Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Generalis elementaria introductio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
126.1.1
πῶλον δεδεμένην· λύσαντες οὖν αὐτὴν ἀγάγετε· καὶ ἐάν τις ὑμῖν εἴπῃ τι ποιεῖτε, ἐρεῖτε, ὁ κύριος ἀπο αὐτῶν χρείαν ἔχει· καὶ ἀπελθόντες ἐκεῖνοι ἐποίησαν καθὼς προσέταξεν αὐτοῖς. Τούτων δ' οὕτως ἐχόντων, παραθετέον τὰ ῥητὰ τοῖς μόνως σωματικῶς καὶ Ἰουδαϊκῶς τὰ προκείμενα ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ γενήσεσθαι φανταζομένοις· δεικτέον τε αὐτο δὲ (sic) ὅπως ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν παρούσιᾳ καὶ σωματικῶς περ αυτ... φεν μετὰ τῶν ἄλλων καὶ ἡ φάσκουσα προφητεία, καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραὶμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ. Ἡ γοῦν τοῦ Χριστοῦ θεία καὶ οὐράνιος δύναμις ἀπορρήτῳ ἐνεργείᾳ μετὰ τὴν.... τούτου ἐπιβουλήν· αὐτήν τε τὴν Ἱερουσαλὴμ σὺν καὶ τῇ προγ........ ἐν αἷς τῇ τυγχανούσῃ πολεμικῇ δυνάμει ἐξωλόθρευσε· τότ...... λαὸν τὸν ἐν αὐτῇ Ἐφραὶμ πολλάκις ὠνομασμένον................. ἐντολήν· πληθύνοντα ἵππον ἐν τῇ Ἱερουσαλὴμ καὶ ἁρματ........ τικῶς διὰ τὰς ἐν τοῖς πολέμοις παρατάξεις τ...... κατ.......... γενομένους ἵππους· κτήνεσιν τοῖς ἀνοήτοις παρ' ὁμοια......... οὓς ἐναργῶς πάντας ἡ παρουσία τοῦ Σωτῆρος ἡμῶν ἐξωλόθρευς.... γοῦν τὴν σωτήριον παρουσίαν ἐξολοθρευθέντων ἐκείνων..... τυχὸν πλῆθος ἐξ ἁπάντων τῶν ἐθνῶν τὴν ἐν ταῖς ψυχαῖς........ κατεδέξαντο· τοῦ Θεοῦ κατάρξαντος καὶ κατακρατήσεως.... ἀγγελικοῦ ῥητοῦ τῆς οἰκουμένης ἁπάσης κατὰ τὴν...... ην τοῦ θείου λόγου προφητείαν. 127 Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΕʹ. Καὶ κατισχύσω αὐτοὺς ἐν Κυρίῳ Θεῷ αὐτῶν, καὶ ἐν τῷ ὀνόματι........ καυχήσονται, λέγει Κύριος. Πάλιν Κύριος ὁ τοῦ Θεοῦ Λόγος κατισχύσειν ὑπισχνεῖται τοὺς ἀξίους ἐν Κυρίῳ Θεῷ αὐτῶν, τὸν Θεὸν καὶ Πατέρα ἑαυτοῦ δηλῶν. Διὸ ἐν τοῖς περὶ Πατρὸς καὶ Υἱοῦ καὶ τοῦτο σεσημειώσθω τὸ ῥητόν. Ψ. Τοῦ αὐτοῦ. Κ ʹ. Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστίν. Καὶ ἐρῶ πρὸς αὐτοὺς, Εἰ καλὸν ἐνώπιον ὑμῶν ἐστὶν, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυρίους· καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, Καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν.......... τοῦ διασκεδάσαι τὴν διαθήκην ἀναμέσον Ἰούδα, καὶ ἀναμέσον Ἰσραήλ. Καὶ τί γὰρ οὐχὶ τῶν ἐπὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ συν... των προέγνωστό τε καὶ προείρητο τοῖς ἱεροῖς τοῦ Θεοῦ προφηταῖς........ γὰρ ἐκ παρθένου γένεσις αὐτοῦ καὶ ὁ τῆς γενέσεως................ λῆ καὶ ἡ ῥίζα ἐξ ἧς τὸ κατὰ σάρκα γεγέννηται· τά τε........... αὐτῷ ἐπιδημήσαντι παράδοξα διὰ τῶν ἀνέκαθεν προφητῶν.... τῆς ὑπὸ τοῦ θείου Πνεύματος ἠξιώθη γραφῆς· ἐπὶ πᾶσι δὲ καὶ τὸν θάνατον καὶ τὸ τούτου εἶδος προεδήλωσαν, οὐ παραλιπόντε...... οὐδ' ἃς ὑπέμεινε μάστιγας καὶ ἐμπτυσμοὺς ῥαπίσματά τε καὶ ὕβρεις· ἀλλὰ τὸν 128 προδώσαντα αὐτὸν τοῖς ἐπιβουλεύουσιν ἐν αὐτῶν ἕνα τῶν μαθητῶν μηνύσαντες· ὀνομαστὶ γοῦν αὐτὸν ἐστηλίτευσε διὰ Ἱερεμίου τὸ θεῖον Πνεῦμα φῆσαν, ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ. Ταῦτα δ' ἐν αὐτῷ τῷ Ἑβραικῷ καὶ τοῖς λοιποῖς εὕροις ἂν παρὰ τοὺς οʹ ἑρμηνευτάς· καὶ ἐν Ψαλμοῖς δὲ διαφόροις μάθοις ἂν τὰ κατ' αὐτὸν δηλούμενα· καὶ νῦν δ' οὐδὲν ἧττον διὰ τῆς προκειμένης λέξεως σαφῶς καὶ τὸν ἀριθμὸν τοῦ ἀργυρίου, ὅπερ λαβὼν ὁ Ἰούδας προύδωκε τοῖς ἐπιβουλεύουσι τὸν διδάσκαλον, ἡ θεία προθεσπίζει γραφή. Λέγοιτο δ' ἂν τὰ προκείμενα ἐκ προσώπου τοῦ Χριστοῦ, ὥσπερ τοὺς ἐπιβουλεύσαντας αὐτῷ, οὓς ἑτέρωθι μὲν ἄρχοντας Σοδόμων καὶ λαὸν Γομόρρας ὁ τῆς προφητείας ἀποκαλεῖ λόγος, ἐπὶ τοῦ παρόντος δὲ Χαναναίους διὰ τὴν πρὸς τοὺς Χαναναίους ἐξομοίωσιν αὐτοὺς ὀνομάζει. Φήσασα γ' οὖν ἡ προφητεία τὸ, καὶ γνώσονται οἱ Χαναναῖοι, ἐπιφέρει, διδάσκουσα ἡμᾶς τίνας βούλεται σημαίνειν, καὶ φησίν· τὰ πρόβατα τὰ φυλασσόμενά μοι. Τίνα δὲ ἦν ταῦτα τὰ πρόβατα, τὰ πρότερον τῷ κυρίῳ φυλασσόμενα, ἢ ὁ ἐκ περιτομῆς λαός; οὓς νῦν Χαναναίους ὀνομάσας ὁ λόγος, ὡς ἐκ προσώπου τοῦ Χριστοῦ ἐπάγει λέγων, καὶ ἐρῶ πρὸς αὐτοὺς τὰ ἀναγεγραμμένα, ἃ καὶ λέγοι ἂν