Generalis elementaria introductio
Eusebius of Caesarea (eusebius-of-caesarea)Intr 228 · pg-scrape-grcMore by Eusebius of Caesarea (eusebius-of-caesarea)
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
228.1.1
Κυρίου τὰ παντοδαπὰ ἔθνη, τὰ διὰ τῆς Ἰησοῦ διδασκαλίας καταλείψαντα μὲν τὴν προτέραν τοῦ κατὰ τὴν ἄγνοιαν σκότους πλάνην, ἐπὶ δὲ τὸν τῶν ὅλων Θεὸν καταπεφευγότα· τίς δ' ὁ ἥξειν προφητευόμενος ἐκ Σιὼν, ῥυσόμενος καὶ ἀποστρέψων τῆς προτέρας ἀσεβείας τὸν Ἰακὼβ, ἢ ὁ σῶσαι παραγενόμενος τὰ ἀπολωλότα καὶ ἐν ἀσεβείᾳ γεγονότα πρόβατα οἴκου Ἰσραὴλ, οἷς διαθήσεσθαι φησὶ τὸ ἐν Χριστῷ πνεῦμα τοῦ Θεοῦ τὰ ῥήματα τῆς αἰωνίου ζωῆς, ἃ δέδωκεν ὁ Πατὴρ εἰς τὸ τοῦ Υἱοῦ στόμα· ἃ καί φησιν μήτε ἐξ αὐτοῦ, μήτε μὴν ἐκ τοῦ στόματος τοῦ σπέρματος αὐτοῦ διαλείψειν ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα χρόνον; Ταῦτα δ' ἂν εἴη τὰ ῥήματα τοῦ εὐαγγελίου τῆς καινῆς διαθήκης, ἃ, καίτοι τοσούτων ἐπιβουλευσάντων τε πάλαι καὶ ἔτι νῦν ἐπιβουλευόντων αὐτοῖς, οὐ διέλειπεν οὐδὲ μὴν ἐπιλείψει ἐκ τοῦ στόματος τῆς ἐκ τοῦ λογικοῦ καὶ νοητοῦ σπέρματος τοῦ Χριστοῦ συστάσης ἐκκλησίας· εἶπεν γὰρ Κύριος καὶ ἀποπέφανται τοῦ μὴ ἐξαλείψειν αὐτὰ ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· διὸ καὶ κατὰ τὸν Ἰωάννην αἰώνιον εὐαγγέλιον ἑορᾶται τὸ τοῦ Χριστοῦ εὐαγγέλιον. Ψ. ΛΑʹ. Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέν με· Κύριος εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, κηρῦξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, καλέσαι ἐνιαυτὸν Κυρίου δεκτὸν, καὶ ἡμέραν ἀνταποδόσεως τῷ Θεῷ ἡμῶν· παρακαλέσαι πάντας τοὺς πενθοῦντας, δοθῆναι 229 τοῖς πενθοῦσιν Σιὼν δόξαν ἀντὶ σποδοῦ, ἄλειμμα εὐφροσύνης τοῖς πενθοῦσιν, καταστολὴν δόξης ἀντὶ πνεύματος ἀκηδίας· καὶ κληθήσονται γενεαὶ δικαιοσύνης, φύτευμα Κυρίου εἰς δόξαν. Ὁ ἐκ τῆς ῥίζης Ἰεσσαὶ προελθὼνἸησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, ἐφ' ὃν ἀναπέπαυται τὰ ἑπτὰ τοῦ Θεοῦ πνεύματα, δικαιοσύνην ἀγαπήσας καὶ μισήσας ἀνομίαν, ἐχρίσθη ὑπὸ τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ τῷ λεγομένῳ πνευματικῷ τῆς ἀγαλλιάσεως ἐλαίῳ· ὃς καὶ λαβὼν ποτὲ μετὰ χεῖρας τὸν Ἡσαίαν καθ' ὃν καὶ ἐνηνθρωπήκει χρόνον, ἀναγνούς τε τὴν προκειμένην περικοπὴν, πτύξας τὸ βιβλίον, φησὶ, σήμερον πεπλήρωται ἡ γραφὴ αὕτη, αὐτὸς γὰρ ἦν ὡς ἀληθῶς ὁ ἀπὸ τοῦ Πατρὸς ἀποσταλεὶς, εὐαγγελίσασθαι τὴν βασιλείαν τῶν οὐρανῶν τοῖς τῷ πνεύματι πτωχοῖς, πρὸς οὓς καὶ ἔφασκεν, Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· καὶ ἰᾶσθαι τοὺς τὴν καρδίαν συντετριμμένους, περὶ ὧν εἴρηται, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Πρὸς τούτοις δὲ καὶ κηρῦξαι ἄφεσιν ἁμαρτιῶν ἐλήλυθεν τοῖς ὑπὸ τῶν τοῦ νοητῶν τοῦ Ναβουχοδονόσορ αἰχμαλώτοις ἄφεσιν (sic) πάλαι γεγενημένοις· διὸ καὶ θάρρων ἔλεγε τῷ παραλυτικῷ, τέκνον ἀφέωνταί σοι αἱ ἁμαρτίαι· ἀλλὰ καὶ τοῖς τῆς διανοίας ὀφθαλμοὺς βεβλαμμένοις, καὶ ὑπὸ τῶν νοητῶν ἀλλοφύλων καὶ Βαβυλωνίων ὁμοίως τῷ Σαμψὼν καὶ τῷ Σεδεκίᾳ ἐκτυφλωθεῖσιν, ἀνάβλεψιν ἐλήλυθε παρέξων· ἐν μέρει δὲ τῶν ὑπ' αὐτοῦ θεραπευομένων ἦσαν καὶ οἱ σωματικοὶ τυφλοὶ, οὓς ἀναβλέψαι πεποίηκε πιστεύσαντας εἰς αὐτὸν, καὶ μετὰ βοῆς εἰρηκότας, 230 ἐλέησον ἡμᾶς, υἱὲ Δαυίδ· οὗτος δέ ἐστιν ὁ καλέσας τὸν δεκτὸν ἐνιαυτὸν τοῦ Κυρίου, ὃν ἐκήρυξεν μετὰ τὴν εἰς τὸ δεσμωτήριον τοῦ Ἰωάννου κάθειρξιν, καὶ ὁ διδάξας τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τὰ περὶ τῆς ἡμετέρας κρίσεως, ἐν ᾗ ἑκάστῳ τῶν πεπραγμένων ἡ κατ' ἀξίαν ἀποδοθήσεται δίκη. Πρὸς τούτοις δ' ἐλήλυθεν παρακαλέσαι τοὺς πενθοῦντας τὸ κατὰ Θεὸν ἐπαινετὸν πένθος· οἷς καὶ μακαρισμὸν ἐπήγγελται εἰπὼν, Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Ἦλθεν δὲ ἐπὶ τούτοις καὶ ὑπὲρ τοῦ δοθῆναι τοῖς πενθοῦσιν Σιὼν δόξαν. Τίνες δ' ἂν εἶεν καὶ οὗτοι, ἢ οἱ τὴν ἑαυτῶν πατρίδα ζητοῦντες, καὶ τῆς ἐπουρανίου πόλεως εἰσαεὶ τὴν μνήμην ἀναζωπυροῦντες· οἷος ἦν ἐκεῖνος, ὃς πάροικον καὶ παρεπίδημον ἐπὶ τῆς γῆς ἑαυτὸν ἐπιστάμενος, καὶ τὸ οἴμοι ἀνοιμώζων, ὅτι ἡ παροικία μου ἐμακρύνθη· ἔτι τε οἱ ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος κλαίοντες ἐν τῷ μνησθῆναι αὐτοὺς τῆς Σιών· τούτοις