Generalis elementaria introductio
Eusebius of Caesarea (eusebius-of-caesarea)Intr 112 · pg-scrape-grcMore by Eusebius of Caesarea (eusebius-of-caesarea)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
112.1.1
Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΑʹ. Καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου, καὶ πάντα τὰ περιτετειχισμένα ναοῦ σου οἰχήσεται· ὡς ὁ ἄρχων Σαλαμὼν ἐκ τοῦ οἴκου τοῦ Ἱεροβοὰμ, ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, οὕτως ποιήσουσιν ὑμῖν οἶκος τοῦ Ἰσραὴλ ἀπὸ προσώπου κακιῶν ὑμῶν. Διότι νήπιος Ἰσραὴλ, καὶ ἐγὼ ἠγάπησα αὐτὸν, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ. Καθὼς μετεκάλεσα αὐτοὺς, οὕτως ἀπῴχοντο ἐκ προσώπου μου. Ἀντὶ τοῦ, καὶ ἐξ Αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ, δουλεύσας τῷ Ἑβραϊκῷ, Ἐξ Αἰγύπτου μετεκάλεσα τὸν υἱόν μου, ἐξέδωκεν ὁ Ἀκύλας. Ἀναγκαίως δὲ τὸ ῥητὸν ἐσημειωσάμεθα, ἐπειδήπερ ὁ Ματθαῖος κατὰ λέξιν ἐκτίθεται τὴν προφητείαν σφόδρα ἀπηκριβωμένως πεπληρῶσθαι φήσας αὐτὴν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν· χρηματισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὴν Μαριὰμ καὶ τὸν υἱὸν αὐτῆς· καὶ ὑπέστρεψεν ἐξ Αἰγύπτου εἰς γῆν Ἰσραήλ. Ὅρα γοὖν εἰ μὴ καὶ κατὰ τὸν Ἀκύλαν φήσαντα, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραὴλ, ὅτι παῖς Ἰσραὴλ καὶ ἠγάπησα αὐτόν· καὶ ἀπὸ Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου· σαφῶς γὰρ δηλοῦται ἡ ἀποβολὴ τῆς τοῦ Ἰσραὴλ βασιλείας, ἥτις μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας συστᾶσα ἐξ αὐτῆς ἀπερρίφη, καὶ κατεσιωπήθη· ὡς διὰ τοῦτο εἰρῆσθαι τὸ, ἐν ὄρθρῳ κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὄρθρον τὴν ἐπιφάνειαν καὶ τὴν τότε πρώτην εἰς πάντας ἀνθρώπους ἀνατολὴν τοῦ θείου λόγου τῆς προφητείας ὀνομαζούσης ἐν ὄρθρῳ· δύναται καὶ περὶ τοῦ Ἡρώδου 113 προθεσπίζεσθαι τὸ, κατεσιωπήθη βασιλεὺς Ἰσραήλ· ὡς διὰ τὸν παραλογισμὸν, ὃν πέπονθεν ὑπὸ τῶν μάγων ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν γενέσει, ἃ καὶ συμβέβηκεν διὰ τὴν τοῦ Πατρὸς περὶ τὸν ἴδιον παῖδα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀγάπην, ὡς καὶ ἐν ἄλλαις προφητείαις Ἰσραὴλ καὶ ἐνταῦθα προσαγορευόμενον· ὃν κατὰ καιρὸν μὲν ᾠκονομήσατο ἐπὶ τὴν Αἴγυπτον ἅμα τῷ Ἰωσὴφ καὶ τῇ μητρὶ ἀπᾶραι, ὅτε καὶ χρεία ἐκάλει τὸν ἐπιβουλεύοντα αὐτῷ βασιλέα, δῆλον ὅτι τὸν Ἡρώδην, κατασιωπηθῆναι· αὖθις δ' αὐτὸν τούτου