Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Generalis elementaria introductio
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
226.1.1
θέντα τοῦ Θεοῦ Λόγον παραδεδέγμεθα, μὴ δ' ὅλως αὐτὸν τὸ πρὶν ἐπιστάμενοι. Τοσαῦτα δὴ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν εὐεργετηθέντες διδασκαλίας, πῶς οὐκ ἂν δικαίως παραδεχοίμεθά τε καὶ ἐκθειάζοιμεν αὐτὸν, ἅτε υἱὸν Θεοῦ ἡμῶν τε αὐτῶν τυγχάνοντα Σωτῆρα; Ψ. ΚΘʹ. Ἴδετε ὡς ὁ δίκαιος αἴρεται, καὶ οὐδεὶς ἐκδέχεται τῇ καρδίᾳ, καὶ ἄνδρες δίκαιοι αἴρονται, καὶ οὐδεὶς κατανοεῖ· ἀπὸ γὰρ προσώπου ἀδικίας ᾖρται ὁ δίκαιος, ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ, ᾖρται ἐκ μέσου· ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης· ἐν τίνι ἐνετρυφήσατε; καὶ ἐπὶ τίνα ἠνοίξατε τὸ στόμα ὑμῶν; καὶ ἐπὶ τίνα ἐχαλάσατε τὴν γλῶσσαν ὑμῶν; οὐχ ὑμεῖς ἐστὲ τέκνα ἀπωλείας, σπέρμα ἄνομον; Ὁ Χριστὸς τοῦ Θεοῦ μόνος κατ' ἀλήθειαν παρὰ πάντας τοὺς πώποτε χρηματίσαντας δικαίους τοιοῦτος ἀναδέδεικται· διὸ καὶ κυρίως μόνος ἂν αὐτὸς χρηματίζοι δίκαιος, ὥστε περὶ αὐτοῦ λέγειν τὴν προφητείαν, ἴδετε ὡς ὁ δίκαιος αἴρεται· ἀπὸ τίνος δὲ αἴρεται ἐπιφέρει ἐν τῷ, ἀπὸ γὰρ προσώπου ἀδικίας ἦρται ὁ δίκαιος· τίς δὲ καὶ ὁ αἴρων αὐτὸν αὐτοῦ ἐστιν ἀκοῦσαι λέγοντος, οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐξουσίαν ἔχω θεῖναι αὐτὴν, καὶ πάλιν ἐξουσίαν ἔχω λαβεῖν αὐτήν. Εἶτά φησιν, ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ· ἔνθα σημειωτέον, ὅτι οὐ μόνον τὰ περὶ τοῦ θανάτου, ἀλλὰ καὶ τὰ περὶ τῆς ταφῆς αὐτοῦ ἡ προφητικὴ σημαίνει γραφὴ, ὅθεν καὶ ὁ ἱερὸς ἀπόστολος γράφων Κορινθίοις φησὶ, Παρέδωκα γὰρ ὑμῖν ἐν πρώτοις, ὃ καὶ παρέλαβον, ὅτι Χριστὸς ἀπέθανεν 227 ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν κατὰ τὰς γραφὰς, καὶ ὅτι ἐτάφη. Ποίας δὲ γραφὰς, ἢ τὰς φασκούσας ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον, καὶ ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ; Οὐ μόνος δὲ ὁ προειρημένος ἡμῖν δίκαιος ἦρται ἐκ μέσου ἀδικίας, ἀλλὰ καὶ ἄνδρες δίκαιοι, φησὶν, αἴρονται, οἳ καὶ αὐτοὶ εἶεν ἂν οἱ ἱεροὶ τοῦ Χριστοῦ ἀπόστολοι, καὶ οἱ θαυμάσιοι αὐτοῦ μάρτυρες, οἱ μετοχῇ τῆς αὐτοῦ δικαιοσύνης δίκαιοι καὶ αὐτοὶ χρηματίζοντες· τούτων δ' ἐπιτελουμένων οὐδεὶς, φησὶν, ἔβλεπεν, καὶ οὐδεὶς κατενόει, τῶν παχυνθέντων δῆλον δ' ὅτι τὴν καρδίαν καὶ τῶν μυσάντων τοὺς ὀφθαλμοὺς τοῦ μὴ βλέπειν, πρὸς οὓς τὰ ἑξῆς τῆς προφητείας λέγεται, τὰ ἀπὸ τοῦ, ὑμεῖς δὲ προσαγάγετε ὧδε υἱοὶ ἄνομοι, σπέρμα μοιχῶν καὶ πόρνης. Ψ. Λʹ. Καὶ φοβηθήσονται οἱ ἀπὸ δυσμῶν τὸ ὄνομα Κυρίου, καὶ οἱ ἀπ' ἀνατολῶν ἡλίου τὸ ὄνομα τὸ ἔνδοξον· ἥξει γὰρ ὡς ποταμὸς βίαιος ἡ ὀργὴ παρὰ Κυρίου, ἥξει μετὰ θυμοῦ. Καὶ ἥξει ἕνεκεν Σιὼν ὁ ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακὼβ, εἶπεν Κύριος. Καὶ αὕτη αὐτοῖς ἡ παρ' ἐμοῦ διαθήκη, τὸ πνεῦμα τὸ ἐμὸν, ὅ ἐστιν ἐπὶ σοὶ, καὶ τὰ ῥήματα, ἃ ἔδωκα εἰς τὸ στόμα σου, οὐ μὴ ἐκλείπῃ ἐκ τοῦ στόματός σου, καὶ ἐκ τοῦ στόματος τοῦ σπέρματός σου, εἶπεν Κύριος, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα. Πάλιν τὰ τῆς κλήσεως τῆς διὰ τοῦ Σωτῆρος ἡμῶν συστάσης ἐξ ἐθνῶν ἐκκλησίας καὶ διὰ τούτων ὁ λόγος προφητεύει· τίνες γὰρ ἄλλοι εἶεν οἱ λεγόμενοι ἀπὸ δυσμῶν, ἢ διὰ τίνος ἐφοβήθησαν τὸ ὄνομα

Intertext edge

Open linked passage

Note