πρὸς τοὺς ἐπιβουλεύσαντας αὐτῷ, ὑπὲρ ὧν αὐτοὺς εὐεργέτησε τοὺς μισθοὺς ὥσπερ αἰτῶν αὐτοὺς, τοῦτ' ἔστι τὴν εἰς αὐτὸν πίστιν καὶ τὸν ταύτῃ κατάλληλον βίον· οὕτως γὰρ ἀκούω τοῦ, δότε τὸν μισθόν μου· οἱ δὲ, κατὰ τὸ ἑτέρωθι περὶ αὐτῶν εἰρημένον ὑπ' αὐτοῦ, 129 Ἀντὶ τοῦ ἀγαπᾶν με, ἐνδιέβαλλόν με, ἐγὼ δὲ προσηυχόμην· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου· τριάκοντα ἀργυρίους στήσαντες παρέσχον τῷ προδότῃ, ὡσπερεὶ τοσούτου αὐτὸν τῇ ἀσεβεστάτῃ αὐτῶν κρίσει τιμώμενοι. Ἀλλ' ἐπεὶ τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει, τούτου χάριν καθεῖναι αὐτοὺς εἰς τὸ χωνευτήριον, τοῦτ' ἔστιν εἰς τὸ τῆς κρίσεως καὶ τὸ τῆς κολάσεως πῦρ, ὁ Κύριος προστάσσει· τίνας δὲ αὐτοὺς ἢ τοὺς ἐπιβουλεύσαντας αὐτῷ; Καὶ σκέψαι δὲ, φησὶν, εἰ δόκιμόν ἐστιν, δῆλον δ' ὅτι τὸ κατ' αὐτοῦ δρασθὲν αὐτοῖς· λέγει δὲ αὐτοὺς ἐν τῷ πυρὶ δοκιμασθήσεσθαι, ὃν τρόπον καὶ αὐτὸς ὁ Κύριος διὰ τῆς εἰς σάρκα ἐπιδημίας καὶ τοῦ πάθους ἐδοκιμάσθη ὑπὲρ αὐτῶν· καὶ γὰρ δὴ προηγουμένως ἐνηνθρώπησε, καὶ πέπονθεν ὑπὲρ σωτηρίας τῶν ἀπολωλότων προβάτων οἴκου Ἰσραήλ. Τούτοις ἑξῆς καὶ τὴν μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν ἀποβολὴν αὐτῶν σημαίνων ὁ λόγος φησὶν, καὶ ἀπέρριψα τὴν ῥάβδον τὴν δευτέραν. Τὶς δὲ ἐστὶν αὕτη διδάσκων ἐπιφέρει τὸ σχοίνισμα, περὶ οὗ εἴρηται, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Σαφέστερον γ' οὖν τοῦτο παρίστησιν ἐπιλέγων τοῦ διασκεδάσαι τὴν προτέραν διαθήκην τοῦ Θεοῦ, τὴν ἀναμέσον Ἰούδα καὶ ἀναμέσον Ἰσραήλ· καὶ σαφῶς δείκνυται ἀπὸ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων περιηρημένα τῆς λατρείας ἁπάσης τῆς κατὰ τὸν νόμον ἐξ ἐκείνου καὶ εἰς δεῦρο καθαιρεθείσης. 130 Ψ. Τοῦ αὐτοῦ Ζαχαρία. ΚΖʹ. Ῥομφαία ἐξεγέρθητι ἐπὶ τὸν ποιμένα μου, καὶ ἐπὶ ἄνδρα πολίτην αὐτοῦ, λέγει Κύριος παντοκράτωρ, πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήτωσαν τὰ πρόβατα· καὶ ἐπιστρέψω τὴν χεῖρά μου ἐπὶ τοὺς ποιμένας. Ἐπείπερ ὁ εὐαγγελιστὴς τὸ, Πάταξον τὸν ποιμένα, καὶ διασκορπισθήσεται τὰ προβάτα τῆς ποίμνης, ἐντεῦθεν λαβὼν κατὰ τὸν σωτηρίου πάθους καιρὸν πέρας εἰληφέναι ἐδίδαξεν, ὅτε καταλείψαντες αὐτὸν οἱ μαθηταὶ διεσκορπίσθησαν· τούτου δὴ χάριν καὶ ἡμεῖς ἐσημειωσάμεθα τὸ ῥητὸν, ὃ καὶ πολλῆς δεόμενον ἐξετάσεως εἰς ἐπιτήδειον ἀναθησόμεθα καιρόν. Ψ. Τοῦ αὐτοῦ. ΚΗʹ. Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα πολέμου· καὶ παρέσται Κύριος ὁ Θεός μου, καὶ πάντες οἱ ἅγιοι μετ' αὐτοῦ. Καὶ ταῦτα ὑπονοοῦντες περὶ τῆς δευτέρας λέγεσθαι τοῦ Χριστοῦ παρουσίας ἐσημειωσάμεθα. Ψ. Τοῦ ἀγγέλου. ΚΘʹ. Οὐκ ἔστι μου θέλημα ἐν ὑμῖν, λέγει Κύριος παντοκράτωρ, καὶ θυσίαν οὐ προσδέξομαι ἐκ τῶν χειρῶν ὑμῶν· Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ ἕως δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσφέρεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά· διότι μέγα τὸ ὄνομά μου ἐν τοῖς ἔθνεσι, λέγει Κύριος παντοκράτωρ· ὑμεῖς δὲ βεβηλοῦτε αὐτό. Ὥσπερ χεὶρ καὶ 131 δεξιὰ καὶ βραχίων καὶ δύναμις τοῦ Θεοῦ τῶν ὅλων ὁ Λόγος αὐτοῦ ἐν ταῖς θείαις ὠνόμασται γραφαῖς, οὕτως ὁ αὐτὸς καὶ ὄνομα χρηματίζει τοῦ Θεοῦ. Τοῦτο οὖν τὸ θεῖον ὄνομα ὡς ἀπ' ἀνατολῶν ἡλίου καὶ δυσμῶν δεδόξασται ἐν τοῖς ἔθνεσιν, παντί τῳ πρόδηλον ἀπὸ τῶν πανταχόσε χρηματιζόντων κατὰ τὴν τοῦ Χριστοῦ προσηγορίαν· οἳ καὶ ἐν παντὶ τόπῳ πνευματικὸν θυμίαμα καὶ τὴν δι' εὐχῶν καθαρὰν καὶ ἀναίμακτον καὶ λογικὴν θυσίαν διὰ τοῦ κατ' ἀλήθειαν ἀρχιερέως προσάγουσι τῷ Θεῷ· τούτων δὲ τοῦτον λατρευόντων τὸν τρόπον, τὰς σωματικὰς τοῦ προτέρου λαοῦ θυσίας ἀποστραφήσεσθαί φησιν ὁ Θεός· καὶ δὴ σαφὲς πῶς μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν κατ' ἀμφότερα πέρας εἴληφεν ἡ προφητεία· κατά τε τὴν προτέρου λαοῦ ἀποβολὴν ἅμα τε ἀρθείσης ἐξ αὐτῶν κατὰ τὸν Δανιὴλ θυσίας καὶ σπονδῆς, καὶ κατὰ τὴν τῶν ἐθνῶν ἐπὶ τὸν τῶν ὅλων Θεὸν ἐπιστροφήν. Τοῦ αὐτοῦ. Λʹ. Ἡ διαθήκη ἦν μετ' αὐτοῦ τῆς ζωῆς καὶ τῆς εἰρήνης, καὶ ἔδωκα αὐτῷ φόβῳ φοβεῖσθαί με, καὶ ἀπὸ προσώπου ὀνόματός μου στέλλεσθαι αὐτόν. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτοῦ, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· ἐν εἰρήνῃ κατευθύνων ἐπορεύθη μετ' ἐμοῦ, καὶ πολλοὺς ἐπέστρεψεν ἀπὸ ἀδικίας. Ὅτι χείλη ἱερέως φυλάξεται γνῶσιν, καὶ νόμον ἐκζητήσουσιν ἐκ στόματος αὐτοῦ, ὅτι ἄγγελος Κυρίου παντοκράτορός ἐστιν. Καὶ ταῦθ' ἁρμόζειν ὑπολαμβάνοντες ταῖς περὶ Χριστοῦ μαρτυρίαις ἐκτεθείμεθα· ἥ τε γὰρ διαθήκη τῆς ζωῆς 132 καὶ τῆς εἰρήνης ἦν μετ' αὐτοῦ· τό τε τοῦ φόβου πνεῦμα μετὰ καὶ τῶν λοιπῶν ἐπ' αὐτὸν ἀνεπαύσατο κατὰ τὸ, καὶ ἐμπλήσει αὐτὸν πνεῦμα φόβου Θεοῦ, λεγόμενον ἐν Ἠσαίᾳ· τοῦτο δὲ καὶ ὁ τῆς ἀληθείας νόμος, οὐχὶ δὲ ὁ τυπικὸς ἐν τῷ στόματι ἦν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν χείλεσιν αὐτοῦ· κατὰ γὰρ τὸν Ἠσαίαν ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν χείλεσιν αὐτοῦ· οἷα δὲ συνὼν τῇ πατρικῇ δυνάμει ἐν εἰρήνῃ κατευθύνων ἐπορεύετο μετ' αὐτοῦ, πολλοὺς τῶν πάλαι τὸν Θεὸν μὴ εἰδότων εἰς ἐπιστροφὴν ἄγων· παρ' αὐτοῦ δὲ, ἅτε ἀρχιερέως ὄντος καὶ τὴν περὶ πάντων γνῶσιν διαφυλάττοντος, τὸν θεῖον νόμον ἐξεζήτησάν τε καὶ ἐκζητήσουσιν, οἷς μέλει τῆς κατ' αὐτὸν ἐπιστήμης· αὐτὸς γάρ ἐστιν ὁ τῆς μεγάλης βουλῆς ἄγγελος, διακονῶν καὶ διαγγέλλων παντὶ γενητῷ τὸ τοῦ Πατρὸς βούλημα. Ψ. Τοῦ αὐτοῦ. ΛΑʹ. Ἰδοὺ, ἐξαποστέλλω τὸν ἄγγελόν μου, καὶ ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου μου, καὶ ἐξαίφνης ἥξει εἰς τὸν ναὸν ἑαυτοῦ Κύριος, ὃν ὑμεῖς ζητεῖτε, καὶ ὁ ἄγγελος τῆς διαθήκης, ὃν ὑμεῖς θέλετε· ἰδοὺ, ἔρχεται, λέγει Κύριος παντοκράτωρ. Καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἤ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς πῦρ χωνευτηρίου, καὶ ὡς ποιὰ πλυνόντων· καὶ καθιεῖται ἀναχωνεύων καὶ καθαρίζων ὡς τὸ ἀργύριον καὶ τὸ χρυσίον. Τὰ περὶ τῆς δευτέρας τοῦ Χριστοῦ παρουσίας καὶ διὰ τούτων προφητεύεται, ὁπηνίκα... ς τοῦ Θεοῦ καὶ Πατρὸς τῶν ὅλων ἐξαποσταλεὶς αὐτὸς 133 ὁ Χριστὸς τοῦ Θεοῦ ὁ νῦν λεγόμενος τῆς διαθήκης ἄγγελος ἐπιβλέψεται ὁδὸν πρὸ προσώπου τοῦ πατρὸς, τοῦτ' ἔστι προευτρεπίσει καὶ προπαρασκευάσει τὰς τῶν ἀνθρώπων ψυχὰς τῇ τοῦ Πατρὸς βασιλείᾳ· ὅτε ἐκ λογικῶν καὶ ἐμψύχων λίθων τὸν πνευματικὸν ναὸν, τοῦτ' ἔστιν τὴν ἐκκλησίαν, ἐπισκευάσαντος αὐτοῦ, ἥξει αὐτὸς ὁ Κύριος καὶ Θεὸς Λόγος ἅμα αὐτῷ τῷ τῆς διαθήκης ἀγγέλῳ εἰς τὸν δεδηλωμένον ναόν· εἶτα, οἷα τὴν δευτέραν αὐτοῦ παρουσίαν προαγγέλλων, ὁ Λόγος ὡς πρὸς τοὺς ἁμαρτωλοὺς φησὶν, ἰδοὺ ἔρχεται Κύριος παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; ἢ τίς ὑποστήσεται ἐν τῇ ὀπτασίᾳ αὐτοῦ; καὶ τὰ ἑξῆς· οἷς ἐπιμελῶς προσεκτέον ὑπ' αὐτοῦ τοῦ παντοκράτορος Κυρίου ὡς περὶ ἑτέρου λεγομένοις· καὶ πευστέον τε τῶν ἐκ περιτομῆς, εἴ τινα ἔχοιεν λέγειν τὸν ἐνταῦθα δηλούμενον κύριον καὶ τὸν σὺν αὐτῷ ἄγγελον τῆς διαθήκης, περὶ οὗ Κύριος ὁ παντοκράτωρ φάσκει τὸ, ἴδου ἔρχεται, καὶ τὰ λοιπά· δι' ὧν καθ' ἡμᾶς ἡ δευτέρα τοῦ Χριστοῦ καταγγέλλεται παρουσία· ὃς Λόγος Θεοῦ τυγχάνων παραγενόμενος εἰσπορεύσεται εἰς τὴν ἑκάστου ψυχὴν, κρίνων ἕκαστον περὶ τῶν αὐτῷ κατὰ τὸν βίον πεπραγμένων, ἐκπλύνων τε καὶ διὰ πυρὸς χρυσοῦ δίκην χωνεύων, καὶ καθαρίζων τὰ πάντων ἡγεμονικά. Πᾶσαν γ' οὖν τὴν κρίσιν ὁ Πατὴρ δέδωκεν τῷ Υἱῷ κατὰ τὸν φάσκοντα καὶ ἐν ψαλμοῖς λόγον, Ὁ Θεὸς τὸ κρίμα σου τῷ βασιλεῖ δὸς, καὶ τὴν δικαιοσύνην σου τῷ υἱῷ τοῦ βασιλέως· κρίνειν τὸν λαόν σου ἐν δικαιοσύνῃ, καὶ τοὺς πτωχούς σου ἐν κρίσει· ἔνθα βασιλεὺς μὲν ἡ θεότης καὶ αὐτὸς 134 ὁ Θεὸς Λόγος ἀνηγόρευται· ὃν δὲ ἀνείληφεν ἄνθρωπον, υἱὸς τοῦ βασιλέως. Τοῦ αὐτοῦ ἀγγέλου. ΛΒʹ. Καὶ ἀνατελεῖ τοῖς φοβουμένοις τὸ ὄνομά μου ἥλιος δικαιοσύνης, καὶ ἴασις ἐν ταῖς πτέρυξιν αὐτοῦ. Ἥλιος δικαιοσύνης τὸ φῶς ἐστιν τὸ ἀληθινὸν τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ὃς μόνοις ἀνατέλλειν εἴρηται τοῖς φοβουμένοις τὸ ὄνομα τοῦ Πατρὸς αὐτοῦ· τοῖς γάρ τοι μὴ τοιούτοις δύσεσθαι ἀπειλεῖ, κατὰ τὸ, καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου, ἔν τινι τῶν προφητῶν εἰρημένον. Ταῦτα μὲν τὰ ἀπὸ τῶν δώδεκα προφητῶν· ἀλλ' ἐπεὶ τὰ ἐκ τοῦ Ἠσαίου διὰ τὸ πλῆθος ἐν ἰδίῳ συγγράμματι περιλαβεῖν ἡμῖν πρόκειται, φέρε μεταβάντες τὰ ἀπὸ τῶν λοιπῶν μεγάλων προφητῶν ἐπισκεψώμεθα. Ψ. Ἐκ τοῦ Ἰερεμίου. ΛΓʹ. Κύριε, γνώρισόν μοι, καὶ γνώσομαι· τότε εἶδον τὰ ἐπιτηδεύματα αὐτῶν. Ἐγὼ ὡς ἀρνίον ἄκακον ἀγόμενον τοῦ θύεσθαι οὐκ ἔγνων· ἐπ' ἐμὲ ἐλογίσαντο λέγοντες, Δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ, καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων, καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι. Ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς κατὰ τὴν ἐν τῷ Ἠσαίᾳ προφητείαν, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος, κατὰ δὲ τὴν μετὰ χεῖρας, ὡς 135 ἀρνίον ἄκακον ἀγόμενον τοῦ θυέσθαι οὐκ ἔγνων· καὶ τὸ κατὰ τὸν σταυρὸν δὲ πάθος αὐτοῦ δύναται δηλοῦσθαι διὰ τοῦ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ καὶ ἐκτρίψωμεν αὐτὸν ἀπὸ γῆς ζώντων· καὶ τὸ ὄνομα αὐτοῦ οὐ μὴ μνησθῇ ἔτι· ἅπερ ἐκ προσώπου λέλεκται τῶν ἐπιβουλευσάντων αὐτῷ. Εἰ γὰρ δὴ τὸ σῶμα αὐτοῦ ἄρτος ἦν, ὡς αὐτὸς διδάσκει πρὸς τοὺς μαθητὰς λέγων, λάβετε, φάγετε, τοῦτό ἐστι τὸ σῶμά μου, τοῦτο δ' ἦν τὸ πρὸς τῷ ξύλῳ κατὰ τὸν σταυρὸν δειγματισθὲν, περὶ αὐτοῦ λέγοιτ' ἂν εἰκότως τὸ, δεῦτε καὶ ἐμβάλωμεν ξύλον εἰς ἄρτον αὐτοῦ· εἰ δὲ καὶ βαθυτέρας ἔχοιτο θεωρίας τὰ κατὰ τὸν τόπον, οὐδὲν πρὸς ἐκεῖνο λυπεῖ καὶ τὰ εἰρημένα. Ψ. Τοῦ αὐτοῦ. ΛΔʹ. Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ φωνὴν αὐτῆς, διὰ τοῦτο ἐμίσησα αὐτήν. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοὶ, ἢ σπήλαιον κύκλῳ αὐτῆς; Βαδίσατε, συναγάγετε πάντα τὰ θήρια τοῦ ἀγροῦ, καὶ ἐλθέτωσαν τοῦ φαγεῖν αὐτήν. Ποιμένες πολλοὶ διέφθειραν τὸν ἀμπελῶνά μου, ἐμόλυναν τὴν μερίδα μου, ἔδωκαν μερίδα ἐπιθυμητὴν εἰς ἔρημον ἄβατον, ἐγενήθη εἰς ἀφανισμὸν ἀπωλείας· δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ὅτι οὐκ ἔστιν ἀνὴρ τιθέμενος ἐν καρδίᾳ. Ἔοικε τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν εἶναι φωνὴ καὶ ἡ φάσκουσα περὶ μὲν τοῦ ἐν Ἱερουσαλὴμ νέω τὸ, ἐγκαταλέλοιπα τὸν οἶκόν μου· περὶ 136 δὲ τῆς προτέρας συναγωγῆς, ἣ καὶ μερὶς ποτὲ καὶ σχοίνισμα κληρονομίας αὐτοῦ γέγονεν, τὸ, ἀφῆκα τὴν κληρονομίαν μου, κατὰ τὸ, ποσάκις ἠθέλησα ἐπισυναγαγεῖν τὰ τέκνα σου, ὃν τρόπον ὄρνις ἐπισυνάξει τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε, Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος. Αὐτὸς δ' ὁ εἰπὼν, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, φησίν· καὶ τὸ, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς. Τούτῳ δὲ καὶ ἐγενήθη ἡ προτέρα κληρονομία ὡς λέων ἐν δρυμῷ· ἔδωκέν τε ἐπ' αὐτὸν τὴν φωνὴν αὐτῆς, ὁπηνίκα παραδόντες αὐτὸν τῷ Πιλάτῳ ἑστήκεισαν κατηγοροῦντες αὐτοῦ καὶ μονονουχὶ βοῶντες, αἶρε, αἶρε, σταύρου αὐτόν· διὰ τοῦτο δέ φησιν, ἐμίσησα αὐτὴν, διὰ τὰ μίσους ἄξια αὐτῆς ἔργα, καὶ διὰ τὸ μηδὲν εἰς αὐτὸν ἀγάπης ἄξιον ἐπιδείξασθαι· τὸ δ' ἑξῆς, καὶ μάλιστα τὸ, δι' ἐμὲ ἀφανισμῷ ἠφανίσθη πᾶσα ἡ γῆ, ἔοικεν δηλοῦν τὴν διὰ τὸν Σωτῆρα μετὰ τὸ πάθος αὐτοῦ τελείαν γενομένην ἅλωσιν καὶ αἰχμαλωσίαν τοῦ προτέρου λαοῦ, καὶ τὴν εἰς ἔσχατον τῆς Ἱερουσαλὴμ ἐρήμωσιν. Ψ. Τοῦ αὐτοῦ. ΛΕʹ. Κύριε ἰσχύς μου, καὶ βοηθεία μου, καὶ καταφυγή μου ἐν ἡμέρᾳ κακῶν· πρὸς σὲ ἔθνη ἥξουσιν ἀπ' ἐσχάτου τῆς γῆς, καὶ ἑροῦσιν, Ὡς ψευδῆ ἐκτήσαντο οἱ πατέρες ἡμῶν εἴδωλα, καὶ οὐκ ἔστιν ἐν αὐτοῖς ὠφέλημα; Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί. Διὰ τοῦτο, ἰδοὺ, ἐγὼ δηλώσω αὐτοῖς ἐν τῷ καιρῷ τούτῳ τὴν χεῖρά μου, καὶ γνωριῶ αὐτοῖς τὴν δύναμίν μου, καὶ 137 γνώσονται ὅτι ἐγὼ Κύριος. Ἁμαρτία Ἰούδα γέγραπται ἐν γραφείῳ σιδηρῷ, ἐν ὄνυχι ἀδαμαντίνῳ ἐκκεκολαμμένη ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν. Περὶ τῶν διὰ Χριστοῦ τὸν τῶν ὅλων ἐπεγνωκότων Θεὸν προφητεύσας ὁ λόγος, ἑξῆς ἐπάγει περὶ τῆς κατὰ τοῦ Σωτῆρος τοῦ Ἰουδαίων λαοῦ ἁμαρτίας, ἀνεξάλειπτον αὐτὴν ἔσεσθαι σημαίνων κατὰ τὰς παρατεθείσας μετὰ ἀστερίσκων λέξεις· ἃς δύναταί τις καὶ ἐπὶ τοῦ προδότου Ἰούδα ἐφαρμόζειν, ὡς καὶ ὀνομαστὶ τῷ θείῳ Πνεύματι προεγνωσμένου τε καὶ προαναπεφωνημένου. Ψ. Τοῦ αὐτοῦ. Λ ʹ. Ἰδοὺ, ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαυὶδ ἀνατολὴν δικαίαν, καὶ βασιλεύσει βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς ἡμέραις αὐτοῦ σωθήσεται καὶ Ἰούδας, καὶ Ἰσραὴλ κατασκηνώσει πεποιθὼς, καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς Κύριος, Ἰωσεδὲκ ἐν τοῖς προφήταις. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπεν Κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαρρήξω, καὶ οὐκ ἐργῶνται αὐτοὶ ἔτι ἀλλοτρίοις, καὶ ἐργῶνται τῷ Κυρίῳ Θεῷ αὐτῶν, καὶ τὸν Δαυὶδ βασιλέα αὐτῶν ἀναστήσω αὐτοῖς. Τούτοις τὰ παραπλήσια καὶ ἐν ἑτέρῳ τοῦ αὐτοῦ προφήτου τόπῳ εἴρηται ἐν τούτοις· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ ἐξαναστήσω σοι τὸν λόγον μου τὸν ἀγαθὸν, ὃν ἐλάλησα ἐπὶ τὸν οἶκον Ἱερουσαλὴμ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα· ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἐν τῷ καιρῷ ἐκείνῳ ἀνατελῶ τῷ Δαυὶδ ἀνατολὴν 138 δικαίαν. Οἷς ἑξῆς ἐπιφέρει, ὅτι τάδε λέγει Κύριος· Οὐκ ἐξολοθρευθήσεται τῷ Δαυὶδ ἀνὴρ καθήμενος ἐπὶ θρόνου οἴκου Ἰσραήλ· καὶ τοῖς ἱερεῦσι τοῖς Λευίταις· οὐκ ἐξολοθρευθήσεται ἀνὴρ ἐκ προσώπου μου ἀναφέρων ὁλοκαυτώματα καὶ θύων θυσίαν, καὶ ποιῶν θῦμα πάσας τὰς ἡμέρας. Καὶ πάλιν· Τάδε λέγει Κύριος· εἰ διασκεδάσετε τὴν διαθήκην μου τὴν ἡμέραν, καὶ τὴν διαθήκην μου τὴν νύκτα, τοῦ μὴ εἶναι ἡμέραν καὶ νύκτα ἐν τῷ καιρῷ αὐτῶν· καί γε ἡ διαθήκη μου διασκεδασθήσεται μετὰ Δαυὶδ τοῦ δούλου μου, τοῦ μὴ εἶναι αὐτῷ υἱὸν βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ τοὺς Λευίτας τοὺς ἱερεῖς τοὺς λειτουργοῦντάς μοι· ὡς οὐκ ἐξαριθμηθήσεται ἡ δύναμις τοῦ οὐρανοῦ, οὐδὲ ἐκμετρηθήσεται ἡ ἄμμος τῆς θαλάσσης, οὕτως πληθυνῶ τὸ σπέρμα Δαυὶδ τοῦ δούλου μου καὶ τοὺς Λευίτας τοὺς λειτουργοῦντάς μοι. Καὶ αὖθις μετὰ βραχέα εἴρηται· Τάδε λέγει Κύριος· Εἰ μὴ διαθήκην μου ἡμέρας καὶ νυκτὸς, ἀκριβάσματα οὐρανοῦ καὶ γῆς οὐκ ἔταξα, καί γε τὸ σπέρμα Ἰακὼβ καὶ Δαυὶδ τὸν δοῦλόν μου ἀποδοκιμῶ, τοῦ μὴ λαβεῖν ἐκ τοῦ σπέρματος αὐτοῦ ἄρχοντα. Καὶ τίς ἂν εἴη ὑπὸ τοῦ Κυρίου ἀναστησομένη τῷ Δαυὶδ ἀνατολή; Ὁ θεῖος Λόγος, περὶ οὗ καὶ ἐν ἑτέροις εἴρηται, ἰδοὺ ἀνὴρ, ἀνατολὴ ὄνομα αὐτῷ· ὃς καὶ βασιλεύσειν προφητεύεται καὶ συνήσειν καὶ ποιήσειν κρίμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Οὗτος δὲ καὶ ταῖς ἐν σκότει καθημέναις ψυχαῖς ἐξανατελεῖ φῶς κατὰ τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ἐπ' ἂν δὲ κατὰ τὸν ἀπόστολον τὸ πλήρωμα τῶν ἐθνῶν εἰσελθῇ, καὶ πᾶς ὁ ἀληθινὸς Ἰσραὴλ μετὰ τοῦ πνευματικοῦ Ἰούδα σωθήσεται, 139 οὓς καὶ καλέσει αὐτοὺς ὁ Κύριος ὀνομαστὶ, οὓς ἀξίους αὐτοὺς κρινεῖ ἐν τῷ Ἰωσεδεκὶν, ὅπερ ἑρμηνεύεται οἱ τοῦ Θεοῦ δίκαιοι. Ἐν ἐκείνῃ δὲ τῇ ἡμέρᾳ μετὰ τὸ ἐλευθερῶσαι τὸν Θεὸν τοὺς προειρημένους ἀπὸ τῆς ὑπὸ τὸν διάβολον αἰχμαλωσίας, ὡς μηκέτι μὲν ἐκείνῳ, μόνῳ δὲ Κυρίῳ τῷ Θεῷ αὐτῶν λατρεύειν, ἀναστήσειν αὐτοῖς ὁ Θεὸς ὑπισχνεῖται βασιλέα τὸν Δαυὶδ, οὐκ ἄλλον ὄντα τοῦ ἐκ σπέρματος Δαυὶδ γενομένου Σωτῆρος ἡμῶν, ὃν διαφόρως αἱ γραφαὶ καὶ τούτῳ προσεῖπαν τῷ ὀνόματι. Ὁ μὲν οὖν ἐν τῇ προφητείᾳ Δαυὶδ ὁ κατὰ τὸν Σωτῆρα ἡμῶν νοούμενος ἄνθρωπος λέγεται· ἡ δὲ ἀνατολὴ ἡ δικαία, ἡ κατ' αὐτὸν ἐνεργοῦσα θεότης, ἥλιος δικαιοσύνης ἐν ἄλλοις ὀνομαζομένη· ἐπεὶ καὶ τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον οὐκ ἄλλη τίς αὐτοῦ τυγχάνει. Τῷ Θεῷ τοίνυν φησὶν οὐκ ἐξολοθρευθήσεσθαι ἄνδρα ἡγούμενον καὶ προεστῶτα τῆς ἐκκλησίας αὐτοῦ, ἥτις ἐστὶν ὁ πνευματικὸς οἶκος Ἰσραήλ· ἀλλ' οὐδὲ τοὺς κατὰ διάνοιαν ἱερεῖς τοῦ Θεοῦ διαλείψειν ὁ λόγος προφητεύει, τὸ πνευματικὸν ἀναφέροντας θυμίαμα, καὶ τὴν δι' ἔργων ἀγαθῶν καὶ λόγων εὐώδη καὶ ἀναίμακτον καὶ καθαρὰν θυσίαν. Εἰ γὰρ μὴ ταῦθ' οὕτως ἐκλάβοιμεν, ὥρα ψευδεῖς ἀπελέγχειν τὰς προφητείας, τῷ μήτε τὸν θρόνον Δαυὶδ σωματικῶς, μήτε τὴν ἱερατικὴν λειτουργείαν τὴν τυπικὴν εἰσέτι νῦν συνεστάναι· τῶν μὲν ἐκ σπέρματος Δαυὶδ βασιλέων ἐξ αὐτῶν τῶν Ἱερεμίου χρόνων διαλελοιπότων, τῆς δὲ Λευιτικῆς καὶ ἱερατικῆς λειτουργίας μετ' οὐ πολὺ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας· ἐξ ἧς 140 καὶ εἰς δεῦρο οὐδὲ ἐπιβαίνειν αὐτοῖς τῆς Ἱερουσαλὴμ ἔξεστιν. Καὶ εἰ φάσκοιέν γε οἱ ἐκ περιτομῆς δι' ὃν φασὶ πατριάρχην μὴ ἐκλελοιπέναι τὸ σπέρμα Δαυὶδ, ἀλλ' ἐλεγκτέον τε γε αὐτοὺς μὴ δυναμένους ἀποδεῖξαι καθήμενον αὐτὸν ἐπὶ θρόνου Δαυὶδ, καὶ βασιλεύοντα ἐπὶ τοῦ θρόνου αὐτοῦ, καὶ ἄρχοντα τοῦ Ἰσραήλ· ταῦτα γὰρ ἡ προφητεία φησὶ μηδεπώποτε διαλείψειν, ἃ καὶ σαφῶς παρίσταται ἀπὸ τῶν τῆς αἰχμαλωσίας