τελευτήσαντος ἀνακαλεῖται ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ. Εἰ δ' ἐπὶ τὸν Ἰουδαίων λαὸν ταῦτά τις ἀναφέροι φάσκων περὶ τοῦ λαοῦ Ἰσραὴλ τοῦ ἐκ περιτομῆς ταῦτα εἰρῆσθαι, ἐπιστησάτω τῇ τοῦ λόγου ἀκολουθίᾳ· ταῦτα γὰρ λέγει προειπὼν, ὡς καὶ πρὸς αὐτὴν τὴν Ἱερουσαλὴμ, τὸ, καὶ ἐξαναστήσεται ἀπώλεια ἐν τῷ λαῷ σου· καὶ πάντα τὰ περιτετειχισμένα σου οἰχήσεται· καὶ ἅπερ φησὶν ὁ τοιόσδε ἄρχων πέπονθε κατὰ τὸν ἐπελθόντα αὐτῷ πόλεμον, ἐν ᾧ μητέρα ἐπὶ τέκνοις ἠδάφισαν, τὰ παραπλήσια καὶ ὑμῖν αὐτοῖς ποιήσω διὰ τὰς κακίας ὑμῶν, ὦ οἶκος τοῦ Ἰσραὴλ, οἳ καὶ ἀπερρίφησαν σὺν καὶ τῷ βασιλεῖ αὐτῶν, καὶ ταῦτά γε πάντα πεπόνθασι· διότι παῖς φησὶν Ἰσραὴλ καὶ ἐγὼ ἠγάπησα αὐτόν· καὶ ἀπ' Αἰγύπτου ἐκάλεσα τὸν υἱόν μου. Ποίαν γὰρ ἔχει ἀκολουθίαν ἡ λέξις ὁ βουλόμενος παραστησάτω· ἀλλ' ὥσπερ κατὰ μυρίας ἄλλας προφητείας Ἰακὼβ καὶ Ἰσραὴλ ὁ Χριστὸς προσαγορεύεται, τὸν αὐτὸν δὴ τρόπον καὶ νῦν· ἐπεὶ οὖν, φησὶν, οὗτος ὑπήκοός μοι 114 γεγενημένος μορφὴν δούλου εἴληφεν καὶ γέγονεν παιδίον ἀγαπητὸν ἐμοὶ, πᾶσαν τὴν ἐμὴν ἐκτελέσας βουλὴν, διὰ τοῦτο αὐτὸν μὲν ἀπὸ τῆς νοητῆς Αἰγύπτου, εἰς ἣν ἐνανθρωπήσας κατελήλυθεν, οἷα γνήσιον καὶ ἀγαπητὸν υἱὸν ἀνεκαλεσάμην, ὑμᾶς δὲ τοὺς πρὸς οὓς ὁ λόγος σὺν καὶ τῇ βασιλείᾳ ὑμῶν ὀλέθρῳ καὶ ἀπωλείᾳ παραδώσω. Ταῦτα μὲν ἡ προφητεία· πρόδηλον δ' ὅπως ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων πολιορκηθείσης τῆς Ἱερουσαλὴμ καθῃρέθη τε καὶ εἰς τὸ παντελὲς ἀπερρίφη ἡ μέχρι τότε συστᾶσα τῶν Ἰουδαίων βασιλεία, ὡς μετὰ τῶν ἄλλων καὶ ταύτην πεπληρῶσθαι τὴν προφητείαν. Ψ. Ἀπὸ τοῦ αὐτοῦ Ὠσηέ. ΙΒʹ. Οὐ μὴ ἐγκαταλείπω τοῦ ἐξαλειφθῆναι τὸν Ἐφραίμ· διότι Θεὸς ἐγώ εἰμι, καὶ οὐκ ἄνθρωπος, ἐν σοι ἅγιος, καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν. Ὀπίσω Κυρίου πορεύσομαι. Ὁ αὐτὸς εἰπὼν, διότι Θεὸς ἐγώ εἰμι, ἐπιφέρει λέγων, Ὀπίσω Κυρίου πορεύσομαι. Τίς δ' ἂν ἄλλος εἴη Θεὸς ὀπίσω Κυρίου πορευόμενος, ἢ ὁ τοῦ Θεοῦ Λόγος τῷ τοῦ Πατρὸς ἑπόμενος βουλήματι; Ὃς καὶ διδάσκει μὴ δοκεῖν αὐτὸν διὰ τὴν ἐνανθρώπησιν ψιλόν τινα ἄνδρα τῶν πάλαι δικαίων καὶ ἁγίων τινὶ παραπλήσιον γεγονέναι. Φησὶ δὲ μὴ εἰσελεύσεσθαι εἰς πόλιν, δηλῶν τὸ μὴ κοινῇ καὶ ἀνθρωπίνῃ κεχρῆσθαι πολιτείᾳ, ὅπερ ποιεῖν καὶ τοὺς μαθητὰς αὐτοῦ παιδεύει λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. 