Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
Ἀπὸ τῶν Παροιμιῶν. «Ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. φόβος κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν καὶ ὁδοὺς πονηρῶν· μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς· δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς. ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν. πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη.
5.1.2
βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν, τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιοσύνης ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι,
5.1.3
πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. κύριος ἐποίησεν χώρας καὶ ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. ἡνίκα ἡτοίμαζεν... τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανόν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσεται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρεν, καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας καὶ ἐνηυφραίνετο ἐν υἱοῖς ἀνθρώπων.»
5.1.4
Ἡ πρὸ τῶν γενητῶν θεία καὶ πανάρετος οὐσία, ἡ νοερὰ καὶ πρωτότοκος τῆς ἀγενήτου φύσεως εἰκών, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων θεοῦ υἱός, πολυώνυμός τις ὢν καὶ διὰ πλείστων προσρήσεων θεολογούμενος, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόντος ἀξιώ ματί τε καὶ προσηγορίᾳ τετίμηται· λόγον δὲ θεοῦ αὐτὸν καὶ φῶς καὶ ζωὴν καὶ ἀλήθειαν καὶ ἐπὶ πᾶσι «Χριστὸν θεοῦ δύναμιν καὶ θεοῦ σοφίαν» προσαγορεύειν μεμαθήκαμεν.
5.1.5
ἤδη οὖν τὰ μετὰ χεῖρας αὐτὸς περὶ ἑαυτοῦ, ὡς ἂν θεοῦ σοφία ζῶσα καὶ καθ' αὑτὴν ὑφεστῶσα, διὰ τοῦ σοφωτάτου Σολομῶνος διεξέρχεται· «ἐγὼ ἡ σοφία κατεσκήνωσα βουλήν, καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην», καὶ τὰ τούτοις ἐπαγόμενα λέγων.
5.1.6
ἀλλὰ καὶ ὡς τὴν τῶν ὅλων διοίκησιν καὶ πρόνοιαν ἀναδεδεγμένος ἐπιφέρει· «δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται». εἶτα εἰπὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος, ἐπάγει λέγων· «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με». δι' ὧν ὁμοῦ καὶ γενητὸν ἑαυτόν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ ἀγενήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρόπον τῶν γενητῶν ἁπάντων προβεβλημένον.
5.1.7
ὅθεν τὸν θεῖον ἀπόστολον εἰκὸς ὁρμώμενον περὶ αὐτοῦ φάναι· «ὅς ἐστιν εἰκὼν τοῦ ἀοράτου, πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς». πρωτότοκος μὲν γὰρ πάσης ἀνείρηται κτίσεως κατὰ τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ». νοοῖτο δ' ἂν εἰκότως εἰκὼν τοῦ θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνον·
5.1.8
τοῦτο δ' οὖν ἐν τοῖς μετὰ χεῖρας ὁμολογεῖ δι' ὧν φησιν· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι», καὶ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με», ἔνθεν αὐτὸν υἱὸν μονογενῆ καὶ πρωτότοκον τοῦ θεοῦ λόγον ἀναγορεύομεν, τὸν αὐτὸν ὄντα τῇ δηλουμένῃ σοφίᾳ. Ὅπως δὲ γέννημα θεοῦ αὐτὸ εἶναι φαμέν, ἰδίας ἂν δέοιτο ἐξετάσεως, ἐπεὶ μήτε κατὰ προβολὴν μήτε κατὰ διάστασιν ἢ διαίρεσιν ἢ μείωσιν ἢ τομήν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόρρητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν.
5.1.9
οὐδὲ γὰρ θέμις τῶν ἐν γενητοῖς τισιν τὴν ἄρρητον καὶ ἀκατονόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα, ἐπεὶ μηδὲ κατὰ τὰς παρ' ἡμῖν τῶν ζῴων γενέσεις, οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν μεριστὴν καὶ χωριστήν, ἐκ τοῦ πατρὸς προσεληλυθέναι τὸν υἱὸν φάναι ὅσιον.
5.1.10
ἀμερὲς γὰρ καὶ ἄτομον τὸ θεῖον, οὐ τεμνόμενον, οὐ διαι ρούμενον, οὐκ ἐκτεινόμενον, οὐ συστελλόμενον, οὐ μειούμενον, οὐ μεῖζον, οὐ χεῖρον, οὐ κρεῖττον αὐτοῦ γινόμενον, οὐκ ἔχον ἐν ἑαυτῷ ἕτερόν τι αὐτοῦ, ἵνα καὶ πρόηται τοῦτο.
5.1.11
πᾶν γὰρ τὸ ἔν τινι ὂν ἢ ὡς συμβεβηκός, οἷον λευκὸν ἐν σώματι, ἢ ὡς ἕτερον ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῇ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποὺς ἢ δάκτυλος τοῦ παντὸς ὄντα μέρη, ὧν ἀποκοπὴν ἤ τινα τομὴν ἢ διαίρεσιν πεπονθότων, ἀτελὲς καὶ κολοβόν, ὡς ἂν τοῦ μέρους ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν.
5.1.12
ἀλλὰ γὰρ καὶ τὸ εἰκόνι τοιᾷδε καὶ ὁμοιώσει χρῆσθαι ἐπὶ τῆς ἀγενήτου φύσεως τοῦ τῶν ὅλων θεοῦ καὶ τῆς τοῦ μονογενοῦς αὐτοῦ καὶ πρωτοτόκου γενέσεως πάντων ἂν εἴη ἀσεβέστατον.
5.1.13
οὐ τοίνυν ὡς ἕτερον ἐν ἑτέρῳ ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἦν ὁ υἱὸς ἀγένητος ἐν τῷ πατρί, μέρος ὢν αὐτοῦ ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονεν· τροπῆς γὰρ ἤδη τοῦτο οἰκεῖον, καὶ δύο γ' ἂν οὕτως ἀγένητα εἶεν, τὸ προβεβληκὸς καὶ τὸ προβεβλημένον. καὶ τίς ἦν κατάστασις κρείττων; ἆρα ἡ πρὸ τῆς τροπῆς, πρὸ τῆς κατὰ τὴν προβολὴν διαστάσεως; οὔκουν ὡς μέρος ἢ μέλος, ἀγενήτως ἡνωμένον ἀεὶ πρότερον, ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν υἱὸν ἀπὸ τοῦ πατρὸς οἷόν τε ἐπινοεῖν.
5.1.14
ἄρρητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν ὄντα σωμάτων οἰκεῖα, τῆς δ' ἀσωμάτου καὶ ἀύλου φύσεως ἀλλότρια. Διὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα πάλιν τὸ «τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται» ἀναφθέγξαιτο ἄν,
5.1.15
ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γενητὸν τὸν υἱὸν τοῖς λοιποῖς γενητοῖς ὁμοίως ἀποφήνασθαι· ἄλλη γὰρ υἱοῦ γένεσις καὶ ἄλλη ἡ διὰ τοῦ υἱοῦ δημιουργία.
5.1.16
ἀλλὰ γὰρ ὥσπερ ἡ θεία γραφὴ τοτὲ μὲν «πρωτότοκον πάσης κτίσεως» τὸν υἱὸν ἀναγορεύει, ἐξ αὐτοῦ προσώπου τὸ «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ» φάσκουσα, τοτὲ δὲ γέννημα τοῦ πατρὸς εἶναι λέγει κατὰ τὸ «πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»,
5.1.17
ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἂν ἔχοι καὶ τὸ πρὸ πάντων αἰώνων εἶναι, λόγον ὄντα θεοῦ δημιουργικόν, καὶ τῷ πατρὶ συνεῖναι, μονογενῆ τε υἱὸν εἶναι τοῦ τῶν ὅλων θεοῦ, ὑπουργόν τε καὶ συνεργὸν τῷ πατρὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμήσεως γεγενημένον ὁμολογεῖν.
5.1.18
εἰ γὰρ οὖν καὶ ἄλλο τι ἄρρητον καὶ
5.1.19
ἀκατάληπτον ἡμῖν ἐν τῇ τῶν ὅλων ἀπολέλειπται φύσει μυρία δὲ τὰ τοιαῦτα, ὁποῖα καὶ τὰ τοῖς θεοφιλέσιν ἐπηγγελμένα τυγχάνει, «ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη», κατὰ τὸν ἱερὸν ἀπόστολον, πολὺ πρότερον πάσης ἐννοίας ἐπέκεινα, ἄρρητα καὶ ἀκατονόμαστα, ἀνεπινόητά τε καὶ ἀνενθύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοῦ μονογενοῦς τοῦ θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν ἢ «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται;» Εἰ δέ τις τούτου περαιτέρω χωρῶν τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασιν, τάχα ἂν εἴποι ἐκ τῆς τοῦ πατρὸς ἀγενήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν τὸν υἱὸν ἐξ ἀπείρων αἰώνων μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε συνεῖναι καὶ συγγενόμενον ἀεὶ τῷ πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες καὶ τῷ φωτὶ τὴν αὐγήν· ἀλλ' οὐ τοῖς ὑποδείγμασιν κατὰ πάντα τρόπον ὁμοίως, ὥσπερ οὖν ἤδη πρότερον εἴρηται.
5.1.19
τὰ μὲν γὰρ ἄψυχα σώματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγή, σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτί, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ θεοῦ λόγος καθ' ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκεν, καὶ οὐκ ἀγενήτως συνυπάρχει τῷ πατρί, ἀλλ' ὡς μονογενὴς υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ πατρὸς γεγεννημένος· ἥ τε εὐωδία, ἀπορροή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου καὶ οὐ καθ' ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει.
5.1.20
οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ σωτῆρος ἡμῶν. οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγενήτου κατά τι πάθος ἢ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκεν τῷ πατρί, ἐπεὶ ὁ μὲν ἀγέννητος ὁ δὲ γεννητός, καὶ ὁ μὲν πατὴρ ὁ δὲ υἱός, προϋπάρχειν δὲ καὶ προϋφεστάναι πατέρα υἱοῦ πᾶς ὅστις οὖν ἂν ὁμολογήσειεν.
5.1.21
εἴη δ' ἂν ταύτῃ καὶ εἰκὼν θεοῦ, ἀρρήτως πάλιν καὶ ἀνεπιλογίστως ἡμῖν, ζῶντος θεοῦ ζῶσά τις καὶ καθ' αὑτὴν ὑφεστῶσα ἀύλως καὶ ἀσωμάτως καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ' οὐχ οἵα τις πάλιν ἡ παρ' ἡμῖν εἰκών, ἕτερον μὲν ἔχουσα τὸ κατ' οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ' ὅλον αὐτὸ εἶδος ὥν, καὶ αὐτοουσίᾳ τῷ πατρὶ ἀφομοιούμενος. οὕτω δὲ καὶ ζωτικωτάτη τοῦ πατρὸς εὐωδία τυγχάνει, ἀρρήτως ἡμῖν πάλιν καὶ ἀνεπιλο γίστως,
5.1.22
ἐπεὶ καὶ πάντα, ὅσα ἐστὶν περὶ αὐτὸν ἀληθῆ, ἄρρητα ἂν εἴη ἀνθρώπων φωναῖς καὶ λογισμοῖς θνητῶν ἀνεπιλόγιστα κατὰ τὸν ἀκριβῆ λόγον. ἀλλὰ γὰρ ὡς ἡμῖν ἀκούειν φίλον, τοιῶσδε καὶ τὰ λόγια παιδεύει.
5.1.23
ἢ οὐχὶ καὶ «Χριστοῦ εὐωδίαν» αὐτὸς ἑαυτὸν καὶ τοὺς αὐτῷ παραπλησίους ὁ ἱερὸς ἀπόστολος προσεῖπεν διὰ τὴν τοῦ Χριστοῦ πνεύματος μετοχήν, «μύρον τε ἐκκενωθὲν» ὁ οὐράνιος νυμφίος ἐν τοῖς Ἄισμασιν ἀνηγόρευται; Διὸ τῆς αὐτοῦ ἐκκενώσεως τὰ πάντα ὁρατά τε καὶ ἀόρατα σώματά τε καὶ ἀσώματα λογικά τε καὶ ἄλογα μετασχόντα, ἀναλόγως κατηξίωται... μετουσίας, καὶ τῆς τοῦ θείου λόγου μετείληφεν κοινωνίας.
5.1.24
ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθήσεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀύλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων θεοῦ, ὃς τοῦ μονογενοῦς αὐτοῦ λόγου πατὴρ ὢν αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ κύριον καὶ μόνον ἀληθῶς ἀγαθόν, ἀγαθοῦ γεννητικόν, δευτερεύοντος δὲ καὶ ὡς ἂν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται, δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ «ἀτμίς ἐστιν τῆς τοῦ θεοῦ δυνάμεως, καὶ ἀπόρροια τῆς τοῦ παντοκράτορος δόξης εἰλικρινής, καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ».
5.1.25
Πλὴν ἀλλὰ ταῦτα, ὅπη ἄν τις καὶ θέλοι, ταύτῃ τιθέσθω· ἡμῖν δὲ ἐξαρκεῖ τὸ ἀληθὲς ἐκεῖνο καὶ εὐσεβὲς αὖθις ἐπαναλαμβάνειν ῥῆμα, δι' οὗ καὶ τὴν λύσιν ἐπιθήσομεν τοῖς ἐζητημένοις, πολλάκις ἤδη ἐπειπόντες· «τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται»; ἀνέφικτος γὰρ ὡς ἀληθῶς, καὶ οὐκ ἀνθρώποις μόνον ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ μονογενοῦς τοῦ θεοῦ τυγχάνει γένεσις, ὥσπερ οὖν καὶ αὐτὸς ὁ σωτὴρ καὶ κύριος ἡμῶν, τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν, «οὐδεὶς ἔγνω», φησίν, «τὸν πατέρα εἰ μὴ ὁ υἱός»,
5.1.26
ᾧ καὶ ἐπιλέγει· «καὶ οὐδεὶς ἔγνω τὸν υἱὸν εἰ μὴ ὁ πατήρ». Ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ πατρὸς καὶ τῆς περὶ τοῦ υἱοῦ θεολογίας τοῖς πᾶσιν πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀπορρήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶνος λέξεσιν τῆς σοφίας ἀκουστέον λεγούσης· «πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με».
