Demonstratio evangelica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
9.1.1
Ἀπὸ τῶν Ἀριθμῶν. Μωσῆς ἐν Ἀριθμοῖς περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν ἀστέρος· «φησὶ Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια θεοῦ, ἐπιστάμενος ἐπιστήμην ὑψίστου, καὶ ὅρασιν τοῦ θεοῦ ἰδών, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· δείξω αὐτῷ, καὶ οὐχὶ νῦν· μακαρίζω, καὶ οὐκ ἐγγίζει· ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωάβ, καὶ προνο μεύσει πάντας υἱοὺς Σήθ. καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ· καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. καὶ ἐξεγερθήσεται ἐξ Ἰακώβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως.»
9.1.2
Ἐπὶ ταύτῃ φασὶν τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαάμ σεσῶσθαι γὰρ αὐτήν, ὡς καὶ ἦν εἰκός, παρ' αὐτοῖς, ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινα παρὰ τοὺς συνήθεις ἀστέρας κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστηριγμένον, σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστινῶν ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ τοῦ φανέντος ἀστέρος σημαινομένου βασιλέως.
9.1.3
Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος, λέγων· «τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδουτοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ λέγοντες· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ». ὅτε καὶ παραπεμφθέντες εἰς Βηθλεὲμ «ἐπορεύθησαν, καὶ ἰδοὺ» πάλιν ὁ αὐτὸς «ἀστήρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτούς, ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ».
9.1.4
Ταῦτα μὲν τὸ ἱερὸν εὐαγγέλιον. ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ καὶ τῇ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι, συνιδεῖν ἄξιον· θραῦσιν ἀρχηγῶν Μωάβ, καὶ προνομὴν υἱῶν Σήθ, καὶ τῶν γε λοιπῶν τοῦ Ἰουδαίων ἔθνους πολεμίων κληρονομίαν. οὗτοι δὲ ἦσαν Ἐδὼμ καὶ Ἠσαῦ.
9.1.5
τί δὲ ᾐνίξατο διὰ τούτων ἢ διὰ μὲν τῶν ἀρχηγῶν Μωὰβ τὴν τῶν ἀοράτων ἀρχόντων καθαίρεσιν, αὐτῶν δὴ τῶν πάλαι παρὰ τοῖς Μωαβίταις θεολογουμένων δαιμόνων; ἀλλ' οὐχ ἑτέρων ἐμνήσθη, διὰ τὴν εἰδωλολατρίαν τοῦ Ἰσραὴλ τὴν ἐπὶ τῆς ἐρήμου γενομένην, ὅτε «ἐτελέσθη ὁ λαὸς τῷ Βεελφεγώρ» δαίμων δὲ ἦν οὗτος, ὡς θεὸς παρὰ τῷ βασιλεῖ Μωὰβ τῷ Βαλὰκ τιμώμενος.
9.1.6
ἐπεὶ οὖν νενίκητο ὁ Ἰσραὴλ κατὰ τοῦτο τοῦ καιροῦ πρὸς τῶν ἀοράτων ἀρχόντων τοῦ Μωάβ, λέγω δὲ τῶν παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν εἰδωλολάτρησαν γοῦν καὶ «προσεκύνησαν» τοῖς γλυπτοῖς, ὥς φησιν ἡ γραφή· «καὶ ἐτελέσθησαν τῷ Βεελφεγώρ», δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν ἦν, ὅτε καὶ ἐξεπόρνευσαν εἰς τὰς Μωαβίτιδας, εἰκότως τὸ μέλλον ἔσεσθαί ποτε καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει λέγων· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ, καὶ θραύσει ἡγεμόνας Μωάβ»·
9.1.7
ὡσεὶ σαφέστερον ἔλεγεν, τοὺς μεγαλαυχήσαντας κατὰ τοῦ Ἰσραὴλ δαίμονας τῶν Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν, ὧν θραυσθέντων τοὺς «υἱοὺς Σὴθ» καὶ «Ἐδὼμ» καὶ «Ἠσαῦ» καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ δαιμονικῇ πλάνῃ, μεταβαλόντα τῆς δεισιδαιμονίας οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. «καὶ ἔσται» γάρ φησιν, «Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ».
9.1.8
οἱ γὰρ πάλαι ἐχθροὶ τοῦ θεοῦ καὶ τοῦ Ἰσραήλ, φησί, γενήσονται κληρονομία τοῦ προφητευομένου. αὐτὸς γὰρ ἦν ᾧ εἴρητο πρὸς τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ· «αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου». ὧν εἰς τὸν κλῆρον τῶν ἁγίων μεταστάντων, τἀναντία τῷ Ἰσραὴλ ἔσεσθαι θεσπίζει.
9.1.9
φησὶν γοῦν· «καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ». τί δὲ ἐποίησεν ἐν ἰσχύϊ ἢ τὴν πάντων μεγίστην ἀσέβειαν; διὸ «ἐξεγερθήσεται» ἀπ' αὐτῶν καὶ ἐξαναστήσεται.
9.1.10
τίς οὗτος ἢ ὁ προφητευόμενος τοῦ θεοῦ λόγος, ὃς καὶ ἀπώλεσεν «σωζόμενον ἐκ πόλεως»; οἶμαι δὲ τὴν Ἱερουσαλὴμ αἰνίττεσθαι, ἐξ ἧς ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐτῶν πολίτευμα. ταῦτα δὲ ὁποίου τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ τῆς μητροπόλεως αὐτῶν πεπονθότων ὁποῖα οὐδεπώποτε, οὐ μακρῶν δεῖν οἶμαι λόγων.
9.1.11
Ἀλλὰ τὰ μὲν τῆς συμφωνίας τῆς τε προφητικῆς προρρήσεως καὶ τῆς εὐαγγελικῆς συμπεράνσεως ὧδέ πως ἐχέτω τέλους. τί δ' ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος, συνιδεῖν ἄξιον. «εἰς σημεῖά» φησιν ὁ Μωσῆς καὶ «εἰς καιροὺς» τεθεῖσθαι τοὺς πάντας «ἐν τῷ στερεώματι» ὑπὸ τοῦ θεοῦ ἀστέρας. ξένος δὲ ἦν καὶ οὐ συνήθης οὐδὲ τῶν πολλῶν καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ ἐπιφανεὶς τῷ βίῳ σημεῖον ξένου «φωστῆρος» ἐδήλου καταλάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ θεοῦ, μέγας καὶ νέος ἀστήρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις ἐπεφέρετο.
9.1.12
ἐπειδὴ γὰρ καθ' ὅλης τῆς ἱερᾶς καὶ θεοπνεύστου γρα φῆς ὁ προηγούμενος τῆς διανοίας σκοπὸς μυστικώτερα καὶ θεῖα βούλεται παιδεύειν, μετὰ τοῦ καὶ τὴν πρόχειρον διάνοιαν σῴζεσθαι ἐν μέρει τῶν ἱστορικῶς πεπραγμένων, εἰκότως καὶ ἡ μετὰ χεῖρας πρόρρησις ἐπληροῦτο πρὸς λέξιν ἐπὶ τῇ τοῦ προαναφωνηθέντος ἀστέρος ἐπὶ τῇ γενέσει τοῦ σωτῆρος ἡμῶν προφητείᾳ.
9.1.13
γίνονται μὲν οὖν καὶ ἐφ' ἑτέρων ἐπιδόξων καὶ ἐπιφανῶν ἀνδρῶν ξενιζόντων ἀστέρων ἐκλάμψεις, οἷον τῶν καλουμένων παρά τισιν κομητῶν, ἢ δοκίδων, ἢ πωγωνιῶν, ἤ τινων ἑτέρων τούτοις παραπλησίων ἐπὶ μεγάλοις πράγμασιν ἐξ ἔθους ἀναφαινομένων.
9.1.14
ἀλλὰ τί γὰρ κρεῖττον ἢ μεῖζον τῷ παντὶ κόσμῳ γένοιτ' ἄν ποτε οἷον τὸ διὰ τῆς σωτηρίου ἐπιφανείας πᾶσιν ὑπάρξαν ἀνθρώποις νοερὸν φῶς, εὐσεβείας καὶ θεογνωσίας ἀληθοῦς κατάληψιν λογικαῖς ψυχαῖς κομιζόμενον; οὗ δὴ χάριν τὸ μέγα σημεῖον ὁ προφανεὶς ἐδήλου ἀστήρ, μέγαν καὶ νέον φωστῆρα ἐπιλάμψαντα τῷ παντὶ κόσμῳ τὸν Χριστὸν τοῦ θεοῦ πᾶσιν αἰνιττόμενος.
9.1.15
Κατὰ τὸ αὐτὸ δὲ ἡ προφητεία ἄνθρωπον ὁμοῦ καὶ ἀστέρα θεσπίζει δι' ὧν φησιν· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ», τὸν μὲν οὐράνιον φωστῆρα τὸν θεὸν λόγον εἶναι, τὸν αὐτὸν δὲ ἄνθρωπον ὀνομάζουσα. διαφόρως δὲ αὐτὸν καὶ ἐν ἑτέροις «ἀνατολὴν» ὁμοῦ καὶ «φῶς» καὶ «ἥλιον δικαιοσύνης» ἀποκαλεῖ, ὡς ἐν τοῖς πρώτοις ἀπεδείξαμεν.
9.1.16
εἶτα τὸ μὲν θειότερον αὐτοῦ, ἅτε φωτίζον «πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον», τῷ τῆς ἀνατολῆς ἐπεφήμισεν προσρήματι, φήσας· «ἀνατελεῖ ἄστρον ἐξ Ἰακώβ», τὸν δὲ ἄνθρωπον διὰ τὸ συμβὰν περὶ αὐτὸν πάθος ὡς ἂν πεπτωκότα «ἀναστήσεσθαι» θεσπίζει, ὁμοίως οἷς καὶ Ἡσαΐας περὶ αὐτοῦ φησιν· «καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσιν». καὶ σαφές γε, τίνα τρόπον τὸ φῶς τοῦ σωτῆρος ἡμῶν ἐκ τοῦ Ἰακὼβ ἀνατεῖλαν τοῦτ' ἔστιν ἀπὸ τοῦ ἐκ περιτομῆς λαοῦ, πᾶσι τοῖς ἔθνεσιν, ἀλλ' οὐχὶ τῷ Ἰακὼβ ὅθεν καὶ προῆλθεν, ἐξέλαμψεν.
9.1.17
τοῦτο δὲ καὶ ἀπὸ πλείστων ἑτέρων πάρεστιν ἐκλαβεῖν προφητειῶν, ὡς πρὸς αὐτὸν φασκουσῶν τὸν Χριστὸν «ἰδοὺ τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν», οὐ μὴν ἀλλὰ καὶ ἐκ τῶν τοῦ Βαλαὰμ λόγων, δι' ὧν φησιν· «ἐξελεύσεται ἐκ τοῦ σπέρματος αὐτοῦ ἄνθρωπος, καὶ κυριεύσει ἐθνῶν πολλῶν».
9.1.18
τίνος δὲ ἐκ σπέρματος ἢ τοῦ Ἰσραήλ, ὡς ἡ σύμφρασις παρέστησεν; καὶ δὴ κυριεύσας ἐθνῶν ὁ τοῦ σωτῆρος ἡμῶν λόγος ἀκολούθως τῇ προφητείᾳ τὰς πάλαι πρότερον αὐτῶν ἀρχούσας ἀοράτους καὶ μοχθηρὰς δυνάμεις καθεῖλεν, καὶ «τὰ πνευματικὰ τῆς πονηρίας», τό τε στῖφος τὸ δαιμονικόν, «ἀρχηγοὺς Μωὰβ» καὶ «Σὴθ» καὶ «Ἐδὼμ» καὶ «Ἠσαῦ» τροπικώτερον ἐν τοῖς μετὰ χεῖρας ὠνομασμένα.
9.1.19
ἀσαφῶς δὲ κείμενον παρὰ τοῖς ἑβδομήκοντα τὸ «δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει», σαφέστερον ὁ μὲν Ἀκύλας ἐξέδωκεν· «ὄψομαι αὐτόν, καὶ οὐ νῦν, προσκοπῶ αὐτόν, ἀλλ' οὐκ ἐγγύς», ὁ δὲ Σύμμαχος λευκότερον, φήσας· «ὁρῶ αὐτόν, ἀλλ' οὐκ ἐγγύς».
9.1.20
λέγοιτο δ' ἂν ταῦτα ὑπὸ τοῦ Βαλαὰμ ὡς μακροῖς ὕστερον μετ' αὐτὸν χρόνοις μελλόντων ἐπιτελεσθήσεσθαι τῶν δηλουμένων· μετὰ γοῦν δισχιλιοστὸν ἔτος τῆς προρρήσεως ἐπληροῦτο ταῦτα ἐπὶ τῆς τοῦ σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐπιδημίας.
9.2.1
Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰδοὺ κύριος κάθηται ἐπὶ νεφέλης κούφης καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται τὰ χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς.» Τὸ δ' αἴτιον τοῦ τὸν κύριον ἥξειν εἰς Αἴγυπτον θεσπίζεσθαι τόδε μοι εἶναι δοκεῖ. πρῶτοι μὲν πάντων Αἰγύπτιοι τῆς πολυθέου καὶ δαιμονικῆς πλάνης ἀπάρξασθαι λέγονται, καὶ τοῖς λοιποῖς πᾶσιν ἀνθρώποις αἴτιοι καταστῆναι δεισιδαιμονίας, ἀλλὰ καὶ πάντων μᾶλλον περὶ τὰς δαιμονικὰς ἐνεργείας τε καὶ περιεργίας ἠσχολῆσθαι.
9.2.2
οὗτοι δὲ καὶ ὑπὸ τῆς ἐνθέου γραφῆς ἐχθροὶ τοῦ λαοῦ τοῦ θεοῦ ἄνωθεν καὶ ἐξ ἀρχῆς γεγονέναι μεμαρτύρηνται, καὶ ὅ γε παλαιὸς αὐτῶν βασιλεὺς ὁμολογῶν μὴ εἰδέναι τὸν κύριον ἀναγέγραπται, ὅτε δὴ ἔφασκεν «οὐκ οἶδα τὸν κύριον, καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστέλλω». τὸ δὴ οὖν μέγα θαῦμα τῆς ἐνθέου τοῦ Χριστοῦ δυνάμεως παραστῆσαι βουλόμενος ὁ λόγος, θεσπίζει τοῦ κυρίου τὴν εἰς Αἴγυπτον ἄφιξιν, ἐφ' ᾗ μεταβολὴν οὐ τὴν τυχοῦσαν τῶν Αἰγυπτίων ἔσεσθαι προφητεύει, λέγων ἑξῆς· «καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον», οἱ πρὶν μὴ εἰδότες αὐτόν, «καὶ εὔξονται τῷ κυρίῳ εὐχάς», καὶ τὰ τούτοις παραπλήσια.
9.2.3
ἀνωτέρω μὲν οὖν ἐν τῷ πρὸ τούτου κεφαλαίῳ «κληρονο μία» τοῦ θεσπιζομένου «Ἐδὼμ» καὶ «Ἠσαῦ» ἐλέγετο, τῶν ἀλλοτρίων τοῦ Ἰσραὴλ οὕτω σημαινομένων· ἐνταῦθα δὲ ἡ Αἴγυπτος καὶ ὁ τῆς Αἰγύπτου λαὸς οὐκέτι τῶν εἰδώλων ἀλλ' αὐτοῦ τοῦ παρὰ τοῖς Ἰουδαίων προφήταις θεολογουμένου κυρίου θεσπίζεται.
9.2.4
ἅπερ εἰ μὲν μὴ ὄψει συντελούμενα θεωρεῖται, οὐκ ἔστιν εἰπεῖν τὴν θεσπιζομένην ἄφιξιν τοῦ κυρίου εἰς τὴν Αἴγυπτον γεγονέναι· εἰ δὲ ὑπὲρ πάντα λόγον ἡ ἀλήθεια μαρτυρεῖ τοῖς πράγμασιν καὶ τοῖς ἀγνωμονεστάτοις ἐναργῶς δείκνυσιν αὐτοὺς Αἰγυπτίους τῆς μὲν ἐξ αἰῶνος πατροπαραδότου δεισιδαιμονίας ἀνακεχωρηκότας, οἰκειωθέντας δὲ τῷ θεῷ τῶν ταῦτα προαναφωνησάντων προφητῶν καὶ τοῦτον μόνον σέβοντας καὶ πάντα θάνατον ἀσπαζομένους ὑπὲρ τῆς εἰς αὐτὸν εὐσεβείας, ὥρα μὴ ἄλλως ταῦτα γεγονέναι συνομολογεῖν ἢ τοῦ κυρίου ἐληλυθότος εἰς Αἴγυπτον ἀκολούθως τῇ προκειμένῃ προρρήσει.
9.2.5
Ἔστι μὲν οὖν καὶ ἄλλως τὸν λόγον αἰνίττεσθαι τροπικῶς τὸν περίγειον κόσμον, εἰς ὃν ὁ λόγος προφητεύει τὸν κύριον «ἐπὶ νεφέλης κούφης» ἥξειν, οὕτω τὸν ἐκ παρθένου καὶ πνεύματος ἁγίου ληφθέντα αὐτῷ ἄνθρωπον αἰνιττόμενος, «χειροποίητα» δὲ «Αἰγύπτου» σεισθήσεσθαι, τὰ τῶν ἐθνῶν ξόανα καὶ τοὺς ἐν αὐτοῖς δαίμονας, ὡς αὖ πάλιν Αἰγυπτίους ἡττωμένους πάντας, τοὺς πάλαι πρότερον περὶ τὴν εἰδωλολατρίαν ἐπτοημένους.
9.2.6
πλὴν ἀλλὰ καὶ σωματικῶς τοῦ σωτῆρος ἡμῶν ἐπικομισθέντος τῇ Αἰγυπτίων χώρᾳ, ὅτε κατὰ τὸν χρησμὸν ἀναστὰς ὁ Ἰωσὴφ παρέλαβεν τὴν Μαριὰμ καὶ τὸ παιδίον καὶ ἦλθεν εἰς Αἴγυπτον, ἀπορρήτῳ δυνάμει καὶ ἐνεργείᾳ τὰς αὐτόθι τὸ πρὶν οἰκούσας πονηρὰς δυνάμεις εἰκὸς οὐ μικρῶς κεκινῆσθαι, καὶ μάλιστα ὅτε διὰ τῆς μετέπειτα διδασκαλίας αὐτοῦ μυρία πλήθη τῶν τὴν Αἴγυπτον οἰκούντων, τῆς τῶν δαιμόνων ἀποφυγόντα πλανήσεως, ἔτι καὶ νῦν τὸν τῶν ὅλων ὁμολογεῖ μόνον εἰδέναι θεόν. τὰ δ' ἐν τοῖς ἑξῆς ἐπιλεγόμενα, αἰνιγματώδη ὄντα πλείονός τε δεόμενα πραγματείας, ἐπ' οἰκείας σχολῆς ἑρμηνεύσομεν.