χρόνων διαλελοιπότα, ἐξ οὗ μὴ δὲ εἷς βασιλεύσας τοῦ Ἰσραὴλ ἐκ τοῦ σπέρματος Δαυὶδ ἀποδείκνυται· τί δ' ἂν φήσαιεν καὶ περὶ τῆς ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν καθῃρημένης ἱερατείας, ἣν μηδεπώποτε ἐξολοθρευθήσεσθαι ἡ προφητεία προαγορεύει; Ψ. Τοῦ αὐτοῦ. ΛΖʹ. Ἰδοὺ ἡμέραι ἔρχονται, φησὶ Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα διαθήκην καινήν· οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου, καὶ ἐγὼ ἠμέλησα αὐτῶν, φησὶ Κύριος, ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραήλ· μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν γράψω αὐτοὺς, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν· καὶ οὐ μὴ διδάξωσιν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ λέγων, Γνῶθι τὸν Κύριον· ὅτι πάντες εἰδήσουσί με ἀπὸ μικροῦ αὐτῶν ἕως μεγάλου αὐτῶν, φησὶ Κύριος· ὅτι ἵλεος ἔσομαι ταῖς 141 ἀδικίαις αὐτῶν, καὶ τῶν ἁμαρτιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι. Σαφῶς ἐν ταῖς ἐπιούσαις ἡμέραις καινὴν διαθήκην ὁ κύριος διαθήσεσθαι προθεσπίζει· καινὴν δὲ τῷ μηδὲν ἔχειν ὅμοιον τῇ παλαιᾷ, ἣν διὰ Μωσέως ἐν τῇ ἐρήμῳ δοθεῖσαν προμεμαθήκαμεν. Τί δ' ἂν πρὸς ταῦτα φαῖεν οἱ ἐκ περιτομῆς, ἐναργῶς ἀποβλέπειν ἐπιχειροῦντες ταῖς προφητείαις, καὶ μᾶλλον αἱρούμενοι ἀτελεῖς αὐτὰς ἐπιδεικνύναι ἢ πείθεσθαι τῇ ἀληθείᾳ, διὰ τοῦ παραδέχεσθαι τὴν καινὴν τῶν εὐαγγελιῶν τοῦ Σωτῆρος ἡμῶν διαθήκην, ἧς παραγενομένης πεπαλαίωται ἡ πρώτη, πέρας ἴσχειν ἀρξαμένη ἐξ ὅτου παραγενόμενος ὁ Χριστὸς ἐπλήρωσε τὸν νόμον, καὶ τὰς περὶ αὐτοῦ προφητείας. Ἥξειν μὲν οὖν ἡμέρας ἐν αἷς διαθήσεσθαι φησὶν ὁ Κύριος τὴν καινὴν διαθήκην· τοῦτ' ἔστι τὴν ἔγγραφον ἐν τοῖς ἐντὸς τῶν εὐαγγελικῶν βιβλίων. Ἑξῆς δ' ἐπιφέρει λέγων ὁ αὐτὸς Κύριος, ὡς μετὰ τὰς ἡμέρας ἐκείνας, ἐν αὐταῖς ταῖς διανοίαις τῶν παραδεξομένων τὴν καινὴν διαθήκην ἐγγράψων τοὺς ἰδίους νόμους, ὥστε αὐτοὺς εἶναι εἰς λαὸν τῷ Θεῷ, καὶ αὐτὸν αὐτοῖς εἰς Θεὸν, οὐδαμῶς ὑπ' ἀνθρωπίνης διδασκαλίας ἐπὶ τὸ γινώσκειν τὸν Κύριον παραγινομένους, αὐτομαθεῖς δ' ὥσπερ, μᾶλλον δὲ θεοδιδάκτους ἐσομένους, ὃ καὶ αὐτὸ καταμάθοι ἄν τις κατὰ τὸν παρόντα καιρὸν πληρούμενον· ἴδοι δ' ἄν τις ὅπως ἐπὶ τὰς διανοίας καὶ τὰς καρδίας τῶν διὰ Χριστοῦ εἰς τὸν Θεὸν πεπιστευκότων ἡ καινὴ διαθήκη καὶ οἱ τοῦ Κυρίου νόμοι γεγραμμένοι εἰσιν, εἰ καταμάθοι ἐν ἡμῖν πλῆθος ἀνδρῶν παντελῶς ἰδιωτῶν τοιαύτην ἐνεπιδεικνυμένων ἐνάρετον καὶ ἐμφιλόσοφον 142 πολιτείαν, ἣν οὐ ταχέως ἔστιν εὑρεῖν παρὰ τοῖς φιλολογίαν ἠσκηκόσιν, καὶ μέγα φρονοῦσιν ἐπὶ τῇ τῶν γραφῶν μελέτῃ. Ψ. Ἀπὸ τῶν θρήνων. ΛΗʹ. Πνεῦμα προσώπου ἡμῶν χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν, οὗ εἴπομεν, Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν. Καὶ ἐνταῦθα τὸν Χριστὸν διαρρήδην ὀνομάσαν τὸ θεῖον Πνεῦμα, τὴν ὑπὸ Ἰουδαίων ἐπιβουλὴν προυθέσπισεν διὰ τοῦ, συνελήφθη ἐν ταῖς διαφθοραῖς αὐτῶν· τούτου δὲ ὑπὸ τὴν σκέπην καὶ τὴν σκιὰν ζησομένους ἑαυτοὺς τῷ πνεύματι προεώρων οἱ προφῆται, καὶ ζησομένους ἐν τοῖς ἔθνεσι τοῖς μέλλουσιν εἰς τὸν Χριστὸν πιστεύειν, καὶ δι' αὐτοῦ τὰς τῶν προφητῶν παραδέχεσθαι γραφάς. Ψ. Ἀπὸ τοῦ Βαρούχ. ΛΘʹ. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν ἐκ τῶν νεφελῶν; Τίς διέβη πέραν θαλάσσης, καὶ εὗρεν αὐτὴν, καὶ οἴσει αὐτὴν χρυσίου ἐκλεκτοῦ; Οὐκ ἔστιν ὁ γινώσκων τὴν ὁδὸν αὐτῆς, οὐδὲ ὁ ἐνθυμούμενος τὴν τρίβον αὐτῆς. Ἀλλ' ὁ εἰδὼς τὰ πάντα γινώσκει αὐτὴν, ἐξεῦρεν αὐτὴν τῇ συνέσει αὐτοῦ· ὁ καὶ κατασκευάσας τὴν γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ ἀποστέλλων τὸ φῶς καὶ πορεύεται, ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ εὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς, καὶ εἶπον, Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρεν 143 πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Τίς ἀνέβη εἰς τὸν οὐρανὸν, φησὶ, καὶ ἔλαβεν αὐτὴν, καὶ κατεβίβασεν αὐτὴν, καὶ τὰ ἑξῆς· διδασκόμεθα δὲ ἀπὸ τοῦ ἱεροῦ ἀποστόλου ὡς ἄρα ὁ καταβὰς Ἰησοῦς Χριστὸς, αὐτός ἐστι καὶ ὁ ἀναβὰς ὑπεράνω πάντων τῶν οὐρανῶν· ὃς καὶ λαβὼν τὴν τοῦ ἁγίου Πνεύματος δωρεὰν κατεβίβασέ τε καὶ ἐξέχεεν ἐπὶ τὰς τῶν παραδεξαμένων αὐτῶν ὴν ψυχάς· ὅθεν