5.1.27
ἔτι δέ φησιν συμπαρεῖναι τῷ πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· «ἡνίκα» γοῦν «ἡτοίμαζε τὸν οὐρανόν, συμπαρήμην αὐτῷ», καὶ τὸ ἐξ ἀπείρων δὲ αἰώνων ἀίδιον τῆς σὺν πατρὶ διαμονῆς ἐμφαίνει, οἷς ἐπιλέγει· «ἤμην παρ' αὐτῷ ἁρμόζουσα, ἐγὼ ἤμην ᾗ προσέχαιρεν καθ' ἡμέραν».
5.1.28
ἀβύσσους δὲ καὶ πηγὰς ὑδάτων, ὄρη τε καὶ βουνούς, καὶ ὅσα ἄλλα κατὰ τὸν τόπον κοινοῖς ῥηματίοις ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως, ἐκ μέρους τὸ πᾶν δηλοῦντος, ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας· δυνάμεις, ὧν πάντων πρωτότοκος σοφία καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ θεοῦ προϋπέστη λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ ἀποστόλῳ λέγοντι· «Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία». Κέκληται δὲ ἐνταῦθα τῷ τῆς σοφίας εἰκότως προσρήματι, ὡς τοῦ μόνου σοφοῦ πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε καὶ δυνάμεις ἐν αὐτῷ καταβεβλημένου, καὶ τῶν γεννητῶν ἁπάντων τὰς φύσεις ὁμοῦ καὶ τὰς οὐσίας πανσόφως τοῖς ἐν αὐτῷ νοήμασιν ὑποστησαμένου, πάντα τε σοφῶς δι' αὐτοῦ δημιουργοῦντος καὶ ἀπευθύνοντος, τά τε ὄντα τά τε ἐσόμενα τά τε προόντα, ὡς εἰκότως τὴν ἐν ψαλμοῖς θεολογίαν ἀναφωνεῖν τά τε ἄλλα καὶ τὸ «ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε, πάντα ἐν σοφίᾳ ἐποίησας». ὡς καὶ Δαβίδ, ὁ τοῦ Σολομῶντος πατήρ, βασιλεὺς ἅμα γεγονὼς καὶ προφήτης, οἶδέ τινα ἀγαπητὸν τοῦ θεοῦ, καὶ τοῦτον μετὰ τὸν ἀνωτάτω θεὸν βασιλέα ὁμοῦ καὶ χριστὸν καὶ θεὸν δεύτερον ἀναγορεύει ἐν μδʹ ψαλμῷ, τὰ ὅμοια ἡμῖν περὶ τοῦ Χριστοῦ δοξάζων. Ψαλμοῦ μδʹ. «Εἰς τέλος, ὑπὲρ τῶν ἀλλοιωθησομένων, εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ». Σημείωσαι πρῶτον, ὡς ἀγαπητὸν οἶδε τοῦ θεοῦ, δεύτερον ὡς «εἰς σύνεσιν» τῶν λεχθησομένων τὸν ἀκροατὴν παρορμᾷ, τρίτον «ὑπὲρ τῶν ἀλλοιωθησομένων» εἴρηται διὰ πλείστας αἰτίας, διά τε τὴν ἐκ θεοῦ εἰς ἀνθρώπους τοῦ δηλουμένου ἀγαπητοῦ ἀλλοίωσιν καὶ διὰ τὴν ἐκ τῆς ἐν ἀνθρώποις αὐτοῦ μεταβολῆς μετὰ ταῦτα εἰς θεὸν ἀποκατάστασιν, ναὶ μὴν καὶ διὰ τοὺς ἐκ πλάνης εἰς τὸν κατὰ εὐσέβειαν τρόπον διὰ τῆς αὐτοῦ διδασκαλίας ὅσον οὔπω μεταβληθησομένους. «ἀγαπητὸν» δὲ τίνα ἂν εἴποι τις τοῦ ἐπὶ πάντων θεοῦ ἢ τὸν ἀγγέλων καὶ πνευμάτων καὶ πάσης λογικῆς οὐσίας πολὺ κρείττονα, τὸν μονογενῆ καὶ «πρωτότοκον πάσης κτίσεως», ὃν ἀρτίως σοφίαν θεοῦ καὶ γέννημα πρὸ παντὸς αἰῶνος οὐσιωμένον κατὰ τὰ προηγορευμένα μεμαθήκαμεν. σαφῶς γὰρ τὸν σωτῆρα καὶ κύριον ἡμῶν ἀγαπητὸν τοῦ πατρὸς ἀνηγόρευσε φωνὴ φωνήσασα κατὰ τὰ ἐν εὐαγγελίοις γεγραμμένα· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα». τοῦτον δὴ οὖν αὐτὸν καὶ ὁ παρὼν ὑποσημαίνει ψαλμός, «ὑπὲρ τοῦ ἀγαπητοῦ» τὴν προγραφὴν ἔχων, μεθ' ἣν ἐπιλέγει· «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν, λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων». ταῦτα μὲν οὖν ἀρχόμενος ὁ προφήτης, μᾶλλον δὲ τὸ θεῖον ἐν αὐτῷ πνεῦμα, ὡς ἐν προοιμίῳ διεξῆλθεν, ἑξῆς δὲ εἰς πρόσωπον αὐτῷ δὴ τῷ προαναγραφέντι ἀγαπητῷ τοῦ θεοῦ ἐπιφωνεῖ λέγων· «ἐξεχύθη χάρις ἐν χείλεσί σου· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς εἰς τὸν αἰῶνα. περιζώσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, δυνατέ, τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου, καὶ ἔντεινον, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. τὰ βέλη σου ἠκονημένα, δυνατέ· λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως». τοσαῦτα εἰπὼν περὶ τῆς ἐνθέου καὶ βασιλικῆς ἀξίας τε καὶ ἀρετῆς τοῦ ἀγαπητοῦ, μηδέπω δ' ἐκφήνας τὸν δηλούμενον, ἤδη λοιπὸν ἀποκηρύττει ἀναφανδόν, ὡς ἄρα θαυμάσιός τις εἴη καὶ κρείττων ἢ κατὰ ἄνθρωπον οὗτος ὁ διὰ τῆς προγραφῆς τοῦ ψαλμοῦ δηλούμενος ἀγαπητὸς τοῦ θεοῦ· θεότητι γοῦν καὶ βασιλείᾳ τινὶ διαφέροντα καὶ ἐξαιρέτῳ χρίσματι οὐ πρὸς ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ τετιμῆσθαι αὐτόν φησι διὰ τούτων· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεὸς ὁ θεός σου ἔλαιον χαρᾶς ἀπὸ ἑταίρων σου». ἔνθα ἐπιστήσεις, ὡς ἐν μὲν τῷ προτέρῳ στίχῳ θεὸν αὐτὸν ἀναγορεύει,
5.2.1
ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ, ἐν δὲ τῷ τρίτῳ τὴν κατ' ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ, εἶτ' ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν θεὸν καὶ βασιλέα κεχρῖσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ' ἀνθρώπων μὲν ὑπ' αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησίν· ὦ θεέ πρὸς τὸν χρισθέντα ἀποτεινόμενος «ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέν σε ὁ θεὸς ὁ θεός σου»,
5.2.2
ὡσεὶ ἔλεγεν, ὁ ἐπὶ πάντων θεὸς ἔχρισέν σε «ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρῖσμα ἦν οὐδ' ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ, φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ φίλον· ἦν τοὺς παλαιοὺς ἑβραίους ἱερέας καὶ βασιλέας χρίεσθαι.
5.2.3
ἔνθεν ἡμῖν εἰκότως καὶ θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται, ὡς ἂν μόνος μὴ δι' ἀνθρώπων μηδ' ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων ποιητοῦ, τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεοπρεπεῖ χρίσματι κεχρισμένος.
5.2.4
διόπερ ἐνδίκως μόνος, ἀκάκως μόνος, ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους Χριστὸς ἂν ἀναγορευθείη. οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν ἢ οἱ οἷοί τε λέγειν· «μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ»; περὶ ὧν εἴρηται· «μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε».
5.2.5
Καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ καὶ θεοῦ καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας καὶ δι' ἣν αἰτίαν, καθ' ὧν τὰ ἑαυτοῦ βέλη καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι' ὁπλιτικῆς παρατάξεως, ἀλλ' «ἕνεκεν ἀληθείας καὶ πραΰτητος καὶ δικαιοσύνης» μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς.
5.2.6
ζητοῦντα δὲ ἀκριβῶς ταῦτα καλῶς ἂν ἔχοι μεταφέρειν αὐτὰ ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ' ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων τῶν τε πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο. ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ θεοῦ ἐντεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τοῖς πάλαι συνήθως χρισθέντα οὐ γοῦν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον, κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ' ὃ δὴ καὶ διὰ Ἡσαΐου φησίν· «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με»,
5.2.7
ὅθεν καὶ μᾶλλον ἁπάντων τῶν πώποτε παρ' Ἑβραίοις σωματικώτερον χρισθέντων μόνος ἀνὰ πᾶσαν τὴν οἰκουμένην Χριστὸς παρὰ τοῖς πᾶσιν βεβόηται, καὶ τῆς ἐξ αὐτοῦ Χριστιανῶν προσηγορίας τὴν σύμπασαν ἔπλησεν οἰκουμένην. ὅπως δὲ φαμὲν αὐτὸν κεχρῖσθαι καὶ τί τὸ χρῖσμα καὶ τίς ὁ τῆς χρίσεως τρόπος αὐτάρκως ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν.
5.2.8
τούτου δὲ ἐν τοῖς χείλεσιν καὶ ἐν τῇ διδασκαλίᾳ τοσαύτη κατεχύθη χάρις, ὡς ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελθείσης εὐσεβείας, ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσιν παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ θεοῦ δόξαν περιβεβλῆσθαι καὶ παρὰ πᾶσιν ἀνθρώποις Χριστὸν ἀναγορεύεσθαι.
5.2.9
πρόδηλοι δὲ καὶ οἱ ἐχθροί, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τῶν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται.
5.2.10
τὰ δὲ ἑξῆς ἐν τῷ ψαλμῷ· «σμύρνα καὶ στακτὴ καὶ κασσία ἀπὸ τῶν ἱματίων σου», τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολιπούσης καὶ τῷ προδηλωθέντι Χριστῷ καὶ βασιλεῖ καὶ θεῷ νυμφευθείσης κύριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ' ἄν, τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας.
5.3.1
Ψαλμοῦ ρθʹ. «Εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών· καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου· ἐκ γαστρὸς πρὸ ἑωσφόρου γεγέννηκά σε. ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.
5.3.2
κύριος ἐκ δεξιῶν σου.» Τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν «πρωτότοκον πάσης κτίσεως» θεοῦ λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ πατρὸς γέννημα, τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν ψαλμὸς κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ υἱὸν τοῦ ἐπὶ πάντων θεοῦ τε καὶ κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ πατρὸς ἱερέα.
5.3.3
πρῶτον δὴ οὖν ἐπιστήσεις, ὡς ἤδη τοῦτο δεύτερον, γέννημα θεοῦ, προσηγόρευται, καὶ ἐπεὶ θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ πνεῦμα ἅγιον ἑαυτοῦ κύριον δεύτερον μετὰ τὸν τῶν ὅλων ἀναγορεύει. «εἶπεν» γάρ, φησίν, «ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου». τὸν πρῶτον κύριον, ὡς ἂν καθόλου τῶν ἁπάντων δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ' ὁμοίως, ἰδίως δ' αὐτὸν κύριον ὠνόμαζον.
5.3.4
εἰκότως οὖν ὁ σωτὴρ καὶ κύριος ἡμῶν, αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, ἐρόμενός ποτε τοὺς Φαρισαίους «τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ, τίνος ἐστὶν υἱός;» εἰπόντων «τοῦ Δαβίδ», ἐπιλέγει· «πῶς οὖν Δαβὶδ ἐν πνεύματι κύριον αὐτὸν καλεῖ λέγων· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου;» μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοῦ Δαβὶδ κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτῃ πνεύματος.
5.3.5
εἰ δὲ τὸ πνεύμα τὸ προφητικόν, τοῦτο δ' ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον πνεῦμα, ὁμολογεῖ τοῦτον εἶναι κύριον, ὃν σύνθρονον εἶναι τοῦ πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως γε, ἀλλὰ καὶ ἑαυτοῦ κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ' ἂν εἴποιεν αἱ μετὰ τὸ ἅγιον πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασιν καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη κύριος ὁ μόνος τοῦ πατρὸς σύνθρονος, δι' οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ κατὰ τὸν θαυμάσιον ἀπόστολον «ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα».
5.3.6
μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ πατρὸς ὁμοιώσεως ἔχειν τὸ κῦρος, ὡς ἂν καὶ μόνον σύνθρονον τοῦ πατρὸς ἀναδεδειγμένον. πρόδηλον οὖν ὅτι οὐδενὶ τῶν γενητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατορικῆς ἀρχῆς τε καὶ βασιλείας, εἰ μὴ ἄρα ἑνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ.
5.3.7
Ἐπίστησον οὖν ὡς πρὸς ἕνα καὶ τὸν αὐτὸν ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων κύριος καὶ τὴν «κάθου ἐκ δεξιῶν μου» δωρεῖται φωνὴν καὶ τὴν «πρὸ ἑωσφόρου γεγέννηκά σε», μεθ' ὅρκου δὲ διαβεβαιώσεως ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα διαρκοῦς ἱερωσύνης παραδίδωσιν· «ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα».
5.3.8
τίς δ' ἂν ἐπινοοῖτο, οὔτι δὴ θνητὸς ἀνήρ, ἀλλ' οὐδέ τις τῆς ἀγγελικῆς φύσεως, ὑπὸ θεοῦ μὲν γεγενημένος εἰς αἰῶνα δὲ ἱερωμένος, ἢ μόνος ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπὼν «κύριος ἔκτισέν με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέν με ἐν ἀρχῇ, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με»; καὶ πρόσσχες δέ, ἐπιμελῶς τὸν νοῦν ἐπιστήσας, τῷ τε παρόντι ψαλμῷ καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς.