9.3.1
Ἀπὸ τῶν Ἀριθμῶν. «Φησὶν Βαλαὰμ υἱὸς Βεώρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, φησὶν ἀκούων λόγια ἰσχυροῦ, ὅστις ὅρασιν θεοῦ εἶδεν, ἐν ὕπνῳ, ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακώβ, αἱ σκηναί σου, Ἰσραήλ· ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡς παράδεισος ἐπὶ ποταμῶν· καὶ ὡς αἱ σκηναί, ἃς ἔπηξεν κύριος, ὡσεὶ κέδροι παρ' ὕδατα. ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ Γὼγ βασιλεία, καὶ αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ. θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου, ὡς δόξα μονοκέρωτος αὐτῷ· ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη αὐτῶν ἐκμυλιεῖ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν. κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν; οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται.»
9.3.2
Ἀνωτέρω διὰ τῆς προτεταγμένης προφητείας φήσας ὁ χρησμὸς τὸν κύριον ἥξειν εἰς Αἴγυπτον, ἐδήλου τὴν τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ διακομιδὴν τὴν ἅμα τοῖς γονεῦσιν εἰς Αἴγυπτον αὐτῷ γενησομένην· ἐν τούτοις δὲ τὴν ἐπάνοδον ἑξῆς καὶ ἀκολούθως τὴν ἀπ' Αἰγύπτου, ἣν ἅμα τοῖς γονεῦσιν εἰς τὴν γῆν τοῦ Ἰσραὴλ ἐποιήσατο, θεσπίζει, λέγων· «θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου».
9.3.3
μόνος δὲ ἦν ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ καὶ οὐδὲ ἄλλος ὁ ἐκ τοῦ σπέρματος Ἰσραὴλ καὶ τοῦ Ἰουδαίων ἔθνους προελθὼν καὶ πολλῶν κατακυριεύσας ἐθνῶν, ὥστε ἀναμφιλόγως ὁμολογεῖσθαι πέρας ἔχειν ἐπ' αὐτῷ καὶ τὴν παροῦσαν πρόρρησιν διαρρήδην ἐκφωνοῦσαν, ὅτι δὴ ἐκ τοῦ Ἰουδαίων ἔθνους «ἐξελεύσεταί» τις «ἄνθρωπος» «καὶ κυριεύσει ἐθνῶν πολλῶν».
9.3.4
ἢ λεγέτω ὁ βουλόμενος εἰ ἔχοι ἄλλον συστῆσαι, τῶν πώποτε παρ' Ἑβραίοις ἐνδόξων, πολλῶν ἐθνῶν ἄρξαντα· ἀλλ' οὐκ ἂν εἴποι τις, ὅτι μηδὲ γέγονεν. ἐπὶ δέ γε τοῦ σωτῆρος ἡμῶν, κἂν ἡμεῖς μὴ λέγωμεν, αὐτή γε ἡ ἀλήθεια βοήσει καὶ μέγα κεκράξεται, ἄντικρυς παριστῶσα ὅπως ἡ ἔνθεος αὐτοῦ δύναμις διὰ τοῦ ἀναληφθέντος αὐτῷ ἐκ σπέρματος Ἰσραὴλ τοῦ κατὰ σάρκα ἀνθρώπου ἐκυρίευσεν καὶ εἰσέτι νῦν κυριεύει «ἐθνῶν πολλῶν».
9.3.5
αὐτὸς ἄρα οὗτος ἐκεῖνος ἦν καὶ οὐδ' ἄλλος, ὃν ἡ προφητεία προηγόρευσεν, καθ' ὃν καὶ «ἡ Γὼγ» ὑψώθη «βασιλεία», τῆς Χριστοῦ δυνάμεως συναυξούσης. τοῦτον δ' ἐνταῦθά φασιν αἰνίττεσθαι καθ' Ἑβραίους τὸν τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν ἡ Χριστοῦ διδασκαλία.
9.3.6
μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιήλ, «ἄρχοντα Ῥὼς Μοσὸχ καὶ Θοβὲλ» ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικεν, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται, διὰ δὲ τοῦ Μοσὸχ τὴν Μυσίαν καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστίν, διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν, ὡς ὁ Ἰώσηπος δηλοῖ, ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας. ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ «θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου», ὅτε κατὰ τὸν Ματθαῖον, ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ, «χρηματισθεὶς» ὁ Ἰωσὴφ «παρέλαβεν τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ». «Δόξα» δὲ «μονοκέρωτος αὐτῷ» τῷ Χριστῷ παρῆν, διὰ τὸ «ἐν αὐτῷ» εὐδοκηκέναι κατοικῆσαι «πᾶν τὸ πλήρωμα τῆς θεότητος», κατὰ τὸν ἱερὸν ἀπόστολον.
9.3.7
διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων θεὸν καὶ πατέρα αὐτοῦ, «μονόκερως» καὶ ἐν ἑτέραις γραφαῖς ὠνομάσθη. ὁ δ' αὐτὸς τοῦ θεοῦ λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὐτοῦ βέλεσιν τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὐτῷ διάβολον πάσας τε τὰς ἀμφ' αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν «τὰ πάχη» καὶ «τὸ φρόνημα τῆς σαρκὸς» λεπτύνων ἐπὶ τὴν στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει.
9.3.8
Ἀλλὰ καὶ «κατακλιθεὶς» αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄνθρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, «ἀνεπαύσατο», φησίν, «ὡς λέων», οὕτω δηλῶν ἣν ἀνεδέξατο οἰκονομίαν, καθ' ἣν ὥσπερ τις βασιλικὸς καὶ θαρραλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου· πάντες τε οἱ τὸν Χριστὸν «εὐλογοῦντες», λόγῳ τε καὶ βίῳ σεμνύνοντες τὴν ἀρετὴν τοῦ διδασκάλου, τῆς ἐκ θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ «αὐξάνεσθε καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν», ἀληθέστερον ἐπ' αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς, ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ' αὐτοῦ ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὐτῶν συνεδρίοις ἀρώμενοι τὴν ἐκ θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ' ἑαυτῶν ἐπεσπάσαντο.
9.3.9
διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται πρὸ ὀφθαλμῶν ὁρῶντες. Ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν.
9.3.10
ὡς γὰρ ἐνταῦθα εἴρηται «ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ» δῆλον δ' ὅτι τοῦ Ἰακώβ, οὕτως κἀκεῖ «ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης» εἴρητο ὑπ' αὐτοῦ τοῦ Ἰακὼβ πρὸς τὸν προφητευόμενον.
9.3.11
καὶ ὡς ἐπὶ τοῦ παρόντος λέγεται τὸ «καὶ κυριεύσει ἐθνῶν πολλῶν», ὁμοίως καὶ ἐν ἐκείνοις τὸ «καὶ αὐτὸς ἔσται προσδοκία ἐθνῶν». καὶ πάλιν ἐνταῦθα μὲν «ἔδεται», φησίν, «ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν», ὡσαύτως δὲ καὶ ἐν ἐκείνοις «αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου» ἐλέγετο.
9.3.12
καὶ τὸ «σκύμνος λέοντος, Ἰούδα» καὶ τὸ «ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» ἐν ἐκείνοις εἰρημένον οὐδέν μοι δοκεῖ διαφέρειν τῆς μετὰ χεῖρας λέξεως φασκούσης· «κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος, τίς ἀναστήσει αὐτόν;» Ταῦτα δὲ εἰκότως εἰς ταυτὸν συνηγάγομεν, ἵν' ὥσπερ «ἐπὶ στόματος δύο μαρτύρων» τῆς ἐν ταῖς προφητείαις συμφωνίας ἡ περὶ τοῦ σωτῆρος ἡμῶν ἀπόδειξις βεβαιοτέραν λάβοι τὴν κύρωσιν.
9.3.13
πάντα δ' οὖν τὰ εἰς τὴν τοῦ Ἰακὼβ πρόρρησιν τεθεωρημένα ἁρμόσειεν ἂν καὶ εἰς τὴν τοῦ Βαλαὰμ τῆς ὁμοιότητος τῶν λεγομένων ἕνεκα. εἰ δὴ οὖν ἐκεῖνα διὰ πολλῆς ἀποδείξεως ἐπὶ τὸν ἡμέτερον σωτῆρα πεπληρωμένα συνέστη, ἀκόλουθον ἂν εἴη καὶ τὰ παρόντα ὁμολογεῖν.
9.4.1
Ἀπὸ τοῦ Ὠσηέ. «Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται. ὡς ἄρχων Σαλαμὰν ἐκ τοῦ οἴκου Ἱεροβοάμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτω ποιήσω ὑμῖν, οἶκος Ἰσραήλ, ἀπὸ προσώπου τῶν ἀδικιῶν ὑμῶν. ὄρθρου ἀπερρίφη βασιλεὺς Ἰσραήλ, διότι νήπιος Ἰσ ραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ.»
9.4.2
δουλεύσας τῷ Ἑβραϊκῷ, «ἐξ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου» ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐπεσημειωσάμην, ἐπείπερ καὶ ὁ Ματθαῖος τέθειται τὴν προφητείαν, ὁπηνίκα εἰς Αἴγυπτον διακομισθῆναι τὸν Ἰησοῦν κἀκεῖθεν ἐπανελθεῖν ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ ἐδήλου. εἰ δὲ ἐπιμέμφοιτό τις τῇ εἰς Αἴγυπτον ἀναχωρήσει τοῦ σωτῆρος ἡμῶν, ἴστω κατὰ λόγον αὐτὴν γεγονέναι.
9.4.3
οὔτε γὰρ ἐπισχεῖν τὸν Ἡρώδην τῆς αὐτοπροαιρέτου κακίας προσῆκον ἦν οὔτ' αὖ βρέφος ἔτ' ὄντα τὸν σωτῆρα τῶν θαυμάτων ἀπάρξασθαι καὶ πρὸ καιροῦ τὴν θείαν ἐπιδείκνυσθαι δύναμιν, ὅπερ ἂν ἐπράχθη, εἰ παραδόξως ἐπιβουλεύοντα αὐτῷ τὸν Ἡρώδην μετῆλθεν, μηδαμῶς ὑπομείνας τὴν εἰς Αἴγυπτον ἅμα τοῖς γονεῦσιν ἀναχώρησιν.
9.4.4
ἀλλὰ γὰρ ἦν τῆς κρείττονος οἰκονομίας ἐπὶ καιροῦ τοῦ προσήκοντος τῶν τῆς θεότητος ἀπάρξασθαι θαυμάτων. ᾧ γε διὰ παντὸς τοῦ βίου τὸ πρᾶον καὶ ἀνεξίκακον μεμαρτύρηται, προχείρῳ μὲν εἰς τὰς εὐποιίας καὶ τὰς κοινὰς εὐεργεσίας γενομένῳ, μηδένα δὲ τῶν μὴ ἀκουόντων ἀμυνομένῳ, μηδ' ὅτε «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤγετο, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος»,
9.4.5
πῶς εἰκὸς ἦν τὸν τοιοῦτον δεῖν ἐν παιδίῳ μὴ οὐχὶ ὑποχωρῆσαι τῇ τοῦ Ἡρώδου κακίᾳ; ᾧ καὶ ἐν ἀνδρὶ τὸ ἀναχωρεῖν καὶ τοὺς πονηροὺς ἐκκλίνειν μεμαρτύρηται ἐπικρύπτεσθαί τε καὶ ὑποφεύγειν τὸν ἐπὶ ταῖς παραδοξοποιίαις ἔπαινον· παρῄνει γοῦν τοῖς ὑπ' αὐτοῦ θεραπευομένοις μηδενὶ λέγειν.
9.4.6
Εἰ δ' ἐπὶ τὸν λαὸν τὴν προφητείαν ἀναφέροι τις, φάσκων περὶ τοῦ ἐκ σπέρματος τοῦ Ἰσραὴλ λαοῦ εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ, ταῦτα ἔσεσθαι φησάσῃ μετὰ τὸ εἰπεῖν ὡς πρὸς αὐτὴν τὴν Ἱερουσαλήμ· «καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται»,
9.4.7
καὶ ἅπερ, φησίν, ὁ τοιόσδε «ἄρχων» πέπονθεν κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ «μητέρα ἐπὶ τέκνοις ἠδάφισαν», τὰ παραπλήσια καὶ «ὑμῖν» αὐτοῖς «ποιήσω» διὰ τὰς κακίας ὑμῶν «ὑμῖν» δὲ τίσιν ἢ τοῖς καλουμένοις Ἰσραηλίταις;, οἳ καὶ ἀπερρίφητε σὺν τῷ βασιλεῖ ὑμῶν τὸν Ἡρώδην αἰνιττόμενος.
9.4.8
καὶ ταῦτά γε πάντα πεπόνθατε, «διότι παῖς», φησίν, «Ἰσραήλ, καὶ ἐγὼ ἠγάπησα αὐτόν, καὶ ἀπ' Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου». πῶς γὰρ οἷόν τε κατὰ τὸ αὐτὸ τοῖς αὐτοῖς ἐπιμέμφεσθαι καὶ πάλιν τοὺς αὐτοὺς ἐπαινεῖν; ἀλλ' ἦν ὁ ἀληθὴς νοῦς ταύτην ἔχων τὴν θεωρίαν· Ἰσραὴλ γὰρ ὁ Χριστὸς καὶ καθ' ἑτέρας ἀνηγόρευται προφητείας, ὥσπερ οὖν καὶ ἐπὶ τῆς παρούσης.
9.4.9
ἐπειδὴ τοίνυν οὗτος, φησίν, ὑπήκοός μοι γενόμενος «μορφὴν δούλου» εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοί, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλήν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς νοητῆς Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν οὕτω δηλουμένου τοῦ περιγείου τόπου, ἢ καὶ ἐξ αὐτῆς τῆς προχείρου, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην· ὑμᾶς δέ, τοὺς πρὸς οὓς ὁ λόγος, σὺν καὶ τῇ ὑμετέρᾳ βασιλείᾳ ὄλεθρος καὶ ἀπώλεια παραλήψεται.
9.4.10
ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δὲ ὅπως ἀπὸ τῶν τοῦ σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τοῦ Ἰουδαίων ἔθνους αὐτονομία τε καὶ ἀρχή.
9.4.11
Πλὴν ἀλλὰ τρίτον ἤδη τὰ περὶ τῆς Αἰγύπτου καὶ τῆς αὐτόθι ἀφίξεως αὐτοῦ πεπροφήτευται. εἰ δέ τις αὐτὰ μηδαμῶς ἐφαρμόζειν ἐπὶ τὸν ἡμέτερον λέγοι σωτῆρα, ἀλλὰ τά γε τῆς τοῦ Ματθαίου παραθέσεως ἀπὸ τῆς παρὰ Μωσεῖ μαρτυρίας αὐτῷ παρειλημμένα ἣν καὶ ἀρτίως διεληλύθαμεν, τὸ «ὁ θεὸς ὡδήγησεν αὐτὸν ἐξ Αἰγύπτου» διηγούμενοι, ἐπεὶ μηδ' αὐτὸς ὁ εὐαγγελιστὴς ἀπὸ τῆς τοῦ Ὠσηὲ προφητείας εἰλῆφθαι αὐτῷ τὸ λόγιον ἔφησεν,... ὡς δύνασθαι καί ποθεν ἐπιζητήσαντας εὑρεῖν αὐτὸ κείμενον, ὅθεν εἰκὸς τὸν εὐαγγελιστὴν πεποιῆσθαι αὐτοῦ τὴν ἔκθεσιν.
9.5.1
Ἀπὸ τοῦ Ἡσαΐου. «Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ. πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὀφθήσεται ἡ δόξα κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ ὅτι κύριος ἐλάλησεν.»
9.5.2
Ἔδει καὶ ταύτην ἐπὶ τῶν χρόνων τοῦ σωτῆρος ἡμῶν ἐπὶ πέρας ἐλθεῖν τὴν πρόρρησιν. διόπερ κατὰ τὸν εὐαγγελιστὴν Λουκᾶν «ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας», καὶ τῶν τούτῳ συναριθμουμένων. «ἐγένετο ῥῆμα θεοῦ ἐπὶ Ἰωάννην, τὸν τοῦ Ζαχαρίου υἱὸν ἐν τῇ ἐρήμῳ»· ὃς ἐλθὼν «εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου ἐκήρυσσεν βάπτισμα μετανοίας εἰς ἄφεσιν ἁμαρτιῶν». τούτοις δ' οὖν ὁ εὐαγγελιστὴς ἐπιμαρτυρεῖ, λέγων· «καθὼς γέγραπται ἐν βίβλῳ λόγων Ἡσαΐου τοῦ προφήτου· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, ἑτοιμάσατε τὴν ὁδὸν κυρίου», καὶ τὰ ἑξῆς.
9.5.3
τί δὴ οὖν ἐβόα ἡ διὰ τοῦ Ἰωάννου φωνὴ ἐπὶ τῆς ἐρήμου κηρύσσουσα, ἢ «τοῖς ἐκπορευομένοις ὄχλοις βαπτισθῆναι ὑπ' αὐτοῦ», ὡς ἑρπετοῖς ἐρήμου τυγχάνουσιν, οἰκείως τὸ «γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς»; πάλιν τε αὖ τὰς σκολιὰς ψυχὰς «εἰς εὐθείας» καὶ τὰς τραχείας «εἰς ὁδοὺς λείας» μετασκευάζουσα ἔφασκεν τοῖς αὐτοῖς· «ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας».
9.5.4
καὶ ταῦτά γε συνετελεῖτο προπαρασκευάζοντος Ἰωάννου τοὺς ὀψομένους τὴν «δόξαν» κυρίου, καὶ τὸ καλούμενον «σωτήριον τοῦ θεοῦ», οὐκ ἄλλον ὄντα τοῦ Χριστοῦ, ὡς ἐμαρτύρει λέγων· «ἐγὼ μὲν ὑμᾶς ὕδατι βαπτίζω· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου ὀπίσω μου, οὗ οὐκ εἰμὶ ἄξιος τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί».
9.5.5
ὃς καὶ ἰδὼν τὸν Ἰησοῦν ἐρχόμενον ἀνεφώνησεν· «ἰδὲ ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. οὗτός ἐστιν περὶ οὗ ἐγὼ εἶπον, ὀπίσω μου ἔρχεται ἀνήρ, ὃς ἔμπροσθέν μου γέγονεν». τὸν αὐτὸν δὲ εἶναι «τὸ σωτήριον τοῦ θεοῦ» καὶ ὁ Συμεὼν ἐμαρτύρησεν, ὃς λαβὼν ἐπὶ ταῖς ἀγκάλαις βρέφος ὄντα τὸν Ἰησοῦν ἔφη· «νῦν ἀπολύεις τὸν δοῦλόν σου, δέσποτα, κατὰ τὸ ῥῆμά σου ἐν εἰρήνῃ, ὅτι εἶδον οἱ ὀφθαλμοί μου τὸ σωτήριόν σου, ὃ ἡτοίμασας κατὰ πρόσωπον πάντων τῶν λαῶν, φῶς εἰς ἀποκάλυψιν ἐθνῶν».
9.5.6
οἷς συνᾴδει καὶ ὁ προφήτης εἰπών· «καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ» τὸ γὰρ «πᾶσα σὰρξ» ἀντὶ πάντων εἴρηται τῶν ἐθνῶν.
