Praeparatio evangelica
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)">
—
⋯
Original / primary: Pg Scrape Grc
13.1.1
αʹ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ ΑΠΗΛΕΓΧΕ ΤΗΝ ΑΤΟΠΙΑΝ· ΕΚ ΤΟΥ ΤΙΜΑΙΟΥ «Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν τε καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖ σιν, ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευ
13.1.2
τέον. οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους.»
13.1.3
Διὰ τούτων πιστεύειν τοῖς περὶ θεῶν μύθοις καὶ αὐτοῖς δὲ τοῖς τῶν μύθων ποιηταῖς ὡς δὴ θεῶν ἐκγόνοις οὖσι παρακελευσάμενος, πρῶτα μὲν διὰ τοῦ φάναι ἐκγόνους εἶναι τῶν θεῶν τοὺς ποιητὰς χλευάζειν μοι δοκεῖ, ὡς καὶ τῶν θεῶν ἀνθρώπων γεγονότων καὶ τοῖς ἐκγόνοις ὁμοίων τὴν φύσιν.
13.1.4
διαβάλλει δ' ἑξῆς ἄντικρυς τοὺς θεολόγους, οὓς ἐκγόνους ἔφησεν εἶναι θεῶν, δι' ὧν ἐπάγει φάσκων «καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι» δι' ὧν τε προστίθησι τὸ «ὡς ἔφασαν.» παίζειν δ' ἔοικε λέγων «σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων» καὶ τὸ «ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν.» καὶ τὸ παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην παρίστησιν, ὁμολογήσας ὅτι δέοι ἑπομένους τῷ νόμῳ πιστεύειν
13.1.5
αὐτοῖς. ὅτι δὲ ταῦτ' ἐνόει, ἐπάκουσον ὅπως γυμνῇ καὶ ἀκατακαλύπτῳ φωνῇ τοὺς δὴ θεολόγους ἅπαντας διαβάλλει, κόπτων ἐν Ἐπινομίδι τούτοις τοῖς ῥήμασιν·
13.2.1
βʹ. ΕΤΙ ΑΠΟ ΤΟΥ ΛΟΓΟΥ ΕΠΙΝΟΜΙΔΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ «Θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικε, πρῶτόν μοι, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λόγον.»
13.2.2
Ὅτι δ' εὐλόγως τὴν τῶν πρώτων θεολογίαν παραιτεῖται διδάσκει ἐν τῷ δευτέρῳ τῆς Πολιτείας, ἔνθα τὸν νοῦν ἐπιστῆσαι ἄξιον ὁπόσα καὶ οἷα περὶ τῶν αὐτῶν ποιητῶν τε καὶ θεολόγων τῶν τε ἐκ παλαιοῦ παραδεδομένων περὶ τῶν Ἑλληνικῶν θεῶν διέξεισιν, ὧδε ῥήμασιν αὐτοῖς φάσκων·
13.3.1
γʹ. ΕΤΙ ΑΠΟ ΤΟΥ ΔΕΥΤΕΡΟΥ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ «Ἐν τοῖς μείζοσιν, ἦν δ' ἐγώ, ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; Ἔγωγ', ἔφη· ἀλλ' οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέγουσι.
13.3.2
Ποίους δή, ἦ δ' ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ' ἐγώ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γάρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς
13.3.3
δὴ λέγομεν καὶ ποῖα; Πρῶτον μὲν δή, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος οὐδ' ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ' ἀνάγκη τις ἦν λέγειν, δι' ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὡς ἐλαχίστοις
13.3.4
συνέβη ἀκοῦσαι. Καὶ γάρ, ἦ δ' ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί. Καὶ οὐ λεκτοί, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδ' αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι.
13.3.5
Οὐ μὰ τὸν Δία, ἦ δ' ὅς, οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. Οὐδέ γε, ἦν δ' ἐγώ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται οὔτε γὰρ ἀληθῆ· εἴ γε δεῖ ἡμᾶς τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν, ἀλλ' εἴ πως μέλλοιμεν πείσειν, ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ' ἐστὶ τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γινομένοις καὶ
13.3.6
τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ ἀμύνειν τυπτομένῃ, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν.
13.3.7
ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅ τι τε ὑπόνοια καὶ ὅ τι μή, ἀλλ' ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλ
13.3.8
λιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν. Ἔχει γάρ, ἔφη, λόγον· ἀλλ' εἴ τις αὖ καὶ ταῦτα ἐρωτῴη ἡμᾶς ἅττα ἐστὶ καὶ τίνες οἱ μῦθοι, τίνας ἂν φαῖμεν; Καὶ ἐγὼ εἶπον· ὦ Ἀδείμαντε, οὔκ ἐσμεν ποιηταὶ ἐγώ τε καὶ σὺ ἐν τῷ παρόντι, ἀλλ' οἰκισταὶ πόλεως. οἰκισταῖς δὲ τοὺς μὲν τύπους προσήκει εἰδέναι ἐν οἷς δεῖ μυθολογεῖν τοὺς ποιητάς, παρ' οὓς ἐὰν ποιῶσιν οὐκ ἐπι
13.3.9
τρεπτέον, οὐ μὴν αὐτοῖς γε ποιητέον μύθους. Ὀρθῶς, ἔφη· ἀλλ' αὐτὸ δὴ τοῦτο οἱ τύποι περὶ θεολογίας τίνες ἂν εἶεν; Τοιοίδε πού τινες, ἦν δ' ἐγώ, οἷος τυγχάνει ὢν ὁ θεός, ἀεὶ δή που ἀποδοτέον, ἐάν τέ τις αὐτὸν ἐν ἔπεσι ποιῇ ἐάν τε ἐν μέλεσιν ἐάν τε ἐν τραγῳδίᾳ. Δεῖ γάρ. Οὐκοῦν ἀγαθὸς ὁ θεὸς τῷ ὄντι
13.3.10
τε καὶ λεκτέον οὕτω. Τί μήν; Ἀλλὰ μὴν οὐδέν γε τῶν ἀγαθῶν βλαβερόν. ἦ γάρ; Οὔ μοι δοκεῖ. Ἆρ' οὖν τὸ μὴ βλαβερὸν βλάπτει; Οὐδαμῶς. Ὃ δὲ μὴ βλάπτει, κακόν τι ποιεῖ; Οὐδὲ τοῦτο. Ὃ δέ γε μηδὲν κακὸν ποιεῖ, οὐδ' ἄν τινος εἴη κακοῦ αἴτιον. Πῶς γὰρ οὔ; Τί δέ; ὠφέλιμον τὸ ἀγαθόν; Ναί. Αἴτιον
13.3.11
ἄρα εὐπραγίας; Ναί. Οὐκ ἄρα πάντων γε αἴτιον τὸ ἀγαθόν, ἀλλὰ τῶν μὲν εὖ ἐχόντων αἴτιον, τῶν δὲ κακῶν ἀναίτιον. Παντελῶς γε, ἔφη. Οὐδ' ἄρα, ἦν δ' ἐγώ, ὁ θεός, ἐπεὶ ἀγαθός, πάντων ἂν εἴη αἴτιος, ὡς οἱ πολλοὶ λέγουσιν, ἀλλ' ὀλίγων μὲν τοῖς ἀνθρώποις αἴτιος, πολλῶν δὲ ἀναίτιος· πολὺ γὰρ ἐλάττω τὰ ἀγαθὰ τῶν κακῶν ἡμῖν. καὶ τῶν μὲν ἀγαθῶν οὐδὲν ἄλλο αἰτιατέον, τῶν δὲ κακῶν
13.3.12
ἄλλ' ἄττα δεῖ ζητεῖν τὰ αἴτια, ἀλλ' οὐ τὸν θεόν. Ἀληθέστατα, ἔφη, δοκεῖς μοι λέγειν. Οὐκ ἄρα, ἦν δ' ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν περὶ τοὺς θεοὺς ἀνοήτως ἁμαρτάνοντος καὶ λέγοντος ὡς δοιοὶ πίθοι κατακείαται ἐν Διὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν·
13.3.13
καὶ ᾧ μὲν ἂν μίξας ὁ Ζεὺς ἀμφοτέρων δῷ, ἄλλοτε μέν γε κακῷ ὅ γε κύρεται, ἄλλοτε δ' ἐσθλῷ. ᾧ δ' ἂν μή, ἀλλ' ἄκρατα τὰ ἕτερα, τὸν δὲ κακὴ βούβρωστις ἐπὶ χθόνα δῖαν ἐλαύνει·
13.3.14
οὐδ' ὡς ταμίας ὁ Ζεὺς «ἀγαθῶν τε κακῶν τε τέτυκται.» τὴν δὲ τῶν ὅρκων καὶ σπονδῶν σύγχυσιν, ἣν ὁ Πάνδαρος συνέχεεν, ἐάν τις φῇ δι' Ἀθηνᾶς τε καὶ Διὸς γεγονέναι, οὐκ ἐπαινεσόμεθα· οὐδὲ θεῶν ἔριν τε καὶ κρίσιν διὰ Θέμιδός τε καὶ Διός· οὐδ' αὖ, ὡς Αἰσχύλος λέγει, ἐατέον ἀκούειν τοὺς νέους, ὅτι θεὸς μὲν αἰτίαν φύει βροτοῖς, ὅταν κακῶσαι δῶμα παμπήδην θέλῃ.
13.3.15
ἀλλ' ἐάν τις ποιῇ ἐν οἷς ταῦτα τὰ ἰαμβεῖα ἔνεστι, τὰ τῆς Νιόβης πάθη ἢ τὰ Πελοπιδῶν ἢ τὰ Τρωϊκὰ ἤ τι ἄλλο τῶν τοιούτων, ἢ οὐ θεοῦ ἔργα ἐατέον αὐτὰ λέγειν, ἢ εἰ θεοῦ, ἐξευρετέον αὐτοῖς σχεδὸν ὃν νῦν ἡμεῖς λόγον ζητοῦμεν, καὶ λεκτέον ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο, οἱ δὲ ὤναντο κολαζόμενοι. ὡς δ' ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα θεός, οὐκ ἐατέον
13.3.16
λέγειν τὸν ποιητήν. ἀλλ' εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι οἱ κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον.
13.3.17
κακῶν δὲ αἴτιον φάναι θεόν τινι γίγνεσθαι ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ μήτε τινὰ λέγειν ταῦτα ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτ' ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα, εἰ λέγοιτο, οὔτε ξύμφορα
13.3.18
ἡμῖν οὔτε ξύμφωνα αὐτὰ αὑτοῖς. Ξύμψηφός σοι εἰμί, ἔφη, τούτου τοῦ νόμου κἀμοὶ ἀρέσκει. Οὗτος μὲν τοίνυν, ἦν δ' ἐγώ, εἷς ἂν εἴη τῶν περὶ θεοῦ νόμων τε καὶ τύπων, ἐν οἷς δεήσει τούς τε λέγοντας λέγειν καὶ τοὺς ποιοῦντας ποιεῖν μὴ πάντων αἴτιον τὸν θεόν, ἀλλὰ τῶν ἀγαθῶν. Καὶ μάλα, ἔφη,
13.3.19
ἀπόχρη. Τί δὲ δὴ ὁ δεύτερος ὅδε; ἆρα γόητα τὸν θεὸν οἴει εἶναι καὶ οἷον ἐξ ἐπιβουλῆς φαντάζεσθαι ἄλλοτε ἐν ἄλλαις ἰδέαις, τοτὲ μὲν αὐτὸν γιγνόμενον καὶ ἀλλάττοντα τὸ αὑτοῦ εἶδος εἰς πολλὰς μορφάς, τοτὲ δὲ ἡμᾶς ἀπατῶντα καὶ ποιοῦντα περὶ αὑτοῦ τοιαῦτα δοκεῖν, ἢ ἁπλοῦν τε εἶναι καὶ πάντων ἥκιστα τῆς αὑτοῦ ἰδέας ἐκβαίνειν; Οὐκ ἔχω, ἔφη, νῦν γε οὕτως εἰπεῖν.
13.3.20
Τί δὲ τόδε; οὐκ ἀνάγκη, εἴπερ τι ἐξίσταιτο τῆς αὑτοῦ ἰδέας, ἢ αὐτὸ ὑφ' αὑτοῦ μεθίστασθαι, ἢ ὑπ' ἄλλου; Ἀνάγκη. Οὐκοῦν ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται, οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων καὶ πᾶν φυτὸν ὑπὸ εἱλήσεών τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων, οὐ τὸ ὑγιέστατόν τε καὶ χαριέστατον ἥκιστα ἀλλοιοῦται; Πῶς δ' οὔ;
13.3.21
Ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστ' ἄν τι πάθος ἔξωθεν ταράξειέ τε καὶ ἀλλοιώσειε; Ναί. Καὶ μήν που καὶ τά γε ξύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα, κατὰ τὸν αὐτὸν λόγον, τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα
13.3.22
ἀλλοιοῦται. Ἔστι ταῦτα. Πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴν ὑπ' ἄλλου ἐνδέχεται. Ἔοικεν. Ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντη ἄριστα ἔχει. Πῶς δ' οὔ; Ταύτη μὲν δὴ ἥκιστ' ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. Ἥκιστα δή. Ἀλλ' ἆρα αὐτὸς αὑτὸν μετα
13.3.23
βάλλοι ἂν καὶ ἀλλοιοῖ; Δηλονότι, ἔφη, εἴπερ ἀλλοιοῦται. Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτόν, ἢ ἐπὶ τὸ χεῖρον καὶ αἴσχιον αὑ τοῦ; Ἀνάγκη, ἔφη, ἐπὶ τὸ αἴσχιον ἑαυτοῦ, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι. Ὀρθότατα, ἦν δ' ἐγώ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν
13.3.24
ὁπηοῦν ἢ θεῶν ἢ ἀνθρώπων; Ἀδύνατον, ἔφη. Ἀδύνατον ἄρα καὶ θεὸν ἐθέλειν αὑτὸν ἀλλοιοῦν, ἀλλ', ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Πᾶσα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. Μηδεὶς ἄρα, ἦν δ' ἐγώ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν ὡς θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας·
13.3.25
μηδὲ Πρωτέως τε καὶ Θέτιδος καταψευδέσθω μηδεὶς μηδ' ἐν τραγῳδίαις μηδ' ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην ὡς ἱέρειαν ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις.
13.3.26
καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθωσαν· μηδ' αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας
13.3.27
ἀπεργάζωνται δειλοτέρους. Μὴ γάρ, ἔφη. Ἀλλ' ἆρα, ἦν δ' ἐγώ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ μεταβάλλειν, ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι ἐξαπατῶντες καὶ γοητεύοντες; Ἴσως, ἔφη. Τί δέ; ἦν δ' ἐγώ· ψεύδεσθαι ὁ θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φαντάσματα προτείνων; Οὐκ οἶδα,
13.3.28
ἦ δ' ὅς. Οὐκ οἶσθα, ἦν δ' ἐγώ, ὅτι τό γε ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτ' εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσι; Πῶς, ἔφη, λέγεις; Οἶσθά που, ἦν δ' ἐγώ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. Οὐδὲ νῦν
13.3.29
πω, ἦ δ' ὅς, μανθάνω. Οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν· ἐγὼ δὲ λέγω ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος πάντες ἥκιστ' ἂν δέξαιντο
13.3.30
καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ. Πολύ γ', ἔφη. Ἀλλὰ μὴν ὀρθότατά γε ἄν, ὃ νῦν δὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ τοῦ ἐψευσμένου ἄγνοια, ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστι παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ ἄκρατον ψεῦδος.
13.3.31
ἢ οὐχ οὕτω; Πάνυ μὲν οὖν. Τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν, ἀλλὰ καὶ ὑπ' ἀνθρώπων μισεῖται. Δοκεῖ μοι. Τί δὲ δή; τὸ ἐν τοῖς λόγοις ψεῦδος πότε καὶ ἐν τῷ χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; ἆρ' οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνε
13.3.32
ται; καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπη τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν; Καὶ μάλα, ἦ δ' ὅς, οὕτως ἔχει. Κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ
13.3.33
ἀφομοιῶν ἂν ψεύδοιτο; Γελοῖον μεντἂν εἴη, ἔφη. Ποιητὴς μὲν ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι; Οὔ μοι δοκεῖ. Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολλοῦ γε δεῖ. Ἀλλὰ δι' οἰκείων ἄνοιαν ἢ μανίαν; Ἀλλ' οὐδείς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη ἄρα ἀψευδὲς τὸ δαιμόνιον καὶ τὸ θεῖον. Παντάπασι μὲν οὖν,
13.3.34
ἔφη. Κομιδῇ ἄρα ὁ θεὸς ἁπλοῦν καὶ ἀληθὲς ἔν τε ἔργῳ καὶ λόγῳ καὶ οὔτε αὐτὸς μεθίσταται οὔτε ἄλλους ἐξαπατᾷ οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπὰς ὕπαρ οὐδ' ὄναρ. Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος. Συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καὶ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήθ' ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἐν ἔργῳ; Συγχωρῶ.
13.3.35
Πολλὰ ἄρα Ὁμήρου ἐπαινοῦντες τοῦτο οὐκ ἐπαινεσόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ Διὸς τῷ Ἀγαμέμνονι· οὐδ' Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὑτῆς γάμοις ᾄδοντα ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας νόσων τ' ἀπείρους καὶ μακραίωνος βίου. ξύμπαντά τ' εἰπών, θεοφιλεῖς ἐμὰς τύχας, παιῶν' ἐπευφήμησεν, εὐθυμῶν ἐμέ. κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ. ὁ δ' αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, αὐτὸς τάδ' εἰπών, αὐτός ἐστιν ὁ κτανὼν τὸν παῖδα τὸν ἐμόν.
13.3.36
ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθ' ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. Παντάπασιν, ἔφη, ἐγὼ τοὺς τύπους τούτους συγχωρῶ καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην.»
13.3.37
Ταῦτα μὲν ὁ Πλάτων. εὕροις δ' ἂν τὴν Ἑβραίων γραφὴν οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ τοῦ τῶν ὅλων θεοῦ, ἀλλ' οὐδὲ περὶ τῶν ἀμφ' αὐτὸν θείων ἀγγέλων οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν ὁμοίως ταῖς Ἑλληνικαῖς θεολογίαις περιέχουσαν, τὸν δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον ὅτι τε ἀγαθὸς ὢν ὁ θεὸς τυγχάνει καὶ τὰ πρὸς αὐτοῦ γεγονότα πάντα τοιαῦτα.
13.3.38
ἐφ' ἑκάστῳ δ' οὖν τῶν δημιουργημάτων ὁ θαυμάσιος Μωσῆς ἐπιλέγει· «Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν» ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος λόγον φησί· «Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» δόγμα δὲ Ἑβραίων ἐστὶ καὶ τὸ μὴ εἶναι τὸν θεὸν κακῶν αἴτιον, εἰ δὴ ὁ θεὸς «θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου·» «φθόνῳ δὲ
13.3.39
διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» διὸ καὶ παρὰ τῷ προφήτῃ εἰσῆκται λέγων ὁ θεὸς πρὸς τὸν ἐξ οἰκείας προαιρέσεως κακὸν γεγενημένον· «Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς τὰ ὀπίσω ἡ ἄμπελος ἡ ἀλλοτρία;» εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ θεοῦ συμβαίνειν, ὁμωνύμως ἀκουστέον ὡς τῶν τιμωριῶν οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ θεὸς οὐκ ἐπὶ βλάβῃ τῶν τιμωρουμένων, ἐπ' ὠφελείᾳ δὲ καὶ συμφέροντι λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σωτηρίᾳ τῶν καμνόν
13.3.40
των κακὰ νομίζοιτο προσφέρειν τὰς ἀλγεινὰς καὶ πικρὰς θεραπείας. διὸ καὶ ἐπὶ τῆς θείας γραφῆς, ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι ὑπὸ τοῦ θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον, «ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο,» καὶ ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν, «οἱ δὲ ὤναντο κολαζόμενοι,» οὐ μόνον κατὰ τὸν φιλόσοφον, ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν· «Ὃν γὰρ ἀγαπᾷ
13.3.41
κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» «ὡς δ' ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα ὁ θεός, οὐκ ἐατέον λέγειν τὸν ποιητήν, ἀλλ' εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον· κακῶν δὲ αἴτιον φάναι
13.3.42
θεόν τινι γίγνεσθαι, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ.» ἀλλὰ καὶ περὶ τοῦ μὴ ἀλλοιοῦσθαι τὸν θεὸν ἡ παρ' Ἑβραίοις προφητεία ὧδέ πη ἐκ προσώπου τοῦ θεοῦ διδάσκει λέγουσα· «Διότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι.» καὶ ἐν ταῖς θεολογίαις δὲ ὁ Δαβὶδ ἀναφωνεῖ λέγων· «Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς,
13.3.43
καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» εἰ δέ πη τὸν τοῦ θεοῦ λόγον εἰσάγουσιν ἐν εἴδει καὶ σχήματι ἀνθρωπείῳ παραφαινόμενον, λεκτέον ὡς οὐ κατὰ τοὺς Ἑλλήνων μύθους ὁμοίως Πρωτεῖ καὶ Θέτιδι καὶ Ἥρᾳ οὐδ' ὡς οἱ θεοὶ οἱ «περιερχόμενοι νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι» καὶ τὸν τοῦ θεοῦ λόγον ἀνθρώποις πεφηνότα εἰσάγουσιν οἱ Ἑβραίων λόγοι, ἀλλ' ὡς αὐτὸς ὁ Πλάτων δεῖν ποτέ φησιν ἐπὶ φίλων εὐεργεσίᾳ, «ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γενέσθαι» τὴν τοῦ
13.3.44
θεοῦ εἰς ἀνθρώπους πάροδον. ἐπεὶ οὖν τῶν ἐπὶ γῆς ζῴων οὐδὲν ἦν θεοφιλέστερον γένος ἀνθρώπου, συγγενές τε καὶ οἰκεῖον τῷ τοῦ θεοῦ λόγῳ, παρ' οὗ καὶ λογικὸς τὴν τῆς ψυχῆς φύσιν ἀπείργαστο, εἰκότως, οἷα φίλου ζῴου κηδόμενον, τὸν ἐπουράνιον λόγον ἥκειν ἐπὶ θεραπείᾳ φασὶ παντὸς τοῦ γένους, νόσον καὶ μανίαν ἔκτοπον ὑπομείναντος, ὡς μήτε τὸν πατέρα γινώσκειν θεὸν μήτε τὴν οἰκείαν τῆς νοερᾶς φύσεως οὐσίαν μήτ' αὖ θεοῦ πρόνοιαν, σώτειραν τῶν ὅλων, εἰς ἀλόγου δὲ ζῴου σχεδὸν ὅσον παρατρο
13.3.45
πὴν ἥκοντος. διὸ δὴ τὸν σωτῆρα καὶ ἰατρὸν ἐπιστῆναι λέγουσιν, οὐ μὲν δὴ τῆς οἰκείας ἐκστάντα φύσεως οὐδέ γε ψευσάμενον τοὺς ὁρῶντας, ἄμφω δὲ ἀληθῆ φυλάξαντα, τό τε ἀφανὲς καὶ τὸ ὁρώμενον. πῆ μὲν γὰρ ἀληθὴς ἄνθρωπος ἑωρᾶτο, πῆ δὲ θεοῦ λόγος ἦν ἀληθής, οὐ γοητεύων οὐδὲ τοὺς θεωμένους ἐξαπατῶν, ἐπειδὴ τὸ θεῖον ἀψευδὲς καλῶς ἔχειν ἐδόκει
13.3.46
καὶ Πλάτωνι. «κομιδῇ ἄρα ὁ θεός, λόγος ἁπλοῦς ὢν καὶ ἀληθὴς ἔν τε ἔργῳ καὶ λόγῳ, οὔτε αὐτὸς μεθίστατο οὔτε ἄλλους ἐξηπάτα οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπὰς ὕπαρ οὐδ' ὄναρ.» πάντα γὰρ ὅσα τοιαῦτα, οἷα λογικῶν ψυχῶν ἰατρός, σωτηρίας ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους ἀληθῶς, ἀλλ' οὐ δοκήσει δι' οὗ ἀνείληφεν ἀνθρώπου διεπραγματεύσατο, τὴν πρὸς τὸν αὑτοῦ πατέρα φιλίαν τε καὶ ὑποστροφὴν διὰ τῆς κατηγγελμένης ὑπ' αὐτοῦ θεογνωσίας τε καὶ ἀληθοῦς εὐσεβείας
13.3.47
πᾶσιν ἡμῖν δωρούμενος. καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα· τοῖς δὲ ἄλλως λέγουσι «χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι,» ὡς καὶ τῷ φιλοσόφῳ ἄριστα ἔχειν ἐδόκει.
13.4.1
δʹ. ΟΤΙ ΠΛΕΟΝ ΟΥΔΕΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΜΥΘΩΝ ΑΙ ΠΕΡΙ ΤΩΝ ΕΛΛΗΝΙΚΩΝ ΘΕΩΝ ΔΙΗΓΗΣΕΙΣ ΠΕΡΙΕΧΟΥΣΙΝ, ΑΙΣ ΜΗ ΠΕΙΘΟΜΕΝΟΝ ΣΩΚΡΑΤΗΝ ΕΚΤΕΙΝΑΝ ΑΘΗΝΑΙΟΙ «Αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες τὸν Δία τῶν θεῶν ἄριστον καὶ δικαιότατον καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι, ὅτι τοὺς υἱεῖς κατέπινεν οὐκ ἐν δίκῃ, καὶ ἐκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν δι' ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷ πατρὶ ἐπεξέρχομαι ἀδικοῦντι καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ.
13.4.2
Ἆρά γε, ὦ Εὐθύφρον, τοῦτ' ἔστιν οὗ' νεκα τὴν γραφὴν φεύγω ὅτι τὰ τοι
13.4.3
αῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως ἀποδέχομαι; δι' ἃ δή, ὡς ἔοικε, φήσει τίς με ἐξαμαρτάνειν. νῦν οὖν εἰ καὶ σοὶ ταῦτα συνδοκεῖ τῷ εὖ εἰδότι περὶ τῶν τοιούτων, ἀνάγκη δή, ὡς ἔοικε, καὶ ἡμῖν συγχωρεῖν. τί γὰρ καὶ φήσομεν, οἵ γε αὐτοὶ ὁμολογοῦμεν περὶ αὐτῶν μηδὲν εἰδέναι; ἀλλά μοι εἰπὲ πρὸς φιλίου, σὺ ὡς ἀληθῶς ἡγῇ ταῦτα οὕτω γεγονέναι; Καὶ ἔτι τούτων θαυμασιώτερα, ὦ Σώκρατες, ἃ οἱ πολλοὶ οὐκ ἴσασι.
13.4.3
Καὶ πόλεμον ἄρα ἡγῇ τῷ ὄντι ἐν τοῖς θεοῖς πρὸς ἀλλήλους καὶ ἔχθρας γε δεινὰς καὶ μάχας καὶ ἄλλα τοιαῦτα πολλά, οἷα λέγεταί τε ὑπὸ τῶν ποιητῶν καὶ ὑπὸ τῶν ἀγαθῶν γραφέων τά τε ἄλλα ἱερὰ ἡμῖν καταπεποίκιλται καὶ δὴ καὶ τοῖς μεγάλοις Παναθηναίοις ὁ πέπλος μεστὸς τῶν τοιούτων ποικιλμάτων ἀνάγεται εἰς τὴν ἀκρόπολιν. ταῦτα ἀληθῆ φῶμεν εἶναι, ὦ Εὐθύφρον;
13.4.4
Μὴ μόνα γε, ὦ Σώκρατες, ἀλλ' ὅπερ ἄρτι εἶπον, καὶ ἄλλα σοι ἐγὼ πολλά, ἐάν περ βούλῃ, περὶ τῶν θεῶν διηγήσομαι, ἃ σὺ ἀκούων εὖ οἶδ' ὅτι ἐκπλαγήσῃ.» Ταῦτα ὁ Πλάτων ἐν τῷ Εὐθύφρονι. διασαφεῖ δὲ τὴν διάνοιαν ὁ Νουμήνιος ἐν τῷ Περὶ τῶν παρὰ Πλάτωνι ἀπορρήτων ὧδέ πη λέγων.
13.5.1
εʹ. ΝΟΥΜΗΝΙΟΥ ΕΚ ΤΩΝ ΠΑΡΑ ΠΛΑΤΩΝΙ ΑΠΟΡΡΗΤΩΝ «Εἰ μὲν γράφειν ὑποτεινάμενος ὁ Πλάτων περὶ τῆς θεολογίας τῆς τῶν Ἀθηναίων εἶτα ἐδυσχέραινεν αὐτῇ καὶ κατηγόρει ἐχούσῃ στάσεις μὲν πρὸς ἀλλήλους, τέκνων δὲ τῶν μὲν μίξεις, τῶν δὲ ἐδωδάς, τῶν δὲ ἀντὶ τούτων πατράσι τιμωρίας ἀδελφῶν τε ἀδελφοῖς ὑμνούσῃ καὶ ἄλλα τοιαῦτα· εἴπερ ὁ Πλάτων ταυτὶ λαβὼν εἰς τὸ φανερὸν κατηγόρει, παρασχεῖν ἂν δοκεῖ μοι τοῖς Ἀθηναίοις αἰτίαν πάλιν κακοῖς γενέσθαι ἀποκτείνασι καὶ αὐτὸν ὥσπερ τὸν Σωκρά
13.5.2
την. ἐπεὶ δὲ ζῆν μὲν οὐκ ἂν προείλετο μᾶλλον ἢ ἀληθεύειν, ἑώρα δὲ ζῆν τε καὶ ἀληθεύειν ἀσφαλῶς δυνησόμενος, ἔθηκεν ἐν μὲν τῷ σχήματι τῶν Ἀθηναίων τὸν Εὐθύφρονα, ὄντα ἄνδρα ἀλαζόνα καὶ κοάλεμον καὶ ὅστις, εἴ τις ἄλλος, θεολογεῖ κακῶς, αὐτὸν δὲ τὸν Σωκράτην ἐπ' αὐτοῦ τε καὶ ἐν τῷ ἰδίῳ σχηματισμῷ ἐν ᾧπερ εἰωθότως ἤλεγχεν ἑκάστῳ προσομιλῶν.»