5.3.9
ἐν μὲν γὰρ τούτῳ ὁ ἀνωτάτω θεὸς σύνθρονον τὸν δεύτερον καὶ ἡμῶν κύριον ἑαυτοῦ καθίστησι, λέγων «κάθου ἐκ δεξιῶν μου», ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν ὁ λόγος ἔφησεν, ὁμοῦ θεὸν αὐτὸν ἀναγορεύων δι' ὧν φησιν· «ὁ θρόνος σου ὁ θεὸς εἰς τὸν αἰῶνα τοῦ αἰῶνος».
5.3.10
πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας «ῥάβδον», φησίν, «δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ Σιών», ἐν δὲ ἐκείνῳ «ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου». καὶ αὖθις ὁ μὲν παρών φησιν· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου», ὁ δὲ πρόσθεν· «τὰ βέλη σου ἠκονημένα, δυνατέ, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως». οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει.
5.3.11
τίς δῆτα οὖν ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν ἔν τε κώμαις καὶ χώραις καθ' ὅλης τε τῆς οἰκουμένης ἀνθούσας τὰς τοῦ σωτῆρος ἡμῶν ἐκκλησίας τούς τε πρὸς αὐτοῦ κυριευομένους λαούς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθωσιωμένων πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀνθρώποις ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν καὶ πολεμίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειεν τὸν παρόντα χρησμὸν εἰς πρόσωπον ἀναφωνηθέντα τοῦ θεσπιζομένου τὸ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου».
5.3.12
Καὶ ἐπειδήπερ ἐν τῷ πρόσθεν κεχρῖσθαι τῷ ἐλαίῳ «τῆς ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου», ἱερέων δὲ οἰκεῖον ἦν παρ' Ἑβραίοις τὸ χρίεσθαι, εἰκότως ὁ μετὰ χεῖρας ἤδη λευκότερον ἱερέα αὐτὸν ἐπιφημίζει, πλείονα προτιθεὶς περὶ αὐτοῦ διδασκαλίαν, δι' ἧς μόνον αὐτὸν παρὰ τοὺς πώποτε αἰώνιον ἱερέα εἶναι παιδεύει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν·
5.3.13
«κατὰ τὴν τάξιν Μελχισεδὲκ» ἱερᾶσθαί φησιν αὐτόν, πρὸς ἀντιδιαστολὴν τοῦ κατὰ τὴν Μωσέως διάταξιν ἱερέως, ἤτοι τοῦ Ἀαρὼν ἢ καί τινος τῶν ἐξ ἐκείνου· ὧν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς ὕστερόν ποτε δι' ἀνθρώπων ἀλοιφῇ τινι σκευαστῇ χριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπετελεῖτο, ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπετίθετο τὴν ἱερωσύνην, καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσιν, ἀλλ' οὐδὲ μεθ' ὁρκωμοσίας θεοῦ ἐπὶ τὴν λειτουργίαν παρῄει κρίσει δὲ ἀνθρώπων τιμώμενος, ὡς καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ θεοῦ θεραπείας, οἷος ἀναγέγραπται ὁ Ἠλεί.
5.3.14
ἔτι πρὸς τούτοις ὁ παλαιὸς ἐκεῖνος ἱερεύς, ὁ κατὰ τὴν Μωσέως διάταξιν, ἐκ μόνης ἐκρίνετο φυλῆς τῆς Λευί, ἔδει δὲ ἐξ ἅπαντος καὶ τὸ γένος ἐκ τῆς τοῦ Ἀαρὼν διαδοχῆς αὐτὸν φέρειν, θύμασίν τε ζῴων ἀλόγων καὶ αἵμασιν σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον· ὁ δὲ Μελχισεδὲκ ὠνομασμένος, ὃ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν «βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλήμ», ὃ καὶ αὐτὸ ἂν εἴη «βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος», οὐκ ἔχων κατὰ τὴν ἱστορίαν οὐκ «ἀρχὴν ἡμερῶν», οὐ «ζωῆς τέλος», ἀλλ' οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον.
5.3.15
οὔτε γὰρ ὑπ' ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἦν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡς ἂν πολὺ κρείττων αὐτοῦ τυγχάνων, ἀλλ' οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει.
5.3.16
πῶς γὰρ τῷ μηδὲ ὄντι; εἰκότως οὖν, ἐπεὶ καὶ τῷ ἡμετέρῳ σωτῆρι τῷ Χριστῷ οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλεν συμβήσεσθαι· οὔτε γὰρ μὴ ὢν πρότερον ὕστερόν ποτε ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος ἀλλὰ ὤν. προσεκτέον γὰρ ἐπιμελῶς τῷ «σὺ ἱερεὺς εἰς τὸν αἰῶνα». οὐ γὰρ ἔσῃ, φησίν, μὴ ὢν πάλαι, ἀλλ' οὐδ' ἦσθα μὲν πάλαι νῦν δὲ οὔ, ἀλλὰ παρὰ τοῦ φήσαντος «ἐγώ εἰμι ὁ ὢν» σὺ εἶ καὶ «ἱερεὺς εἰς τὸν αἰῶνα» διαμένεις·
5.3.17
ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο οὔτε ἐκ φυλῆς τῶν ἱερωμένων ὁ Χριστός, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλεν τῆς ἱερωσύνης οὐδὲ μόνοις Ἰουδαίοις ἀλλὰ καὶ πᾶσιν ἔθνεσιν καταστήσεσθαι, τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, «κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ» ἱερέα φησὶν ἔσεσθαι.
5.3.18
Καὶ τό γε ἀποτέλεσμα τοῦ χρησμοῦ θαυμάσιον συνορῶντι ὅπως ὁ σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὐτοῦ θεραπευτῶν ἐπιτελεῖ.
5.3.19
ὥσπερ γὰρ ἐκεῖνος ἱερεὺς ἐθνῶν τυγχάνων οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ σωτὴρ κύριος ἡμῶν, ἔπειτα οἱ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μωσέως γραφὴ μαρτυρεῖ λέγουσα· «καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους καὶ οἶνον· ἦν δὲ ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησεν τὸν Ἀβραάμ».
5.3.20
εἰκότως οὖν καὶ μεθ' ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ «ὤμοσεν κύριος ὁ θεὸς καὶ οὐ μεταμεληθήσεται, σὺ εἶ», λέγων, «ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ».
5.3.21
ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ ἀπόστολός φησιν· «ἐν ᾧ περισσότερον βουλόμενος ὁ θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι θεόν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος».
5.3.22
καὶ ἐπιφέρει λέγων· «καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ διὰ τὸ μένειν αὐτὸν ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχω ρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος».
5.3.23
καὶ ἐπιλέγει· «κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τῶν ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ κύριος, οὐκ ἄνθρωπος». ταῦτα μὲν ὁ ἀπόστολος.
5.3.24
Ὁ δὲ ψαλμὸς ὑποβὰς καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προφητευομένου δηλοῖ λέγων· «ἐκ χειμάρρου ἐν ὁδῷ πίεται· διὰ τοῦτο ὑψώσει κεφαλήν».
5.3.25
χείμαρρον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ ψαλμὸς λέγων· «χείμαρρον διῆλθεν ἡ ψυχὴ ἡμῶν· ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον». ἐν τῷ χειμάρρῳ τοίνυν πίεται, φησίν, τὸ ποτήριον, δηλονότι ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων· «πάτερ, εἰ δυνατόν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ»,
5.3.26
καὶ πάλιν· «εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου». τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον ὕψωσεν κεφαλήν, καὶ κατὰ τὸν ἀπόστολον, ἐπεὶ γὰρ γέγονεν «ὑπήκοος τῷ πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο», φησίν, «ὑπερύψωσεν αὐτὸν ὁ θεός», «ἐγείρας αὐτὸν ἐκ τῶν νεκρῶν, καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας καὶ δυνάμεως καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι· καὶ πάντα ὑπέταξεν», φησίν, «ὑπὸ τοὺς πόδας αὐτοῦ», κατὰ τὴν πρὸς αὐτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ ψαλμοῦ παρίστησι λέγων· «κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου», καὶ «κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου». πρόδηλον παντὶ ὡς ἔτι νῦν ἡ τοῦ σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος ἐν μέσοις τοῖς ἐχθροῖς καὶ πολεμίοις αὐτοῦ τῶν πεπιστευκότων εἰς αὐτὸν ἁπάντων κατακυριεύει.
5.4.1
Τοῦ Ἡσαΐου. «Ἐγὼ κύριος ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς, ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανόν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. ἐγὼ ἤγειρα τὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν κύριος Σαβαώθ.»
5.4.2
Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς θεὸς περί τινος βασιλέως καὶ σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα λυτρώσασθαί τε τὴν ἐπισυμβᾶσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν διὰ τοῦ προφήτου θεσπίζει. ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἷα θεῷ οἱ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεῖν ἐν αὐτῷ θεόν, τὸν ἀνωτάτω δηλαδὴ πατέρα καὶ θεὸν τῶν ὅλων.
5.4.3
τὰ δὲ τῆς λέξεως οὕτως ἔχει· «Οὕτως λέγει κύριος, ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καί σοι ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσιν νέοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ. αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ.»
5.4.4
Ταῦτα μὲν ἡ προφητεία. οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνασθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως, ἐναργῶς οὕτως εἰσαγούσης θεὸν τοῦ Ἰσραὴλ σωτῆρα καὶ ἕτερον ἐν αὐτῷ θεόν. «προσκυνήσουσί σοι», φησίν, «οἱ δίκαιοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ. σὺ γὰρ εἶ ὁ θεός, καὶ οὐκ ᾔδειμεν, θεὸς τοῦ Ἰσραὴλ σωτήρ.»
5.4.5
τὸ δὲ «οὐκ ᾔδειμεν» ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων, παρὰ μόνοις τοῖς ἑβδομήκοντα εἰρημένον, ἑτέρως εἶχεν τὸ Ἑβραϊκόν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησίν· «θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, θεὸς Ἰσραὴλ σῴζων»,
5.4.6
ὁ δὲ Θεοδοτίων· «διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος θεὸς σῴζων». σφόδρα θαυμαστῶς κρυφαῖον θεὸν τὸν Χριστὸν ὀνομάζει, καὶ τὴν αἰτίαν δέ, δι' ἣν θεὸν αὐτὸν μόνον ὡς ἐν γενητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγένητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ πατρὸς ἐν αὐτῷ κατοίκησιν. ἐν τούτῳ γάρ, κατὰ τὸν θεῖον ἀπόστολον, «εὐδόκησεν πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι».
5.4.7
τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις· «ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ». ἀντὶ δὲ τοῦ «πλὴν σοῦ» «πλὴν αὐτοῦ» ὁ Θεοδοτίων πεποίηκεν, ἵν' ᾖ «οὐκ ἔστιν θεὸς πλὴν αὐτοῦ», δηλαδὴ τοῦ ἐν σοὶ θεοῦ, δι' ὃν καὶ σὺ τυγχάνεις ὢν θεός, κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει· «πλὴν ἐν σοὶ ἰσχυρός, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοί, θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος. θεὸς σῴζων», κατὰ δὲ τὸν Σύμμαχον· «μόνον ἐν σοὶ θεός, καὶ οὐκ ἔστιν ἔτι οὐδ' ὑπάρχει θεός, ὄντως σὺ θεὸς κρυφαῖος, θεὸς Ἰσραὴλ σῴζων».
5.4.8
δι' ὧν τὸ αἴτιον τοῦ εἶναι θεὸν τὸν Χριστὸν τοῦ θεοῦ σαφῶς ὁ λόγος παρέστησεν.
5.4.9
ἐπεὶ γὰρ ἐν σοί, φησίν, ἐστὶν θεός, διὰ τοῦτο σὺ θεὸς ἰσχυρὸς καὶ κρυφαῖος. οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος θεὸς εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύτερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ' ἑαυτόν, οὔτε ὑφεστὼς δίχα τοῦ θεοποιοῦντος αὐτὸν πατρός, οὔτ' ἄνευ τοῦ πατρὸς θεολογούμενος, ἀλλ' ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς διὰ τὸν ἐν αὐτῷ πατέρα, συνών τε τῷ πατρὶ καὶ ἐξ αὐτοῦ καὶ δι' αὐτὸν θεοποιούμενος, τό τε εἶναι ὁμοῦ καὶ τὸ θεὸς εἶναι οὐκ ἐξ ἑαυτοῦ παρὰ δὲ τοῦ πατρὸς ἐσχηκώς.
5.4.10
διὸ δὴ μετὰ τὸν πατέρα τιμᾶν καὶ αὐτὸν ὡς θεὸν ἐδιδάχθημεν διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα θεόν, ὥσπερ οὖν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. ὡς γὰρ ἂν τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν οὗ τοὺς χαρακτῆρας καὶ τὴν ὁμοίωσιν φέρει τιμωμένης δὲ τῆς εἰκόνος καὶ τοῦ βασιλέως αὐτοῦ, εἷς ἂν εἴη ὁ τιμώμενος καὶ οὐ δύο· οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἷς δ' ὁ κατ' ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώμενος, οὕτω δῆτα καὶ ὁ μονογενὴς υἱός, εἰκὼν ὢν μόνος τοῦ θεοῦ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν οὗ φέρει ὁμοίωσιν «εἰκών» τε ἀνηγόρευται «τοῦ ἀοράτου θεοῦ» θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ πατρός, οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν ἀλλ' οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ πατρὸς ἐπαγόμενος.
5.4.11
διὸ καὶ φύσει θεὸς ὁμοῦ καὶ μονογενὴς υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιούμενος, ἐπισυμβεβηκός γε τὸ ἀξίωμα τῆς τοῦ θεοῦ προσηγορίας ἐπέχουσιν. πλὴν εἰ καὶ φύσει μονογενὴς υἱὸς καὶ θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλ' οὐχ ὁ πρῶτος θεός, πρῶτος δὲ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ διὰ τοῦτο θεός.
5.4.12
καὶ ὅλον γε τοῦτο αἴτιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι θεόν, τὸ μόνον εἶναι φύσει τοῦ θεοῦ υἱὸν καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι' ὅλου σῴζειν τοῦ μόνου θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν εἰκόνα, κατὰ πάντα τῷ πατρὶ παρωμοιωμένην, καὶ τῆς θεότητός τε αὐτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην.