9.5.7
ὅπως δὲ ταῦτα τέλους ἔτυχεν καὶ τὰ ἔθνη τὸν Χριστὸν ἐπέγνω τοῦ θεοῦ, μακρῶν οὐ δεῖ λόγων. καὶ τὰ μὲν ῥητὰ τοῦτον ἐπληροῦτο τὸν τρόπον. Τί δ' ἦν τὸ αἴτιον τοῦ μὴ ἐν πόλεσιν μηδ' ἐπ' αὐτῆς τῆς Ἱερουσαλήμ, ἀλλ' ἐπὶ τῆς ἐρήμου Ἰωάννην παρελθόντα κηρύττειν; ὁ μέν τις φήσαι ἂν εἰς ἀποπλήρωσιν τῆς προφητείας τοῦτο αὐτὸν πεποιηκέναι.
9.5.8
ἀλλ' ὁ ἀκριβῶς εὐθέως ἐξετάζων, αὐτή γε ἡ προφητεία τί ποτ' ἄρα σημαίνειν βουλομένη τὴν ἔρημον καὶ τὰ κατ' αὐτὴν ἐδήλου, πεύσεται. πρὸς ὃν φήσομεν, ὅτι καὶ τοῦτο σημεῖον ἦν καθαιρέσεως τῆς Ἱερουσαλὴμ καὶ τοῦ πρὸς αὐτῇ θυσιαστηρίου τῆς τε κατὰ τὸν Μωσέως νόμον λατρείας, ὅτε μηκέτ' αὐτοῖς διὰ τῶν κατὰ νόμον θυσιῶν τὰ τῆς ἀφέσεως τῶν ἁμαρτιῶν προυξενεῖτο, ἀλλὰ διὰ καθάρσεως λουτροῦ, ἐπὶ τῆς πάλαι διψάδος καὶ ἐρήμου, λέγω δὲ τῆς τῶν ἐθνῶν ἐκκλησίας, παραδιδομένου, ἐν ᾗ καὶ ἡ προφητικὴ γενομένη φωνὴ ἑτοιμάζειν παρακελεύεται «τὴν ὁδὸν κυρίου», τὰς μὲν κάτω που εἰς βάθος κακίας ὡς ἐν φάραγγι κειμένας ψυχὰς ἐπαρθήσεσθαι, τὰ δὲ πάλαι ὑψώματα τῆς Ἱερουσαλὴμ καὶ τῶν ἐπ' αὐτῆς ἀρχόντων τε καὶ βασιλέων, ὄρη καὶ βουνοὺς ὀνομαζόμενα, ταπεινωθήσεσθαι θεσπίζουσα.
9.5.9
ὧν ἐπιτελεσθέντων φησί· «πᾶσα σὰρξ ὄψεται τὸ σωτήριον τοῦ θεοῦ», δῆλον δ' ὅτι πᾶσα ἡ ἐν σαρκὶ ἐπὶ γῆς ἀναστρέφουσα ψυχὴ Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων καὶ πάντων ἁπαξαπλῶς τῶν ἐθνῶν, ἃ καὶ τῇ προρρήσει ἀκολούθως εἰς πέρας ἐλθόντα δείκνυται.
9.5.10
Ζητῶν δὲ παρ' ἐμαυτῷ τί ἄρα ἦν τὸ ἐκπλῆξαν τοὺς πολλοὺς ἐν τῷ Ἰωάννῃ, ὡς θαυμάσαι αὐτὸν καὶ κηρύττοντι «βάπτισμα μετανοίας» πιστεῦσαι, πάντας τε πανταχόθεν τὰ οἰκεῖα ἀπολιπόντας συρρεῖν ἐπὶ τὴν ἔρημον, μάλιστα ὅτε μηδεμίαν αὐτοῦ πρᾶξιν ἱστοροῦσιν οἱ λόγοι· οὔτε γὰρ νεκροὺς ἐγείρας οὔτε ἕτερα θαύματα πεποιηκὼς ἀναγέγραπται· τί δὴ οὖν ἦν τὸ ἐκπλῆξαν τοὺς πάντας; ἢ μήποτε ὁ ξένος καὶ παραλλάττων τοὺς πολλοὺς αὐτοῦ βίος; προῄει γὰρ ἐκ τῆς ἐρήμου ξένην ἠμφιεσμένος στολήν, πᾶσαν δὲ τὴν κοινὴν ἀνθρώπων διατριβὴν ἐκτρεπόμενος, οὔτε γοῦν εἰς κώμην οὔτε εἰς πόλιν οὔτε εἰς κοινὸν σύλλογον ἀνδρῶν παρέβαλλεν, ἀλλ' οὐδὲ τῆς κοινῆς μετεῖχεν τροφῆς·
9.5.11
γέγραπται γοῦν, ὡς ἐκ τῆς τοῦ παιδὸς ἡλικίας «ἦν ἐν ταῖς ἐρήμοις ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν Ἰσραήλ»· ἀλλὰ καὶ «τὸ ἔνδυμα αὐτοῦ ἦν ἐκ τριχῶν καμήλων πεποιημένον, ἡ δὲ τροφὴ αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον».
9.5.12
μή πη οὖν ὁρῶντες ἄνδρα, ναζιραῖον μὲν θεοῦ τὴν τρίχα, θεοπρεπὲς δὲ πρόσωπον ὑποφαίνοντα, σχῆμά τε ξένον περιβολῆς ἠμφιεσμένον, ἀθρόως ποθὲν ἐξ ἀφανοῦς καὶ ἐρήμου φαινόμενον, καὶ μετὰ τὸ κήρυγμα πάλιν εἰς τὴν ἔρημον καὶ εἰς τὸ ἀφανὲς ὑποχωροῦντα, καὶ ἄποτον, ἄτροφον, ἀκοινώνητον τοῖς πολλοῖς, εἰκότως ἐξεπλήττοντο, μηδ' ἄνθρωπον αὐτὸν ὑπονοοῦντες ὑπάρχειν; πῶς γὰρ τὸν μηδὲ ἐν χρείᾳ τροφῆς γινόμενον; διὸ καὶ ἄγγελον αὐτὸν ὑπειλήφεσαν εἶναι, τοῦτον αὐτὸν ἐκεῖνον τὸν διὰ τοῦ προφήτου δηλούμενον κατὰ τὸ «ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου»· κέχρηται γοῦν τῇ παραθέσει καὶ ταύτης τῆς γραφῆς Μάρκος ὁ εὐαγγελιστής.
9.5.13
καὶ ὁ σωτὴρ δὲ μαρτυρεῖ λέγων· ἦλθεν ὁ Ἰωάννης πρὸς ὑμᾶς μήτε ἐσθίων μήτε πίνων, «καὶ λέγετε, δαιμόνιον ἔχει»·
9.5.14
τοὺς γὰρ ἀπιστοῦντας καὶ πρὸς τἀληθῆ δυσχερεῖς καὶ δυσενδότους εἰκὸς ἦν διὰ τὸν εἰρημένον τοῦ Ἰωάννου βίον τοιαῦτα αὐτὸν βλασφημεῖν, ὡς ἔμπαλιν τοὺς συνῃσθημένους τῆς κατ' αὐτὸν ἀρετῆς ἄγγελον ὑπολαμβάνειν. ταῦτα γοῦν ἡγοῦμαι τοῖς τὸν Ἰωάννην ὁρῶσιν θαῦμα περὶ αὐτοῦ παρασχεῖν· διὸ καὶ συνέτρεχον πανταχόθεν ἐπὶ τὴν δι' αὐτοῦ κηρυττομένην τῆς ψυχῆς κάθαρσιν.
9.5.15
μέμνηται δὲ τῆς κατ' αὐτὸν ἱστορίας Ἰώσηπος ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας τοῦτον γράφων τὸν τρόπον· «τισὶν δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλωλέναι τὸν Ἰουδαίων στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα δικαίως τιννυμένου κατὰ ποινὴν Ἰωάννου τοῦ καλουμένου βαπτιστοῦ. κτείνει γὰρ τοῦτον Ἡρώδης, ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα ἀρετὴν ἐπασκοῦσι καὶ τῇ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ πρὸς θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδεκτὴν αὐτῷ φαίνεσθαι.»
9.6.1
Ἀπὸ τοῦ αὐτοῦ. «Εὐφράνθητι, ἔρημος διψῶσα, ἀγαλλιάσθω ἔρημος καὶ ἀνθείτω ὡς κρίνον, καὶ ἐξανθήσει καὶ ἀγαλλιάσεται τὰ ἔρημα τοῦ Ἰορδάνου· καὶ ἡ δόξα τοῦ Λιβάνου ἐδόθη αὐτῇ καὶ ἡ τιμὴ τοῦ Καρμήλου, καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου.»
9.6.2
οἷς ἐπιλέγει· «ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται. τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων, ὅτι ἐρράγη ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ φάραγξ ἐν γῇ διψώσῃ».
9.6.3
Καὶ ταῦτα διὰ τῶν τοῦ σωτῆρος ἡμῶν προφανῶς παραδόξων ἔργων ἐπληροῦτο μετὰ τὸ Ἰωάννου κήρυγμα. ὅρα τοιγαροῦν ὅπως τὴν ἔρημον εὐαγγελίζεται, οὐχ ἁπλῶς οὐδὲ τὴν τυχοῦσαν ἀλλ' ἐκείνην ἀφωρισμένως καὶ μόνην τὴν παρὰ τῷ Ἰορδάνῃ ποταμῷ,
9.6.4
ἐπειδήπερ παρὰ ταύτῃ διατρίβων ὁ Ἰωάννης ἐβάπτιζεν, ὡς ἡ γραφὴ μαρτυρεῖ λέγουσα· «ἐγένετο Ἰωάννης ἐν τῇ ἐρήμῳ βαπτίζων», «καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία χώρα, καὶ οἱ Ἱεροσολυμῖται πάντες, καὶ ἐβαπτίζοντο ὑπ' αὐτοῦ ἐν τῷ Ἰορδάνῃ».
9.6.5
τὴν μὲν οὖν ἔρημον τῆς πάλαι πάντων τῶν κατὰ θεὸν ἀγαθῶν ἐρήμου, λέγω δὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, σύμβολον περιέχειν ἡγοῦμαι, τὸν δὲ ποταμὸν τὸν ἐπὶ τῆς ἐρήμου καθαίροντα πάντας τοὺς ἀπολουομένους ἐν αὐτῷ καθαρσίου τινὸς εἶναι κατὰ διάνοιαν θεωρουμένου εἰκόνα, περὶ οὗ διαλαλοῦσιν αἱ γραφαὶ λέγουσαι· «τοῦ ποταμοῦ τὰ ὁρμήματα εὐφραίνουσι τὴν πόλιν τοῦ θεοῦ».
9.6.6
σημαίνει δὲ τοῦτο τὴν ἀέναον ἐπιρροὴν τοῦ θείου πνεύματος ἄνωθεν πηγάζοντος καὶ τὴν τοῦ θεοῦ πόλιν ἄρδοντος οὕτω καλουμένης τῆς κατὰ θεὸν πολιτείας. οὗτος δὴ οὖν ὁ ποταμὸς τοῦ θεοῦ καὶ μέχρι τῆς ἐρήμου κατελήλυθεν, δηλαδὴ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, καὶ ταύτῃ τῶν ἐν αὐτῷ ζωτικῶν ναμάτων εἰσέτι νῦν ἐπιχορηγεῖ. Πρὸς τούτοις ἡ προφητεία τῇ δηλωθείσῃ ἐρήμῳ δοθήσεσθαί φησιν τὴν δόξαν τοῦ Λιβάνου καὶ τὴν τιμὴν τοῦ Καρμήλου.
9.6.7
τίς δὲ ἔστιν «ἡ δόξα τοῦ Λιβάνου» ἢ ἡ διὰ θυσιῶν κατὰ τὸν Μωσέως νόμον ἐπιτελουμένη λατρεία, ἣν παραιτησάμενος ὁ θεὸς διὰ τῆς λεγούσης προφητείας «ἵνα τί μοι λίβανον ἐκ Σαβὰ φέρετε», καὶ «τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν», ἐπὶ τὴν ἔρημον τοῦ Ἰορδάνου μετατέθεικεν τὴν δόξαν τῆς Ἱερουσαλήμ, τῆς κατ' εὐσέβειαν ἀγωγῆς οὐκ ἐπὶ Ἱερουσαλὴμ ἀλλ' ἐπὶ τῆς ἐρήμου συντελεῖσθαι ἀρξαμένης ἀπὸ τῶν Ἰωάννου χρόνων.
9.6.8
ὡσαύτως δὲ καὶ «ἡ τιμὴ» τοῦ νόμου τῶν τε κατ' αὐτὸν σωματικώτερον νενομοθετημένων δέδοται τῇ ἐρήμῳ τοῦ Ἰορδάνου διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν, ὅτι μηκέτ' ἐπὶ τῆς Ἱερουσαλὴμ προσέφευγον οἱ τῆς κατὰ ψυχὴν θεραπείας δεόμενοι, ἀλλ' ἐπὶ τὴν ὀνομαζομένην ἔρημον, τῆς ἐν αὐτῇ κηρυττομένης ἀφέσεως τῶν ἁμαρτημάτων ἕνεκεν.
9.6.9
οἶμαι δὲ καὶ τοῦ σωτῆρος ἡμῶν τὴν ἐπὶ τὸ βάπτισμα παρουσίαν δηλοῦσθαι διὰ τοῦ «καὶ ὁ λαός μου ὄψεται τὴν δόξαν κυρίου καὶ τὸ ὕψος τοῦ θεοῦ». τότε γὰρ καὶ ὤφθη τοῦ σωτῆρος ἡμῶν ἡ δόξα, ὅτε «βαπτισθεὶς ἀνέβη ἀπὸ τοῦ ὕδατος, καὶ ἀνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστεράν, καὶ μένον ἐπ' αὐτόν», ὅτε καὶ «φωνὴ ἐκ τῶν οὐρανῶν» ἠκούσθη «λέγουσα, οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα».
9.6.10
ἀλλὰ καὶ πᾶς ὁ γνησίως ἐπὶ τὸ τοῦ λουτροῦ παριὼν μυστήριον, τὴν περὶ τοῦ Χριστοῦ παραλαβὼν θεολογίαν, τὴν δόξαν αὐτοῦ θεάσεται, λέξων ἂν ὁμοίως τῷ Παύλῳ· «εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν».
9.7.1
Ἀπὸ Ψαλμοῦ ʹ. «Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου· ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτὸν ὅτι αὐτὸς ῥύσεταί με ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους· ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι, καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς·
9.7.2
ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ. οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος διαπορευομένου ἐν σκότει, ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. ὅτι σύ, κύριε, ἡ ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου. οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου·
9.7.3
ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσίν σε, μή ποτε προσκόψῃς πρὸς λίθον τὸν πόδαν σου. ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.»
9.7.4
Ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ' ὃ ἐνηνθρώπει ἐπινοούμενος «ὁ κατοικῶν» λέγεται «ἐν βοηθείᾳ τοῦ ὑψίστου», «ἐν σκέπῃ τοῦ θεοῦ» καὶ πατρὸς αὐλιζόμενος. οὗτος δὴ οὖν μόνον τὸν πατέρα καὶ οὐδ' ἕτερον καταφυγὴν ἐν τῷ καιρῷ τοῦ κατὰ τὸν διάβολον πειρασμοῦ κεκτημένος ἐρρύσθη ποτὲ ἐκ τῶν παγίδων τῶν ἀντικειμένων δυνάμεων, «θηρευτῶν» νῦν ὀνομαζομένων, ὁπηνίκα οἷά τις κοινὸς ἄνθρωπος «ἀνήχθη εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου», «καὶ ἦν ἐν τῇ ἐρήμῳ τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας πειραζόμενος ὑπὸ τοῦ Σατανᾶ, καὶ ἦν», ὡς ὁ εὐαγγελιστὴς μαρτυρεῖ, «μετὰ τῶν θηρίων».
9.7.5
ποίων δὲ τούτων ἢ ὧν μνημονεύει ὁ μετὰ χεῖρας ψαλμός, πρὸς τὸν «ἐν βοηθείᾳ τοῦ ὑψίστου» κατοικοῦντα λέγων· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα»; οὐ μόνον δὲ ἀπὸ τούτων ῥυσθήσεσθαι τὸν αὐτόν, ἀλλὰ «καὶ ἀπὸ λόγου ταραχώδους» φησίν.
9.7.6
τίς δ' ἂν εἴη καὶ οὗτος ἢ ὅνπερ αὐτῷ προύτεινεν ὁ πειράζων κατὰ τὸ ἱερὸν εὐαγγέλιον;
9.7.7
Τὸ δ' αἴτιον τοῦ πειράζεσθαι τὸν τηλικοῦτον σωτῆρα ἡμῶν σκοπῆσαι ἄξιον. μέλλων ἐξ ἀνθρώπων «πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν» τά τε ἐνοχλοῦντα πνεύματα καὶ τοὺς ἀκαθάρτους δαίμονας ἐξ αἰῶνος μακροῦ τῶν ἐπὶ γῆς πάντων διὰ τῆς πολυθέου δεισιδαιμονίας κεκρατηκότας ἐλαύνειν, οὐκ ἐκ τοῦ ἀφανοῦς ὥσπερ ἐπικρυπτόμενος ἐπὶ τὰ εἰρημένα παρῄει, τοῖς παρενοχλοῦσι δὲ πρότερον ἀοράτοις ἄρχουσιν δι' οὗ ἀνείληφεν ἀνθρώπου ἐπιστρατεύσας, καὶ εἰς μέσον αὐτοῦ τοῦ διαβόλου καὶ παντὸς τοῦ δαιμονικοῦ στίφους παρελθών, ἐπιβάς τε ἀσπίδι καὶ βασιλίσκῳ, καὶ καταπατήσας «λέοντα καὶ δράκοντα», καὶ πολὺ πρότερον καθελὼν τῶν ἀρχοντικῶν ἐχθρῶν χιλιάδας καὶ μυριάδας, τὰς μὲν ἐκ τῶν δεξιῶν τὰς δὲ ἐκ τῶν εὐωνύμων πολεμούσας, «ἀρχάς» τε καὶ «ἐξουσίας», καὶ δὴ καὶ τοὺς λεγομένους «κοσμοκράτορας τοῦ σκότους τούτου», τά τε «πνευματικὰ τῆς πονηρίας», πάντα δὴ οὖν ταῦτα τὸ μηθὲν ἰσχύειν ἀπελέγξας, καὶ τέλος αὐτὸν τὸν τῶν κακῶν ἔξαρχον διάβολον «τῷ λόγῳ τοῦ στόματος αὐτοῦ» μακρὰν ἀποσοβήσας, διελθών τε καὶ ἐμπεριπατήσας τὴν ἀντικειμένην ἅπασαν δύναμιν, καὶ ἑαυτὸν μὲν παρασχὼν τοῖς θέλουσιν προσιέναι καὶ πειράζειν, μηδενὸς δὲ στῆναι πρὸς αὐτὸν δεδυνημένου, οὕτως ἐπὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν παρῄει. διὸ καὶ ὁρῶντες αὐτὸν οἱ δαίμονες ἐπεγίνωσκον ἀπὸ τῆς προδηλωθείσης κατὰ τὴν ἔρημον διατριβῆς, φάσκοντες αὐτῷ· «τί ἡμῖν καὶ σοί, Ἰησοῦ, υἱὲ τοῦ θεοῦ;»
9.7.8
Ταῦτα μὲν οὖν περὶ τῶνδε. τὰ δ' ἑξῆς τοῦ ψαλμοῦ πρὸς αὐτὸν ἀναπεφώνηται τὸν Χριστὸν ἀπὸ τοῦ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι» δηλονότι ὁ ὕψιστος, «καὶ ὑπὸ τὰς πτέρυγας αὐτοῦ ἐλπιεῖς· ὅπλῳ κυκλώσει σε ἡ ἀλήθεια αὐτοῦ». καὶ ἐπειδήπερ ἡμέραις τεσσαράκοντα καὶ ταῖς τοσαύταις νυξὶν ἐπειράζετο, περὶ μὲν τῶν ἀμφὶ τὰς νύκτας ἐπιόντων αὐτῷ λέλεκται «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ», περὶ δὲ τῶν ἀμφὶ τὰς ἡμέρας αὐτὸν πολεμούντων τὸ «ἀπὸ βέλους πετομένου ἡμέρας»,
9.7.9
καὶ αὖθις περὶ μὲν τῶν ἐν νυκτὶ «ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου», περὶ δὲ τῶν ἐν ἡμέρᾳ «ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ».