13.6.1
ςʹ. ΟΤΙ ΜΗ ΔΕΙ ΤΑΙΣ ΤΩΝ ΠΟΛΛΩΝ ΠΡΟΣΕΧΕΙΝ ΔΟΞΑΙΣ ΜΗΔΕ ΤΗΣ ΙΔΙΑΣ ΜΕΤΑΤΙΘΕΣΘΑΙ ΠΡΟΑΙΡΕΣΕΩΣ ΔΙΑ ΘΑΝΑΤΟΥ ΦΟΒΟΝ· ΑΠΟ ΤΟΥ ΚΡΙΤΩΝΟΣ «Ὦ φίλε Κρίτων, ἡ προθυμία σου πολλοῦ ἀξία, εἰ μετά τινος ὀρθότητος εἴη· εἰ δὲ μή, ὅσῳ μείζων, τοσούτῳ χαλεπωτέρα. σκοπεῖσθαι οὖν χρὴ ἡμᾶς, εἴτε ταῦτα πρακτέον εἴτε μή, ὡς ἐγὼ οὐ μόνον νῦν, ἀλλὰ καὶ ἀεὶ τοιοῦτος οἷος τῶν ἐμῶν μηδενὶ ἄλλῳ πείθεσθαι ἢ τῷ λόγῳ ὃς ἄν μοι λογιζομένῳ βέλτι
13.6.2
στος φαίνηται. τοὺς δὴ λόγους οὓς ἐν τῷ ἔμπροσθεν ἔλεγον οὐ δύναμαι νῦν ἐκβάλλειν, ἐπειδή μοι ἥδε ἡ τύχη γέγονεν, ἀλλὰ σχεδόν τι ὅμοιοι φαί νονταί μοι, καὶ τοὺς αὐτοὺς πρεσβεύω καὶ τιμῶ οὕσπερ καὶ πρότερον· ὧν ἐὰν μὴ βελτίω ἔχωμεν λέγειν ἐν τῷ παρόντι, εὖ ἴσθι ὅτι οὐ μή σοι συγχωρήσω, οὐδ' ἂν πλείω τῶν νῦν παρόντων ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται, δεσμούς τε καὶ θανάτους ἐπιπέμπουσα καὶ χρημάτων ἀφαι
13.6.3
ρέσεις. πῶς οὖν ἂν μετριώτατα σκοποίμεθα αὐτά; εἰ πρῶτον μὲν τοῦτον τὸν λόγον ἀναλάβοιμεν, ὃν σὺ λέγεις, τὸν περὶ τῶν δοξῶν, πότερον καλῶς ἐλέγετο ἑκάστοτε ἢ οὔ, ὅτι ταῖς μὲν δεῖ τῶν δοξῶν προσέχειν τὸν νοῦν, ταῖς δὲ οὔ· ἢ πρὶν μέν με δεῖν ἀποθνήσκειν καλῶς ἐλέγετο, νῦν δὲ κατάδηλος ἄρα ἐγένετο ὅτι ἄλλως ἕνεκα λόγου ἐλέγετο, ἦν δὲ παιδιὰ καὶ φλυαρία ὡς ἀληθῶς.
13.6.4
ἐπιθυμῶ δ' ἔγωγε ἐπισκέψασθαι, ὦ Κρίτων, κοινῇ μετὰ σοῦ, εἴ τί μοι ἀλλοιότερος φανεῖται, ἐπειδὴ ὧδ' ἔχω, ἢ ὁ αὐτός, καὶ ἐάσομεν χαίρειν ἢ πεισόμεθα αὐτῷ. ἐλέγετο δέ, ὡς ἐγᾦμαι, ἑκάστοτε ὧδε ὑπὸ τῶν οἰομένων τι λέγειν ὥσπερ νῦν δὴ ἐγὼ ἔλεγον, ὅτι τῶν δοξῶν ἃς οἱ ἄνθρωποι δοξάζουσι δέοι τὰς
13.6.5
μὲν περὶ πολλοῦ ποιεῖσθαι, τὰς δὲ μή. τοῦτο πρὸς θεῶν, ὦ Κρίτων, οὐ δοκεῖ καλῶς σοι λέγεσθαι; σὺ γάρ, ὅσα γε τἀνθρώπεια, ἐκτὸς εἶ τοῦ μέλλειν ἀποθνήσκειν αὔριον, καὶ οὐκ ἄν σε παρακρούοι ἡ παροῦσα συμφορά. σκόπει δή· οὐχ ἱκανῶς δοκεῖ σοι λέγεσθαι ὅτι οὐ πάσας χρὴ τὰς δόξας τὰς τῶν ἀνθρώπων τιμᾶν, ἀλλὰ τὰς μέν, τὰς δ' οὔ; οὐδὲ πάντων, ἀλλὰ τῶν μέν, τῶν δ' οὔ; τί φῄς; ταῦτα οὐχὶ καλῶς λέγεται; Καλῶς.
13.6.6
Οὐκοῦν τὰς μὲν χρηστὰς τιμᾶν, τὰς δὲ πονηρὰς μή; Ναί. Χρησταὶ δὲ οὐχ αἱ τῶν φρονίμων, πονηραὶ δὲ αἱ τῶν ἀφρόνων; Πῶς δ' οὔ; Φέρε δή, πῶς αὖ τὰ τοιαῦτα ἐλέγετο; γυμναζόμενος ἀνὴρ καὶ τοῦτο πράττων πότερον παντὸς ἀνδρὸς ἐπαίνῳ καὶ ψόγῳ καὶ δόξῃ τὸν νοῦν προσέχει, ἢ ἑνὸς μόνου ἐκείνου ὃς ἂν τυγχάνῃ ἰατρὸς ἢ παιδοτρίβης ὤν; Ἑνὸς μόνου.
13.6.7
Οὐκοῦν φοβεῖσθαι χρὴ τοὺς ψόγους καὶ ἀσπάζεσθαι τοὺς ἐπαίνους τοὺς τοῦ ἑνὸς ἐκείνου, ἀλλὰ μὴ τοὺς τῶν πολλῶν. Δηλαδή. Ταύτη ἄρα αὐτῷ πρακτέον καὶ γυμναστέον καὶ ἐδεστέον γε καὶ ποτέον, ᾗ ἂν τῷ ἑνὶ δοκῇ τῷ ἐπιστάτῃ καὶ ἐπαΐοντι μᾶλλον ἢ ξύμπασι τοῖς ἄλλοις. Ἔστι ταῦτα. Εἶεν. ἀπειθήσας δὲ τῷ ἑνὶ καὶ ἀτιμάσας αὐτοῦ τὴν δόξαν καὶ τοὺς ἐπαίνους, τιμήσας δὲ τοὺς τῶν πολλῶν καὶ μηδὲν ἐπαϊόντων ἆρα οὐδὲν κακὸν πείσεται; Πῶς γὰρ οὔ; Τί δ' ἐστὶ τὸ κακὸν τοῦτο; καὶ ποῖ τείνει καὶ εἰς τί τῶν τοῦ ἀπειθοῦντος; Δηλονότι εἰς τὸ σῶμα τοῦτο ὃ διόλλυσι.
13.6.8
Καλῶς λέγεις. οὐκοῦν καὶ τὰ ἄλλα, ὦ Κρίτων, οὕτως, ἵνα μὴ πάντα διίωμεν. καὶ δὴ καὶ περὶ τῶν δικαίων καὶ ἀδίκων καὶ αἰσχρῶν καὶ καλῶν καὶ ἀγαθῶν καὶ κακῶν, περὶ ὧν νῦν ἡ βουλὴ ἡμῖν ἐστι, πότερον τῇ τῶν πολλῶν δόξῃ δεῖ ἡμᾶς ἕπεσθαι καὶ φοβεῖσθαι αὐτήν, ἢ τῇ τοῦ ἑνός, εἴ τίς ἐστιν ἐπαΐων, ὃν δεῖ καὶ αἰσχύνεσθαι καὶ φοβεῖσθαι μᾶλλον ἢ ξύμπαντας τοὺς ἄλλους; ᾧ εἰ μὴ ἀκολουθήσομεν, διαφθεροῦμεν ἐκεῖνο καὶ λωβησόμεθα ὃ τῷ μὲν δικαίῳ βέλτιον ἐγίνετο, τῷ δὲ ἀδίκῳ ἀπώλλυτο. ἢ οὐδέν ἐστι τοῦτο; Οἶμαι ἔγωγε, ὦ Σώκρατες.
13.6.9
Φέρε δή, ἐὰν τὸ ὑπὸ τοῦ ὑγιεινοῦ μὲν βέλτιον γινόμενον, ὑπὸ τοῦ νοσώδους δὲ διαφθειρόμενον διολέσωμεν, πειθόμενοι μὴ τῇ τῶν ἐπαϊόντων δόξῃ, ἆρα βιωτὸν ἡμῖν ἐστι διεφθαρμένου αὐτοῦ; ἔστι δέ που τὸ σῶμα, ἢ οὐχί; Ναί. Ἆρ' οὖν βιωτὸν ἡμῖν ἐστι μετὰ μοχθηροῦ καὶ διεφθαρμένου σώματος; Οὐδαμῶς.
13.6.10
Ἀλλὰ μετ' ἐκείνου ἄρα ἡμῖν βιωτὸν διεφθαρμένου ὃ τὸ ἄδικον μὲν λωβᾶται, τὸ δὲ δίκαιον ὀνίνησιν; ἢ φαυλότερον ἡγούμεθα εἶναι τοῦ σώματος ἐκεῖνο, ὅ τί ποτ' ἐστὶ τῶν ἡμετέρων, περὶ ὃ ἥ τε ἀδικία καὶ ἡ δικαιοσύνη ἐστίν; Οὐδαμῶς. Ἀλλὰ τιμιώτερον; Πολύ γε.
13.6.11
Οὐκ ἄρα, ὦ βέλτιστε, πάνυ ἡμῖν οὕτω φροντιστέον τί ἐροῦσιν οἱ πολλοὶ ἡμᾶς, ἀλλὰ τί ὁ ἐπαΐων περὶ τῶν δικαίων καὶ ἀδίκων, ὁ εἷς, καὶ αὐτὴ ἡ ἀλήθεια. ὥστε πρῶτον μὲν ταύτη οὐκ ὀρθῶς εἰσηγῇ, εἰσηγούμενος τῆς τῶν πολλῶν δόξης δεῖν ἡμᾶς φροντίζειν περὶ τῶν δικαίων καὶ καλῶν καὶ ἀγαθῶν καὶ τῶν ἐναντίων.»
13.6.12
Καὶ ὁ σωτήριος δὲ λόγος φησί· «Δόξαν τὴν παρὰ ἀνθρώπων ζητεῖτε καὶ τὴν δόξαν τὴν παρὰ μόνου τοῦ ἑνὸς οὐ ζητεῖτε.» διὸ καὶ ἡμεῖς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν ὀρθῶς πράττομεν οὐ σκοποῦντες τί ἡμᾶς οἱ πολλοὶ ἐροῦσιν, ἀλλὰ τί βούλεται εἷς ὁ τοῦ θεοῦ λόγος, ὃν ἅπαξ κρίσει ἑλομένους προσήκει καὶ τότε ὁμοίως ὥσπερ οὖν καὶ πρότερον τιμᾶν καὶ μὴ μετατίθεσθαι, μηδ' «ἂν ἡ τῶν πολλῶν δύναμις ὥσπερ παῖδας ἡμᾶς μορμολύττηται.» τοιοῦτοι δὲ ἦσαν καὶ οἱ πάλαι παρ' Ἑβραίοις ἐν μαρτυρίῳ διαλάμψαντες.
13.7.1
ζʹ. ΟΤΙ ΜΗ ΔΕΙ ΑΜΥΝΕΣΘΑΙ ΤΟΥΣ ΑΔΙΚΕΙΝ ΗΜΑΣ ΠΡΟΑΙΡΟΥΜΕΝΟΥΣ· ΑΠΟ ΤΟΥ ΑΥΤΟΥ «Οὐδενὶ τρόπῳ φαμὲν ἑκόντας ἀδικητέον εἶναι, ἢ τινὶ μὲν ἀδικητέον τρόπῳ, τινὶ δὲ οὔ; ἢ οὐδαμῶς τό γε ἀδικεῖν οὔτε καλὸν οὔτε ἀγαθόν, ὡς πολλάκις ἡμῖν καὶ ἐν τῷ ἔμπροσθεν χρόνῳ ὡμολογήθη; ὅπερ καὶ ἄρτι ἐλέγετο. ἢ πᾶσαι ἡμῖν ἐκεῖναι αἱ πρόσθεν ὁμολογίαι ἐν ταῖσδε ταῖς ὀλίγαις ἡμέραις ἐκκεχυμέναι εἰσί, καὶ πάλαι, ὦ Κρίτων, ἄρα τηλικοίδε γέροντες ἄνδρες πρὸς ἀλλήλους σπουδῇ διαλεγόμενοι ἐλάθομεν ἡμᾶς αὐτοὺς παίδων οὐδὲν διαφέροντες; ἢ παντὸς μᾶλλον οὕτως ἔχει ὥσπερ τότε ἐλέγετο ἡμῖν, εἴτε φασὶν οἱ πολλοὶ εἴτε μὴ καὶ εἴτε δεῖ ἡμᾶς ἔτι τῶνδε χαλεπώτερα πάσχειν εἴτε καὶ πραότερα, ὅμως τό γε ἀδικεῖν τῷ ἀδικοῦντι καὶ κακὸν καὶ αἰσχρὸν τυγχάνει ὂν παντὶ τρόπῳ; φαμὲν ἢ οὔ; Φαμέν.
13.7.2
Οὐδαμῶς ἄρα δεῖ ἀδικεῖν. Οὐ δῆτα. Οὐδὲ ἀδικούμενον ἄρα ἀνταδικεῖν, ὡς οἱ πολλοὶ οἴονται, ἐπειδή γε οὐδαμῶς δεῖ ἀδικεῖν; Οὐ φαίνεται. Τί δὲ δή; κακουργεῖν δεῖ, ὦ Κρίτων, ἢ οὔ; Οὐ δεῖ δήπου, ὦ Σώκρατες. Τί δέ; ἀντικακουργεῖν κακῶς πάσχοντα, ὡς οἱ πολλοί φασι, δίκαιον, ἢ οὐ δίκαιον; Οὐδαμῶς. Τὸ γάρ που κακὸν ποιεῖν ἀνθρώπους τοῦ ἀδικεῖν οὐδὲν διαφέρει. Καλῶς λέγεις.
13.7.3
Οὔτε ἄρα ἀνταδικεῖν δεῖ οὔτε κακῶς ποιεῖν οὐδένα ἀνθρώπων, οὐδ' ἂν ὁτιοῦν πάσχῃ τις ὑπ' αὐτῶν. ἀλλ' ὅρα, ὦ Κρίτων, ταῦτα καθομολογῶν ὅπως μὴ παρὰ δόξαν ὁμολογῇς. οἶδα γὰρ ὅτι ὀλίγοις τισὶ ταῦτα καὶ δοκεῖ καὶ δόξει. οἷς οὖν οὕτω δέδοκται καὶ οἷς μή, τούτοις οὐκ ἔστι κοινὴ βουλή, ἀλλ' ἀνάγκη τούτους ἀλλήλων καταφρονεῖν, ὁρῶντας τὰ ἀλλήλων βουλεύματα. σκόπει δὴ οὖν καὶ σὺ εὖ μάλα, πότερον κοινωνεῖς καὶ συνδοκεῖ σοι καὶ ἀρχώμεθα ἐντεῦθεν βουλευόμενοι, ὡς οὐδέποτε ὀρθῶς ἔχοντος οὔτε τοῦ ἀδικεῖν οὔτε τοῦ ἀνταδικεῖν οὔτε τοῦ κακῶς πάσχοντα ἀμύνεσθαι ἀντιδρῶντα κακῶς· ἢ ἀφίστασαι καὶ οὐ κοινωνεῖς τῆς ἀρχῆς; ἐμοὶ μὲν γὰρ καὶ πάλαι οὕτω καὶ νῦν ἔτι δο
13.7.4
κεῖ. καὶ σοὶ δὲ εἴ πη ἄλλῃ δέδοκται, λέγε καὶ δίδασκε· εἰ δ' ἐμμένεις τοῖς πρόσθεν, τὸ μετὰ τοῦτο ἄκουε. Ἀλλ' ἐμμένω τε καὶ συνδοκεῖ μοι· ἀλλὰ λέγε. Λέγω δὴ αὖ τὸ μετὰ τοῦτο, μᾶλλον δ' ἐρωτῶ, πότερον ἃ ἄν τις ὁμολογήσῃ τῳ δίκαια ὄντα ποιητέον, ἢ ἐξαπατητέον; Ποιητέον.»
13.7.5
Τούτοις παράθες τὸ «μηδενὶ κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες» καὶ τὸ «εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπὲρ τῶν ἐπηρεαζόντων καὶ διωκόντων ὑμᾶς, ἵνα γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς, ὅστις τὸν ἥλιον αὐτοῦ ἀνατέλλει ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους» καὶ ἔτι τὸ «λοιδορούμενοι εὐλογοῦμεν, διωκόμενοι ἀνεχόμεθα, δυσφημούμενοι παρακαλοῦμεν,» ἐν τοῖς παρ' ἡμῖν ἱεροῖς φερόμενα γράμμασι. καὶ ὁ προφήτης δὲ παρ' Ἑβραίοις φησίν· «Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακά·» καὶ πάλιν· «Μετὰ τῶν μισούντων τὴν εἰρήνην ἤμην εἰρηνικός.»
13.8.1
ηʹ. ΟΤΙ ΜΗ ΔΕΙ ΤΑ ΑΠΑΞ ΟΡΘΩΣ ΚΡΙΘΕΝΤΑ ΑΘΕΤΕΙΝ ΜΗΔ' ΕΙ ΘΑΝΑΤΟΝ ΤΙΣ ΕΠΑΓΟΙ· ΑΡΜΟΣΕΙ ΔΕ ΠΡΟΣ ΤΟΥΣ ΕΝ ΚΑΙΡΟΙΣ ΔΙΩΓΜΩΝ ΕΞΟΜΝΥΜΕΝΟΥΣ ΤΗΝ ΕΥΣΕΒΕΙΑΝ «Σὺ δὲ τότε μὲν ἐκαλλωπίζου ὡς οὐκ ἀγανακτῶν εἰ δέοι τεθνάναι σε, ἀλλὰ ᾑροῦ, ὡς ἔφησθα, πρὸ τῆς φυγῆς θάνατον· νῦν δὲ οὔτε ἐκείνους τοὺς λόγους αἰσχύνῃ οὔτε ἡμῶν τῶν νόμων ἐντρέπῃ, ἐπιχειρῶν ἡμᾶς διαφθεῖραι· πράττεις τε ὅπερ ἂν δοῦλος ὁ φαυλότατος πράξειεν, ἀποδιδράσκειν ἐπιχειρῶν παρὰ τὰς συνθήκας τε καὶ ὁμολογίας καθ' ἃς ἡμῖν συνέθου πολιτεύεσθαι.
13.8.2
πρῶτον μὲν ἡμῖν τοῦτ' αὐτὸ ἀπόκριναι, εἰ ἀληθῆ λέγομεν φάσκοντές σε ὡμολογηκέναι πολιτεύεσθαι καθ' ἡμᾶς ἔργῳ, ἀλλ' οὐ λόγῳ, ἢ οὐκ ἀληθῆ; τί φῶμεν πρὸς ταῦτα, ὦ Κρίτων; ἄλλο τι ἢ ὁμολογῶμεν; Ἀνάγκη, ὦ Σώκρατες. Ἀλλὰ τί οὖν, ἂν φαῖεν, ἢ συνθήκας πρὸς ἡμᾶς αὐτοὺς καὶ ὁμολογίας παραβαίνεις, οὐχ ὑπὸ ἀνάγκης ὁμολογήσας οὐδὲ ἐν ὀλίγῳ χρόνῳ ἀναγκασθεὶς βουλεύσασθαι, ἀλλ' ἐν ἔτεσιν ἑβδομήκοντα, ἐν οἷς ἐξῆν σοι ἀπιέναι, εἰ μὴ
13.8.3
ἠρέσκομεν ἡμεῖς μηδὲ δίκαιαι ἐφαίνοντό σοι αἱ ὁμολογίαι εἶναι. σὺ δὲ οὔτε Λακεδαίμονα προῃροῦ οὔτε Κρήτην, ἃς δὴ ἑκάστοτε φῂς εὐνομεῖσθαι, οὔτε ἄλλην οὐδεμίαν τῶν Ἑλληνίδων πόλεων οὐδὲ τῶν βαρβαρικῶν, ἀλλὰ ἐλάττω ἐξ αὐτῆς ἀπεδήμησας ἢ οἱ χωλοί τε καὶ τυφλοὶ καὶ οἱ ἄλλοι ἀνάπηροι. οὕτω σοι διαφερόντως τῶν ἄλλων Ἀθηναίων ἤρεσκεν ἡ πόλις τε καὶ ἡμεῖς οἱ νόμοι δηλονότι· τίνι γὰρ ἂν πόλις ἀρέσκοι ἄνευ νόμων; νῦν δὲ δὴ οὐκ ἐμμένεις τοῖς ὡμολογημένοις; ἐὰν ἡμῖν γε πείθῃ, ὦ Σώκρατες.»
13.9.1
θʹ. ΟΠΟΙΟΣ ΠΟΤ' ΕΣΤΑΙ ΤΗΝ ΔΙΑΘΕΣΙΝ Ο ΔΙΑ ΘΑΝΑΤΟΥ ΦΟΒΟΝ ΕΞΟΜΝΥΜΕΝΟΣ ΤΗΝ ΟΙΚΕΙΑΝ ΠΡΟΘΕΣΙΝ «Ὅστις γὰρ νόμων διαφθορεύς ἐστι, σφόδρα που δόξειεν ἂν νέων τε καὶ ἀνοήτων ἀνθρώπων διαφθορεὺς εἶναι. πότερον οὖν φεύξῃ τάς τε εὐνομουμένας πόλεις καὶ τῶν ἀνδρῶν τοὺς κοσμιωτάτους; καὶ τοῦτο ποιοῦντι ἆρα ἄξιόν σοι ζῆν ἔσται; ἢ πλησιάσεις τούτοις καὶ ἀναισχυντήσεις διαλεγόμενος τίνας λόγους, ὦ Σώκρατες; ἢ οὕσπερ ἐνθάδε, ὡς ἡ ἀρετὴ καὶ δικαιοσύνη πλείστου ἄξιον τοῖς ἀνθρώποις καὶ τὰ νόμιμα καὶ οἱ νόμοι; καὶ οὐκ οἴει ἄσχημον
13.9.2
φανεῖσθαι τὸ τοῦ Σωκράτους πρᾶγμα; οἴεσθαί γε χρή. ἀλλ' ἐκ μὲν τούτων τῶν τόπων ἀπαρεῖς, ἥξεις δὲ εἰς Θετταλίαν παρὰ τοὺς ξένους τοὺς Κρίτωνος· ἐκεῖ γὰρ δὴ πλείστη ἀταξία καὶ ἀκολασία, καὶ ἴσως ἂν ἡδέως σου ἀκούοιεν ὡς γελοίως ἐκ τοῦ δεσμωτηρίου ἀπεδίδρασκες σκευήν τέ τινα περιθέμενος ἢ διφθέραν λαβὼν ἢ ἄλλα, οἷα δὴ εἰώθασιν ἐνσκευάζεσθαι οἱ ἀποδιδρά
13.9.3
σκοντες, καὶ τὸ σχῆμα τὸ σαυτοῦ μεταλλάξας. ὅτι δὲ γέρων ἀνὴρ μικροῦ χρόνου τῷ βίῳ λοιποῦ ὄντος, ὡς τὸ εἰκός, ἐτόλμησας οὕτω γλίσχρως ἐπιθυμεῖν ζῆν, νόμους τοὺς μεγίστους παραβάς, οὐδείς σε ἐρεῖ ἴσως, ἂν μή τινα λυπήσῃς· εἰ δὲ μή, ἀκούσῃ, ὦ Σώκρατες, πολλὰ καὶ ἀνάξια σαυτοῦ. ὑπερχόμενος δὴ βιώσῃ πάντας ἀνθρώπους καὶ δουλεύων, τί ποιῶν ἢ εὐωχού μενος ἐν Θετταλίᾳ, ὥσπερ ἐπὶ δεῖπνον ἀποδεδημηκὼς εἰς Θετταλίαν. λόγοι δὲ ἐκεῖνοι οἱ περὶ δικαιοσύνης καὶ τῆς ἄλλης ἀρετῆς ποῦ ἡμῖν ἔσονται; ἀλλὰ
13.9.4
δὴ τῶν παίδων ἕνεκα βούλει ζῆν, ἵνα αὐτοὺς ἐκθρέψῃς καὶ παιδεύσῃς; τί δέ; εἰς Θετταλίαν αὐτοὺς ἀγαγὼν θρέψεις τε καὶ παιδεύσεις, ξένους ποιήσας, ἵνα καὶ τοῦτο ἀπολαύσωσιν; ἢ τοῦτο μὲν οὔ, αὐτοῦ δὲ τρεφόμενοι σοῦ ζῶντος βέλτιον θρέψονται καὶ παιδεύσονται, μὴ συνόντος σοῦ αὐτοῖς; οἱ γὰρ
13.9.5
ἐπιτήδειοι οἱ σοὶ ἐπιμελήσονται αὐτῶν. πότερον δὲ ἐὰν εἰς Θετταλίαν ἀποδημήσῃς, ἐπιμελήσονται· ἐὰν δὲ εἰς Ἅιδου ἀποδημήσῃς, οὐχὶ ἐπιμελήσονται, εἴπερ γέ τι ὄφελος αὐτῶν ἐστι τῶν σοι φασκόντων ἐπιτηδείων εἶναι;
13.9.6
οἴεσθαί γε χρή. ἀλλ', ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν· οὔτε γὰρ ἐνθάδε σοι φαίνεται ταῦτα πράττοντι ἄμεινον εἶναι οὐδὲ δικαιότερον οὐδὲ ὁσιώτερον οὐδὲ ἄλλῳ τῶν σῶν οὐδενί, οὔτε ἐκεῖ ἀφικομένῳ
13.9.7
ἄμεινον ἔσται. ἀλλὰ νῦν μὲν ἠδικημένος ἄπει, ἐὰν ἀπίῃς, οὐχ ὑφ' ἡμῶν τῶν νόμων, ἀλλ' ὑπ' ἀνθρώπων· ἐὰν δὲ ἐξέλθῃς οὕτως αἰσχρῶς ἀνταδικήσας τε καὶ ἀντικακουργήσας, τὰς σαυτοῦ ὁμολογίας τε καὶ συνθήκας τὰς πρὸς ἡμᾶς παραβὰς καὶ κακὰ ἐργασάμενος τούτους οὓς ἥκιστα ἔδει, σαυτόν τε καὶ τοὺς φίλους καὶ πατρίδα καὶ ἡμᾶς, ἡμεῖς τέ σοι χαλεπανοῦμεν ζῶντι καὶ ἐκεῖ οἱ ἡμέτεροι ἀδελφοί, οἱ ἐν Ἅιδου νόμοι, οὐκ εὐμενῶς σε ὑποδέξονται, εἰδότες ὅτι καὶ ἡμᾶς ἐπεχείρησας ἀπολέσαι τὸ σὸν μέρος.»
13.10.1
ιʹ. ΟΤΙ ΜΗ ΔΕΟΙ ΦΕΥΓΕΙΝ ΤΟΝ ΥΠΕΡ ΑΛΗΘΕΙΑΣ ΘΑΝΑΤΟΝ· ΑΠΟ ΤΗΣ ΣΩΚΡΑΤΟΥΣ ΑΠΟΛΟΓΙΑΣ «Ἴσως ἂν οὖν εἴποι τις· εἶτ' οὐκ αἰσχύνῃ, ὦ Σώκρατες, τοιοῦτον ἐπιτήδευμα ἐπιτηδεύσας, ἐξ οὗ κινδυνεύεις νυνὶ ἀποθανεῖν; ἐγὼ δὲ τούτῳ δίκαιον ἂν λόγον ἀντείποιμι, ὅτι οὐ καλῶς λέγεις, ὦ ἄνθρωπε, εἰ οἴει δεῖν κίνδυνον ὑπολογίζεσθαι τοῦ ζῆν ἢ τεθνάναι ἄνδρα ὅτου τι καὶ σμικρὸν ὄφελός ἐστιν, ἀλλ' οὐκ ἐκεῖνο μόνον σκοπεῖν, ὅταν πράττῃ, πότερον δίκαια ἢ ἄδικα πράτ
13.10.2
τει καὶ ἀνδρὸς ἀγαθοῦ ἔργα ἢ κακοῦ. φαῦλοι γὰρ ἂν τῷ γε σῷ λόγῳ εἶεν τῶν ἡμιθέων ὅσοι ἐν Τροίᾳ τετελευτήκασιν, οἵ τε ἄλλοι καὶ ὁ τῆς Θέτιδος υἱός, ὃς τοσοῦτον τοῦ κινδύνου κατεφρόνησε παρὰ τὸ αἰσχρόν τι ὑπομεῖναι ὥστε, ἐπειδὴ εἶπεν ἡ μήτηρ αὐτῷ προθυμουμένῳ Ἕκτορα ἀποκτεῖναι, θεὸς οὖσα, οὑτωσί πως, ὡς ἐγᾦμαι· ὦ παῖ, εἰ τιμωρήσεις Πατρόκλῳ τῷ ἑταίρῳ τὸν φόνον καὶ Ἕκτορα ἀποκτενεῖς, αὐτὸς ἀποθανῇ· αὐτίκα γάρ τοι φησί μεθ' Ἕκτορα πότμος ἑτοῖμος. ὁ δὲ τοῦτο ἀκούσας τοῦ μὲν θανάτου καὶ τοῦ κινδύνου ὠλιγώρησεν, πολὺ δὲ μᾶλλον δείσας τὸ ζῆν κακὸς ὢν καὶ τοῖς φίλοις μὴ τιμωρεῖν, «αὐτίκα», φησί, «τεθναίην» δίκην ἐπιθεὶς τῷ ἀδικοῦντι, ἵνα μὴ ἐνθάδε μένω καταγέλαστος παρὰ νηυσὶ κορωνίσιν, ἄχθος ἀρούρης.
13.10.3
μὴ αὐτὸν οἴει φροντίσαι θανάτου καὶ κινδύνου; οὕτω γὰρ ἔχει, ὦ ἄνδρες Ἀθηναῖοι, τῇ ἀληθείᾳ· οὗ ἄν τις αὑτὸν τάξῃ ἡγησάμενος βέλτιστον εἶναι ἢ ὑπ' ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν
13.10.4
ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο μηδὲν πρὸ τοῦ αἰσχροῦ. ἐγὼ οὖν δεινὰ ἂν εἴην εἰργασμένος, ὦ ἄνδρες Ἀθηναῖοι, εἰ ὅτε μέν με οἱ ἄρχοντες ἔταττον, οὓς ὑμεῖς εἵλεσθε ἄρχειν μου, καὶ ἐν Ποτιδαίᾳ καὶ ἐν Ἀμφιπόλει καὶ ἐπὶ Δηλίῳ καὶ ἄλλοθί που οὗ ἐκεῖνοι ἔταττον, ἔμενον ὥσπερ καὶ ἄλλος τις καὶ ἐκινδύνευον ἀποθανεῖν, τοῦ δὲ θεοῦ τάττοντος, ὡς ἐγὼ ᾠήθην τε καὶ ὑπέλαβον, φιλοσοφοῦντά με δεῖν ζῆν καὶ ἐξετάζοντα ἐμαυτὸν καὶ τοὺς ἄλλους, ἐνταῦθα δὲ φοβηθεὶς θάνατον ἢ ἄλλ' ὁτιοῦν πρᾶγμα λίποιμι τὴν τά
13.10.5
ξιν. δεινὸν μεντἂν εἴη καὶ ὡς ἀληθῶς τότ' ἄν με δικαίως εἰσάγοι τις εἰς δικαστήριον, ὅτι οὐ νομίζω θεοὺς εἶναι ἀπειθῶν τῇ μαντείᾳ καὶ δεδιὼς θάνατον καὶ οἰόμενος σοφὸς εἶναι οὐκ ὤν. τὸ γάρ τοι θάνατον δεδιέναι, ὦ ἄνδρες, οὐδὲν ἄλλο ἐστὶν ἢ δοκεῖν σοφὸν εἶναι μὴ ὄντα· δοκεῖν γὰρ εἰδέναι ἐστὶν ἃ οὐκ οἶδεν. οἶδε μὲν γὰρ οὐδεὶς τὸν θάνατον οὐδ' εἰ τυγχάνει τῷ ἀνθρώπῳ πάντων μέγιστον ὂν τῶν ἀγαθῶν, δεδίασι δὲ ὡς εὖ εἰδότες ὅτι μέγιστον τῶν κακῶν ἐστι. καίτοι πῶς οὐκ ἀμαθία ἐστὶν αὕτη ἡ ἐπονείδιστος, ἡ τοῦ οἴεσθαι
13.10.6
εἰδέναι ἃ οὐκ οἶδεν; ἐγὼ δ', ὦ ἄνδρες, τούτῳ καὶ ἐνταῦθα διαφέρω τῶν πολλῶν ἴσως ἀνθρώπων· καὶ εἰ δή τῳ σοφώτερός του φαίην εἶναι, τούτῳ ἄν, ὅτι οὐκ εἰδὼς ἱκανῶς περὶ τῶν ἐν Ἅιδου οὕτω καὶ οἴομαι οὐκ εἰδέναι· τὸ δὲ ἀδικεῖν καὶ ἀπειθεῖν τῷ βελτίονι, καὶ θεῷ καὶ ἀνθρώπῳ, ὅτι κακὸν καὶ αἰσχρόν ἐστιν οἶδα. πρὸ οὖν τῶν κακῶν ὧν οἶδα ὅτι κακά ἐστιν, ἃ μὴ οἶδα εἰ
13.10.7
καὶ ἀγαθὰ ὄντα τυγχάνει, οὐδέποτε φοβήσομαι οὐδὲ φεύξομαι· ὥστε οὐδ' εἴ με νῦν ὑμεῖς ἀφίετε, Ἀνύτῳ ἀπιστήσαντες, ὃς ἔφη ἢ τὴν ἀρχὴν οὐ δεῖν ἐμὲ δεῦρο εἰσελθεῖν ἢ ἐπειδὴ εἰσῆλθον οὐχ οἷόν τ' εἶναι τὸ μὴ ἀποκτεῖναί με, λέγων πρὸς ὑμᾶς ὡς εἰ διαφευξοίμην, ἤδη ἂν ὑμῶν οἱ υἱεῖς ἐπιτηδεύοντες ἃ Σωκράτης διδάσκει, πάντες παντάπασι διαφθαρήσονται– εἴ μοι πρὸς ταῦτα εἴποιτε· ὦ Σώκρατες, νῦν μὲν Ἀνύτῳ οὐ πεισόμεθα, ἀλλ' ἀφίεμέν σε, ἐπὶ τούτῳ μέντοι ἐφ' ᾧ τε μηκέτι ἐν ταύτῃ τῇ ζητήσει διατρίβειν μηδὲ φιλοσοφεῖν·
13.10.8
ἐὰν δὲ ἁλῷς ἔτι τοῦτο πράττων, ἀποθανῇ. εἰ οὖν με, ὅπερ εἶπον, ἐπὶ τούτοις ἀφίοιτε, εἴποιμι ἂν ὑμῖν ὅτι ἐγὼ ὑμᾶς, ὦ ἄνδρες Ἀθηναῖοι, ἀσπάζομαι μὲν καὶ φιλῶ, πείθομαι δὲ μᾶλλον τῷ θεῷ ἢ ὑμῖν, καὶ ἕως περ ἂν ἐμπνέω καὶ οἷός τε ὦ, οὐ μὴ παύσωμαι φιλοσοφῶν καὶ ὑμῖν παρακελευόμενός τε καὶ ἐνδεικνύμενος, ὅτῳ ἂν ἀεὶ ἐντυγχάνω ὑμῶν, λέγων οἷάπερ εἴωθα.» Καὶ μετὰ βραχέα ἐπιλέγει·
13.10.9
«Ἐννοήσωμεν δὴ καὶ τῇδε, ὡς πολλὴ ἐλπίς ἐστιν ἀγαθὸν αὐτὸ εἶναι. δυοῖν γὰρ θάτερόν ἐστι τὸ τεθνάναι· ἢ γὰρ οἷον μηδέν τι εἶναι μηδὲ αἴσθησιν μηδεμίαν μηδενὸς ἔχειν τὸν τεθνεῶτα ἢ κατὰ τὰ λεγόμενα μεταβολή τις τυγχάνει οὖσα καὶ μετοίκησις τῇ ψυχῇ τοῦ τόπου τοῦ ἐνθένδε εἰς ἄλλον τόπον. καὶ εἴτε δὴ μηδεμία αἴσθησίς ἐστιν, ἀλλ' οἷον ὕπνος, ἐπειδάν τις ὄναρ
13.10.10
καθεύδων μηδὲ ὄναρ μηδὲν ὁρᾷ, θαυμάσιον κέρδος ἂν εἴη θάνατος. ἐγὼ γὰρ ἂν οἶμαι, εἴ τινα ἐκλεξάμενον δέοι ταύτην τὴν νύκτα ἐν ᾗ οὕτω κατέδαρθεν ὥστε μηδὲ ὄναρ ἰδεῖν, καὶ τὰς ἄλλας νύκτας τε καὶ ἡμέρας τὰς τοῦ βίου τοῦ ἑαυτοῦ ἀντιπαραθέντα ταύτῃ τῇ νυκτὶ εἰ δέοι σκεψάμενον εἰπεῖν πόσας ἄμεινον καὶ ἥδιον ἡμέρας καὶ νύκτας ταύτης τῆς νυκτὸς βεβίωκεν ἐν τῷ ἑαυτοῦ βίῳ, οἶμαι ἂν οὐχὶ ἰδιώτην τινά, ἀλλὰ τὸν μέγαν βασιλέα εὐαριθμήτους ἀνευρεῖν αὐτὸν ταύτας πρὸς τὰς ἄλλας ἡμέρας τε καὶ νύκτας. εἰ οὖν τοιοῦτον ὁ θάνατός ἐστι, κέρδος ἔγωγε λέγω· καὶ γὰρ οὐδὲν πλεῖον ὁ πᾶς χρόνος φαί
13.10.11
νεται οὕτω εἶναι ἢ μία νύξ. εἰ δ' αὖ οἷον ἀποδημῆσαί ἐστιν ὁ θάνατος ἐνθένδε εἰς ἄλλον τόπον καὶ ἀληθῆ ἐστι τὰ λεγόμενα, ὡς ἄρα ἐκεῖ εἰσιν ἅπαντες οἱ τεθνεῶτες, τί μεῖζον ἀγαθὸν τούτου εἴη ἄν, ὦ ἄνδρες δικασταί; εἰ γάρ τις ἀφικόμενος εἰς Ἅιδου, ἀπαλλαγεὶς τούτων τῶν φασκόντων δικαστῶν εἶναι, εὑρήσει τοὺς ὡς ἀληθῶς δικαστάς, οἵπερ καὶ λέγονται ἐκεῖ δικάζειν, Μίνως τε καὶ Ῥαδάμανθυς καὶ Αἰακὸς καὶ Τριπτόλεμος καὶ ἄλλοι ὅσοι τῶν ἡμιθέων
13.10.12
δίκαιοι ἐγένοντο ἐν τῷ ἑαυτῶν βίῳ, ἆρα φαύλη ἂν εἴη ἡ ἀποδημία; ἢ αὖ Ὀρφεῖ ξυγγενέσθαι καὶ Μουσαίῳ καὶ Ἡσιόδῳ καὶ Ὁμήρῳ ἐπὶ πόσῳ ἄν τιςδέξαιτ' ἂν ὑμῶν; ἐγὼ μὲν γὰρ πολλάκις ἐθέλω τεθνάναι, εἴπερ ταῦτ' ἐστὶν ἀληθῆ, ἐπεὶ ἔμοιγε καὶ αὐτῷ θαυμαστὴ ἂν εἴη ἡ διατριβὴ αὐτόθι, ὁπότε ἐντύχοιμι Παλαμήδει καὶ Αἴαντι τῷ Τελαμῶνος καὶ εἴ τις ἄλλος τῶν παλαιῶν διὰ κρίσιν ἄδικον τέθνηκεν, ἀντιπαραβάλλοντι τὰ ἐμαυτοῦ πάθη πρὸς τὰ ἐκείνων, ὡς ἐγᾦμαι οὐκ ἂν ἀηδὲς εἶναι. καὶ δὴ καὶ τὸ μέγιστον, τοὺς ἐκεῖ ἐξετάζοντα καὶ ἐρευνῶντα ὥσπερ τοὺς ἐνταῦθα διάγειν, τίς αὐτῶν σοφός ἐστι καὶ τίς οἴεται μέν, ἔστι δ' οὔ.»
13.10.13
Καὶ παρ' ἡμῖν «πειθαρχεῖν δεῖ θεῷ μᾶλλον ἢ ἀνθρώποις» εἴρηται καὶ «μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν οὐ δυναμένων ἀποκτεῖναι» «εἰδέναι τε, ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ, οἰκοδομὴν ἐκ θεοῦ ἔχομεν, οἰκίαν ἀχειροποίητον αἰώνιον ἐν τοῖς οὐρανοῖς» ὅτι τε «ἐκδημοῦντες ἀπὸ τοῦ σώματος ἐνδημοῦμεν τῷ κυρίῳ,» ὃς καὶ πᾶσι τοῖς εἰς αὐτὸν ἠλπικόσιν ἐπήγγελται εἰς κόλπους Ἁβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ ἀναπαύσεσθαι μετά τε τῶν ἄλλων παρ' Ἑβραίοιςθεοφιλῶν προφητῶν τε καὶ δικαίων ἐν μακαρίᾳ ζωῇ τὸν μακρὸν αἰῶνα διάξειν.
13.11.1
ιαʹ. ΟΠΩΣ ΔΕΟΙ ΤΙΜΑΝ ΤΟΝ ΘΑΝΑΤΟΝ ΤΩΝ ΕΥΚΛΕΩΣ ΜΕΤΑΛΛΑΞΑΝΤΩΝ ΤΟΝ ΒΙΟΝ «Τῶν δὲ δὴ ἀποθανόντων ἐπὶ στρατείας ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ' οὐ πρῶτον μὲν φήσομεν τοῦ χρυσοῦ γένους εἶναι; Πάνυ γε μάλιστα. Ἀλλ' οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοῦ τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα οἱ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν, ἐσθλοί, ἀλεξίκακοι, φύλακες μερόπων ἀνθρώπων; Πεισόμεθα μὲν οὖν. Διαπυθόμενοι ἄρα τοῦ θεοῦ πῶς χρὴ τοὺς δαιμονίους τε καὶ θείους τιθέναι καὶ τίνι διαφόρῳ, οὕτω καὶ ταύτη θήσομεν ᾗ ἂν ἐξηγῆται; Τί δ' οὐ μέλλομεν; Τὸν λοιπὸν δὴ χρόνον ὡς δαίμονας γεγονότας οὕτω θεραπεύσομέν τε καὶ προσκυνήσομεν αὐτῶν τὰς θήκας; τὰ αὐτὰ δὲ ταῦτα νομιοῦμεν, ὅταν τις γήρᾳ ἤ τινι ἄλλῳ τρόπῳ τελευτήσῃ τῶν ὅσοι ἂν διαφερόντως ἐν τῷ βίῳ ἀγαθοὶ κριθῶσι.»
13.11.2
Καὶ ταῦτα δὲ ἁρμόζει ἐπὶ τῇ τῶν θεοφιλῶν τελευτῇ, οὓς στρατιώτας τῆς ἀληθοῦς εὐσεβείας οὐκ ἂν ἁμάρτοις εἰπὼν παραλαμβάνεσθαι. ὅθεν καὶ ἐπὶ τὰς θήκας αὐτῶν ἔθος ἡμῖν παριέναι καὶ τὰς εὐχὰς παρὰ ταύταις ποιεῖσθαι τιμᾶν τε τὰς μακαρίας αὐτῶν ψυχάς, ὡς εὐλόγως καὶ τούτων ὑφ'
13.11.3
ἡμῶν γιγνομένων. ἀλλὰ γὰρ ἡμεῖς μὲν ταῦτα ἐκ τῶν Πλάτωνος ἀνελεξάμεθα· φιλόκαλος δέ τις ἄλλος καὶ τούτων ἔτι πλείω ἂν εὕροι παρὰ τῷ αὐτῷ σύμφωνα τοῖς ἡμετέροις δόγμασι, τάχα δὲ καὶ παρ' ἑτέροις. ἐπεὶ δὲ τῆς αὐτῆς ἡμῖν ὑποθέσεως προλαβόντες ἐφήψαντο καὶ ἄλλοι, εὖ μοι δοκεῖ ἐπισκέψασθαι δεῖν καὶ τὰ τούτοις πεπονημένα. παραθήσω δὲ πρώτου Ἀριστοβούλου, τοῦ ἐξ Ἑβραίων φιλοσόφου, τὰς οὕτως ἐχούσας φωνάς·
13.12.1
ιβʹ. ΟΠΩΣ ΚΑΙ Ο ΠΡΟ ΗΜΩΝ ΕΞ ΕΒΡΑΙΩΝ ΑΡΙΣΤΟΒΟΥΛΟΣ Ο ΠΕΡΙΠΑΤΗΤΙΚΟΣ ΕΚ ΤΗΣ ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΦΙΛΟΣΟΦΙΑΣ ΩΜΟΛΟΓΕΙ ΤΟΥΣ ΕΛΛΗΝΑΣ ΩΡΜΗΣΘΑΙ· ΕΚ ΤΩΝ ΑΡΙΣΤΟΒΟΥΛΟΥ ΒΑΣΙΛΕΙ ΠΤΟΛΕΜΑΙΩΙ ΠΡΟΣΠΕΦΩΝΗΜΕΝΩΝ «Φανερὸν ὅτι κατηκολούθησεν ὁ Πλάτων τῇ καθ' ἡμᾶς νομοθεσίᾳ καὶ φανερός ἐστι περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ. διηρμήνευται γὰρ πρὸ Δημητρίου τοῦ Φαληρέως δι' ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξαγωγὴν τὴν ἐξ Αἰγύπτου τῶν Ἑβραίων, ἡμετέ ρων δὲ πολιτῶν, καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς ὅλης νομοθεσίας ἐπεξήγησις, ὡς εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθής, καθὼς καὶ Πυθαγόρας πολλὰ τῶν παρ' ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν κατε
13.12.2
χώρισεν. ἡ δ' ὅλη ἑρμηνεία τῶν διὰ τοῦ νόμου πάντων ἐπὶ τοῦ προσαγορευθέντος Φιλαδέλφου βασιλέως, σοῦ δὲ προγόνου, προσενεγκαμένου μείζονα φιλοτιμίαν, Δημητρίου τοῦ Φαληρέως πραγματευσαμένου τὰ περὶ τούτων.»
13.12.3
Εἶτα μεταξύ τινα εἰπὼν ἐπιφέρει λέγων· «Δεῖ γὰρ λαμβάνειν τὴν θείαν φωνὴν οὐ ῥητὸν λόγον, ἀλλ' ἔργων κατασκευάς, καθὼς καὶ διὰ τῆς νομοθεσίας ἡμῖν ὅλην τὴν γένεσιν τοῦ κόσμου θεοῦ λόγους εἴρηκεν ὁ Μωσῆς. συνεχῶς γάρ φησιν ἐφ' ἑκάστου· «καὶ εἶπεν ὁ
13.12.4
θεὸς, καὶ ἐγένετο.» δοκοῦσι δέ μοι περιειργασμένοι πάντα κατηκολουθηκέναι τούτῳ Πυθαγόρας τε καὶ Σωκράτης καὶ Πλάτων λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων συνθεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως. ἔτι δὲ καὶ Ὀρφεὺς ἐν ποιήμασι τῶν κατὰ τὸν Ἱερὸν Λόγον αὐτῷ λεγομένων οὕτως ἐκτίθεται περὶ τοῦ διακρατεῖσθαι θείᾳ δυνάμει τὰ πάντα καὶ γενητὰ ὑπάρχειν καὶ ἐπὶ πάντων εἶναι τὸν θεόν. λέγει δ' οὕτως·
13.12.5
φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι, φεύγοντες δικαίων θεσμούς, θείοιο τιθέντος πᾶσιν ὁμοῦ· σὺ δ' ἄκουε, φαεσφόρου ἔκγονε Μήνης Μουσαῖ'. ἐξενέπω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ, εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο τυπωτὴν ἀθάνατον. παλαιὸς δὲ λόγος περὶ τοῦδε φαείνει· Εἷς ἔστ' αὐτοτελής, αὐτοῦ δ' ὕπο πάντα τελεῖται, ἐν δ' αὐτοῖς αὐτὸς περινίσσεται, οὐδέ τις αὐτὸν εἰσοράᾳ ψυχὴν θνητῶν, νῷ δ' εἰσοράαται. αὐτὸς δ' ἐξ ἀγαθῶν θνητοῖς κακὸν οὐκ ἐπιτέλλει ἀνθρώποις· αὐτῷ δὲ χάρις καὶ μῖσος ὀπηδεῖ· καὶ πόλεμος καὶ λοιμὸς ἰδ' ἄλγεα δακρυόεντα· οὐδέ τίς ἐσθ' ἕτερος. σὺ δέ κεν ῥέα πάντ' ἐσορήσω, αἴ κεν ἴδῃς αὐτόν· πρὶν δή ποτε δεῦρ' ἐπὶ γαῖαν, τέκνον ἐμόν, δείξω σοι, ὁπηνίκα δέρκομαι αὐτοῦ ἴχνια καὶ χεῖρα στιβαρὴν κρατεροῖο θεοῖο. αὐτὸν δ' οὐχ ὁρόω· περὶ γὰρ νέφος ἐστήρικται λοιπὸν ἐμοί·' στᾶσιν δὲ δεκάπτυχον ἀνθρώποισιν. οὐ γάρ κέν τις ἴδοι θνητῶν μερόπων κραίνοντα, εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης καὶ σφαίρης κίνημ' ἀμφὶ χθόνα ὡς περιτέλλει κυκλοτερές τ' ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα. πνεύματα δ' ἡνιοχεῖ περί τ' ἠέρα καὶ περὶ χεῦμα νάματος· ἐκφαίνει δὲ πυρὸς σέλας ἰφιγενήτου. αὐτὸς δὴ μέγαν αὖθις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ' ὑπὸ ποσσὶ βέβηκε· χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρμασιν Ὠκεανοῖο ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὐδὲ φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντως αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν, ὡς λόγος ἀρχαίων, ὡς ὑδογενὴς διέταξεν, ἐκ θεόθεν γνώμῃσι λαβὼν κατὰ δίπλακα θεσμόν. ἄλλως οὐ θεμιτὸν δὲ λέγειν· τρομέω δέ γε γυῖα, ἐν νόῳ· ἐξ ὑπάτου κραίνει περὶ πάντ' ἐνὶ τάξει. ὦ τέκνον, σὺ δὲ τοῖσι νόοισι πελάζευ, γλώσσης εὖ μάλ' ἐπικρατέων, στέρνοισι δὲ ἔνθεο φήμην.
13.12.6
καὶ Ἄρατος δὲ περὶ τῶν αὐτῶν φησιν οὕτως· Ἐκ θεοῦ ἀρχώμεσθα, τὸν οὐδέποτ' ἄνδρες ἐῶσιν ἄρρητον· μεσταὶ δὲ θεοῦ πᾶσαι μὲν ἀγυιαί, πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντη δὲ θεοῦ κεχρήμεθα πάντες. τοῦ γὰρ καὶ γένος ἐσμέν· ὁ δ' ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει, λαοὺς δ' ἐπὶ ἔργον ἐγείρει μιμνήσκων βιότοιο· λέγει δ' ὅτε βῶλος ἀρίστη βουσί τε καὶ μακέλῃσι, λέγει δ' ὅτε δεξιαὶ ὧραι καὶ φυτὰ γυρῶσαι καὶ σπέρματα πάντα βαλέσθαι.
13.12.7
σαφῶς οἴομαι δεδεῖχθαι διότι διὰ πάντων ἐστὶν ἡ δύναμις τοῦ θεοῦ. καθὼς δὲ δεῖ, σεσημάγκαμεν περιαιροῦντες τὸν διὰ τῶν ποιημάτων Δία καὶ Ζῆνα· τὸ γὰρ τῆς διανοίας αὐτῶν ἐπὶ θεὸν ἀναπέμπεται, διόπερ οὕτως ἡμῖν εἴρηται. οὐκ ἀπεοικότως οὖν τοῖς ἐπεζητημένοις προενηνέγμεθα ταῦτα.
13.12.8
πᾶσι γὰρ τοῖς φιλοσόφοις ὁμολογεῖται διότι δεῖ περὶ θεοῦ διαλήψεις ὁσίας ἔχειν, ὃ μάλιστα παρακελεύεται καλῶς ἡ καθ' ἡμᾶς αἵρεσις. ἡ δὲ τοῦ νόμου κατασκευὴ πᾶσα τοῦ καθ' ἡμᾶς περὶ εὐσεβείας τέτακται καὶ δικαιοσύνης καὶ ἐγκρατείας καὶ τῶν λοιπῶν ἀγαθῶν τῶν κατὰ ἀλήθειαν.»
13.12.9
Τούτοις ἑξῆς μεθ' ἕτερα ἐπιλέγει·
13.12.10
«Ἐχομένως δ' ἐστὶν ὡς ὁ θεός, ὃς τὸν ὅλον κόσμον κατεσκεύακε, καὶ δέδωκεν ἀνάπαυσιν ἡμῖν, διὰ τὸ κακόπαθον εἶναι πᾶσι τὴν βιοτήν, ἑβδόμην ἡμέραν, ἣ δὴ καὶ πρώτη φυσικῶς ἂν λέγοιτο φωτὸς γένεσις, ἐν ᾧ τὰ
13.12.10
πάντα συνθεωρεῖται. μεταφέροιτο δ' ἂν τὸ αὐτὸ καὶ ἐπὶ τῆς σοφίας· τὸ γὰρ πᾶν φῶς ἐστιν ἐξ αὐτῆς. καί τινες εἰρήκασι τῶν ἐκ τῆς αἱρέσεως ὄντες τῆς ἐκ τοῦ Περιπάτου λαμπτῆρος αὐτὴν ἔχειν τάξιν· ἀκολουθοῦντες γὰρ
13.12.11
αὐτῇ συνεχῶς ἀτάραχοι καταστήσονται δι' ὅλου τοῦ βίου. σαφέστερον δὲ καὶ κάλλιον τῶν ἡμετέρων προγόνων τις εἶπε Σολομῶν αὐτὴν πρὸ οὐρανοῦ καὶ γῆς ὑπάρχειν· τὸ δὴ σύμφωνόν ἐστι τῷ προειρημένῳ. τὸ δὲ διασαφού μενον διὰ τῆς νομοθεσίας ἀποπεπαυκέναι τὸν θεὸν ἐν αὐτῇ, τοῦτο οὐχ, ὥς τινες ὑπολαμβάνουσι, μηκέτι ποιεῖν τι τὸν θεὸν καθέστηκεν, ἀλλ' ἐπὶ τῷ κατα
13.12.12
πεπαυκέναι τὴν τάξιν αὐτῶν οὕτως εἰς πάντα τὸν χρόνον τεταχέναι. σημαίνει γὰρ ὡς ἐν ἓξ ἡμέραις ἐποίησε τόν τε οὐρανὸν καὶ τὴν γῆν καὶ πάντα τὰ ἐν αὐτοῖς, ἵνα τοὺς χρόνους δηλώσῃ καὶ τὴν τάξιν προείπῃ τί τίνος προτερεῖ. τάξας γάρ, οὕτως αὐτὰ συνέχει καὶ μεταποιεῖ. διασεσάφηκε δ' ἡμῖν αὐτὴν ἔννομον ἕνεκεν σημείου τοῦ περὶ ἡμᾶς ἑβδόμου λόγου καθεστῶτος, ἐν
13.12.13
ᾧ γνῶσιν ἔχομεν ἀνθρωπίνων καὶ θείων πραγμάτων. δι' ἑβδομάδων δὲ καὶ πᾶς ὁ κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ τῶν φυομένων ἁπάντων· τῷ δὲ σάββατον αὐτὴν προσαγορεύεσθαι διερμηνεύεται ἀνάπαυσις οὖσα. διασαφεῖ δὲ καὶ Ὅμηρος καὶ Ἡσίοδος, μετειληφότες ἐκ τῶν ἡμετέρων βιβλίων ἱερὰν εἶναι. Ἡσίοδος μὲν οὕτως· πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· καὶ πάλιν λέγει· ἑβδομάτη δ' αὖτις λαμπρὸν φάος ἠελίοιο.
13.12.14
Ὅμηρος δὲ οὕτω λέγει· ἑβδομάτη δἤπειτα κατήλυθεν, ἱερὸν ἦμαρ· καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντα καί· ἑβδομάτῃ δ' ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος.
13.12.15
τοῦτο δὴ σημαίνων, ὡς ἀπὸ τῆς κατὰ ψυχὴν λήθης καὶ κακίας ἐν τῷ κατὰ ἀλήθειαν ἑβδόμῳ λόγῳ καταλιμπάνεται τὰ προειρημένα καὶ γνῶσιν
13.12.16
ἀληθείας λαμβάνομεν, καθὼς προείρηται. Λίνος δέ φησιν οὕτως· ἑβδομάτῃ δ' ἠοῖ τετελεσμένα πάντα τέτυκται· καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη καί· ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελείη καί· ἑπτὰ δὲ πάντα τέτυκται ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φανέντ' ἐπιτελλομένοις ἐνιαυτοῖς.» Τὰ μὲν οὖν Ἀριστοβούλου τοιαῦτα. ὁποῖα δὲ καὶ Κλήμεντι περὶ τῆς αὐτῆς εἴρηται ὑποθέσεως, γνοίης ἂν διὰ τούτων·
13.13.1
ιγʹ. ΩΣ ΚΑΙ ΚΛΗΜΗΣ ΟΜΟΙΩΣ ΤΑ ΚΑΛΩΣ ΕΛΛΗΣΙΝ ΕΙΡΗΜΕΝΑ ΣΥΜΦΩΝΑ ΤΥΓΧΑΝΕΙΝ ΤΟΙΣ ΕΒΡΑΙΩΝ ΠΑΡΙΣΤΗ ΔΟΓΜΑΣΙΝ· ΑΠΟ ΤΟΥ Ε ΣΤΡΩΜΑΤΕΩΣ ΚΛΗΜΕΝΤΟΣ «Τὰ δ' ἑξῆς προσαποδοτέον καὶ τὴν ἐκ τῆς βαρβάρου φιλοσοφίας Ἑλληνικὴν κλοπὴν σαφέστερον ἤδη παραστατέον. φασὶ γὰρ σῶμα εἶναι τὸν θεὸν οἱ Στωϊκοὶ καὶ πνεῦμα κατ' οὐσίαν, ὥσπερ ἀμέλει καὶ τὴν ψυχήν. πάντα ταῦτα ἄντικρυς εὑρήσεις ἐν ταῖς γραφαῖς. μὴ γάρ μοι τὰς ἀλληγορίας αὐτῶν ἐννοήσῃς τὰ νῦν ὡς ἡ γνωστικὴ παραδίδωσιν ἀλήθεια, εἰ ἄλλο τι δεικνύουσαι, καθάπερ οἱ σοφοὶ παλαισταί, ἄλλο μηνύουσιν. ἀλλ' οἱ μὲν διήκειν διὰ πάσης τῆς οὐσίας τὸν θεόν φασιν, ἡμεῖς δὲ ποιητὴν μόνον αὐτὸν καλοῦμεν καὶ λόγῳ
13.13.2
ποιητήν. παρήγαγε δ' αὐτοὺς τὸ ἐν τῇ Σοφίᾳ εἰρημένον «διήκει δὲ καὶ χωρεῖ διὰ πάντων διὰ τὴν καθαρότητα», ἐπεὶ μὴ συνῆκαν λέγεσθαι ταῦτα ἐπὶ τῆς σοφίας τῆς πρωτοκτίστου τῷ θεῷ. ναί, φασίν· ἀλλὰ ὕλην ὑποτίθενται οἱ φιλόσοφοι ἐν ταῖς ἀρχαῖς, οἵ τε Στωϊκοὶ καὶ Πλάτων καὶ Πυθαγόρας,
13.13.3
ἀλλὰ καὶ Ἀριστοτέλης ὁ Περιπατητικός, οὐχὶ δὲ μίαν ἀρχήν. ἴστωσαν οὖν τὴν καλουμένην ὕλην, ἄποιον καὶ ἀσχημάτιστον λεγομένην πρὸς αὐτῶν, τολμηρότερον δὲ ἤδη μὴ ὂν πρὸς τοῦ Πλάτωνος εἰρῆσθαι· καὶ μή τι μυστικώτατα, μίαν τὴν ὄντως οὖσαν ἀρχὴν εἰδώς, ἐν τῷ Τιμαίῳ αὐταῖς φησι λέξεσι· «Νῦν δὴ οὖν τό γε παρ' ἡμῶν ὧδε ἐχέτω· τὴν μὲν περὶ ἁπάντων εἴτε ἀρχὴν εἴτε ἀρχὰς εἴτε ὅπη δοκεῖ τούτων πέρι, τὸ νῦν οὐ ῥητέον, δι' ἄλλο μὲν οὐδέν, διὰ δὲ τὸ χαλεπὸν εἶναι κατὰ τὸν παρόντα τρόπον τῆς διεξόδου δηλῶσαι τὰ δοκοῦντα.»
13.13.4
Ἄλλως τε ἡ λέξις ἡ προφητικὴ ἐκείνη· «Ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος» ἀφορμὰς αὐτοῖς ὑλικῆς οὐσίας παρέσχηται. ναὶ μὴν Ἐπικούρῳ μὲν ἡ τοῦ αὐτομάτου παρείσδυσις οὐ παρακολουθήσαντι τῷ ῥητῷ γέγονεν ἐντεῦθεν· «Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης.» Ἀριστοτέλει δὲ μέχρι σελήνης ἐπῆλθε καταγαγεῖν τὴν πρόνοιαν ἐκ τοῦδε τοῦ ψαλμοῦ· «Κύριε ἐν τῷ οὐρανῷ τὸ ἔλεός σου καὶ ἡ ἀλήθειά σου ἕως τῶν νεφελῶν.» οὐδέπω γὰρ ἀπεκαλύπτετο ἡ τῶν προφητικῶν δήλωσις μυστηρίων πρὸ τῆς τοῦ κυρίου
13.13.5
παρουσίας. τάς τε αὖ μετὰ θάνατον κολάσεις καὶ τὴν διὰ πυρὸς τιμωρίαν ἀπὸ τῆς βαρβάρου φιλοσοφίας ἥ τε ποιητικὴ πᾶσα μοῦσα, ἀλλὰ καὶ ἡ Ἑλληνικὴ φιλοσοφία ὑφείλετο. Πλάτων γοῦν ἐν τῷ τελευταίῳ τῆς Πολιτείας αὐταῖς φησι ταῖς λέξεσιν· «Ἐνταῦθα δὴ ἄνδρες ἄγριοι, διάπυροι ἰδεῖν παρεστῶτες, καταμανθάνοντες τὸ φθέγμα τοὺς μὲν ἰδίᾳ παραλαβόντες ἦγον, τὸν δὲ Ἀριδαῖον καὶ τοὺς ἄλλους συμποδίσαντες χεῖράς τε καὶ πόδας καὶ κεφαλὴν καταβαλόντες καὶ ἐκδείραντες εἷλκον παρὰ τὴν ὁδὸν ἐκτὸς ἐπ' ἀσπαλάθων κνάμπτοντες.» Οἱ μὲν γὰρ ἄνδρες οἱ διάπυροι ἀγγέλους αὐτῷ βούλονται δηλοῦν, οἳ παραλαβόντες τοὺς ἀδίκους κολάζουσιν. «Ὁ ποιῶν,» φησί, «τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ φλέγον.»
