς ἐπ' ὀνόματος τοῦ σωτῆρος ἡμῶν ὑποστάσας ἐκκλησίας φῦναι, εἰκότως ὁ θεῖος προφήτης ἐπιλέγει ταῖς προαποφανθείσαις κατ' αὐτῶν ἀπειλαῖς «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν». ὅπερ συναγαγὼν ἐπὶ τὸ σαφὲς ἑρμηνεύει ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὁ ἱερὸς ἀπόστολος·
2.3.55
«Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ ὑπόλειμμα σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ποιήσει κύριος ἐπὶ τῆς γῆς. καὶ καθὼς προείρηκεν Ἡσαΐας, εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν».
2.3.56
οἷς αὖθις προστίθησι λέγων· «μὴ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ; μὴ γένοιτο. καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμὶ ἐκ σπέρματος Ἀβραάμ, φυλῆς Βενιαμίν. οὐκ ἀπώσατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ γραφή, ὡς ἐντυγχάνει τῷ θεῷ κατὰ τοῦ Ἰσραήλ; κύριε τοὺς προφήτας σου ἀπέκτειναν, τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσί μου τὴν ψυχὴν λαβεῖν αὐτήν. ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ. οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ λεῖμμα κατ' ἐκλογὴν χάριτος γέγονεν».
2.3.57
Ὅτι δ' οὐκ εἰς ἄλλον καιρὸν ἀλλ' εἰς τὸν τῆς ἐπιφανείας τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συντείνει ἡ προφητεία, ἑξῆς ὁ λόγος, μετὰ τὸ φάναι «εἰ μὴ κύριος Σαβαὼθ ἐγκατέλιπεν ἡμῖν σπέρμα, ὡς Σόδομα ἂν ἐγενήθημεν καὶ ὡς Γόμορρα ἂν ὡμοιώθημεν», τὸν πάντα τῶν Ἰουδαίων λαὸν «λαὸν Γομόρρας» ὀνομάσας, τοὺς δὲ ἡγουμένους αὐτῶν «ἄρχοντας Σοδόμων», ἐπιφέρει παραίτησιν τῆς κατὰ Μωσέα θρησκείας, καὶ τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσιν ἀνθρώποις κατηγγελμένης διαθήκης τὸν τρόπον, λέγω δὲ τὸν «διὰ λουτροῦ παλιγγενεσίας», λόγον τε ἄντικρυς νέον καὶ νόμον εἰσῆκται ἐν τῇ περὶ τῶν τοιούτων προρρήσει. λέγει δ' οὖν·
2.3.58
«ἀκούσατε λόγον κυρίου, ἄρχοντες Σοδόμων· προσέχετε νόμον θεοῦ, λαὸς Γομόρρας. τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν», καὶ τὰ ἑξῆς· ἅπερ οἰκεῖα ὄντα τῆς κατὰ Μωσέα νομοθεσίας ἀνελὼν ἀντεισάγει ἀφέσεως ἁμαρτημάτων ἕτερον τρόπον, τὸν διὰ τοῦ σωτηρίου λουτροῦ καὶ τοῦ σὺν τούτῳ κηρυττομένου βίου, λέγων·
2.3.59
«λούσασθε, καθαροὶ γένεσθε, ἀφέλεσθε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν», καὶ τὰ ἑξῆς. ἄρχοντας δὲ Σοδόμων καὶ λαὸν Γομόρρων δι' ἣν αἰτίαν αὐτοὺς ὠνόμασεν, ὁ αὐτὸς παρέστησε, παραχρῆμα εἰπών·
2.3.60
«αἱ γὰρ χεῖρες ὑμῶν πλήρεις αἵματος». καὶ αὖθις δὲ ὑποβὰς λέγει· «τὴν ἀνομίαν αὐτῶν ὡς Σοδόμων ἀνήγγειλαν καὶ ἐνεφάνισαν. οὐαὶ τῇ ψυχῇ αὐτῶν, διότι ἐβουλεύσαντο βουλὴν πονηρὰν καθ' ἑαυτῶν, εἰπόντες ὅτι δήσωμεν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν»,
2.3.61
σαφέστατα αἵματός τινος καὶ ἑνὸς δικαίου μεμνημένος ἐπιβουλῆς. τίνος δὲ ἄρα ἢ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' ὃν καὶ μεθ' ὃν ἅπαντα μετῆλθον αὐτοὺς τὰ προηγορευμένα; λζʹ.
2.3.62
Τοῦ αὐτοῦ Ἡσαΐου. «Τῇ δὲ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ τοῦ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· καὶ ἔσται τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν εἰς Ἱερουσαλήμ».
2.3.63
Καὶ τί δ' ἂν γένοιτο «τὸ καταλειφθὲν τοῦ Ἰσραήλ», αὐτὸς ὁ προφήτης διεσάφησεν εἰπών· «πάντες οἱ γραφέντες εἰς Ἱερουσαλὴμ καὶ οἱ κληθέντες ἅγιοι». τίς οὖν αὕτη ἡ ἡμέρα, ἐν ᾗ δοξάσειν ὁ θεὸς καὶ ὑψώσειν «τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ» καὶ τοὺς κληθησομένους ἁγίους καὶ γραφησομένους εἰς ζωὴν λέγεται, ἀναδραμόντι σοι τὴν ὅλην τῆς περικοπῆς διήγησιν δῆλον ἔσται. ἐν ἀρχῇ τοιγαροῦν τῆς ὅλης βίβλου τὴν «κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλὴμ» ἰδὼν «ὅρασιν» ὁ προφήτης, καὶ διὰ πλείστων ἀπαριθμησάμενος τῆς τοῦ παντὸς Ἰουδαίων ἔθνους τὰ ἀσεβήματα, ἀπειλήσας τε καὶ εἰπὼν τὰ περὶ τῆς καταστροφῆς αὐτῶν καὶ τῆς παντελοῦς ἐρημίας Ἱερουσαλήμ, τέλος τῆς κατ' αὐτῶν θεωρίας ἐπάγει λέγων·
2.3.64
«ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὰ φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων· καὶ ἔσται ἡ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὐτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων».
2.3.65
Περιγράψας δὲ ἐνταῦθα τὴν κατ' αὐτῶν πρόρρησιν, ὑποστολῇ χρῆται· ἐξ ἑτέρας δὲ ἀρχῆς δευτέρας ὑποθέσεως ἅπτεται, καὶ προοιμίῳ γε τῷ λεγομένῳ τοιῷδε χρῆται· «ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς τὸν προφήτην περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ», ἢ, ὡς ὁ Σύμμαχος ἡρμήνευσεν, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλήμ». ἴσως τις ὑπολήψεται, περὶ ὧν τὰ σκυθρωπὰ προλαβὼν ἐθέσπισε, τούτων αὐτῶν πέρι τὰ χρηστότερα μεταβαλόντα λέγειν.
2.3.66
ἀλλ' οὐκ ἂν ταῦτα ἐπιτρέψειεν φάναι ἡ τῶν ἐπιφερομένων ἀκολουθία, ὑπὲρ μὲν τοῦ Ἰουδαίων ἔθνους ἢ ὑπὲρ τοῦ καλουμένου Ἰσραὴλ οὐδὲν οὐδὲ ὅλως χρηστὸν περιέχουσα, οὐδέ γε ὑπὲρ τῆς Ἰουδαίας οὐδὲ ὑπὲρ Ἱερουσαλήμ, τοὐναντίον δὲ μυρίας κατὰ τοῦ Ἰσραὴλ μέμψεις καὶ κατηγορίας, ἀπειλάς τε κατὰ τῆς Ἱερουσαλὴμ σκυθρωπάς, καὶ τὸ πᾶσι τοῖς ἔθνεσι σωτήριον, κλῆσιν καὶ γνῶσιν τοῦ ἐπὶ πάντων θεοῦ, θεσπίζουσα, καὶ ἔτι πρὸς τούτοις ὄρους ἐπιφάνειαν καινοῦ καὶ οἴκου θεοῦ ἑτέρου παρὰ τὸν ἐν Ἱερουσαλὴμ ἀνάδειξιν παριστᾶσα.
2.3.67
λέγει δ' οὖν μετὰ τὸ φάναι «περὶ τῆς Ἰουδαίας καὶ περὶ Ἱερουσαλήμ»· «ὅτι ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος κυρίου, καὶ ὁ οἶκος τοῦ θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτὸ πάντα τὰ ἔθνη, καὶ πορεύσονται ἔθνη πολλά, καὶ ἐροῦσι, δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ».
2.3.68
Καὶ περὶ μὲν τῶν ἐθνῶν ἁπάντων τοιαῦτα θεσπίζει· περὶ δὲ τῶν Ἰουδαίων ἑξῆς οἷα ἐπιλέγει ἄκουε· «ἀνῆκεν γὰρ τὸν λαὸν αὐτοῦ τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ· ὅτι ἐνεπλήσθη ὡς τὸ ἀπ' ἀρχῆς ἡ χώρα αὐτῶν κληδονισμῶν, ὡς ἡ τῶν ἀλλοφύλων, καὶ τέκνα πολλὰ ἀλλόφυλα ἐγενήθη αὐτοῖς. ἐνεπλήσθη γὰρ ἡ χώρα αὐτῶν ἀργυρίου καὶ χρυσίου, καὶ οὐκ ἦν ἀριθμὸς τῶν θησαυρῶν αὐτῶν», καὶ τὰ ἑξῆς τούτων, ὄντα πλείω. οἷς ἐπιφέρει·
2.3.69
«καὶ προσεκύνησαν οἷς ἐποίησαν οἱ δάκτυλοι αὐτῶν, καὶ ἔκυψεν ἄνθρωπος καὶ ἐταπεινώθη, καὶ οὐ μὴ ἀνήσω αὐτούς. καὶ νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθαι εἰς τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου κυρίου, καὶ ἀπὸ προσώπου τῆς δόξης αὐτοῦ, ὅτ' ἂν ἀναστῇ θραῦσαι τὴν γῆν»·
2.3.70
δι' ὧν σαφῶς ἀνάστασίν τινα τοῦ κυρίου διδάσκει ἔσεσθαι, ἐν ᾗ θραυσθήσεσθαι πᾶσαν τὴν γῆν τοῦ Ἰουδαίων ἔθνους. περὶ αὐτῶν γὰρ ὁ πᾶς ἦν λόγος, ὥσπερ καὶ ἑξῆς, δι' οὗ φησιν·
2.3.71
«ἡμέρα γὰρ κυρίου Σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον, καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον», καὶ τὰ τούτοις ἀκόλουθα. ἐν ταύτῃ τοιγαροῦν τῇ ἡμέρᾳ τῆς ἀναστάσεως τοῦ κυρίου τὰ κατὰ τῶν ἐπαιρομένων κατὰ τῆς γνώσεως τοῦ θεοῦ προαγορεύσας, ἐν αὐτῇ ταύτῃ, φησίν, τῇ ἡμέρᾳ «ὑψωθήσεται κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν, εἰσενέγκαντες εἰς τὰ σπήλαια»·
2.3.72
μονονουχὶ δηλῶν τὴν ἀποστροφὴν τῶν εἰδώλων, ἣν ἀπεστράφησαν αὐτοί τε Ἰουδαῖοι καὶ οἱ λοιποὶ πάντες ἄνθρωποι, μετὰ τὴν τοῦ σωτῆρος ἡμῶν ἐπιφάνειαν καταπτύσαντες πάσης δεισιδαιμονίας. «τῇ γοῦν ἡμέρᾳ ἐκείνῃ, φησίν, ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ, ἃ ἐποίησαν προσκυνεῖν τοῖς ματαίοις»,
2.3.73
καθ' ὅλου ὡς εἰκὸς καὶ περὶ παντὸς ἀνθρώπου ταῦτα ἀναφωνῶν διὰ τὴν μέλλουσαν ἔσεσθαι τῶν ἐθνῶν κλῆσιν. Ἰδίως δὲ αὖθις περὶ τοῦ Ἰουδαίων ἔθνους ὑπὸ μίαν διάνοιαν ἑξῆς ἐπιλέγει·
2.3.74
«ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ ἀφελεῖ ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος, γίγαντα καὶ ἰσχύοντα καὶ ἄνθρωπον πολεμιστὴν καὶ δικαστὴν καὶ προφήτην καὶ στοχαστὴν καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα καὶ συνετὸν ἀκροατήν» καὶ τὰ τούτοις ἑξῆς.