καὶ ἐν ψαλμοῖς εἴρηται τὸ, ἀναβὰς εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν, ἔλαβες δόματα ἐν ἀνθρώποις. Ἑξῆς δὲ ἐν τῇ προκειμένῃ γραφῇ ὁ λόγος φησὶν, οὗτος ὁ Θεὸς ἡμῶν οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· Τίς δὲ οὗτος, ἢ ὁ ἀναβὰς εἰς τὸν οὐρανὸν καὶ καταβάς; Τῷ γὰρ τίς ἀνέβη εἰς τὸν οὐρανὸν ἐρωτηματικῶς εἰρημένῳ ἀποδέδοται τὸ, οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν· σαφέστερον τοῦτο δηλοῖ τὸ ἑξῆς εἰρημένον, τὸ, μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ ἐν τοῖς ἀνθρώποις συνανεστράφη. Πρὸς τοῦτον οὖν δῆλον ὅτι τὸν τοῦ Θεοῦ Λόγον οὐ λογισθήσεται ἕτερος τῶν ἐπικτητὴν τὴν τοῦ Θεοῦ προσηγορίαν ἐσχηκότων· μετὰ τοῦτο δέ φησιν ἐπὶ τῆς γῆς ὤφθη· δῆλον ὅτι μετὰ τὸ διὰ νόμου καὶ προφητῶν τὴν πᾶσαν ὁδὸν τῆς ἐπαγγελίας δεδωκέναι· ἐξεῦρεν γὰρ, φησὶ, πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ· εἶτα μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. 144 Ψ. Ἀπὸ τοῦ Ἰεζεκιήλ. Μʹ. Ἀντὶ τούτου τάδε λέγει Κύριος· Ἰδοὺ, ἐγὼ κρίνω ἀναμέσον προβάτου ἰσχυροῦ καὶ ἀναμέσον προβάτου ἀσθενοῦς. Ἐπὶ ταῖς πλευραῖς καὶ τοῖς ὤμοις διωθεῖσθε, καὶ τοῖς κέρασιν ὑμῶν ἐκερατίζετε· πᾶν τὸ ἐκλεῖπον ἐξεθλίψατε. Καὶ σώσω τὰ πρόβατά μου, καὶ οὐ μὴ ὦσιν ἔτι εἰς προνομὴν, καὶ κρινῶ ἀναμέσον κριοῦ πρὸς κριόν· Καὶ ἀναστήσω αὐτοῖς ποιμένα ἕτερον· καὶ ποιμανεῖς αὐτοὺς, τὸν δοῦλόν μου Δαυὶδ, καὶ ἔσται αὐτῶν ποιμὴν, καὶ ἔσομαι αὐτοῖς εἰς Θεὸν, καὶ Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν· ἐγὼ Κύριος λελάληκα. Καὶ διαθήσομαι τῷ Δαυὶδ διαθήκην καινὴν, διαθήκην εἰρήνης. Ἐπεὶ καὶ ἐν ἄλλοις τὸν προφητευόμενον Δαυὶδ οὐκ ἄλλον ἀποδίδομεν τοῦ ἐκ σπέρματος Δαυὶδ γεγενημένου Σωτῆρος ἡμῶν, τούτου δὴ χάριν καὶ ἐνθάδε τὴν περικοπὴν ἐπεσημηνάμεθα· τίς γὰρ ἂν ἄλλος εἴη ὁ ποιμαίνειν μέλλων τὰ τοῦ Κυρίου πρόβατα μετὰ τὸ κριθῆναι αὐτὰ ὑπ' αὐτοῦ, ἢ ὁ μόνος καλὸς ποιμὴν, ὁ μὴ ὑπεριδὼν διωθούμενα καὶ διολλύμενα ὑπὸ τῶν ἀντικειμένων δυνάμεων τὰ λογικὰ τῆς ἰδίας αὐτοῦ ποίμνης πρόβατα, ἀλλὰ θεὶς τὴν ἑαυτοῦ ψυχὴν ὑπὲρ τῆς αὐτῶν σωτηρίας, ὧν ἄρχοντα ὁ Θεὸς καὶ Πατὴρ αὐτοῦ καταστήσειν ἐπαγγέλλεται μετὰ τὸν κρίσεως καιρὸν, διαθησόμενος αὐτῷ διαθήκην εἰρήνης, ὅτε, ὑποταγέντων αὐτῷ τῶν ἐχθρῶν, ἔσχατος πάντων καὶ αὐτὸς ὁ νῦν ἀντικείμενος τῷ λόγῳ καὶ τῇ σοφίᾳ καὶ τῇ ζωῇ θάνατος καταργηθήσεται; 145 Ψ. Τοῦ αὐτοῦ. ΜΑʹ. Τάδε λέγει Κύριος, Ἰδοὺ, ἐγὼ λαμβάνω πάντα οἶκον Ἰσραὴλ ἐκ μέσου τῶν ἐθνῶν, οὗ εἰσήλθοσαν ἐκεῖ, καὶ συνάξω αὐτοὺς εἰς τὴν γῆν τοῦ Ἰσραὴλ, καὶ δώσω αὐτοὺς εἰς ἔθνη ἐν τῇ γῇ μου, καὶ ἐν τοῖς ὄρεσιν Ἰσραήλ· καὶ ἄρχων εἷς ἔσται αὐτῶν, καὶ οὐκ ἔσονται οὐκέτι εἰς δύο ἔθνη· οὐδ' οὐ μὴ διαιρεθῶσιν εἰς δύο βασιλείας, ἵνα μὴ μιαίνωνται ἔτι ἐν τοῖς εἰδώλοις αὐτῶν· καὶ ῥύσομαι αὐτοὺς ἀπὸ πασῶν τῶν ἀνομιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς ἀπὸ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν, ὧν ἥμαρτον ἐν αὐταῖς, καὶ καθαριῶ αὐτοὺς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ Κύριος ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ ὁ δοῦλός μου Δαυὶδ ἄρχων ἐν μέσῳ αὐτῶν ἔσται ποιμὴν εἷς πάντων, ὅτι ἐν τοῖς προστάγμασί μου πορεύσονται, καὶ τὰ κρίματά μου φυλάξουσιν καὶ ποιήσουσιν αὐτὰ, καὶ κατοικήσουσιν ἐπὶ τῆς γῆς, ἣν ἐγὼ δέδωκα τῷ δούλῳ μου Ἰακὼβ, οὗ κατώκησαν ἐκεῖ οἱ πατέρες αὐτῶν, καὶ κατοικήσουσιν ἐπ' αὐτῆς αὐτοί· καὶ Δαυὶδ ὁ δοῦλός μου ἄρχων αὐτῶν εἰς τὸν αἰῶνα. Καὶ διαθήσομαι αὐτοῖς διαθήκην εἰρήνης, καὶ διαθήκη αἰώνιος ἔσται μετ' αὐτῶν· καὶ θήσω τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα, καὶ ἔσται ἡ κατασκήνωσίς μου ἐν αὐτοῖς, καὶ ἔσονταί μοι εἰς λαὸν, καὶ ἐγὼ ἔσομαι αὐτοῖς εἰς Θεόν. Καὶ γνώσονται τὰ ἔθνη ὅτι ἐγώ εἰμι Κύριος ὁ ἁγιάζων αὐτοὺς, ἐν τῷ εἶναι τὰ ἅγιά μου ἐν μέσῳ αὐτῶν εἰς τὸν αἰῶνα. Μετὰ τὴν τῆς διασπορᾶς τοῦ πνευματικοῦ καὶ ἀληθινοῦ Ἰσραὴλ ἐπισυναγωγὴν, καὶ μετὰ τὴν εὕρεσιν τῶν ἀπολωλότων προβάτων οἴκου 146 Ἰσραὴλ, τοῦ πληρώματος τῶν ἐθνῶν προεισεληλυθότος, τηνικαῦτα ὁ Κύριος αὐτὸς μὲν ἔσεσθαι εἰς Θεὸν τῷ ἐσομένῳ αὐτοῦ λαῷ, τὸν δὲ δοῦλον αὐτοῦ Δαυὶδ ἄρχοντα θήσειν ἐν μέσῳ αὐτῶν, ποιμανοῦντα αὐτοὺς