9.7.10
εἶτ' ἐπείπερ ἐν τῷ πειράζειν δυνάμεις πονηραὶ ἐκύκλουν αὐτόν, καὶ αἱ μὲν τὰ δεξιὰ πλευρὰ συνεῖχον αὐτοῦ, πολὺ δὲ πλείους τῶν ἀριστερῶν, ὡς ἂν κραταιότερα μέρη τὰ δεξιά, εἰκότως αὐτῷ ἐπιλέγεται· «πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς, καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ», «κλίτους» ἀντὶ τοῦ ἀριστεροῦ ὠνομασμένου, παρασεσιωπημένου δὲ εἰκότως τοῦ ὀνόματος «τοῦ ἀριστεροῦ», τῷ μηδὲν σκαιὸν μηδὲ ἀριστερὸν εὑρίσκεσθαι ἐν αὐτῷ. καὶ ἐπειδὴ ὅλη μυριὰς ὁμοῦ δὲ καὶ χιλιὰς ἔκ τε τοῦ κλίτους αὐτοῦ καὶ ἀπὸ τῶν δεξιῶν πεσεῖσθαι λέγονται, εἰκότως ἐπὶ τούτοις ἑξῆς εἴρηται· «πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει».
9.7.11
Καὶ ἔσται ταῦτα, φησίν, περὶ σὲ τὸν Χριστὸν τοῦ θεοῦ, ἐπειδήπερ σὺ αὐτός, ὦ «κύριε», ὃς τυγχάνεις ὢν ἡ ἐμὴ «ἐλπίς», «τὸν ὕψιστον ἔθου καταφυγήν σου».
9.7.12
ἔνθα καὶ ἐπιστήσεις, τίνα τρόπον ὁ προφήτης πρὸς αὐτὸν τὸν κύριόν φησιν· «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», διαιρῶν ἀκριβῶς ἕτερον ἰδίως κύριον καὶ τὸν τούτου πατέρα, θεὸν ὕψιστον.
9.7.13
διὸ ἐπειδήπερ αὐτὸν ὡς πατέρα καὶ θεὸν ὕψιστον καταφυγὴν ἑαυτοῦ ὁ Χριστὸς τέθειται, λέλεκται αὐτῷ τὸ «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξει σε ἐν πάσαις ταῖς ὁδοῖς σου· ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου».
9.7.14
καὶ ἐπιμελῶς γε τήρει, τίνα τρόπον ἐν τῷ «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου» τὸ κύριε διὰ τοῦ τετραγράμμου ὀνόματος ἐν τῷ Ἑβραϊκῷ φέρεται, ὅπερ ἀνεκφώνητον εἶναι λέγοντες Ἑβραίων παῖδες ἐπὶ μόνου τοῦ θεοῦ παραλαμβάνειν εἰώθασιν, ἡμεῖς δὲ καὶ ἐπὶ τῆς τοῦ λόγου θεότητος ἐν πλείσταις κείμενον γραφαῖς προαπεδείξαμεν, ὥσπερ καὶ ἐν τῷ μετὰ χεῖρας ψαλμῷ, ὅς φησιν εἰς πρόσωπον αὐτοῦ τοῦ κυρίου «ὅτι σύ, κύριε, ἐλπίς μου, τὸν ὕψιστον ἔθου καταφυγήν σου», μονονουχὶ λέγων ὅτι σὺ αὐτός, ὦ κύριε, ὃς ἐμοῦ τοῦ ταῦτα προφητεύοντος ἐλπὶς ὢν τυγχάνεις, μείζονα σαυτοῦ τὸν θεὸν τὸν ὕψιστον εἰδώς, ἐκεῖνον αὐτὸν «ἔθου καταφυγήν σου».
9.7.15
ὅθεν καὶ ἐν ἀρχῇ ἐλέγετο τοῦ ψαλμοῦ περὶ τοῦ αὐτοῦ «ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ ὑψίστου ἐν σκέπῃ τοῦ θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. ἐρεῖ τῷ κυρίῳ, ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ θεός μου βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν».
9.7.16
ἐπειδὴ τοίνυν σύ, ὦ κύριε, «τὸν ὕψιστον ἔθου καταφυγήν σου», τούτου χάριν αὐτὸς ὁ ὕψιστος, φησί, «ῥύσεταί» σε «ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ «ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπισκιάσει σοι». διόπερ τὴν τοιαύτην ἔχων πατρικὴν τοῦ ὑψίστου βοήθειαν «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ» οὔτε ἀπό τινος τῶν προκατειλεγμένων, ἀλλ' οὐδὲ ἐκ τῶν ἑξῆς ἐπιφερομένων.
9.7.17
ἐπεὶ γὰρ «σύ, κύριε, τὸν ὕψιστον ἔθου καταφυγήν σου», διὰ τοῦτο «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου». «μάστιγας» δὲ τὰς ἀπὸ δαιμόνων ἐνεργείας καὶ ἐν τοῖς εὐαγγελίοις ὀνομαζομένας ἂν εὕροις, ἃς οὐδὲ πλησιάζειν τολμᾶν τῷ σκηνώματι τοῦ Χριστοῦ, τουτέστιν τῷ σώματι αὐτοῦ, δυνατὰς εἶναί φησιν.
9.7.18
πῶς γάρ, ὅτε λόγῳ μόνον αὐτὰς ἐξ ἀνθρώπων ἤλαυνεν; περὶ τούτου δὲ τοῦ σκηνώματος καὶ ὁ Δαβίδ ποτε ὤμοσεν τῷ κυρίῳ καὶ ηὔξατο τῷ θεῷ Ἰακώβ, λέγων· «εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ, σκήνωμα τῷ θεῷ Ἰακώβ».
9.7.19
καὶ τούτου γε ἕνεκα τοῦ σκηνώματος ἐλέγετο τὸ «οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ», καὶ τὸ «αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους», καὶ τὸ «οὐ προσελεύσεται πρὸς σὲ κακά, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου», καὶ ὅσα ἀνθρωπινώτερα περὶ αὐτοῦ λέλεκται, ὡς καὶ τὸ «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε», καὶ τὸ «ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου».
9.7.20
ταῦτα γὰρ οὐκ ἂν ὡς πρὸς θεὸν λέγεσθαι ἁρμόσοι, πρὸς δὲ τὸ σκήνωμα αὐτοῦ ὅπερ δι' ἡμᾶς ἀνείληφεν, ὅτε «ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν». δοκεῖ δέ μοι καλῶς ἔχειν ὑπὲρ ἀκριβοῦς βεβαιώσεως τῶν εἰρημένων καὶ τὰς τῶν λοιπῶν ἑρμηνευτῶν παραθεῖναι φωνάς· ὧν ὁ μὲν Ἀκύλας οὕτως ἔφησεν· «ὅτι σύ, κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκας οἰκητήριόν σου.
9.7.21
οὐ μεταχθήσεται πρὸς σὲ κακά, καὶ ἁφὴ οὐκ ἐγγιεῖ ἐν σκέπῃ σου· ὅτι ἀγγέλοις αὐτοῦ ἐντελεῖται τοῦ φυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου», ὁ δὲ Σύμμαχος· «σὺ γάρ, κύριε, ἀφοβία μου, ὑψίστην ἔθου τὴν οἴκησίν σου.
9.7.22
οὐ κατισχύσει σου κακόν, οὐδὲ ἁφὴ ἐγγιεῖ τῇ σκηνῇ σου· ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς». οὐκοῦν διὰ τούτων αὐτῶν τῷ κυρίῳ λέλεκται ὡς περὶ ἑτέρου μείζονος τὸ «τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάσσειν σε ἐν πάσαις ταῖς ὁδοῖς· ἐπὶ χειρῶν ἀροῦσί σε» δηλαδὴ σὲ τὸν κύριον, «μήποτε» σὺ ὁ κύριος «προσκόψῃς πρὸς λίθον τὸν πόδα σου».
9.7.23
ταύταις δὲ καὶ ὁ διάβολος ταῖς λέξεσιν ἐν τῷ κατὰ τοῦ σωτῆρος ἡμῶν πειρασμῷ κέχρηται, ὅτε παραλαβὼν αὐτὸν «εἰς τὴν ἁγίαν πόλιν, ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ εἶπεν αὐτῷ, εἰ υἱὸς εἶ τοῦ θεοῦ, βάλε σεαυτὸν ἐντεῦθεν κάτω· γέγραπται γὰρ ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου». πρὸς ὃν ὁ κύριος ἡμῶν ἀποκριθεὶς εἶπεν· «γέγραπται, οὐκ ἐκπειράσεις κύριον τὸν θεόν σου».
9.7.24
Εἶτ' ἐπεὶ ἐν τῷ πειρασμῷ «μετὰ τῶν θηρίων» κατὰ τὸν εὐαγγελιστὴν διέτριβεν, ποίων δὲ οὐκ ἀναγέγραπται, σαφέστερον τοῦτο αὐτὸ ἡ τοῦ ψαλμοῦ προφητεία, τὰ εἴδη τῶν θηρίων αἰνιττομένη, φησίν· «ἐπὶ ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα».
9.7.25
αὐτὸς μὲν οὖν τὰ ἀρχικώτατα τῶν νοητῶν θηρίων, λέοντα καὶ δράκοντα, ἀσπίδα τε καὶ βασιλίσκον, αὐτὸν δηλαδὴ τὸν διάβολον καὶ τὰς μετ' αὐτὸν ἀρχοντικὰς καὶ πονηρὰς δυνάμεις καταπατήσειν μεμαρτύρηται.
9.7.26
τοῖς δὲ τὴν ὁμοίαν ἀρετὴν αὐτῷ κεκτημένοις μαθηταῖς καὶ ἀποστόλοις αὐτοῦ «τὴν ἐξουσίαν» αὐτὸς «τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων» δωρεῖται, οὐκ ἐῶν αὐτοὺς πειρασθῆναι ὑπὲρ ὃ δύναιντο. μόνου γὰρ ἦν αὐτοῦ τὸ τὰς χείρους ἐν πονηρίᾳ δυνάμεις καὶ αὐτὸν δὴ τὸν πάντων ἄρχοντα καὶ τύραννον τοῦ αἰῶνος τούτου τῇ ἐνθέῳ αὐτοῦ δυνάμει καθαιρεῖν.
9.8.1
Ἀπὸ τοῦ Ἡσαΐου. «Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Νεφθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν κατοικοῦντες, καὶ πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς λάμψει ἐφ' ὑμᾶς. τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα. διότι ἀφαιρεθήσεται ὁ ζυγὸς ὁ ἐπ' αὐτῶν κείμενος καὶ ἡ ῥάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν κύριος, ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ. ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ, καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγενήθησαν πυρίκαυστοι. ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς καὶ ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος, ἄρχων εἰρήνης, ἐξουσιαστής, θεὸς ἰσχυρός, πατὴρ τοῦ μέλλοντος αἰῶνος.»
9.8.2
Πρὸς ἅπασι τοῖς ἄλλοις ἐπληροῦτο καὶ ταῦτα ἐπὶ τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ θεοῦ, ὅτε κατὰ τὸν θαυμαστὸν εὐαγγελιστὴν «ἀκούσας ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν. καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ, ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος, γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν, ὁ λαὸς ὁ καθήμενος ἐν σκότει φῶς εἶδεν μέγα, καὶ τοῖς κατοικοῦσιν ἐν χώρᾳ καὶ σκιᾷ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἀπὸ τότε» γοῦν «ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν», ὅτι «ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.
9.8.3
παράγων δὲ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν καλούμενον Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς, καὶ λέγει αὐτοῖς, δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.
9.8.4
οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ. καὶ προβὰς ἐκεῖθεν εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν καταρτίζοντας τὰ δίκτυα αὐτῶν, καὶ ἐκάλεσεν αὐτούς· οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.
9.8.5
καὶ περιῆγεν ὁ Ἰησοῦς ὅλην τὴν Γαλιλαίαν, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ. καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, κοικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, δαιμονιζομένους καὶ σεληνιαζομένους καὶ παραλυτικούς, καὶ ἐθεράπευσεν αὐτούς· καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας.»
9.8.6
Ὅλα δὲ ταῦτα ἐκτέθειμαι τῆς προφητείας ἕνεκεν, τῇ Γαλιλαίᾳ μέγα φῶς ἔσεσθαι ἐπαγγελλομένης τῇ τε χώρᾳ Ζαβουλὼν καὶ Νεφθαλείμ, οὐδετέρᾳ τυγχανούσῃ τῆς Γαλιλαίας τῶν ἐθνῶν. διὰ τί δὲ ἐπὶ τῆς Γαλιλαίας τῶν ἐθνῶν τὰς πλείστα ἐποιήσατο διατριβὰς ἢ τῆς ἁπάντων τῶν ἐθνῶν κλήσεως προοίμια καταβαλλόμενος; ἐντεῦθεν γοῦν ὁρμωμένους τοὺς αὐτοῦ μαθητὰς ἀνακέκλητο.
9.8.7
διὸ μετὰ βραχέα τοῦ εὐαγγελίου εὑρήσεις ἀπὸ τῆς Γαλιλαίας τὸν Ματθαῖον κεκλημένον, καὶ ἐν ἑτέρῳ δὲ πάλιν τὸν Λευίν. καὶ ὁ Φίλιππος δὲ κατὰ τὸν Ἰωάννην «ἀπὸ Βηθσαϊδᾶ» ὡρμᾶτο «ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου»· καὶ αὕτη δὲ τῆς Γαλιλαίας ἦν. ἀλλὰ καὶ παρ' αὐτῷ τῷ εὐαγγελιστῇ «γάμος ἐγένετο ἐν Κανᾷ τῆς Γαλιλαίας», ἔνθα παραδόξως ὁ κύριος τὸν ἐξ ὕδατος οἶνον μετασκευάσας «ἀρχὴν» αὐτόθι «τῶν σημείων» ἐποιήσατο, ὅτε «καὶ ἐφανέρωσεν τὴν δόξαν αὐτοῦ, καὶ ἐπίστευσαν οἱ μαθηταί».
9.8.8
θέα δὲ εἰ μὴ αὐτὸ τοῦτο πρῶτον τοῦ σωτῆρος ἡμῶν θαῦμα ἐν Κανᾷ τῆς Γαλιλαίας γενόμενον ἐπὶ τῆς τοῦ οἴνου μεταβολῆς θεσπίζων ἐν ἀρχῇ τῆς προφητείας παρίστησιν ὁ παρὼν λόγος, φάσκων· «τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, Γαλιλαία τῶν ἐθνῶν».
9.8.9
εἰ δὲ σύμβολον ἦν τὸ παράδοξον μυστικωτέρου κράματος, μεταβληθέντος ἐκ τῆς σωματικωτέρας ἐπὶ τὴν νοερὰν καὶ πνευματικὴν εὐφροσύνην τοῦ πιστικοῦ τῆς καινῆς διαθήκης κράματος, ὅρα μήποτε καὶ τοῦτο τοῖς περὶ τῆς Γαλιλαίας δηλουμένοις ἀκολούθως ᾐνίττετο, θεσπίζων ὡς ἄρα μελλήσουσιν ἐπὶ τῇ Χριστοῦ παρουσίᾳ πρώτιστοι πάντων οἱ τὴν Ζαβουλὼν καὶ Νεφθαλεὶμ οἰκοῦντες, ἀλλ' οὐχ οἱ τὴν Ἰουδαίαν καὶ τὴν Ἱερουσαλήμ, τοῦ πόματος τοῦ εὐαγγελικοῦ κηρύγματος μεταλήψεσθαι.
9.8.10
Αἰτίαν δὲ τούτοις τῆς εὐφροσύνης φησὶ γενέσθαι τὴν τοῦ μεγάλου φωτὸς ἔκλαμψιν, οἳ πρὸ τῆς παρουσίας ἐν σκότει καθεζόμενοι «ἐν χώρᾳ καὶ σκιᾷ θανάτου» διῆγον· ἀνατεταλκότος δὲ αὐτοῖς τοῦ σωτηρίου φωτός, τοῦτον «εὐφρανθήσονται» τὸν τρόπον, ὡς «οἱ εὐφραινόμενοι ἐν ἀμητῷ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα».
9.8.11
καὶ ταῦτα δὲ ἔργῳ ἐπληροῦτο, ὅτε τοὺς ἀποστόλους ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀπὸ τῆς Γαλιλαίας προσκαλεσάμενος, τὰ παράδοξα τῶν ἔργων καὶ τὴν διδασκαλίαν αὐτοῖς ἐπεδείκνυτο.
9.8.12
εὐφρανθήσεσθαι δὲ αὐτοὺς ἐναντίον αὐτοῦ ἡ προφητεία θεσπίζει δίκην τῶν εὐφραινομένων «ἐν ἀμητῷ». ποίῳ δὲ τούτῳ ἢ περὶ οὗ διδάσκων αὐτὸς ἔλεγεν· «ἐπάρατε τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τὰς χώρας, ὅτι λευκαί εἰσι πρὸς θερισμὸν ἤδη». ἐδήλου δὲ διὰ τούτων τὴν τῶν ἐθνῶν ἐπισυναγωγήν. περὶ τῶν αὐτῶν δὲ εἴρηται ὅτι «εὐφρανθήσονται ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα».
9.8.13
διελόμενοι γοῦν εἰς ἀλλήλους τὰς χώρας τῶν ἐθνῶν καὶ τὴν ὑφ' ἥλιον πᾶσαν οἱ τοῦ σωτῆρος ἡμῶν μαθηταί τε καὶ εὐαγγελισταὶ μυρίους ὅσους ἐσκύλευσαν ἄρχοντας τοῦ αἰῶνος τούτου τοὺς πρότερον τῶν ἐθνῶν κρατοῦντας. οὐ μὴν ἀλλὰ καὶ ἄλλο αἴτιον τοῦ εὐφρανθήσεσθαι αὐτούς φησιν, τὸ ἦρθαι ἀπ' αὐτῶν τὸν σωματικὸν τοῦ νόμου ζυγὸν τὸν πάλαι πρότερον ἐπικείμενον αὐτοῖς, ὃν οὔτε αὐτοὶ οὔτε οἱ πατέρες αὐτῶν ἠδυνήθησαν βαστάσαι.