13.13.6
Ἕπεται δὲ τούτοις τὴν ψυχὴν εἶναι ἀθάνατον. τὸ γὰρ κολαζόμενον ἢ παιδευόμενον ἐν αἰσθήσει ὂν ζῇ, κἂν πάσχειν λέγηται. τί δέ; οὐχὶ οἶδεν ὁ Πλάτων καὶ πυρὸς ποταμοὺς καὶ τῆς γῆς τὸ βάθος, τὴν πρὸς τῶν βαρβάρων γέενναν καλουμένην, Τάρταρον ποιητικῶς ὀνομάζων Κωκυτόν τε καὶ Ἀχέροντα καὶ Πυριφλεγέθοντα καὶ τοιαῦτά τινα εἰς τὴν παίδευσιν σωφρονίζοντα παρεισάγων κολαστήρια; τῶν σμικρῶν δὲ κατὰ τὴν γραφὴν καὶ ἐλαχίστων τοὺς ἀγγέλους τοὺς ὁρῶντας τὸν θεόν, πρὸς δὲ καὶ τὴν εἰς ἡμᾶς δι' ἀγγέλων τῶν ἐφεστώτων ἥκουσαν ἐπισκοπὴν ἐμφαίνων οὐκ ὀκνεῖ γράφειν· «Ἐπειδὴ πάσας τὰς ψυχὰς τοὺς βίους ᾑρῆσθαι, ὥσπερ ἔλαχον, ἐν τάξει προϊέναι πρὸς τὴν Λάχεσιν, ἐκείνην δὲ ἑκάστῳ, ὃν εἵλετο δαίμονα τοῦτον φύλακα τοῦ βίου συμπέμπειν καὶ ἀποπληρωτὴν τῶν αἱρεθέντων.» Τάχα δὲ καὶ τῷ Σωκράτει τὸ δαιμόνιον τοιοῦτό τι ᾐνίσσετο.
13.13.7
Ναὶ μὴν γενητὸν εἶναι τὸν κόσμον ἐκ Μωσέως παραλαβόντες ἐδογμάτισαν οἱ φιλόσοφοι. καὶ ὅ γε Πλάτων ἄντικρυς εἴρηκε· «Πότερον ἦν ἀρχὴν ἔχων γενέσεως οὐδεμίαν, ἢ γέγονεν, ἀπ' ἀρχῆς τινος ἀρξάμενος; ὁρατός τε γὰρ ἁπτός τε καὶ σῶμα ἔχει.» Αὖθίς τε ὁπόταν εἴπῃ· «Τὸν μὲν οὖν ποιητὴν καὶ πατέρα τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον,» οὐ μόνον γενητὸν ἔδειξε τὸν κόσμον, ἀλλὰ καὶ ἐξ αὐτοῦ γεγονέναι σημαίνει, ὡς ἂν ἐκ μόνου γενομένου καὶ ἐκ μὴ ὄντος ὑποστάν
13.13.8
τος. γενητὸν δὲ καὶ οἱ Στωϊκοὶ τίθενται τὸν κόσμον. τόν τε ὑπὸ τῆς βαρβάρου φιλοσοφίας θρυλούμενον διάβολον, τὸν τῶν δαιμόνων ἄρχοντα, κακοεργὸν εἶναι ψυχὴν ἐν τῷ δεκάτῳ τῶν Νόμων ὁ Πλάτων λέγει ταῖσδε ταῖς λέξεσι· «Ψυχὴν διοικοῦσαν καὶ ἐνοικοῦσαν τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν, ἢ πλείους; ἐγὼ ὑπὲρ σφῷν ἀποκρινοῦμαι. δυοῖν μέν που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι.»
13.13.9
Ὁμοίως δὲ κἀν τῷ Φαίδρῳ τάδε γράφει· «Ἔστι μὲν δὴ καὶ ἄλλα κακά, ἀλλά τις δαίμων ἔμιξε τοῖς πλείστοις ἐν τῷ παραυτίκα ἡδονήν.» Ἀλλὰ κἀν τῷ δεκάτῳ τῶν Νόμων ἄντικρυς τὸ ἀποστολικὸν δείκνυσιν ἐκεῖνο· «Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῶν ἐν οὐρανοῖς»· ὧδέ πως γράφων·
13.13.10
«Ἐπειδὴ γὰρ συνεχωρήσαμεν ἡμῖν αὐτοῖς εἶναι μὲν τὸν οὐρανὸν πολλῶν μεστὸν ἀγαθῶν, εἶναι δὲ καὶ τῶν ἐναντίων, πλειόνων δὲ τῶν μή· μάχη, φαμέν, ἀθάνατός ἐσθ' ἡ τοιαύτη καὶ φυλακῆς θαυμαστῆς δεομένη.»
13.13.11
Κόσμον τε αὖθις τὸν μὲν νοητὸν οἶδεν ἡ βάρβαρος φιλοσοφία, τὸν δὲ αἰσθητόν· καὶ τὸν μὲν ἀρχέτυπον, τὸν δὲ εἰκόνα τοῦ καλοῦ παραδείγματος. καὶ τὸν μὲν ἀνατίθησι μονάδι, ὡς ἂν νοητόν, τὸν δὲ αἰσθητὸν ἑξάδι· γάμος γὰρ παρὰ τοῖς Πυθαγορείοις, ὡς ἂν γόνιμος ἀριθμός, ἡ ἑξὰς καλεῖται. καὶ ἐν μὲν τῇ μονάδι συνίστησιν οὐρανὸν ἀόρατον καὶ γῆν ἁγίαν καὶ φῶς νοητόν. «Ἐν ἀρχῇ γάρ,» φησίν, «ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν· ἡ δὲ γῆ ἦν
13.13.12
ἀόρατος.» εἶτ' ἐπιφέρει· «Καὶ εἶπεν ὁ θεός· Γενέσθω φῶς, καὶ ἐγένετο φῶς.» ἐν δὲ τῇ κοσμογονίᾳ τῇ αἰσθητῇ στερεὸν οὐρανὸν ἐδημιούργει τὸ δὲ στερεὸν αἰσθητόν γῆν τε ὁρατὴν καὶ φῶς βλεπόμενον. ἆρ' οὐ δοκεῖ σοι ἐντεῦθεν ὁ Πλάτων ζῴων ἰδέας ἐν τῷ νοητῷ ἀπολείπειν κόσμῳ καὶ τὰ εἴδη τὰ
13.13.13
αἰσθητὰ κατὰ τὰ γένη δημιουργεῖν τὰ νοητά; εἰκότως ἄρα ἐκ γῆς μὲν τὸ σῶμα διαπλάττεσθαι λέγει Μωσῆς, ὃ γήϊνόν φησιν ὁ Πλάτων σκῆνος, ψυχὴν δὲ τὴν λογικὴν ἄνωθεν ἐμπνευσθῆναι ὑπὸ θεοῦ εἰς πρόσωπον. ἐνταῦθα γὰρ τὸ ἡγεμονικὸν ἱδρῦσθαι λέγουσι, τὴν διὰ τῶν αἰσθητηρίων ἐπεισόδιον τῆς ψυχῆς ἐπὶ τοῦ πρωτοπλάστου εἴσοδον ἑρμηνεύοντες, διὸ καὶ «κατ' εἰκόνα
13.13.14
καὶ καθ' ὁμοίωσιν» τὸν ἄνθρωπον γεγονέναι. εἰκὼν μὲν γὰρ θεοῦ λόγος ὁ θεῖος καὶ βασιλικός, ἄνθρωπος ἀπαθής, εἰκὼν δ' εἰκόνος ἀνθρώπινος νοῦς. ἑτέρῳ δ' εἰ βούλει παραλαβεῖν ὀνόματι τὴν ἐξομοίωσιν, εὕροις ἂν παρὰ τῷ Μωσεῖ ἀκολουθίαν ὀνομαζομένην θείαν. φησὶ γάρ· «Ὀπίσω κυρίου τοῦ θεοῦ ὑμῶν πορεύεσθε καὶ τὰς ἐντολὰς αὐτοῦ φυλάξατε.» ἀκόλουθοι δ', οἶμαι, καὶ θεραπευταὶ θεοῦ πάντες οἱ ἐνάρετοι.
13.13.15
Ἐντεῦθεν δ' οἱ μὲν Στωϊκοὶ τὸ τέλος τῆς φιλοσοφίας τὸ ἀκολούθως τῇ φύσει ζῆν εἰρήκασιν, ὁ Πλάτων δὲ ὁμοίωσιν θεῷ, ὡς ἐν τῷ δευτέρῳ παρεστήσαμεν Στρωματεῖ, Ζήνων τε ὁ Στωϊκὸς παρὰ Πλάτωνος λαβών, ὁ δὲ ἀπὸ τῆς βαρβάρου φιλοσοφίας, τοὺς ἀγαθοὺς πάντας ἀλλήλων εἶναι φίλους λέγει. φησὶ γὰρ ἐν τῷ Φαίδρῳ Σωκράτης ὡς «οὐχ εἵμαρται κακὸν κακῷ φίλον εἶναι
13.13.16
οὐδ' ἀγαθὸν ἀγαθῷ μὴ φίλον.» ὅπερ κἀν τῷ Λύσιδι ἀπέδειξεν ἱκανῶς, ὡς ἐν ἀδικίᾳ καὶ πονηρίᾳ οὐκ ἄν ποτε σωθείη φιλία. καὶ ὁ Ἀθηναῖος ξένος ὁμοίως φησὶ «πρᾶξιν εἶναι φίλην καὶ ἀκόλουθον θεῷ καὶ ἕνα λόγον ἔχουσαν ἀρχαῖον, ὅταν τὸ μὲν ὅμοιον τῷ ὁμοίῳ μετρίῳ ὄντι φίλον ᾖ, τὰ δὲ ἄμετρα οὔτε τοῖς ἀμέτροις οὔτε τοῖς ἐμμέτροις· ὁ δὲ θεὸς ἡμῖν πάντων χρημάτων μέτρον ἂν εἴη.»
13.13.17
Εἶτα ὑποβὰς ἐπάγει πάλιν· «Πᾶς γὰρ δὴ ἀγαθὸς ἀγαθῷ ὅμοιος, κατὰ τοῦτο δὲ καὶ θεῷ ἐοικὼς ἀγαθῷ τε παντὶ φίλος ὑπάρχει καὶ θεῷ.» ἐνταῦθα γενόμενος κἀκείνου ἀνεμνήσθην· ἐπὶ τέλει γὰρ τοῦ Τιμαίου λέγει· «Τῷ κατανοουμένῳ τὸ κατανοοῦν ἐξομοιῶσαι δεῖν κατὰ τὴν ἀρχαίαν φύσιν, ὁμοιώσαντα δὲ τέλος ἔχειν τοῦ προτεθέντος ἀνθρώποις ὑπὸ θεῶν ἀρίστου βίου πρός τε τὸν παρόντα καὶ τὸν ἔπειτα χρόνον.» «
13.13.18
Καὶ μετὰ βραχέα ἐπιλέγει· «Ἀδελφοὺς δὲ εἶναι ἡμᾶς, ὡς ἂν τοῦ ἑνὸς θεοῦ ὄντας καὶ ἑνὸς διδασκάλου, φαίνεταί που καὶ Πλάτων καλῶν ὧδέ πως· «Ἐστὲ μὲν γὰρ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες. ἀλλ' ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει συνέμιξεν αὐτοῖς, διὸ τιμιώτατοί εἰσιν· ὅσοι δὲ ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς καὶ τοῖς ἄλλοις δημιουργοῖς.»
13.13.19
Ὅθεν ἀνάγκῃ φησὶ γεγονέναι «ἀσπάζεσθαί τε καὶ φιλεῖν τούτους μὲν ταῦτα ἐφ' οἷς γνῶσις, ἐκείνους δὲ ἐφ' οἷς δόξα.» ἴσως γὰρ τὴν ἐκλεκτὴν ταύτην φύσιν γνώσεως ἐφιεμένην μαντεύεται, εἰ μή τι τρεῖς τινας ὑποτιθέμενος φύσεις, τρεῖς πολιτείας, ὡς ὑπέλαβόν τινες, διαγράφει, καὶ Ἰουδαίων μὲν ἀργυρᾶν, Ἑλλήνων δὲ τὴν τρίτην, Χριστιανῶν δέ, οἷς ὁ χρυσὸς ὁ βασιλικὸς
13.13.20
ἐγκαταμέμικται, τὸ ἅγιον πνεῦμα. τόν τε Χριστιανῶν βίον ἐμφαίνων κατὰ λέξιν γράφει ἐν τῷ Θεαιτήτῳ· «Λέγωμεν δὴ περὶ τῶν κορυφαίων· τί γὰρ ἄν τις τούς γε φαύλως διατρίβοντας ἐν φιλοσοφίᾳ λέγοι; οὗτοι δέ που οὔτε εἰς ἀγορὰν ἴσασι τὴν ὁδὸν οὔτε ὅπου δικαστήριον ἢ βουλευτήριον ἤ τι κοινὸν ἄλλο τῆς πόλεως συνέδριον, νόμους δὲ καὶ ψηφίσματα γεγραμμένα οὔτε ὁρῶσιν οὔτε ἀκούουσι. σπουδαὶ δὲ ἑταιριῶν καὶ σύνοδοι ἢ σὺν αὐλητρίσι κῶμοι, οὐδὲ ὄναρ πράττειν προσίσταται αὐτοῖς. εὖ δὲ ἢ κακῶς τίς γέγονεν ἐν πόλει, ἢ τί τῳ κακόν ἐστι γεγονὸς ἐκ προγόνων, μᾶλλον αὐτοὺς λέληθεν ἢ οἱ τῆς θαλάσσης λεγόμενοι χόες. καὶ ταῦτα οὔθ' ὅτι οὐκ οἶδεν οἶδεν, ἀλλὰ τῷ ὄντι τὸ σῶμα κεῖται αὐτοῦ καὶ ἐπιδημεῖ, αὐτὸς δὲ πέταται κατὰ Πίνδαρον, τὰ γᾶς ὑπένερθεν οὐρανοῦ τε ὕπερ ἀστρονομῶν καὶ πᾶσαν πάντη φύσιν ἐρευνώμενος.»
13.13.21
Πάλιν αὖ τῷ τοῦ κυρίου ῥητῷ τῷ «Ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ» ἐκεῖνο ἀπεικαστέον· «Ἀλλά μοι ψεῦδός τε συγχωρῆσαι καὶ ἀλήθειαν ἀφανίσαι οὐδαμῶς θέμις.» τῇ τε περὶ τοῦ ὀμόσαι ἀπαγορεύσει συνᾴδει ἥδε ἡ ἐν τῷ δεκάτῳ τῶν Νόμων λέξις· «Ἔπαινός τε ὅρκος τε περὶ παντὸς ἀπέστω.» καὶ τὸ σύνολον Πυθαγόρας καὶ Σωκράτης καὶ Πλάτων λέγοντες ἀκούειν φωνῆς θεοῦ, τὴν κατασκευὴν τῶν ὅλων θεωροῦντες ἀκριβῶς ὑπὸ θεοῦ γεγονυῖαν καὶ συνεχομένην ἀδιαλείπτως, ἀκηκόασι τοῦ Μωσέως λέγοντος· «Εἶπε καὶ
13.13.22
ἐγένετο,» τὸν λόγον τοῦ θεοῦ ἔργον εἶναι διαγράφοντος. ἐπί τε τῆς τοῦ ἀνθρώπου ἐκ χοὸς διαπλάσεως ἱστάμενοι γήϊνον μὲν οἱ φιλόσοφοι παρ' ἕκαστα τὸ σῶμα ἀναγορεύουσιν, Ὅμηρος δὲ οὐκ ὀκνεῖ ἐν κατάρας μέρει τίθεσθαι τὸ ἀλλ' ὑμεῖς μὲν πάντες ὕδωρ καὶ γαῖα γένοισθε,
13.13.23
καθάπερ Ἡσαΐας «καὶ καταπατήσατε αὐτοὺς» λέγων «ὡς πηλόν.» Καλλίμαχος δὲ διαρρήδην γράφει· ἦν κεῖνος οὑνιαυτός, ᾧ ποτε πτηνὸν καὶ τοὐν θαλάσσῃ καὶ τὸ τετράπουν οὕτως ἐφθέγγεθ' ὡς ὁ πηλὸς ὁ Προμηθέως. πάλιν τε ὁ αὐτός· «Εἴ σε», ἔφη, «Προμηθεὺς ἔπλασε καὶ πηλοῦ μὴ ἐξ ἑτέρου γέγονας.» Ἡσίοδός τε ἐπὶ τῆς Πανδώρας λέγει Ἥφαιστον δὲ κέλευσε περικλυτὸν ὅττι τάχιστα γαῖαν ὕδει φύρειν, ἐν δ' ἀνθρώπου θέμεν αὐδὴν καὶ νόον.
13.13.24
πῦρ μὲν οὖν τεχνικόν, ὁδῷ βαδίζον εἰς γένεσιν, τὴν φύσιν ὁρίζονται οἱ Στωϊκοί· πῦρ δὲ καὶ φῶς ἀλληγορεῖται ὁ θεὸς καὶ ὁ λόγος αὐτοῦ πρὸς τῆς γραφῆς. τί δ', οὐχὶ καὶ Ὅμηρος παραφράζων τὸν χωρισμὸν τοῦ ὕδατος ἀπὸ τῆς γῆς καὶ τὴν ἀποκάλυψιν τὴν ἐμφανῆ τῆς ξηρᾶς ἐπὶ τῆς Τηθύος καὶ τοῦ Ὠκεανοῦ λέγει· ἤδη γὰρ δηρὸν χρόνον ἀλλήλων ἀπέχονται εὐνῆς καὶ φιλότητος;
13.13.25
πάλιν τὸ δυνατὸν ἐν πᾶσι προσάπτουσι καὶ οἱ παρ' Ἕλλησι λογιώτατοι
13.13.26
τῷ θεῷ· ὁ μὲν Ἐπίχαρμος, Πυθαγόρειος δὲ ἦν, λέγων· οὐδὲν ἐκφεύγει τὸ θεῖον, τοῦτο γινώσκειν σε δεῖ· αὐτός ἐσθ' ἁμῶν ἐπόπτης, ἀδυνατεῖ δ' οὐδὲν θεός. ὁ μελοποιὸς δέ· θεῷ δυνατὸν ἐκ μελαίνας νυκτὸς ἀμίαντον ὄρσαι φάος, κελαινεφεῖ δὲ σκότει καλύψαι καθαρὸν ἁμέρας σέλας. ὁ μόνος ἡμέρας ἐνεστώσης νύκτα ποιῆσαι δυνάμενος, φησί, θεὸς οὗτός ἐστιν.
13.13.26
ἔν τε τοῖς Φαινομένοις ἐπιγραφομένοις ὁ Ἄρατος· Ἐκ Διὸς ἀρχώμεθα εἰπών· τὸν οὐδέποτ' ἄνδρες ἐῶμεν ἄρρητον· μεσταὶ δὲ Διὸς πᾶσαι μὲν ἀγυιαί. πᾶσαι δ' ἀνθρώπων ἀγοραί, μεστὴ δὲ θάλασσα καὶ λιμένες, πάντη δὲ Διὸς κεχρήμεθα πάντες ἐπιφέρει· τοῦ γὰρ καὶ γένος ἐσμέν, οἷον δημιουργίᾳ,... ὁ δ' ἤπιος ἀνθρώποισι δεξιὰ σημαίνει· αὐτὸς γὰρ τά γε σήματ' ἐν οὐρανῷ ἐστήριξεν, ἄστρα διακρίνας· ἐσκέψατο δ' εἰς ἐνιαυτὸν ἀστέρας, οἵ κε μάλιστα τετυγμένα σημαίνοιεν ἀνδράσιν ὡράων, ὄφρ' ἔμπεδα πάντα φύηται· καί μιν ἀεὶ πρῶτόν τε καὶ ὕστατον ἱλάσκονται. χαῖρε, πάτερ, μέγα θαῦμα, μέγ' ἀνθρώποισιν ὄνειαρ. καὶ πρὸ τούτου δὲ Ὅμηρος ἐπὶ τῆς Ἡφαιστοτεύκτου ἀσπίδος κοσμοποιῶν κατὰ Μωσέα ἐν μὲν γαῖαν ἔτευξ', ἐν δ' οὐρανόν, ἐν δὲ θάλασσαν, φησίν, ἐν δὲ τὰ τείρεα πάντα, τά τ' οὐρανὸς ἐστεφάνωται. ὁ γὰρ διὰ τῶν ποιημάτων καὶ καταλογάδην συγγραμμάτων ᾀδόμενος Ζεὺς τὴν ἔννοιαν ἐπὶ τὸν θεὸν ἀναφέρει.
13.13.27
Ἤδη δέ, ὡς εἰπεῖν, ὑπ' αὐγὰς ὁ Δημόκριτος εἶναί τινας ὀλίγους γράφει τῶν ἀνθρώπων, «οἳ δὴ ἀνατείναντες τὰς χεῖρας ἐνταῦθα, οὗ νῦν ἠέρα καλέομεν οἱ Ἕλληνες– πάντα Ζεὺς μυθεῖται καὶ πάντα οὗτος οἶδε καὶ διδοῖ καὶ ἀφαιρεῖται, καὶ βασιλεὺς οὗτος τῶν πάντων.» μυστικώτερον δὲ ὁ μὲν Βοιώτιος Πίνδαρος, ἅτε Πυθαγόρειος ὤν, ἓν ἀνδρῶν, ἓν θεῶν γένος, ἐκ μιᾶς δὲ ματρὸς πνέομεν ἄμφω, τῆς ὕλης, παραδίδωσι καὶ ἕνα τὸν τούτων δημιουργόν, τὸν «ἀριστοτέχναν πατέρα» λέγει, τὸν καὶ τὰς προκοπὰς κατ' ἀξίαν εἰς θειότητα παρεσχημένον.
13.13.28
σιωπῶ γὰρ Πλάτωνα, ἃ ἄντικρυς οὗτος ἐν τῇ πρὸς Ἐραστὸν καὶ Κορίσκον ἐπιστολῇ φαίνεται πατέρα καὶ υἱὸν οὐκ οἶδ' ὅπως ἐκ τῶν Ἑβραϊκῶν γραφῶν ἐμφαίνων, παρακελευόμενος κατὰ λέξιν «ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδείᾳ τὸν πάντων θεὸν αἴτιον καὶ τοῦ ἡγεμόνος καὶ αἰτίου πατέρα κύριον ἐπομνύντας, ὃν ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε.» ἥ τε ἐν Τιμαίῳ δημηγορία πατέρα λέγει τὸν δημιουργόν, λέγουσα ὧδέ
13.13.29
πως· «Θεοὶ θεῶν, ὧν ἐγὼ πατὴρ δημιουργός τε ἔργων.» ὥστε καὶ ἐπὰν εἴπῃ· «Περὶ τὸν πάντων βασιλέα πάντα ἐστὶ κἀκείνου ἕνεκεν τὰ πάντα κἀκεῖνο αἴτιον τῶν καλῶν, δεύτερον δὲ περὶ τὰ δεύτερα καὶ τρίτον περὶ τὰ τρίτα,» οὐκ ἄλλως ἔγωγε ἐξακούω ἢ τὴν ἁγίαν τριάδα μηνύεσθαι. τρίτον μὲν γὰρ εἶναι τὸ ἅγιον πνεῦμα, τὸν υἱὸν δὲ δεύτερον, δι' οὗ πάντα ἐγένετο κατὰ βού
13.13.30
λησιν τοῦ πατρός. ὁ δὲ αὐτὸς ἐν τῷ δεκάτῳ τῆς Πολιτείας Ἠρὸς τοῦ Ἀρμενίου, τὸ γένος Παμφύλου, μέμνηται, ὅς ἐστι Ζωρόαστρις. αὐτὸς γοῦν ὁ Ζωρόαστρις γράφει· «Τάδε συνέγραψε Ζωρόαστρις Ἀρμενίου, τὸ γένος Πάμφυλος, ἐν πολέμῳ τελευτήσας, ὅσα ἐν Ἅιδῃ γενόμενος ἐδάην παρὰ θεῶν.» τὸν δὴ Ζωρόαστριν τοῦτον ὁ Πλάτων δωδεκαταῖον ἐπὶ τῇ πυρᾷ κείμενον ἀναβιῶναι λέγει. τάχα μὲν οὐ τὴν ἀνάστασιν, ἀλλ' ἐκεῖνα αἰνίσσεται, ὡς διὰ τῶν δώδεκα ζῳδίων ἡ ὁδὸς ταῖς ψυχαῖς γίνεται εἰς τὴν ἀνάληψιν, αὐτὸς δὲ καὶ εἰς τὴν γένεσίν φησι τὴν αὐτὴν γίνεσθαι κάθοδον. ταῦτα ὑποληπτέον καὶ τὰ τοῦ Ἡρακλέος ἆθλα λέγεσθαι δώδεκα, μεθ' ἃ τῆς ἀπαλλαγῆς παντὸς τοῦ κόσμου τοῦδε τυγχάνει ἡ ψυχή. παραπέμπομαι καὶ τὸν Ἐμπεδοκλέα· ὁ φυσικὸς οὗτος τῆς τῶν πάντων ἀναλήψεως μέμνηται, ὡς ἐσομένης ποτὲ εἰς τὴν τοῦ πυρὸς οὐσίαν μεταβολῆς.
13.13.31
Σαφέστατα δ' Ἡράκλειτος ὁ Ἐφέσιος ταύτης ἐστὶ τῆς δόξης, τὸν μέν τινα κόσμον ἀΐδιον εἶναι δοκιμάσας, τὸν δέ τινα φθειρόμενον, τὸν κατὰ τὴν διακόσμησιν, εἰδὼς οὐχ ἕτερον ὄντα ἐκείνου πως ἔχοντος. ἀλλ' ὅτι μὲν ἀΐδιον τὸν ἐξ ἁπάσης τῆς οὐσίας αἰδίως ποιὸν κόσμον ᾔδει, φανερὸν ποιεῖ λέγων οὕτως· «Κόσμον τὸν αὐτὸν πάντων οὔτε τις θεῶν οὔτε ἀνθρώπων ἐποίησεν, ἀλλ' ἦν αἰεὶ καὶ ἔστι καὶ ἔσται, πῦρ ἀείζωον, ἁπτόμενον μέτρα καὶ ἀποσβεννύμενον μέτρα.» ὅτι δὲ καὶ γενητὸν καὶ φθαρτὸν αὐτὸν εἶναι ἐδογμάτιζε, μηνύει τὰ ἐπιφερόμενα· «Πυρὸς τροπάς· πρῶτον θάλασσα, θαλάσσης δὲ τὸ μὲν ἥμισυ γῆ, τὸ δὲ ἥμισυ πρηστήρ.» δυνάμει γὰρ λέγει, ὅτι τὸ πῦρ ὑπὸ τοῦ διοικοῦντος λόγου καὶ θεοῦ τὰ σύμπαντα δι' ἀέρος τρέπεται εἰς ὑγρόν, τὸ ὡς σπέρμα τῆς διακοσμήσεως, ὃ καλεῖ θάλασσαν· ἐκ δὲ τούτου αὖθις γίνεται οὐρανὸς καὶ γῆ καὶ τὰ ἐμπεριεχόμενα. ὅπως δὲ πάλιν ἀναλαμβάνεται καὶ ἐκπυροῦται, σαφῶς διὰ τούτων δηλοῖ· «Θάλασσα διαχέεται καὶ μετρέεται εἰς τὸν αὐτὸν λόγον, ὁκοῖος πρόσθεν ἦν ἢ γενέσθαι.» ὁμοίως καὶ περὶ τῶν ἄλλων στοιχείων τὰ αὐτά.
13.13.32
Παραπλήσια τούτῳ καὶ οἱ ἐλλογιμώτατοι τῶν Στωϊκῶν δογματίζουσι περί τε ἐκπυρώσεως διαλαμβάνοντες καὶ κόσμου διοικήσεως καὶ τοῦ ἰδίως ποιοῦ κόσμου τε καὶ ἀνθρώπου καὶ τῆς τῶν ἡμετέρων ψυχῶν ἐπιδιαμονῆς. πάλιν τε αὖ ὁ Πλάτων ἐν μὲν τῷ ἑβδόμῳ τῆς Πολιτείας τὴν ἐνταῦθα ἡμέραν νυκτερινὴν ἡμέραν κέκληκε διὰ «τοὺς κοσμοκράτορας,» οἶμαι, «τοῦ σκότους τούτου·» ὕπνον δὲ καὶ θάνατον τὴν εἰς σῶμα ὁδὸν τῆς ψυχῆς κατὰ ταὐτὰ τῷ Ἡρακλείτῳ. καὶ μή τι τοῦτο ἐπὶ τοῦ σωτῆρος προεθέσπιζε τὸ πνεῦμα διὰ τοῦ Δαβὶδ λέγον· «Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα· ἐξηγέρθην, ὅτι κύριος ἀντιλήψεταί μου·» οὐ γὰρ τὴν ἀνάστασιν μόνον τοῦ Χριστοῦ ἐξ ὕπνου ἔγερσιν,
13.13.33
ἀλλὰ καὶ τὴν εἰς σάρκα κάθοδον τοῦ κυρίου ὕπνον ἀλληγορεῖ. αὐτίκα ὁ αὐτὸς σωτὴρ παρεγγυᾷ· «Γρηγορεῖτε,» οἷον μελετᾶτε ζῆν καὶ χωρίζειν τὴν ψυχὴν τοῦ σώματος πειρᾶσθε. τήν τε κυριακὴν ἡμέραν ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὁ Πλάτων διὰ τούτων καταμαντεύεται· «Ἐπειδὴ δὲ τοῖς ἐν τῷ λειμῶνι ἑκάστοις ἑπτὰ ἡμέραι γένοιντο, ἀναστάντας ἐντεῦθεν δεῖ τῇ ὀγδόῃ πορεύεσθαι καὶ ἀφικνεῖσθαι τεταρταίους.» Λειμῶνα μὲν οὖν ἀκουστέον τὴν ἀπλανῆ σφαῖραν, ὡς ἥμερον χωρίον καὶ προσηνὲς καὶ τῶν ὁσίων χῶρον· ἑπτὰ δὲ ἡμέρας ἑκάστην κίνησιν τῶν ἑπτὰ καὶ πᾶσαν τὴν ἐργατικὴν τέχνην εἰς τέλος ἀναπαύσεως σπεύδουσαν· ἡ δὲ μετὰ τοὺς πλανωμένους πορεία ἐπὶ τὸν οὐρανὸν ἄγει, τουτέστι τὴν ὀγδόην κίνησίν τε καὶ ἡμέραν· τεταρταίους δὲ τὰς ψυχὰς ἀπιέναι λέγει, δηλῶν τὴν διὰ τῶν τεσσάρων στοιχείων πορείαν.
