Generalis elementaria introductio
Eusebius of Caesarea (eusebius-of-caesarea)Intr 169 · pg-scrape-grcMore by Eusebius of Caesarea (eusebius-of-caesarea)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
169.1.1
Ψ. Ἐκ τοῦ Ἡσαΐου. Αʹ. Ὁ λόγος ὁ γενόμενος πρὸς Ἡσαΐαν υἱὸν Ἀμὼς περὶτῆς Ἰουδαίας, καὶ περὶ Ἱερουσαλήμ. Ὅτι ἔσται ἐν ταῖςἐσχάταις ἡμέραις ἐμφανὲς τὸ ὄρος Κυρίου, καὶ ὁ οἶκος τοῦ Θεοῦ ἐπ' ἄκρων τῶν ὀρέων, καὶ ὑψωθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ ἥξουσιν ἐπ' αὐτῷ πάντα τὰ ἔθνη. Καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐρούσιν, Δεῦτε καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακὼβ, καὶ ἀναγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν αὐτῇ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ· καὶ κρινεῖ ἀναμέσον τῶν ἐθνῶν, καὶ ἐλέγξει λαὸν πολύν· καὶ συγκόψουσιν τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Δεικνύτωσαν ἡμῖν οἱ τὴν περιτομὴν αὐχοῦντες, τίς ὁ νόμος καὶ ποταπὸς, καὶ τίσι δοθησόμενος ὁ ἐκ Σιὼν ἐξελεύσεσθαι προφητευόμενος· ἐκ γὰρ Σιὼν, φησὶν, ἐξελεύσεται νόμος, ἕτερος ὢν δῆλον ὅτι τοῦ ἐν τῇ ἐρήμῳ διὰ Μωσέως νόμου δεδομένου· τίς δὲ καὶ ὁ τοῦ Κυρίου λόγος, μηκέτι μὲν, κατὰ τὴν προφητείαν, μένων ἐν Ἱερουσαλὴμ, ἀλλ' ἐκ Σιὼν αὐτῆς, καὶ μεθιστάμενος ἐπὶ πάντα τὰ ἔθνη, μέλλων τε κρίνειν ἀνὰ μέσον τούτων, καὶ λαὸν ἐλέγχει ξει πολὺν, ὅτε καὶ εἰρήνης βαθυτάτης ἐγγενομένης τοῖς πρὸς τοῦ λόγου τοῦ Κυρίου κριθησομένοις ἔθνεσι, μεταβαλλόντες οἱ τῆς εἰρήνης ἠξιωμένοι τὰ πρότερον αὐτῶν πολεμικὰ σκεύη τῇ ἑαυτῶν κατὰ τὴν ψυχὴν γεωργίᾳ προσέξουσι τὸν νοῦν. Ἐκείνοις μὲν οὖν
169.1.2