9.8.14
οὐ μόνον δὲ ὁ ζυγὸς ἀφῄρηται αὐτῶν, ἀλλὰ καὶ ἡ ῥάβδος τῶν ἀπαιτούντων, ἡ πρότερον «ἐπὶ τοῦ τραχήλου αὐτῶν» ἐπικειμένη. δηλοῖ δὲ τοὺς ἀπαιτοῦντας, ἐν ἑτέρῳ λέγων· «λαός μου, οἱ πράκτορες ὑμῶν καλαμῶνται ὑμᾶς, καὶ οἱ ἀπαιτοῦντες κυριεύουσιν ὑμῶν».
9.8.15
ἀλλ' οὗτοι μὲν οἱ ἀπὸ τῆς Ζαβουλὼν καὶ Νεφθαλεὶμ τὸ μέγα φῶς τεθεαμένοι εὐφρανθήσονται διὰ τὰ προειρημένα, οἱ δὲ πάλαι ἀπαιτοῦντες αὐτοὺς ἐκπραχθήσονται μέχρι κοδράντου ἐσχάτου, «πᾶσάν» τε «στολὴν» καὶ πᾶν «ἱμάτιον» ἀποτίσαντες «πυρίκαυστοι» γενήσονται ἐν τῷ τῆς ἐκπράξεως καιρῷ.
9.8.16
καὶ ταῦτά γε πάντα φησὶν πείσεσθαι, διότι «παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν», ὁ τῆς «μεγάλης βουλῆς ἄγγελος». τίσιν δὲ «ἡμῖν» ἢ τοῖς εἰς αὐτὸν πεπιστευκόσι, καὶ πάσῃ δηλαδὴ τῇ Γαλιλαίᾳ τῶν ἐθνῶν, οἷς τὸ μέγα φῶς ἀνατέταλκεν; τί δὲ ἦν τοῦτο ἀλλ' ἢ τὸ γεγεννημένον παιδίον καὶ ὁ παρὰ τοῦ θεοῦ δοθεὶς «υἱός», «μεγάλης βουλῆς ἄγγελος», καὶ «ἄρχων εἰρήνης», καὶ «ἐξουσιαστής», καὶ «θεὸς ἰσχυρός», καὶ «πατὴρ τοῦ μέλλοντος αἰῶνος» ὠνομασμένος; ταῦτα δὲ ἤδη φθάσαντες ἐπὶ μόνον ἀναφέρεσθαι τὸν σωτῆρα καὶ κύριον ἡμῶν κατὰ τὸν οἰκεῖον καιρὸν προαπεδείξαμεν.
9.9.1
Ἀπὸ Ψαλμοῦ ξζʹ. «Ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός, αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ· προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων, ἐν μέσῳ νεανίδων τυμπανιστριῶν. ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ. ἐκεῖ Βενιαμὶν νεώτερος ἐν ἐκστάσει, ἄρχοντες Ἰούδα ἡγεμόνες αὐτῶν, ἄρχοντες Ζαβουλών, ἄρχοντες Νεφθαλείμ.»
9.9.2
Κἀνταῦθα τοὺς δηλουμένους ἄρχοντας Νεφθαλεὶμ οὐκ ἄλλους ἡγοῦμαι τῶν ἀποστόλων τυγχάνειν. ἐνθένδε γὰρ αὐτοὺς ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἀναλέλεκται κατὰ τὴν Ματθαίου παράθεσιν. τὴν εἰς ἀνθρώπους δὲ πορείαν καὶ τὴν ἔνσαρκον ἐπιδημίαν τοῦ θεοῦ λόγου θεσπίζουσα ἡ γραφή φησιν· «ἐθεωρήθησαν αἱ πορεῖαί σου, ὁ θεός», καὶ τὰ ἑξῆς.
9.9.3
ταύτης δὲ τῆς ἐπιφανείας ὡσανεὶ πρόδρομοι γεγονότες οἱ πάλαι θεοφιλεῖς προφῆται, διὰ ψαλτηρίου καὶ χορῶν καὶ παντοίων πνευματικῶν ὀργάνων κηρύττοντες καὶ ἀνυμνοῦντες «προέφθασαν» «ἐν μέσῳ νεανίδων τυμπανιστριῶν».
9.9.4
πάντως γάρ που τῶν ἐκ περιτομῆς συναγωγῶν εἰς μέσον παριόντες οἱ θεῖοι προφῆται τὴν τοῦ Χριστοῦ προκατήγγελλον ἄφιξιν, οἱ δ' αὐτοὶ τῷ θείῳ πνεύματι τοῖς τοῦ σωτῆρος ἡμῶν ἀποστόλοις προσεφώνουν λέγοντες· «ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεὸν κύριον ἐκ πηγῶν Ἰσραήλ». πηγαὶ δὲ Ἰσραὴλ οἱ λόγοι ἂν εἶεν οἱ τῷ Ἰσραὴλ παραδεδομένοι. «πρῶτοι γὰρ ἐπιστεύθησαν τὰ λόγια τοῦ θεοῦ», ὅθεν ἀντλοῦντας καὶ ἡμᾶς ἀρδεύειν δεήσει τὰς ἐκκλησίας τοῦ Χριστοῦ.
9.9.5
νεάνιδας δὲ καὶ τυμπανιστρίας τὰς πάλαι σωματικώτερον κατὰ τὸν Μωσέως νόμον βιούσας ψυχὰς ᾐνίξατο, διὰ μὲν τὸ νεώτερον καὶ ἀτελὲς τοῦ φρονήματος νεάνιδας, διὰ δὲ τὸ περὶ σωματικὴν κατατρίβεσθαι θρησκείαν τυμπανιστρίας αὐτὰς ἀποκαλέσας.
9.10.1
Ἀπὸ τοῦ Ἡσαΐου. «Πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως.»
9.10.2
Καὶ ταύτην αὐτὸς ὁ κύριος ἡμῶν τὴν πρόρρησιν εἰς ἑαυτὸν ὁμολογεῖ πεπληρῶσθαι, ὅτε ἐλθὼν «εἰς τὴν Ναζαρέτ, οὗ ἦν ἀνατεθραμμένος, εἰσῆλθεν κατὰ τὸ εἰωθὸς αὐτῷ ἐν τῇ ἡμέρᾳ τῶν σαββάτων εἰς τὴν συναγωγήν», ἀναστάντι δὲ αὐτῷ ἐπεδόθη Ἡσαΐας ὁ προφήτης, οὗ καὶ ἀναπτύξας τὴν βίβλον, ἀνέγνω τὸ ἐγγεγραμμένον, «πνεῦμα κυρίου ἐπ' ἐμέ, οὗ εἵνεκεν ἔχρισέν με εὐαγγελίσασθαι πτωχοῖς, ἀπέσταλκέν με κηρύξαι αἰχμαλώτοις ἄφεσιν καὶ τυφλοῖς ἀνάβλεψιν, ἀποστεῖλαι τεθραυσμένους ἐν ἀφέσει, καλέσαι ἐνιαυτὸν κυρίου δεκτόν.
9.10.3
καὶ πτύξας τὸ βιβλίον ἀποδοὺς τῷ ὑπηρέτῃ ἐκάθισεν· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ. ἤρξατο δὲ λέγειν πρὸς αὐτούς, ὅτι σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν».
9.10.4
ὁ μὲν οὖν σωτὴρ καὶ κύριος ἡμῶν διὰ ταύτης φαίνεται σαφῶς τῆς γραφῆς, διαφερόντως καὶ κρειττόνως παρὰ τοὺς πάλαι σωματικώτερον χριομένους ἱερέας, οὐκ ἐλαίῳ σκευαστῷ οὐδὲ ὑπὸ ἀνθρώπων ὁμοίως τοῖς ἄλλοις ἀλλ' ἐνθέῳ πνεύματι αὐτοῦ δὴ τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ κεχρισμένος, παρ' οὗ καὶ τῆς ἀγενήτου θεότητος μετασχὼν θεὸς καὶ κύριος πρὸς τῶν ἱερῶν ἀνηγόρευται γραφῶν.
9.10.5
ἀκολούθως δὲ τῇ μετὰ χεῖρας προφητείᾳ πτωχοῖς εὐαγγελιζόμενος εἰσάγεται παρὰ τῷ Ματθαίῳ, ὅτε «ἰδὼν τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος· καὶ καθίσαντος αὐτοῦ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐδίδασκεν αὐτοὺς λέγων· μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν».
9.10.6
καὶ τυφλοῖς δὲ ἀνάβλεψιν παρεσχημένος οὐκ ὀλίγοις ἀναγέγραπται· οὐ μόνον γὰρ τοῖς τὰς ὄψεις τοῦ σώματος ἠφανισμένοις τὸ βλέπειν ἐδωρεῖτο, ἀλλά γε καὶ τοῖς πρότερον τυφλώττουσιν αἴτιος τῆς κατὰ νοῦν θεωρίας καὶ τῆς ἐπιγνώσεως τοῦ τῶν ὅλων θεοῦ γέγονεν.
9.10.7
καὶ ἄλλοις δὲ τοῖς οὖσι δεσμίοις καὶ ἀπηγμένοις αἰχμαλώτοις ὑπὸ τῆς ἀοράτου καὶ δαιμονικῆς δυνάμεως κακῶν τε σειραῖς πεπεδημένοις ἐλευθερίαν καὶ ἄνεσιν τῶν συνεχόντων ἐκήρυττεν, εἰ καὶ αὐτοὶ τῷ κηρύγματι πιστεύσαντες οἷα λυτρωτῇ καὶ σωτῆρι προσδράμοιεν αὐτῷ καὶ τοῖς αὐτοῦ πεισθεῖεν παραγγέλμασιν. καὶ τὰ λοιπὰ δὲ τοῦ λογίου κατὰ καιρὸν ἐν τοῖς περὶ τῶν ἐπαγγελιῶν ἐξετασθήσεται.
9.11.1
Ἀπὸ τοῦ Δευτερονομίου. «Προφήτην ἐκ τῶν ἀδελφῶν σου ἀναστήσει σοι κύριος ὁ θεός σου, ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε. κατὰ πάντα ὅσα ᾐτήσω παρὰ κυρίου τοῦ θεοῦ σου ἐν Χωρὴβ τῇ ἡμέρᾳ τῆς ἐκκλησίας λέγοντες, οὐ προσθήσομεν ἀκοῦσαι τῆς φωνῆς κυρίου τοῦ θεοῦ ἡμῶν, καὶ τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, οὐδὲ μὴ ἀποθάνωμεν· καὶ εἶπεν κύριος πρός με, ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἐκ τῶν ἀδελφῶν αὐτῶν ἀναστήσω αὐτοῖς ὥσπερ σέ, καὶ δώσω τὸ ῥῆμά μου εἰς τὸ στόμα αὐτοῦ, καὶ λαλήσει αὐτοῖς καθ' ὅ τι ἂν ἐντείλωμαι αὐτῷ, καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐπὶ τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ.»
9.11.2
Ἐπίστησον, ὅτι μηδεὶς παρ' Ἑβραίοις Μωσεῖ παραπλήσιος προφήτης ἐγήγερται, τουτέστιν νομοθέτης καὶ εὐσεβείας ἀνθρώποις εἰσηγητὴς ἢ μόνος ὁ ἡμέτερος σωτὴρ ὁ Χριστὸς τοῦ θεοῦ. πρὸς γοῦν τῷ τέλει τοῦ Δευτερονομίου λέγεται· «οὐκ ἀνέστη ἔτι προφήτης ἐν Ἰσραὴλ ὡς Μωσῆς»· καὶ μὴν μυρίοι προφῆται μετὰ τοῦτον γεγόνασιν, ἀλλ' οὐχ ὡς αὐτός.
9.11.3
ὅλον δὲ τοῦτο ἡ τοῦ θεοῦ ὑπόσχεσις ἐπαγγέλλεται, ἕνα τινὰ οὐχὶ δὲ πολλοὺς καὶ ὅμοιον ἀναστήσειν αὐτῷ. δηλοῖ δὲ τοῦτον νομοθέτην καὶ εὐσεβείας ἀνθρώπων διδάσκαλον, οἷος μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς Χριστός, καὶ οὐδὲ ἄλλος ἀναδέδεικται νομοθέτης ὁμοῦ καὶ προφήτης τοῦ τῶν ὅλων θεοῦ καὶ πατρὸς αὐτοῦ γενόμενος.
9.11.4
ἀλλ' ὁ μὲν ἔθνους ἑνὸς ὁ Μωσῆς ἡγήσατο, καὶ κατάλληλα δὲ τούτῳ μόνῳ οὐχὶ δὲ καὶ ἄλλοις ἔθνεσιν νομοθετῶν ἀποδέδεικται· ὁ δέ γε Χριστὸς τοῦ θεοῦ, λαβὼν ἐπαγγελίαν παρὰ τοῦ πατρὸς τὴν «αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου», ὡς ἂν μὴ μόνον Ἰουδαίοις ἀλλὰ καὶ τῷ παντὶ τῶν ἀνθρώπων γένει καινὸς νομοθέτης εὐσεβείας ὑπὸ τοῦ πατρὸς καταστῆναι, τῇ πάντων τῶν ἐθνῶν κλήσει δυνατὴν καὶ ἁρμόδιον προβέβληται νομοθεσίαν.
9.11.5
θειοτέρᾳ γοῦν ἢ κατὰ Μωσέα δυνάμει κατὰ παντὸς τοῦ κόσμου τοὺς ἱεροὺς αὐτοῦ νόμους διὰ τῶν εὐαγγελιστῶν αὐτοῦ διετάξατο, μείζονι ἢ κατὰ ἄνθρωπον ἐξουσίᾳ νομοθετήσας, εἰπὼν ὅτι «ἠκούσατε ὅτι ἐρρέθη τοῖς ἀρχαίοις, οὐ φονεύσεις» «ἐγὼ δὲ λέγω ὑμῖν» μηδὲ ὀργίζεσθαι «εἰκῆ», καὶ τὰ τούτοις ἀκόλουθα, ὅσα δὴ ἐν ταῖς ἀναγράπτοις αὐτοῦ διδασκαλίαις ἐμφέρεται, ἐφ' οἷς μαρτυρεῖ λέγων ὁ εὐαγγελιστὴς ὅτι «ἐξεπλήττοντο» πάντες «ἐπὶ τῇ διδαχῇ αὐτοῦ· ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων, καὶ οὐχ ὡς οἱ γραμματεῖς αὐτῶν».
9.11.6
Τὸν δὲ τρόπον τῆς τοῦ σωτῆρος ἡμῶν διδασκαλίας τε καὶ νομοθεσίας ἐν ἀρχαῖς τῆς παρούσης ὑποθέσεως διελθόντες, ὅτε τὸν χριστιανισμὸν ὅ τι ποτέ ἐστιν εἰς φανερὸν ἤγομεν, ἐπ' ἐκεῖνα καὶ νῦν τοὺς ἐντυγχάνοντας παραπέμψομεν. ἐπιστῆσαι δὲ τῷ λόγῳ ἄξιον, δι' ὃν ὁ κύριος ὑπισχνεῖται προφήτην ἀναστήσειν αὐτοῖς·
9.11.7
ἐπειδὴ γὰρ κεκελεύκει μὲν αὐτὸς τῷ Μωσεῖ ἁγνίσαι τὸν πάντα λαὸν ἐφ' ἡμέραις τρισίν, ὡς ἂν γένοιντο θεαταὶ ὁμοῦ καὶ ἀκροαταὶ τῆς ἐνθέου ἐπιφανείας, οἱ δὲ ἐξησθένησαν πρὸς τὴν τοῦ θεοῦ χάριν, δι' ὃ ἐν ἀρχῇ γενόμενοι τῆς θεωρίας παρῃτοῦντο, λέγοντες τῷ Μωσεῖ «σὺ λάλει πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ θεός, ἵνα μὴ ἀποθάνωμεν»· εἰκότως διὰ ταῦτα ἀποδέχεται μὲν αὐτοὺς ὁ κύριος τῆς εὐλαβείας, φησὶν δέ· «ὀρθῶς πάντα ὅσα ἐλάλησαν, προφήτην ἀναστήσω αὐτοῖς ἐκ μέσου τῶν ἀδελφῶν αὐτῶν, ὥσπερ σέ».
9.11.8
οὐκοῦν καὶ τὸ αἴτιον ἐδίδαξεν τοῦ δίκην προφήτου μέλλειν αὐτὸν τὴν εἰς ἀνθρώπους ἐπιφάνειαν ποιεῖσθαι· τοῦτο δ' ἦν ἀσθένεια ἀνθρώπων καὶ τῆς κρείττονος θεωρίας παραίτησις.
9.11.9
ἔχεις τοιγαροῦν καὶ τὴν αἰτίαν τῆς ἐνανθρωπήσεως τοῦ θεσπιζομένου προφήτου. εἰκότως οὖν προσδοκῶντες αὐτὸν οἱ ἐκ περιτομῆς ἐπυνθάνοντο τοῦ βαπτιστοῦ Ἰωάννου καὶ ἔλεγον· «ὁ προφήτης εἶ σύ;» ὁ δὲ ἔφη «οὔ». ἀλλ' ὁ Ἰωάννης τἀληθὲς ὁμολογῶν οὐ τὸ προφήτης εἶναι ἠρνήσατο, ἦν γάρ, ἀλλὰ τὸ αὐτὸς εἶναι ὁ προφήτης ὁ πρὸς τοῦ Μωσέως δεδηλωμένος, ὅτι δὲ ἀπεσταλμένος εἴη ἔμπροσθεν τοῦ προφήτου ἐκείνου ἐδίδασκεν.
9.11.10
καὶ ἐπειδήπερ ὁ λόγος αὐτοῖς δὴ τοῖς ἐκ περιτομῆς ἀναστήσεσθαι τὸν προφήτην ἐθέσπιζεν, εἰκότως ὁ σωτὴρ καὶ κύριος ἡμῶν, ἅτε δὴ αὐτὸς ὢν ὁ προκεκηρυγμένος, «οὐκ ἦλθον», φησίν, «εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ». τοῖς δὲ ἀποστόλοις αὐτοῦ παρῄνει λέγων· «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε, πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»,
9.11.11
σαφῶς διδάσκων, ὅτι δὴ αὐτοῖς προηγουμένως ἀπέσταλτο τῇ προφητείᾳ ἀκολούθως. ἐπειδὴ δὲ οὐκ ἐδέξαντο τὴν χάριν, ἀπελέγχει μὲν αὐτούς, ἐν ἑτέροις λέγων· «διότι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων;» φησὶν δὲ πρὸς αὐτοὺς· «ἀρθήσεται ἀφ' ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς».
9.11.12
καὶ τοῖς γε αὐτοῦ μαθηταῖς μετὰ τὴν ἐκείνων παραίτησιν προστάττει· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου». οὕτω δῆτα ἡμεῖς μέν, τὰ ἔθνη, τὸν προαναφωνηθέντα καὶ πρὸς τοῦ πατρὸς ἀπεσταλμένον προφήτην, ἅτε νομοθέτην ἅπασι γενόμενον ἀνθρώποις τῆς εἰς τὸν τῶν ὅλων θεὸν εὐσεβείας, διὰ τῆς σωτηρίου καὶ εὐαγγελικῆς διδασκαλίας ἔγνωμεν καὶ κατεδεξάμεθα, πληρουμένης κατὰ τὸ αὐτὸ καὶ ἑτέρας προρρήσεως, δι' ἧς εἴρηται· «κατάστησον, κύριε, νομοθέτην αὐτοῖς, γνώτωσαν ἔθνη ὅτι ἄνθρωποί εἰσιν».
