Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eusebius Caesariensis PG 19-24
Epistula ad Euphrationem
Euph 3.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
3.1
Τὸν αὐτὸν δὲ καὶ μόνον ἀληθινὸν εἶναι διδάσκει δι' ὧν φησιν· «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», οὐχὶ ὡς ἑνὸς ὄντος μόνου τοῦ θεοῦ, ἀλλ' ὡς ἑνὸς ὄντος μόνου ἀληθινοῦ θεοῦ μετὰ προσθήκης ἀναγκαιοτάτης τοῦ ἀληθινοῦ. ἐπεὶ καὶ αὐτὸς θεὸς μὲν ὁ υἱός, ἀλλ' οὐκ ἀληθινὸς θεός. εἷς γάρ ἐστι καὶ μόνος ἀληθινὸς θεὸς διὰ τὸ μὴ ἔχειν πρὸ αὐτοῦ τινα. εἰ δὲ καὶ αὐτὸς ὁ υἱὸς ἀληθινός, ἀλλ' ὡς εἰκὼν τοῦ ἀληθινοῦ θεοῦ εἴη ἂν καὶ θεός, ἐπεὶ «καὶ θεὸς ἦν ὁ λόγος», οὐ μὴν ὡς ὁ μόνος ἀληθινὸς θεός.

Intertext edge

Open linked passage

Note