γὰρ οὖν ὁ Χριστὸς τοῦ Θεοῦ πληρῶν ἣν τοῖς πενθοῦσι ὑπέσχετο παράκλησιν, δόξαν ἀποδώσει ἀπαλλαγεῖσι τοῦ πένθους, καὶ ἀντὶ τῆς σποδοῦ ἧς ἐκονίσαντο κατὰ τὸν ἐνταῦθα βίον πενθήσαντες, ἄλειμμα εὐφροσύνης παρέξει, χρίων καὶ αὐτοὺς ἐλαίῳ ἀγαλλιάσεως, ἵνα γένωνται τῆς αὐτοῦ μέτοχοι χρίσεώς τε καὶ βασιλείας, ὥστε καὶ αὐτοὺς εἰπεῖν, μέτοχοι γὰρ τοῦ Χριστοῦ γεγόναμεν. Ἔτι πρὸς τούτοις δώσειν ὁ Χριστὸς τοῖς πενθοῦσι Σιὼν προφητεύεται καταστολὴν δόξης, ἀντὶ τοῦ πνεύματος τῆς ἀκηδίας, ἐπὶ εὶ τοῖς τοῦ βίου πράγμασιν ἠκηδίασαν, ὥσπερ δυσαρεστούμενοι ταῖς τῶν ἀνθρώπων πράξεσι· 231 καὶ ταύτῃ μάλιστα πενθοῦντες, οὐ μόνον διὰ τὸ πόρρωθεν θεωρεῖν τὰς τοῦ Θεοῦ ἐπαγγελίας, ἀλλὰ καὶ διὰ τὸ συμπαθὲς καὶ φιλάνθρωπον συμπάσχοντες καὶ συναλγοῦντες τοῖς ἀσθενοῦσιν ἑαυτῶν μέλεσι, καὶ μονονουχὶ βοῶντες τῇ τοῦ ἀποστόλου διαθέσει, τῷ, τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Ψ. ΛΒʹ. Ἀγαλλιάσθω ἡ ψυχή μου ἐπὶ τῷ Κυρίῳ, ἐνέδυσε γάρ με ἱμάτιον σωτηρίου, καὶ χιτῶνα εὐφροσύνης, περιέθηκέ μοι ὡς νυμφίῳ μίτραν, καὶ ὡς νύμφην κατεκόσμησέ με κόσμῳ. Καὶ ὡς γῆν αὔξουσαν τὸ ἄνθος αὐτῆς, καὶ ὡς κῆπος τὰ σπέρματα αὐτοῦ ἀνατέλλει, οὕτως ἀνατελεῖ Κύριος Κύριος δικαιοσύνην, καὶ ἀγαλλίαμα ἐναντίον πάντων τῶν ἐθνῶν. Ἡ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ψυχὴ, περὶ ἧς ἔλεγεν τὸ, περίλυπός ἐστιν ἡ ψυχή μου, καὶ τὸ, νῦν ἡ ψυχή μου τετάρακται, ἐπ' οὐδενὶ τῶν γενητῶν ἀγαλλιᾷ καὶ εὐφραίνεται, ἢ ἐπὶ μόνῳ τῷ Πατρὶ καὶ Κυρίῳ· ἐνέδυσε γάρ τοι αὐτὸν τὸ τῆς θεότητος ἱμάτιον, καὶ τὸν τῆς ἀληθοῦς καὶ τελείας εὐφροσύνης χιτῶνα· ἀλλὰ καὶ ἡ ὁ μὲν νυμφίος ὑπῆρχεν τῆς μὴ ἐχούσης σπίλον ἢ ῥυτίδα νύμφης ἐκκλησίας, ὡς νυμφίῳ μίτραν αὐτῇ ῷ περιέθηκεν, ἡ δὲ νύμφη τῆς ἀνωτάτω τοῦ ψόγου θεότητος, ἣν ὡς νύμφην αὐτὴν κατεκόσμησε τῷ πρέποντι πνεύματι Κυρίῳ ου κόσμῳ· ἀλλὰ καὶ ὡς εὔφορον καὶ ἀγαθὴν γῆν ἐγεώργησεν αὐτὴν, ἔτι τε ὡς κῆπον αὔξοντα καὶ θάλλοντα τοῖς 232 ἐν αὐτῷ βλαστήμασι, οἷς καὶ ὁ μέγας τοῦ Θεοῦ παράδεισος καταπεφυτεῦσθαι λέγεται· ἔσται δὲ ταῦτα φησὶν, ἐπεὶ δίκαιος ὢν Κύριος, καὶ οὐ μόνον Ἰουδαίων ἀλλὰ καὶ ἐθνῶν ὑπάρχων Θεὸς, ἀνέτειλε τὴν ἑαυτοῦ δικαιοσύνην, τοῦτ' ἔστι τὸν Χριστὸν αὐτοῦ, ἐναντίον πάντων τῶν δι' αὐτοῦ πιστευόντων ἐθνῶν. Ψ. ΛΓʹ. Ἄρατε σύσσημον εἰς τὰ ἔθνη. Ἰδοὺ γὰρ, Κύριος ἐποίησεν ἀκουστὸν ἕως ἐσχάτου τῆς γῆς· εἴπατε τῇ θυγατρὶ Σιὼν, ἰδού σοι ὁ σωτὴρ παραγέγονεν ἔχων τὸν ἑαυτοῦ μισθὸν μετ' αὐτοῦ, καὶ τὸ ἔργον αὐτοῦ πρὸ προσώπου αὐτοῦ· καὶ καλέσει αὐτὸν λαὸν ἅγιον, λελυτρωμένον ὑπὸ Κυρίου· σὺ δὲ κληθήσῃ ἐπιζητουμένη πόλις, καὶ οὐκ ἐγκαταλελειμμένη. Τίς οὗτος ὁ παραγενόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων αὐτοῦ ἐκ Βοσόρ; οὕτως ὡραῖος ἐν στολῇ αὐτοῦ, βίᾳ μετὰ ἰσχύος; Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίσιν σωτηρίου. Διατί σου ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἐνδύματά σου ὡς ἀπὸ πατητοῦ ληνοῦ; Πλήρης καταπεπατημένης, καὶ τῶν ἐθνῶν οὐκ ἔστιν ἀνὴρ μετ' ἐμοῦ, καὶ κατεπάτησα αὐτοὺς ἐν θυμῷ μου. Πάλιν ἐνταῦθα ἡ προφητεία παρακελεύεται λαβεῖν σύσσημον περὶ τῆς ἐξ ἐθνῶν ἐκκλησίας, ὑπισχνουμένη ἐξάκουστόν τι ποιήσειν τὸν Κύριον ἕως ἐσχάτου τῆς γῆς· ὃ καὶ πέρας εἴληχεν φεν ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ παρουσίας, εἰς πᾶσαν τὴν γῆν ἐξελθόντος τοῦ φθόγγου τῶν ἀποστόλων αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τῶν ῥημάτων αὐτῶν. Ἑξῆς εἴρηται· εἴπατε ταῖς θυγα 233 τράσι Σιών· δηλαδὴ ταῖς ἐξ ἐθνῶν ἐκκλησίαις· αὗται γάρ τοι θυγατέρες ἂν εἶεν τῆς ἐπουρανίου Σιὼν, ἥτις ἐστὶ μητὴρ ἡμῶν κατὰ τὸν ἀπόστολον· ἰδού σοι ὁ σωτὴρ παραγίνεται ἔχων τὸν ἑαυτοῦ μισθὸν, καὶ τὰ τούτοις ἑξῆς, δι' ὧν δηλοῦται ἡ δευτέρα τοῦ Χριστοῦ παρουσία, ὅτε κριτὴς ἥξει ἀποδώσων ἑκάστῳ τῶν ἐπὶ τοῦ παρόντος πόνων τοὺς μισθοὺς, καὶ ὧν ἕκαστος φαύλων εἰργάσατο νῦν τὰς ἀμοιβάς. Ἑξῆς τούτοις οἱονεὶ ἐπερωτῶν ὁ λόγος φησὶν, Τίς οὗτος ὁ παραγινόμενος ἐξ Ἐδὼμ, ἐρύθημα ἱματίων ὃ ἑρμηνεύεται γήϊνος ἐρύθημα ἱματίων ἐκ Βοσόρ· οὕτως ὡραῖος ἐν στολῇ; Τοῦτο δὲ ἔοικεν εἰρηκέναι ἀποθαυμάζων τὸ καὶ μετὰ τὴν ἐνανθρώπησιν, καὶ τὴν κένωσιν, καὶ τὴν ἐπὶ γῆς διατριβὴν, καὶ μετὰ τὸ πάθος, καὶ τὴν κάθοδον τὴν εἰς νεκροὺς, ὡραῖον καὶ λαμπρὸν τοῦ κάλλους τοῦ Σωτῆρος ἐν μηδενὶ συγχυθέντος, μηδὲ ῥύπον μήτε μὴν κηλίδα καὶ σπίλον ἀπὸ τῆς ὑλικῆς καὶ σωματικῆς καταστάσεως τῶν τε γηΐνων καὶ ἀνθρωπείων πραγμάτων ἀναδεξαμένου· ἔτι δὲ καὶ τὴν ἰσχὺν αὐτοῦ καταπληττόμενος, τὴν πᾶσαν τοῦ διαβόλου στρατιὰν καταγωνισαμένου. Ἐπιφέρει τὸ, οὕτως ὡραῖος ἐν στολῇ βίᾳ μετὰ ἰσχύος; πρὸς ἣν πεῦσιν ὁ Σωτὴρ ἀποκρίνεται, διδάσκων ὅστις ποτὲ εἴη, καὶ φησὶν, Ἐγὼ διαλέγομαι δικαιοσύνην καὶ κρίμα σωτηρίου. Πάλιν δὲ πρὸς αὐτὸν ὁ λόγος ὡς διὰ τὸ πάθος φησὶν, διὰ τί σοῦ ἐρυθρὰ τὰ ἱμάτια, καὶ τὰ ἑξῆς· οἷα γὰρ ἀμνὸς τοῦ Θεοῦ, ἄρας εἰς ἑαυτὸν τὰς ἁμαρτίας τοῦ κόσμου, ἐκ τῶν ἡμετέρων ἁμαρτιῶν ἐρυθρὰ τὰ ἱμάτια περιεβάλετο· ὡς διὰ τοῦτο καὶ ἐν Ζαχαρίᾳ τῷ προφήτῃ 234 λέγεσθαι τὸ, καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρά· ταῦτα δ' ἦν τὰ ἐκ τῶν ἡμετέρων ἁμαρτημάτων ἐνδύματα· δι' ἃ μικρῷ πρόσθεν ἐλέγετο, οὗτος τὰς ἁμαρτίας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· αὐτὸς γάρ τοι ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Πάλιν δ' ὁ Σωτὴρ ἀμειβόμενος τὴν ἐρώτησιν, ὅθεν ἐρυθρὰ γένοιτο αὐτοῦ τὰ ἱμάτια διδάσκει λέγων, ἐκ τῶν ἐθνῶν· ἅπερ ἔθνη, μηδενὸς ἀνθρώπων αὐτῷ συνεργοῦντος, μόνος ὑπέταξεν, καταπατήσας τὴν ἀντικειμένην πᾶσαν δύναμιν τῶν πολεμίων αὐτῷ πονηρῶν πνευμάτων. Ψ. ΛΔʹ. Καὶ ἐμνήσθη Κύριος ἡμερῶν αἰωνίων· ὁ ἀναβιβάσας ἐκ τῆς γῆς τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ὁ θεὶς ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ἅγιον. Καὶ τίς ἂν ἄλλος εἴη ὁ ὑπὸ τοῦ Κυρίου ἀναβιβασθεὶς ἐκ τῆς γῆς, ποιμὴν τῶν τοῦ Θεοῦ προβάτων, ἢ ὁ Σωτὴρ ἡμῶν ὁ ἐλθὼν ἐπὶ τὰ ἀπολωλότα πρόβατα οἴκου Ἰσραήλ; Οὗτος γάρ ἐστιν ὁ καλὸς ποιμὴν, ὁ θεὶς τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων, ὃν ὁ Πατὴρ ἀναβιβάσας ἐκ τῆς γῆς ὑπερύψωσεν, χαρισάμενος αὐτῷ τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Ψ. ΛΕʹ. Πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος, Σιὼν ὡς ἔρημος ἐγενήθη, Ἱερουσαλὴμ εἰς κατάραν· ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα, ἣν ηὐλόγησαν οἱ πατέρες ἡμῶν, ἐγενήθη πυρίκαυστος, καὶ πάντα τὰ ἐπίδοξα ἡμῶν συνέπεσαν· καὶ 235 ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας· καὶ ἐταπείνωσας ἡμᾶς ἕως σφόδρα. Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν· εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα, Ἰδού εἰμι ἔθνει οἳ οὐκ ἐπεκαλέσαντό μου τὸ ὄνομα· ἐπὶ δὲ σὲ ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, οἳ οὐκ ἐπορεύθησαν ὁδῷ ἀληθινῇ, ἀλλ' ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν. Καὶ ἐνταῦθα προφητευθείσης πρότερον τῆς τοῦ Ἰσραὴλ ἀποβολῆς, ἑξῆς σημαίνεται ἡ τῶν ἐθνῶν ἐκλογὴ διὰ τοῦ Χριστοῦ γενομένη· ἐκ προσώπου γάρ τοι τοῦ λαοῦ εὐχὴν ἀναπέμψαντος τοῦ προφήτου, ὁ λόγος ἀποκρίνεται τὴν σκληρίαν καὶ τὸ ἀπειθὲς τοῦ προτέρου λαοῦ διελέγχων, καὶ τὸ φιλάνθρωπον τὸ ἑαυτοῦ παριστάς· πῶς γὰρ, φησὶ, ταῦτα φατὲ ὡς ἐμοῦ πρὸς τὸ σώζειν ὑμᾶς ὀκνοῦντος; καὶ μὴν καὶ τοῖς μὴ ἐπερωτήσασί με, μὴ δὲ ζητήσασιν ἐμφανῶς ἐμαυτὸν παρέστησα. Καὶ δὴ πρόδηλον ὅπως ὁ τοῦ Θεοῦ Λόγος τὸ πρότερον ἀγνοούμενος τοῖς ἔθνεσιν, ἐπὶ συντελείᾳ τῶν αἰώνων, ἀγαθότητι καὶ φιλανθρωπείᾳ τοῦ Πατρὸς καὶ Θεοῦ τῶν ὅλων, ἐμφανὴς αὐτοῖς ἐγενήθη, μηδεπώποτε αὐτὸν δι' ἣν εἶχον περὶ τὰ εἴδωλα πλάνην περὶ ὧν ἐδέοντο ἐρωτήσασι, εὑρέθη τε ἡμῖν τοῖς μὴ ζητήσασιν αὐτὸν, ἀλλὰ καὶ μὴ ἐπικαλεσαμένοις αὐτοῦ τὸ ὄνομα ἐνανθρωπήσας ἀπεκρίνατο, μονονουχὶ βοῶν τὸ, ἰδοὺ πάρειμι. Ταῦτα μὲν οὖν περὶ τῆς τῶν ἐθνῶν κλήσεως σαφῶς ὁ λόγος προφητεύει· ἑξῆς δὲ αὖθις δυσωπητικώτατα πρὸς τὸν τῶν Ἰουδαίων λόγον ἐπιφέρει λέγων, ἐπὶ δὲ σὲ ἐξεπέτασα τὰς χεῖράς μου, πρὸς λαὸν ἀπειθοῦντα καὶ 236 ἀντιλέγοντα. Δύναταί γε μὴν διὰ τούτων καὶ τὸ σχῆμα τοῦ κατὰ τὸν σταυρὸν πάθους αὐτοῦ σημαίνεσθαι. Τοσαῦτα καὶ τὰ ἀπὸ τοῦ Ἡσαίου· ἀλλὰ γὰρ ἐν τέτταρσι καὶ τὴν τῶν Ἐκλογῶν ὑπόθεσιν ἐν τῷ τῆς Καθόλου Στοιχειώδους Εἰσαγωγῆς ἐνάτῳ τούτῳ συγγράμματι περιγράψαντες, ἐν τῷ δεκάτῳ τοῖς ἀπὸ τῶν ἀθέων αἱρέσεων τὸν λογισμὸν καταβεβλαμμένοις ἑτέραν ἁρμόττουσαν ἔφοδον παρασχεῖν πειρασόμεθα.