9.11.13
τὸ δὲ Ἰουδαίων ἔθνος, μὴ παραδεξάμενον τὸν προφητευόμενον, δίκην ἔτισεν τὴν ἀξίαν κατὰ τὴν θείαν πρόρρησιν φήσασαν· «καὶ ὁ ἄνθρωπος ὃς ἐὰν μὴ ἀκούσῃ πάντα ὅσα ἐὰν λαλήσῃ ὁ προφήτης ἐν τῷ ὀνόματί μου, ἐγὼ ἐκδικήσω ἐξ αὐτοῦ».
9.11.14
ἐκδεδίκηται γοῦν ἐκ τοῦ λαοῦ ἐκείνου «πᾶν αἷμα» ἐκχυθὲν «ἐπὶ τῆς γῆς ἀπὸ αἵματος Ἄβελ» «ἕως αἵματος Ζαχαρίου», καὶ αὐτοῦ γε ἐπὶ πᾶσι τοῦ Χριστοῦ, οὗ τὸ αἷμα καθ' ἑαυτῶν ἐξαιτησάμενοι καὶ κατὰ τῶν ἰδίων παίδων, εἰσέτι νῦν τῆς τολμηθείσης αὐτοῖς ἀσεβείας τὴν τιμωρίαν ὑπέχουσιν.
9.12.1
Ἀπὸ τοῦ Ἰώβ. «Ὁ λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει, ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ἐπὶ θαλάσσης ὡς ἐπὶ ἐδάφους.»
9.12.2
Καὶ ταῦτα μόνῳ τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν, ὡς ἂν θεοῦ λόγῳ δημιουργῷ τῶν ὅλων τυγχάνοντι, ἁρμόζοι ἄν· μόνος γοῦν τῶν πώποτε κατὰ τοὺς τῆς ἐνανθρωπήσεως χρόνους, σῶμα καὶ σχῆμα ἀνθρώπινον ἀναλαβών, ἐπὶ τῆς θαλάσσης περιπατῆσαι λέγεται, ὅτι τοὺς ἑαυτοῦ «μαθητὰς ἠνάγκασεν ἐμβῆναι εἰς πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ αὐτὸς ἀπολύσῃ τοὺς ὄχλους. καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ' ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. τὸ δὲ πλοῖον ἤδη ἦν ἐν μέσῳ τῆς θαλάσσης». «ἰδόντες» δὲ «αὐτὸν ἐπὶ τῆς θαλάσσης ἐταράχθησαν, λέγοντες ὅτι φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. εὐθέως δὲ ἐλάλησεν αὐτοῖς λέγων, θαρσεῖτε, ἐγώ εἰμι, μὴ φοβεῖσθε».
9.12.3
ἄλλως δὲ οὐκ ἂν γένοιτο ἀξιοπρεπῆ θεολογίαν δοκεῖν περιέχειν, εἰ ἐπὶ τοῦ ἀνωτάτω θεοῦ καὶ πατρὸς τῶν ὅλων ἐκλαμβάνοι τις τὸ λόγιον.
9.12.4
τί γὰρ ἔχει σεμνὸν καὶ ἀξιόλογον ἐπὶ τοῦ θεοῦ τῶν ὅλων περιπατεῖν λέγεσθαι ἐπὶ τῆς θαλάσσης; πῶς δὲ καὶ νοηθείη ἂν περίπατος ἐπὶ τῆς θαλάσσης τοῦ τὰ πάντα περιέχοντος καὶ τὸν οὐρανὸν καὶ τὴν γῆν πληροῦντος καὶ μονονουχὶ λέγοντος· «ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου» καὶ «τὸν οὐρανὸν καὶ τὴν γῆν ἐγὼ πληρῶ, λέγει κύριος»; ὁ δέ γε σωτὴρ καὶ κύριος ἡμῶν «ἑαυτὸν κενώσας καὶ μορφὴν δούλου λαβὼν καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος» δεῖγμα τῆς λανθανούσης τοὺς πολλοὺς ἐνθέου δυνάμεως αὐτοῦ παρέχων ὁρᾶν τοῖς ἑαυτοῦ μαθηταῖς, καὶ τοῖς θαλαττίοις ἐπιβαίνων κύμασιν καὶ τῷ κλύδωνι καὶ τοῖς ἀνέμοις ἐπιτιμῶν ἀναγέγραπται, ὅτε καὶ οἱ ὁρῶντες ἐξεπλήττοντο λέγοντες· «ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;» ἦν δὲ καὶ τοῦτο ἄλλου τινὸς μείζονος σύμβολον, νοουμένης ἑτέρας θαλάσσης, ἐν ᾗ λέγεται δράκων τις εἶναι «πεποιημένος ἐγκαταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων» τοῦ θεοῦ, ἐφ' ἣν καὶ αὐτὴν ὁ σωτὴρ καὶ κύριος ἡμῶν ἐμπεριπατήσας, τὴν κεφαλὴν τοῦ αὐτόθι δράκοντος καὶ τῶν λοιπῶν τῶν ὑποβεβηκότων δρακόντων λέγεται συντετριφέναι κατὰ τὸ «σὺ συνέθλασας τὰς κεφαλὰς τῶν δρακόντων ἐπὶ τοῦ ὕδατος», καὶ «σὺ συνέθλασας τὰς κεφαλὰς τοῦ δράκοντος», σαφῶς ἑτέρας νοουμένης θαλάσσης, περὶ ἧς αὐτὸς πάλιν ἐν ψαλμῷ φησιν· «ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης»,
9.12.5
καὶ πρὸς τὸν Ἰώβ, τὰ περὶ ἑαυτοῦ διεξιών, «ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου, πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν;» εἰκότως οὖν κἀν τῷ καθ' ἡμᾶς βίῳ ἐπιβὰς τῇ θαλάττῃ, καὶ τοῖς ἀνέμοις ἐπιτιμήσας καὶ τῷ κλύδωνι, τὰ σύμβολα τῶν ἀπορρητοτέρων ἐπιτελεῖ.
9.13.1
Ἀπὸ τοῦ Ἡσαΐου. «Ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόναταπαραλελυμένα· παρακαλέσατε, οἱ ὀλιγόψυχοι τῇ διανοίᾳ· ἰσχύσατε, μὴ φοβεῖσθε· ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς. τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν, καὶ ὦτα κωφῶν ἀκούσονται, τότε ἁλεῖται ὡς ἔλαφος ὁ χωλός, καὶ τρανὴ ἔσται γλῶσσα μογιλάλων.»
9.13.2
Καὶ τούτων ἔχεις ἐν τοῖς εὐαγγελίοις τὰ ἀποτελέσματα, τοῦτο μὲν ὁπηνίκα τῷ σωτῆρι καὶ κυρίῳ ἡμῶν προσέφερον «παραλυτικὸν ἐπὶ κλίνης βεβλημένον», ὃν καὶ ὑγιῆ λόγῳ κατεστήσατο, τοῦτο δὲ ὅτε μυρίοι τυφλοὶ καὶ δαιμονιῶντες, ἔτι μὴν διαφόροις νόσοις καὶ μαλακίαις καταπονούμενοι, πρὸς τῆς αὐτοῦ σωτηρίου δυνάμεως τῶν παθῶν ἀπηλλάττοντο·
9.13.3
οὐ μὴν ἀλλὰ καὶ δι' ὧν εἰσέτι νῦν καθ' ὅλης τῆς οἰκουμένης μυρία πλήθη, πολυτρόποις κακίας εἴδεσιν δεδεμένα ἀγνωσίας τε τοῦ ἐπὶ πάντων θεοῦ τὰς ψυχὰς πεπληρωμένα, θαυμασίως καὶ ὑπὲρ πάντα λόγον τοῖς τῆς διδασκαλίας αὐτοῦ φαρμάκοις ἰᾶται καὶ θεραπεύει. πλὴν ὅτι καὶ θεὸς ἐν τούτοις ἀνηγόρευται, κατὰ καιρὸν ὡς ἂν τοιαῦτα ἐνεργῶν, ἤδη πρότερον ἡμῖν ἐν ταῖς περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαις ἀποδέδεικται.
9.13.4
καὶ ἔπρεπέν γε νῦν γοῦν εἰ καὶ ἄλλοτε θεὸν αὐτὸν ὁμολογεῖσθαι, ὅτε καὶ ἔργα θείας καὶ ὡς ἀληθῶς ἐνθέου δυνάμεως ἐπεδείκνυτο· θεοῦ γὰρ μόνου ἦν καὶ οὐδὲ ἄλλου ῥωννύναι μὲν παρειμένους, ζωογονεῖν δὲ νεκρούς, σωτηρίαν τε ἀσθενοῦσιν παρέχειν, ἀνοίγειν τε ὀφθαλμοὺς τυφλῶν καὶ κωφῶν ὡσαύτως ἀκοὰς ἰᾶσθαι, χωλούς τε ἀνορθοῦν, καὶ τοὺς τὴν γλῶτταν δεδεμένους εὐλάλους ἀποκαθιστᾶν, ἅπερ ἅπαντα ὑπὸ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πέπρακται οἷα ὑπὸ θεοῦ, καὶ μεμαρτύρηταί γε ὑπὸ πλειόνων τῶν καθ' ὅλης τῆς οἰκουμένης κηρυξάντων αὐτόν.
9.13.5
ὧν τὸ ἄπλαστον καὶ ἀληθὲς τῆς μαρτυρίας πιστοῦται ἡ διὰ βασάνων πεῖρα καὶ ἡ μέχρι θανάτου ἔνστασις, ἣν ἐπὶ βασιλέων ἀρχόντων τε καὶ ἡγεμόνων καὶ ὅλων ἐθνῶν ἐνεδείξαντο, τοῖς ὑπ' αὐτῶν κηρυττομένοις ἀλήθειαν ἐπιμαρτυρήσαντες.
9.13.6
τούτοις δὲ αὐτοῖς ἡγοῦμαι, τοῖς εὐαγγελισταῖς αὐτοῦ καὶ ἀποστόλοις, ἐπιφωνεῖν τὸ πνεῦμα τὸ προφητικὸν τὰ ἀπὸ τοῦ «ἰσχύσατε, χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα». ἐπεὶ γὰρ τὰς χεῖρας καὶ τὰς πρακτικὰς δυνάμεις οὗτοι τάς τε βάσεις καὶ τὴν πορείαν ἀπὸ τῆς μακρᾶς περιόδου τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας παρείθησαν, διεγείρων αὐτοὺς ἐπὶ τὴν κατὰ τὸ εὐαγγέλιον πολιτείαν, «ἰσχύσατε», φησίν, «χεῖρες ἀνειμέναι καὶ γόνατα παραλελυμένα», εἰς ἑτοιμασίαν δηλαδὴ τοῦ κατὰ τὸ εὐαγγέλιον δρόμου.
9.13.7
«ἰσχύσατε» δὲ καὶ εἰς τὸ παρακαλεῖν ἑτέρους καὶ παρορμᾶν ἔχεσθαι τῆς εὐαγγελικῆς σωτηρίας, ὑμεῖς οἱ τὸ πρὶν «ὀλιγόψυχοι», καὶ μή τις ὑμᾶς αἱρείτω φόβος τῶν ἔξωθεν ἀνθισταμένων τῷ εὐαγγελικῷ κηρύγματι, ἀλλὰ καὶ πρὸς τούτους «ἰσχύσατε» καὶ μὴ «φοβεῖσθε».
9.13.8
θεὸς γὰρ ἦν καὶ θεοῦ λόγος ἀλλ' οὐ Μωσεῖ τις παραπλήσιος οὐδέ τις τοῖς προφήταις ὅμοιος, οὐ μόνον τῶν παραδόξων ποιητὴς θαυμάτων, ἀλλὰ καὶ ὑμῖν αὐτοῖς τῆς ἰσχύος γεγονὼς αἴτιος.
9.13.9
Πίστις δ' ἂν γένοιτο ἐναργεστάτη τῆς τοῦ προφητευομένου σωτῆρος ἡμῶν ἐνθέου δυνάμεως, δι' ἧς ἀληθῶς χωλοὺς καὶ τυφλοὺς καὶ λεπροὺς καὶ παρειμένους ἰάσατό ποτε λόγῳ κατὰ τὰς περὶ αὐτοῦ γραφάς, ἡ καὶ εἰσέτι νῦν ἐνεργουμένη πρὸς τῆς αὐτοῦ θεότητος καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀρετή, δι' ἧς αὐτοῖς ἔργοις ὁποῖός τις ἦν καὶ τότε τοῖς οἵοις τε συνορᾶν ἐπιδείκνυται, ὅτε καὶ ἐπὶ τοσούτοις μετὰ ταῦτα χρόνοις διαρκὴς καὶ ἀνίκητος καὶ ὡς ἀληθῶς θεοῦ λόγος ὁ πρὸς αὐτοῦ καταγγελθεὶς ἀποδείκνυται, πάντας ὑπερβαλλόμενος τοὺς ἀρχῆθεν καὶ μέχρι τοῦ νῦν τὴν διδασκαλίαν αὐτοῦ πολεμεῖν παρεσκευασμένους, ἐξ ἁπάσης τε τῆς οἰκουμένης ὑπαγόμενος ἑαυτῷ μυρία πλήθη, καὶ πάσης μὲν ἁμαρτίας καὶ τῶν κατὰ ψυχὴν παθῶν τε καὶ νοσημάτων τοὺς αὐτῷ προσιόντας ἀπαλλάσσων, ἐπὶ δὲ τὴν εὐσεβῆ διδασκαλίαν αὐτοῦ πᾶν γένος Ἑλλήνων καὶ βαρβάρων προσκαλούμενος, μυρίους τε ὅσους προσάγων ἐπὶ τὴν τοῦ μόνου καὶ ἀληθοῦς θεοῦ γνῶσιν ἐπί τε τὸν ὑγιῆ καὶ σώφρονα βίον, ὃς δὴ καὶ πρέπων εἴη ἂν ἐπαγγελίᾳ θρησκείας τοῦ ἐπὶ πάντων θεοῦ.
9.13.10
Οὗτος δὲ αὐτὸς ὁ θεὸς ἡμῶν, ἅτε τυγχάνων θεοῦ λόγος, «κρίσιν», φησίν, «ἀνταποδίδωσιν καὶ ἀνταποδώσει, αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς». κατὰ γὰρ τὸν ψαλμὸν φήσαντα «ὁ θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δός», καὶ κατὰ τὴν εὐαγγελικὴν διδασκαλίαν, δι' ἧς εἴρηται «ὁ πατὴρ κρίνει οὐδένα ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκεν τῷ υἱῷ», παρὰ τοῦ πατρὸς τὴν τοῦ κρίνειν εἰληφὼς ἐξουσίαν, δικαιοσύνῃ κρίνων, τῷ μὲν ἐκ περιτομῆς λαῷ τὴν προσήκουσαν τῶν εἰς αὐτόν τε καὶ τοὺς αὐτοῦ προφήτας τετολμημένων δίκην ἀποδέδωκεν, πάντας δὲ ἁπαξαπλῶς ἀνθρώπους τοὺς αὐτῷ προσιόντας ἐξ ἴσου κατὰ τὸ δίκαιον ἀνεσώσατο, ὧν τὰ ὦτα τῆς διανοίας καὶ τοὺς ὀφθαλμοὺς ἀνέῳξεν.
9.13.11
διὸ καὶ τὸν καιρὸν τῆς παρουσίας αὐτοῦ καιρὸν ἀνταποδόσεως ὁ θεῖος ἀποκαλεῖ λόγος, ἐν ἑτέροις φάσκων· «καλέσαι ἐνιαυτὸν κυρίου δεκτὸν καὶ ἡμέραν ἀνταποδόσεως».
9.13.12
οὗτος δὲ ἦν καιρὸς τῆς ἀνταποδόσεως, καθ' ὃν «πᾶν αἷμα» ἐκχυθὲν «ἀπὸ αἵματος Ἄβελ» «ἕως αἵματος Ζαχαρίου», καὶ αὐτοῦ γε τοῦ τιμίου αἵματος Ἰησοῦ, ἐκδεδίκηται ἀπὸ τῆς γενεᾶς τῶν εἰς αὐτὸν πεπλημμεληκότων, ὡς ἐξ ἐκείνου τὸν ἔσχατον αὐτοὺς ὑπομεῖναι ὄλεθρον καὶ τὴν ἐσχάτην πολιορκίαν.
9.13.13
καὶ ἡ μὲν κατ' ἐκείνους κρίσις τοιαύτην ἐποιήσατο κατ' αὐτῶν τὴν ἀνταπόδοσιν· διό φησιν ἡ προφητεία· «ἰδοὺ ὁ θεὸς ἡμῶν κρίσιν ἀνταποδίδωσι καὶ ἀνταποδώσει». ἡ δὲ περὶ τῶν δι' αὐτοῦ σωθησομένων ἑξῆς δηλοῦται διὰ τοῦ «αὐτὸς ἥξει καὶ σώσει ἡμᾶς· τότε ἀνοιχθήσονται ὀφθαλμοὶ τυφλῶν καὶ ὦτα κωφῶν ἀκούσονται», καὶ τὰ ἑξῆς.
9.13.14
ταύτην δὲ τὴν σωτήριον κρίσιν καὶ ἄλλη προφητεία ἐξοίσειν τὸν Χριστὸν ἐπαγγέλλεται, φάσκουσα· «ἰδοὺ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει.»
9.13.15
διὸ καὶ περὶ τοῦ λόγου τῆς καινῆς διαθήκης εἴρηται· «ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν». κρίσει γὰρ θείᾳ καὶ λόγοις ἡμῖν ἀρρήτοις καὶ τὰ τῆς κλήσεως τῶν εἰς αὐτὸν ἐπιστρεφόντων εἰκὸς αὐτὸν ἐνεργεῖν. ἀλλὰ καὶ τὴν θείαν διδάσκων ἡμᾶς κρίσιν, καὶ πάντα κεκριμένως ἡμᾶς πράττειν παιδεύων, «κρίσιν τοῖς ἔθνεσιν» ἐξοίσειν λέγεται.
9.14.1
Ἀπὸ τοῦ αὐτοῦ. «Τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ. ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών. καὶ ἐὰν εἴπωσιν πρὸς ὑμᾶς, ζητήσατε τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἀπὸ τῆς γῆς φωνοῦντας, τοὺς κενολογοῦντας οἳ ἐκ τῆς κοιλίας φωνοῦσιν, οὐκ ἔθνος πρὸς θεὸν αὐτοῦ; τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν ἔδωκεν.»
9.14.2
Ἐν τῇ πρὸς Ἑβραίους ἐπιστολῇ παραθεὶς ὁ ἀπόστολος τὴν φάσκουσαν λέξιν «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ θεός», ἐπεξεργάζεται περὶ τοῦ Χριστοῦ, λέγων· «ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχεν τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου».
9.14.3
παῖδας δὲ αὐτοῦ ἐν τούτοις τοὺς ἀποστόλους ὀνομάζει, ἐφ' ὧν «σημεῖα καὶ τέρατα ἐν τῷ οἴκῳ Ἰσραὴλ» ποιήσειν τὸν κύριον Σαβαώθ, τὸν κατοικοῦντα «ἐν τῷ ὄρει Σιών», διδάσκει, τούτους δὲ αὐτοὺς φανεροὺς ἔσεσθαι συνήθως ἡμῖν τὰ πρόσωπα σφραγιζομένους τῇ τοῦ Χριστοῦ σφραγῖδι, παιδευομένους τε μηκέτι τὸν Μωσέως νόμον μανθάνειν, τῷ μηκέτι συνεστάναι αὐτὸν καὶ τῷ τὸν καλούμενον οἶκον Ἰακὼβ καταλελεῖφθαι ὑπὸ τοῦ θεοῦ.