καὶ ἄρξοντα αὐτῶν οὐκ ἐπ' ὀλίγον καὶ βραχύν τινα χρόνον ἀλλ' ἐπὶ τὸν αἰῶνα ὑπισχνεῖται. Οἰέσθωσαν μὲν οὖν τὸν ἄνθρωπον ἐκεῖνον τὸν υἱὸν Ἱεσσαὶ κατεπαγγέλλεσθαι τὸν λόγον αὐτοῖς οἱ ἐκ περιτόμης, βασιλείαν αὐτοῦ σωματικὴν αὖθις φανταζόμενοι, καὶ τὰς ὑποσχέσεις τοῦ Θεοῦ ἐν φθαρτοῖς καὶ γηΐνοις καὶ θείας ἀναξίοις ἐπαγγελίας καραδοκοῦντες· ἡμεῖς δὲ μηδαμῶς ἁρμόζειν μήτε θείαις ὑποσχέσεσι, μήτε μὴν εἰς αὐτὸν ἀναφέρεσθαι τὸν Δαυὶδ, τὰ ὡς περὶ αὐτοῦ λεγόμενα πειθόμενοι ἐπὶ τὸν ἐκ σπέρματος αὐτοῦ τὸν κατὰ σάρκα γενόμενον Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκλαμβάνωμεν, τὰς προφητείας τούτῳ μᾶλλον ἁρμόζειν ἤπερ ἐκείνῳ τῷ Δαυὶδ οἰόμενοι, τὰ ὡς ἂν ἐκ προσώπου Δαυὶδ ἐν ταῖς ἱεραῖς γραφαῖς ἐμφερόμενα· οἷόν ἐστιν τὸ, Κύριος εἶπεν πρός με, Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε· καὶ τὸ, καταστήσεις με εἰς κεφαλὴν ἐθνῶν, λεγόμενον ἐν ιζʹ ψαλμῷ· ἔνθα πάλιν ὡς ἐκ προσώπου αὐτοῦ λέλεκται, τὸ, λαὸς ὃν οὐκ ἔγνων ἐδούλευσέ μοι· εἰς ἀκοὴν ὠτίου ὑπήκουσέ μου. Περὶ τίνος δὲ ἄλλου προσήκειν τὸν Θεὸν φάσκειν ὑπονοεῖν τὸ, αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ· καὶ τὸ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ἢ περὶ τοῦ Σωτῆρος ἡμῶν τοῦ μονογενοῦς παιδὸς αὐτοῦ; Τί γὰρ ἐξαίρετον παρὰ τοὺς λοιποὺς προφήτας τε καὶ δικαίους ἄνδρας κατωρθῶτο τῷ 147 Δαυὶδ, ὡς περὶ μόνου αὐτοῦ ταῦτα λέγεσθαι, καὶ αὐτὸν προφητεύεσθαι αὖθις ἀναστήσεσθαι βασιλέα τε καὶ ποιμένα τῶν τοῦ Θεοῦ προβάτων; Ταῦτα δὴ πάντα συνορῶντες, ἐφιστάντες τῇ τοῦ Ἠσαίου προφητείᾳ μετὰ τὴν τοῦ Δαυὶδ τελευτὴν ἀνακηρυττούσῃ τά τε ἄλλα περὶ τοῦ Χριστοῦ, καὶ τὸ, Ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ Θεοῦ· καὶ τὰ τούτοις ἑξῆς εἰκότως περὶ τοῦ αὐτοῦ καὶ τὰ ἐνθάδε, ὡς περὶ Δαυὶδ προφητευόμενα, λέγεσθαι πεπείσμεθα. Μόνος γὰρ ὁ Χριστὸς τοῦ Θεοῦ, κατὰ τὴν μεταφορὰν τῆς προσηγορίας καὶ Δαυὶδ χρηματίσας, ποιμὴν ὁ καλὸς ἀναδέδεικται, ἀρχηγὸς καὶ σωτὴρ τῆς τοῦ Θεοῦ ποίμνης τε καὶ ἐκκλησίας γεγενημένος· ὃς βασιλεὺς ἐπὶ πάντα τὸν νοητὸν Ἰσραὴλ ὑπὸ τοῦ Πατρὸς κατασταθήσεσθαι μετὰ τὸ ἐπιστρέψαι Κύριον τὴν αἰχμαλωσίαν τοῦ λαοῦ αὐτοῦ προφητεύεται. Ψ. Ἀπὸ τοῦ Δανιήλ. ΜΒʹ. Δανιήλ ἐστιν ὁ φάσκων. Καὶ ἐν τοῖς χρόνοις τῶν βασιλέων ἀναστήσει ὁ Θεὸς τοῦ οὐρανοῦ βασιλείαν ἄλλην, ἥτις εἰς τοὺς αἰῶνας ἔσται καὶ οὐ φθαρήσεται, καὶ αὕτη ἡ βασιλεία ἄλλο ἔθνος οὐ μὴ ἐάσῃ, πατάξει δὲ καὶ ἀφανίσει τὰς βασιλείας, καὶ αὐτὴ στήσεται εἰς τὸν αἰῶνα, καθάπερ ἑόρακας ἐξ ὄρους τμηθέντα λίθον ἄνευ χειρῶν, καὶ συνηλόησε τὸ ὄστρακον, τὸν σίδηρον, καὶ τὸν χαλκὸν, καὶ τὸν ἄργυρον, καὶ τὸν χρυσόν. Καὶ ταῦτα περὶ τῆς ἐπὶ συντελείᾳ 148 τῶν αἰώνων γενησομένης τοῦ Χριστοῦ βασιλείας δηλοῦται· ὁ γάρ τοι λίθος, ὁ ἐξ ὄρους τμηθεὶς ἄνευ χειρῶν, σύμβολον ἂν εἴη τοῦ Λόγου τοῦ Θεοῦ, καὶ ἐν ἄλλαις προφητείαις λίθου προσαγορευθέντος, ὡς ἐπὶ τοῦ, ἰδοὺ τίθημι ἐν Σιῶν λίθον ἀκρογωνιαῖον ἐκλεκτὸν ἔντιμον· καὶ, λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. Τοῦτον οὖν φησὶν ὁ παρὼν λόγος τὰς βασιλείας τοῦ κόσμου καὶ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς κοσμοκράτορας καθελόντα καὶ συντρίψοντα καθέξειν τὴν τῶν ἁγίων βασιλείαν εἰς τὸν αἰῶνα. Ψ. Τοῦ αὐτοῦ. ΜΓʹ. Ναβουχοδονόσορ ὁ βασιλεὺς τοὺς περὶ τὸν Ἀνανίαν εἰς τὴν κάμινον τοῦ πυρὸς ἐμβάλων, ὡς ἔγνω μηδὲν αὐτοὺς ὑπὸ τοῦ πυρὸς ἠδικημένους, αὐτόπτης τοῦ παραδόξου γενόμενος, τοῖς ἑαυτοῦ φίλοις εἰρηκὼς ἀναγέγραπται· Οὐχὶ τρεῖς ἄνδρας ἐβάλομεν ἐν μέσῳ τοῦ πυρός; συμφησάντων δὲ αὐτῶν, Ἰδοὺ ἐγὼ, φησὶν, ὁρῶ ἄνδρας τέσσαρας λελυμένους, καὶ περιπατοῦντας ἐν τῷ πυρὶ, καὶ φθορὰ οὐδεμία ἐστὶν ἐν αὐτοῖς, καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοίωμα υἱοῦ Θεοῦ· ὡσαύτως δὲ καὶ τὸ Ἑβραϊκὸν ὁμοίωμα υἱοῦ Θεοῦ περιέχει, καὶ οἱ λοιποὶ δὲ ὁμοίως ἐκδεδώκασιν ἑρμηνευταί· τούτου δὴ οὖν ἕνεκα ἐσημειωσάμεθα τὸν τόπον, ὡς καὶ ἐντεῦθεν σημαινομένης τῆς τοῦ υἱοῦ τοῦ Θεοῦ προσηγορίας. Ψ. Τοῦ αὐτοῦ. ΜΔʹ. Ἐν τοῖς ὁράμασιν ὁ Δανιὴλ φησίν· Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς, καὶ ἰδοὺ, ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ

Intertext edge

Open linked passage

Note