13.13.34
Ἀλλὰ καὶ τὴν ἑβδόμην ἱερὰν οὐ μόνον οἱ Ἑβραῖοι, ἀλλὰ καὶ οἱ Ἕλληνεςἴσασι, καθ' ἣν ὁ πᾶς κόσμος κυκλεῖται τῶν ζῳογονουμένων καὶ φυομένων ἁπάντων. Ἡσίοδος μὲν οὖν οὕτω περὶ αὐτῆς λέγει· πρῶτον ἕνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· καὶ πάλιν· ἑβδομάτη δ' αὖθις λαμπρὸν φάος ἠελίοιο. Ὅμηρος δέ· ἑβδομάτη δἤπειτα κατήλυθεν ἱερὸν ἦμαρ καί· ἑβδόμη ἦν ἱερή· καὶ πάλιν· ἕβδομον ἦμαρ ἔην καὶ τῷ τετέλεστο ἅπαντα· καὶ αὖθις· ἑβδομάτῃ δ' ἠοῖ λίπομεν ῥόον ἐξ Ἀχέροντος. ναὶ μὴν καὶ Καλλίμαχος ὁ ποιητὴς γράφει· ἑβδομάτῃ δ' ἠοῖ καί οἱ ἐτέτυκτο ἅπαντα· καὶ πάλιν· ἑβδόμη εἰν ἀγαθοῖς καὶ ἑβδόμη ἐστὶ γενέθλη καί· ἑβδόμη ἐν πρώτοισι καὶ ἑβδόμη ἐστὶ τελεία καί· ἑπτὰ δὲ πάντα τέτυκτο ἐν οὐρανῷ ἀστερόεντι, ἐν κύκλοισι φανέντ' ἐπιτελλομένοις ἐνιαυτοῖς.
13.13.35
Ἀλλὰ καὶ αἱ Σόλωνος ἐλεγεῖαι σφόδρα τὴν ἑβδομάδα ἐκθειάζουσι. Τί δέ; οὐχὶ παραπλήσια τῇ λεγούσῃ γραφῇ· «Ἄρωμεν ἀφ' ἡμῶν τὸν δίκαιον, ὅτι δύσχρηστος ἡμῖν ἐστιν» ὁ Πλάτων μονονουχὶ προφητεύων τὴν σωτήριον οἰκονομίαν ἐν τῷ δευτέρῳ τῆς Πολιτείας οὕτω φησίν· «Οὕτω δὲ διακείμενος ὁ δίκαιος μαστιγώσεται, δεδήσεται, ἐκκοπήσεται τὼ ὀφθαλμώ, τελευτῶν πάντα κακὰ παθὼν ἀνασκινδυλευθήσεται.» Ὅ τε Σωκρατικὸς Ἀντισθένης παραφράζων τὴν προφητικὴν ἐκείνην γραφήν· «Τίνι με ὡμοιώσατε; λέγει κύριος» «θεὸν οὐδενὶ ἐοικέναι φησί, διόπερ αὐτὸν οὐδεὶς ἐκμαθεῖν ἐξ εἰκόνος δύναται.» τὰ δὲ ὅμοια καὶ Ξενοφῶν ὁ Ἀθηναῖος κατὰ λέξιν λέγει· «Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων ὡς μὲν μέγας τις καὶ δυνατὸς φανερός, ὁποῖος δ' ἐστὶ μορφὴν ἀφανής. οὐδὲ μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος, οὐδ' οὗτος ἔοικεν ὁρᾶν αὑτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.» τίς γὰρ σὰρξ δύναται τὸν ἐπουράνιον καὶ ἀληθῆ ὀφθαλμοῖσιν ἰδεῖν θεὸν ἄμβροτον, ὃς πόλον οἰκεῖ; ἀλλ' οὐδ' ἀκτίνων κατ' ἐναντίον ἠελίοιο ἄνθρωποι στῆναι δυνατοί, θνητοὶ γεγαῶτες προεῖπεν ἡ Σίβυλλα.
13.13.36
εὖ γοῦν καὶ Ξενοφάνης ὁ Κολοφώνιος διδάσκων ὅτι εἷς καὶ ἀσώματος ὁ θεὸς ἐπιφέρει· εἷς θεὸς ἔν τε θεοῖσι καὶ ἀνθρώποισι μέγιστος, οὔ τι δέμας θνητοῖσιν ὁμοίιος, οὐδὲ νόημα· καὶ πάλιν· ἀλλ' οἱ βροτοὶ δοκοῦσι γεννᾶσθαι θεούς, τὴν σφετέρην δ' ἐσθῆτα ἔχειν φωνήν τε δέμας τε· καὶ πάλιν· ἀλλ' εἰ χεῖρας ἔχον βόες ἠὲ λέοντες ἢ γράψαι χείρεσσι καὶ ἔργα τελεῖν ἅπερ ἄνδρες, ἵπποι μέν θ' ἵπποισι, βόες δέ τε βουσὶν ὅμοιοι, καί κε θεῶν ἰδέας ἔγραφον καὶ σώματ' ἐποίουν τοιαῦθ', οἷόν περ καὶ αὐτοὶ δέμας εἶχον ὅμοιον.
13.13.37
ἀκούσωμεν οὖν πάλιν Βακχυλίδου μὲν τοῦ μελοποιοῦ περὶ τοῦ θείου λέγοντος· οἱ μὲν ἀδμῆτες ἀεικελίων νούσων εἰσὶ καὶ ἀναίτιοι, οὐδὲν ἀνθρώποις εἴκελοι. Κλεάνθους τε τοῦ Στωϊκοῦ ἔν τινι ποιήματι περὶ τοῦ θεοῦ ταῦτα γεγραφότος ἄκουε· τἀγαθὸν ἐρωτᾷς με οἷόν ἐστ'; ἄκουε δή· τεταγμένον, δίκαιον, ὅσιον, εὐσεβές, κρατοῦν ἑαυτοῦ, χρήσιμον, καλόν, δέον, αὐστηρόν, αὐθέκαστον, ἀεὶ συμφέρον, ἄφοβον, ἄλυπον, λυσιτελές, ἀνώδυνον, ὠφέλιμον, εὐάρεστον, ἀσφαλές, φίλον, ἔντιμον, ὁμολογούμενον, εὐκλεές, ἄτυφον, ἐπιμελές, πρᾶον, σφοδρόν, χρονιζόμενον, ἄμεμπτον, ἀεὶ διαμένον.
13.13.38
ὁ δὲ αὐτὸς κατὰ τὸ σιωπώμενον τὴν τῶν πολλῶν διαβάλλων εἰδωλολατρίαν ἐπιφέρει· ἀνελεύθερος πᾶς ὅστις εἰς δόξαν βλέπει, ὡς δὴ παρ' ἐκείνης τευξόμενός τινος καλοῦ. οὔκουν ἔτι κατὰ τὴν τῶν πολλῶν δόξαν περὶ τοῦ θείου ὑποληπτέον· οὐδὲ γὰρ λάθρᾳ δοκῶ φωτὸς κακούργου σχήματα ἐκμιμούμενον σοὶ τήνδ' ἐς εὐνὴν ὥσπερ ἄνθρωπον μολεῖν Ἀμφίων λέγει τῇ Ἀντιόπῃ. ὁ Σοφοκλῆς δὲ εὐθυρρημόνως γράφει· τὴν τοῦδε γάρ τοι Ζεὺς ἔγημε μητέρα, οὐ χρυσόμορφος οὐδ' ἐπημφιεσμένος πτίλον κύκνειον, ὡς κόρην Πλευρωνίαν ὑπημβρύωσεν, ἀλλ' ὁλοσχερὴς ἀνήρ· εἶτα ὑπελθὼν καὶ δὴ ἐπήγαγε· ταχὺς δὲ βαθμοῖς μοιχικοῖς ἐπεστάθη ὁ μοιχός· ἐφ' οἷς ἔτι φανερώτερον τὴν ἀκρασίαν τοῦ μυθοποιουμένου Διὸς ὧδέ πως ἐκδιηγεῖται· ὁ δ' οὔτε δαιτὸς οὔτε χέρνιβος θιγὼν πρὸς λέκτρον ᾔει καρδίαν ὠδαγμένος, ὅλην δ' ἐκείνην εὐφρόνην ἐθόρνυτο.
13.13.39
ταυτὶ μὲν οὖν παρείσθω ταῖς τῶν θεάτρων ἀνοίαις. ἄντικρυς δὲ ὁ μὲν Ἡράκλειτος· «Τοῦ λόγου τοῦ δέοντος αἰεί», φησίν, «ἀξύνετοι γίγνονται ἄνθρωποι, καὶ πρόσθεν ἢ ἀκοῦσαι καὶ ἀκούσαντες τὸ πρῶτον». ὁ μελοποιὸς δὲ Μελανιππίδης ᾄδων φησί· κλῦθί μοι, ὦ πάτερ, θαῦμα βροτῶν, τᾶς ἀειζώου ψυχᾶς μεδέων. Παρμενίδης τε «ὁ μέγας,» ὥς φησιν ἐν Σοφιστῇ Πλάτων, ὧδέ πως περὶ τοῦ θείου γράφει· πολλὰ μάλ' ὡς ἀγένητον ἐὸν καὶ ἀνώλεθρόν ἐστι, μοῦνον, μουνογενὲς δὲ καὶ ἀτρεμὲς ἠδ' ἀγένητον. ἀλλὰ καὶ ὁ Ἡσίοδος· αὐτὸς γὰρ πάντων φησί βασιλεὺς καὶ κοίρανός ἐστιν ἀθανάτων, σέο δ' οὔ τις ἐρήρισται κράτος ἄλλος.
13.13.40
Ναὶ μὴν καὶ ἡ τραγῳδία ἀπὸ τῶν εἰδώλων ἀποσπῶσα εἰς τὸν οὐρανὸν ἀναβλέπειν διδάσκει. ὁ μὲν γὰρ Σοφοκλῆς, ὥς φησιν Ἑκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῷ κατὰ Ἅβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ· εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακρὴν πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίας. θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι ἱδρυσάμεσθα πημάτων παραψυχὴν θεῶν ἀγάλματ' ἐκ λίθων ἢ χαλκέων ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους. θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.
13.13.41
Εὐριπίδης δὲ ἐπὶ τῆς αὐτῆς σκηνῆς τραγῳδῶν· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ καὶ γῆν πέριξ ἔχονθ' ὑγραῖς ἐν ἀγκάλαις; τοῦτον νόμιζε Ζῆνα, τόνδ' ἡγοῦ θεόν. ἔν τε τῷ Πειρίθῳ δράματι ὁ αὐτὸς καὶ τάδε τραγῳδεῖ· σὲ τὸν αὐτοφυῆ, τὸν ἐν αἰθερίῳ ῥόμβῳ πάντων φύσιν ἐμπλέξανθ', ὃν πέρι μὲν φῶς, πέρι δ' ὀρφναία νὺξ αἰολόχρως, ἄκριτός τε ἄστρων ὄχλος ἐνδελεχῶς ἀμφιχορεύει. ἐνταῦθα γὰρ τὸν μὲν αὐτοφυῆ τὸν δημιουργὸν νοῦν εἴρηκε, τὰ δ' ἑξῆς ἐπὶ τοῦ κόσμου τάσσεται, ἐν ᾧ καὶ αἱ ἐναντιότητες φωτός τε καὶ σκότους. ὅ τε Εὐφορίωνος Αἰσχύλος ἐπὶ τοῦ θεοῦ σεμνῶς σφόδρα φησί· Ζεύς ἐστιν αἰθήρ, Ζεὺς δὲ γῆ, Ζεὺς δ' οὐρανός, Ζεύς τοι τὰ πάντα χὤτι τῶνδ' ὑπέρτερον.
13.13.42
οἶδα ἐγὼ καὶ Πλάτωνα προσμαρτυροῦντα Ἡρακλείτῳ γράφοντι· «Ἓν τὸ σοφὸν μοῦνον λέγεσθαι οὐκ ἐθέλει καὶ ἐθέλει Ζηνὸς ὄνομα.» καὶ πάλιν· «Νόμος καὶ βουλῇ πείθεσθαι ἑνός.» κἂν τὸ ῥητὸν ἐκεῖνο ἀναγαγεῖν ἐθέλῃς· «Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω», εὕροις ἂν ὧδε ἐμφαινόμενον πρὸς τοῦ Ἐφεσίου· «Ἀξύνετοι ἀκούσαντες κωφοῖσιν ἐοίκασι· φάτις αὐτοῖσι μαρτυρεῖ παρεόντας ἀπεῖναι». ἀλλ' ἄντικρυς μίαν ἀρχὴν καὶ παρ' Ἑλλήνων ἀκοῦσαι ποθεῖς; Τίμαιος ὁ Λοκρὸς ἐν τῷ φυσικῷ συγγράμματι κατὰ λέξιν ὧδέ μοι μαρτυρήσει· «Μία ἀρχὰ πάντων ἐστὶν ἀγένητος· εἰ γὰρ ἐγένετο, οὐκ ἂν ἦν ἔτι ἀρχά, ἀλλ' ἐκείνα ἐξ ἇς ἁ ἀρχὰ ἐγένετο.» ἐρρύη γὰρ ἐκεῖθεν ἡ δόξα ἡ ἀληθινή· «Ἄκουε φησίν, Ἰσραήλ, κύριος ὁ θεός σου εἷς ἐστι καὶ αὐτῷ μόνῳ λατρεύσεις.» οὗτος ἰδοὺ πάντεσσι σαφὴς ἀπλάνητος ὑπάρχει, ὥς φησιν ἡ Σίβυλλα.
13.13.43
Ξενοκράτης τε ὁ Καλχηδόνιος «τὸν μὲν ὕπατον Δία, τὸν δὲ νέατον» καλῶν, ἔμφασιν πατρὸς ἀπολείπει καὶ υἱοῦ. καὶ τὸ παραδοξότατον, γινώσκειν φαίνεται τὸ θεῖον ὁ ἀνθρωποπαθεῖς εἰσάγων τοὺς θεούς· ὃν οὐδ' οὕτως αἰδεῖται Ἐπίκουρος. φησὶ γοῦν· τίπτε με, Πηλέος υἱέ, ποσὶν ταχέεσσι διώκεις, αὐτὸς θνητὸς ἐών, θεὸν ἄμβροτον; οὐδέ νύ πώ με ἔγνως ὡς θεός εἰμι. οὐχ ἁλωτὸν γὰρ εἶναι θνητῷ οὐδὲ καταληπτὸν τὸ θεῖον οὔτε ποσὶν οὔτε χερσὶν οὔτε ὀφθαλμοῖς οὐδ' ὅλως τῷ σώματι δεδήλωκε. «Τίνι ὡμοιώσατε κύριον; ἢ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν,» φησὶν ἡ γραφή, «μὴ εἰκόνα ἐποίησε τέκτων ἢ χρυσοχόος, χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν;» καὶ τὰ ἐπὶ
13.13.44
τούτοις. ὅ τε κωμικὸς Ἐπίχαρμος σαφῶς περὶ τοῦ λόγου ἐν τῇ Πολιτείᾳ λέγει ὧδέ πως· ὁ βίος ἀνθρώποις λογισμοῦ κἀριθμοῦ δεῖται πάνυ· ζῶμεν δ' ἐν ἀριθμῷ καὶ λογισμῷ· ταῦτα γὰρ σῴζει βροτούς. εἶτα διαρρήδην ἐπιφέρει· ὁ λόγος ἀνθρώπους κυβερνᾷ, κατὰ τρόπον σῴζει· εἰ ἔστιν ἀνθρώπων λογισμός, ἔστι καὶ θεῖος λόγος. ἀνθρώπῳ πέφυκε περὶ βίου καταστροφάς. ὁ δέ γε τὰς τέχνας ἅπασι συνέπεται θεῖος λόγος, ἐκδιδάσκων αὐτὸς αὐτούς, ὅ τι ποιεῖν δεῖ συμφέρον. οὐ γὰρ ἄνθρωπος τέχναν τιν' εὗρεν, ὁ δὲ θεὸς ταύταν φέρει. ὁ δέ γε τἀνθρώπου λόγος πέφυκεν ἀπὸ γε τοῦ λόγου θείου λόγος.
13.13.45
ναὶ μὴν διὰ τοῦ Ἡσαΐου τοῦ πνεύματος κεκραγότος· «Τί μοι πλῆθος τῶν θυσιῶν ὑμῶν; λέγει κύριος· πλήρης εἰμὶ ὁλοκαυτωμάτων καὶ στέαρ ἀρνῶν καὶ αἷμα ταύρων οὐ βούλομαι» καὶ μετ' ὀλίγα ἐπαγαγόντος· «Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν» καὶ τὰ ἐπὶ τούτοις, Μένανδρος ὁ κωμικὸς αὐταῖς γράφει ταῖς λέξεσιν· εἴ τις δὲ θυσίαν προσφέρων, ὦ Πάμφιλε, ταύρων τι πλῆθος ἢ ἐρίφων ἢ νὴ Δία ἑτέρων τοιούτων, ἢ κατασκευάσματα, χρυσᾶς ποιήσας χλαμύδας ἤτοι πορφυρᾶς ἢ δι' ἐλέφαντος ἢ σμαράγδου ζῴδια, εὔνουν νομίζει τὸν θεὸν καθεστάναι, πεπλάνηται ἐκεῖνος καὶ φρένας κούφας ἔχει. δεῖ γὰρ τὸν ἄνδρα χρήσιμον πεφυκέναι, μὴ παρθένους φθείροντα καὶ μοιχώμενον, κλέπτοντα καὶ σφάττοντα χρημάτων χάριν. μηδὲ βελόνης ἔναμμ' ἐπιθυμῇςης, Πάμφιλε· ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
13.13.46
«Θεὸς ἐγγίζων ἐγώ εἰμι καὶ οὐχὶ θεὸς πόρρωθεν. ποιήσει τι ἄνθρωπος ἐν κρυφαίοις, καὶ οὐκ ὄψομαι αὐτόν;» διὰ Ἱερεμίου φησί. καὶ πάλιν ὁ Μένανδρος παραφράζων τὴν γραφὴν ἐκείνην· «Θύσατε θυσίαν δικαιοσύνης καὶ ἐλπίσατε ἐπὶ κύριον» ὧδέ πως γράφει· μηδὲ βελόνης, ὦ φίλτατε, ἐπιθυμήσῃς ἀλλοτρίας ποτέ. ὁ γὰρ θεὸς δικαίοις ἔργοις ἥδεται καὶ οὐκ ἀδίκοις. πονοῦντα δὲ ἐᾷ τὸν ἴδιον ὑψῶσαι βίον, τὴν γῆν ἀροῦντα νύκτα καὶ τὴν ἡμέραν. θεῷ δὲ θῦε διὰ τέλους δίκαιος ὢν καὶ λαμπρὸς ὢν ταῖς χλαμύσιν ὡς τῇ καρδίᾳ. βροντῆς ἐὰν ἀκούσῃς, μὴ φύγῃς, μηδὲν συνειδὼς αὐτὸς αὑτῷ, δέσποτα. ὁ γὰρ θεὸς βλέπει σε πλησίον παρών.
13.13.47
«Ἔτι σοῦ λαλοῦντος,» φησὶν ἡ γραφή, «ἐρῶ· Ἰδοὺ πάρειμι.» Δίφιλος πάλιν ὁ κωμικὸς τοιαῦτά τινα περὶ τῆς κρίσεως διαλέγεται· οἴει σὺ τοὺς θανόντας, ὦ Νικήρατε, τρυφῆς ἁπάσης μεταλαβόντας ἐν βίῳ πεφευγέναι τὸ θεῖον ὡς λεληθότας; ἔστιν Δίκης ὀφθαλμός, ὃς τὰ πάνθ' ὁρᾷ· καὶ γὰρ καθ' Ἅιδην δύο τρίβους νομίζομεν, μίαν δικαίων, ἑτέραν δὲ ἀσεβῶν εἶναι ὅρον. καὶ εἰ τοὺς δύο καλύψει ἡ γῆ, φασί, τῷ παντὶ χρόνῳ, ἀπελθὼν κλέπτ', ἀποστέρει, κύκα· μηδὲν πλανηθῇς, ἔστι καὶ ἐν Ἅιδου κρίσις, ἥνπερ ποιήσει θεὸς ὁ πάντων δεσπότης, οὗ τὸ ὄνομα φοβερόν ἐστιν οὐδ' ἂν ὀνομάσαιμι ἐγώ. ὃς τοῖς ἁμαρτάνουσι πρὸς μῆκος βίον δίδωσιν. εἴ τις δὲ θνητῶν οἴεται τοὐφημέραν κακόν τι πράσσων τοὺς θεοὺς λεληθέναι, δοκεῖ πονηρὰ καὶ δοκῶν ἁλίσκεται, ὅταν σχολὴν ἄγουσα τυγχάνῃ Δίκη. ὁρᾶτε ὅσοι δοκεῖτε οὐκ εἶναι θεόν. ἔστιν γάρ, ἔστιν· εἰ δέ τις πράττει κακῶς, κακὸς πεφυκώς, τὸν χρόνον κερδαινέτω, χρόνῳ γὰρ οὗτος ὕστερον δώσει δίκην.
13.13.48
συνᾴδει δὲ τούτοις καὶ ἡ τραγῳδία διὰ τῶνδε· ἔσται γάρ, ἔσται κεῖνος αἰῶνος χρόνος, ὅταν πυρὸς γέμοντα θησαυρὸν σχάσῃ χρυσωπὸς αἰθήρ· ἡ δὲ βοσκηθεῖσα φλὸξ ἅπαντα τἀπίγεια καὶ μετάρσια φλέξει μανεῖσα· καὶ μετ' ὀλίγα αὖθις ἐπιφέρει· ἐπὰν δὲ ἐκλίπῃ τὸ πᾶν, φροῦδος μὲν ἔσται κυμάτων ἅπας βυθός, γῆ δὲ ἑδράνων ἔρημος, οὐ δ' ἀ ὴρ ἔτι πτερωτὰ φῦλα βλαστήσει πυρουμένη· κἄπειτα σώσει πάνθ' ἃ πρόσθεν ἀπώλεσε.
13.13.49
τὰ ὅμοια τούτοις κἀν τοῖς Ὀρφικοῖς εὑρήσομεν ὧδέ πως γεγραμμένα· πάντας γὰρ κρύψας αὖθις φάος ἐς πολυγηθὲς ἐξ ἱερᾶς κραδίας ἀνενέγκατο, μέρμερα ῥέζων. ἢν δὲ ὁσίως καὶ δικαίως διαβιώσωμεν, μακάριοι μὲν ἐνταῦθα, μακαριώτεροι δὲ μετὰ τὴν ἐνθένδε ἀπαλλαγήν, οὐ χρόνῳ τινὶ τὴν εὐδαιμονίαν ἔχοντες, ἀλλ' ἐν αἰῶνι ἀναπαύσεσθαι δυνάμενοι, ἀθανάτοις ἄλλοισιν ὁμέστιοι, αὐτοτράπεζοι ἐόντες, ἀνδρείων ἀχέων ἀπόκληροι, ἀτειρεῖς, ἡ φιλόσοφος Ἐμπεδοκλέους λέγει ποιητική. οὐχ οὕτως τις μέγας ἔσται καὶ
13.13.50
καθ' Ἕλληνας ὡς ὑπερέχειν τὴν Δίκην, οὐδὲ σμικρὸς ὡς λαθεῖν. ὁ δ' αὐτὸς Ὀρφεὺς καὶ ταῦτα λέγει· εἰς δὲ λόγον θεῖον βλέψας τούτῳ προσέδρευε, ἰθύνων κραδίης νοερὸν κύτος· εὖ δ' ἐπίβαινε ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα ἀθάνατον. αὖθίς τε περὶ τοῦ θεοῦ, ἀόρατον αὐτὸν λέγων, μόνῳ γνωσθῆναι ἑνί τινί φησι τὸ γένος Χαλδαίῳ, εἴτε τὸν Ἁβραὰμ λέγων τοῦτον εἴτε καὶ τὸν υἱὸν τὸν αὐτοῦ, διὰ τούτων· εἰ μὴ μουνογενής τις ἀπορρὼξ φύλου ἄνωθεν Χαλδαίων· ἴδρις γὰρ ἔην ἄστροιο πορείης καὶ σφαίρης κίνημα ἀμφὶ χθόνα ὡς περιτέλλει, κυκλοτερές τ' ἐν ἴσῳ, κατὰ δὲ σφέτερον κνώδακα· πνεύματα δ' ἡνιοχεῖ περί τ' ἠέρα καὶ περὶ χεῦμα.
13.13.51
εἶτα, οἷον παραφράζων τὸ «Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου» ἐπιφέρει· αὐτὸς δ' αὖ μέγαν αὖτις ἐπ' οὐρανὸν ἐστήρικται χρυσέῳ εἰνὶ θρόνῳ· γαίη δ' ὑπὸ ποσσὶ βέβηκε. χεῖρα δὲ δεξιτερὴν περὶ τέρμασιν Ὠκεανοῖο ἐκτέτακεν· ὀρέων δὲ τρέμει βάσις ἔνδοθι θυμῷ οὔτε φέρειν δύναται κρατερὸν μένος. ἔστι δὲ πάντη αὐτὸς ἐπουράνιος καὶ ἐπὶ χθονὶ πάντα τελευτᾷ, ἀρχὴν αὐτὸς ἔχων καὶ μέσσην ἠδὲ τελευτήν. ἄλλως οὐ θεμιτόν σε λέγειν· τρομέω δέ γε γυῖα, ἐν νόῳ. ἐξ ὑπάτου κραίνει καὶ τὰ ἐπὶ τούτοις. διὰ γὰρ τούτων δεδήλωκε πάντα ἐκεῖνα τὰ προφητικά· «Ὃς ἐὰν ἀνοίξῃ τὸν οὐρανόν, τρόμος λήψεται· καὶ ἀπὸ σοῦ ὄρη τακήσεται, ὡς ἀπὸ προσώπου πυρὸς τήκεται κηρός» καὶ τὰ διὰ Ἡσαΐου· «Τίς ἐμέτρησε τὸν οὐρανὸν σπιθαμῇ καὶ πᾶσαν τὴν γῆν δρακί;»
13.13.52
Πάλιν ὅταν εἴπῃ· αἰθέρος ἠδ' Ἀΐδου, πόντου γαίης τε τύραννε, ὃς βρονταῖς σείεις βριαρὸν δόμον Οὐλύμποιο, δαίμονες ὃν φρίσσουσι, θεῶν δὲ δέδοικεν ὅμιλος, ᾧ Μοῖραι πείθονται, ἀμείλικτοί περ ἐοῦσαι· ἄφθιτε, μητροπάτωρ, οὗ θυμῷ πάντα δονεῖται, ὃς κινεῖς ἀνέμους, νεφέλῃσι δὲ πάντα καλύπτεις, πρηστῆρσι σχίζων πλατὺν αἰθέρα. σὴ μὲν ἐν ἄστροις τάξις ἀναλλάκτοισιν ἐφημοσύναισι τρέχουσα· σῷ δὲ θρόνῳ πυρόεντι παρεστᾶσιν πολύμοχθοι ἄγγελοι, οἷσι μέμηλε βροτοῖς ὡς πάντα τελεῖται· σὸν μὲν ἔαρ λάμπει νέον ἄνθεσι πορφυρέοισι· σὸς χειμών, ψυχραῖσιν ἐπερχόμενος νεφέλαισι, σάς ποτε βακχευτὴς Βρόμιος διένειμεν ὀπώρας·
13.13.53
εἶτα ἐπιφέρει, ῥητῶς παντοκράτορα ὀνομάζων τὸν θεόν· ἄφθιτον, ἀθάνατον, ῥητὸν μόνον ἀθανάτοισιν. ἐλθέ, μέγιστε θεῶν πάντων, κρατερῇ σὺν ἀνάγκῃ, φρικτός, ἀήττητος, μέγας, ἄφθιτος, ὃν στέφει αἰθήρ. διὰ μὲν οὖν τοῦ «μητροπάτωρ» οὐ μόνον τὴν ἐκ μὴ ὄντων γένεσιν ἐμήνυσεν, ἐνδέδωκε δὲ ἀφορμὰς τοῖς τὰς προβολὰς εἰσάγουσι τάχα καὶ σύζυγον νοῆσαι τοῦ θεοῦ· παραφράζει δὲ ἐκείνας τὰς προφητικὰς γραφάς, τήν τε διὰ Ὠσηέ· «Ἰδοὺ ἐγὼ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, οὗ αἱ χεῖρες τὴν στρατιὰν τοῦ οὐρανοῦ ἐθεμελίωσαν» καὶ τὴν διὰ Μωσέως· «Ἴδετε ἴδετε ὅτι ἐγώ εἰμι, καὶ οὐκ ἔστι θεὸς ἕτερος πλὴν ἐμοῦ. ἐγὼ ἀποκτενῶ καὶ ζῆν ποιήσω· πατάξω κἀγὼ ἰάσομαι. καὶ οὐκ ἔστιν ὃς ἐξελεῖται ἐκ τῶν χειρῶν μου.» αὐτὸς δ' ἐξ ἀγαθοῖο κακὸν θνητοῖσι φυτεύει καὶ πόλεμον κρυόεντα,
13.13.54
κατὰ τὸν Ὀρφέα. τοιαῦτα καὶ ὁ Πάριος Ἀρχίλοχος λέγει· ὦ Ζεῦ, σὸν μὲν οὐρανοῦ κράτος, σὺ δ' ἔργα ἐπ' ἀνθρώπους ὁρᾷς λεωργά τε καὶ ἀθέμιστα. πάλιν ἡμῖν ᾀσάτω ὁ Θρᾴκιος Ὀρφεύς· χεῖρα δὲ δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο πάντοθεν ἐκτέτακεν· γαίη δ' ὑπὸ ποσσὶ βέβηκε. ταῦτα ἐμφανῶς ἐκεῖθεν εἴληπται· «Κύριος σώσει πόλεις κατοικουμένας καὶ τὴν οἰκουμένην ὅλην καταλήψεται τῇ χειρί, ὡς νοσσιάν, κύριος ὁ ποιήσας τὴν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ,» ὥς φησιν Ἱερεμίας, «καὶ ἀνορθώσας τὴν οἰκουμένην ἐν τῇ σοφίᾳ αὐτοῦ.» ἔτι πρὸς τοῖσδε Φωκυλίδης μὲν τοὺς ἀγγέλους δαίμονας καλῶν, τοὺς μὲν εἶναι ἀγαθοὺς αὐτῶν, τοὺς δὲ φαύλους διὰ τούτων παρίστησιν, ἐπεὶ καὶ ἡμεῖς ἀποστάτας τινὰς παρειλήφαμεν· ἀλλ' ἄρα δαίμονές εἰσιν ἐπ' ἀνδράσιν ἄλλοτε ἄλλοι, οἱ μὲν ἐπερχομένου κακὸν ἀνέρος ἐκλύσασθαι.
13.13.55
καλῶς οὖν καὶ Φιλήμων ὁ κωμικὸς τὴν εἰδωλολατρίαν ἐκκόπτει διὰ τούτων· οὐκ ἔστιν ἡμῖν οὐδεμία Τύχη θεός, οὐκ ἔστιν, ἀλλὰ ταὐτόματον ὃ γίγνεται ὡς ἔτυχεν ἑκάστῳ, προσαγορεύεται Τύχη. Σοφοκλῆς δὲ ὁ τραγῳδοποιός· οὐδὲ θεοῖσι λέγει αὐθαίρετα πάντα πέλονται νόσφι Διός· κεῖνος γὰρ ἔχει τέλος ἠδὲ καὶ ἀρχήν· ὅ τε Ὀρφεύς· ἓν κράτος, εἷς δαίμων γένετο, μέγας οὐρανὸς αἴθων, ἓν δὲ τὰ πάντα τέτυκται, ἐν ᾧ τάδε πάντα κυκλεῖται, πῦρ καὶ ὕδωρ καὶ γαῖα
13.13.56
καὶ τὰ ἐπὶ τούτοις. Πίνδαρος δὲ ὁ μελοποιὸς οἷον ἐκβακχεύεται ἄντικρυς εἰπεῖν· τί θεός; ὅ τι τὸ πᾶν καὶ πάλιν· θεὸς ὁ πάντα τεύχων βροτοῖς. ἐπὰν δὲ εἴπῃ· τί ἔλπεαι σοφίαν ὀλίγον τοι ἀνὴρ ὑπὲρ ἀνδρὸς ἔχειν; τὰ θεῶν βουλεύματα ἐρευνᾶσαι βροτέᾳ φρενὶ δύσκολον· θνατᾶς δ' ἀπὸ ματρὸς ἔφυ. ἐκεῖθεν ἔσπακε τὴν διάνοιαν· «Τίς ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ;»
13.13.57
ἀλλὰ καὶ Ἡσίοδος δι' ὧν γράφει συνᾴδει τοῖς προειρημένοις· μάντις δ' οὐδείς ἐστιν ἐπιχθονίων ἀνθρώπων, ὅστις ἂν εἰδείη Ζηνὸς νόον αἰγιόχοιο. εἰκότως ἄρα Σόλων ὁ Ἀθηναῖος ἐν ταῖς ἐλεγείαις, καὶ αὐτὸς κατακολουθήσας Ἡσιόδῳ, πάμπαν δ' ἀθανάτων ἀφανὴς νόος ἀνθρώποισι γράφει.
13.13.58
Πάλιν τοῦ Μωσέως εἰς μόχθους καὶ πόνους διὰ τὴν παράβασιν τέξεσθαι τὴν γυναῖκα προφητεύσαντος ποιητής τις οὐκ ἄσημος γράφει· οὐδέ ποτ' ἦμαρ παύσονται καμάτου καὶ ὀϊζύος οὐδέ τι νύκτωρ στεινόμενοι· χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας.
13.13.59
ἔτι Ὅμηρος μὲν εἰπών· αὐτὸς δὲ χρύσεια πατὴρ ἐτίταινε τάλαντα δίκαιον τὸν θεὸν μηνύει. Μένανδρος δὲ ὁ κωμικὸς ἀγαθὸν ἑρμηνεύων τὸν θεόν φησιν· ἅπαντι δαίμων ἀνδρὶ συμπαρίσταται εὐθὺς γενομένῳ μυσταγωγὸς τοῦ βίου ἀγαθός· κακὸν γὰρ δαίμονα οὐ νομιστέον εἶναι, βίον βλάπτοντα χρηστόν· εἶτα ἐπιφέρει· ἅπαντα δ' ἀγαθὸν εἶναι τὸν θεόν, ἤτοι πάντα θεὸν ἀγαθὸν λέγων ἤ, ὅπερ καὶ μᾶλλον, ἐν πᾶσι τὸν θεὸν ἀγαθὸν εἶναι.
13.13.60
Πάλιν αὖ Αἰσχύλος μὲν ὁ τραγῳδοποιὸς τὴν δύναμιν τοῦ θεοῦ παρατιθέμενος οὐκ ὀκνεῖ καὶ ὕψιστον αὐτὸν προσαγορεύειν διὰ τούτων· χώριζε θνητῶν τὸν θεὸν καὶ μὴ δόκει ὅμοιον αὑτῷ σάρκινον καθεστάναι. οὐκ οἶσθά γ' αὐτόν. ποτὲ μὲν ὡς πῦρ φαίνεται, ἄπλατος ὁρμῇ, ποτὲ δ' ὕδωρ, ποτὲ γνόφος καὶ θηρσὶν αὐτὸς γίνεται παρεμφερής, ἀνέμῳ νεφέλῃ τε καὶ ἀστραπῇ, βροντῇ, βροχῇ. ὑπηρετεῖ δ' αὐτῷ θάλασσα καὶ πέτραι καὶ πᾶσα πηγὴ καὶ ὕδατος συστήματα· τρέμει δ' ὄρη καὶ γαῖα καὶ πελώριος βυθὸς θαλάσσης καὶ ὀρέων ὕψος ἐπὶ μέγα, ἐπὰν ἐπιβλέψῃ γοργὸν ὄμμα δεσπότου· πάντα δυνατὴ γὰρ δόξα ὑψίστου θεοῦ. ἆρ' οὐ δοκεῖ σοι ἐκεῖνο παραφράζειν τὸ «Ἀπὸ προσώπου κυρίου τρέμει ἡ γῆ;»
13.13.61
Ἐπὶ τούτοις ὁ μαντικώτατος Ἀπόλλων, μαρτυρῶν τῇ δόξῃ τοῦ θεοῦ, λέγειν ἀναγκάζεται περὶ τῆς Ἀθηνᾶς, ἡνίκα ἐπὶ τὴν Ἑλλάδα ἐστράτευον οἱ Μῆδοι, ὡς ἐδεῖτό τε καὶ ἱκέτευε τὸν Δία περὶ τῆς Ἀττικῆς. ἔχει δὲ ὧδε ὁ χρησμός· οὐ δύναται Παλλὰς Δί' Ὀλύμπιον ἐξιλάσασθαι, λισσομένη πολλοῖσι λόγοις καὶ μήτιδι πυκνῇ. πολλοὺς δ' ἀθανάτων νηοὺς μαλερῷ πυρὶ δώσει, οἵ που νῦν ἱδρῶτι ῥεεύμενοι ἑστήκασι, δείματι παλλόμενοι, καὶ τὰ ἐπὶ τούτοις.
13.13.62
Θεαρίδας δὲ ἐν τῷ Περὶ φύσεως γράφει· «Ἁ ἀρχὰ τῶν ὄντων, ἀρχὰ μὲν ὄντως ἀληθινά, μία· κείνα γὰρ ἐν ἀρχᾷ τέ ἐστιν ἓν καὶ μόνον» οὐδέ τίς ἐσθ' ἕτερος χωρὶς μεγάλου βασιλῆος Ὀρφεὺς λέγει· ᾧ πειθόμενος ὁ κωμικὸς Δίφιλος γνωμικώτατα τὸν ὄντα πάντων φησί πατέρα, τοῦτον διὰ τέλους τίμα, μόνον ἀγαθῶν τοσούτων εὑρετὴν καὶ κτίστορα.
13.13.63
εἰκότως τοίνυν καὶ Πλάτων ἐθίζει «τὰς βελτίστας φύσεις ἀφικνεῖσθαι πρὸς τὸ μάθημα, ὃ ἐν τῷ πρόσθεν ἔφαμεν εἶναι μέγιστον, ἰδεῖν τε τἀγαθὸν καὶ ἀναβῆναι ἐκείνην τὴν ἀνάβασιν.» «τοῦτο δή, ὡς ἔοικεν, οὐκ ὀστράκου ἂν εἴη περιστροφή, ἀλλὰ ψυχῆς περιαγωγὴ ἐκ νυκτερινῆς τινος ἡμέρας εἰς ἀληθινὴν τοῦ ὄντος οὖσαν ἐπάνοδον, ἣν δὴ φιλοσοφίαν ἀληθῆ φήσομεν εἶναι,» καὶ τοὺς ταύτης μετασχόντας τοῦ χρυσοῦ γένους κρίνει, «Ἐστὲ μὲν δὴ πάντες ἀδελφοὶ»
13.13.64
λέγων· οἱ δὲ τοῦ χρυσοῦ γένους ἀκριβέστατα καὶ πάντη εἰσί. τοῦ πατρὸς ἄρα καὶ ποιητοῦ συμπάντων ἐμφύτως καὶ ἀδιδάκτως ἀντιλαμβάνεται πάντα πρὸς πάντων, τὰ μὲν ἄψυχα συμπαθοῦντα τῷ ζῴῳ, τῶν δὲ ἐμψύχων τὰ μὲν ἤδη ἀθάνατα καθ' ἡμέραν ἐργαζόμενα, τῶν δ' ἔτι θνητῶν τὰ μὲν ἐν φόβῳ καὶ διὰ τῆς μητρὸς αὐτῶν ἔτι κατὰ γαστρὸς ὀχούμενα, τὰ δὲ αὐτεξουσίῳ λογισμῷ. καὶ τῶν ἀνθρώπων πάντες Ἕλληνές τε καὶ βάρβαροι, γένος δ' οὐδὲν οὐδαμοῦ τῶν γεωργούντων οὔτε νομάδων, ἀλλ' οὐδὲ τῶν πολιτικῶν δύναται ζῆν μὴ προκατειλημμένον τῇ τοῦ κρείττονος πίστει. διὸ πᾶν μὲν ἔθνος ἑῷον, πᾶν δὲ ἑσπερίων ἁπτόμενον ᾐόνων βόρειόν τε καὶ τὰ πρὸς τῷ νότῳ πάντα μίαν ἔχει καὶ τὴν αὐτὴν πρόληψιν περὶ τοῦ καταστησαμένου τὴν ἡγεμονίαν, εἴ γε καὶ τὰ καθολικώτατα τῶν ἐνεργημάτων αὐτοῦ διαπεφοίτηκεν ἐπ' ἴσης πάντα.
13.13.65
Πολὺ δὲ πλέον οἱ παρ' Ἕλλησι πολυπράγμονες φιλόσοφοι, ἐκ τῆς βαρβάρου ὁρμώμενοι φιλοσοφίας, τῷ ἀοράτῳ καὶ μόνῳ καὶ δυνατωτάτῳ καὶ τεχνικωτάτῳ καὶ τῶν ἄλλων καλλίστων αἰτιωτάτῳ τὴν προνομίαν ἔδωκαν, τὰ ἀκόλουθα τούτοις, εἰ μὴ κατηχηθεῖεν πρὸς ἡμῶν, οὐκ ἐπιστάμενοι, ἀλλ' οὐδ' αὐτὸν ὅπως νοεῖσθαι πέφυκε τὸν θεόν, μόνον δέ, ὡς ἤδη πολλάκις εἰρήκαμεν, κατὰ περίφρασιν ἀληθῆ.»
13.13.66
Τοσαῦτα καὶ ὁ Κλήμης. ἀλλ' ἐπειδὴ διὰ μακροτέρων ἡμῖν ἡ κατὰ Πλάτωνα παρέστη φιλοσοφία συνῳδὸς οὖσα κατὰ πλεῖστα τοῖς Ἑβραίων δόγμασιν ἐφ' οἷς καὶ ἀγάμεθα τὸν ἄνδρα τῆς τε συνέσεως καὶ τῆς ἄλλης τοῦ ἀληθοῦς εὐγνωμοσύνης, ὥρα ἐπιθεωρῆσαι τίνα ταῦτ' εἶναί φαμεν ἐφ' ὧν οὐκέθ' ὁμοίως περὶ αὐτὸν διακείμεθα, τὴν δὲ νενομισμένην βάρβαρον τῆς κατ' αὐτὸν προτιμῶμεν φιλοσοφίας.
13.14.1
ιδʹ. ΟΤΙ ΜΗ ΠΑΝΤΑ ΕΠΙΤΥΧΩΣ ΕΙΡΗΤΑΙ ΤΩΙ ΠΛΑΤΩΝΙ· ΔΙΟ ΟΥΚ ΑΛΟΓΩΣ ΤΗΝ ΚΑΤ' ΑΥΤΟΝ ΠΑΡΗΙΤΗΜΕΘΑ ΦΙΛΟΣΟΦΙΑΝ Τὰ Ἑβραίων λόγια, θεοπρόπια καὶ χρησμοὺς θείας, ᾗ κατὰ ἄνθρωπον, δυνάμεως περιέχοντα θεόν τε αὐθέντην ἐπιγραφόμενα καὶ πιστούμενά γε τὴν ἐπαγγελίαν διὰ τῆς τῶν μελλόντων προρρήσεως διά τε τῶν συμφώνων τοῖς θεσπίσμασιν ἀποτελεσμάτων, πάσης λέγεται διεψευσμένης διανοίας ἐκτὸς τυγχάνειν. τὰ γοῦν «θεῖα λόγια ἁγνὰ καὶ ἀργύριον πεπυρωμένον,
13.14.2
δοκίμιον τῇ γῇ, κεκαθαρισμένον ἑπταπλασίως» ἀνείρηται. ἀλλ' οὐ καὶ τὰ Πλάτωνος τοιαῦτα οὐδὲ μὴν ἑτέρου του τῶν ἐν ἀνθρώποις σοφῶν, οἳ θνητῆς διανοίας ὄμμασιν ἐπικήροις τε στοχασμοῖς καὶ εἰκασίαις, ὄναρ ὥσπερ, ἀλλ' οὐχ ὕπαρ, τῆς τῶν ὄντων φύσεως ἐπὶ φαντασίαν ἐλθόντες πολὺ τὸ κρᾶμα τοῦ ψεύδους τῷ τῆς φύσεως ἀληθεῖ συνεπηνέγκαντο, ὡς σὲ μὴ
13.14.3
ἀνευρεῖν ἀπάτης καθαρὸν ἐν αὐτοῖς μάθημα. αὐτίκα γοῦν βραχύ τι τῆς φιλαυτίας εἰ ἐθελήσαις ὑφεῖναι καὶ φῶς αὐτὸ δυνάμει λογικῆς οὐσίας ἐπιθεωρῆσαι, γνοίης ἂν τὸν θαυμάσιον φιλόσοφον αὐτὸν ἐκεῖνον, τὸν δὴ μόνον πάντων Ἑλλήνων ἀληθείας προθύρων ψαύσαντα, ὕλῃ φθαρτῇ καὶ ξοάνοις βαναύσων χερσὶν εἰς ἀνδρείκελον σχῆμα κατεσκευασμένοις τὴν τῶν θεῶν προσηγορίαν καταισχύνοντα καὶ μετὰ τὸ μέγα τῆς μεγαλοφωνίας ὕψος, δι' ἧς τὸν πατέρα καὶ δημιουργὸν εἰδέναι τοῦδε τοῦ παντὸς διετείνατο, ἄνωθέν ποθεν ἐξ ὑπερκοσμίων ἁψίδων εἰς τὸν κατωτάτω βυθὸν τῆς θεομισοῦς εἰδωλολατρίας τῷ δήμῳ τῶν Ἀθηναίων συνωθούμενον· ὡς μὴ διατρέπεσθαι τὸν Σωκράτην καταβῆναι φάντα εἰς Πειραιᾶ προσευξόμενον τῇ θεῷ καὶ τὴν βάρβαρον ἑορτὴν τοὺς πολίτας τότε πρῶτον ἐπιτελοῦντας θεασόμενον καὶ τὸν ἀλεκτρυόνα τῷ Ἀσκληπιῷ θῦσαι ὁμολογοῦντα προστάξαι τόν τε πάτριον Ἑλλήνων ἐξηγητήν, τὸν ἐγκαθήμενον Δελφοῖς δαίμονα, θειά
13.14.4
ζοντα. διὸ καὶ εἰκότως τῆς ἀφιλοσόφου πληθύος τὴν αἰτίαν τῆς δεισιδαίμονος πλάνης ἐπιγράψαιτο ἄν. ἀνάλαβε γοῦν σμικρὸν ἄνωθεν τὸν λόγον καὶ θέα, οἷά σοι ὁ πάνσοφος μετὰ τὰς ἀσωμάτους καὶ ἀφθάρτους ἰδέας καὶ μετὰ θεὸν πρῶτον καὶ δεύτερον αἴτιον καὶ μετὰ νοερὰς καὶ ἀθανάτους οὐσίας περὶ τῆς πανδήμου δόξης ἐνομοθέτει, λέγων·
13.14.5
«Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐγγόνοις μὲν θεῶν οὖσιν, ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευτέον. οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω· Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες ὅσουἴσμεν πάντας ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐγγόνους.»
13.14.6
Διὰ δὴ ταῦτα ἀπολειπτέος ἡμῖν ὁ φιλόσοφος, οὐ κατὰ φιλόσοφον οὐδ' αὐτὸς αὑτῷ συμφώνως τὰς μυθικὰς τῶν ποιητῶν γενεαλογίας καθυποκρινάμενος. αὐτοῦ μὲν γὰρ ἦν ἀκοῦσαι φάντος ἐν Πολιτείᾳ τάδε· «Ἐν τοῖς μείζοσιν, ἦν δ' ἐγώ, μύθοις ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους· ἢ οὐκ οἴει; Ἔγωγε, ἔφη· ἀλλ' οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε καὶ Ὅμηρος, εἶπον, ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέ
13.14.7
γουσι,» τὰ μικρῷ πρόσθεν τεθειμένα. πάλιν τε αὐτοῦ ἦν καὶ τὰ δι' ὧν ἔφησεν· «Ἐξαλείψομεν ἄρα, ἦν δ' ἐγώ, ἀπὸ τοῦδε τοῦ ἔπους ἀρξάμενοι πάντα τὰ τοιαῦτα· βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ» καὶ τὰ ἑξῆς· δι' ὧν τε ἐπιλέγει·
13.14.8
«Πάλιν δὴ Ὁμήρου δεησόμεθα καὶ τῶν ἄλλων ποιητῶν μὴ ποιεῖν Ἀχιλλέα, θεᾶς παῖδα, ἄλλοτ' ἐπὶ πλευρὰς κατακείμενον, ἄλλοτε δ' αὖτε ὕπτιον» καὶ τὰ τούτοις ἑπόμενα. οἷς ἐπάγει·
13.14.9
«Ἢ Δία καθευδόντων τῶν ἄλλων θεῶν τε καὶ ἀνθρώπων ὡς μόνος ἐγρηγορὼς ἃ ἐβουλεύσατο τούτων πάντων ῥᾳδίως ἐπιλαθόμενον διὰ τὴν τῶν ἀφροδισίων ἐπιθυμίαν καὶ οὕτως ἐκπλαγέντα ἰδόντα τὴν Ἥραν, ὥστε μηδ' εἰς τὸ δωμάτιον ἐθέλειν ἐλθεῖν, ἀλλ' αὐτοῦ βουλόμενον χαμαὶ συγγίνεσθαι» κορύδου δίκην· «καὶ λέγοντα ὡς οὕτως ὑπὸ ἐπιθυμίας ἔχεται, ὡς οὐδὲ ὅτε πρῶτον ἐφοίτων πρὸς ἀλλήλους, φίλους λήθοντε τοκῆας· οὐδὲ Ἄρεός τε καὶ Ἀφροδίτης ὑπὸ Ἡφαίστου δεσμὸν δι' ἕτερα τοιαῦτα.»
13.14.10
Ὧν τοῦτον τὸν τρόπον εἰρημένων τί δῆτα βούλεται αὐτῷ ἡ μετὰ ταῦτα φωνὴ τοὺς μὲν ποιητὰς θεῶν παῖδας ὀνομάζουσα καὶ τό γε ἀπιστεῖν αὐτοῖς ἀδύνατον εἶναι φήσασα, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων αὐτοὺς ἀπο
13.14.11
δείξεων τοὺς περὶ θεῶν μύθους πλάσαι μαρτυραμένη; τί δὲ ἡ ἄλογος ἐθέλει πίστις, δέει τῆς ἀπὸ τῶν νόμων τιμωρίας προβεβλημένη; πῶς δὲ θεῶν Οὐρανὸς καὶ Γῆ πρῶτοι, ἔπειτα τούτων ἔγγονοι, Ὠκεανὸς καὶ Τηθὺς Κρόνος τε καὶ Ῥέα, καὶ Ζεὺς μετὰ τούτους ἅπαντας Ἥρα τε καὶ πάντεςοἱ πρὸς Ὁμήρου καὶ Ἡσιόδου μυθευόμενοι παῖδες καὶ ἀδελφοὶ καὶ ἔγγονοι τούτων, ὁπότε ταῦτα αὐτὰ ἀνῄρει λέγων·
13.14.12
«Ὅπερ, ἦν δ' ἐγώ, χρὴ πρῶτον καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι.» Καὶ πάλιν· «Πρῶτον μέν, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν» καὶ τὰ τούτοις ἑξῆς.
13.14.13
πῶς δὲ οἱ νῦν ψευδεῖς καὶ οὐκ ἀληθεῖς ποιηταὶ πάλιν οἱ αὐτοὶ θεῶν ἔγγονοι λέγοιντ' ἄν; ἀλλὰ γὰρ τούτων δὴ χάριν ἀπολειπτέος μὲν ἡμῖν οὗτος, δέει θανάτου τὸν Ἀθηναίων δῆμον καθυποκρινάμενος· τιμητέος δὲ Μωσῆς τά τε Ἑβραίων λόγια καθαρᾶς ἐξεχόμενα διόλου τῆς μόνης ἀληθοῦς καὶ ἀπλανοῦς εὐσεβείας. θέα δὴ καὶ ἄλλο.
13.15.1
ιεʹ. ΟΤΙ ΜΗ ΚΑΘΟΛΟΥ Ο ΠΛΑΤΩΝ ΟΡΘΩΣ ΤΟΝ ΠΕΡΙ ΤΩΝ ΝΟΗΤΩΝ ΟΥΣΙΩΝ ΕΦΩΔΕΥΣΕ ΛΟΓΟΝ Ἑβραῖοι τὴν μέσην τῶν λογικῶν φύσιν γενητήν, ἀλλ' οὐκ ἀγένητον εἶναί φασι. ταύτην δὲ εἰς νοερὰς οὐσίας διαιροῦντες τῷ λόγῳ πνεύματα καὶ δυνάμεις καὶ θεοῦ λειτουργοὺς ἀγγέλους τε καὶ ἀρχαγγέλους ἐπονομάζουσιν· ἐκ δὲ τῆς τούτων ἀποπτώσεως καὶ παρατροπῆς τὸ δαιμόνων γένος καὶ
13.15.2
πᾶν τὸ τῆς ἐναντίας καὶ μοχθηρᾶς ἐνεργείας εἶδος εἰσάγουσι. διόπερ οὐδὲ θεοὺς ἐπιτρέπουσιν ἡγεῖσθαι τοὺς μὴ τὸ καλὸν καὶ ἀγαθὸν ἀχώριστον τῆς φύσεως ἐπαγομένους, ἀλλὰ καὶ τὸ εἶναι οὐ παρ' ἑαυτῶν, παρὰ δὲ τοῦ πάντων αἰτίου ἐπενηνεγμένους τό τε εὖ εἶναι καὶ τὴν ἀρετὴν αὐτό τε τὸ ἀθάνατον οὔτε τῷ ἐπὶ πάντων θεῷ ὁμοίως οὔτε τῷ δι' οὗ τὰ πάντα συνέστη
13.15.3
ἐπιφερομένους. ὁ δέ γε Πλάτων ἀσωμάτους μὲν καὶ νοητὰς οὐσίας τὰς λογικὰς φύσεις ὁμοίως Ἑβραίοις ὑφίστησι, διαπίπτει δὲ τῆς ἀκολουθίας, πρῶτον μὲν ἀγενήτους εἶναι φάσκων αὐτάς, ὥσπερ καὶ πᾶσαν ψυχήν, ἔπειτα ἐξ ἀπορροίας τῆς τοῦ πρώτου αἰτίου συστῆναι λέγων. οὐδὲ γὰρ ἐκ τοῦ μὴ ὄντος
13.15.4
αὐτὰς γεγονέναι διδόναι βούλεται. διὸ καὶ πλειόνων θεῶν ὑποτίθεται εἶναι γένος, ἀπορροίας τινὰς καὶ προβολὰς τοῦ πρώτου καὶ τοῦ δευτέρου αἰτίου τῷ λόγῳ ὑφιστάμενος, εἶναί τε ἀγαθὰς τὴν φύσιν οὐδαμῶς τε οἵας τε τῆς
13.15.5
οἰκείας ἐκστῆναι ἀρετῆς, ἔνθεν αὐτοὺς καὶ θεοὺς εἶναι δοξάζει. τούτων δὲ ἕτερον εἶναι τὸ δαιμόνων φῦλον ἡγεῖται, φαυλότητος ὂν καὶ μοχθηρίας καὶ τῆς ἐπὶ τὸ χεῖρον τροπῆς δεκτικόν· ὧν τοὺς μὲν ἀγαθούς, τοὺς δὲ φαύ λους εἶναί τε καὶ ὀνομάζεσθαι. ταῦτα δὲ παρὰ τὰ Ἑβραίοις δοκοῦντα τοῦτον ὑποθέμενος τὸν τρόπον, οὐκ ἀποδίδωσιν ὁπόθεν ὑποστῆναι φάναι εἰκὸς τοὺς
13.15.6
δαίμονας. ἐκ μὲν γὰρ τῆς τῶν σωμάτων ὕλης οὐδεὶς ἂν νοῦν ἔχων εἴποι· ἄλογος γὰρ αὕτη· λογικὰ δ' οὐκ ἄν ποτε ἐξ ἀλόγου τεχθείη, λογικοὶ δὲ οἱ δαίμονες. εἰ δ' ἐκ τῆς τῶν κρειττόνων ἀπορροίας οὗτοι, καὶ πῶς οὐ θεοὶ καὶ αὐτοὶ τοῖς γεγεννηκόσιν ἐξ ἴσου; πῶς δ' ἀγαθῆς οὔσης πηγῆς οὐχ ὅμοια καὶ τὰ παρ' αὐτῆς; κακίας δ' ἐν τοῖς δευτέροις ἡ βλάστη πόθεν ἐξέφυ τῆς ῥίζης
13.15.7
ἄνωθεν ἐξ ἀγαθῶν καὶ δι' ἀγαθῶν ἰούσης; πῶς δ' ἂν γένοιτο πικρὸν ἀπὸ τοῦ γλυκέος; εἰ δὲ δὴ σκότους παντὸς καὶ πικρίας πάσης χαλεπώτερον τὸ τῶν μοχθηρῶν δαιμόνων γένος, πῶς ἐξ ἀπορροίας λέγοιτ' ἂν τῆς τῶν κρειττόνων φύσεως; εἰ δὲ ἐκ τῆσδε ἦν, οὐδ' ἂν ἐτράπη τῆς οἰκείας λήξεως· εἰ δ' ἠλλοίωται, οὐδ' ἦν τὴν ἀρχὴν ἀπαθὴς τὴν φύσιν· εἰ δ' οὐ τοιάδε ἦν, καὶ πῶς
13.15.8
θεοὶ εἶεν, εἰ δὴ φαύλης οἷοί τε εἰσὶ μετέχειν μοίρας; ἀλλ' εἰ μήτε τῆς τῶν κρειττόνων ἀπορροίας μηδ' αὖ τῆς τῶν σωμάτων ὕλης εἶεν, ὥρα ἢ ἀγενήτους λέγειν καὶ πρὸς τῇ ἀγενήτῳ ὕλῃ τῶν σωμάτων τρίτον στῖφος λογικῶν ἀγενήτων ἀντιπαρατάττειν τῷ θεῷ οὐκέτι τε τὸν θεὸν πάντων εἶναι ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀποδιδόναι, ἢ τοῦθ' ὁμολογοῦντας καὶ τὰ
13.15.9
μὴ ὄντα ποιεῖν αὐτὸν τοῖς Ἑβραίων συμφώνως ὁμολογεῖν λόγοις. τίνα δὲ οἵδε περὶ τῶνδε ἐκδιδάσκουσι; τὴν μέσην τῶν λογικῶν φύσιν οὔτ' ἐκ τῆς τῶν σωμάτων ὕλης οὔτ' ἐξ ἀπορροίας τῆς ἀγενήτου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἐχούσης οὐσίας ὑποστῆναί φασι, μὴ οὖσαν δὲ πρότερον δυνάμει
13.15.10
δραστηρίῳ τοῦ πάντων αἰτίου γεγονέναι· ταύτη τε μὴ θεοὺς εἶναι μηδὲ κυρίως τῆσδε τῆς προσηγορίας ἠξιῶσθαι, ὅτι μηδὲ τὴν φύσιν ἰσοῦται τῷ πεποιηκότι μηδ' ἀχώριστον ὁμοίως τῷ θεῷ τὸ ἀγαθὸν ἐφέλκεται τό τε τῷ καλῷ ἐναντίον ἔστιν ὅτε καὶ δέξοιτ' ἂν ὀλιγωρίᾳ τῆς περὶ τὸ κρεῖττον σχολῆς, ἣν αὐτὸς ἕκαστος αὑτῷ κατείργασται, τῆς οἰκείας ὁρμῆς τε καὶ γνώμης πεφυκὼς κύριος. ταῦτα καὶ περὶ τῶνδε. μετίωμεν δὲ καὶ ἐφ' ἕτερον.
13.16.1
ι ʹ. ΟΤΙ ΜΗ ΚΑΤΑ ΠΑΝΤΑ ΟΡΘΩΣ ΕΔΟΞΑΣΕ ΠΕΡΙ ΨΥΧΗΣ Ο ΠΛΑΤΩΝ Ἑβραίοις ὁμοίως τὴν ψυχὴν ἀθάνατον ὑποθέμενος καὶ τῷ θεῷ ὁμοίαν αὐτὴν εἰπών, οὐκέτ' ἀκολούθως αὐτοῖς ποτε μὲν αὐτῆς τὴν οὐσίαν σύνθετον εἶναί φησιν, ὡς ἂν μέρος μέν τι ἐπαγομένης τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης αἰτίας καὶ μέρος τῆς περὶ τὰ σώματα μεριστῆς φύσεως.
13.16.2
λέγει δ' οὖν αὐτοῖς ῥήμασιν ἐν Τιμαίῳ· «Ὁ δὲ καὶ γενέσει καὶ ἀρετῇ προτέραν καὶ πρεσβυτέραν ψυχὴν σώματος ὡς δεσπότιν καὶ ἄρξουσαν ἀρξομένου συνεστήσατο ἐκ τῶνδε καὶ τοιῷδε τρόπῳ· τῆς ἀμερίστου καὶ ἀεὶ κατὰ τὰ αὐτὰ ἐχούσης οὐσίας, καὶ τῆς αὖ περὶ τὰ σώματα γιγνομένης μεριστῆς, τρίτον δ' ἐξ ἀμφοῖν ἐν μέσῳ συνεκεράσατο οὐσίας εἶδος, τῆς τε ταὐτοῦ φύσεως αὖ πέρι καὶ τῆς τοῦ ἑτέρου, καὶ κατὰ ταῦτα συνέστησεν ἐν μέσῳ τοῦ τε ἀμεροῦς αὐτῶν καὶ τοῦ κατὰ τὰ σώματα μεριστοῦ. καὶ τρία λαβὼν αὐτὰ ὄντα συνεκεράσατο εἰς μίαν πάντα ἰδέαν, τὴν θατέρου φύσιν δύσμικτον· οὖσαν εἰς ταὐτὸ ξυναρμόττων βίᾳ.»
13.16.3
Ἔνθεν εἰκότως αὐτῷ καὶ τὸ παθητικὸν μέρος τῷ λόγῳ τῆς οὐσίας αὐτῆς συνῆπται. ἀλλὰ τοτὲ μὲν ὧδε περὶ ψυχῆς οὐσίας διείληφε, τοτὲ δὲ ἄλλο τι χεῖρον περιτίθησιν αὐτῇ ἀτόπημα, τὴν θείαν ἐκείνην καὶ οὐράνιον, τὴν ἀσώματον καὶ λογικήν, τὴν θεῷ ὁμοίαν καὶ δι' ἀρετῆς μέγεθος τὰς οὐρανίους ὑπερπαίουσαν ἁψῖδας ἄνωθέν ποθεν ἐκ τῶν ὑπερκοσμίων ἐπὶ ὄνους καὶ λύκους καὶ μύρμηκας καὶ μελίττας κατιέναι φάσκων καὶ τούτῳ πιστεύειν
13.16.4
ἡμᾶς παρακαλῶν τῷ λόγῳ ἄνευ τινὸς ἀποδείξεως. λέγει δ' οὖν ἐν μὲν τῷ Περὶ ψυχῆς τάδε· «Καὶ μέχρι γε τούτου πλανῶνται, ἕως ἂν τῇ τοῦ σωματοειδοῦς τοῦ συνεπακολουθοῦντος ἐπιθυμίᾳ πάλιν ἐνδεθῶσιν εἰς σῶμα. ἐνδοῦνται δέ, ὥσπερ εἰκός, εἰς τὰ τοιαῦτα ἤθη, ὁποῖα ἄττ' ἂν καὶ μεμελετηκυῖαι τύχωσιν
13.16.5
ἐν βίῳ. Τὰ ποῖα δὴ ταῦτα λέγεις, ὦ Σώκρατες; Οἷον τοὺς μὲν τὰς γαστριμαργίας τε καὶ ὕβρεις καὶ φιλοποσίας μεμελετηκότας καὶ μὴ διευλαβουμένους εἰς τὰ τῶν ὄνων γένη καὶ τῶν θηρίων εἰκὸς ἐνδύεσθαι· ἢ οὐκ οἴει;
13.16.6
Πάνυ μὲν οὖν εἰκὸς λέγεις. Τοὺς δέ γε ἀδικίας καὶ τυραννίδας καὶ ἁρπαγὰς προτετιμηκότας εἰς τὰ τῶν λύκων τε καὶ ἱεράκων καὶ ἰκτίνων γένη· ἢ ποῖ ἂν ἄλλοσε φαῖμεν τὰς τοιαύτας ἰέναι; Ἀμέλει, ἔφη ὁ Κέβης, εἰς τὰ τοιαῦτα. Οὐκοῦν, ἦ δ' ὅς, δῆλα δὴ καὶ τἄλλα, ᾗ ἂν ἑκάστη ἴοι κατὰ τὰς αὐτῶν ὁμοιό
13.16.7
τητας τῆς μελέτης. Δῆλον δή, ἔφη· πῶς δ' οὔ; Οὐκοῦν εὐδαιμονέστατοι, ἔφη, καὶ τούτων εἰσὶ καὶ εἰς βέλτιστον τόπον ἰόντες οἱ τὴν δημοτικὴν καὶ πολιτικὴν ἀρετὴν ἐπιτετηδευκότες, ἣν δὴ καλοῦσι σωφροσύνην τε καὶ δικαιοσύνην, ἐξ ἔθους τε καὶ μελέτης γεγονυῖαν ἄνευ φιλοσοφίας τε καὶ νοῦ; Πῇ δὴ οὗτοι εὐδαιμονέστατοι; Ὅτι τούτους εἰκός ἐστιν εἰς τοιοῦτον πάλιν ἀφικνεῖσθαι πολιτικὸν καὶ ἥμερον γένος, ἤπου μελιττῶν ἢ σφηκῶν ἢ μυρμήκων, ἢ καὶ εἰς αὐτό γε πάλιν τὸ ἀνθρώπινον γένος.»
13.16.8
Καὶ ἐν τῷ Φαίδρῳ δὲ ἐπάκουσον ὁποῖα διέξεισιν· «Εἰς μὲν γὰρ τὸ αὐτὸ ὅθεν ἥκει ψυχὴ ἑκάστη, οὐκ ἀφικνεῖται ἐτῶν μυρίων· οὐ γὰρ πτεροῦται πρὸ τοσούτου χρόνου, πλὴν ἡ τοῦ φιλοσοφήσαντος ἀδόλως ἢ παιδεραστήσαντος μετὰ φιλοσοφίας. αὗται δὲ τρίτῃ περιόδῳ τῇ χιλιετεῖ, ἐὰν ἕλωνται τρὶς ἐφεξῆς τὸν βίον τοῦτον, οὕτω πτερωθεῖσαι τρισχιλιοστῷ ἔτει ἀπέρχονται. αἱ δὲ ἄλλαι, ὅταν τὸν πρῶτον βίον τελευτήσωσι, κρίσεως ἔτυχον· κριθεῖσαι δὲ αἱ μὲν εἰς τὰ ὑπὸ γῆς δικαιωτήρια ἐλθοῦσαι δίκην τίνουσιν, αἱ δ' εἰς τοῦ οὐρανοῦ τινα τόπον ὑπὸ τῆς δίκης κουφισθεῖσαι διάγουσιν ἀξίως οὗ ἐν ἀνθρώπου εἴδει ἐβίωσαν βίου. τῷ δὲ χιλιοστῷ ἀμφότεραι ἀφικνούμεναι ἐπὶ κλήρωσίν τε καὶ αἵρεσιν τοῦ δευτέρου βίου αἱροῦνται ὃν ἂν θέλῃ ἑκάστη. ἔνθα δὴ καὶ εἰς θηρίου βίον ἀνθρωπίνη ψυχὴ ἀφικνεῖται καὶ ἐκ θηρίου, ὅς ποτε ἄνθρωπος ἦν, πάλιν εἰς ἄνθρωπον.»
13.16.9
Καὶ ταῦτα μὲν ἐν Φαίδρῳ· ἐν δὲ τῇ Πολιτείᾳ τοιάδε γράφοντος ἄκουε· «Ἰδεῖν μὲν γὰρ ἔφη ψυχὴν τήν ποτε Ὀρφέως γενομένην κύκνου βίον αἱρουμένην, μίσει τοῦ γυναικείου γένους διὰ τὸν ὑπ' ἐκείνων θάνατον οὐκ ἐθέλουσαν ἐν γυναικὶ γεννηθεῖσαν γενέσθαι. ἰδεῖν δὲ τὴν Θαμύρου ἀηδόνος ἑλομένην· ἰδεῖν δὲ καὶ κύκνον μεταβάλλοντα εἰς ἀνθρωπίνου βίου αἵρεσιν καὶ
13.16.10
ἄλλα ζῷα μουσικὰ ὡσαύτως. εἰκοστὴν δὲ λαχοῦσαν ψυχὴν ἑλέσθαι λέοντος βίον· εἶναι δὲ τὴν Αἴαντος τοῦ Τελαμωνίου, φεύγουσαν ἄνθρωπον γενέσθαι, μεμνημένην τῆς τῶν ὅπλων κρίσεως. τὴν δὲ ἐπὶ τούτῳ Ἀγαμέμνονος, ἔχθρᾳ καὶ ταύτην τοῦ ἀνθρωπίνου γένους διὰ τὰ πάθη, ἀετοῦ διαλλάξαι βίον. ἐν μέσῃ δὲ λαχοῦσαν τὴν Ἀταλάντης ψυχήν, κατιδοῦσαν μεγάλας τιμὰς ἀθλητοῦ ἀνδρὸς οὐ δύνασθαι παρελθεῖν, ἀλλὰ λαβεῖν. μετὰ δὲ ταύτην ἰδεῖν τὴν Ἐπειοῦ τοῦ Πανοπέως εἰς τεχνικῆς γυναικὸς ἰοῦσαν φύσιν. πόρρω δὲ ἐν ὑστά
13.16.11
τοις ἰδεῖν τὴν τοῦ γελωτοποιοῦ Θερσίτου πίθηκον ἐνδυομένην. κατὰ τύχην δὲ τὴν Ὀδυσσέως λαχοῦσαν πασῶν ὑστάτην, αἱρησομένην ἰέναι· μνήμῃ δὲ τῶν προτέρων πόνων φιλοτιμίας λελωφηκυῖαν ζητεῖν περιιοῦσαν χρόνον πολὺν βίον ἀνδρὸς ἰδιώτου καὶ ἀπράγμονος καὶ μόγις εὑρεῖν κείμενόν που καὶ παρημελημένον ὑπὸ τῶν ἄλλων καὶ εἰπεῖν ἰδοῦσαν, ὅτι ταῦτ' ἂν ἔπραξε καὶ πρώτη λαχοῦσα, καὶ ἀσμένην ἑλέσθαι. καὶ ἐκ τῶν ἄλλων δὲ θηρίων ὡσαύτως εἰς ἀνθρώπους ἰέναι καὶ εἰς ἄλληλα, τὰ μὲν ἄδικα εἰς τὰ ἄγρια, τὰ δὲ δίκαια εἰς τὰ ἥμερα μεταβαλόντα, καὶ πάσας μίξεις μίγνυσθαι.»
13.16.12
Τοσαῦτα περὶ ψυχῆς ὁ Πλάτων εἰπὼν δῆλός ἐστιν αἰγυπτιάζων τῷ δόγματι· οὐ γὰρ Ἑβραίων ὁ λόγος, ὅτι μηδὲ ἀληθείᾳ φίλος. τοῦτο δ' οὐ καιρὸς ἀπελέγχειν, ὅτι μηδ' αὐτὸς δι' ἀποδείξεων ἐνεχείρησε τῷ προβλήματι. τοσοῦτον δ' εὐλόγως τις ἂν ἐπισημήναιτο, ὡς οὐκ ἦν σύμφωνα τὸν αὐτὸν λέγειν ἅμα τῇ τελευτῇ τὰς ψυχὰς τῶν ἀσεβῶν ἐνθένδε ἀπαλλαττομένας δίκας εἰς Ἅιδου ὧν ἔδρασαν διδόναι κἀκεῖσε τιμωρεῖσθαι εἰς ἄπειρον, καὶ πάλιν φάσκειν αὐτὰς τοὺς ἐνταῦθα βίους κατὰ γνώμην οἰκείαν αἱρεῖσθαι.
13.16.13
ἐνδεῖσθαι γὰρ αὐτὰς εἰς σῶμά φησιν ἐπιθυμίᾳ τοῦ σωματοειδοῦς· καὶ τὰς μὲν ὕβρει καὶ γαστριμαργίᾳ ἐντραφείσας ὄνους γίνεσθαι θηρίων τε ἄλλων ὑποδύνειν σώματα, κατὰ γνώμην ἀλλ' οὐ κατὰ δίκην ταῦτα αἱρουμένας· τοὺς δὲ ἀδίκους καὶ ἅρπαγας λύκους καὶ ἰκτῖνας γίγνεσθαι, ἐθελοντὴν ἐπὶ τοῦτ' ἐλθόντας. εἶτα Ὀρφέως μὲν ψυχὴν κύκνον εἶναι θελῆσαι, Θαμύρου δὲ ἀηδόνος,
13.16.14
Θερσίτην δὲ πιθήκου βίον ἑλέσθαι. ποῦ δ' ἂν οὖν εἴη τὰ τῆς μετὰ τὴν ἐνθένδε ἀπαλλαγὴν κρίσεως, ἣν ἐν μὲν τῷ Περὶ ψυχῆς ὑπογράφων φησὶν ὡς «ἐπειδὰν ἀφίκωνται οἱ τετελευτηκότες εἰς τὸν τόπον οἷ ὁ δαίμων ἕκαστον κομίζει, καὶ οἳ μὲν ἂν δόξωσι μέσως βεβιωκέναι, πορευθέντες ἐπὶ τὸν Ἀχέροντα, ἀναβάντες ἃ δὴ αὐτοῖς ὀχήματά ἐστιν, ἐπὶ τούτων ἀφικνοῦνται εἰς τὴν λίμνην καὶ ἐκεῖ οἰκοῦσί τε καὶ καθαιρόμενοι τῶν τε ἀδικημάτων διδόντες δίκας ἀπολύονται, εἴ τίς τι ἠδίκηκε, τῶν τε εὐεργεσιῶν τιμὰς φέρονται κατὰ τὴν ἀξίαν ἕκαστος. οἳ δ' ἂν δόξωσιν ἀνιάτως ἔχειν διὰ τὰ μεγέθη τῶν ἁμαρτημάτων, ἢ ἱεροσυλίας πολλὰς καὶ μεγάλας ἢ φόνους ἀδίκους καὶ παρανόμους πολλοὺς ἐξειργασμένοι ἢ ἄλλα ὅσα τοιαῦτα τυγχάνει ὄντα, τούτους δὲ ἡ προσήκουσα μοῖρα ῥίπτει εἰς τὸν Τάρταρον, ὅθεν οὔ ποτε ἐκβαίνουσι.»
13.16.15
Καὶ τὰ μὲν περὶ τῶν ἀσεβῶν ὧδέ πη διῆλθε. περὶ δὲ τῶν εὐσεβῶν ἐπάκουσον ὥς φησι· «Τούτων δὲ αὐτῶν οἱ φιλοσοφίᾳ ἱκανῶς καθηράμενοι ἄνευ τε καμάτων ζῶσι τὸ παράπαν εἰς τὸν ἔπειτα χρόνον καὶ εἰς οἰκήσεις ἔτι τούτου καλλίους ἀφικνοῦνται, ἃς οὔτε ῥᾴδιον δηλῶσαι οὔτε ὁ χρόνος ἱκανὸς ἐν τῷ παρόντι.»
13.16.16
Καὶ ἐν τῷ Γοργίᾳ δὲ πρόσχες τί καί φησι· «Τὸν μὲν δικαίως τὸν βίον διελθόντα καὶ ὁσίως, ἐπειδὰν τελευτήσῃ, εἰς μακάρων νήσους ἀπιόντα οἰκεῖν ἐν πάσῃ εὐδαιμονίᾳ ἐκτὸς κακῶν, τὸν δὲ ἀδίκως καὶ ἀθέως εἰς τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον, ὃ δὴ Τάρταρον καλοῦσιν, ἰέναι· οἳ δ' ἂν τὰ ἔσχατα ἀδικήσωσι καὶ διὰ τὰ τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τὰ παραδείγματα γίγνεται· καὶ οὗτοι αὐτοὶ μὲν οὐκέτι ὀνίνανται, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δὲ ὀνίνανται οἱ τούτους ὁρῶντες διὰ τὰς ἁμαρτίας τὰς μεγίστας καὶ ὀδυνηρότατα καὶ φοβερώτατα πάθη πάσχοντας τὸν ἀεὶ χρόνον, ἀτεχνῶς παραδείγματα ἀνηρτημένους ἐκεῖ ἐν Ἅιδου ἐν τῷ δεσμωτηρίῳ, τοῖς ἀεὶ τῶν δικῶν ἀφικνουμένοις θεάματα καὶ νουθετήματα.»
13.16.17
Ταῦτα πῶς ἂν δύναιτο συνᾴδειν τοῖς περὶ ἀμοιβῆς σωμάτων, ἃ τὴν ψυχὴν μετιοῦσαν αἱρεῖσθαι φάσκουσι, λόγοις; πῶς γὰρ ἂν ἡ αὐτὴ τιμωρίας καὶ δεσμωτήρια καὶ τοσαύτην δίκην εἰς τὸν ἀεὶ χρόνον μετὰ τὴν ἐνθένδε τελευτὴν ὑφέξει καὶ πάλιν οἵα τις ἀνειμένη καὶ δεσμῶν ἐλευθέρα βίους ἕλοιτ' ἂν οὓς ἂν ἐθέλοι; εἰ δὲ τὰ καθ' ἡδονὴν μέλλοι πάλιν αἱρεῖσθαι, καὶ ποῦ τὸ τῆς τίσεώς τε καὶ δίκης δεσμωτήριον; μυρία δ' ἂν καὶ ἄλλα τις ἐπὶ
13.16.18
σχολῆς ἐπιλάβοιτ' ἂν τοῦ λόγου, ὧν οὐ καιρὸς τὴν διάνοιαν μηκύνειν. καὶ τὸ μὲν πρῶτον ὀλίσθημα τῆς τοῦ Πλάτωνος περὶ τῶνδε δόξης ταύτη πη πέφανται· τὸ δ' ἕτερον τῆς τοῦ δόγματος διασκευῆς, δι' οὗ τὸ μέν τι θεῖον καὶ λογικὸν εἶναι τῆς ψυχῆς, τὸ δέ τι μέρος αὐτῆς ἄλογον καὶ παθητικὸν τυγχάνειν ὡρίσατο, καὶ πρὸς τῶν αὐτοῦ γνωρίμων κατέγνωσται, ὡς μαθεῖν ἔνεστιν ἀπὸ τῶν τοιῶνδε λόγων·
13.17.1
ιζʹ. ΟΤΙ ΜΗ ΕΞ ΑΠΑΘΟΥΣ ΚΑΙ ΠΑΘΗΤΗΣ ΟΥΣΙΑΣ Η ΤΗΣ ΨΥΧΗΣ ΣΥΝΕΣΤΗΚΕ ΦΥΣΙΣ «Περὶ δὲ τῆς κατὰ Πλάτωνα ψυχῆς, ἥν φησιν ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας συστῆναι ὑπὸ τοῦ θεοῦ, ὡς ἐκ λευκοῦ καὶ μέλανος τῶν μέσων τι χρωμάτων, ἐκεῖνα ἔχομεν εἰπεῖν, ὅτι ἀνάγκη χρόνῳ διαστάσεως αὐτῶν γιγνομένης ἀφανισθῆναι αὐτήν, ὡς τὴν τοῦ μέσου χρώματος σύστασιν, ἐπὶ τὰ οἰκεῖα ἑκάστου ἐξ ὧν συνέστη ἐν χρόνῳ φύσει χωριζομένου. εἰ δὲ τοῦτο,
13.17.2
φθαρτὴν ἀποφανοῦμεν, ἀλλ' οὐκ ἀθάνατον τὴν ψυχήν. εἰ γὰρ τοῦτο ὁμολογεῖται μηδὲν τῶν ἐν τῇ φύσει ὄντων ἄνευ τοῦ ἐναντίου εἶναι τά τε ἐν τῷ κόσμῳ ἐκ τῆς τῶν ἐναντίων φύσεως ὑπὸ θεοῦ κεκοσμῆσθαι, φιλίαν αὐτοῖς καὶ κοινωνίαν ἐμποιήσαντος αὐτοῦ, οἷον τῷ ξηρῷ πρὸς τὸ ὑγρὸν καὶ τῷ θερμῷ πρὸς τὸ ψυχρὸν τῷ τε βαρεῖ πρὸς τὸ κοῦφον λευκῷ τε πρὸς τὸ μέλαν γλυκεῖ τε πρὸς πικρὸν σκληρῷ τε πρὸς μαλακὸν καὶ πᾶσι τοῖς τοιούτοις μίαν ἄλλην πάντων κοινωνίαν τῇ τε ἀπαθεῖ οὐσίᾳ πρὸς τὴν παθητήν, τὰ δὲ κραθέντα καὶ μιχθέντα χωρισμὸν τὸν ἀπ' ἀλλήλων ἐν χρόνῳ φύσει ἐπιδέχεται, ἡ δὲ ψυχὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας γεγονέναι ὑποκείσεται, ἀνάγκη ὡς τὸ μέσον χρῶμα οὕτω καὶ ταύτην ἐν χρόνῳ φύσει ἀφανισθῆναι, τῶν ἐν
13.17.3
τῇ συστάσει αὐτῆς ἐναντίων ἐπὶ τὴν οἰκείαν φύσιν ἐπειγομένων. ἦ γὰρ οὐχ ὁρῶμεν καὶ τὸ φύσει βαρύ, κἂν ὑφ' ἡμῶν ἤ τινος ἔξωθεν φυσικῆς προσ γενομένης αὐτῷ κουφότητος ἄνω φέρηται, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὴν οἰκείαν φύσιν κάτω βιάζεται, ὁμοίως δὲ καὶ τὸ φύσει κοῦφον, κατὰ τὰς ὁμοίας ἔξωθεν αἰτίας κάτω φερόμενον, ὡς αὐτὸ ὁμοίως ἐπὶ τὰ ἄνω βιάζεται; τὰ γὰρ ἐκ δύο τινῶν ἀλλήλοις ἐναντίων εἰς ταὐτὸν συναχθέντα ἀδύνατον ἐν τῷ αὐτῷ ἀεὶ εἶναι, μὴ τρίτου τινὸς τῆς τῶν ὄντων οὐσίας ἀεὶ ἐνόντος αὐτοῖς.
13.17.4
ἀλλὰ γὰρ οὐκ ἔστι ψυχὴ τρίτον τι πρᾶγμα ἐκ δύο ἐναντίων ἀλλήλοις σύνθετον, ἁπλοῦν δὲ καὶ τῇ αὐτῇ φύσει ἀπαθὲς καὶ ἀσώματον· ὅθεν Πλάτων
13.17.5
καὶ οἱ μετ' αὐτοῦ ἀθάνατον αὐτὴν ἔφασαν εἶναι. ἐπειδὴ δὲ τὸν ἄνθρωπον ἐκ ψυχῆς καὶ σώματος κοινός ἐστι πάντων λόγος γεγονέναι, τὰ δ' ἐν ἡμῖν ἄνευ σώματος ἑκουσίως καὶ ἀκουσίως γιγνόμενα πάθη τῆς ψυχῆς εἶναι λέγεται, οἱ μὲν πολλοὶ τούτῳ τεκμαιρόμενοι παθητὴν εἶναι τὴν οὐσίαν αὐτῆς, θνη
13.17.6
τὴν αὐτὴν εἶναι λέγουσι καὶ σωματοειδῆ, ἀλλ' οὐκ ἀσώματον. ὁ δὲ Πλάτων τῷ φύσει αὐτῆς ἀπαθεῖ προσηναγκάσθη τὴν παθητὴν οὐσίαν προσυφᾶναι. ὅτι δὲ μηδετέρως ἔχει, ἐξ ὧν ἑκάτεροι εἰρήκασι, Πλάτων τε καὶ οἱ ἄλλοι, πειρασόμεθα τῷ λόγῳ, τὰς ἐν ἡμῖν ἐνεργούσας δυνάμεις παραθέντες, προσβιβάσαι.»
13.17.7
Ταῦτά μοι ἀπὸ τῶν Σευήρου τοῦ Πλατωνικοῦ Περὶ ψυχῆς προκείσθω. σκέψαι δὲ πρὸς τοῖς εἰρημένοις καὶ τόδε·
13.18.1
ιηʹ. ΠΕΡΙ ΟΥΡΑΝΟΥ ΚΑΙ ΤΩΝ ΕΝ ΑΥΤΩΙ ΦΩΣΤΗΡΩΝ Συμφώνως Ἑβραίοις καὶ τὸν περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φαινομένων ἀποδοὺς λόγον, καθ' ὃν γενητὰ εἶναι πρὸς τοῦ τῶν ὅλων αἰτίου πεποιη μένα μετέχειν τε τῆς σωματικῆς καὶ φθαρτῆς οὐσίας συνέστη, οὐκέθ' ὁμοίως Ἑβραίοις σέβειν αὐτὰ νομοθετεῖ καὶ θεοὺς ἡγεῖσθαι, ὧδε φάσκων ἐν Ἐπινομίδι·
13.18.2
«Τίνα δὴ καὶ σεμνύνων ποτὲ λέγω θεόν, ὦ Μέγιλλε καὶ Κλεινία; σχεδὸν οὐρανόν, ὃν καὶ δικαιότατον, ὡς ξύμπαντες ἄλλοι δαίμονες ἅμα καὶ θεοί, τιμᾶν τε καὶ εὔχεσθαι διαφερόντως αὐτῷ· τὸ δὲ καὶ τῶν ἄλλων αἴτιον ἀγαθῶν πάντων ἡμῖν αὐτὸν γεγονέναι πάντες ἂν ὁμολογοῖμεν.»
13.18.3
Εἶθ' ὑποβὰς ἐν τῷ αὐτῷ προστίθησι ταῦτα· «Θεοὺς δὲ δὴ τοὺς ὁρατούς, μεγίστους καὶ τιμιωτάτους καὶ ὀξύτατον ὁρῶντας πάντη, τοὺς πρώτους τὴν τῶν ἄστρων φύσιν λεκτέον καὶ ὅσα μετὰ τούτων αἰσθανόμεθα γεγονότα, μετὰ δὲ τούτους καὶ ὑπὸ τούτοις ἑξῆς δαίμονας, ἀέριον δὲ γένος ἔχον ἕδραν τρίτην καὶ μέσην, τῆς ἑρμηνείας αἴτιον, εὐχαῖς τιμᾶν μάλα χρεὼν χάριν τῆς εὐφήμου διαπορείας.»
13.18.4
Διὰ τούτων θεοὺς εἰπὼν εἶναι τοὺς δηλωθέντας περὶ τῆς πρώτης αὐτῶν συστάσεως φυσιολογῶν ἐν Τιμαίῳ τοιάδε διεξέρχεται· «Ὅ τι πῦρ πρὸς ἀέρα, τοῦτο ἀὴρ πρὸς ὕδωρ καὶ ὅ τι ἀὴρ πρὸς ὕδωρ, τοῦτο ὕδωρ πρὸς γῆν ξυνέδησε καὶ ξυνεστήσατο οὐρανὸν ὁρατὸν καὶ ἁπτόν. καὶ διὰ ταῦτα ἔκ τε δὴ τούτων τοιούτων καὶ τὸν ἀριθμὸν τεττάρων τὸ τοῦ κόσμου σῶμα ἐγενήθη δι' ἀναλογίας ὁμολογῆσαν φιλίαν τε ἔσχεν ἐκ τούτων, ὥστ' εἰς ταὐτὸν αὑτῷ ξυνελθὸν ἄλυτον ὑπὸ τῶν ἄλλων πλὴν ὑπὸ τοῦ ξυνδήσαντος γενέσθαι.»
13.18.5
Εἶτ' ἐπιλέγει· «Ψυχὴν δὲ εἰς τὸ μέσον αὐτοῦ θεὶς διὰ παντός τε ἔτεινε καὶ ἔτι ἔξωθεν τὸ σῶμα αὐτῇ περιεκάλυψε, καὶ κύκλῳ δὴ κύκλον στρεφόμενον οὐρανὸν μόνον ἕνα ἔρημον κατέστησε.»
13.18.6
Καὶ πάλιν ὑποβὰς ἐπιφέρει λέγων· «Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γενηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονε· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφοράς, ἃς ἡ θατέρου περίοδος ᾔει.»
13.18.7
Καὶ ἐπιλέγει· «Δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα ἐγενήθη τό τε προσταχθὲν ἔμαθε.»
13.18.8
Καὶ ἐν τῷ δεκάτῳ τῶν Νόμων καθόλου περὶ πάσης ψυχῆς ἀποφαίνεται λέγων ὧδε· «Μεταβάλλει μέντοιγε πάνθ' ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβαλόντα δὲ φέρεται κατὰ τὴν τῆς εἱμαρμένης τάξιν καὶ νόμον. μικρότερα μὲν τῶν ἠθῶν μεταβαλόντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος.»
13.18.9
Εἰ δὴ οὖν «μεταβάλλει πάνθ' ὅσα μέτοχά ἐστι ψυχῆς ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν,» οὐρανὸς δὲ καὶ ἥλιος καὶ σελήνη μέτοχά ἐστι ψυχῆς κατ' αὐτὸν τὸν Πλάτωνα, καὶ ταῦτα ἄρα μεταβάλλοι ἂν ἐν ἑαυτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν κατὰ τὸν αὐτοῦ λόγον. πῶς οὖν πάλιν ἀϊδίους αὐτοὺς εἶναι καὶ διὰ τοῦτο θεούς φησι, καίπερ ἐν σώματι φθαρ
13.18.10
τῷ ὄντας καὶ λυθῆναι οἵους τε; λέγει δ' οὖν πάλιν ἐν Τιμαίῳ· «Ἐπεὶ δ' οὖν πάντες ὅσοι τε περιπολοῦσι φανερῶς καὶ ὅσοι φαίνονται, καθ' ὅσον ἂν ἐθέλωσι θεοὶ γένεσιν ἔσχον, λέγει πρὸς αὐτοὺς ὁ τόδε τὸ πᾶν γεννήσας τάδε· Θεοὶ θεῶν, ὧν ἐγὼ δημιουργὸς πατήρ τε ἔργων, ἄλυτα ἐμοῦ μὴ θέλοντος. τὸ μὲν οὖν δὴ δεθὲν πᾶν λυτόν· τό γε μὴν καλῶς ἁρμοσθὲν καὶ ἔχον εὖ λύειν ἐθέλειν κακοῦ. δι' ἃ καὶ ἐπείπερ γεγένησθε, ἀθάνατοι μὲν οὐκ ἐστὲ οὐδ' ἄλυτοι τὸ πάμπαν· οὔτι μὲν δὴ λυθήσεσθέ γε οὐδὲ τεύξεσθε θανάτου μοίρας, τῆς ἐμῆς βουλήσεως μείζονος ἔτι δεσμοῦ καὶ κυριωτέρου λαχόντες ἐκείνων οἷς ὅτε ἐγίγνεσθε ξυνεδεῖσθε.»
13.18.11
Ταῦτα ὁ Πλάτων. εἰκότως δῆτα Μωσῆς καὶ τὰ Ἑβραίων λόγια σέβειν μὲν ἀπαγορεύει ταῦτα καὶ θεοὺς ἡγεῖσθαι, ἄνω δὲ πρὸς τὸν παμβασιλέα θεὸν ἀνάγοντα, αὐτὸν δὴ τὸν ἡλίου καὶ σελήνης καὶ ἄστρων ὅλου τε οὐρανοῦ καὶ κόσμου δημιουργόν, τὸν δὴ τὰ πάντα θείῳ λόγῳ συνδήσαντά τε καὶ συναρμοσάμενον μόνον ἡγεῖσθαι θεὸν καὶ μόνῳ τὴν σεβάσμιον ἀπονέμειν νομοθετεῖ τιμήν, λέγων· «Μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας καὶ
13.18.12
πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς.» ἑρμηνεύει δὲ ταῦτα διασαφῶν εἰς πλάτος ὁ τὰ Ἑβραίων πεπαιδευμένος Φίλων ὧδέ πη λέγων πρὸς λέξιν· «Τινὲς ἥλιον καὶ σελήνην καὶ τοὺς ἄλλους ἀστέρας ὑπέλαβον εἶναι θεοὺς αὐτοκράτορας, οἷς τὰς τῶν γιγνομένων ἁπάντων αἰτίας ἀνέθεσαν. Μωσεῖ δὲ ὁ κόσμος ἔδοξεν εἶναι καὶ γενητὸς καὶ πόλις ἡ μεγίστη ἄρχοντας ἔχουσα καὶ ὑπηκόους· ἄρχοντας μὲν τοὺς ἐν οὐρανῷ πάντας, ὅσοι πλάνητες καὶ ἀπλανεῖς
13.18.13
ἀστέρες, ὑπηκόους δὲ τὰς μετὰ σελήνην ἐν ἀέρι καὶ περιγείους φύσεις· τοὺς δὲ λεχθέντας ἄρχοντας οὐκ αὐτεξουσίους, ἀλλ' ἑνὸς τοῦ πάντων πατρὸς ὑπάρχους, οὗ μιμουμένους τὴν ἐπιστασίαν κατορθοῦν πρυτανεύοντος κατὰ δίκην καὶ νόμον ἕκαστον τῶν γεγονότων· τοὺς δὲ μὴ βλέποντας τὸν ἐπιβεβηκότα ἡνίοχον τοῖς ὑπεζευγμένοις ὡς αὐτουργοῖς τῶν ἐν τῷ κόσμῳ γινομένων ἀνάψαι τὰς αἰτίας. ὧν τὴν ἄγνοιαν ὁ ἱερώτατος νομοθέτης εἰς ἐπιστήμην μεθαρμόζεται λέγων ὧδε· «Μὴ ἰδὼν τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέ ρας καὶ πάντα τὸν κόσμον τοῦ οὐρανοῦ πλανηθεὶς προσκυνήσῃς αὐτοῖς.»