9.14.4
ἀσαφῶς δὲ παρὰ τοῖς ἑβδομήκοντα εἰρημένου «τότε φανεροὶ ἔσονται οἱ σφραγιζόμενοι τὸν νόμον τοῦ μὴ μαθεῖν, καὶ ἐρεῖ, μενῶ τὸν θεὸν τὸν ἀποστρέψαντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ», σαφέστερον ὁ Σύμμαχος ἐξέδωκεν, εἰπών· «δῆσον μαρτύριον, σφράγισον νόμον ἐν τοῖς διατάγμασίν μου, καὶ προσδοκήσω τὸν κύριον τὸν κρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ ἀναμενῶ αὐτὸν»,
9.14.5
καὶ ὁ Ἀκύλας δὲ τοῦτον καὶ αὐτὸς ἐξέδωκεν τὸν τρόπον· «ἔνδησον μαρτύριον, σφράγισον νόμον ἐν διδακτοῖς μου, καὶ προσδέξομαι τὸν θεὸν τὸν ἀποκρύβοντα τὸ πρόσωπον αὐτοῦ ἀπὸ τοῦ οἴκου Ἰακώβ, καὶ ὑπομενῶ αὐτόν». ταῦτα δ' οὖν οἱ τοῦ σωτῆρος ἡμῶν ἀπόστολοι διδάσκονται ποιεῖν. οἷς ἑξῆς ἐπιλέγει· «ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός. καὶ ἔσται εἰς σημεῖα καὶ τέρατα ἐν τῷ Ἰσραὴλ παρὰ κυρίου Σαβαώθ, ὃς κατοικεῖ ἐν τῷ ὄρει Σιών».
9.14.6
κατοικήσας δὲ ὁ κύριος Σαβαώθ, ὁ τοῦ θεοῦ λόγος, ἐν ᾧ ἀνείληφεν ἀνθρώπῳ, καὶ τὰς διατριβὰς πεποιημένος «ἐν τῷ ὄρει Σιών», σημεῖά τε καὶ τέρατα διαπραξάμενος, ὁμοῦ τοῖς αὐτοῦ μαθηταῖς καὶ πᾶσι τοῖς εἰς αὐτὸν πεπιστευκόσιν ἐξ ἁπάντων τῶν πρὶν εἰδωλολατρῶν παρακελεύεται μηκέτι δεδιέναι κατὰ μηδένα τρόπον τὴν δεισιδαίμονα πλάνην· ἀλλ' εἰ καὶ παρασαλεύοιεν αὐτοὺς ἢ καὶ ἀναγκάζοιεν οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι ζητεῖν «τοὺς ἐγγαστριμύθους» καὶ τὰ τῶν δαιμόνων μαντεῖα ὡς θαυμάσια καὶ κατ' οὐδὲν λείποντα τῆς τῶν θείων καὶ θεοφιλῶν ἀνδρῶν προφητικῆς διαίτης, αὐτοὺς δεῖν ἀποκρίνεσθαι καὶ λέγειν διδάσκει· «τί ἐκζητοῦσι περὶ τῶν ζώντων τοὺς νεκρούς; νόμον γὰρ εἰς βοήθειαν δέδωκεν», καὶ τὰ τούτοις ἀκόλουθα·
9.14.7
τοὺς γὰρ ἅπαξ νόμον εἰληφότας καὶ σωτηρίους ἐντολὰς ἐπὶ βοηθείᾳ καὶ θεραπείᾳ τοῦ ἰδίου βίου περιττὸν μαντείας πολυπραγμονεῖν διὰ τῆς δαιμονικῆς ἀπάτης ἐνεργουμένας.
9.15.1
Ἀπὸ τοῦ αὐτοῦ. «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ· Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει· οὐ κεκράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον καπνιζόμενον οὐ σβέσει, ἀλλ' εἰς ἀλήθειαν ἐξοίσει κρίσιν. ἀναλάμψει καὶ οὐ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. οὕτως λέγει κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὁ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ' αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν. ἐγὼ κύριος ὁ θεός σου ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.»
9.15.2
Καὶ ταύτης ὁ εὐαγγελιστὴς μνημονεύει τῆς λέξεως, ὅτε «ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον» κατὰ τοῦ σωτῆρος ἡμῶν, «ὅπως αὐτὸν ἀπολέσωσιν», ἐπειδὴ τοῖς σάββασιν τοὺς κάμνοντας ἐθεράπευεν. τὸ τηνικαῦτα γάρ, ὥς φησιν, «γνοὺς» ὁ Ἰησοῦς τὴν κατ' αὐτοῦ συσκευὴν «ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.»
9.15.3
οἷς ἐπιφέρει λέγων· καὶ ταῦτα πάντα γέγονεν τουτέστιν τὸ ἀναχωρεῖν αὐτὸν καὶ τὸ ἐκκλίνειν τοὺς ἐπιβούλους καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξεν παραδόξοις καὶ τὸ παρεγγυᾶν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν, «ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος, ἰδοὺ ὁ παῖς μου, εἰς ὃν εὐδόκησα, ὁ ἀγαπητός μου, ὃν ᾑρέτισεν ἡ ψυχή μου· θήσω τὸ πνεῦμά μου ἐπ' αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.»
9.15.4
τήρει δὲ ἐπιμελῶς, τίνα τρόπον ὁ Ματθαῖος, εἰπὼν «ἰδοὺ ὁ παῖς μου, ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου», οὔτε τοῦ Ἰακὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. οὐ γὰρ εἶπεν «Ἰακὼβ ὁ παῖς μου», «Ἰσραὴλ ὁ ἐκλεκτός μου», ἀορίστως δὲ ἐξήνεγκεν, εἰπών· «ἰδοὺ ὁ παῖς μου» καὶ «ὁ ἀγαπητός μου».
9.15.5
ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραϊκῷ τῆς προφητείας κειμένης, παρὰ μὲν τοῖς ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα, καὶ παρὰ τοῖς λοιποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδὲ ἐν τῷ Ἑβραϊκῷ φέρεται.
9.15.6
ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται, Ἑβραίῳ ὄντι καὶ ἀκολούθως τῇ Ἑβραίων γραφῇ τὴν προφητείαν ἐκθεμένῳ. τοιγαροῦν οὐδὲ κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ θεοῦ, μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πραγμάτων ἐκ βάσεως. μόνος γὰρ οὗτος τὴν μέλλουσαν «κρίσιν τοῖς ἔθνεσιν» προεκήρυξεν, ἡσυχῆ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμενος· καὶ οὐ μόνον «κάλαμον συντετριμμένον οὐ κατέαξεν», ἀλλά, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς ἀπεργασάμενος τοὺς ἀσθενεῖς καὶ «τοὺς συντετριμμένους τὴν καρδίαν».
9.15.7
ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν, οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυεν κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν, οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ' ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως καιρὸν ὑπερτιθέμενος.
9.15.8
διὸ λέλεκται· «καὶ λίνον τυφόμενον οὐ σβέσει». Ἄντικρυς δὲ πέρας εἴληφεν τὸ «καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν»· ἐπὶ μόνῳ γοῦν τῷ τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισεν τὰ Χριστιανῶν ἔθνη, τὴν ἐπωνυμίαν αὐτοῦ, ὡς πατρὸς ἧς παρειλήφασιν εὐσεβείας, ἐπιγραφόμενα.
9.15.9
καὶ γὰρ «εἰς φῶς» οὐκ ἄλλοις ἢ τοῖς ἔθνεσιν δεδόσθαι προπεφώνηται, δι' αὐτοῦ τε τῇ προρρήσει ἀκολούθως ὀφθαλμοὶ τυφλῶν τῶν πάλαι τὴν διάνοιαν πεπηρωμένων καὶ οὐ μόνον τούτων ἀλλὰ καὶ τῶν αὐτὸ τὸ σῶμα ἠφανισμένων ἠνεῴχθησαν, καὶ οἱ δεσμοῖς δὲ καὶ σειραῖς ἁμαρτιῶν δεδεμένοι καὶ ἐν σκότει καὶ ἀγνοίᾳ τῆς ἀληθοῦς εὐσεβείας τὸ πρὶν κεκαλινδημένοι, δι' αὐτοῦ τῶν ἁμαρτιῶν λυθέντες, τοῦ φωτὸς τῆς γνώσεως καὶ τῆς παρὰ τῷ θεῷ ἐλευθερίας ἠξίωνται.
9.15.10
καὶ σὺ δὲ ἐπὶ σχολῆς τοῖς ἀποδεδομένοις ἀκολούθως βασανίσας τὴν λέξιν, ἐπὶ μόνῳ ἂν εὕροις τῷ κυρίῳ καὶ σωτῆρι ἡμῶν ἕκαστον ἀκριβῶς τῶν δι' αὐτῆς δηλουμένων πεπληρωμένον.
9.16.1
Ἀπὸ τοῦ αὐτοῦ. «Εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», «καὶ Σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ». εἶθ' ὑποβάς φησιν· «καὶ ἤκουσα τῆς φωνῆς κυρίου λέγοντος, τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα, ἰδοὺ ἐγώ εἰμι, ἀπόστειλόν με. καὶ εἶπεν, πορεύθητι καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε. ἐπαχύνθη γὰρ ἧ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ τοῖς ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.»
9.16.2
Ἔχεις καὶ τούτων τὸ ἀποτέλεσμα ἐπὶ τοῦ σωτῆρος ἡμῶν, κατὰ μὲν τὸν Ἰωάννην φήσαντα· «τοσαῦτα δὲ αὐτοῦ σημεῖα πεποιηκότος ἔμπροσθεν αὐτῶν οὐκ ἐπίστευσαν εἰς αὐτόν, ἵνα ὁ λόγος Ἡσαΐου τοῦ προφήτου πληρωθῇ ὃν εἶπεν· κύριε, τίς ἐπίστευσεν τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων κυρίου τίνι ἀπεκαλύφθη; διὰ τοῦτο οὐκ ἠδύναντο πιστεύειν· εἶπεν γὰρ πάλιν Ἡσαΐας· τετύφλωκεν αὐτῶν τοὺς ὀφθαλμοὺς καὶ ἐπώρωσεν αὐτῶν τὴν καρδίαν, ἵνα μὴ ἴδωσι τοῖς ὀφθαλμοῖς καὶ νοήσωσιν τῇ καρδίᾳ καὶ ἐπιστρέψωσιν, καὶ ἰάσωμαι αὐτούς.
9.16.3
ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ», κατὰ δὲ τὸν Ματθαῖον, ὅτε «προσελθόντες οἱ μαθηταὶ αὐτοῦ εἶπον αὐτῷ· διὰ τί ἐν παραβολαῖς αὐτοῖς λαλεῖς; ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας, ἐκείνοις δὲ οὐ δέδοται», «διὰ τοῦτο ἐν παραβολαῖς αὐτοῖς λαλῶ, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ ἀκούωσιν, μή ποτε ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.
9.16.4
τότε ἐπληρώθη ἐπ' αὐτοῖς ἡ προφητεία Ἡσαΐου ἡ λέγουσα· πορεύθητι, καὶ εἶπον τῷ λαῷ τούτῳ, ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε», καὶ τὰ τούτοις ἑξῆς. ἐπιτήρει δὲ τίνα τρόπον ὁ Ἰωάννης ἐπάγει, λέγων· «ταῦτα εἶπεν Ἡσαΐας, ὅτε εἶδεν τὴν δόξαν αὐτοῦ, καὶ ἐλάλησεν περὶ αὐτοῦ», ὡς τὸν Χριστὸν ἑωρακότος καὶ τὴν Χριστοῦ δόξαν τοῦ προφήτου κατὰ τὴν ὀπτασίαν, ἐν ᾗ ἔφησεν· «εἶδον τὸν κύριον Σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου», καὶ τὰ ἑξῆς.
9.16.5
Τίς δ' οὐκ ἂν ἐκπλαγείη τὴν πρόρρησιν, ἐναργῶς οὕτως εἰσέτι νῦν ὁρῶν τῶν ἐκ περιτομῆς τὴν εἰς Χριστὸν ἀπιστίαν; καὶ πάλαι μὲν γὰρ ἐνανθρωποῦντα καὶ παραδοξοποιοῦντα ἐν αὐτοῖς ὁρῶντες αὐτόν, ὀφθαλμοῖς ψυχῆς καὶ διανοίας ὄμμασιν οὐκ ἐθεῶντο, οὐδέ τις ἦν ἐν αὐτοῖς νοερᾶς ἐνθυμήσεως ὅρασις εἰς τὸ συνιέναι τίς ποτ' ἄρα ἦν ἡ τὰ τοσαῦτα καὶ τηλικαῦτα θαυματουργοῦσα ἐν αὐτοῖς δύναμις.
9.16.6
ἀλλὰ καὶ αὐταῖς ἀκοαῖς «ῥήματα ζωῆς αἰωνίου» δέξασθαι κατηξιω μένοι καὶ φωνῆς ἐνθέου σοφίας ἀκροώμενοι, ὠσὶν διανοίας οὐκ ἤκουον, ὡς ἐναργὲς τέλος ἐπαγαγεῖν αὐτοὺς τῇ προφητείᾳ.
9.16.7
καὶ εἰς δεῦρο δὲ τὴν ἔνθεον τοῦ Χριστοῦ δύναμιν, δι' ἧς πᾶν γένος ἀνθρώπων ἀποστήσας τῆς πατρίου δεισιδαιμονίας ὑπηγάγετο τῇ κατ' αὐτὸν θεοσεβείᾳ, ἐναργῶς οὕτως ἐμφαινομένην ὁρῶντες, οὐδαμῶς ἐφιστῶσιν τῇ διανοίᾳ οὐδ' ἐπιβάλλουσιν, ὅπως τὸ μήτε Μωσεῖ μήτε τοῖς μετὰ Μωσέα προφήταις ἐπὶ μόνων αὐτῶν κατορθωθέν, τοῦτο δὴ τὸ μὴ εἰδωλολατρεῖν μηδὲ τῇ πολυθέῳ προσέχειν πλάνῃ, τοῦτ' ἐπὶ πάντων τῶν ἐθνῶν ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος ἀρετὴ συνεστήσατο.
9.16.8
δὲ καὶ ταῖς προφητικαῖς ἐντυγχάνοντες περὶ αὐτοῦ μαρτυρίαις, ἀκοῇ
9.16.9
μὲν ἀκούουσιν ἀλλ' οὐ συνιᾶσιν, ἔργῳ πληρουμένης εἰσέτι καὶ νῦν κατ' αὐτῶν τῆς ἐν χερσὶ προφητείας.
9.17.1
Ἀπὸ τοῦ Ζαχαρίου. «Χαῖρε σφόδρα, θύγατερ Σιών· κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῒμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν· καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης καὶ ἀπὸ ποταμῶν διεκβολὰς γῆς.»
9.17.2
Ταῦτα μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τοῦ Ζαχαρίου εἰς τὰ ὕστατα τῶν προφητῶν θεσπίσαντος, οὐδεὶς μετὰ τοὺς τῆς προφητείας χρόνους βασιλεὺς παρὰ Ἰουδαίοις γεγονὼς ἱστορεῖται, οἷον ἡ προφητεία παρίστησιν, εἰ μὴ μόνος ὁ σωτὴρ καὶ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ θεοῦ, καθ' ὃν καὶ αὕτη τέλους ἐτύγχανεν ἡ πρόρρησις, ὅτε τοῖς ἑαυτοῦ μαθηταῖς πρὸς λέξιν εἶπεν· «πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετε.
9.17.3
καὶ ἐάν τις ὑμῖν εἴπῃ, τί ποιεῖτε; εἴπατε αὐτῷ, ὁ κύριος αὐτῶν χρείαν ἔχει». καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθ' ἃ προσέταξεν αὐτοῖς. τὰ μὲν οὖν τῆς προρρήσεως καὶ τὰ τοῦ συμπεράσματος τοῦτον ἔχει τὸν τρόπον.
9.17.4
Τί δὲ ἄρα ἐβούλετο σημαίνειν ἡ ἐπὶ ὄνῳ ὄχησις αὐτοῦ ἀλλ' ἢ τὴν ταπεινὴν καὶ ἄδοξον αὐτοῦ παρουσίαν, καθ' ἣν ἐποιήσατο τὴν πρώτην ἄφιξιν; οὔσης γὰρ καὶ δευτέρας ἐνδόξου περὶ ἧς καὶ Δανιὴλ γυμνότερον ἐκκαλύπτων τὴν θεωρίαν εἴρηκεν· «ἐθεώρουν ἕως ὅτου θρόνοι ἐτέθησαν, καὶ παλαιὸς ἡμερῶν ἐκάθητο», «χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ», «καὶ ἰδοὺ μετὰ τῶν νεφελῶν τοῦ οὐρανοῦ, ὡς υἱὸς ἀνθρώπου ἐρχόμενος,
9.17.5
καὶ ἕως τοῦ παλαιοῦ τῶν ἡμερῶν ἔφθασεν», «καὶ αὐτῷ ἐδόθη ἡ ἀρχὴ καὶ ἡ τιμὴ καὶ ἡ βασιλεία, καὶ πάντες οἱ λαοί, φυλαί, γλῶσσαι αὐτῷ δουλεύουσιν· ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος ἥτις οὐ παρελεύσεται, καὶ ἡ βασιλεία αὐτοῦ οὐ διαφθαρήσεται»,
9.17.6
τὰ μὲν τῆς πρώτης ἀφίξεως τῆς ἐνανθρωπικωτέρας καὶ ταπεινῆς μετὰ τῶν ἄλλων καὶ τοῦτο ἔχει μέγα δεῖγμα καὶ σημεῖον, τὸ πρᾶον λέγεσθαι καὶ ἡσύχιον, ἥξειν τε ὀχούμενον ὑποζυγίῳ προφητεύεσθαι τοῦτο γὰρ κοινοῦ καὶ ἀνθρωπίνου βίου γένοιτ' ἂν τεκμήριον, τὰ δὲ τῆς δευτέρας καὶ ἐνθέου λαμπρότατα δηλοῦται διὰ τῆς ἐπὶ νεφελῶν οὐρανοῦ παρακομιδῆς καὶ τῆς αἰωνίου πάντων τῶν ἐθνῶν βασιλείας.
9.17.7
καὶ ἦν γε καλὸν ἀμφοτέρας παραθεῖναι τοῖς ἐκ περιτομῆς λόγον τε αὐτοὺς ἀπαιτῆσαι, πῶς ἂν σώσαιεν τὰς προφητείας, μίαν ἄφιξιν Χριστοῦ προσδοκῶντες· ἐπεὶ γὰρ ἑκατέραν τῶν παρατεθεισῶν προφητειῶν καὶ αὐτοὶ τὸν Χριστὸν ὁρᾶν ὁμολογοῦσιν, ὥρα λέγειν καὶ πυνθανομένοις ἡμῖν ἀποκρίνασθαι, πῶς οἷόν τε ὑφ' ἕνα καὶ τὸν αὐτὸν καιρὸν καὶ ὑπὸ μίαν ἄφιξιν ἐπὶ νεφελῶν οὐρανοῦ φέρεσθαι τὸν αὐτὸν καὶ ἐπὶ ὑποζυγίου καὶ πώλου νέου ὀχεῖσθαι· ἐπὶ πολὺ γὰρ ταῦτα διέστηκεν ἀλλήλων.