115 Ψ. Τοῦ Ἰωὴλ σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ Ἀμῶς. ΙΓʹ. Κατέστρεψα ὑμᾶς, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα, καὶ ἐγένεσθε ὡς δαλὸς ἐξεσπασμένος ἐκ πυρὸς, καὶ οὐδ' ὣς ἐπεστρέψατε πρὸς μὲ, λέγει Κύριος. Καὶ ἐνθάδε αὐτὸς ὁ Κύριος φησὶν ὡς περὶ ἑτέρου τὸ, καθὼς κατέστρεψεν ὁ Θεὸς Σόδομα καὶ Γόμορρα· καὶ ἐν τῇ Γενέσει δὲ τετήρηκεν ἡ θεία γραφὴ τὰ δύο πρόσωπα φήσασα, Καὶ ἔβρεξε Κύριος ἐπὶ Σόδομα καὶ Γόμορρα θεῖον καὶ πῦρ παρὰ Κυρίου· ἐξ ὧν καταφανὴς ἡ περὶ Πατρὸς καὶ Υἱοῦ τυγχάνει τῆς ἐκκλησιαστικῆς πίστεως ὀρθοδοξία. Ψ. Τοῦ αὐτοῦ. ΙΔʹ. Ἑτοιμάζου ἐπικαλεῖσθαι τὸν Θεόν σου Ἰσραήλ. Διότι, ἰδοὺ, στερεῶν βροντὴν, καὶ κτίζων πνεῦμα, καὶ ἀπαγγέλλων εἰς ἀνθρώπους τὸν χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς, Κύριος ὁ Θεὸς ὁ παντοκράτωρ ὄνομα αὐτῷ. Καὶ διὰ τούτων σαφῶς τὰ τῆς εἰς ἀνθρώπους ἐπιδημίας τοῦ Χριστοῦ προφητεύεται· ἐπὶ σχολῆς δ' ἂν ἑκάστη λέξις ἀκριβεστέρας τύχοι σαφηνείας. Ψ. Τοῦ Ἀβδιοῦ. ΙΕʹ. Ὅρασις Ἀβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ, Ἀκοὴν ἤκουσα παρὰ Κυρίου, καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν. Ἐπεὶ καὶ ἐνταῦθα Κύριος ὁ Θεὸς 116 ἀκοὴν ἤκουσε παρὰ Κυρίου, εἰκότως ἐσημειωσάμεθα τὸν τόπον. Ψ. Ἀπὸ τοῦ Ἰωνᾶ.– Ι ʹ. Μερικὴν μὲν ἰδίως περὶ τοῦ Χριστοῦ προφητείαν οὐχ εὕρομεν ἐν τῷ προκειμένῳ· ἐπεὶ δὲ πρὸς τὴν αἰτοῦσαν τὸν Σωτῆρα σημεῖον γενεὰν οὐκ ἄλλο ἔφησεν αὐτῇ δοθήσεσθαι ἢ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου, ἐπαγαγὼν τὸ, ὥσπερ γὰρ ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας, οὕτως ἔσται καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας· τούτου δὴ χάριν ἀναγκαίως καὶ ταύτην ἐν ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐσημειωσάμεθα τὴν γραφήν. Ψ. Ἀπὸ τοῦ Μειχαία. ΙΖʹ. Διότι, ἰδοὺ, Κύριος κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπιβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρός. Περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας ταῦτα λέγεσθαι ὑπειλήφαμεν. Ψ. Τοῦ αὐτοῦ.
112.2.1
Ἀκούσατε δὴ ταῦτα οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρίμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις, οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ 117 ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες, Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά· διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου εἰς ἄλσος δρυμοῦ. Καὶ ἔσται ἐπ' ἐσχάτου τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν· καὶ ἥξουσιν ἐπ' αὐτὸ λαοὶ, καὶ πορεύσονται ἐπ' αὐτὸ ἔθνη πολλὰ καὶ ἐροῦσιν, Δεῦτε ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλὴμ, καὶ κρινεῖ ἀναμέσον λαῶν πολλῶν, καὶ ἐλέγξει λαὸν ἰσχυρὸν ἕως εἰς μακράν· καὶ κατακόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐκέτι ἄρῃ ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐκέτι μὴ μάθωσι πολεμεῖν. Εἰπὼν ὁ λόγος ὡς ἄρα διὰ τὰς δυσσεβείας τοῦ Ἰουδαίων λαοῦ τὸ μὲν Σιὼν ὄρος ὡς ἀγρὸς ἀροτριαθήσεται, ἡ δὲ πρότερον νενομισμένη πόλις ἁγία Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, ἑξῆς προφητεύει περὶ ἑτέρου ὄρους Κυρίου, ὅπερ ἐπὶ τοῦ τῆς προφητείας καιροῦ ὑφειστήκει μὲν, οὐ μὴν καὶ ἐμφανὲς τοῖς τυχοῦσιν ὑπῆρχεν, ὡς ἐπ' ἐσχάτῳ τῶν ἡμερῶν ἀναφανησομένου ὑπεράνω τε τῶν βουνῶν καὶ τῶν ὀρέων μετεωρισθησομένου· ἐπὶ τοῦτο δὲ τὸ καινὸν ὄρος ἥξειν ὁ λόγος προαγορεύει, οὐκέτι τὸν Ἰσραὴλ ἐκεῖνον, λαοὺς δὲ καὶ ἔθνη πολλὰ φάσκοντα, δεῦτε καὶ ἀναβῶμεν εἰς 118 τὸ ὄρος Κυρίου· καὶ οὐ μόνον εἰς τὸ ὄρος Κυρίου, ἀλλὰ καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, ἕτερον ὄντα δῆλον ὅτι παρὰ τὸν ἐν Ἱερουσαλήμ· ταύτην γὰρ ἐρημωθεῖσαν ὡς ὀπωροφυλάκιον ἔσεσθαι μικρῷ πρόσθεν εἰρήκει· ἀκολούθως δὲ τῷ τὸ Σιὼν ὄρος καὶ τὴν Ἱερουσαλὴμ ἐρημωθήσεσθαι, ἕτερα δ' ἀντὶ τούτων ὀφθήσεσθαι, καὶ νόμος ἕτερος παρὰ τοῦ Μωσέως ἐξ ὄρους Χωρὴβ δεδομένος ἐξελεύσεσθαι ἐκ τοῦ καινοῦ ὄρους, ὁμωνύμως τῷ προτέρῳ Σιὼν καὶ αὐτοῦ ὀνομαζομένου, λέγεται· ἔτι δὲ καὶ λόγος Κυρίου μετὰ τοῦ καινοῦ νόμου εἴρηται ἐκ τῆς νέας Ἱερουσαλὴμ, ἣν οἶκον τοῦ Θεοῦ Ἰακὼβ ἀνωτέρω προσεῖπεν, προελεύσεσθαι· ὁ λόγος ἐπὶ πάντα τὰ ἔθνη προελθὼν κρινεῖν ἀνὰ μέσον λαῶν πολλῶν καὶ ἐλέγξειν λαὸν ἰσχυρὸν προηγόρευται, τοσοῦτόν τε ὠφελήσειν διὰ τῆς ἰδίας κρίσεως καὶ τοῦ ἐλέγχου τοὺς ἐλεχθησομένους, ὡς τῆς προτέρας μεταβαλόντας ἁγίας καὶ πολεμικῆς καταστάσεως τὸν ἤρεμον καὶ εἰρηνικὸν ἐπ......... Ταῦτα μὲν ἡ προφητεία· σκοπεῖν δὲ πάρεστιν εἰμ......... τοῦ Σωτῆρος ἡμῶν παρουσίαν διὰ τοὺς οἰκοδομήσαντας....... τοῖς αἵμασι τῶν τε προφητῶν καὶ αὐτοῦ τοῦ Χριστοῦ καὶ τω...... λων αὐτοῦ· οὓς ἐν αὐτῇ τῇ Ἱερουσαλὴμ ὁ Ἰουδαίων ἀνεῖλε λ..... διὰ τοὺς τὰ λοιπὰ ὅσα δὴ ἐν τῇ προφητείᾳ κατείλε......... μελήσαντας τὸ Σιὼν ὄρος ὡς οὐδεπώποτε ἄλλοτε.......... Ἱερουσαλὴμ πεπολιόρκηται· ὧν μετὰ τὴν ἐρήμωσιν ἡ επ... καὶ τὸ Σιὼν ὄρος τὸ ἐπουράνιον τοῦ Θεοῦ· ὧν ἐτύγχανον τ.... σκιὰ καὶ τύποι καὶ παραδείγματα πᾶσι 119 τοῖς εἰς τὸν............ Θεὸν διὰ Χριστοῦ προσεληλυθόσι πεφανέρωται. Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΙΘʹ. Καὶ σὺ Βηθλεὲμ, οἶκος τοῦ Ἐφραθὰ, ὀλιγοστὸς εἶ τοῦ εἶναι ἐν χιλιάσιν Ἰούδα· ἐξ οὗ μοι ἐξελεύσεται ἡγούμενος τοῦ εἶναι εἰς ἄρχοντα ἐν τῷ Ἰσραήλ· καὶ αἱ ἐξόδοι αὐτοῦ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν αἰώνων·.... Διὰ τούτων δείγματα περὶ τοῦ Χριστοῦ παρίσταται· ἓν μὲν τῆς κατὰ Μαρκίωνα καὶ τοὺς λοιποὺς αἱρεσιώτας πλάνης ἐ......... θάτερον δὲ τῆς κατὰ Ἀρτέμωνα καὶ τὸν Σαμοσατέ.......... Ἐβιωναίων τε ὅσοι μὴ προεῖναι τῆς ἐνανθρωπήσεως...... ὑπειλήφασιν· τοὺς μὲν γὰρ μὴ ὁμολογοῦντας αὐτὸν.......... Θεὸν σαφῶς ὁ προφητικὸς διελέγχει λόγος τε.............. ὡς ἄρα αἱ ἐξόδοι αὐτοῦ ἀπ' ἀρχῆς καὶ ἐξ ἡμερῶν α........... νουσι· τοῖς δὲ κατὰ Μαρκίωνα καὶ τὰς λοιπὰς.............. σεις πεπλανημένοις καὶ μὴ ὁμολογοῦσιν αὐτ............ ρʹ καγένεσιν, μὴ δ' ὅτι ἔγνωστο ὑπὸ τῶν τοῦ δημιου....... ν παραθετέον τὸν προφητευόμενον τῆς γενέσεως......... σα φῶς εἰς δεῦρο καὶ πρὸς αὐτῶν τῶν ἐπιχωρίων μολάγο...... υ· ὡς ἂν ἐκ παραδόσεως τοῦ ἐν Βηθλεὲμ τόπου ἐνθα........ γεγέννηται· καὶ πρὸς αὐτῶν δὲ τῶν ἱερῶν εὐαγγελιστῶν...... τυρουμένου· καὶ Ἰουδαίοις δὲ προσακτέον τὸ ῥητὸν........ υσιν ὅς τις ποτ' εἴη παραστῆσαι τὸν προφητευόμενον ὡς ατελῆ..... κατ' αὐτούς· δῆλον 120 δ' ὅτι καὶ ψευδῆ διελέγχεσθαι τὴν θείαν........ πρόρρησιν· ὅ γε μὴν σωτήριος καὶ εὐαγγελικὸς τοῦ Χριστοῦ λόγος ἄρχων κατέστη τοῦ νοητοῦ Ἰσραὴλ, κυρίως τοῦ ἐν κρυπτῷ Ἰουδαίου καὶ πάσης τῆς ἐναρέτου καὶ διορατικῆς ψυχῆς Ἰσραὴλ......... ἐπινοουμένης. Ψ. Τοῦ Ναοὺμ σαφὲς οὐδέν. Ψ. Καὶ τοῦ Ἀμβακούμ. Ψ. Ἀπὸ τοῦ Σοφονίου. Κʹ. Διὰ τοῦτο ὑπόμεινόν με, λέγει Κύριος, εἰς ἡμέραν ἀναστάσεώς μου εἰς μαρτύριον· διότι τὸ κρίμα μου εἰς συναγωγὰς ἐθνῶν τοῦ εἰσδέξασθαι βασιλεῖς. Καὶ διὰ τούτων οἶμαι δηλοῦσθαι τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῦ Χριστοῦ· ἧς γενομένης τὰς πανταχοῦ συναγωγὰς τῆς ἐξ ἐθνῶν ἐκκλησίας συστήσεσθαι προφητεύεται· ἴσως δ' ἂν καὶ τετ.... τῆς δευτέρας αὐτοῦ παρουσίας· καὶ τῆς καθόλου πάντων............. κληφθείη τὰ κατὰ τὸν τόπον. Ψ. Τοῦ Ἀγγαίου σαφὲς οὐδέν. Ψ. Ἀπὸ τοῦ ζαχαρία. ΚΑʹ....... παντοκράτωρ, Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ....... εύσαντα ὑμᾶς· εἶτ' ἐπιφέρει μετὰ βραχέα λέγων, γνώσεσθε, ὅτι Κύριος παντοκράτωρ 121 ἀπέσταλκέ με. Ὁ λέγων ἁ...... με Κύριός ἐστι παντοκράτωρ· ὡσαύτως δὲ καὶ ὁ ἀπο...... θερος ὢν τοῦ ἀποστελλομένου Κύριος ὠνόμασται παν........ εἰκότως οὖν ἡμῖν ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ........ τὸ ῥητὸν, ὅτι καὶ Κύριος παντοκράτωρ ὁ τοῦ Θεοῦ.... ὥσπερ καὶ Θεὸς διὰ τῶν προφητῶν ἐχρημάτισεν. Ψ. Τοῦ αὐτοῦ. ΚΒʹ...... καὶ εὐφραίνου θύγατερ Σιὼν, ὅτι ἰδοὺ, ἐγὼ ἔρχομαι, καὶ.... σκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται..... ολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐ..... λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ... γνώσῃ,......... παντοκράτωρ ἀπέσταλκέ με πρὸς σέ. Καὶ τίς......... ὁ ταῦτα φάσκων καὶ ὁμολογῶν ἀπεστάλθαι ὑπὸ παντοκράτορος, ἢ ὁ τοῦ Θεοῦ Λόγος ὑπὸ τοῦ Πατρὸς ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γένους ἀποσταλείς· ὃς τὰ προκείμενα.......... ἐπουράνιον Σιών· ἧς παράδειγμα τὸ ἐπὶ γῆς ὄρος ἐτύγ...... καὶ πρὸς τὴν ἐξ ἐθνῶν ἐκκλησίαν ἀποτείνεται· προ....... ενος αὐτῇ τὴν κλῆσιν τῶν δι' αὐτοῦ σωθησομέ......... ὑπ' αὐτοῦ βασιλευθησομένων ἐν αὐτῇ. Ψ. Ἀπὸ τοῦ αὐτοῦ. ΚΓʹ. Καὶ............... τὸν Ἰησοῦν τὸν ἱερέα τὸν μέγαν, ἐστῶτα πρὸ προσω.... τοῦ Κυρίου, καὶ διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ, τοῦ ἀντικει..... αὐτῷ. 122 καὶ μετ' ὀλίγα· καὶ εἶπεν πρὸς τοὺς ἑστηκότας πρὸ τῆς.... τοῦ αὐτοῦ, λέγων, Ἀφέλετε τὰ ἱμάτια τὰ ῥυπαρὰ ἀπ' αὐτοῦ· καὶ εἶπεν, Ἰδοὺ, ἀφῄρηκα τὰς ἀνομίας σου, καὶ ἐνδύσατε........ δήρη, καὶ ἐπίθετε κίδαριν καθαρὰν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ. Καὶ πάλιν μετ' ὀλίγα λέλεκται πρὸς αὐτόν· Ἄκουε δὴ...... ρεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου οἱ καθήμενοι πρὸ προσώπου σου· διότι ἄνδρες τερατοσκόποι εἰσὶ, διότι, ἰδοὺ, ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν. Καὶ αὖθις μεθ' ἕτερα· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς μὲ, λέγων, Λάβε τὰ ἐκ τῆς αἰχμαλωσίας παρὰ τῶν ἀρχόντων. Καὶ μετὰ βραχέα· Καὶ λήψῃ ἀργύριον καὶ ποιήσεις στεφάνους, καὶ ἐπιθήσεις ἐπὶ τὴν κεφαλὴν Ἰησοῦ υἱοῦ Ἰωσεδὲκ τοῦ ἱερέως τοῦ μεγάλου καὶ ἐρεῖς πρὸς αὐτὸν, Τάδε λέγει Κύριος παντοκράτωρ, Ἰδοὺ, ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατελεῖ, καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου, καὶ αὐτὸς λήψεται ἀρετὴν, καὶ καθιεῖται, καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν αὐτοῦ, καὶ βουλὴ εἰρηνικὴ ἔσται ἀναμέσον ἀμφοτέρων. Ὁ δὲ στέφανος ἔσται τοῖς ὑπομενοῦσιν. Ἐπεὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ὁ θαυμάσιος ἀπόστολος ἀρχιερέα μέγαν ὠνόμασε διεληλυθότα τοὺς οὐρανοὺς, ἀναφέροιτ' ἂν ἐπ' αὐτὸν εἰκότως...... καὶ ὁ κατὰ τὴν προφητείαν τῇ τε αὐτῇ προσωνυμίᾳ καὶ τῷ αὐτῷ ἀξιώματι τετιμημένος· ταύτη τε............. ρηματίσας· τοῦτον δὴ οὖν ὁ Κύριος ἔδειξεν τῷ προφήτω..... τιρυπώση περιβεβλημένον τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπὶ τὴν καθ' ἡμᾶς αἰχμαλωσίαν αἰνιττόμενος κάθοδον, καθ' ἣν........ ῶν κηρύ 123 ξαι αἰχμαλώτοις ἄφεσιν, οἷα δὴ τὰς ἡμετέρας εἰς ἑαυτὸν ἀναλαβὼν ἁμαρτίας ῥυπαροῖς κέχρηται παρ' ἡμῶν ἐνδύμασι· ταῦτα δ' ὁ Πατὴρ ἀποδύντα κελεύει τὰ τῆς θεότητος ἀναλαβεῖν θεῖα καὶ ἀξιοπρεπῆ τῆς κατ' οὐρανὸν ἀρχιερωσύνης ἐνδύματα. Τούτων δὲ καὶ κατὰ τὴν ἱστορίαν περὶ τ... τοτε Ἰησοῦν τυπικῶς ὡς εἰκὸς γεγενημένων ἀφ' ἑτέρας ἀρχῆς ὁ λόγος πρός τε αὐτὸν τὸν ἄνδρα Ἰησοῦν καὶ τοὺς σὺν αὐτῷ... τε ρατοσκόπους, ἡγοῦμαι δ' οὕτως τοὺς τῆς πνευματικῆς....... ἠξιωμένους ὠνομάσθαι, φησίν, ἰδοὺ ἐγὼ ἄγω τὸν.......... ἀνατολήν. Καὶ ὑποκαταβὰς αὐτοῦ τοῦ Ἰησοῦ τοὺς στεφάνους τῇ κεφαλῇ ἐπιθεὶς, ἐπιφέρει λέγων· Τάδε λέγει Κύριος παντοκράτωρ· ἰδοὺ ἀνὴρ ἀνατολὴ ὄνομα· καὶ ὑποκάτ......... ἀνατελεῖ καὶ οἰκοδομήσει τὸν οἶκον Κυρίου καὶ τὰς..... καὶ τὰ ἐπὶ τὸν Χριστὸν ἀναφέροιτ' ἂν, τῆς προσηκούσης.. τυχόντα διηγήσεως· πλὴν καὶ τοῖς ἐκ περιτομῆς καὶ........ αλὸν..... παραθέσθαι. ἐπεὶ μὴ δ' ὅλως προφήτην ἀπὸ τῆς...... περσου βασιλείας· καὶ τῶν τῆς προφητείας χρόνων............ ἐγηγερμένον ἔχοιεν ἐπιδεῖξαι, μὴ ὅτι γε Ἰωάννην καὶ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν. Τὶς δὴ οὖν ὁ προφητευόμενος ὥρα λέγειν.... εἰ δὲ λέγοιεν, ταῦτα εἰς τὸν Ἰησοῦν τὸν τοῦ Ἰωσεδὲκ ἀναφέρεται, δεικτέον αὐτοῖς ὅτι μηδαμῶς ἐκείνῳ τὰ λεγόμενα ἁρμόζει· πότε γὰρ ἐκλήθη τὸ ὄνομα αὐτοῦ ἀνατολή; διὰ τί δὲ καὶ ταύτης ἀξιοῦται τῆς προσηγορίας; πῶς δὲ ἁρμόσει αὐτῷ τὸ, καὶ καθιεῖται καὶ ἄρξει ἐπὶ τοῦ θρόνου αὐτοῦ· μάλιστα δὲ τὸ καὶ ἔσται ὁ ἱερεὺς ἐκ δεξιῶν 124 αὐτοῦ· εἰ γὰρ αὐτὸς ἐτύγχανεν ὢν ὁ ἱερεὺς ὁ μέγας, τίς δ' ἂν εἴη ὁ ἐκ δεξιῶν αὐτοῦ, ἕτερος ὢν παρ' αὐτὸν ἱερεύς; σαφῶς δὲ ἕτερον παρ' ἐκεῖνον εἶναι διδάσκει τὸν λεγόμενον ἀνατολήν· πρὸς γὰρ τὸν αὐτὸν Κύριον καὶ τοὺς.. ἀμφ' αὐτοῦ ὸν φησὶν ὁ λόγος· Ἄκουε δὴ Ἰησοῦ ὁ ἱερεὺς ὁ μέγας, σὺ καὶ οἱ πλησίον σου· ἰδοὺ ἐγὼ ἄγω τὸν δοῦλόν μου Ἀνατολήν· εἰ δὴ οὖν αὐτῷ ταῦτα εἴρηται, πῶς ἂν ἔτι χώραν ἔχει οι τὸ περὶ αὐτοῦ λέγεσθαι νομίζειν τὸ, ἰδοὺ ἀνὴρ ἀνατολὴν...... αὐτῷ; Σαφῶς δὴ διὰ τούτων δύο παρίσταται πρόσωπα· ἓν μὲν ᾧ τὸ θεῖον διαλέγεται, ἕτερον δὲ περὶ οὗ προφητεύει· ᾧ καὶ ἀναμφιλόγως ἀνάγοιτ' ἂν ἐπὶ τὸν Χριστὸν τὸν ἀληθῶς υἱὸν τοῦ......... ἑρμηνεύεται ιαὼ δικαιοσύνη· οὗτος δ' ἂν εἴη ὁ Πατὴρ.... τοὺς τῶν νικητηρίων περιτιθεὶς τῷ χριστῷ στεφάνους.................. καλεῖ· διὰ τὴν εἰς ἀνθρώπους ἀνατείλασαν αὐ............ διδασκαλίαν· καὶ τὸν πρῶτον καὶ μέγαν ἀρχι......... πρωτότοκον αὐτοῦ Λόγον· Θεὸν μὲν ὄντα καὶ Κύριον τῶν......... ων ἱερέα δὲ τῆς πρώτης καὶ ἀγενήτου θεότητος·...... ωρ δὲ εἶναι αὐτὸν φησὶν οὗ ἀνείληφεν ἀνθρώπου, ἱερέως μεγάλου.... αὐτοῦ χρηματίζοντος διὰ τὴν ἕνωσιν τὴν πρὸς τὸν μονογενῆ τοῦ Θεοῦ. Πολλῆς δὲ τῶν κατὰ τὸν τόπον δεομένων ἐξηγήσεως ἱκανὰ καὶ ταῦτα ὡς πρὸς τὴν παροῦσαν ὑπόθεσιν. Ψ. Τοῦ αὐτοῦ. ΚΔʹ. Χαῖρε...... θύγατερ Σιὼν, κήρυσσε θύγατερ Ἱερουσαλήμ· ἰδοὺ, ὁ βα...... ἔρχεταί σοι δίκαιος καὶ σώζων, 125 αὐτὸς πραῢς καὶ ἐπι....... ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ, καὶ ἵππον ἐξ Ἱερουσαλὴμ, καὶ ἐξολοθρεύσεται τόξον πολεμικὸν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ θαλάσσης, καὶ ποταμῶν δι' ἐκβολὰς γῆς. Θυγάτηρ Σιὼν, ᾗ προστάσσει χαίρειν ὁ λόγος, πᾶσα ἡ τῆς νοητῆς καὶ ἐπουρανίου Σιὼν οἰ κατατυγχανει (sic) ψυχή· ἢ ἡ καὶ ἐπὶ γῆς διὰ Χριστοῦ συστᾶσα ἐξ ἐθνῶν ἐκκλησίας· ὁμοίως δ' αὖ πάλιν θυγάτηρ Ἱερουσαλὴμ, ἡ συγγένειαν φέρουσα τῆς ἐπουρανίου Ἱερουσαλήμ· οἷα τις ἦν ἡ Παύλου λέγοντος, ἡ δὲ ἄνω Ἱερουσαλὴμ ἐλευθέρα ἐστὶν, ἥτις ἐστὶν μητὴρ ἡμῶν. Ταῖς δὴ οὖν τοιαύταις ψυχαῖς ὁ λόγος ἐπιδημήσειν τὸν Χριστὸν τοῦ Θεοῦ προανακηρύττει ἐπιβεβηκότα ὑποζυγίῳ καὶ πώλῳ νέῳ· οὕτω τῆς ἀνθρωπείας φύσεως, ἣν ἐπιδημήσας ἀνεί ληφεν, νοουμένης· μεθ' ἧς ἐξωλόθρευσε πᾶσαν πολεμικὴν δύναμιν ἀπὸ πάσης ἐκκλησιαστικῆς καὶ φέρειν καρποὺς ἁγίους δυναμένης ψυχῆς, τοῦ Ἐφραὶμ εἰς καρποφορίαν μεταλαμβανομένου, καὶ εἰς ὅρασιν εἰρήνης κατὰ τὴν Ἑλλάδα γλῶτταν τῆς Ἱερουσαλήμ· καὶ δὴ ἐξολοθρεύσας τοὺς πρότερον τῆς ἀνθρωπότητος ἐπικρατούσας (sic) δαίμονας πονηροὺς, ἐξ ἁπάντων τῶν πάλαι τούτοις ὑποχειρίων ἐθνῶν μυρίους ὅσους ὑπὸ τὸν εὐσεβῆ τῆς διδασκαλίας αὐτοῦ ζυγὸν ὑπηγάγετο. Ταῦτα μὲν κατὰ διάνοιαν· καὶ ῥητῶς δὲ ὁ Χριστὸς ἐνανθρωπήσας καὶ σωματικῶς τὰς περὶ αὐτοῦ προφητείας ἐπιτελῶν, καὶ ταύτῃ πέρας ἐπιτέθεικεν, ὅτε κατὰ τὸν εὐαγγελιστὴν εἶπεν τοῖς ἑαυτοῦ μαθηταῖς, πορευθέντες εἰς τὴν ἀπέναντι κώμην εὑρήσετε ὄνον καὶ