5.4.13
ταύτῃ τοιγαροῦν καὶ αὐτὸν ὡς ἂν μόνον υἱὸν καὶ μόνον εἰκόνα ὄντα τοῦ θεοῦ καὶ τῆς ἀγενήτου καὶ ἀνάρχου τοῦ πατρὸς οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωογράφου τε καὶ ζωοποιοῦ πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι, ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ πατρὸς ἠξιωμένον τῆς προσηγορίας εἰληφότα τε ἀλλ' οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα.
5.4.14
ὁ μὲν γὰρ δίδωσιν, ὁ δὲ λαμβάνει· ὥστε κυρίως καὶ ἕνα ἐκεῖνον εἶναι θεὸν καὶ μόνον μὲν καὶ φύσει ὄντα καὶ μὴ παρ' ἑτέρου λαβόντα, τὸν δὲ τῶν δευτερείων ἠξιῶσθαι καὶ τὸ θεὸν εἶναι λαβόντα παρὰ τοῦ πατρὸς ἔχειν, ὡς ἂν εἰκόνα τοῦ θεοῦ, μιᾶς ἐπ' ἀμφοῖν κατὰ τὸ παράδειγμα τῆς θεότητος ἐπινοουμένης ἑνός τε ὄντος θεοῦ τοῦ καθ' ἑαυτὸν ἀνάρχως καὶ ἀγενήτως ὄντος διὰ δὲ τοῦ υἱοῦ ὡς ἂν δι' ἐσόπτρου καὶ εἰκόνος ἐπιθεωρουμένου.
5.4.15
τοῦτό τοι καὶ τὸ πνευματικὸν παιδεύει λόγιον, οὐκ ἄλλως φάσκον θεὸν εἶναι προσκυνητὸν τὸν δηλούμενον ἀλλ' ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ πατέρα· «ἐν σοὶ» γάρ, φησίν, «προσεύξονται, ὅτι ἐν σοὶ ὁ θεός ἐστιν», καὶ σὺ δὲ αὐτὸς θεὸς ὢν σωτὴρ τοῦ Ἰσραὴλ τυγχάνεις, καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος θεὸς εἶ, ἐπεὶ «ἐν σοὶ ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ».
5.4.16
Ἀντὶ δὲ τοῦ «ἐκοπίασεν Αἴγυπτος» τὸ Ἑβραϊκὸν καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ «κόπος Αἰγύπτου» ἐκδεδώκασιν, ἵνα ᾖ τὸ λεγόμενον τοιοῦτον· «σοὶ προσκυνήσουσιν», καί σοι ἔσονται δοῦλοι ὁ «κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ», δι' ὧν βάρβαρα οἶμαι καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι καὶ πάνθ' ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ.
5.4.17
ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ, καὶ δι' αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλολατρῶν φανερὰ καθίστησι.
5.4.18
καὶ ταῦτα πεπλήρωται ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσιν προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν.
5.4.19
Αἰθίοπας δὲ καὶ Σεβωεὶμ τοὺς ἐνταῦθα προσκυνήσειν τῷ Χριστῷ προφητευομένους καὶ διὰ τοῦ οαʹ ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι, δι' ὧν εἴρηται· «ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ βασιλεῖς Ἀράβων καὶ Σαβὰ δῶρα προσάξουσιν, καὶ προσκυνήσουσιν αὐτῷ», δῆλον ἐκ τῆς συμφράσεως ὅτι τῷ καὶ ἐν ἐκείνοις προφητευομένῳ Χριστῷ.
5.5.1
Ψαλμοῦ λβʹ. «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν.» Καὶ ἐν ρʹ δὲ καὶ ʹ ψαλμῷ εἴρηται· «ἀπέστειλεν τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς καὶ ἐρρύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν», καὶ πάλιν ἐν ρμζʹ· «ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ».
5.5.2
ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας ψαλμῷ φάσκοντι «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» συνᾴδει τὸ ἱερὸν εὐαγγέλιον διαρρήδην λέγον· «ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν». θεὸν εἰκότως τὸ εὐαγγέλιον ὀνομάζει, ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος λόγος καὶ σοφία καὶ γέννημα θεοῦ καὶ ἱερεὺς καὶ χριστὸς βασιλεὺς καὶ κύριος καὶ θεὸς καὶ εἰκὼν ἀνηγόρευτο τοῦ θεοῦ.
5.5.3
καὶ ὅτι γε ἕτερος ὢν τοῦ πατρὸς ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἑξῆς κατὰ τὸν παρόντα ἐπιλέγει ψαλμόν· «φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ὑπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. ὅτι αὐτὸς εἶπεν, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν».
5.5.4
πρόδηλον γὰρ ὡς ὁ λέγων ἑτέρῳ λέγει, καὶ ὁ ἐντελλόμενος ἑτέρῳ παρ' ἑαυτὸν ἐντέλλεται. σαφῶς δὲ ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν ἐνανθρωπήσει μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ' ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας ἀλλ' αὐτὸν ἐφοβήθη τὸν κύριον Ἰησοῦν,
5.5.5
πάντες τε οἱ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φάσκοντι λογίῳ· «φοβηθήτω τὸν κύριον πᾶσα ἡ γῆ, ἀπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην».
5.5.6
Ταῦτα μὲν οὖν ἐκ τοῦ βʹ καὶ λʹ ψαλμοῦ. σύμφωνα δὲ τούτοις εὕροις ἂν καὶ ἐν ρμηʹ ψαλμῷ, ὃς διδάσκει οὐ τὰ περὶ γῆν μόνα, ἀλλὰ καὶ τὰ κατ' οὐρανὸν καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν κατ' ἐπικέλευσιν τοῦ τῶν ὅλων θεοῦ γεγονέναι. λέγει δ' οὖν· «αἰνεῖτε τὸν κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις· αἰνεῖτε αὐτόν, πάντες ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ· αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς· ὅτι αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν».
5.5.7
Εἰ γὰρ αὐτὸς ἐνετείλατο, καὶ τίς ἦν ὁ τοσοῦτος, ὡς τὴν περὶ τῶν τηλικούτων ἐντολὴν ὑποδέξασθαι, ἢ ὁ τοῦ θεοῦ λόγος ὁ ποικίλως διὰ τῆς παρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος καὶ λόγος θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἁπάντων δημιουργικούς τε καὶ ποιητικοὺς λόγους ὁ παντοκράτωρ ἐν αὐτῷ καταβέβληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾶν παραδούς;
5.5.8
μὴ γὰρ οὖν τις ὑπολάβοι τῷ παρὰ ἀνθρώποις ἐκ συλλαβῶν συνεστῶτι, ἔκ τε ὀνομάτων καὶ ῥημάτων συγκειμένῳ, ἐνάρθρῳ καὶ προφορικῷ λόγῳ τὸν τοῦ θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ' ἡμῖν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς καὶ τοῖς διὰ τούτων σημαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν φάρυγός τε καὶ στόματος προφερόμενος, ὁ δὲ τῆς ἀϊδίου καὶ ἀσωμάτου φύσεως πάντη κατὰ πάντα τοῦ καθ' ἡμᾶς παρηλλαγμένος οὐδὲν ἀνθρώπειον ἐπάγοιτ' ἄν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως ὁμωνυμίᾳ,
5.5.9
ἐπεὶ μήτε φωνὴν τὴν δι' ἀέρος κρούσεως ὑφισταμένην, μήτε ῥήματα, μήτε συλλαβάς, μήτε γλῶτταν, μήτε στόμα, μήτε ὅλως τι τῶν ἀνθρωπείων καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων θεοῦ παραληπτέον· ψυχῆς γὰρ ἂν εἴη λόγος οὗτος, οὐδαμῶς οἷός τε καθ' ἑαυτὸν δίχα ψυχῆς εἶναι ἢ ὑποστῆναι. τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτὸ κίνησίς τε καὶ ἐνέργεια διανοίας τυγχάνων.
5.5.10
ἀλλ' οὐ καὶ ὁ τοῦ θεοῦ τοιοῦτος, ἔχων δὲ καθ' ἑαυτὸν οἰκείαν ὑπόστασιν πάντη θείαν καὶ νοεράν, ἰδίως μὲν ὑφεστῶσαν, ἰδίως δ' αὖ πάλιν ἐνεργοῦσαν, ἄυλόν τε οὖσαν καὶ ἀσώματον καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγενήτου καὶ μόνου θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γενητῶν ἁπάντων λόγους καὶ τὰς τῶν ὁρωμένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν ἑαυτῇ φέρουσαν. διὸ καὶ σοφίαν αὐτὴν καὶ θεοῦ λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν.
5.6.1
Τοῦ Ἡσαΐου. «Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραήλ, ὃν ἐγὼ καλῶἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσεν τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; κύριος ἀγαπῶν σε ἐποίησεν τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων· ἐγὼ ἐλάλησα καὶ ἐγὼ ἐκάλεσα, ἤγαγον αὐτὸν καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. προσαγάγετε πρός με καὶ ἀκούσατε ταῦτα, οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα· ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην, καὶ νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ.»
5.6.2
Ὅρα δὴ καὶ νῦν, τίνα τρόπον ὁ φήσας «ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα», ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ κυρίου κυρίου, οὕτω τὸν πατέρα συνήθως δὶς κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν.
5.6.3
πρῶτον δ' ἑαυτὸν ὡς ἐν γενητοῖς εὐσεβῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγένητον καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ πατρί. τὸ γάρ τοι πρῶτον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον, ὅπερ οὐκ ἂν ἐπὶ τοῦ πατρὸς ἁρμόσειεν·
5.6.4
οὐ γὰρ δὴ γενητῶν πρῶτος ὁ ἐπὶ πάντων θεός, ἐπεὶ μηδ' ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ' ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεννήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου λόγου πάντων τῶν γενητῶν πρώτου χρηματίζοντος.
5.6.5
ζητουμένου δὲ ἄρα κατὰ τὸ «αὐτὸς εἶπεν καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν», τίνι τὴν τῶν γενητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται, ὅτι τῷ φήσαντι. «ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν», ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων· «νῦν κύριος κύριος ἀπέσταλκέν με καὶ τὸ πνεῦμα αὐτοῦ».
5.6.6
εἴη δ' ἂν ὁ θεὸς λόγος καὶ ταῦτα φάσκων, ἐπειδὴ «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» κατὰ τὴν ἀπὸ τοῦ ψαλμοῦ παράθεσιν. πλὴν ἀλλὰ εἰ καὶ αὐτὸς ὁ τοῦ θεοῦ λόγος τῇ «κύριος» θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα πατέρα αὐτοῦ καὶ κύριον εὖ μάλα εὐσεβῶς δὶς κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ' αὐτοῦ ὀνόματι·
5.6.7
«καὶ νῦν» γάρ φησιν «κύριος κύριος ἀπέσταλκέν με», ὡς ἂν κυρίως ὄντος τοῦ ἐπὶ πάντων θεοῦ πρώτου καὶ ἀληθῶς κυρίου, αὐτοῦ τε τοῦ μονογενοῦς αὐτοῦ λόγου καὶ τῶν μετ' αὐτὸν γενητῶν ἁπάντων· καθ' ὧν δευτέρως τὴν κυρείαν καὶ δεσποτείαν παρὰ τοῦ πατρὸς ὁ τοῦ θεοῦ λόγος ἀναδεξάμενος, οἷα γνήσιος υἱὸς καὶ μονογενής, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρηματίζοι κύριος.
5.7.1
Ἀπὸ τῆς Γενέσεως. «Καὶ εἶπεν ὁ θεός, ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», καὶ αὖθις· «καὶ εἶπεν ὁ θεός, οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν».
5.7.2
καὶ ἵνα γε μή τις πρὸς ἀγγέλους ταῦτα εἰρῆσθαι νομίσειεν, παραχρῆμα δηλοῖ τὸν κεκελευσμένον οὐκ ἄγγελον ὄντα θεοῦ, λέγων· «καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα θεοῦ ἐποίησεν αὐτόν».
5.8.1
Ἀπὸ τῆς αὐτῆς. «Ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ, καὶ ἔβρεξεν κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ κυρίου.»
5.8.2
Σαφῶς δεύτερον ἀναγορεύει, ὃν καὶ διδάσκει παρὰ τοῦ μείζονος ἐπιτραπέντα τὴν κατὰ τῶν ἀσεβῶν ποιήσασθαι τιμωρίαν. πλὴν ἀλλ' εἰ καὶ δύο κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ' οὐ καὶ ταῖς ὁμοίαις ἐπ' ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι, τὸν μὲν ἀνωτάτω πατέρα καὶ θεὸν καὶ κύριον καὶ τοῦ δευτέρου κύριον καὶ θεὸν εἶναι πεπαιδεύμεθα, τὸν δὲ τοῦ θεοῦ λόγον τὸν δεύτερον κύριον, τῶν μὲν ὑπ' αὐτὸν δεσπότην, οὐκέτι δὲ ὁμοίως καὶ τοῦ μείζονος.
5.8.3
οὐ γὰρ τοῦ πατρὸς κύριος οὐδὲ τοῦ πατρὸς θεὸς ὁ θεὸς λόγος, ἀλλ' ἐκείνου μὲν εἰκὼν καὶ λόγος καὶ σοφία καὶ δύναμις, τῶν δὲ μετ' αὐτὸν δεσπότης καὶ κύριος καὶ θεός· ὁ δέ γε πατὴρ καὶ τοῦ υἱοῦ πατὴρ καὶ κύριος καὶ θεός. ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχήν, καὶ εἰς ἕνα θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας.
5.9.1
Τῆς αὐτῆς. «Ὤφθη δὲ κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ, τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην», καὶ πάλιν· «ἐγένετο Ἀβραὰμ ἐτῶν ἐνενήκοντα ἐννέα, καὶ ὤφθη κύριος τῷ Ἀβραὰμ καὶ εἶπεν αὐτῷ, ἐγώ εἰμι ὁ θεός· εὐαρέστει ἐνώπιόν μου καὶ γίνου ἄμεμπτος· καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον ἐμοῦ, καὶ πληθυνῶ σε σφόδρα»,
5.9.2
καὶ αὖθις· «ὤφθη δὲ ὁ θεὸς αὐτῷ πρὸς τῇ δρυῒ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδεν, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ. καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς καὶ προσεκύνησεν»,
5.9.3
καὶ ἑξῆς μετὰ τὴν ὀπτασίαν ἐπιφέρει· «ὁ δὲ κύριος εἶπεν, οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς»,
5.9.4
καὶ τούτοις αὖθις ἐπιλέγει ὡς περὶ ἑτέρου· «ᾔδειν γὰρ ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μετ' αὐτόν, καὶ φυλάξουσιν τὰς ὁδοὺς κυρίου ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν».
5.9.5
Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ κύριος, ἕτερον κύριον ὁμολογῶν δηλαδὴ τὸν αὐτοῦ πατέρα καὶ ποιητὴν τοῦ παντός. ὅ γε μὴν Ἀβραὰμ οἷα προφήτης κατάληψιν ἔχων ἀκριβῆ τοῦ χρηματίζοντος ἑξῆς τοῖς προεκτεθεῖσιν ποτνιᾶται λέγων· «μὴ συναπολέσῃς δίκαιον μετ' ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής. ἐὰν ὦσιν πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων; μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς. ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν;»
5.9.6
ἀγγέλοις δὴ φάσκειν ταῦτα, ἤ τινι τῶν τοῦ θεοῦ λειτουργῶν, οὐχ ἡγοῦμαι λέγεσθαι ἁρμόζειν· οὐδὲ γὰρ τοῦ τυχόντος ἂν εἴη τὸ κρίνειν πᾶσαν τὴν γῆν. ἀλλ' οὐδὲ ἄγγελος ὁ προγραφεὶς ἀνηγόρευται κρείττων δέ τις ἀγγέλου «θεὸς» καὶ «κύριος» πρὸς τῇ ἀναγεγραμμένῃ δρυῒ μετὰ τῶν δυοῖν ἀγγέλων ἐν ἀνθρώπου σχήματι ὁραθείς.
5.9.7
πάλιν γε μὴν οὐδὲ τὸν ἐπὶ πάντων θεὸν ἡγητέον διὰ τούτων δηλοῦσθαι. μεταβάλλειν γὰρ φάναι τὸ θεῖον καὶ σχηματίζεσθαι εἰς ἀνδρὸς εἶδος καὶ μορφὴν οὐκ εὐαγές. λείπεται δὴ αὐτὸν εἶναι τὸν τοῦ θεοῦ λόγον τὸν διὰ τῶν πρόσθεν τεθεολογημένον ὁμολογεῖν· ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς πλησιοχώροις ὡς ἂν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται, καὶ θεωρεῖταί γε εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος.
5.9.8
οἱ γὰρ τῷ Ἀβραὰμ ἐπιξενωθέντες ἐπὶ γραφῆς ἀνακείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ. εἴη δ' ἂν ὁ δεδηλωμένος ἡμῖν κύριος αὐτός, ὁ ἡμέτερος σωτήρ, ὃν καὶ οἱ ἀγνῶτες σέβουσιν, τὰ θεῖα λόγια πιστούμενοι. οὗτος δὴ οὖν αὐτὸς ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπειον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραὰμ ὅστις εἴη αὐτὸν ἐξέφηνεν καὶ τὴν τοῦ πατρὸς αὐτοῦ παρεδίδου γνώμην.
5.10.1
Τῆς αὐτῆς. «Καὶ ἐπορεύθη εἰς Χαρράν, καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. καὶ ἔλαβεν ἀπὸ τῶν λίθων καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλῖμαξ ἐστηριγμένη εἰς τὴν γῆν, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ' αὐτήν. ὁ δὲ κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς καὶ εἶπεν, ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ, μὴ φοβοῦ· ἡ γῆ ἐφ' ἣν σὺ καθεύδεις ἐπ' αὐτήν, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου.
5.10.2
καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἀνατολὰς καὶ ἐπὶ βορρᾶν καὶ λίβα· καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ τῷ σπέρματί σου. καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ οὗ ἐὰν πορευθῇς· καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω, ἕως οὗ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι.
5.10.3
καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν, ὅτι ἐστὶν κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. καὶ ἐφοβήθη, καὶ εἶπεν, ὡς φοβερὸς ὁ τόπος οὗτος· οὐκ ἔστιν τοῦτο ἀλλ' ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. καὶ ἀνέστη Ἰακὼβ τὸ πρωΐ, καὶ ἔλαβεν τὸν λίθον, ὃν ὑπέθηκεν πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου οἶκος θεοῦ.»
5.10.4
Τοῦτον τὸν ἐνταῦθα διὰ τοσούτων χρηματίζοντα κύριον· καὶ θεὸν ἄγγελον τοῦ θεοῦ προϊὼν ἑξῆς εὑρήσεις, ἐν οἷς φησι πρὸς τὰς γυναῖκας αὐτὸς Ἰακώβ· «καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ θεοῦ καθ' ὕπνον, Ἰακώβ. ἐγὼ δὲ εἶπα, τί ἐστιν»; καὶ ἑξῆς· «ἑώρακα», φησίν, «πάντα ὅσα Λάβαν σοι ποιεῖ. ἐγὼ ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ οὗ ἤλειψάς μοι ἐκεῖ στήλην καὶ ηὔξω μοι εὐχήν.»
5.10.5
ἄρ' οὖν ὁ ἀνωτέρω φήσας «ἐγὼ κύριος ὁ θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ θεὸς Ἰσαάκ», ᾧ καὶ στήλην ἀνίστησιν ὁ θεοφιλής, θεὸς μὲν ἦν καὶ κύριος αὐτῷ γὰρ λέγοντι πιστευτέον, οὐ μὴν ὁ ἐπὶ πάντων, ἀλλ' ὁ ἐκείνου δεύτερος, τὰ τοῦ πατρὸς εἰς ἀνθρώπους διακονούμενος καὶ διαγγέλλων.
5.10.6
διὸ καὶ ἄγγελον αὐτὸν ὁ Ἰακὼβ ἐπὶ τοῦ παρόντος καλεῖ· «εἶπέν μοι ὁ ἄγγελος τοῦ θεοῦ φάσκων καθ' ὕπνους, ἐγώ εἰμι ὁ θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ». οὐκοῦν ὁ αὐτὸς ἄγγελος κυρίου καὶ θεὸς καὶ κύριος σαφῶς διὰ τούτων ἀνηγόρευται. καὶ ἐν Ἡσαΐᾳ δὲ τῷ προφήτῃ «μεγάλης βουλῆς ἄγγελος» ὁμοῦ δὲ καὶ «θεὸς» καὶ «ἄρχων» καὶ «ἐξουσιαστὴς» προσαγορεύεται, ἐν οἷς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει λέγων· «ὅτι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, θεὸς ἰσχυρός, ἐξουσιαστής, πατὴρ τοῦ μέλλοντος αἰῶνος».
5.11.1
Τῆς αὐτῆς. «Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην ἔλαβεν τὰς δύο γυναῖκας καὶ τὰς δύο παιδίσκας καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τὴν Ἰαβόκ, καὶ ἔλαβεν αὐτοὺς καὶ διεβίβασεν πάντα τὰ ἑαυτοῦ. ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιεν μετ' αὐτοῦ ἄνθρωπος ἕως πρωΐ. εἶδεν δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησεν τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ· καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος, ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. εἶπεν δὲ αὐτῷ, τί τὸ ὄνομά σου; ὁ δὲ εἶπεν, Ἰακώβ. εἶπεν δὲ αὐτῷ, οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. ἠρώτησεν δὲ Ἰακὼβ καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου. καὶ εἶπεν, ἵνα τί τοῦτο ἐρωτᾷς τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ εἶδος θεοῦ· εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθεν τὸ εἶδος τοῦ θεοῦ.»
5.11.2
Τῷ μὲν Μωσεῖ εἴρητο «οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται», ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδεν θεὸν οὐχ ἁπλῶς ἀλλὰ «πρόσωπον πρὸς πρόσωπον», καὶ σωθείς γε οὐ τὸ σῶμα ἀλλὰ τὴν ψυχὴν τῆς ἐπὶ τὸν Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν προσηγορίας, εἴ γε ἑρμηνευθὲν «ὁρῶντα θεὸν» τὸ Ἰσραὴλ ὄνομα σημαίνει. οὐκ ἄρα τὸν ἐπὶ πάντων θεὸν ἑώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλοι ὁ πάσης ἀνωτάτω οὐσίας· ἕτερον ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν.
5.11.3
εἰ δὲ ἀγγέλων τινὰ ἢ τῶν κατ' οὐρανὸν θείων πνευμάτων, τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς διακονούμενον, ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι καὶ θεολογεῖσθαι τὸν δηλούμενον, καὶ γὰρ καὶ θεὸν αὐτὸν ἡ θεία γραφὴ διαρρήδην ἀναγορεύει καὶ κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ' Ἑβραίοις στοιχείων ἐπισημειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀρρήτου προσηγορίας τῆς τοῦ θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασιν· τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος, ὥσπερ, ἐπεὶ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων θεὸς καὶ κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, εἰσαῦθις ἡ θεία γραφὴ λέγει· «ὁ μὲν κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ, οἱ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας»,
5.11.4
καὶ τῷ Ἰακὼβ δὲ «συνήντησαν ἄγγελοι θεοῦ»· καὶ ἰδὼν εἶπεν «παρεμβολὴ θεοῦ αὕτη· καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου παρεμβολαί».
5.11.5
οὕτως δὴ ὁ θεοφιλὴς εὖ διέκρινεν τὰς ὀπτασίας, ὥστε νῦν μὲν τὸ ὄνομα τοῦ τόπου παρεμβολὰς καλεῖν, ἀπὸ τῆς τῶν ἀγγελικῶν παρεμβολῶν θέας, ὅτε δὲ τῷ θεῷ προσομιλεῖ, καλεῖ τὸ ὄνομα τοῦ τόπου «εἶδος θεοῦ», ἐπιλέγων· «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσ ωπον». ἀλλὰ καὶ τῷ Μωσεῖ ὅτ' ἄγγελος ἐπιφαίνεται, τοῦτ' αὐτὸ καὶ ἡ θεία γραφὴ σημαίνει λέγουσα· «ὤφθη δὲ ἄγγελος κυρίου αὐτῷ ἐν φλογὶ πυρὸς βάτου». ὅτε δὲ τὸν αὐθέντην αὐτὸν δὴ τὸν χρηματίζοντα δηλοῖ, θεὸν καὶ κύριον ἀλλ' οὐκέτι ἄγγελον ὀνομάζει.
5.11.6
ὁμοίως καὶ ἐπὶ τῆς ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν κύριον δι' ὧν φησιν· «ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῶν υἱῶν Ἰσραήλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν· ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν».
5.11.7
ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν ἀνθρώπου σχήματι τοῖς παλαιοῖς ὁ κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. λέλεκται γοῦν ἑξῆς· «ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ νεφέλης», δι' ὅλης δὲ τῆς ἐρήμου ἐν στύλῳ διὰ τῆς νεφέλης ὁ θεὸς τῷ Μωσεῖ χρηματίζων.
5.11.8
ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδὲ θεὸν οὐδὲ κύριον ἀλλ' ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει, ὅτε δὲ κύριον καὶ θεὸν οἶδεν τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήσεσιν. κύριον δὲ καὶ θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ, προφανῶς ἀπέδειξαν τῆς θείας γραφῆς αἱ λέξεις, «ἄγγελον θεοῦ» προσειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ κύριον καὶ θεὸν προωνομασμένον.
5.11.9
λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι θεὸς καὶ κύριος μετὰ τὸν παμβασιλέα καὶ θεὸν τῶν ὅλων. εἴη δ' ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ θεοῦ λόγος, ὁ κρείττων μὲν ἢ πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸν πρῶτον αἴτιον.
5.12.1
Τῆς αὐτῆς. «Εἶπεν δὲ ὁ θεὸς Ἰακώβ, ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθήλ, καὶ οἴκει ἐκεῖ· καὶ ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἡσαῦ τοῦ ἀδελφοῦ σου. εἶπεν δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μετ' αὐτοῦ, ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν· καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ, καὶ ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ κυρίῳ τῷ ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ καὶ ἔσωσέν με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην.»
5.12.2
Ἐνταῦθα ὁ θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγένητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακὼβ δυνάμει τε ἀρρήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. εἶπεν γοῦν ὁ θεὸς αὐτῷ· «ποίησον θυσιαστήριον τῷ θεῷ τῷ ὀφθέντι σοι». τίς δ' ἦν ὁ προγραφεὶς ὦφθαι αὐτῷ, ἀρτίως παρεστήσαμεν, τὸν θεὸν λόγον εἶναι ἀποδείξαντες.
5.13.1
Ἀπὸ τῆς Ἐξόδου. «Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰωθὼρ τοῦ γαμβροῦ αὐτοῦ», «καὶ ἦλθεν εἰς τὸ ὅρος τοῦ θεοῦ ἐν Χωρήβ. ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν πυρὶ φλογὸς βάτου», καὶ μεθ' ἕτερα· «ὡς δὲ εἶδεν, ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τοῦ βάτου λέγων, Μωυσῆ Μωυσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ' αὐτῷ γῆ ἁγία ἐστίν», καὶ μετ' ὀλίγα· «καὶ εἶπεν κύριος πρὸς αὐτόν, ἐγώ εἰμι ὁ ὤν»,
5.13.2
καὶ αὖθις· «ἐλάλησεν κύριος πρὸς Μωυσῆν καὶ εἶπεν πρὸς αὐτόν, ἐγὼ κύριος ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸςὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς· καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς».
5.13.3
Ὥσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἡσαΐου φέρε εἰπεῖν καὶ Ἱερεμίου καὶ τῶν παραπλησίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου ὡς ἂν δι' ὀργάνου θεσπίζων, καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ ἐπὶ πάντων θεοῦ ἦν διὰ τοῦ προφήτου χρηματίζον, οὕτω δὴ καὶ νῦν εἰσαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει.