9.17.8
μυρίας δ' οὖν τοιαύτας καὶ ἄλλας περὶ τοῦ Χριστοῦ προφητείας συναγαγών, παραθείς τε καὶ συγκρούσας τὰ διαφόρως σημαινόμενα, ἐναργέστατα καταλήψῃ τινὰς μὲν τῆς πρώτης αὐτοῦ παρουσίας δηλώματα περιεχούσας, πεπληρωμένας κατὰ τὴν πρώτην ἐπιφάνειαν αὐτοῦ, τινὰς δὲ εἰς τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἄφιξιν ἀναφερομένας.
9.17.9
Ἐξωλόθρευσεν γὰρ λεληθότως «ἅρματα» καὶ «ἵππον» καὶ πᾶν «τόξον πολεμικὸν» ἡ τοῦ σωτῆρος ἡμῶν ἔνθεος δύναμις κατὰ τὴν πρώτην αὐτοῦ παρουσίαν ἐκ τῆς σωματικωτέρας «Ἱερουσαλὴμ» καὶ τοῦ καλουμένου «Ἐφραῒμ» λαοῦ· διὸ ἐξ ἐκείνου καὶ εἰς δεῦρο οὐκέτι συνέστη αὐτῶν τὸ βασίλειον, οὐδὲ ἡ πάλαι ἐν πολέμοις ἰσχύσασα παρασκευή τε αὐτῶν καὶ ὁπλιτικὴ δύναμις.
9.17.10
καλῶς δὲ ἐν τούτοις τὸν πάντα τῶν Ἰουδαίων λαὸν Ἐφραῒμ ὠνόμασεν, ἀλλ' οὐχὶ Ἰσραὴλοὐδὲ Ἰούδαν, ἵνα μὴ τὰς σεμνοτέρας διαβάλλοι προσηγορίας.
9.17.11
εὕροις δ' ἂν καὶ ἐν ταῖς ἄλλαις προφητείαις τὸ πᾶν ἔθνος Ἐφραῒμ μετὰ πολλῆς διαβολῆς καὶ κατηγορίας ὠνομασμένον, ὥσπερ καὶ νῦν· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, μηκέθ' ὁμοίως ὡς τὸ πρὶν διῃρημένου τοῦ λαοῦ, τίνας ἦν εἰκὸς δηλοῦσθαι διὰ τοῦ Ἐφραῒμ ἢ αὐτοὺς τοὺς τὴν Ἱερουσαλὴμ οἰκοῦντας; ὧν τὴν πολεμικὴν καὶ ὁπλιτικὴν δύναμιν μέχρι τῶν Ῥωμαϊκῶν χρόνων διαρκέσασαν ἡ τοῦ σωτῆρος ἡμῶν παρουσία ἐνθέῳ καὶ ἀπορρήτῳ δυνάμει καθεῖλεν ὁμοίως τῇ προφητείᾳ.
9.17.12
ταῦτα δὲ τὴν ἐξ ἐθνῶν ἐκκλησίαν εὐαγγελίζεται ὁ λόγος, οὐχ ἁπλῶς χαίρειν ἀλλὰ καὶ σφόδρα χαίρειν αὐτῇ παρακελευόμενος, διὰ τὴν τοῦ θεοῦ λόγου εἰς αὐτὴν παρουσίαν. ἣν καὶ θυγατέρα τῆς ἐπουρανίου Σιὼν ἢ καὶ τῆς προτέρας συναγωγῆς ἀποκαλεῖ, διὰ τὸ πάντας ἡμᾶς τοὺς ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ θεοῦ πεπιστευκότας γεννήματα εἶναι καὶ τέκνα Χριστοῦ καὶ τῶν ἀποστόλων αὐτοῦ, οἷα ἐκ μητρὸς τῆς τῶν Ἰουδαίων συναγωγῆς προελθόντας.
9.17.13
Καὶ τὸ ἑξῆς δὲ ἐπληροῦτο ἐπὶ τῇ τοῦ σωτῆρος ἡμῶν παρουσίᾳ.
9.17.14
«εἰρήνη» γοῦν «ἐξ ἐθνῶν» γέγονεν ἀπὸ τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ οἵα οὐδεπώποτε· οὐκέτι γοῦν πόλεις πόλεσιν ὡς τὸ πρὶν πολεμοῦσιν, οὐδὲ ἔθνη ἔθνεσιν συρράσσουσιν, οὐδ' ὡς τὸ παλαιὸν ὁ τῶν ἀνθρώπων βίος ἀκαταστατεῖ, οὐδ' Ἀθηναῖοι μὲν Λακεδαιμονίοις ἐπιστρατεύονται, Σύροι δὲ Φοίνιξιν, Ἀράβιοι δὲ Παλαιστίνοις, καὶ Αἰγύπτιοι τοῖς πλησιοχώροις.
9.17.15
ἥνωται δὲ ἐξ ἐκείνου σὺν θεῷ τὰ πάντα, καὶ ἀληθῶς «πλῆθος εἰρήνης ἐξ ἐθνῶν» ἐξ ἐκείνου καὶ εἰς δεῦρο γέγονεν ἀκολούθως τῇ προφητείᾳ. μόνος δὲ Ἰησοῦς καὶ ὁ δι' αὐτοῦ κηρυχθεὶς τῆς εὐαγγελικῆς διδασκαλίας λόγος ἦρξεν τῶν «ἀπὸ θαλάσσης ἕως θαλάσσης», τῆς ἑῴας καὶ τῆς κατὰ δυόμενον ἥλιον, καὶ «ἀπὸ ποταμῶν εἰς τὰς διεκβολὰς τῆς γῆς», ἀκολούθως τοῖς ἐν τῷ προφήτῃ προλελεγμένοις.
9.17.16
ἅπερ καὶ ὁ Ἀκύλας ὧδέ πως ἡρμήνευσεν εἰπών· «καὶ λαλήσει εἰρήνην ἐν τοῖς ἔθνεσιν, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς γῆς». ταῦτα δὲ τοῖς ἐν τῷ ψαλμῷ σύγκρινον, τῷ ἐπιγεγραμμένῳ «εἰς Σολομῶνα», περὶ τοῦ υἱοῦ τοῦ βασιλέως δηλαδὴ τοῦ ἐκ σπέρματος Σολομῶνος προελευσομένου λεγομένοις, περὶ οὗ φησιν ὁ ψαλμός· «καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης».
9.17.17
σημαίνει δὲ καὶ τὴν ἐνταῦθα δηλουμένην εἰρήνην ὁ αὐτὸς ψαλμὸς φάσκων· «ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη καὶ πλῆθος εἰρήνης». καὶ Ἡσαΐας δὲ τούτοις συντρέχει δι' ὧν φησι· «καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα, καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν».
9.17.18
εὕροις δ' ἂν καὶ Μιχαίαν τούτοις συνᾴδοντα καὶ ἄλλους πλείους τῶν προφητῶν. ἐπιστήσας δέ, ὡς ἔφην, τοῖς χρόνοις, δυνήσῃ συνιδεῖν ὡς ἀπὸ τῶν Αὐγούστου χρόνων καὶ τῆς κατ' αὐτὸν ἐπιλαμψάσης τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας τῆς Ῥωμαίων μοναρχίας ἐπικρατησάσης αἱ πάλαι τῶν ἐθνῶν διελύθησαν διαστάσεις καὶ πολυαρχίαι, καὶ τόνδε ἐξ ἐκείνου τὸν τρόπον τέλους ἤρξατο τυγχάνειν τὰ τῆς προφητευομένης εἰρήνης.
9.17.19
ἀλλὰ νῦν μὲν τέως ἤρξατο, ἔσται δὲ ὅτε πληρέστατα ἡ προφητεία συμπερασθήσεται, ἐπὰν «τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ» τὸ πρὸς τοῦ ἱεροῦ ἀποστόλου δεδηλωμένον.
9.18.1
Ἀπὸ Ψαλμοῦ ριζʹ. «Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος· ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ. ὦ κύριε, σῶσον δή, ὦ κύριε, εὐόδωσον δή. εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. θεὸς κύριος καὶ ἐπέφανεν ἡμῖν.»
9.18.2
Τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰσελθόντος ποτὲ εἰς τὰ Ἱεροσόλυμα, ὅτε κατὰ τὴν πρὸ ταύτης προφητείαν ὀχούμενος ὄνῳ τὴν ἐν τῷ Ζαχαρίᾳ πρόρρησιν ἐπλήρου, κατὰ τὸν θεῖον εὐαγγελιστὴν «οἱ ὄχλοι προάγοντες αὐτὸν καὶ ἀκολουθοῦντες ἐπευφήμουν λέγοντες· ὡς ἀννὰ τῷ υἱῷ Δαβίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡς ἀννὰ ἐν τοῖς ὑψίστοις»,
9.18.3
ὅτε «καὶ εἰσελθόντος αὐτοῦ εἰς τὰ Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λεγόντων, τίς ἐστιν οὗτος; οἱ δὲ ὄχλοι ἔλεγον, οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας».
9.18.4
ἐπεὶ τοίνυν ἐκ τοῦ προκειμένου ψαλμοῦ εἴρηται τὸ «ὡς ἀννά» ὅπερ ἑρμηνευθὲν δηλοῖ «σῶσον δή», τὸ δὲ Ἑβραϊκὸν «ἀννὰ Ἀδωναῒ ὡς ἀννὰ» περιέχει, ἀλλὰ καὶ τὸ «εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου» ἐπειδήπερ καὶ αὐτὸ ἀπὸ τοῦ αὐτοῦ ψαλμοῦ μετείληπται, ταῦτα δὲ σαφῶς ἐπὶ τὸν Χριστὸν τοῦ θεοῦ ἀνενήνεκται, εἰκότως εἰς αὐτὸν καὶ τὰ λοιπὰ τῆς προρρήσεως ἐξειλήφαμεν.
9.18.5
οὗτος γὰρ ὢν τυγχάνει εὐλογημένος, ὁ καὶ δι' ἑτέρου προφήτου ὠνομασμένος «ὁ ἐρχόμενος», τοῦ φήσαντος· ἔτι μικρόν, ὁ «ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ», ὃς καὶ ἐλήλυθεν ἐν ὀνόματι κυρίου τοῦ θεοῦ καὶ πατρὸς αὐτοῦ, αὐτὸς δ' ἂν εἴη καὶ θεὸς κύριος ὁ ἐπιφανεὶς ἡμῖν· ἐν ὀνόματι γοῦν τοῦ πατρὸς αὐτοῦ ὁμολογεῖ ἐληλυθέναι, λέγων πρὸς τοὺς Ἰουδαίους· «ἐγὼ ἐλήλυθα ἐν τῷ ὀνόματι τοῦ πατρός μου, καὶ οὐ λαμβάνετέ με· ἄλλος ἐὰν ἔλθῃ ἐν τῷ ὀνόματι τῷ ἰδίῳ, ἐκεῖνον λήψεσθε».
9.18.6
αὐτὸς δὴ οὖν οὗτος ὁ ἐπιφανεὶς ἡμῖν θεὸς κύριος, ὁ «εὐλογημένος», ὁ ἐλθὼν «ἐν ὀνόματι κυρίου», αὐτὸς ἦν καὶ ὁ λίθος, «ὃν ἀπεδοκίμασαν» οἱ πάλαι πρότερον τὸν ἐκ περιτομῆς λαὸν διὰ τῆς Μωσαϊκῆς διδασκαλίας «οἰκοδομοῦντες», ὃς καὶ ἀποδοκιμασθεὶς ὑπ' αὐτῶν «εἰς κεφαλὴν» ἑτέρας «γωνίας», τῆς ἐξ ἐθνῶν ἐκκλησίας, κατέστη, ἣν ὡς μὴ τοῖς πᾶσιν ὁρωμένην μόνοις δὲ τοῖς προφητικοῖς ὀφθαλμοῖς θαυμαστὴν εἶναί φησιν ὁ λόγος, φάσκων· «καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν».
9.18.7
τὴν δ' ἐπιφάνειαν αὐτοῦ πάλιν ἡμέραν ὀνομάζει, «ἣν ἐποίησεν ὁ κύριος», ἐπεὶ καὶ «φῶς» ἦν αὐτὸς «τὸ ἀληθινὸν» καὶ «ἥλιος δικαιοσύνης» καὶ ἡμέρα τοῦ θεοῦ, ἐν ᾗ γένοιτο καὶ ἡμᾶς εἰπεῖν· «αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ». Καὶ τούτων δὲ τοῦτον συντετμημένων τὸν τρόπον, καιρὸς καὶ ἐπὶ τὰς περὶ τοῦ πάθους αὐτοῦ μεταβῆναι προφητείας Τάδε ἔνεστιν ἐν τῷ δεκάτῳ συγγράμματι τῆς περὶ τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς ἀποδείξεως. Περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενησομένης συσκευῆς· ἐκ τῶν ὑποσεσημειωμένων γραφῶν. αʹ. Ἀπὸ Ψαλμοῦ μʹ. βʹ. Ἀπὸ Ψαλμοῦ νδʹ. γʹ. Ἀπὸ Ψαλμοῦ ρηʹ. δʹ. Ἀπὸ τοῦ Ζαχαρίου. εʹ. Ἀπὸ τοῦ Ἱερεμίου. Περὶ τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων. ʹ. Ἀπὸ τοῦ Ἀμώς. ζʹ. Ἀπὸ τοῦ Ζαχαρίου. ηʹ. Ἀπὸ Ψαλμοῦ καʹ. Εὐαγγελικῆς ἀποδείξεως τόμος δέκατος. Μετὰ τὰς ἀποδεδομένας προρρήσεις περὶ τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ προκηρυττομένου θεοῦ καλεῖ δὴ καιρὸς καὶ τὰ περὶ τὴν ἀπαλλαγὴν τοῦ ἐξ ἀνθρώπων αὐτοῦ βίου διεξελθεῖν, συνιδεῖν τε αὖθις οἷα συμβήσεσθαι περὶ αὐτὸν ἄνωθεν ἐκ τῶν προφητικῶν ἐθεσπίζετο χρόνων. 10. Prooem. 2 πρῶτα δὲ διελεύσομαι τὰ περὶ τῶν τὸν θάνατον αὐτῷ συσκευωρησαμένων, μέρος οὐ μικρὸν τυγχάνοντα τῆς προκειμένης προτάσεως. πρὸ δέ γε τοῦ λόγου τὰ πολλάκις ἡμῖν εἰρημένα περὶ τῆς κατ' αὐτὸν οἰκονομίας τηρητέον, ὅτι δὴ τὰ μὲν κατὰ τὴν θεότητα αὐτοῦ τὰ δὲ κατὰ τὴν ἐνανθρώπησιν ἐπινοεῖται. 10. Prooem. 3 πῆ μὲν γὰρ εἰσάγεται λόγος ὢν θεοῦ καὶ θεοῦ δύναμις καὶ θεοῦ σοφία, «μεγάλης τε βουλῆς ἄγγελος», μέγας τε καὶ αἰώνιος ἀρχιερεὺς ὑπὲρ τῆς τῶν γεννητῶν ἁπάντων οὐσιώσεώς τε καὶ σωτηρίας ἱερωμένος καὶ ἱλεούμενος τὸν πατέρα, πῆ δὲ «ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ «πρόβατον ἐπὶ σφαγὴν» ἀγόμενον· τοῦτο δὲ ἦν τὸ ἀνθρώπειον σκῆνος, ὃ δίκην ἀμνοῦ καὶ προβάτου ἐκ τῆς ἡμετέρας ἀγέλης οἷά τις ἀρχιερεὺς ἀναλαβὼν καὶ τὴν ἀπαρχὴν τοῦ τῶν ἀνθρώπων γένους καλλιερησάμενος προσηγάγετο τῷ πατρί, δι' οὗ καὶ τῇ τῶν ἀνθρώπων ὡμίλησεν φύσει, οὐκ ἄλλως δυναμένῃ λόγου θεοῦ καὶ δυνάμεως ἀσωμάτου καὶ νοερᾶς ἐπηκόῳ γενέσθαι οὐδέ τι μεῖζον σαρκῶν καὶ σωμάτων δι' ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι. 10. Prooem. 4 ὅσα τοίνυν ἐπὶ τὸ ταπεινότερον δόξειεν ἂν ἐν τοῖς προκειμένοις περὶ αὐτοῦ λέγεσθαι, ταῦτα τὸν ἀμνὸν ὁρᾶν τοῦ θεοῦ τὸν αἴροντα «τὴν ἁμαρτίαν τοῦ κόσμου» καὶ τὸ σκῆνος τὸ ἀνθρώπειον ὑποβάλλει νοεῖν. «ἀμνὸς» μὲν γὰρ ἦν «αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου» κατὰ τὸν βαπτιστὴν Ἰωάννην τὸν λέγοντα «ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου», ἀμνὸς δὲ ἦν καὶ ὁ ἐπὶ σφαγὴν ἀγόμενος κατὰ τὸ παρὰ τῷ Ἡσαΐᾳ λόγιον φάσκον· «ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος». 10. Prooem. 5 περὶ τοῦ αὐτοῦ δὲ ὡς περὶ ἀμνοῦ ἐλέγετο καὶ τὸ «ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον». ἔδει γὰρ τὸν ἀμνὸν τοῦ θεοῦ, τὸν ὑπὸ τοῦ μεγάλου ἀρχιερέως ἀναληφθέντα ὑπὲρ τῶν λοιπῶν συγγενῶν ἀμνῶν καὶ ὑπὲρ πάσης τῆς ἀνθρωπίνης ἀγέλης, θυσίαν τῷ θεῷ προσαχθῆναι 10. Prooem. 6 «ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος, καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν» φησιν ὁ ἀπόστολος, καὶ «ὥσπερ δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτως καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς». 10. Prooem. 7 ἔνθεν καὶ αὐτὸς τοῖς μὲν ἑαυτοῦ μαθηταῖς ζωὴν καὶ φῶς καὶ ἀλήθειαν ἑαυτὸν εἶναι καὶ τὰς λοιπὰς ἐπινοίας τῆς κατ' αὐτὸν θεολογίας ἐπαίδευεν, τοῖς δὲ ἀμυήτοις τῶν κατ' αὐτὸν ἀπορρήτων ἔλεγεν· τί «με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» ὥσπερ οὖν τὰ τῆς θεολογίας ἰδιώματα ἐν τοῖς ἔμπροσθεν ἀποδέδοται, τὸν ὅμοιον δὴ τρόπον κἀνταῦθα τοῦ ἀμνοῦ τὰ ἀνθρωποπαθῆ παραστήσεται, τῶν πρὸ τοῦ πάθους αὐτοῦ μέσον ὄντων, ὁμοῦ τε ἄμφω, τά τε κατὰ τὸν θεὸν καὶ τὰ κατὰ τὸν ἄνθρωπον αὐτοῦ, περιειληφότων. 10. Prooem. 8 τούτων χρησίμως ἡμῖν προτετηρημένων, ἤδη καὶ τῶν λογίων αὐτῶν ἐφαψώμεθα περὶ τῆς Ἰούδα τοῦ προδότου καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενομένης συσκευῆς περί τε τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων.