Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eusebius Caesariensis PG 19-24
Praeparatio evangelica
Evan 12.18.5
Choose a text More by Eusebius of Caesarea
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
12.18.1
ιηʹ. ΟΤΙ ΠΑΙΔΕΙΑΝ ΗΓΕΙΣΘΑΙ ΧΡΗ ΜΟΝΗΝ ΤΗΝ ΕΙΣ ΑΡΕΤΗΝ ΠΡΟΑΓΟΥΣΑΝ ΟΥΧΙ ΔΕ ΤΗΝ ΕΙΣ ΧΡΗΜΑΤΙΣΜΟΝ Η ΤΙΝΑ ΒΙΟΠΟΡΙΣΤΙΚΗΝ ΕΠΙΤΗΔΕΥΣΙΝ «Μὴ τοίνυν μηδὲ ὃ λέγομεν εἶναι παιδείαν, ἀόριστον γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές τε ἑκάστων τὰς τροφὰς λέγομεν ὡς τὸν μὲν πεπαι δευμένον ἡμῶν ὄντα τινά, τὸν δὲ ἀπαίδευτον, ἐνίοτε εἴς τε τὰς καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων. οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικεν, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης.
12.18.2
ταύτην τὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ' ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν ἤ τινα πρὸς ἰσχὺν ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον καὶ οὐκ ἄξιον τὸ παράπαν παιδείαν καλεῖσθαι.
12.18.3
ἡμεῖς δὲ μηδὲν ὀνόματι διαφερώμεθα αὑτοῖς, ἀλλ' ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίνονται καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστιν ἐπανορθοῦσθαι, τοῦτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.»
12.18.4
Καὶ ἐν τῷ δευτέρῳ δὲ τῶν Νόμων ἐπιλέγει· «Παιδείαν δὴ λέγω τὴν παραγινομένην πρῶτον παισὶν ἀρετήν· ἡδονὴ δὴ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἐὰν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μήπω δυναμένων λόγον λαμβάνειν, λαβόντων δὲ τὸν λόγον συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη ἔσθ' ἡ συμφωνία ξύμπασα μὲν ἀρετή, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ' αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.»
12.18.5
Ταῦτα ὁ Πλάτων. προλαβὼν δὲ αὐτὸν ὁ Δαβὶδ ἐν ψαλμῳδίαις, μισεῖν ἃ δεῖ μισεῖν καὶ στέργειν διδάσκων ἃ δεῖ στέργειν, τάδε φησί· «Δεῦτε τέκνα ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον
12.18.6
ἀγαθόν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.» καὶ ὁ Σολομῶν ὁμοίως· «Ἀκούσατε,» φησί, «παῖδες παιδείαν πατρός. δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν· τῶν ἐμῶν νόμων μὴ ἐπιλανθάνεσθε·» καὶ πάλιν· «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν μὴ ἐπιλάθῃ·» καί· «Εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ·» καί· «Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων.» μυρία δ' ἂν εὕροις ἄλλα τοιαῦτα ἐν τοῖς Ἑβραίων γράμμασι παιδευτικὰ πρὸς εὐσεβείας καὶ ἀρετῆς ἀνάληψιν, νέοις ὁμοῦ καὶ τελείοις τὴν ἡλικίαν προσήκοντα.

Intertext edge

Open linked passage

Note