Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Generalis elementaria introductio Fragmenta
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
472.1
ἡ φύσις αὕτη τὸ τῶν ἀνθρώπων κατέσπειρεν γένει τά τε τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας σπέρματα γινώσκειν, θατέρου τε τούτων συνεχώρησεν μετέχειν τῷ λογισμῷ, αὐτοκράτορα καὶ κριτὴν ἡγεμόνα τε καὶ κύριον αὐτὸν ἑαυτοῦ καταστήσασα· ὡς οἷα δὴ ὑπὸ τῆς φύσεως τὰ τῆς ἀρετῆς καὶ τὰ τῆς κακίας προτερήματα ἔχων ἐν ἑαυτῷ οὐκ ἂν δύναιτο, κἂν εἰς αὐτὸν τῆς κακίας βυθὸν καταπέσοι ποτὲ, μὴ οὐχὶ σεμνύειν τὴν ἀρετὴν, καταπταῖσον τὸ συνειδὸς, εἰ προέλοιτο τὸ χεῖρον. καὶ τούτων ἀπόδειξις καὶ ἔλεγχος ἐναργὴς τὸ μηδένα τολμᾶν τῆς ἑαυτοῦ κακίας γενέσθαι κατήγορον ἀλλ' ἐκ τῶν ἐναντίων ὡς ἡ δύναμις ἐπικρύπτειν καὶ σκέπειν ἅπερ δὴ ἂν παρὰ τὸ καθῆκον λαθραίως ἐπιχειρῇ. καὶ αὐτὴ δὲ ἡ ἑκάστου διάθεσις μὴ ὁμοίως διακειμένου πρός τε τοὺς εὐεργετοῦντας καὶ πρὸς τοὺς βλάπτειν αὐτὸν ἐπιχειροῦντας αὐτομαθὴς διδάσκαλος γίνεται ἑκάστῳ τῆς περὶ ἀγαθῶν καὶ κακῶν ἐπιστήμης, ὁ τῆς φύσεως νόμος, ταῦτά τινας δρᾶν ἑτέροις ἀπαγορεύων, ἅπερ τις αὐτὸς παρ' ἑτέρων οὐκ ἂν ἕλοιτο παθεῖν. 473 ἐνδέχεται μὲν, ὦ παιδίον, λέγειν μὲν εὖ, φαῦλον δὲ ὑπάρχειν· πράσσοντα δὲ εὖ φαῦλον εἶναι ἀδύνατον.

Intertext edge

Open linked passage

Note