2.3.75
ἔνθα ἐπιστήσας, παράθες τὰ προλεγόμενα τῆς προφητείας, δι' ὧν εἴρηται· «ὁ λόγος ὁ γενόμενος παρὰ κυρίου πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς ὑπὲρ τῆς Ἰουδαίαςκαὶ ὑπὲρ Ἱερουσαλήμ», ὡς μᾶλλον κατ' αὐτῶν ἢ ὑπὲρ αὐτῶν τὰ ἐπενηνεγμένα τυγχάνει, εἰ μή τις ἄρα ἐν τούτοις λανθάνων περιέχεται νοῦς.
2.3.76
πῶς γὰρ μέλλων ἀφαιρεῖν «ἀπὸ τῆς Ἰουδαίας καὶ ἀπὸ Ἱερουσαλὴμ ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος», καὶ πάντα τὰ ἐν αὐτοῖς πάλαι διαπρέποντα, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ» ἔσεσθαι τὰ θεσπιζόμενα προύλεγε; πῶς δὲ ὑπὲρ αὐτῶν ἔστι· καὶ τὰ ἑξῆς αὖθις λέγεσθαι· «ἀνεῖται Ἱερουσαλήμ, καὶ ἡ Ἰουδαία συμπέπτωκε, καὶ αἱ γλῶσσαι αὐτῶν μετὰ ἀνομίας, τὰ πρὸς κύριον ἀπειθοῦντες»;
2.3.77
Ἀλλὰ γὰρ ἐν τοιῷδε καιρῷ, ἐν ᾧ «τὸ ὄρος κυρίου» πᾶσι τοῖς
2.3.78
ἔθνεσιν ἀνάγκη κηρύττεσθαι, ὅ τε ἐπὶ τοῦ ὄρους οἶκος τοῦ θεοῦ, ἐφ' ὃν πάντα τὰ ἔθνη συνιόντα φασίν· «δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος κυρίου καὶ εἰς τὸν οἶκον τοῦ θεοῦ Ἰακώβ», τοιαύταις ὁ λόγος χρησάμενος κατηγορίαις τοῦ Ἰουδαίων ἔθνους, ἀπειλήσας τε αὐτοῖς τὰ ἔσχατα, ἐπισυνάπτει τούτοις πᾶσι τὰς προεκτεθείσας ἡμῖν λέξεις, διδάσκων ὅτι, τοῦ παντὸς Ἰουδαίων ἔθνους μέλλοντος ἀποπεσεῖσθαι τῆς κατὰ τὸν θεὸν εὐσεβείας, περιλειφθήσονταί τινες ἐν αὐτοῖς οὐ συναπολαύσαντες τοῖς πᾶσι τῶν κακῶν. ἔμπαλιν δὲ ὡς ἂν ἐκ μοχθηρῶν καὶ παρανόμων διασεσωσμένοι, καὶ τὸ δοκίμιον καὶ τὸ εἰλικρινὲς τῆς εὐσεβείας ἐπιδεδειγμένοι, τῆς παρὰ τῷ θεῷ γραφῆς καταξιωθήσονται καὶ «ἅγιοι κληθήσονται» τοῦ θεοῦ δοῦλοι.
2.3.78
δηλοῖ δὲ διὰ τούτων τοὺς τοῦ σωτῆρος ἡμῶν ἀποστόλους καὶ μαθητὰς καὶ εὐαγγελιστὰς καὶ τοὺς λοιποὺς ἅπαντας τοὺς ἐν περιτομῇ εἰς αὐτὸν πεπιστευκότας κατὰ τὸν χρόνον τῆς ἀποπτώσεως τοῦ παντὸς αὐτῶν ἔθνους.
2.3.79
ταῦτα δὲ αἰνίττεται φάσκων ὁ λόγος «ἐν τῇ ἡμέρᾳ ἐκείνῃ» ἐν ᾗ δῆλον ὅτι τὰ προηγορευμένα πάντα περὶ τῆς κλήσεως τῶν ἐθνῶν καὶ περὶ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως γενήσεται «ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ· καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἱερουσαλήμ»· δι' οὓς καὶ εἰκότως, ἀπὸ τῆς Ἱερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας προελθόντας, «ὑπὲρ τῆς Ἰουδαίας καὶ ὑπὲρ Ἱερουσαλὴμ» τὴν προφητείαν ἐδήλου λέγεσθαι τὸ προοίμιον, ἢ καὶ διὰ τὴν ἀληθῆ Ἱερουσαλὴμ καὶ τὴν ἀναλόγως αὐτῇ κατὰ διάνοιαν θεωρουμένην Ἰουδαίαν· περὶ οὗ κατὰ καιρὸν εἰσόμεθα.
2.3.80
Καὶ τίς γε τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν καὶ τῶν εὐαγγελιστῶν τὴν ἔνθεον συνορῶν δύναμιν, καθ' ἣν «εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν», πᾶσαί τε ἐξ ἐκείνου καὶ εἰς δεῦρο αἱ τοῦ Χριστοῦ ἐκκλησίαι τοὺς λόγους αὐτῶν ἀνὰ στόμα καὶ μαθήματα ἔχουσιν, καὶ τὰς τῆς καινῆς διαθήκης δι' αὐτῶν κηρυχθείσας τοῦ Χριστοῦ νομοθεσίας, οὐκ ἂν ἀλήθειαν τῇ προφητείᾳ ἐπιμαρτυρήσαι, φησάσῃ ἐμφανῶς «ἐν βουλῇ καὶ μετὰ δόξης ἐπὶ πᾶσαν τὴν γῆν ὑψώσειν τὸν θεὸν καὶ δοξάσειν «τὸ καταλειφθὲν Ἰσραήλ», καὶ ὡς ἄρα «τὸ καταλειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλὴμ ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν». ἀντὶ δὲ τοῦ λεγομένου παρὰ τοῖς ἑβδομήκοντα «ἐν βουλῇ μετὰ δόξης» ὁ Ἀκύλας καὶ Θεοδοτίων συμφώνως «εἰς δύναμιν καὶ δόξαν» ἡρμήνευσαν, τὴν ὑπὸ τοῦ θεοῦ δοθεῖσαν τοῖς ἀποστόλοις δύναμιν καὶ τὴν ἐπὶ ταύτῃ παρὰ τῷ θεῷ δόξαν παριστῶντες κατὰ τὸ «κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ» καὶ αὐτό γε τὸ γεγενημένον.
2.3.81
ληʹ. «Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μή ποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ ἐπιστρέψουσι, καὶ ἰάσομαι αὐτούς. καὶ εἶπα, ἕως πότε, κύριε; καὶ εἶπεν, ἕως ἂν ἐρημωθῶσι πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος. καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους, καὶ πληθυνθήσονται οἱ καταλειφθέντες ἐπὶ τῆς γῆς».
2.3.82
Ὅρα δὴ καὶ ἐνταῦθα τίνα τρόπον οἱ καταλειφθέντες πάλιν ἐπὶ τῆς γῆς, τῆς λοιπῆς ἁπάσης ἐρήμου γενησομένης, μόνοι πληθυνθήσεσθαι λέγονται. εἶεν δ' ἂν καὶ οὗτοι οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί, ἐξ Ἑβραίων εἰς πάντας ἀνθρώπους προελθόντες, οἳ καὶ δίκην σπέρματος καταλειφθέντες πολύχουν προσήνεγκαν τὸν καρπόν, τὰς καθ' ὅλης τῆς οἰκουμένης τῶν ἐθνῶν ἐκκλησίας. καὶ θέα γε, ὡς κατὰ τὸ αὐτό φησιν, τούτους μὲν πληθυνθήσεσθαι μόνους καταλειφθέντας ἐκ τῆς τῶν Ἰουδαίων ἀποπτώσεως, ἐκείνους γε μὴν πάμπαν ἐρήμους ἔσεσθαι.
2.3.83
«ἡ γῆ» γὰρ αὐτῶν, φησίν, «καταλειφθήσεται ἔρημος». τοῦτο δὲ καὶ ἀνωτέρω αὐτοῖς ἐλέγετο ὑπὸ τοῦ αὐτοῦ προφήτου, κατὰ τὸ «ἡ γῆ ὑμῶν ἔρημος, αἱ πόλεις ὑμῶν πυρίκαυστοι, τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτήν».
2.3.84
πότε δὲ καὶ ταῦτα ἐπληροῦτο ἢ ἀπὸ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν; ἕως μὲν γὰρ οὐδέπω τὰς κατ' αὐτοῦ τετολμήκεσαν δυσσεβείας, οὐκ ἦν ἡ γῆ αὐτῶν ἔρημος, οὐδὲ αἱ πόλεις πυρίκαυστοι, οὐδὲ τὴν χώραν αὐτῶν ἀλλότριοι κατήσθιον· ἀπὸ δὲ τῆς ἐνθέου φωνῆς ἐκείνης, δι' ἧς τὸ μέλλον αὐτοῖς ἔσεσθαι προυθέσπισεν αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, εἰπών «ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος», ἐξ ἐκείνου καὶ οὐ μετ' οὐ πολὺ τῆς προρρήσεως πολιορκηθέντες ὑπὸ Ῥωμαίων εἰς ἔρημον κατέστησαν.
2.3.85
καὶ τό γε αἴτιον τῆς ἐρημώσεως αὐτῶν ὁ προφητικὸς λόγος ἀπελέγχει, μονονουχὶ σαφῶς διερμηνεύων, καὶ τὴν αἰτίαν τῆς ἀποπτώσεως αὐτῶν παριστάς. ἐπειδὴ γὰρ τοῦ σωτῆρος ἡμῶν διδάσκοντος ἐν αὐτοῖς ἀκούσαντες ὠσὶ διανοίας οὐκ ἤκουσαν, οὐδὲ συνῆκαν ὅστις ἦν, ἰδόντες δὲ αὐτὸν σαρκὸς ὀφθαλμοῖς, τοῖς τῆς ψυχῆς οὐ τεθέανται, ἐπάχυνάν τε ἑαυτῶν τὴν καρδίαν, καὶ μονονουχὶ τοὺς ὀφθαλμοὺς τῆς διανοίας ἔμυσαν, καὶ τὰ ὦτα ἐβάρυναν, ὥς φησιν ἡ προφητεία, τούτου χάριν ἐρημωθήσεσθαι αὐτῶν, φησί, τὰς πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ τὴν γῆν γενήσεσθαι ἔρημον, βραχεῖς δέ τινας ἐξ αὐτῶν ὑπολειφθήσεσθαι, δίκην γονίμου καὶ ζωπύρου σπέρματος πεφυλαγμένους, οἳ καὶ εἰς πάντας προελθόντες ἀνθρώπους πληθυνθήσεσθαι ἐπὶ τῆς γῆς λέγονται.