5.13.4
ὧν γένοιτ' ἂν ὁ νοῦς τοιόσδε· σοὶ μέν, ὦ προφῆτα, ὡς ἂν εἰσαγομένῳ καὶ μηδὲν πλέον ἀγγελικῆς ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων ὅτι «ἐγώ εἰμι ὁ ὤν», καὶ ὅτι τὸ ὄνομά μού ἐστιν κύριος· τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. τίς δὲ ἦν ὁ τοῖς πατράσιν ὀφθείς; καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων θεός, προαποδέδεικται, ἡνίκα τὸν θεὸν καὶ τὸν κύριον· «ἄγγελον θεοῦ» ὠνομάσθαι ἐπεδείκνυμεν.
5.13.5
πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων θεός, ὦφθαί φησιν τοῖς πατράσιν, ζητήσαι ἄν τις εἰκότως. λυθείη δ' ἂν τὸ ζητηθέν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας γραφῆς ἐπιστήσαιμεν. λεγομένου γὰρ παρὰ τοῖς ἑβδομήκοντα τοῦ «καὶ ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, θεὸς αὐτῶν ὤν», ὁ μὲν Ἀκύλας φησὶν «καὶ ὡράθηνπρὸς Ἀβραὰμ καὶ πρὸς Ἰσαὰκ καὶ πρὸς Ἰακὼβ ἐν θεῷ ἱκανῷ»·
5.13.6
δι' ὧν σαφῶς παρίστησιν, ὅτι μὴ αὐτὸς ὁ ἐπὶ πάντων θεός, ὁ μόνος ὤν, δι' ἑαυτοῦ ὤφθη, ἀλλ' οὐδ' ὥσπερ τῷ Μωσεῖ οὕτως καὶ τοῖς πατράσιν δι' ἀγγέλου ἢ διὰ βάτου ἢ πυρός, ἀλλ' «ἐν θεῷ ἱκανῷ» χρηματίζοντι, ὥστε διὰ τοῦ υἱοῦ τὸν πατέρα καὶ τοῖς πατράσιν ἑωρᾶσθαι, κατὰ τὸ εἰρημένον ἐν εὐαγγελίοις πρὸς αὐτοῦ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». ἐν αὐτῷ γὰρ καὶ δι' αὐτοῦ ἡ τοῦ πατρὸς ἀπεκαλύπτετο γνῶσις.
5.13.7
ἀλλ' ὅτε μὲν ἀνθρώπων σωτήριος ἐπεφαίνετο, διὰ τῆς τοῦ υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσιν τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαρραβωνιζόμενος· ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς καὶ κολαστὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι «ἐν θεῷ ἱκανῷ», ἀλλ' ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας καὶ ἐν εἴδει πυρὸς καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτούς, δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης, κατεσθίειν φλογὸς παρεφαίνετο. αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν, τὸ δὲ πῦρ τὴν διαλαβοῦσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν.
5.14.1
Τῆς αὐτῆς. «Εἶπεν δὲ κύριος πρὸς Μωυσῆν, ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σέ, καὶ σοὶ πιστεύσουσιν», καὶ ἑξῆς· «ὁ δὲ θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας ἐν στύλῳ νεφέλης τὴν ὁδόν, τὴν δὲ νύκτα ἐν στύλῳ πυρὸς τοῦ φαίνειν αὐτοῖς», καὶ πάλιν· «κατέβη κύριος ἐν στύλῳ νεφέλης»,
5.14.2
καὶ αὖθις· «ἡνίκα δ' ἂν εἰσῆλθεν Μωυσῆς εἰς τὴν σκηνήν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωυσεῖ· καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς· καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ».
5.14.3
Ὁ μὲν οὖν λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, Μωυσεῖ δ' ἐλάλει. τίς δ' ἐλάλει ἢ δηλονότι ὁ στῦλος. τῆς νεφέλης, ὁ πρότερον τοῖς πατράσιν ἐν ἀνθρώπου φανεὶς σχήματι; προαποδέδεικται δὲ ὅτι μὴ ὁ ἐπὶ πάντων θεὸς οὗτος ἦν, ἕτερος δὲ ὃν θεοῦ λόγον ὑπάρχοντα Χριστὸν ἡμεῖς προσαγορεύομεν, ὃς καὶ τότε τοῦ πλήθους ἕνεκεν Μωσεῖ τε αὐτῷ καὶ τῷ λαῷ ἐν στύλῳ νεφέλης ἐθεωρεῖτο, διὰ τὸ μὴ χωρεῖν αὐτοὺς ὁμοίως τοῖς πατράσιν ἐν ἀνθρώπου σχήματι ὁρᾶν αὐτόν.
5.14.4
τελείων γάρ τοι ἦν τὸ προορᾶν δύνασθαι τὴν μέλλουσαν ἔσεσθαί ποτε εἰς ἀνθρώπους ἔνσαρκον ἐπιφάνειαν αὐτοῦ, ἣν ἐπεὶ μηδὲ τότε οἷός τε ἦν ὁ πᾶς λαὸς χωρεῖν, εἰκότως τοτὲ μὲν αὐτοῖς διὰ πυρός, φόβου χάριν καὶ καταπλήξεως, τοτὲ δὲ διὰ νεφέλης..., ὡς ἂν ἐπεσκιασμένως καὶ κεκαλυμμένως νομοθετῶν αὐτοῖς ὁρῷτο, ὁμοίως δὲ καὶ τῷ Μωσεῖ δι' αὐτούς.
5.15.1
Τῆς αὐτῆς. Εἶπεν κύριος· «ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. πρόσεχε σεαυτῷ καὶ εἰσάκουε αὐτοῦ καὶ μὴ ἀπείθει αὐτῷ. οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ», καὶ ἐν ἑτέρῳ τόπῳ· «εἶπεν δὲ κύριος πρὸς Μωυσῆν· βάδισον καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου», καὶ πάλιν· «καὶ εἶπεν κύριος πρὸς Μωυσῆν, πορεύου καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός»,
5.15.2
καὶ ἑξῆς· «καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου». Αὗται ὅτι μὴ ἀγγέλου μόνου θεοῦ δὲ γένοιντ' ἂν φωναί, παντί τῳ πρόδηλον. θεοῦ δὲ τίνος ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου, ὃν ἄγγελον θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ; οὗτος δὲ ἦν ἡμῖν ὁ θεοῦ λόγος, ὡς ἂν καὶ θεοῦ παῖς καὶ αὐτὸς θεὸς καὶ κύριος ὠνομασμένος.
5.16.1
Τῆς αὐτῆς. «Ἐγώ εἰμι κύριος ὁ θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ», καὶ ἑξῆς· «ἐγὼ γάρ εἰμι κύριος ὁ θεός σου, θεὸς ζηλωτής»,
5.16.2
καὶ ἐπιλέγει· «οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου ἐπὶ ματαίῳ· οὐ γὰρ μὴ καθαρίσῃ κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ». Κἀνταῦθα αὐτὸς ὁ κύριος περὶ ἑτέρου κυρίου τὰ προκείμενα διδάσκει· εἰπὼν γοῦν «ἐγώ εἰμι κύριος ὁ θεός σου», ἐπιλέγει· «οὐ λήψῃ τὸ ὄνομα κυρίου τοῦ θεοῦ σου», περὶ τοῦ πατρὸς δηλαδὴ καὶ θεοῦ τῶν ὅλων ὁ δεύτερος κύριος τὸν θεράποντα μυσταγωγῶν.
5.16.3
εὕροις δ' ἂν καὶ ἄλλα μυρία δι' ὅλης τῆς ἱερᾶς γραφῆς παραπλησίως τούτοις ἐξενηνεγμένα, δι' ὧν ὁ θεὸς ὡς περὶ ἑτέρου θεοῦ καὶ αὐτὸς ὁ κύριος ὡς περὶ ἑτέρου κυρίου τοὺς χρησμοὺς ἐποιεῖτο.
5.17.1
Τῆς αὐτῆς. «Καὶ εἶπεν κύριος πρὸς Μωυσῆν, καὶ τοῦτόν σοι τὸν λόγον ὃν εἴρηκας ποιήσω. εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. καὶ εἶπεν Μωυσῆς, δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. καὶ εἶπεν, ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου κύριον ἐναντίον σοῦ καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω.» καὶ μεθ' ἕτερα ἐπιφέρει λέγων· «καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου. καὶ παρῆλθεν κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσεν, κύριε κύριε, ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας, καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἐπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα καὶ τέκνα τέκνων ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. καὶ σπεύσας Μωυσῆς κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν.»
5.17.2
Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ κύριος ὁ καταβὰς «ἐκάλεσεν», ἐν νεφέλῃ καὶ τῷ Μωσεῖ παραστάς, «ἐν ὀνόματι κυρίου», ἕτερον παρ' ἑαυτὸν συνήθως κατὰ ἀναδίπλωσιν δὶς κύριον ἐπικαλούμενον, ὡς ἂν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ πατέρα, καὶ ὅτι γε ἐν τούτοις οὐ Μωσῆς, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ κύριος ἕτερον κύριον τὸν πατέρα καλεῖ. προλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν· «ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματι κυρίου».
5.17.3
τοῦτο γοῦν εἰρηκότος, ἑξῆς ἐπιλέγει ἡ γραφὴ διηγηματικῶς· «καὶ κατέβη κύριος ἐν νεφέλῃ καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι κυρίου». οὐκοῦν αὐτὸς ὁ κύριος τὴν ὑπόσχεσιν τὴν αὐτοῦ πληρώσων κάτεισιν, καὶ ὥσπερ ὁ λόγος φησίν, πρόεισι «πρὸ προσώπου» Μωυσῆ·
5.17.4
καὶ αὐτὸς δὲ ὁ κύριος καλεῖ λέγων· «κύριε ὁ θεὸς οἰκτίρμων καὶ ἐλεήμων», καὶ τὰ ἑξῆς, σαφῶς ὁ κύριος τὸν θεράποντα ἑαυτόν τε ὅστις εἴη καὶ τὴν τοῦ κρείττονος κυρίου γνῶσιν μυσταγωγῶν. τοῦτο δέ σοι παραστήσει, ἔνθα προσευχόμενος ὑπὲρ τοῦ λαοῦ τῶν προκειμένων τοῦ κυρίου μνημονεύει φωνῶν, τὸν κύριον ταῦτ' εἰρηκέναι ἀλλ' οὐκ αὐτόν, ἐν οἷς φησιν· «καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, κύριε, ὃν τρόπον εἶπας λέγων, κύριος μακρόθυμος καὶ πολυέλεος καὶ ἀληθινός, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν».
5.17.5
ἐπιτήρει δὲ τίνα τρόπον ἐν τούτοις αὐτὸς ὁ κύριος τὸν πατέρα μακρόθυμον καὶ πολυέλεον ἐπειπών, προστίθησι λέγων αὐτὸν καὶ ἀληθινόν, συμφώνως τῷ «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», ἐν εὐαγγελίοις ὑφ' ἑνὸς καὶ τοῦ αὐτοῦ σωτῆρος ἡμῶν εἰρημένῳ. μόνον γοῦν ἀληθινὸν θεὸν σφόδρα εὐσεβῶς ἀποκαλεῖ τὸν πατέρα, τὸ προσῆκον ἀπονέμων σέβας τῇ ἀγενήτῳ φύσει, ἧς αὐτὸν εἰκόνα εἶναι καὶ γέννημα οἱ θεῖοι λόγοι παιδεύουσιν.
5.18.1
Ἀπὸ τῶν Ἀριθμῶν. Ἐν τοῖς Ἀριθμοῖς ὁ Μωσῆεὐχόμενός φησιν· «ὅτι σὺ εἶ κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ' ὀφθαλμοὺς ὀπτάνῃ, σὺ κύριε», ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· «ὅτι σὺ εἶ κύριος ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ, σὺ κύριε», ὁ δὲ Σύμμαχος· «ὅτι σὺ εἶ κύριε».
5.18.2
καὶ ἐν Ἐξόδῳ εἴρηται· «καὶ ἀνέβη Μωσῆς καὶ Ἀαρὼν καὶ Ναδὰβ καὶ Ἀβιοὺδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραήλ, καὶ εἶδον τὸν τόπον ὅπου ἕστηκεν ὁ θεὸς Ἰσραήλ», ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· «καὶ εἶδον», φησί, «τὸν θεὸν Ἰσραήλ», ὁ δὲ Σύμμαχος· «καὶ εἶδον ὁράματι τὸν θεὸν Ἰσραήλ».
5.18.3
Διὰ τὸ «θεὸν οὐδεὶς ἑώρακεν πώποτε» τάχα ἄν τις ἐναντίαν εἶναι τῷ σωτηριώδει λόγῳ τὴν παροῦσαν ὑπολάβοι λέξιν, ὡς ὁρατὸν ὑποτιθεμένην τὸν τὴν φύσιν ἀόρατον. ἀλλ' εἰ καὶ ταῦτα ἐπὶ τὸν λόγον τοῦ θεοῦ τὸν «πολυμερῶς καὶ πολυτρόπως» ὀφθέντα «τοῖς πατράσιν» ἐκλάβοις ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ' ἂν δόξοις τοῖς ἐναντίοις περιπίπτειν. θεὸν Ἰσραὴλ ἐνταῦθα ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ, ὃς καὶ πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν εἰπὼν «ὅτι ἐνίσχυσας μετὰ θεοῦ», ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν λαβὼν «ὁ Ἰακὼβ ἐκάλεσεν τὸν τόπον ἐκεῖνον εἶδος θεοῦ», εἰπὼν «εἶδον γὰρ θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχή», οὐχ ἕτερον ὑπάρχειν τοῦ θεοῦ λόγου κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν.
5.19.1
Ἀπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ. «Καὶ ἐγενήθη ὡς ἦν Ἰησοῦςἐν Ἰεριχώ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν, ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων; καὶ εἶπεν αὐτῷ, ἐγὼ ἀρχιστράτηγος δυνάμεως κυρίου νυνὶ παραγέγονα. καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ, δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; καὶ λέγει ὁ ἀρχιστράτηγος κυρίου, Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας γῆ ἁγία ἐστίν.»
5.19.2
Αὐτὰ δὴ ταῦτα καὶ Μωσεῖ ἀρχομένῳ τῆς θεωρίας ἐπὶ τῆς βάτου πρὸς τοῦ κυρίου εἴρητο, ὡς δηλοῖ ἡ γραφή· «ὡς δὲ εἶδεν κύριος ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν κύριος ἐκ μέσου τοῦ βάτου λέγων, Μωυσῆ Μωυσῆ, μὴ ἐγγίσῃς ὧδε· λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ' αὐτοῦ γῆ ἁγία ἐστίν».
5.19.3
εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας θεός, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου θεσπίζει. στρατιῶν δὲ ὑπερουρανίων καὶ δυνάμεων ὑπερκοσμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι τῷ θεῷ λειτουργούντων, κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιὴλ «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ θεοῦ λόγου καὶ τῆς πρωτοτόκου σοφίας τοῦ τε ἐνθέου γεννήματος; εἰκότως ἄρα καὶ «ἀρχιστράτηγος δυνάμεως κυρίου» ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ «μεγάλης βουλῆς ἄγγελος» ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ πατρός, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς.
5.19.4
ἀποδέδεικται δὲ ὅτι καὶ κύριος καὶ θεὸς ὁ αὐτὸς καὶ Χριστός, ὑπὸ τοῦ πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος. τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυῒ φανεὶς ἐν ἀνθρώπου εἴδει, γαληνῷ καὶ εἰρηναίῳ σχήματι ἑαυτὸν ὑποδείκνυσιν, τὴν σωτήριον εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαζόμενος, τῷ δὲ Ἰακώβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος, Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν.
5.19.5
ἐπεὶ δὲ ὁ τοῦ Μωσέως διάδοχος Ἰησοῦς πολεμίοις ἔμελλεν παρατάττεσθαι, τοῖς τὸ πρὶν Παλαιστίνων γῆς οἰκήτορσιν, ἀλλοφύλοις ἔθνεσιν καὶ ἀσεβεστάτοις, εἰκότως μετὰ ῥομφαίας ἐσπασμένης καὶ κατὰ τῶν πολεμίων ἠκονημένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἐπιδεικνύς, ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ, ἐνθέῳ δυνάμει, τοὺς ἀσεβεῖς μετιέναι ἔμελλεν, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. διὸ κατὰ καιρὸν καὶ «ἀρχιστράτηγον κυρίου» ἑαυτὸν ἀνηγόρευσεν.
5.20.1
Ἀπὸ τοῦ Ἰώβ. «Εἶπεν δὲ κύριος τῷ Ἰὼβ διὰ λαίλαποςκαὶ νεφῶν· ποῦ ἦς ἐν τῷ θεμελιοῦν με τὴν γῆν; ἀπάγγειλον δή μοι, εἰ ἐπίστασαι σύνεσιν. τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας;» καὶ ἑξῆς· «ὅτε ἐγενήθησαν», φησίν, «ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου· ἔφραξα δὲ θάλασσαν πύλαις»,
5.20.2
καὶ ἑξῆς· «ἢ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν, ἑωσφόρος δὲ ἐπεῖδεν τὴν ἑαυτοῦ τάξιν;»
5.20.3
καὶ πάλιν· «ἢ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῷον, καὶ λαλητὸν αὐτὸ ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς, βραχίονα δ' ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;»
5.20.4
καὶ ἐπὶ τέλει τοῦ παντὸς χρησμοῦ ἀποκρίνεται Ἰὼβ τῷ κυρίῳ λέγων· «ἄκουσον δή μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέν σε· διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν».
5.20.5
Ὅτι μὲν οὖν κυρίου τοῦ δημιουργοῦ τυγχάνουσιν αἱ προκείμεναι φωναί, οὐκ ἐκ τῶν προτεθέντων μόνον ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον. ὅτι δὲ τὸ «ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας»; καὶ τὸ «ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν»; τὴν εἰς ᾅδου κάθοδον τοῦ σωτῆρος ἡμῶν θεσπίζει κατὰ τὸν προσήκοντα καιρὸν ἀποδείξομεν, τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ θεῷ λόγῳ ἤπερ τῷ θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει.
5.20.6
ὁ γοῦν Ἰὼβ ἑξῆς ὁμοίως τοῖς πατράσιν αὐτὸν δὴ τοῦτον τὸν ἐν ἀρχαῖς «διὰ λαίλαπος καὶ νεφῶν» χρηματίζοντα αὐτῷ κύριον αὐτοψίᾳ τεθεωρηκέναι μαρτυρεῖ, λέγων· «ἄκουσον δέ μου, κύριε, ἵνα κἀγὼ λαλήσω· ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέν σε. διὸ ἐφαύλισα ἐμαυτὸν καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν».
5.20.7
πῶς δ' ἂν τὸν ἀνωτάτω θεόν, τὸν τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐσίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν θεάσαιντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν θεὸν λόγον, τὸν διαφόρως ἀποδεικνύμενον κύριον, εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστιν καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι' ὧν αὖθις ὁ κύριος, πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὡς περὶ δράκοντος διιών, ἐπεχείρει· «οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι;»
5.20.8
δράκοντα γὰρ ἡτοιμάσθαι ποίῳ κυρίῳ προσήκει νομίζειν ἢ τῷ θεῷ λόγῳ καὶ σωτῆρι ἡμῶν; ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος καθεῖλεν, «λύσας τὰς ὠδῖνας τοῦ θανάτου», ὃ καὶ αὐτὸς παρίστησιν φήσας· «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;»
5.20.9
ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ χρηματίζει μετὰ τὸν μέγαν πειρασμὸν ὃν ὑπέμεινε καὶ ἀγῶνα, διδάσκων αὐτὸν ὅτι ὑπὲρ μέρους ἠγώνισται, τοῦ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ κυρίῳ πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας.
5.21.1
Ἀπὸ τοῦ ʹ Ψαλμοῦ. «Ὅτι σύ, κύριε, ἐλπίς μου· τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρός σε κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· ἐπὶ χειρῶν ἀροῦσί σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.»
5.21.2
Ταύταις ὁ διάβολος ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται ταῖς λέξεσιν. ὅρα δὴ οὖν τίνα τρόπον ὁ ψαλμὸς πρὸς αὐτὸν τὸν κύριόν φησι· «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου». σὺ γὰρ αὐτός, φησίν, ἡ ἐμὴ ἐλπίς, ὦ κύριε, μείζονα σαυτοῦ τὸν θεὸν αὐτὸν τὸν ὕψιστον καὶ ἐπὶ πάντων καὶ σαυτοῦ πατέρα καταφυγὴν ἔθου, δι' ὃν «οὐ προσελεύσεται πρὸς σὲ κακά», πρὸς σὲ τὸν ἐμὸν κύριον, «καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου»·
5.21.3
κἂν γὰρ ἀσεβεῖς ἄνδρες ἐπιχειρήσωσιν ἐνανθρωπήσαντά σε μαστίζειν κἂν τῷ θανάτῳ παραδιδόναι, ἀλλ' οὔτι γε ἡ ἐκ θεοῦ μάστιξ τῷ σῷ προσεγγιεῖ σκηνώματι, τοῦτ' ἔστιν σώματι, ὃ δηλονότι δι' ἡμᾶς ἐνανθρωπήσας περιβέβληται. τούτοις ἀκολούθως ἐφαρμόσεις αὐτῷ τὰ δι' ὅλου τοῦ ψαλμοῦ δηλούμενα, ἃ καὶ αὐτοὶ κατὰ τὸν οἰκεῖον καιρὸν ἐπιθεωρήσομεν.
5.22.1
Ἀπὸ τοῦ Ὠσηέ. «Οὐ μὴ ἐγκαταλείψω τοῦ ἐξαλειφθῆναι τὸν Ἰακώβ, ὅτι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. ὀπίσω κυρίου πορεύσομαι.» Ταῦτα καὶ διὰ τούτων ὅσα ὁ θεὸς λόγος ἐνανθρωπήσας πρὸς τοὺς ἄνθρωπον αὐτὸν ἅγιον ἀλλ' οὐ θεὸν εἶναι ὁμολογοῦντας. «θεὸς ἐγώ εἰμι», φησί, «καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος».
5.22.2
εἶτα θεὸν αὐτὸν εἰπών, τὸν ἐπὶ πάντων κύριον καὶ θεὸν καὶ πατέρα ἑαυτοῦ δηλοῖ, ἐπιλέγων «ὀπίσω κυρίου πορεύσομαι». τὸ δὲ «οὐκ εἰσελεύσομαι εἰς πόλιν» ἀρνουμένου ἂν εἴη τὴν κοινὴν καὶ δημώδη ἀνθρώπων πολιτείαν, ἧς καὶ τοὺς ἰδίους μαθητὰς ἀποτρέπων φησίν· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε».
5.23.1
Ἀπὸ τοῦ Ἀμώς. «Κατέστρεψα ὑμᾶς καθὼς κατέστρεψεν ὁ θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρός, καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με, λέγει κύριος.» Κἀνταῦθα αὐτὸς ὁ κύριος θεόν τινά φησιν τὴν ἐπὶ Σοδόμων καταστροφὴν πεποιηκέναι, ἕτερος ὢν δηλαδὴ τοῦ πρὸς αὐτοῦ δηλουμένου.
5.23.2
καὶ ἐν τῇ ἐπὶ Σοδόμων δὲ καταστροφῇ δύο κύριοι παρίστανται, ὅτε ἔβρεξεν ὁ κύριος «πῦρ παρὰ κυρίου» ἐπὶ Σόδομα καὶ Γόμορρα. ὁποίαν τοιγαροῦν, φησίν, διὰ τὰς ἐκτόπους δυσσεβείας ὑπέμεινεν καταστροφὴν τὰ Σόδομα, τοιαῦτα καὶ ὑμεῖς, ὦ οὗτοι, πείσεσθε, «καὶ οὐδ' οὕτως ἐπεστρέψατε πρός με». σύνηθες δὲ τῇ γραφῇ τὸ μέλλον ὡς παρεληλυθὸς δηλοῦν, ὥστε καὶ τὰ παρόντα ὁμοίως χρὴ νοεῖν, ἀντὶ μὲν τοῦ «καταστρέψω», μέλλοντος, τοῦ παρωχημένου εἰρημένου, τοῦ «κατέστρεψα», ἀντὶ δὲ τοῦ «ἐπιστραφήσεσθε» τοῦ «ἐπεστρέψατε» κειμένου.
5.23.3
ταῦτα δὲ πρὸς τὸ Ἰουδαίων ἔθνος ἀποτείνεται, ἃ καὶ οὐδ' ἄλλοτε ἢ μετὰ τὴν κατὰ τοῦ σωτῆρος ἡμῶν ἐπιβουλὴν εἰς αὐτοὺς ἐπληροῦτο. ὁ γοῦν ἱερὸς αὐτῶν καὶ τὸ πρὶν ἅγιος τόπος εἰς τοῦτο νῦν περιῆλθεν, ὡς κατὰ μηδὲν τῆς Σοδόμων καταστροφῆς ἀποδεῖν. πλὴν ὅμως καίπερ ἀκόλουθα τῇ προρρήσει πεπονθότες, οὔπω καὶ εἰς δεῦρο τὴν πρὸς τὸν Χριστὸν τοῦ θεοῦ, δι' ὃν ταῦτα πεπόνθασιν, ἐπιστροφὴν ἐποιήσαντο· ὡς εἰκότως καὶ τοῦτο διὰ τῆς ἐν χερσὶν θεσπίζεσθαι προφητείας λεγούσης· «καὶ οὐδ' ὣς ἐπεστρέψατε πρός με, λέγει κύριος».
5.24.1
Ἀπὸ τοῦ Ἀβδιοῦ. «Ὅρασις Ἀβδιοῦ. τάδε λέγει κύριοτῇ Ἰδουμαίᾳ, ἀκοὴν ἤκουσα παρὰ κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν.» Κύριος ὁ θεὸς ἀκοὴν ἤκουσεν παρὰ κυρίου, καὶ αὕτη δὲ ἦν περὶ τῆς τῶν ἐθνῶν κλήσεως. Ἀπὸ τοῦ Ζαχαρίου. «Τάδε λέγει κύριος παντοκράτωρ, ὀπίσω δόξης ἀπέσταλκέν με ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς», εἶτ' ἐπιφέρει μετὰ βραχέα λέγων· «καὶ γνώσεσθε ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέν με». Εἰ καὶ ὁ ἀποστέλλων κύριος κύριός ἐστιν παντοκράτωρ, καὶ ὁ ἀπεστάλθαι λέγων ὡσαύτως, δύο ἄρα. σαφῶς δὲ ὁ ἀπεσταλμένος «κύριος παντοκράτωρ ἐπὶ τὰ ἔθνη», φησίν, «ἀπέσταλκέν με». Τοῦ αὐτοῦ. «Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιών, διότι ἰδοὺ ἐγὼ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει κύριος. καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ ὅτι κύριος παντοκράτωρ ἐξαπέσταλκέν με πρός σε», καὶ τὰ ἑξῆς. οἷς μεθ' ἕτερα ἐπιλέγει· «καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος».
5.26.2
Καὶ ταῦτα τοῖς προτέροις ὅμοια, τὴν τοῦ Χριστοῦ εἰς ἀνθρώπους παρουσίαν καὶ τὴν γενομένην τῶν ἐθνῶν σωτήριον δι' αὐτοῦ κλῆσιν ἀναφωνοῦντα. ἐγὼ μὲν οὖν αὐτὸς ὁ κύριος ἥξω, φησίν, ἐπὶ δὲ τῇ ἐμῇ παρουσίᾳ οὐκέθ' ὁ πάλαι Ἰσραὴλ ἀλλ' οὐδὲ ἓν μόνον ἐπὶ γῆς ἔθνος, ἔθνη δὲ πολλὰ καταφεύξονται ἐπὶ τὸν κρείττονα καὶ μέγαν κύριον, τὸν ἐμοῦ τε αὐτοῦ καὶ τῶν ὅλων θεόν, ἐφ' ὃν τὰ καταφεύγοντα ἔθνη τοσαύτης τεύξεται εὐεργεσίας, ὡς καὶ χρηματίσαι καὶ γενέσθαι λαὸν θεοῦ, κατοικῆσαί τε ἐν μέσῳ τῆς καλουμένης θυγατρὸς Σιών. οὕτω δὲ τὴν ἐπὶ γῆς ἐκκλησίαν τοῦ θεοῦ, ὥσπερ τινὰ θυγατέρα τυγχάνουσαν τῆς ἐπουρανίου, τοῖς ἱεροῖς γράμμασιν ἀποκαλεῖν φίλον.