2.3.86
πλὴν ἀλλὰ καὶ μετὰ τὴν πρόοδον τούτων αὐτῶν, δηλαδὴ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ἔτι φησὶν ἐπ' αὐτῆς τῆς Ἰουδαίας χώρας διαμεῖναι «τὸ ἐπιδέκατον», καὶ μετὰ ταῦτα αὖθις ἔσεσθαι αὐτοὺς «εἰς προνομὴν ὡς τερέβινθος καὶ ὡς βάλανος ὅτ' ἂν ἐκπέσῃ τῆς θήκης αὐτῆς». παρίστησι δέ, ὡς οἶμαι, διὰ τούτων ὁ λόγος, ὅτι μετὰ τὴν πρώτην πολιορκίαν, ἣν κατὰ τοὺς τῶν ἀποστόλων χρόνους καὶ κατὰ Ῥωμαίων αὐτοκράτορα Οὐεσπασιανὸν ἱστοροῦνται πεπονθέναι, αὖθις ἐπὶ Ἀδριανοῦ δεύτερον πολιορκηθέντες παντελῶς εἴρχθησαν τοῦ τόπου, ὡς μηδὲ τοῦ ἐδάφους τῆς Ἱερουσαλὴμ ἐπιβαίνειν ἐπι τρέπεσθαι. τοῦτο δ' οὖν αἰνιττόμενός φησιν· «καὶ πάλιν ἔσται εἰς προνομὴν ὡς τερέβινθος καὶ βάλανος ὅτ' ἂν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς».
2.3.87
λθʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα· καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, φάγεται βούτυρον, καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς».
2.3.88
Ἐνταῦθα τὴν δηλουμένην ἡμέραν ἐπιζητήσας, εὕροις ἂν τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας. εἰπὼν γὰρ ὁ προφήτης «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήψεται καὶ τέξεται υἱόν», καὶ πλεῖστα διὰ μέσου, θεσπίζει περὶ τῶν κατὰ τὴν αὐτὴν ἡμέραν, τοῦτ' ἔστιν ἀμφὶ τὸν χρόνον τῆς τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας, γενησομένων.
2.3.89
δυνάμεις γὰρ ἀοράτους καὶ νοητούς τινας ἐχθροὺς καὶ πολεμίους, «μυίας» καὶ «μελίσσας» νόμοις ἀλληγορίας ὀνομαζομένους, ἐπιβήσεσθαι τῇ τῶν Ἰουδαίων χώρᾳ φησίν, καὶ τὸν κύριον «ξυρῷ» τῶν πολεμίων, ὡς ἂν μεγάλου σώματος, τοῦ Ἰουδαίων ἔθνους «τὴν κεφαλὴν καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα» καὶ πάντα συλλήβδην εἰπεῖν τὸν κόσμον αὐτῶν ξυρήσειν.
2.3.90
τούτων δ' ἐσομένων ἐν τῇ θεσπιζομένῃ ἡμέρᾳ τοῦ ἐκ τῆς παρθένου γενησομένου, τὸν καταλειφθέντα ἄνθρωπον ἐκ τῆς τοῦ παντὸς ἔθνους ἀπωλείας, τοῦτ' ἔστιν πάντα τὸν ἐξ αὐτῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότα, θρέψειν «δάμαλιν βοῶν καὶ δύο πρόβατα» προφητεύει, «ἀπό τε τοῦ πλεῖστον ποιεῖν γάλα», «φάγεσθαι βούτυρον καὶ μέλι». νοήσεις δὲ καὶ ταῦτα κατὰ μυστικὴν θεωρίαν ἐπὶ τῶν τοῦ σωτῆρος ἡμῶν ἀποστόλων τετελεσμένα.
2.3.91
ὧν ἕκαστος, ἐν αἷς σὺν τῇ τοῦ Χριστοῦ δυνάμει συνεστήσατο ἐκκλησίαις, δύο πρόβατα, τοῦτ' ἔστιν δύο τάγματα δίκην προβάτων ἐπὶ τὴν τοῦ Χριστοῦ ποίμνην συνιόντα, τὸ μὲν εἰσέτι στοιχειούμενον, τὸ δ' ἤδη διὰ τοῦ λουτροῦ πεφωτισμένον, καὶ ἐπὶ τούτοις μίαν «δάμαλιν» τὴν ἐκκλησιαστικὴν τῶν προέδρων ἀρχὴν ταῖς ἐνθέοις καὶ λογικαῖς τροφαῖς ἐκθρέψας, γόνιμον ἐξ αὐτῶν «γάλα» καὶ «μέλι», τῆς πονηθείσης αὐτῷ τροφῆς τὸν καρπόν, ἀπηνέγκατο.
2.3.92
ὅπως μὲν οὖν τὰ τῶν ἀτελεστέρων πλήθη προβάτοις εἴωθεν ὁ θεῖος ἀφομοιοῦν λόγος, οὐδὲν δεῖ λέγειν, πάσης γραφῆς τοῦτο διδασκούσης· τὸν δέ γε ἐντελέστερον καὶ τοὺς πολλοὺς γεωργοῦντα τῆς ἐκκλησίας ἡγούμενον ὅπως τῷ γεωπόνῳ τῶν βοῶν παραβάλλει, συνίστησιν ὁ ἱερὸς ἀπόστολος, λέγων·
2.3.93
«μὴ τῶν βοῶν μέλει τῷ θεῷ, ἢ δι' ἡμᾶς πάντως λέγει; ὅτι ὀφείλει ἐπ' ἐλπίδι ὁ ἀροτριῶν ἀροτριᾶν καὶ ὁ ἀλοῶν ἐπ' ἐλπίδι τοῦ μετέχειν».
2.3.94
Εἰ δὲ προσκόπτοι τις ταῖς τοιαῖσδε τροπολογίαις, ὥρα τοῦτον μηδὲ τὰς ὀνομαζομένας μυίας ἢ μελίσσας μηδὲ τὸ ξυρὸν μηδὲ τὸν πώγωνα μηδὲ τὰς τρίχας τῶν ποδῶν κατὰ διάνοιαν θεωρεῖν, εἰς ἀτόπους δὲ καὶ ἀσυστάτους ἐκπίπτειν μυθολογίας. εἰ δ' ἀνάγκη ταῦτα μὴ ἄλλως ἢ κατὰ μόνην θεωρίαν δέχεσθαι, δῆλον ὅτι καὶ τὰ ἀκόλουθα παραπλησίως.
2.3.95
μʹ. «Τῇ ἡμέρᾳ ἐκείνῃ ἀποσβεσθήσεται τὰ ὄρη καὶ οἱ βουνοὶ καὶ οἱ δρυμοί, καὶ καταφάγεται ἀπὸ ψυχῆς ἕως σαρκῶν· καὶ ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἔσονται ἀριθμός, καὶ παιδίον μικρὸν γράψει αὐτούς. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὐκέτι προστεθήσεται τὸ καταλειφθὲν τοῦ Ἰσραήλ, καὶ οἱ διασωθέντες τοῦ Ἰακὼβ οὐκέτι πεποιθότες ὦσιν ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ τῇ ἀληθείᾳ, καὶ ἀναστρέψει τὸ καταλειφθὲν τοῦ Ἰσραὴλ ἐπὶ θεὸν ἰσχύοντα.
2.3.96
καὶ ἐὰν γένηται ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα αὐτῶν σωθήσεται. λόγον γὰρ συντελῶν καὶ συντέμνων ἐν δικαιοσύνῃ, ὅτι λόγον συντετμημένον ποιήσει ὁ θεὸς ἐν τῇ οἰκουμένῃ ὅλῃ».
2.3.97
Κἀνταῦθα πρόσσχες, ὅτι ἐν τῇ τῶν σκυθρωπῶν ἀπειλῇ, φησίν, «ἔσται ὁ φεύγων ὡς ὁ φεύγων ἀπὸ φλογὸς καιομένης· καὶ οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἀριθμὸς ἔσται, καὶ παιδίον μικρὸν γράψει αὐτούς». δι' ὧν τὸ σπάνιον τῶν φευξομένων τὸν ὄλεθρον τοῦ ἐκ περιτομῆς λαοῦ καὶ τὸν τῆς Ἱερουσαλὴμ ἐμπρησμὸν παρίστησιν. «οἱ δὲ καταλειφθέντες» οὗτοι, φησίν, «ἀριθμὸς ἔσονται»,
2.3.98
τοῦτ' ἔστιν ἀριθμῷ ληπτοὶ γενήσονται, οὕτω βραχεῖς καὶ εὐαρίθμητοι ὄντες. τοσοῦτοι δ' οὖν ὡς ἐν συγκρίσει τοῦ παντὸς πλήθους τοῦ Ἰουδαίων ἔθνους οἱ εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν πεπιστευκότες γεγόνασιν, οἳ καὶ κατηξιώθησαν τῆς ὑπ' αὐτοῦ γραφῆς, ὡς δηλοῖ φάσκων ὁ λόγος· «καὶ παιδίον γράψει αὐτούς», προδιδάξας, ὅ τι ποτὲ ἦν τὸ παιδίον, ἐν οἷς ἔλεγεν· «ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει, καὶ τέξεται υἱόν»,
2.3.99
καὶ «πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα». καὶ ἐπειδήπερ ἐνταῦθα «παιδίον», φησίν, «γράψει αὐτούς», εἰκότως ἐν τοῖς πρόσθεν ἐλέγετο καὶ «ἔσται τὸ ὑπολειφθὲν ἐν Σιὼν καὶ τὸ καταλειφθὲν ἐν Ἱερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωήν». ὥσπερ γοῦν ἐν ἐκείνοις «τὸ καταλειφθὲν» ὠνόμαστο, οἱ δ' αὐτοὶ «γραφέντες» ἦσαν «εἰς ζωήν», οὕτως καὶ ἐνταῦθα «οἱ καταλειφθέντες ἀπ' αὐτῶν ἀριθμὸς ἔσονται καὶ παιδίον γράψει αὐτούς».
2.3.100
τοῦτο δὲ τὸ «καταλειφθὲν ἐκ τοῦ Ἰσραὴλ καὶ οἱ διασωθέντες ἀπὸ τοῦ Ἰακὼβ οὐκέτι», φησίν, ἔσονται «πεποιθότες ἐπὶ τοὺς ἀδικήσαντας αὐτούς, ἀλλ' ἔσονται πεποιθότες ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραήλ».
2.3.101
καὶ ὅρα γε, εἰ μὴ ταύτῃ γε τῇ πεποιθήσει οἱ ἐκ τοῦ Ἰουδαίων ἔθνους προελθόντες οἵ τε ἐκ τῆς ἀποπτώσεως τοῦ Ἰσραὴλ περιλειφθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, μηδένα λόγον ποιησάμενοι «τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου» ἢ τῶν ἀρχόντων τοῦ ἐκ περιτομῆς λαοῦ τῶν πάλαι ἀδικούντων αὐτούς, ἐξῆλθον εἰς πάντα τὰ ἔθνη κηρύττοντες τὸν Χριστοῦ λόγον, πεποιθήσει τε τῇ πρὸς τὸν θεόν ἐπείπερ κατὰ τὴν προφητείαν «πεποιθότες» ἦσαν «ἐπὶ τὸν θεὸν τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐν ἀληθείᾳ», οὐ γὰρ ὑπούλως οὐδὲ μεθ' ὑποκρίσεως, σὺν ἀληθείᾳ δὲ ὅλους ἑαυτοὺς ἐπιδέδονται ἐλπίδι οὐ μόνον προῆλθον τῆς ἑαυτῶν χώρας, ἀλλὰ κατώρθωσαν τὸ προτεθειμένον.
2.3.103
τοῦτο δὲ αὐτὸ πάλιν τὸ καταλειφθὲν οἱονεὶ τὸ σπέρμα τῆς ἀποπτώσεως τοῦ Ἰακὼβ γέγονε πεποιθὸς «ἐπὶ θεὸν ἰσχύοντα», καὶ αὐτὸ δὴ τοῦτο τὸ κατάλειμμα τοῦ παντὸς ἔθνους αὐτῶν, γενομένου «ὡς ἡ ἄμμος τῆς θαλάσσης» ἀλλ' οὐ κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ, τῆς παρὰ τῷ θεῷ σωτηρίας ἠξιώθη, ὥσπερ οὖν ἐμαρτύρησεν ὁ ἀπόστολος εἰπών· «Ἡσαΐας δὲ κράζει ὑπὲρ τοῦ Ἰσραήλ, ἐὰν ᾖ ὁ ἀριθμὸς τῶν υἱῶν Ἰσραὴλ ὡς ἡ ἄμμος τῆς θαλάσσης, τὸ κατάλειμμα σωθήσεται».
2.3.104
δύο γάρ τοι ἐπαγγελιῶν διὰ τοῦ χρησμοῦ τῷ Ἀβραὰμ δεδομένων περὶ τῶν ἐξ αὐτοῦ γενησομένων, ὡς ἄρα ἔσονται κατὰ τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ κατὰ τὴν ἄμμον τῆς θαλάσσης τῶν μὲν θεοφιλῶν λαμπόντων ὁμοίως τοῖς οὐρανίοις φωστῆρσιν, οἷοι ἦσαν οἱ παλαιοὶ προφῆται καὶ οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι, οἷς ἐμαρτύρησεν εἰπών· «ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου»· τῶν δὲ γηγενῶν καὶ χαμαιπετῶν ἄμμῳ γῆς παραβαλλομένων,
2.3.105
εἰκότως ἐν τούτοις ὁ προφητικὸς λόγος· ἐπὰν τὸ πᾶν πλῆθος τῶν υἱῶν Ἰσραήλ, ἐκπε σούμενον τῆς ἀξίας καὶ τοῦ μεγαλοφυοῦς τῆς ἀρετῆς, ὅλον δι' ὅλου χαμαιπετὲς γενόμενον παραβληθῇ τῇ ἄμμῳ τῆς θαλάσσης, τότε δὴ τὸ κατάλειμμα αὐτῶν μόνον σωθήσεται. περὶ οὗ καταλείμματος πλεῖστα ἡμῖν γεγύμνασται.
2.3.106
ταῦτα δέ φησιν ἔσεσθαι, ἐπὰν αὐτὸς ὁ κύριος συντέμνων καὶ συντελῶν λόγον καθ' ὅλης τῆς οἰκουμένης ποιήσει, ἐναργῶς τὸ εὐαγγελικὸν παριστὰς κήρυγμα, ἐν ᾧ, πάσης τῆς κατὰ Μωσέα περιόδου ἐν εἰκόσι καὶ συμβόλοις καὶ σωματικαῖς θρησκείαις περιαιρεθείσης, ὁ σύντομος τοῦ εὐαγγελίου λόγος εἰς πάντας ἀνθρώπους παραδοθεὶς τῆς προφητείας τὴν ἀλήθειαν ἐπιστώσατο.
2.3.107
μαʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή. καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι καὶ ζητῆσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ αὐτοῦ, ὃ ἐὰν καταλειφθῇ ὑπὸ τῶν Ἀσσυρίων, καὶ ἀπὸ Αἰγύπτου, καὶ ἀπὸ Βαβυλωνίας, καὶ ἀπὸ Αἰθιοπίας, καὶ Ἐλαμιτῶν, καὶ ἀπὸ ἡλίου ἀνατολῶν, καὶ ἀπὸ τῶν νήσων τῆς θαλάσσης. καὶ ἀρεῖ σημεῖον εἰς τὰ ἔθνη, καὶ τοὺς διεσπαρμένους Ἰούδα συνάξει ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς».
2.3.108
Πολλάκις τινῶν λεγομένων ἔσεσθαί τι ἐν ἐπισήμῳ ἡμέρᾳ, τοῦτ'
2.3.109
ἔστιν ἐν ἐπιφανείᾳ χρόνου, λογισμῷ συνάγοντες τὴν τῶν δηλουμένων ἀκολουθίαν ἐπὶ τὴν τοῦ θεοῦ παρουσίαν ἀναφέρεσθαι ἀπεδείξαμεν· καθ' ἥν, τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποπεσουμένου, σπανίους τινὰς σωθήσεσθαι τοὺς ἐξ αὐτῶν καταλειφθησομένους οἱ θεῖοι δηλοῦσι λόγοι.
2.3.109
ἥ γε μὴν μετὰ χεῖρας λέξις καὶ τὴν ἡμέραν καὶ τὸν διὰ ταύτης σημαινόμενον χρόνον καὶ τὰ ἐπὶ τούτῳ συμβεβηκότα λευκότατα παρίστησιν· θεσπίζουσα γὰρ τὴν ἐκ σπέρματος τοῦ Δαβὶδ γενησομένην τοῦ Χριστοῦ γένεσιν ὁμοῦ καὶ τὴν Ἰουδαίων ἀπόπτωσιν προαναφωνεῖ. λέγει δὲ οὕτως·
2.3.110
«ἰδοὺ δὴ ὁ δεσπότης κύριος Σαβαὼθ συνταράξει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ ταπεινωθήσονται, καὶ πεσοῦνται οἱ ὑψηλοὶ μαχαίρᾳ, ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται». Λίβανον δὲ ἐνταῦθα τὴν Ἱερουσαλὴμ αἰνίττεται, ὡς ἐν ἑτέροις ἀπεδείξαμεν, ἣν μετὰ πάντων τῶν ἐν αὐτῇ σεμνῶν καὶ ἐνδόξων πεσεῖσθαι ὁ λόγος ἀπειλεῖ. Καὶ ταῦτά γε προανατεινάμενος ἑξῆς ἐπιλέγει· «καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται», καὶ τὰ ἑξῆς,
2.3.111
σαφέστατα τὴν ἐκ ῥίζης Ἰεσσαὶ πατὴρ δὲ ἦν οὗτος τοῦ Δαβὶδ γένεσιν τοῦ Χριστοῦ παριστάς. ἐφ' ᾗ γενέσει τὴν τῶν ἐθνῶν κλῆσιν πρότερον μὲν δι' αἰνίγματος προφητικῷ τρόπῳ ἀναφωνεῖ· τὸ γὰρ «συμβοσκηθήσεται λύκος μετὰ ἀρνός, καὶ πάρδαλις σὺν ἐρίφῳ συναναπαύσεται», καὶ τὰ τοιαῦτα, οὐδὲν ἕτερον ἢ τῶν ἀγρίων καὶ ἀπηνῶν τὸν τρόπον καὶ μηδὲν θηρίων διαφερόντων ἐθνῶν τὴν ἐπὶ τὸν εὐσεβῆ καὶ ἥμερόν τε καὶ κοινωνικὸν τρόπον μεταβολὴν ἐδήλου.
2.3.112
τοῦτο δὲ αὐτὸ εἰς ὕστερον γυμνότερον διδάσκει φάσκων· «ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον, ὡς ὕδωρ πολὺ καλύψαι θαλάσσας».
2.3.113
καὶ ἔτι γε αὐτὸς ἑαυτὸν ἑρμηνεύων ὁ προφητικὸς λόγος ἐπιλέγει· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν. καὶ ἔσται ἡ ἀνάπαυσις αὐτοῦ τιμή».
2.3.114
Ἐπειδὴ τοίνυν ἀνωτέρω μὲν τὴν ἀπόπτωσιν τοῦ Ἰουδαίων ἔθνους ἐσήμαινεν ἐπικεκαλυμμένως, μετὰ δὲ ταῦτα τὴν τῶν ἐθνῶν κλῆσιν τοτὲ μὲν κεκαλυμμένως τοτὲ δὲ γυμνῶς, εἰκότως αὖθις ἐπαναλαμβάνων τὸν λόγον, τῶν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν πιστευόντων μνημονεύει, ὑπὲρ τοῦ μὴ πάντη ἀποκλεῖσαι αὐτῶν τὴν εἰς τὸν Χριστὸν ἐλπίδα. «ἔσται» μὲν γάρ, φησίν, «ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν».
2.3.115
τίς δ' ἦν ὁ ἀνιστάμενος ἀλλ' ἢ «ἡ ῥίζα τοῦ Ἰεσσαί», ὃν καὶ σαφῶς φησιν ἄρξειν ἐθνῶν ἀλλ' οὐχὶ Ἰσραήλ; ἐπειδὴ τοίνυν διαφόρως τὴν τῶν ἐθνῶν ἐπιστροφὴν ἐπὶ τὸν ἐκ ῥίζης Ἰεσσαὶ φύντα καὶ βλαστήσαντα ἐδίδαξεν, οὐδὲν δὲ οὐδέπω χρηστὸν περὶ τῶν ἐκ περιτομῆς εἰρήκει, εἰκότως τὸ ἐλλιπὲς τῆς προρρήσεως ἀποδίδωσι φάσκων· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ», τοῦτ' ἔστιν ἐν τῷ χρόνῳ τῆς ἐπιφανείας τοῦ ἐκ ῥίζης Ἰεσσαὶ φύντος, «προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζητῆσαι καὶ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ, ὃ ἂν καταλειφθῇ ἀπὸ» τῶνδε καὶ τῶνδε τῶν πολεμίων. ἀνθ' οὗ ὁ μὲν Ἀκύλας πεποίηκεν· «καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, προσθήσει κύριος δεύτερον τὴν χεῖρα αὐτοῦ, τοῦ κτήσασθαι τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ, ὃ ὑπολειφθήσεται ἀπὸ τῶν Ἀσσυρίων» καὶ τῶν ἑξῆς.
2.3.116
νοήσεις δὲ καὶ ταῦτα, πολεμίους τοῦ λαοῦ τοῦ θεοῦ νοητούς τινας καὶ πνευματικοὺς ἤτοι δαίμονας πονηροὺς ἢ δυνάμεις ἀντικειμένας τῷ λόγῳ θεωρήσας, οἳ τῶν κατωνομασμένων ἐθνῶν πάλαι πρότερον ἀοράτως προεστῶτες τὰς ψυχὰς ἐπολιόρκουν τοῦ Ἰσραήλ, ποικίλοις πάθεσιν αὐτὰς περιβάλλοντες, ὑποσύροντές τε καὶ αἰχμαλωτίζοντες εἰς τὸν ὅμοιον τῆς τῶν ἀλλοφύλων ἀγωγῆς βίον.
2.3.117
Τούτου δὴ οὖν παντὸς σχεδὸν εἰπεῖν τοῦ λαοῦ κατὰ ψυχὴν αἰχμαλώτου ληφθέντος ὑπὸ τῶν δεδηλωμένων, οἱ φυλαχθέντες καὶ καταλειφθέντες ἄτρωτοι καὶ ἄσυλοι κατὰ τὴν προφητείαν τῆς δηλουμένης ἐπαγγελίας τεύξονται, ὀψόμενοι τοῦ κυρίου τὴν χεῖρα καὶ κτῆμα αὐτοῦ γενησόμενοι, κατὰ τὸ φάσκον λόγιον· «προσθήσει κύριος τοῦ δεῖξαι τὴν χεῖρα αὐτοῦ, τοῦ ζηλῶσαι τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ».
2.3.118
τί δὲ «προσθήσει κύριος»; ἀλλὰ γὰρ πρὸς οἷς ἅπαξ ἐπεδείξατο πάλαι πρότερον διὰ τῶν προφητῶν προσεγενήθη χεὶρ κυρίου καὶ τούτοις, ὡς ἂν διασωθεῖσιν ἀπὸ τῆς πτώσεως τοῦ παντὸς λαοῦ τὰ λείποντα τοῖς προτέροις προσθήσειν. ταῦτα δὲ ἦν τὰ τῆς καινῆς διαθήκης μυστήρια, διὰ τῆς χειρὸς τοῦ κυρίου δεδειγμένα τῷ καταλειφθέντι ἀπὸ τοῦ λαοῦ. ἀλλὰ καὶ «τοῦ ζηλῶσαι», φησίν, «τὸ καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ»,
2.3.119
ἀνθ' οὗ συμφώνως ὁ Ἀκύλας καὶ Θεοδοτίων· «τοῦ κτήσασθαι», φησίν, «τὸ ὑπόλειμμα τοῦ λαοῦ αὐτοῦ», ὃ ἂν καταλίπῃ ἀπὸ τῶν Ἀσσυρίων καὶ ἀπὸ τῶν λοιπῶν πολεμίων ἐθνῶν. τοῦτο δὲ «τὸ καταλειφθὲν τοῦ λαοῦ ὑπόλοιπον» «ἀρεῖ», φησίν, «σημεῖον εἰς τὰ ἔθνη»,
2.3.120
σαφῶς δι' αὐτῶν τὸ ἑαυτοῦ σημεῖον ὁ κύριος ἐν πᾶσι τοῖς ἔθνεσιν ἐπιδεικνύμενος, «καὶ συνάξει» δι' αὐτῶν «τοὺς ἀπολομένους Ἰσραὴλ καὶ τοὺς διεσπαρμένους Ἰούδα ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς», ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ διὰ τοῦ τῶν ἀποστόλων αὐτοῦ κηρύγματος καταπεφευγότας, τοὺς συναχθέντας εἶναι λέγων τῶν πάλαι ἀπῳκισμένων καὶ ἀφωρισμένων ἐκ τοῦ κατὰ διάνοιαν Ἰσραὴλ καὶ Ἰούδα.
2.3.121
τρόπος δὲ τοιῶνδε ψυχῶν τὸν ἀληθινὸν Ἰσραὴλ τοῦ θεοῦ δείκνυσιν, ὡς ἀνάπαλιν φαύλη καὶ μοχθηρὰ διάθεσις τὸν κατὰ σάρκα Ἰσραὴλ ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας χρηματίζειν ποιεῖ.
2.3.122
τὸ τοίνυν «λεῖμμα κατ' ἐκλογὴν χάριτος» καὶ τὸ λεγόμενον ἐν τῇ προφητείᾳ «καταλειφθὲν ὑπόλοιπον τοῦ λαοῦ» τὸ σημεῖον τοῦ κυρίου πᾶσι τοῖς ἔθνεσιν ἀνεκήρυξεν, καὶ τὰς τοιάσδε ψυχὰς τῶν ἐθνῶν ἐξ ἀπωλείας ἐπὶ τὴν τοῦ κυρίου γνῶσιν ἐφελκυσάμενον ἕνα λαὸν συνῆξε τῷ θεῷ, τὸν «ἐκ τῶν τεσσάρων πτερύγων τῆς γῆς» εἰσέτι νῦν τῇ τοῦ Χριστοῦ δυνάμει συγκροτούμενον.
2.3.123
οὗτοι δὲ αὐτοὶ οἱ ἀπὸ τῶν ἀπολωλότων τοῦ Ἰουδαίων ἔθνους διασωθέντες μαθηταὶ καὶ ἀπόστολοι τοῦ σωτῆρος ἡμῶν, ἐκ διαφόρων φυλῶν τυγχάνοντες, μιᾶς κλήσεως καὶ μιᾶς χάριτος καὶ ἑνὸς πνεύματος ἁγίου κατηξιωμένοι, πάντα ζῆλον, ὃν πάλαι πρὸς αὐτοὺς εἶχον αἱ τοῦ Ἑβραίων ἔθνους φυλαί, ἀπορρίψουσιν, ὡς ἡ προφητεία φησίν.
2.3.124
«κατηρτισμένοι» γοῦν «τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ», οὐ μόνον τὴν ἤπειρον ἀλλὰ καὶ τὰς νήσους διῆλθον τῶν ἐθνῶν, πάσας πανταχόθεν τὰς τῶν ἀνθρώπων ψυχὰς «προνομεύοντες» καὶ αἰχμαλωτεύοντες εἰς τὴν ὑποταγὴν τοῦ Χριστοῦ, ἀκολούθως τῷ χρησμῷ φήσαντι· «καὶ πετασθήσονται ἐν πλοίοις ἀλλοφύλων, θάλασσαν ἅμα προνομεύοντες καὶ τοὺς ἀφ' ἡλίου ἀνατολῶν».
2.3.125
Καὶ τὰ λοιπὰ δὲ τῆς προφητείας τούτοις ἀναλόγως ἐπιθεωρήσεις, ἑκάστην λέξιν παρὰ σαυτῷ βασανίσας, καὶ πᾶν μὲν τὸ ἀσύστατον καὶ ταπεινὸν αὐτῆς διακρουσάμενος, τὴν δὲ διάνοιαν τοῦ πνεύματος, ὡς ἂν αὐτό σοι τὸ πνεῦμα τοῦ θεοῦ θεωρεῖν ὑποβάλλῃ, νοήσας. ἡμῖν γὰρ ὁ καιρὸς οὐκ ἐπιτρέπει τοῖς τόποις ἐπὶ πλεῖον ἐνδιατρίβειν, τὴν προκειμένην ὑπόθεσιν ἐξανύσαι κατεπειγομένοις.
2.3.126
μβʹ. «Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακά, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολῶ ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων ταπεινώσω. καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἔντιμοι μᾶλλον ἢ τὸ χρυσίον τὸ ἄπυρον, καὶ ἄνθρωπος ἔντιμος ἔσται μᾶλλον ἢ ὁ λίθος ὁ ἐκ Σουφείρ».
2.3.127
καὶ ἑξῆς ἐπιλέγει· «καὶ ἔσονται οἱ καταλελειμμένοι ὡς δορκάδιον φεῦγον καὶ ὡς πρόβατον πλανώμενον».
2.3.128
Καὶ διὰ τούτων τὸ σπάνιον τῶν σωθησομένων ἐν τῷ καιρῷ τῆς τῶν ἀσεβῶν ἀπωλείας σαφέστατα ὁ λόγος παρίστησιν, ὥστε μὴ χώραν ἔχειν ὑπονοεῖν ἀδιακρίτως πάντας ἁπαξαπλῶς τοὺς ἐκ περιτομῆς καὶ πᾶν τὸ Ἰουδαίων ἔθνος τῶν τοῦ θεοῦ τεύξεσθαι ἐπαγγελιῶν.
2.3.129
μγʹ. «Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔκλειψις δόξης Ἰακώβ, καὶ τὰ πίονα τῆς δόξης αὐτοῦ σεισθήσονται. καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ ἀμητὸν ἑστηκότα, καὶ σπέρμα σταχύων ἀμήσῃ· καὶ ἔσται ὃν τρόπον ἐάν τις συναγάγῃ στάχυας ἐν φάραγγι στερεᾷ, καὶ καταλειφθῇ ἐν αὐτῇ καλάμη· ἢ ὡς ῥῶγες ἐλαίας δύο ἢ τρεῖς ἐπ' ἄκρου μετεώρου ἢ τέσσαρες ἢ πέντε ἐπὶ τῶν κλάδων αὐτῶν καταλειφθῇ. τάδε λέγει κύριος ὁ θεὸς τοῦ Ἰσραήλ. τῇ ἡμέρᾳ ἐκείνῃ πεποιθὼς ἔσται ἄνθρωπος ἐπὶ τῷ ποιήσαντι αὐτόν, οἱ δὲ ὀφθαλμοὶ αὐτοῦ εἰς τὸν ἅγιον τοῦ Ἰσραὴλ ἐμβλέψονται, καὶ οὐ μὴ πεποιθότες ὦσιν ἐπὶ τοῖς βωμοῖς οὐδὲ ἐπὶ τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν, ἃ ἐποίησαν οἱ δάκτυλοι αὐτῶν».
2.3.130
Καὶ διὰ τούτων ἐναργῶς θεσπίζεται ἡ δόξα τοῦ Ἰσραήλ, καὶ πάντα «τὰ πίονα» αὐτῶν καθαιρεθήσεσθαι, ὀλίγοι δὲ αὖθις καὶ ἀριθμῷ ληπτοὶ ὡς ἂν ἐλαίας ἐν φυτῷ «ῥῶγες» βραχεῖς καταλειφθήσεσθαι λέγονται· οὗτοι δὲ ἂν εἶεν οἱ ἐξ αὐτῶν εἰς τὸν κύριον ἡμῶν πεπιστευκότες. ἀκολούθως δὲ μετὰ τὰ περὶ ἐκείνων εἰρημένα περὶ παντὸς ἀνθρώπων γένους ἀποστραφησομένου τὴν κατὰ τὰ εἴδωλα πλάνην, ἐπιγνωσομένου δὲ τὸν θεὸν Ἰσραήλ, προφητεύεται.
2.3.131
μδʹ. «Ἀκούσατε νῆσοι ἐγκαταλελειμμένοι καὶ ὀδυνώμενοι ἀκούσατε ἃ ἤκουσα παρὰ κυρίου Σαβαώθ, ὁ θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.»
2.3.132
Ὅρα τίνα τρόπον καὶ ἐνταῦθα οὐ πάντας τοὺς ἐκ περιτομῆς ἐπὶ τὴν τῶν ἀπορρήτων ἀκρόασιν παρακαλεῖ, ἀλλ' ἢ μόνους οὓς ὀνομάζει καταλελειμμένους καὶ ὀδυνωμένους, οἷοι ἦσαν οἱ κατὰ τὸν ἀπόστολον στενάζοντες καὶ ἀποκλαόμενοι τὴν κακίαν τοῦ τῶν ἀνθρώπων βίου.
2.3.133
μεʹ. «Ἐπένθησαν οἱ ὑψηλοὶ τῆς γῆς, ἡ δὲ γῆ ἠνόμησε διὰ τοὺς κατοικοῦντας αὐτήν. διὰ τοῦτο πτωχοὶ ἔσονται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς, καὶ καταλειφθήσονται ἄνθρωποι ὀλίγοι.» Καὶ ἐν τούτοις τοὺς παραβεβηκότας τὸν νόμον καὶ τὴν τοῦ θεοῦ διαθήκην τοῦ ἐκ περιτομῆς λαοῦ ἀπελέγξας, ἀπειλήσας τε αὐτοῖς τὰ ἀναγεγραμμένα, καταλειφθήσεσθαι ἀνθρώπους ἐξ αὐτῶν ὀλίγους προφητεύει. εἶεν δ' ἂν οὗτοι τὸ ὠνομασμένον παρὰ τῷ ἀποστόλῳ «λεῖμμα κατ' ἐκλογὴν χάριτος».
2.3.134
μϛʹ. «Καταλειφθήσονται πόλεις ἔρημοι, καὶ οἱ οἶκοι οἱ ἐγκαταλελειμμένοι ἀπολοῦνται. ταῦτα πάντα ἔσται ἐν τῇ γῇ ἐν μέσῳ τῶν ἐθνῶν· ὃν τρόπον ἐὰν καλαμήσηται ἐλαίαν, οὕτως καλαμήσονται αὐτούς· καὶ ἐὰν παύσηται ὁ τρυγητός. οὗτοι φωνῇ φωνήσουσιν, οἱ δὲ καταλειφθέντες ἐπὶ τῆς γῆς εὐφρανθήσονται ἅμα τῇ δόξῃ κυρίου.» Καὶ ἐνταῦθα οἱ καταλειφθέντες μόνοι εὐφρανθήσεσθαι λέγονται, τῶν λοιπῶν ἁπάντων τοῖς θεσπιζομένοις παραδοθησομένων.
2.3.135
μζʹ. «Καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραΐμ. καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς δόξης ἐπ' ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ· ὡς πρόδρομος σύκου, ὁ ἰδὼν αὐτό, πρὶν ἢ εἰς τὴν χεῖρα λαβεῖν αὐτό, θελήσει αὐτὸν καταπιεῖν. τῇ ἡμέρᾳ ἐκείνῃ κύριος ἔσται ὁ στέφανος τῆς ἐλπίδος, ὁ πλακεὶς τῆς δόξης τῷ καταλειφθέντι τοῦ λαοῦ αὐτοῦ· καταλειφθήσονται γὰρ ἐν πνεύματι κρίσεως.»
2.3.136
Καὶ ἐνταῦθα «τῷ καταλειφθέντι τοῦ λαοῦ», οὐχὶ δὲ παντὶ τῷ ἔθνει αὐτῶν, ἀλλὰ μόνοις τοῖς διὰ τοῦ καταλείμματος σημαινομένοις, τὸν κύριον στέφανον ἔσεσθαι ἐλπίδος καὶ δόξης προφητεύει, τοὺς ἄλλους παρὰ τὸ κατάλειμμα τοῦ λαοῦ στέφανον ὕβρεως καὶ μισθωτοὺς τοῦ Ἐφραῒμ ὀνομάζων.
2.3.137
μηʹ. «Καὶ ἔσονται οἱ ἐγκαταλελειμμένοι ἐν τῇ Ἰουδαίᾳ, φυήσουσι ῥίζαν κάτω. καὶ ποιήσουσι σπέρμα ἄνω ὅτι ἐξ Ἱερουσαλὴμ ἔσονται οἱ σωζόμενοι ἐξ ὄρους Σιών· ὁ ζῆλος κυρίου Σαβαὼθ ποιήσει ταῦτα.»
2.3.138
Τοὺς «κατ' ἐκλογὴν χάριτος» καταλειφθέντας ἐκ τοῦ Ἰουδαίων ἔθνους φυήσειν «ῥίζαν κάτω» καὶ ποιήσειν «σπέρμα ἄνω» προφητεύει, σαφέστατα τὴν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ σωτῆρος ἡμῶν ἐκλογὴν παριστάς. οὗτοι γὰρ ἀπὸ τῶν ἐκ περιτομῆς καταλειφθέντες κάτω μὲν εἰς γῆν τὰς ῥίζας τῆς διδασκαλίας αὐτῶν κατέβαλον, ὡς ἐμπαγῆναι καὶ ῥιζῶσαι καθ' ὅλης τῆς οἰκουμένης τὴν διδαχὴν αὐτῶν, ἄνω δὲ τὸ σπέρμα καὶ τὸν καρπὸν φέρεσθαι εἰς τὰς ἐπουρανίους ἐπαγγελίας παρεκελεύσαντο.
2.3.139
οἱ δ' αὐτοὶ οὗτοι ἐκ τοῦ Ἰουδαίων ἔθνους «καταλελειμμένοι», τῶν λοιπῶν ἀπολλυμένων, μόνοι σωζόμενοι λέγονται. ταῦτα δὲ πάντα ὁ ζῆλος κυρίου ἐποίησεν. εἰς γὰρ τὸ παραζηλῶσαι τοὺς ἀσεβεῖς τῶν ἐκ περιτομῆς ἐκλεξάμενος ὁ ζῆλος κυρίου τούτους, παρεζήλωσεν ἐκείνους, κατὰ τὸ παρὰ Μωσεῖ λεγόμενον· «αὐτοὶ παρεζήλωσάν με ἐπ' οὐ θεῷ, κἀγὼ παραζηλώσω αὐτοὺς ἐπ' οὐκ ἔθνει, ἐπ' ἔθνει ἀσυνέτῳ παροργιῶ αὐτούς».
2.3.140
μθʹ. «Οὕτως λέγει κύριος· ὃν τρόπον εὑρεθήσεται ὁ ῥὼξ ἐν τῷ βότρυϊ, καὶ ἐροῦσιν, μὴ λυμήνῃ αὐτόν, ὅτι εὐλογία κυρίου ἐστὶν ἐν αὐτῷ· οὕτως ποιήσω ἕνεκεν τοῦ δουλεύοντός μοι, τούτου ἕνεκεν οὐ μὴ ἀπολέσω πάντας. καὶ ἐξάξω τὸ ἐξ Ἰακὼβ σπέρμα καὶ τὸ ἐξ Ἰούδα, καὶ κληρονομήσει τὸ ὄρος τὸ ἅγιόν μου,
2.3.141
καὶ κληρονομήσουσιν οἱ ἐκλεκτοί μου καὶ οἱ δοῦλοί μου, καὶ κατοικήσουσιν ἐκεῖ. καὶ ἔσται ἐν τῷ δρυμῷ ἔπαυλις ποιμνίων, καὶ φάραγξ Ἀχὼρ εἰς ἀνάπαυσιν βου κολίων τῷ λαῷ μου, οἳ ἐζήτησάν με. ὑμεῖς δὲ οἱ ἐγκαταλιπόντες με καὶ ἐπιλανθανόμενοι τὸ ὄρος τὸ ἅγιόν μου, καὶ ἑτοιμάζοντες τῇ τύχῃ τράπεζαν, καὶ πληροῦντες τῷ δαίμονι κέρασμα, ἐγὼ παραδώσω ὑμᾶς εἰς μάχαιραν,
2.3.142
πάντες ἐν σφαγῇ πεσεῖσθε· ὅτι ἐκάλεσα ὑμᾶς καὶ οὐχ ὑπηκούσατε, καὶ ἐποιήσατε τὸ πονηρὸν ἐναντίον ἐμοῦ, καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξασθε.»
2.3.143
Διελὼν καὶ ἐν τούτοις ὁ λόγος βραχὺ μέν τί φησιν «σπέρμα ἐξ Ἰακὼβ» τεύξεσθαι τῶν ἐπηγγελμένων, ἐκλεκτούς τε εἶναι τοὺς κατοικήσοντας ἐν τῷ δρυμῷ, οὕτως ὀνομάζων τὴν κλῆσιν τῶν ἐθνῶν· ἐν ᾗ οἱ ἐκλεκτοὶ τοῦ κυρίου καὶ τὸ Ἰακὼβ σπέρμα εἶεν δ' ἂν οἱ ἀπόστολοι καὶ μαθηταὶ τοῦ σωτῆρος ἡμῶν. οἱ δὲ λοιποὶ πάντες παρὰ τούτους ταῖς δηλουμέναις ἀπειλαῖς ὑποβέβληνται, μονονουχὶ τοῦ λόγου γυμνότατα παριστῶντος μὴ ὡς ἔτυχεν ἐπὶ πᾶν τὸ Ἰουδαίων ἔθνος φθάσειν τὰς τοῦ θεοῦ ἐπαγγελίας, ἀλλ' ἐπὶ μόνον τὸ ὠνομασμένον σπέρμα καὶ τοὺς ἐπικαλουμένους ἐκλεκτοὺς τοῦ θεοῦ, ἐπεὶ «πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί».
2.3.144
τούτοις δὲ καὶ νῦν ὄνομα καινὸν ἐπιτεθήσεσθαι ἑξῆς ὁ λόγος θεσπίζει, φάσκων πρὸς τοὺς ἀσεβεῖς· «καταλειφθήσεται γὰρ τὸ ὄνομα ὑμῶν εἰς πλησμονὴν τοῖς ἐκλεκτοῖς μου, ὑμᾶς δ' ἀνελεῖ κύριος. τοῖς δὲ δουλεύσουσί μοι κληθήσεται ὄνομα καινόν». τὸ δὴ οὖν ὄνομα καινόν, ὃ μὴ παρὰ τοῖς παλαιοῖς ἔγνωστο, ποῖον ἂν εἴη ἢ τὸ ἀπὸ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ προσωνυμίας καθ' ὅλης τῆς οἰκουμένης εὐλογημένον Χριστιανῶν ὄνομα;
2.3.145
νʹ. Ἀπὸ τοῦ Μιχαίου. «Καὶ ἔσται ἐκ τῆς σταγόνος τοῦ λαοῦ τούτου συναγόμενος συναχθήσεται Ἰακὼβ σὺν πᾶσιν, ἐκδεχόμενος ἐκδέξομαι τοὺς καταλοίπους τοῦ Ἰσραήλ· ἐπὶ τὸ αὐτὸ θήσομαι τὴν ἀποστροφὴν αὐτῶν.»
2.3.146
Συμφώνως τοῖς προεκτεθεῖσιν ἐκ τοῦ Ἡσαΐου καὶ ὁ Μιχαίας ἐκδέξασθαι τὸν θεὸν οὐχ ἁπλῶς πάντας ἀλλὰ μόνους τοὺς καταλοίπους ὀνομάζει. ὥσπερ δὲ παρὰ τῷ Ἡσαΐᾳ σπέρμα ὠνομάζετο τὸ ἐξ αὐτῶν λεῖμμα, οὕτως καὶ νῦν σταγόνα ὀνομάζει τοὺς ἐξ αὐτῶν σωθησομένους.
2.3.147
δηλοῦται δὲ καὶ διὰ τούτων ὁ τῶν ἀποστόλων χορός, ὡς σταγών τις καὶ σπέρμα τοῦ Ἰουδαίων ἔθνους γεγενημένος, ἐξ ἧς σταγόνος πάντες οἱ καθ' ὅλης τῆς οἰκουμένης τὸν Χριστὸν ἐπεγνωκότες τοῦ θεοῦ καὶ τὴν διδασκαλίαν αὐτοῦ παραδεδεγμένοι τῆς θεσπιζομένης ἐπισυναγωγῆς κατηξιώθησαν, τὴν ἀπὸ τῶν πολεμίων λύτρωσιν εὑράμενοι.
2.3.148
ναʹ. «Καὶ σὺ Βηθλεὲμ οἶκος τοῦ Ἐφραθά, ὀλιγοστὸς εἶ ἐν χιλιάσιν Ἰούδα. ἐκ σοῦ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα τῷ Ἰσραήλ, καὶ ἔξοδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰῶνος. διὰ τοῦτο δώσει αὐτοὺς ἕως καιροῦ τικτούσης· τέξεται, καὶ οἱ ἐπίλοιποι τῶν ἀδελφῶν αὐτῶν ἐπιστρέψουσιν».
2.3.149
καὶ μετὰ βραχέα ἐπιλέγει· «καὶ ἔσται τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν, ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων. καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅτ' ἂν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος. ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται».
2.3.150
Τούτων οὐδ' ἄν τι γένοιτο λευκότερον, κατὰ τὸ αὐτὸ καὶ τὴν γένεσιν τὴν ἐν Βηθλεὲμ τοῦ σωτῆρος ἀναφωνούντων, καὶ τὴν πρὸ αἰῶνος οὐσίωσιν αὐτοῦ, καὶ τὸν τῆς παρθένου τοκετόν, καὶ τῶν ἀποστόλων καὶ μαθητῶν αὐτοῦ τὴν κλῆσιν, καὶ τὸ κήρυγμα τὸ καθ' ὅλης τῆς οἰκουμένης περὶ τοῦ Χριστοῦ δι' αὐτῶν κατηγγελμένον.
2.3.151
τοῦ γὰρ δηλουμένου ἄρχοντος, οὗ τὰς ἐξόδους ὁ λόγος ἐξ ἡμερῶν αἰῶνος εἶναι δηλοῖ, ἐκ τῆς Βηθλεὲμ προελευσομένου καὶ τῆς τοῦτον ἀποτικτούσης ἁγίας παρθένου τεξομένης, οὐ πάντας φησὶν τοὺς ἐκ περιτομῆς ἀλλὰ μόνους τοὺς ἐπιλοίπους ἀνασωθήσεσθαι, οὓς καὶ λεῖμμα γενήσεσθαι τοῦ Ἰακώβ, καὶ δίκην δρόσου ἐπὶ πάντα δοθήσεσθαι τὰ ἔθνη. «ἔσται» γάρ, φησίν, «τὸ ὑπόλειμμα τοῦ Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ὡς δρόσος παρὰ κυρίου πίπτουσα καὶ ὡς ἄρνες ἐπ' ἄγρωστιν»,
2.3.152
ἀνθ' οὗ «καὶ ὡς ψεκάδες ἐπὶ πόαν» ὁ Ἀκύλας, ὁ δὲ Θεοδοτίων «καὶ ὡσεὶ νιφετὸς ἐπὶ χόρτον» ἐκδεδώκασιν. καὶ πάλιν ἀντὶ τοῦ «ὅπως μὴ συναχθῇ μηδεὶς μηδὲ ὑποστῇ ἐν υἱοῖς ἀνθρώπων, μηδὲ προσκόψῃ υἱὸς ἀνθρώπου» φησὶν ὁ Θεοδοτίων· «ὃς οὐ μενεῖ ἄνθρωπον, καὶ οὐκ ἐλπίζει ἐπὶ υἱὸν ἀνθρώπου», καὶ ὁ Ἀκύλας· «ὃς οὐχ ὑπομενεῖ ἄνδρα καὶ οὐ περιμενεῖ υἱοὺς ἀνθρώπων».
2.3.153
δι' ὧν πᾶσα τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν ἐλπὶς οὔτε εἰς ἄνθρωπον ἀλλ' εἰς τὸν σωτῆρα καὶ κύριον αὐτῶν· οὗτος δὲ ἦν ὁ τοῦ θεοῦ λόγος.
2.3.154
οἷς ἑξῆς ἐπιλέγει· «καὶ ἔσται τὸ ὑπόλειμμα Ἰακὼβ ἐν τοῖς ἔθνεσιν ἐν μέσῳ λαῶν πολλῶν, ὡς λέων ἐν τοῖς κτήνεσι τοῦ δρυμοῦ καὶ ὡς σκύμνος ἐν ποιμνίοις προβάτων, ὃν τρόπον ὅταν διέλθῃ καὶ διαστείλας ἁρπάσῃ, καὶ μὴ ᾖ ὁ ἐξαιρούμενος». δι' ὧν οἶμαι δηλοῦσθαι τὸ θαρσαλέον καὶ ἀκατάπληκτον τοῦ ἀποστολικοῦ κηρύγματος·
2.3.155
δίκην γοῦν λέοντος καὶ σκύμνου ἐν τῷ δρυμῷ τῶν ἐθνῶν καὶ ἐν ταῖς τῶν ἀνθρωπίνων προβάτων ἀγέλαις εἰσβαλόντες, καὶ διαστείλαντες τοὺς ἀξίους ἀπὸ τῶν ἀναξίων ὑπηγάγοντο τῷ Χριστοῦ λόγῳ. πρὸς ὃν ἑξῆς ἀναφωνεῖται τὰ ἀπ' αὐτοῦ· «ὑψωθήσεται ἡ χείρ σου ἐπὶ τοὺς θλίβοντάς σε, καὶ πάντες οἱ ἐχθροί σου ἐξολοθρευθήσονται». ὃ καὶ αὐτὸ πάρεστιν ὀφθαλμοῖς παραλαμβάνειν· μυρίων γὰρ ὅσων τὸν Χριστοῦ λόγον θλιψάντων καὶ εἰσέτι νῦν πολεμούντων ὑπερήρθη καὶ κρείττων πάντων γέγονεν.
2.3.156
ἀλλὰ καὶ ὑψώθη ἡ χεὶρ τοῦ Χριστοῦ κατὰ πάντων τῶν θλιψάντων αὐτόν, οἵ τε ἐχθροὶ αὐτοῦ πάντες οἱ κατὰ χρόνους ἐπανιστάμενοι αὐτοῦ τῇ ἐκκλησίᾳ ἐξολοθρευθήσεσθαι λέγονται.
2.3.157
νβʹ. Ἀπὸ τοῦ Σοφονίου. «Ὅτι τότε μεταστρέψω ἐπὶ λαοὺς γλῶσσαν, εἰς ὄνομα κυρίου, τοῦ δουλεύειν αὐτῷ ὑπὸ ζυγὸν ἕνα. ἐκ περάτων ποταμῶν Αἰθιοπίας προσδέξομαι τοὺς ἱκετεύοντάς με, τῶν διεσπαρμένων οἴσουσι θυσίας μοι. ἐν τῇ ἡμέρα ἐκείνῃ οὐ μὴ καταισχυνθῇς ἐκ πάντων τῶν ἐπιτηδευμάτων σου ὧν ἠσέβησας εἰς ἐμέ· ὅτι τότε περιελῶ ἀπὸ σοῦ τὰ φαυλίσματα τῆς ὕβρεώς σου, καὶ οὐκ ἔτι οὐ μὴ προστεθῇς τοῦ μεγαλαυχῆσαι ἐπὶ τὸ ὄρος τὸ ἅγιόν μου. καὶ ὑπολείψομαι ἐν σοὶ λαὸν πρᾶον καὶ ταπεινόν,
2.3.158
καὶ εὐλαβηθήσονται ἐν τῷ ὀνόματι κυρίου οἱ κατάλοιποι τοῦ Ἰσραήλ, καὶ οὐ ποιήσουσιν ἀδικίαν καὶ οὐ λαλήσουσιν μάταια, καὶ οὐ μὴ εὑρεθῇ ἐν στόματι αὐτῶν γλῶσσα δολία, διότι αὐτοὶ νεμήσονται καὶ κοιτασθήσονται, καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς».
2.3.159
Καὶ ἐν τούτοις ὑπολείψεσθαι ἑαυτῷ «λαὸν πραῢν καὶ ταπεινὸν» ὁ κύριος ἐπήγγελται, οὐκ ἄλλον δηλῶν ἢ τὸν ἐκ περιτομῆς εἰς τὸν Χριστὸν αὐτοῦ πεπιστευκότα. καὶ πάλιν τοὺς καταλοίπους τοῦ Ἰσραὴλ μόνους σωθήσεσθαι μετὰ τῆς τῶν λοιπῶν ἐθνῶν κλήσεως, ἣν ἐν τοῖς πρώτοις τῆς προφητείας ἐσήμαινεν.
2.3.160
νγʹ. Ἀπὸ τοῦ Ζαχαρίου. «Ἰδοὺ ἡμέρα ἔρχεται ἐν σοί, καὶ διαμερισθήσεται τὰ σκῦλά σου ἐν σοί. καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται οἰκίαι, καὶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ, οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθήσονται ἐκ τῆς πόλεως.»
2.3.161
Συνᾴδει καὶ ταῦτα τοῖς προτεθειμένοις, ἐπὶ τῷ ὀλέθρῳ τοῦ παντὸς Ἰουδαίων ἔθνους μετελθόντι αὐτοὺς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν πεπληρωμένα. μετὰ οὖν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον ταῦτα ὁ Ζαχαρίας προφητεύει, θεσπίζων τὴν ὑπὸ Ῥωμαίων γενησομένην ὑστάτην πολιορκίαν τοῦ λαοῦ, ἐφ' ᾗ τοῦ παντὸς ἔθνους Ἰουδαίων ὑποχειρίου τοῖς πολεμίοις γενησομένου μόνους φησὶν «τοὺς καταλοίπους» τοῦ λαοῦ σωθήσεσθαι, ἄντικρυς αὐτοὺς τοὺς ἀποστόλους τοῦ σωτῆρος ἡμῶν δηλῶν.
2.3.162
νδʹ. Ἀπὸ τοῦ Ἱερεμίου. «Ἐπιστράφητε, υἱοὶ ἀφεστηκότες, λέγει κύριος, δι' ὅτι ἐγὼ κατακυριεύσω ὑμῶν, καὶ λήψομαι ὑμᾶς ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς καὶ εἰσάξω ὑμᾶς εἰς Σιών, καὶ δώσω ὑμῖν ποιμένας κατὰ τὴν καρδίαν μου, καὶ ποιμανοῦσιν ὑμᾶς ποιμαίνοντες μετ' ἐπιστήμης. καὶ ἔσται, ἐὰν πληθυνθῆτε καὶ αὐξηθῆτε, λέγει κύριος, ἐν ταῖς ἡμέραις ἐκείναις, οὐκ ἐροῦσιν ἔτι κιβωτὸς διαθήκης κυρίου Ἰσραὴλ οὐκ ἀναβήσεται ἐπὶ καρδίαν, οὐδὲ ὀνομασθήσεται καὶ οὐ ποιηθήσεται ἔτι.»
2.3.163
Ὁμοῦ καὶ ἐν τούτοις τὴν ἐπιστροφὴν τοῦ Ἰσραὴλ τὴν ἐν τῇ παρουσίᾳ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενησομένην θεσπίζει, καθ' ἣν «ἕνα ἐκ πόλεως καὶ δύο ἐκ πατριᾶς» καὶ σφόδρα ὀλιγοστοὺς καὶ ἀριθμῷ βραχεῖς ἐκλεξάμενος ποιμένας τῶν εἰς αὐτὸν πεπιστευκότων ἐθνῶν καὶ αὐξηθέντων ἐπὶ τῆς γῆς ἐν τῇ δι' αὐτῶν ἐσομένῃ κλήσει τῶν ἐθνῶν,
2.3.164
«οὐκέτι», φησίν, «ἐροῦσιν, κιβωτὸς διαθήκης κυρίου». οὐκέτι γὰρ ἐπὶ τὰς Μωσέως ἀναδραμοῦνται σωματικωτέρας θρησκείας, ἅτε καινῆς διαθήκης αὐτοῖς παραδοθησομένης.
2.3.165
νεʹ. «Ἐπλήθυναν ἀσεβείας αὐτῶν, ἴσχυναν ἐν ταῖς ἀποστροφαῖς αὐτῶν. ποίᾳ τούτων ἵλεως ἔσομαί σοι; οἱ υἱοί σου ἐγκατέλιπόν με καὶ ὤμνυον ἐν τοῖς οὐκ οὖσι θεοῖς καὶ ἐχόρτασα αὐτούς, καὶ ἐμοιχῶντο καὶ ἐν οἴκοις πορνῶν κατελύοσαν. ἵπποι θηλυμανεῖς ἐγενήθησαν, ἕκαστος ἐπὶ τὴν γυναῖκα τοῦ πλησίον ἐχρεμέτιζον. μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι; λέγει κύριος· ἢ ἐν ἔθνει τῷ τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; ἀνάβητε ἐπὶ τοὺς προμαχῶνας αὐτῆς, καὶ κατασφάξατε, συντέλειαν δὲ μὴ ποιήσητε· ὑπολείπεσθε τὰ ὑποστηρίγματα αὐτῆς, ὅτι τοῦ κυρίου εἰσίν.»
2.3.166
Καὶ ἐν τούτοις ὁμοῦ κατηγορία τοῦ παντὸς ἔθνους αὐτῶν καὶ ἡ μετελθοῦσα αὐτοὺς πολιορκία δηλοῦται, καὶ πάλιν τὸ κατάλειμμα «ὑποστήριγμα αὐτῆς» ὀνομάζει, «τοῦ κυρίου» τυγχάνον· τοῦτο δὲ ἦν τὸ διὰ τῆς εἰς τὸν Χριστὸν τοῦ θεοῦ πίστεως δυναμωθὲν καὶ στερρωθέν, ὡς μηδὲ τὰ ὅμοια ὑπομεῖναι, οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἐπεπόνθει.
2.3.167
νϛʹ. Ἀπὸ τοῦ Ἰεζεκιήλ. «Καὶ πεσοῦνται τραυματίαι ἐν μέσῳ ὑμῶν, καὶ ἐπιγνώσεσθε ὅτι ἐγὼ κύριος, ἐν τῷ γενέσθαι ἐξ ὑμῶν ἀνασωζομένους ἐκ ῥομφαίας ἐν τοῖς ἔθνεσιν, καὶ ἐν τῷ διασκορπισμῷ ὑμῶν ἐν ταῖς χώραις, καὶ μνησθήσονταί μου οἱ ἀνασωζόμενοι ἐξ ὑμῶν ἐν τοῖς ἔθνεσιν, οὗ ἠχμαλωτεύθησαν ἐκεῖ.»
2.3.168
Δοκεῖ μοι καὶ ταῦτα συνᾴδειν τοῖς ἀπὸ τῶν λοιπῶν προφητειῶν. τοὺς γὰρ ἀνασωζομένους τίνας ἂν εἴποις ἢ τὸ ἐν ἑτέροις ὠνομασμένον ὑπόλειμμα, καὶ τὴν σταγόνα καὶ τὴν δρόσον τοῦ λαοῦ ἐκείνου; δι' ὧν ἐδηλοῦτο ἡ τῶν ἀποστόλων τοῦ σωτῆρος ἡμῶν σύστασις. οὗτοι γοῦν ἀνασωθέντες ἐκ τῆς ἀπωλείας τοῦ παντὸς αὐτῶν ἔθνους καὶ «ἐν τῷ διασκορπισμῷ» αὐτῶν ἐμνήσθησαν τοῦ θεοῦ, ὡς ὁμολογεῖσθαι περὶ αὐτῶν εἰρῆσθαι τὰ ἀναγεγραμμένα.
2.3.169
νζʹ. «Τάδε λέγει Ἀδωναῒ κύριος, ὅτι ἀπώσομαι αὐτοὺς εἰς τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πάντα τὰ ἔθνη, καὶ διασκορπιῶ αὐτοὺς εἰς πᾶσαν τὴν γῆν, καὶ ἔσομαι αὐτῶν εἰς ἁγίασμα μικρὸν ἐν ταῖς χώραις οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ.»
2.3.170
Καὶ ἐνταῦθα ἑτέρῳ ὀνόματι τοὺς αὐτοὺς κέκληκεν, «ἁγίασμα μικρὸν» εἰπὼν τοὺς ἐξ αὐτῶν ἀνασωθησομένους καὶ ὑπολειφθησομένους.
2.3.171
νηʹ. «Καὶ πάντας τοὺς ἀντιλαμβανομένους αὐτῶν διασπερῶ εἰς πάντα ἄνεμον, καὶ ῥομφαίαν ἐκχεῶ ὀπίσω αὐτῶν. καὶ ἐπιγνώσονται ὅτι ἐγὼ κύριος, ἐν τῷ διασκορπίσαι με ἐν τοῖς ἔθνεσιν, καὶ διασπερῶ αὐτοὺς ἐν ταῖς χώραις· καὶ ὑπολείψομαι ἐξ αὐτῶν ἄνδρας ἐν ἀριθμῷ ἐκ ῥομφαίας καὶ ἐκ λιμοῦ καὶ ἐκ θανάτου, ὅπως ἐκδιηγήσωνται πάσας τὰς ἀνομίας αὐτῶν ἐν τοῖς ἔθνεσιν οὗ ἐὰν εἰσέλθωσιν ἐκεῖ· καὶ γνώσονται ὅτι ἐγὼ κύριος».
2.3.172
Ἐπὶ τῇ τοῦ παντὸς λαοῦ διασπορᾷ καὶ νῦν ὑπολείψεσθαι ἑαυτῷ ὀλίγους ἀριθμῷ φησιν, οὐδ' ἄλλους δηλῶν τῶν προειρημένων. νθʹ. «Τάδε λέγει Ἀδωναῒ κύριος· ἐὰν δὲ καὶ τὰς τέσσαρας ἐκδικήσεις μου τὰς πονηράς, ῥομφαίαν καὶ λιμὸν καὶ θηρία πονηρὰ καὶ θάνατον, ἐξαποστελῶ ἐπὶ Ἱερουσαλὴμ τοῦ ἐξολοθρεῦσαι ἐξ αὐτῆς ἄνθρωπον καὶ κτῆνος, καὶ ἰδοὺ ὑπολελειμμένοι ἐν αὐτῇ οἱ ἀνασεσωσμένοι.»
2.3.173
Οὐδὲν ἂν καὶ ταῦτα διαφέροι τῶν προειρημένων.
2.3.174
ξʹ. «Οὕτως κρινῶ ὑμᾶς, λέγει κύριος, καὶ διάξω ὑμᾶς ὑπὸ τὴν ῥάβδον μου, καὶ εἰσάξω ὑμᾶς ἐν ἀριθμῷ τῆς διαθήκης μου, καὶ ἐκλέξω ἐξ ὑμῶν τοὺς ἀπεστηκότας καὶ τοὺς ἀσεβεῖς, διότι ἐκ τῆς παροικίας αὐτῶν ἐξάγω αὐτούς, καὶ εἰς τὴν γῆν τοῦ Ἰσραὴλ οὐκ εἰσελεύσονται.»
2.3.175
Σαφῶς καὶ ἐν τούτοις ἀριθμῷ βραχεῖς «ὑπὸ τὴν ῥάβδον» τοῦ θεοῦ γενήσεσθαι, ἐπὶ τῷ τοὺς λοιποὺς τοῦ Ἰσραὴλ ἀποπεσεῖσθαι τῶν ἐπαγγελιῶν, μαρτύρεται. ἀλλὰ γὰρ ἀποδείξας, ὅτι μὴ ὡς ἔτυχεν ἀδιακρίτως πᾶσιν ἁπλῶς τοῖς ἀπὸ τοῦ Ἰουδαίων ἔθνους φαύλοις τε καὶ ἀσεβέσι καὶ τοῖς μὴ τοιούτοις τὰς τῶν ἀγαθῶν ἐπαγγελίας οἱ θεῖοι λόγοι προεθέσπιζον, σπανίοις δὲ αὐτῶν καὶ ἀριθμῷ ληπτοῖς, ἤτοι τοῖς εἰς τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἐξ αὐτῶν πεπιστευκόσιν, ἢ τοῖς πρὸ τῆς παρουσίας αὐτοῦ δεδικαιωμένοις, αὐτάρκως ἡγοῦμαι δεδηλωκέναι, ὅτι μὴ ἀδιακρίτως εἰς ἅπαντας Ἰουδαίους τὰ τῶν θείων ἐπαγγελιῶν ἐπληροῦτο, καὶ ὅτι μὴ μᾶλλον αὐτοῖς ἢ τοῖς ἐξ ἐθνῶν τὸν Χριστὸν τοῦ θεοῦ παραδεξαμένοις τὰ τῶν προφητῶν ἐφαρμόττει λόγια. τίς δὲ ἦν ἡ τῶν θείων ἐπαγγελιῶν διάνοια, κατὰ καιρὸν τὸν προσήκοντα παραστήσω.
2.3.176
Ταῦτα δὲ ὡς ἀναγκαίως μοι συνείλεκται εἰς ἔλεγχον τῶν ἐκ περιτομῆς ὑπ' ἀλόγου μεγαλαυχίας μόνοις αὐτοῖς τὸν Χριστὸν ἐπιδημήσειν, οὐχὶ δὲ καὶ πᾶσιν ἀνθρώποις, ἀπαυθαδιζομένων, εἴς τε ἀπόδειξιν τῆς ἡμῶν αὐτῶν περὶ τὰ ἐκείνων λόγια εὐλόγου σπουδῆς.
2.3.177
συνέστη δέ μοι διὰ τοῦ πρὸ τούτου συγγράμματος καὶ τὸ αἴτιον τοῦ μὴ ἰουδαΐζειν ἡμᾶς, καὶ ταῦτα ταῖς αὐτῶν χαίροντας προφητικαῖς γραφαῖς, ἀλλὰ καὶ ὁποῖος ὁ βίος τυγχάνει ὁ διὰ τοῦ Χριστοῦ πᾶσι τοῖς ἔθνεσι κεκηρυγμένος ἥ τε ἀρχαιότης τοῦ τρόπου τῆς εὐαγγελικῆς πολιτείας, ὡς οἷόν τε ἦν, ἐν αὐτῷ διελήλυθα.
2.3.178
τούτων δ' ἡμῖν προηνυσμένων, ἤδη ποτὲ καιρὸς ἀπορρητοτέρων ἅψασθαι λόγων, τῶν περὶ τῆς κατὰ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ μυστικῆς οἰκονομίας, καὶ ὡς ἂν μάθοιμεν διὰ τί νῦν ἀλλ' οὐ πρὸ τούτου τὴν εἰς ἅπαντας ἀνθρώπους ἐπιφάνειαν αὐτοῦ πεποίητο, καὶ τί τὸ αἴτιον ἦν τοῦ μὴ πάλαι πρότερον ἔναγχος δὲ καὶ μετὰ τὸν μακρὸν αἰῶνα τῆς τῶν ἐθνῶν ἀπάρξασθαι αὐτὸν κλήσεως, τά τε ἄλλα ὅσα δήποτε τῆς κατ' αὐτὸν ἀπορρήτου θεολογίας οἰκεῖα τυγχάνει, ἔτι μὴν καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ· ἃ καὶ πρῶτα ἐξ ἑτέρας λόγου ἀρχῆς, ὡς πρὸς τοὺς ἀπίστους, τέως αὐτὸν βοηθὸν ἐπικαλεσάμενοι τὸν τοῦ θεοῦ λόγον, φέρε διασκεψώμεθα. Τάδε ἔνεστιν ἐν τῷ τρίτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. αʹ. Ὅπως οἱ παρ' Ἑβραίοις προφῆται τὸ εὐαγγέλιον ἐκήρυττον. ὑπειληφότας γεγονέναι αὐτὸν ἀντενεχθησόμεθα. δʹ. Περὶ τῶν θειοτέρων ἔργων αὐτοῦ. εʹ. Ὅτι μὴ πλασάμενοι οἱ αὐτοῦ μαθηταὶ τῇ δὲ ἀληθείᾳ ἐμαρτύρουν τὰς ὑπ' αὐτοῦ πραχθείσας παραδοξοποιοὺς ἱστορίας. ϛʹ. Ὅτι μὴ κατὰ γοητείαν ἐνθέῳ δὲ ἀρετῇ καὶ δυνάμει τὰ παράδοξα διεπράξατο. ζʹ. Ὡς καὶ ἀπὸ τῆς ἐνεργείας αὐτῆς συνορᾶται τοῖς φιλαληθέσιν ἡ τῆς περὶ αὐτὸν ἐνθέου ἀρετῆς δύναμις. 3. t. 1 Λόγος γʹ. Τῶν προλεγομένων εἰς τὴν εὐαγγελικὴν ἀπόδειξιν αὐτάρκως μοι γεγυμνασμένων, ἀποδεδειγμένου τε τοῦ τρόπου τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας, τῆς τε αἰτίας ἀποδοθείσης δι' ὧν τὰ Ἰουδαίων ἀσπασάμενοι λόγια τὸν κατ' αὐτοὺς βίον παρῃτησάμεθα, καὶ ἔτι πρὸς τούτοις συστάντος, ὡς αἱ προφητικαὶ παρ' αὐτοῖς γραφαί, προλαβοῦσαι τὸ μέλλον, τῆς ἡμετέρας διὰ Χριστοῦ γενομένης κλήσεως ἐμνημόνευσαν, δι' ὃ καὶ ὡς οἰκείων ἀλλ' οὐκ ἀλλοτρίων αὐτῶν μεταποιούμεθα· καλεῖ δὴ καιρὸς ἐπ' αὐτὴν ἐμβάντα τὴν ὑπόθεσιν ἄρξασθαι τῶν ἐπηγγελμένων. 3. Prooem. 2 τίνα δὲ ἦν ταῦτα ἀλλ' ἢ τὰ περὶ τῆς κατὰ τὸν ἄνθρωπον οἰκονομίας Ἰησοῦ τοῦ Χριστοῦ τοῦ θεοῦ, αἵ τε τῶν παρ' Ἑβραίοις προφητῶν περὶ τῆς κατ' αὐτὸν θεολογίας διδασκαλίαι, καὶ αἱ περὶ τῆς εἰς ἀνθρώπους ἐπιφανείας αὐτοῦ προρρήσεις, ἃς αὐτῷ μόνῳ ἐφαρμόζειν ἐξ ἐναργῶν τῶν ἀποτελεσμάτων αὐτίκα μάλα παραστήσομεν, πρῶτον ἀναγκαίως ἐκεῖνο θεωρήσαντες, ὅπως οἱ προφῆται τὴν τοῦ εὐαγγελίου μνήμην ἐπὶ τοῦ Χριστοῦ προελάμβανον.

Intertext edge

Open linked passage

Note