5.26.3
ταύτην δὲ καὶ εὐαγγελίζεται τὸ φάσκον λόγιον· «χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιών, ἰδοὺ ἔρχομαι καὶ κατασκηνώσω ἐν μέσῳ σου». ἐν μέσῳ γὰρ τῆς ἐκκλησίας τὸν θεὸν λόγον κατασκηνοῦν πεπιστεύκαμεν, ὡς γοῦν καὶ ἐπήγγελται φήσας· «ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος»,
5.26.4
καὶ «ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν». ἐπειδὰν δὲ ἐγώ, φησίν, αὐτὸς ὁ κύριος ἐλθὼν κατασκηνώσω ἐν μέσῳ σου, μείζονα τότε γνῶσιν περὶ τοῦ θεοῦ τοῦ παντοκράτορος ἀναλήψῃ, ἐμοῦ τοῦ κυρίου τὴν αἰτίαν τῆς εἰς ἀνθρώπους ἀποστολῆς ἀνατιθέντος τῷ ἐξαποστείλαντί με πατρί·
5.26.5
γνώσῃ δ' «ὅτι κύριος παντοκράτωρ ἀπέσταλκέν με» πρός σε. καὶ ἑξῆς περὶ ἑτέρου κυρίου καὶ θεοῦ ὧδέ πως αὐτὸς ὁ κύριος ἐπιλέγει· «καὶ κατισχύσω αὐτοὺς ἐν κυρίῳ θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι αὐτοῦ καυχήσονται, λέγει κύριος». τίνες δὲ ἂν εἶεν οἱ ἐν τῷ κυρίῳ καυχώμενοι...;
5.27.1
Τοῦ αὐτοῦ. «Καὶ ἔδειξεν μοι κύριος Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἑστῶτα πρὸ προσώπου ἀγγέλου κυρίου, καὶ ὁ διάβολος εἱστήκει ἐκ δεξιῶν αὐτοῦ τοῦ ἀντικεῖσθαι αὐτῷ. καὶ εἶπεν κύριος πρὸς τὸν διάβολον, ἐπιτιμήσαι κύριος ἐν σοί, διάβολε, καὶ ἐπιτιμήσαι κύριος ἐν σοὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ.»
5.27.2
Πάλιν καὶ ἐνταῦθα ὁ κύριος ἕτερον κύριον ἐπιτιμήσειν τῷ διαβόλῳ φησίν, οὐκ αὐτὸς ὁ προσδιαλεγόμενος κύριος ἐπιτιμῶν, ἀλλ' ἑτέρου μνημονεύων κυρίου. δι' ὧν ἡγοῦμαι σαφῶς παρίστασθαι τὴν περὶ τῶν δύο κυρίων, τοῦ πατρὸς καὶ θεοῦ τῶν ὅλων, καὶ τοῦ μετὰ τὸν πατέρα τὴν κατὰ πάντων τῶν γενητῶν κυρείαν καὶ δεσποτείαν διειληφότος, ἀπόδειξιν.
5.28.1
Τοῦ Μαλαχίου. «Ἰδοὺ ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν κύριος ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης ὃν ὑμεῖς θέλετε· ἰδοὺ ἔρχεται, λέγει κύριος παντοκράτωρ. καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ;»
5.28.2
Ὅμοια καὶ ταῦτα τοῖς προτέροις. κύριος γὰρ αὐτὸς ὁ θεὸς ὁ παντοκράτωρ ἥξειν φησὶν εἰς τὸν ναὸν αὐτοῦ κύριον, περὶ ἑτέρου λέγων· δηλοῖ δ' ἄρα τὸν θεὸν λόγον. μετὰ τοῦτο δὲ καὶ «ἄγγελον τῆς διαθήκης» ὀνομάζει, ὃν καὶ αὐτὸς ὁ παντοκράτωρ κύριος ἐξαποστέλλειν ἑαυτοῦ πρὸ προσώπου διδάσκει λέγων· ἰδοὺ ἐγὼ ἐξαποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου μου.
5.28.3
τὸν αὐτὸν δὲ τοῦτον, ὃν ἄγγελον ἀπεκάλεσεν, πάλιν ἑξῆς κύριον ὀνομάζει, «καὶ ἐξαίφνης ἥξει κύριος», ἐπιλέγων, «καὶ ὁ ἄγγελος τῆς διαθήκης». ἕνα δὲ καὶ τὸν αὐτὸν προειπών, ἐπιφέρει· «ἰδοὺ ἔρχεται, καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ,» τὴν δευτέραν καὶ ἔνδοξον παρουσίαν αὐτοῦ σημαίνων. ὁ ταῦτα δὲ πάντα θεσπίζων κύριός ἐστι παντοκράτωρ ὁ τῶν ὅλων θεός.
5.29.1
Τοῦ αὐτοῦ. «Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἔσται ἐν ταῖς πτέρυξιν αὐτοῦ.» Ὁ πολλάκις ὀνομασθεὶς κύριος καὶ θεὸς καὶ ἄγγελος καὶ ἀρχιστράτηγος, Χριστός τε καὶ ἱερεύς, καὶ λόγος καὶ σοφία θεοῦ καὶ εἰκὼν νῦν αὐτὸς οὗτος «ἥλιος» κέκληται «δικαιοσύνης». τοῦτον δὴ οὖν αὐτὸν ὁ γεννήσας πατὴρ οὐ τοῖς πᾶσιν ἀλλὰ μόνοις τοῖς τὸ ὄνομα αὐτοῦ φοβουμένοις ἀνατελεῖν ἐπαγγέλλεται, γέρας αὐτοῖς τοῦ εἰς αὐτὸν φόβου διδοὺς τὸ φῶς τοῦ τῆς δικαιοσύνης ἡλίου. εἴη δ' ἂν οὗτος ὁ θεὸς λόγος, ὁ εἰπών· «ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου». ὅπερ ἦν φῶς τὸ φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον».
5.29.2
τοῦτον δὴ οὖν ἀλλ' οὐ τὸν αἰσθητὸν οὐδὲ τὸν προφανῆ τοῖς
5.29.3
πᾶσι λογικοῖς τε καὶ ἀλόγοις ἥλιον, ἀλλὰ τὸν ἔνθεον καὶ νοερὸν καὶ πάσης ἀρετῆς καὶ δικαιοσύνης αἴτιον, μόνοις τοῖς φοβουμένοις αὐτὸν ἀνατελεῖν ἐπὶ τοῦ παρόντος ὁ θεός φησιν, ἀποκρύπτων αὐτὸν τῶν ἀναξίων. περὶ ὧν ἀλλαχόθι που λέγει· «καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου».
5.30.1
Ἀπὸ τοῦ Ἱερεμίου. «Κύριε, ἡ ἰσχύς μου καὶ βοήθεια μου καὶ καταφυγή μου ἐν ἡμέρᾳ θλίψεως, πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἐροῦσιν, ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλεια. εἰ ποιήσει αὐτῷ ἄνθρωπος θεούς, καὶ οὗτοι οὐκ εἰσὶν θεοί; διὰ τοῦτο ἰδοὺ ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς καὶ τὴν δύναμίν μου, καὶ γνώσονται ὅτι ἐγὼ κύριος.»
5.30.2
Κύριος ἑτέρῳ εὔχεται κυρίῳ, τῷ πατρὶ δηλαδὴ καὶ θεῷ τῶν ὅλων, ἐν οἷς ἀρχόμενός φησιν· «κύριε, ἰσχύς μου», καὶ τὰ ἑξῆς. σαφῶς δὲ τὴν τῶν ἐθνῶν ἐκ τῆς πολυπλανοῦς εἰδωλολατρίας ἐπὶ τὴν εἰς τὸν θεὸν εὐσέβειαν μεταβολὴν θεσπίζει. καὶ αὕτη δὲ ἡ προφητεία μετὰ τὴν εἰς ἀνθρώπους τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐναργέστατα δείκνυται πεπληρωμένη.
5.30.3
Ἀλλὰ γὰρ δι' ὅλων τριάκοντα προφητικῶν κεφαλαίων δεύτερον θεὸν μετὰ τὸν ἀνωτάτω καὶ ἐπὶ πᾶσι, τὸν σωτῆρα καὶ κύριον ἡμῶν τὸν τοῦ θεοῦ λόγον, εἶναι μεμαθηκότες, ἐφ' ἑτέραν τῆς κατ' αὐτὸν οἰκονομίας ὑπόθεσιν μεταβησόμεθα, αὐτὸν δὴ τοῦτον θεὸν εἰς ἀνθρώπους ἐλεύσεσθαι δεῖν ἐκ τῶν αὐτῶν παρὰ Ἑβραίοις ἱερῶν βίβλων συστήσοντες. Τάδε ἔνεστιν ἐν τῷ ἕκτῳ συγγράμματι τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. Περὶ τῆς εἰς ἀνθρώπους ἐπιδημίας αὐτοῦ ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ Ψαλμοῦ ιζʹ. βʹ. Ἀπὸ Ψαλμοῦ μ ʹ. γʹ. Ἀπὸ Ψαλμοῦ μθʹ. δʹ. Ἀπὸ Ψαλμοῦ πγʹ. εʹ. Ἀπὸ Ψαλμοῦ εʹ. ʹ. Ἀπὸ Ψαλμοῦ ζʹ. ζʹ. Ἀπὸ Ψαλμοῦ ρ ʹ. ηʹ. Ἀπὸ Ψαλμοῦ ριζʹ. θʹ. Ἀπὸ Ψαλμοῦ ρμγʹ. ιʹ. Ἀπὸ Ψαλμοῦ ρμζʹ. ιαʹ. Ἀπὸ τῶν Βασιλειῶν βʹ. ιβʹ. Ἀπὸ τῶν Βασιλειῶν γʹ. ιγʹ. Ἀπὸ τοῦ Μιχαίου. ιδʹ. Ἀπὸ τοῦ Ἀμβακούμ. ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ. ι ʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ιζʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιηʹ. Ἀπὸ τοῦ αὐτοῦ. ιθʹ. Ἀπὸ τοῦ Βαρούχ. κʹ. Ἀπὸ τοῦ Ἡσαΐου. καʹ. Ἀπὸ τοῦ αὐτοῦ. κβʹ. Ἀπὸ τοῦ αὐτοῦ. κγʹ. Ἀπὸ τοῦ αὐτοῦ. κδʹ. Ἀπὸ τοῦ αὐτοῦ. κεʹ. Ἀπὸ τοῦ αὐτοῦ. τόμος ʹ. Σαφῶς ἐν τῷ πέμπτῳ συγγράμματι τῆς Εὐαγγελικῆς Ἀποδείξεως ὡρισμένου τοῦ περὶ πατρὸς καὶ υἱοῦ λόγου, καὶ θεοῦ μὲν ἑνὸς τοῦ ἐπὶ πάντων ὡμολογημένου, δευτέρας δὲ μετ' αὐτὸν ἀποδειχθείσης οὐσίας ἡγουμένης τῶν γενητῶν ἁπάντων ἣν σοφίαν θεοῦ πρωτότοκον, μονογενῆ τε υἱόν, καὶ θεὸν ἐκ θεοῦ, μεγάλης τε βουλῆς ἄγγελον, καὶ τῶν κατ' οὐρανὸν στρατιῶν ἄρχοντα, καὶ τοῦ πατρὸς ὑπουργόν, ναὶ μὴν καὶ κύριον τῶν ὅλων, καὶ θεοῦ λόγον καὶ θεοῦ δύναμιν, οἱ θεῖοι προηγόρευον λόγοι, εἰ φανεῖεν ἐπὶ τοῦ παρόντος αἱ προφητικαὶ μαρτυρίαι θεὸν εἰς ἀνθρώπους ἀφίξεσθαι μέλλοντα προαναφωνοῦσαι, παντί τῳ δῆλον, ἐπὶ τίνα χρὴ τὴν ἀναφορὰν τοῦ σημαινομένου ποιεῖσθαι, ὅτε μάλιστα διὰ τῶν πρόσθεν ἐν ἀνθρώπου μορφῇ καὶ σχήματι τοῖς ἀμφὶ τὸν Ἀβραὰμ θεοφιλέσιν ὁ θεὸς λόγος ἐπ' ὀνόματος κυρίου καὶ θεοῦ πέφηνεν τὰς εἰς ἀνθρώπους ὀπτασίας πεποιημένος. 6. Prooem. 2 φέρε οὖν ἴδωμεν ὅπως ποτὲ μὲν κύριον, ποτὲ δὲ θεὸν καταβήσεσθαι εἰς ἀνθρώπους καὶ πάλιν ἀναβήσεσθαι ἐναργῶς οὕτως προαναφανεῖ τὰ παρ' Ἑβραίοις λόγια, καὶ τάς γε αἰτίας τῆς καθόδου. σημείωσαι δ' ὡς τινὰ μὲν εἴρηται δι' αἰνιγμάτων, τινὰ δὲ φανερώτερον. 6. Prooem. 3 τὰ μὲν οὖν δι' ἐπικρύψεως ἡγοῦμαι τῶν ἐκ περιτομῆς ἕνεκα κεκαλυμμένως ἀποδεδόσθαι, διὰ τὰ θεσπιζόμενα κατ' αὐτῶν σκυθρωπά· δι' ἅπερ εἰκὸς ἦν καὶ ἀφανίσαι ἂν αὐτοὺς τὴν γραφήν, εἰ ἐκ τοῦ προφανοῦς τὴν ἐσχάτην αὐτῶν ἀποβολὴν ἐσήμαινεν. οὕτως γοῦν καὶ τοῖς προφήταις αὐτοῖς ἐπιβουλεῦσαι αὐτοὺς κατέχει λόγος, δι' οὓς ἐποιοῦντο κατ' αὐτῶν ἐλέγχους. 6. Prooem. 4 αἱ δὲ σαφεῖς προφητεῖαι τὴν τῶν ἐθνῶν κλῆσιν λευκότατα περιέχουσι, τῶν κατ' εὐσέβειαν ἀγαθῶν τὰς ἐπαγγελίας οὐ τῷ Ἰουδαίων ἔθνει πᾶσι δὲ ἀνθρώποις τοῖς καθ' ὅλης τῆς οἰκουμένης καταγγέλλουσαι. ὧν οὕτως ἐχόντων καιρὸς ἤδη καὶ τῶν θείων ἐπακοῦσαι λογίων.

Intertext edge

Open linked passage

Note