13.18.14
εὐθυβόλως πάνυ καὶ καλῶς πλάνον εἶπε τὴν τῶν εἰρημένων ὡς θεῶν ἀποδοχήν. οἱ γὰρ ἰδόντες ἡλίου μὲν προόδοις καὶ ἀναχωρήσεσι τὰς ἐτησίους ὥρας συνισταμένας, ἐν αἷς αἱ ζῴων καὶ φυτῶν καὶ καρπῶν γενέσεις ὡρισμέναις χρόνων περιόδοις τελεσφοροῦνται, σελήνην δ' ὑπηρέτιν καὶ διάδοχον ἡλίου νύκτωρ τὴν ἐπιμέλειαν καὶ προστασίαν ἀνειληφυῖαν ὧν μεθ' ἡμέραν ἥλιος, καὶ τοὺς ἄλλους ἀστέρας κατὰ τὴν πρὸς τἀπίγεια συμπάθειαν μυρία τῶν ἐπὶ διαμονῇ τοῦ παντὸς ἐνεργοῦντάς τε καὶ δρῶντας, πλάνον ἐπλανή
13.18.15
θησαν ἀνήνυτον μόνους εἶναι τούτους θεοὺς ὑποτοπήσαντες. εἰ δ' ἐσπούδασαν διὰ τῆς ἀπλανοῦς βαδίζειν ὁδοῦ, κἂν εὐθὺς ἔγνωσαν, ὅτι καθάπερ αἴσθησις ὑποδιάκονος νοῦ γέγονε, τὸν αὐτὸν τρόπον καὶ οἱ αἰσθητοὶ πάντες ὑπηρέται τοῦ νοητοῦ συνέστησαν.»
13.18.16
Καὶ ἐπάγει λέγων· «Ὥσθ' ὑπερβάντες τῷ λογισμῷ πᾶσαν τὴν ὁρατὴν οὐσίαν ἐπὶ τὴν τοῦ ἀειδοῦς καὶ ἀοράτου καὶ μόνῃ διανοίᾳ καταληπτοῦ τιμὴν ἴωμεν, ὃς οὐ μόνον θεός ἐστι νοητῶν τε καὶ αἰσθητῶν, ἀλλὰ καὶ πάντων δημιουργός. ἐὰν δέ τις τὴν τοῦ ἀϊδίου καὶ ποιητοῦ θεραπείαν ἄλλῳ προσνέμῃ νεωτέρῳ καὶ γενητῷ, φρενοβλαβὴς ἀναγεγράφθω καὶ ἔνοχος ἀσεβείᾳ τῇ μεγίστῃ.»
13.18.17
Ταῦτα τῆς Ἑβραίων εὐσεβείας τὰ ὡς ἀληθῶς ἀκήρατά τε καὶ θεῖα μαθήματα πρὸ τῆς τετυφωμένης φιλοσοφίας τετιμήκαμεν. τί με δεῖ μηκύνειν καὶ τἄλλα τοῦ Πλάτωνος εἰς φῶς ἄγειν, ἐκ τῶνδε παρὸν καὶ τὰ ἐμοὶ νῦν σεσιγημένα τεκμαίρεσθαι; οὐ μὴν διαβολῆς ἕνεκα ταῦτα φάναι προήχθην, ἐπεὶ καὶ σφόδρα ἔγωγε ἄγαμαι τὸν ἄνδρα, ναὶ πάντων Ἑλλήνων φίλον ἡγοῦμαι καὶ τιμῶ, τὰ ἐμοὶ φίλα καὶ συγγενῆ, εἰ καὶ μὴ τὰ ἴσα διόλου, πεφρονηκότα, Μωσέως δ' ἐν παραθέσει καὶ τῶν παρ' Ἑβραίοις προφητῶν τὸ ἐλλιπὲς ἐπι
13.18.18
δεικνὺς αὐτοῦ τῆς διανοίας. καίτοι παρῆν τῷ καταμέμφεσθαι παρεσκευασμένῳ μυρί' ἄττα καταιτιᾶσθαι, οἷα τὰ σεμνὰ καὶ σοφὰ αὐτῷ περὶ γυναικῶν ἐν Πολιτείᾳ διατεταγμένα ἢ οἷα τὰ περὶ ἔρωτος ἐκθέσμου σεσεμνολογημένα ἐν Φαίδρῳ. σὺ δ', εἰ καὶ τούτων ἐπακοῦσαι ποθεῖς, ἀνάγνωθι τάσδε αὐτοῦ λαβὼν τὰς φωνάς·
13.19.1
ιθʹ. ΟΠΟΙΑ ΠΕΡΙ ΓΥΝΑΙΚΩΝ Ο ΠΛΑΤΩΝ ΔΙΕΤΑΞΑΤΟ «Ἴσως δή, εἶπον, παρὰ τὸ εἰωθὸς γελοῖα ἂν φαίνοιτο πολλὰ περὶ τὰ νῦν δὴ λεγόμενα, εἰ πράξεται ᾗ λέγεται. Καὶ μάλα, ἔφη. Τί δέ, ἦν δ' ἐγώ, γελοιότατον αὐτῶν ὁρᾷς; ἢ δηλαδὴ ὅτι γυμνὰς τὰς γυναῖκας ἐν ταῖς παλαίστραις γυμναζομένας μετὰ τῶν ἀνδρῶν, οὐ μόνον τὰς νέας, ἀλλ' ἤδη καὶ τὰς πρεσβυτέρας, ὥσπερ τοὺς γέροντας ἐν τοῖς γυμνασίοις, ὅταν ῥυσοὶ καὶ μὴ ἡδεῖς τὴν ὄψιν ὅμως φιλογυμναστῶσι.»
13.19.2
Καὶ ἐπιλέγει ἑξῆς· «Ὁ δὲ γελῶν ἀνὴρ ἐπὶ γυμναῖς ταῖς γυναιξὶ τοῦ βελτίστου ἕνεκα γυμναζομέναις, «ἅτε δὴ τοῦ γελοίου σοφίας δρέπων καρπόν,» οὐδὲ οἶδεν, ὡς ἔοικεν, ἐφ' ᾧ γελᾷ.»
13.19.3
Φησὶ δὲ καὶ ἐν ἑβδόμῳ τῶν Νόμων· «Ὡς ἄρα δεήσει τοὺς παῖδας καὶ τὰς παῖδας ὀρχεῖσθαι, δῆλα δή, καὶ γυμνάζεσθαι μανθάνειν·» καί· «Τοῖς μὲν παισὶν ὀρχησταί, ταῖς δὲ ὀρχηστρίδες ἂν εἶεν πρὸς τὸ διαπονεῖν οὐκ ἀνεπιτηδειότερον.» Τίθησι δ' ἐν αὐτῷ καὶ τάδε· «Ἡ δὲ αὖ που παρ' ἡμῖν κόρη καὶ δέσποινα, εὐφρανθεῖσα τῇ τῆς χορείας παιδείᾳ, οὐκ ᾠήθη δεῖν κεναῖς χερσὶν ἀθύρειν, πανοπλίᾳ δὲ παντελεῖ κοσμηθεῖσα οὕτω τὴν ὄρχησιν διαπεραίνειν· ἃ δὴ πάντως μιμεῖσθαι πρέπον ἂν εἴη κόρους τε ἅμα καὶ κόρας.»
13.19.4
Καὶ πολεμεῖν δὲ γυναιξὶν ὧδέ πη νομοθετεῖ· «Ἐν δὲ τούτοις πᾶσι δεῖ διδασκάλους ἑκάστων πεπεισμένους μισθοῖς, οἰκοῦντας ξένους, διδάσκειν τε πάντα ὅσα πρὸς τὸν πόλεμόν ἐστι μαθήματα τοὺς φοιτῶντας ὅσα τε πρὸς μουσικήν, οὐχ ὃν μὲν ἂν ὁ πατὴρ βούληται, φοιτῶντα, ὃν δ' ἂν μή, ἐῶντα τὰς παιδείας, ἀλλὰ τὸ λεγόμενον πάντα ἄνδρα καὶ παῖδα κατὰ τὸ δυνατόν, ὡς τῆς πόλεως μᾶλλον ἢ τῶν γεννητόρων ὄντας, παι
13.19.5
δευτέον ἐξ ἀνάγκης. ταὐτὰ δὲ δὴ καὶ περὶ θηλειῶν ὁ μὲν ἐμὸς νόμος ἂν εἴποι πάντα, ὅσαπερ καὶ περὶ τῶν ἀρρένων, ἴσα καὶ τὰς θηλείας ἀσκεῖν δεῖν· καὶ οὐδὲν φοβηθεὶς εἴποιμ' ἂν τοῦτον τὸν λόγον οὔτε ἱππικῆς οὔτε γυμναστικῆς, ὡς ἀνδράσι μὲν πρέπον ἂν εἴη, γυναιξὶ δὲ οὐκ ἂν πρέπον.»
13.19.6
Καὶ πάλιν ἑξῆς ὑποβάς φησι· «Γυμνάσια τιθῶμεν καὶ τὰ περὶ τὸν πόλεμον πάντα τοῖς σώμασι διαπονήματα τοξικῆς τε καὶ πάσης ῥίψεως καὶ πελταστικῆς καὶ ἁπάσης ὁπλομαχίας καὶ διεξόδων τακτικῶν καὶ ἁπάσης πορείας στρατοπέδων καὶ στρατοπεδεύσεων καὶ ὅσα εἰς ἱππικὴν μαθήματα ξυντείνει. πάντων γὰρ τούτων διδασκάλους τε εἶναι δεῖ κοινούς, ἀρνυμένους μισθὸν παρὰ τῆς πόλεως, καὶ τούτων μαθητὰς τοὺς ἐν τῇ πόλει παῖδάς τε καὶ ἄνδρας καὶ κόρας καὶ γυναῖκας πάντων τούτων ἐπιστήμονας· κόρας μὲν οὔσας ἔτι πᾶσαν τὴν ἐν ὅπλοις ὄρχησιν καὶ μάχην μεμελετηκυίας, γυναῖκας δὲ διεξόδων καὶ τάξεων καὶ θέσεως καὶ ἀναιρέσεως ὅπλων ἡμμένας.»
13.19.7
Ἀλλ' οὐδὲ τούτοις ὁ Ἑβραίων ἐπινεύσει λόγος, ἀντιφθέγξεται δὲ πάντως τἀναντία, μηδ' ἐπ' ἀνδρῶν ῥώμαις, μὴ ὅτι γε γυναικῶν τὴν ἐν πολέμοις ἀνατιθεὶς κατόρθωσιν, πάντα δὲ εἰς θεὸν ἀνάγων καὶ τὴν συμμαχίαν τὴν παρὰ τοῦδε. λέγει δ' οὖν· «Ἐὰν μὴ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν. ἐὰν μὴ κύριος φυλάξῃ πόλιν, εἰς μάτην
13.19.8
ἠγρύπνησεν ὁ φυλάσσων.» ὁ δέ γε θαυμαστὸς φιλόσοφος θέα ὡς καὶ εἰς τὸν γυμνικὸν εἰσάγει τὰς γυναῖκας ἀγῶνα, ὧδέ πη λέγων· «Γυναιξὶ δέ, κόραις μὲν ἀνήβοις γυμναῖς στάδιον καὶ δίαυλον καὶ ἔφιππον καὶ δόλιχον, ἐν αὐτῷ τῷ δρόμῳ ἁμιλλωμέναις· ταῖς δὲ τριακαιδεκέτεσι μέχρι γάμου μενούσαις κοινωνίας μὴ μακρότερον εἴκοσιν ἐτῶν μηδ' ἔλαττον ὀκτωκαίδεκα, πρεπούσῃ δὲ στολῇ ταύταις ἐσταλμέναις καταβατέον ἐπὶ τὴν
13.19.9
ἅμιλλαν τούτων τῶν δρόμων. καὶ τὰ μὲν περὶ δρόμους ἀνδράσι τε καὶ γυναιξὶ ταῦτ' ἔστω· τὰ δὲ κατ' ἰσχύν, ἀντὶ μὲν πάλης καὶ τῶν τοιούτων τὰ νῦν, ὅσα βαρέα, τὴν ἐν τοῖς ὅπλοις μάχην ἕνα τε πρὸς ἕνα διαμαχομένους καὶ δύο πρὸς δύο.»
13.19.10
Καὶ ἑξῆς εἰπών· «Ταὐτὸν δὴ καὶ τοὺς περὶ ὁπλομαχίαν ἄκρους παρακαλοῦντας χρὴ τούτους νομοθετεῖν κελεύειν» ἐπιφέρει λέγων· «Τὰ αὐτὰ δὲ καὶ περὶ τῶν θηλειῶν ἔστω νομοθετούμενα, τῶν μέχρι γάμων.»
13.19.11
Εἶτα πάλιν τούτοις ἑξῆς συνάψας τοὺς περὶ πελταστικῆς καὶ παγκρατίου καὶ τόξου λίθων τε ἐκ χειρὸς βολῆς καὶ διὰ σφενδόνης νόμους ἵππων τε πέρι ἀγῶνος, πάλιν κἀνταῦθα περὶ τῶν θηλειῶν ἐπάγει λέγων· «Θηλείας δὲ περὶ τούτων νόμοις μὲν καὶ ἐπιτάξεσιν οὐκ ἄξια βιάζεσθαι τῆς κοινωνίας· ἐὰν δὲ ἐξ αὐτῶν τῶν ἔξωθεν παιδεύματα εἰς ἔθος ἰόντων ἡ φύσις ἐνδέχηται καὶ μὴ δυσχεραίνῃ παῖδας ἢ παρθένους κοινωνεῖν, ἐᾶν καὶ μὴ ψέγειν.»
13.19.12
Τοσαῦτα τοῦ Πλάτωνος τὰ περὶ γυναικῶν. τοῦ δ' αὐτοῦ καὶ ὁ θαυμάσιος ὅδε τυγχάνει νόμος· «Ἐάν τις παῖδας θηλείας καταλίπῃ, δι' ἀδελφῶν τε καὶ ἀδελφιδῶν ἐπανιὼν ἔμπροσθεν μὲν τῶν ἀρρένων, ὕστερον δὲ θηλειῶν ἑνὶ γένει· τὴν δὲ τοῦ τῶν γάμων χρόνου συμμετρίαν τε καὶ ἀμετρίαν δικαστὴς σκοπῶν κρινέτω, γυμνοὺς μὲν τοὺς ἄρρενας, γυμνὰς δὲ ὀμφαλοῦ μέχρι θεώμενος τὰς θηλείας.» Ἀλλὰ καὶ ἐν ταῖς ἑορταῖς δεῖν αὐτάς φησι γυμνὰς χορεύειν ἐν ἕκτῳ τῶν Νόμων λέγων οὕτως·
13.19.13
«Τῆς οὖν τοιαύτης σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδείας ποιεῖσθαι χορεύοντάς τε καὶ χορευούσας κόρους τε καὶ κόρας καὶ ἅμα δὴ θεωροῦντάς τε καὶ θεωρουμένους μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσης εἰκυίας προφάσεις γυμνοὺς καὶ γυμνὰς μέχρι περ αἰδοῦς σώφρονος ἑκάστων.»
13.19.14
Πρὸς τούτοις ἅπασιν ἐπάκουσον καὶ τῶνδε τῶν ἐν Πολιτείᾳ περὶ τοῦ κοινὰς εἶναι τὰς γυναῖκας νόμου· «Τούτων, ἦν δ' ἐγώ, ἕπεται νόμος καὶ τοῖς ἔμπροσθεν τοῖς ἄλλοις, ὡς ἐγᾦμαι, ὅδε· τὰς γυναῖκας ταύτας τῶν ἀνδρῶν τούτων πάντων πάσας εἶναι κοινάς, ἰδίᾳ δὲ μηδενὶ μηδεμίαν συνοικεῖν· καὶ τοὺς παῖδας αὖ κοινοὺς καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ μήτε παῖδα γονέα.»
13.19.15
Καὶ ἑξῆς ἐπιλέγει· «Εἰκὸς μὲν τοίνυν, ἦν δ' ἐγώ· ὁ νομοθέτης αὐτοῖς ὥσπερ τοὺς ἄνδρας οὕτω καὶ τὰς γυναῖκας ἐκλέξας παραδώσει καθ' ὅσον οἷόν τε ὁμοφυεῖς· οἱ δὲ ἅτε οἰκίας τε καὶ ξυσσίτια κοινὰ ἔχοντες, ἰδίᾳ δὲ οὐδενὸς οὐδὲν τοιοῦτον κεκτημένου, ὁμοῦ δὴ ἔσονται, ὁμοῦ δὲ ἀναμεμιγμένων καὶ ἐν γυμνασίοις καὶ ἐν τῇ ἄλλῃ τροφῇ ὑπ' ἀνάγκης, οἶμαι, τῆς ἐμφύτου ἄξονται πρὸς τὴν ἀλλήλων μῖξιν. ἢ οὐκ ἀναγκαῖά σοι δοκῶ λέγειν; Οὐ γεωμετρικαῖς γε, ἦ δ' ὅς, ἀλλ' ἐρωτικαῖς ἀνάγκαις, αἳ κινδυνεύουσιν ἐκείνων δριμύτεραι εἶναι πρὸς τὸ πείθειν τε καὶ ἕλκειν τὸν πολὺν λεών.»
13.19.16
Ἀλλὰ τούτων μὲν ἴσως τις ἑτέρως διηγήσεται τὴν τοῦ λόγου διάνοιαν, μὴ τὸ νομιζόμενον φὰς ὑποβάλλειν. μὴ γὰρ ἀδιαστόλως εἰπεῖν πάσας εἶναι κοινὰς τὰς γυναῖκας, ὡς καὶ τοῖς τυχοῦσιν ἀκολασταίνειν ἐξεῖναι, ἀλλ' ἐπὶ τῇ τῶν ἀρχόντων ἐξουσίᾳ κεῖσθαι τὴν πρὸς τοὺς ἄνδρας διανέμησιν αὐτῶν. οὕτως γὰρ εἶναι κοινάς, ὡς ἂν καὶ τὰ δημόσια χρήματα φαίη τις εἶναι κοινὰ οἷς προσήκει διανεμόμενα πρὸς τῶν ἐπιτετραμμένων. καὶ δὴ ταῦθ'
13.19.17
οὕτως ἐχέτω. τί δ' ἂν εἴποις μαθὼν ὡς καὶ μὴ ἐκφέρειν εἰς φῶς τὰ κυούμενα προστάττει, λέγων ὧδε; «Γυναικί, ἦν δ' ἐγώ, ἀρξαμένῃ ἀπὸ εἰκοσαέτιδος τίκτειν τῇ πόλει· ἀνδρὶ δέ, ἐπειδὰν τὴν ὀξυτάτην δρόμου ἀκμὴν παρῇ, τὸ ἀπὸ τούτου γεννᾶν τῇ πόλει μέχρι πεντεκαιπεντηκονταέτους.»
13.19.18
Οἷς ἐπιλέγει· «Ὅταν δὲ δή, οἶμαι, αἵ τε γυναῖκες καὶ οἱ ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς συγγίνεσθαι ᾧ ἐὰν ἐθέλωσι.» Καὶ ἐπιλέγει· «Διακελευσάμενοι προθυμεῖσθαι μάλιστα μὲν μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν γένηται· ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι ὡς οὐκ οὔσης τροφῆς τῷ τοιούτῳ.» Καὶ τὰ μὲν περὶ γυναικῶν ἀγωγῆς τοιαῦτα. τὰ δὲ περὶ ἔρωτος ἐκθέσμου ἐπάκουσον οἷα τυγχάνει·
13.20.1
κʹ. ΠΕΡΙ ΕΡΩΤΟΣ ΕΚΘΕΣΜΟΥ «Ὅταν δὲ χρονίζῃ τοῦτο δρῶν καὶ πλησιάζῃ μετὰ τοῦ ἅπτεσθαι ἔν τε γυμνασίοις καὶ ἐν ταῖς ἄλλαις ὁμιλίαις, τότε δὴ ἡ τοῦ ῥεύματος ἐκείνου πηγή, ὃν ἵμερον Ζεὺς Γανυμήδους ἐρῶν ὠνόμασε, πολλὴ φερομένη πρὸς τὸν ἐραστὴν ἡ μὲν εἰς αὐτὸν ἔδυ, ἡ δ' ἀπομεστουμένου ἔξω ἀπορρεῖ· καὶ οἷον πνεῦμα ἤ τις ἠχὼ ἀπὸ λείων τε καὶ στερεῶν ἁλλομένη πάλιν ὅθεν ὡρμήθη φέρεται, οὕτω τὸ τοῦ κάλλους ῥεῦμα πάλιν εἰς τὸν καλὸν διὰ τῶν ὀμμάτων ἰόν, ᾗ πέφυκεν ἐπὶ τὴν ψυχὴν ἰέναι ἀφικόμενον, καὶ ἀναπτερῶσαν τὰς διόδους τῶν πτερῶν ἄρδει τε καὶ ὥρμησε πτεροφυεῖν καὶ τὴν τοῦ ἐρωμένου αὖ ψυχὴν ἔρωτος ἐνέπλησεν. ἐρᾷ μὲν οὖν, ὅτου δέ, ἀπορεῖ καὶ οὔθ' ὅ τι πέπονθεν οὐδ' ἔχει φράσαι, ἀλλ' οἷον ἀπ' ἄλλου ὀφθαλμίας ἀπολελαυκὼς πρόφασιν εἰπεῖν οὐκ ἔχει.»
13.20.2
Καὶ ἐπιλέγει ἑξῆς· «Ἐπιθυμεῖ δὲ ἐκείνῳ παραπλησίως μέν, ἀσθενεστέρως δέ, ὁρᾶν, ἅπτεσθαι, φιλεῖν, συγκατακεῖσθαι· καὶ δέ, οἷον εἰκός, ποιεῖ τὸ μετὰ τοῦτο ταχὺ ταῦτα. ἐν οὖν τῇ συγκοιμήσει τοῦ μὲν ἐραστοῦ ὁ ἀκόλαστος ἵππος ἔχει ὅ τι λέγει πρὸς τὸν ἡνίοχον καὶ ἀξιοῖ ἀντὶ πολλῶν πόνων σμικρὰ ἀπολαῦσαι· ὁ δὲ τῶν παιδικῶν ἔχει μὲν οὐδὲν εἰπεῖν, σπαργῶν δὲ καὶ ἀπορῶν περιβάλλει τὸν ἐραστὴν καὶ φιλεῖ, ὡς σφόδρα εὔνουν ἀσπαζόμενος· ὅταν τε συγκατακέωνται, οἷός τέ ἐστι μὴ ἀπαρνηθῆναι τὸ αὑτοῦ μέρος χαρίσασθαι τῷ ἐρῶντι, εἰ δεηθείη τυγχάνειν.–
13.20.3
ἐὰν μὲν δὴ οὖν εἰς τεταγμένην δίαιταν καὶ φιλοσοφίαν νικήσῃ τὰ βελτίω τῆς διανοίας, μακάριον καὶ ὁμονοητικὸν τὸν ἐνθάδε βίον διάξουσιν, ἐγκρατεῖς ἑαυτῶν καὶ κόσμιοι ὄντες.»
13.20.4
Εἶτα μεθ' ἕτερα ἐπιλέγει· «Ἐὰν δὲ διαίτῃ φορτικωτέρᾳ τε καὶ ἀφιλοσόφῳ, φιλοτίμῳ δὲ χρήσωνται, τάχ' ἄν που ἐν μέθαις ἤ τινι ἄλλῃ ἀμελείᾳ τὼ ἀκολάστω αὐτοῖν ὑποζυγίω λαβόντε τὰς ψυχὰς ἀφρούρους, συναγαγόντες εἰς ταὐτὸ τὴν ὑπὸ τῶν πολλῶν μακαριστὴν αἵρεσιν εἱλέσθην καὶ διεπραξάσθην· καὶ διαπραξαμένω τὸ λοιπὸν ἤδη χρῶνται μὲν αὐτῇ, σπανίᾳ δέ, ἅτε οὐ πάσῃ δεδογμένα τῇ διανοίᾳ πράτ
13.20.5
τοντες. φίλω μὲν οὖν καὶ τούτω, ἧττον δὲ ἐκείνων, ἀλλήλοιν διά τε τοῦ ἔρωτος καὶ ἔξω γενομένω διάγουσι, πίστεσι ταῖς μεγίσταις ἡγουμένω ἀλλήλοιν δεδωκέναι τε καὶ δεδέχθαι, ἃς οὐ θεμιτὸν εἶναι λύσαντας εἰς ἔχθραν
13.20.6
ποτὲ ἐλθεῖν. ἐν δὲ τῇ τελευτῇ ἄπτεροι μέν, ὡρμηκότες δὲ πτεροῦσθαι ἐκβαίνουσι τοῦ σώματος, ὥστε οὐ σμικρὸν ἆθλον τῆς ἐρωτικῆς μανίας φέρονται. εἰς γὰρ σκότον καὶ τὴν ὑπὸ γῆς πορείαν οὐ νόμος ἐστὶν ἔτι ἐλθεῖν τοῖς κατηργμένοις ἤδη τῆς ὑπουρανίου πορείας, ἀλλὰ φανὸν βίον διαγαγόντας εὐδαιμονεῖν μετ' ἀλλήλων πορευομένους καὶ ὁμοπτέρους ἔρωτος χάριν. ταῦτα τοσαῦτα, ὦ παῖ, καὶ οὕτω θεῖά σοι δωρήσεται ἡ παρ' ἐραστοῦ φιλία.»
13.20.7
Τοιαῦτα μὲν τὰ Πλάτωνος, ἀλλ' οὐ τὰ Μωσέως, ὃς διαρρήδην τούτοις ἐναντία νομοθετεῖ, μεγάλῃ τῇ φωνῇ τὴν κατὰ παιδεραστῶν προσήκουσαν προφερόμενος δίκην. φησὶ γοῦν· «Ὃς ἂν κοιμηθῇ μετὰ ἄρσενος κοίτην γυναι κός, βδέλυγμα ἐποίησαν ἀμφότεροι· θανάτῳ θανατούσθωσαν, ἔνοχοί εἰσι» καί· «Ἐπικατάρατος πᾶς ὁ κοιμώμενος μετὰ ἄρσενος κοίτην γυναικός.»
13.20.8
τί δεῖ τὰ νῦν ἀπελέγχειν, ὡς παρεὶς ὁ σοφώτατος τὸν παιδεραστὴν οὐδὲ γὰρ ἐν τοῖς Νόμοις ἠξίωσε κατὰ παιδεραστῶν θανάτου δίκην ὁρίσασθαι προστάττει θανάτῳ ζημιοῦν οἰκετῶν τὸν μὴ καταμηνύσαντα θησαυρὸν ὑφ' ἑτέρου τινὸς εὑρημένον; ἐπάκουσον δὲ καὶ τῶνδε, ἵνα μή με συκοφαντεῖν ὑπολάβῃς·
13.21.1
καʹ. ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΠΛΑΤΩΝΙ ΦΟΝΙΚΩΝ ΝΟΜΩΝ «Ὅ τι δ' ἂν ὁ θεός,» φησίν, «ἀναιρῇ περί τε τῶν κτημάτων καὶ τοῦ κινήσαντος, τοῦθ' ἡ πόλις ὑπηρετοῦσα ταῖς μαντείαις δράτω τοῦ θεοῦ. καὶ ἐὰν μὲν ἐλεύθερος ὁ μηνύσας ᾖ, δόξαν ἀρετῆς κεκτήσθω, μὴ μηνύων δὲ κακίας· δοῦλος δὲ ἐὰν ᾖ, ὁ μηνύσας μὲν ἐλεύθερος ὑπὸ τῆς πόλεως ὀρθῶς γίγνοιτ' ἄν, ἀποδιδούσης τῷ δεσπότῃ τὴν τιμήν· μὴ μηνύων δὲ θανάτῳ ζημιούσθω.»
13.21.2
Κἀνταῦθα μὲν ἐζημίωται θανάτῳ οὐχ ὁ παρακινήσας τι τῶν ἀπειρημένων, ἀλλ' ὁ ἑτέρου πλημμελήσαντος μὴ καταμηνύσας. καὶ ἄλλως δὲ καθαρὸν ἀποφαίνει δεσπότην, εἰ τὸν ἴδιον δοῦλον θυμῷ φονεύσειε. λέγει δ' οὖν· «Δοῦλον δὲ κτείνας ἑαυτοῦ μὲν καθηράσθω, ἐὰν δὲ ἀλλότριον θυμῷ, διπλῇ τὸ βλάβος ἐκτισάτω τῷ κεκτημένῳ.»
13.21.3
Καὶ τοῦτο δὲ ἐπάκουσον αὐτοῦ τῶν νόμων, οὓς περὶ φονέων διετάξατο· «Ἂν ἄρα τις αὐτόχειρ μὲν κτείνῃ ἐλεύθερον, τὸ δὲ πεπραγμένον ἀπροβουλεύτως ὀργῇ τινι γένηται πραχθέν, τὰ μὲν ἄλλα, καθάπερ ἄνευ θυμοῦ κτείναντι προσῆκέ τῳ πάσχειν, πασχέτω· δύο δ' ἐξ ἀνάγκης ἔτη φευγέτω, κολάζων τὸν αὑτοῦ θυμόν.»
13.21.4
Καὶ τούτῳ προστίθησιν ἑξῆς ἕτερον τοιόνδε νόμον· «Ὁ δὲ θυμῷ μέν, μετ' ἐπιβουλῆς δὲ κτείνας τὰ μὲν ἄλλα κατὰ τὸν ἔμπροσθεν αὖ, τρία δὲ ἔτη, καθάπερ ἅτερος ἔφευγε τὰ δύο, φευγέτω, μεγέθει θυμοῦ πλείω τιμωρηθεὶς χρόνον.»
13.21.5
Εἶθ' ἑξῆς περὶ τοῦ δεύτερον φονεύσαντος τοιάδε νομοθετεῖ· «Ἐὰν δὲ αὖθίς ποτε κατελθὼν ὁπότερος αὐτοῖν ἡττηθεὶς ὀργῇ πράξῃ ταὐτὸν τοῦτο, φυγὼν μηκέτι κατέλθῃ.»
13.21.6
Καὶ πάλιν ἑξῆς φησιν· «Ἐὰν δέ, ὃ γίνεται μέν, ὀλιγάκις δέ, διὰ θυμὸν πατὴρ ἢ μήτηρ υἱὸν ἢ θυγατέρα πληγαῖς ἤ τινι τρόπῳ βιαίῳ κτείνῃ, καθάρσεις μὲν τὰς αὐτὰς τοῖς ἄλλοις καθαίρεσθαι καὶ ἐνιαυτοὺς τρεῖς ἀπενιαυτεῖν, κατελθόντων δὲ τῶν κτεινάντων ἀπαλλάττεσθαι γυναῖκά τε ἀπὸ ἀνδρὸς καὶ τὸν ἄνδρα ἀπὸ γυναικὸς καὶ μήποτ' ἔτι κοινῇ παιδοποιήσασθαι.»
13.21.7
Καὶ τούτοις ἐπιφέρει· «Γυναῖκα δὲ γαμετὴν ἐὰν ἀνὴρ δι' ὀργὴν κτείνῃ τινὰ ἢ γυνή τις ἑαυτῆς ἄνδρα ταὐτὸν τοῦτο ὡσαύτως ἐργάσηται, καθαίρεσθαι τοὺς αὐτοὺς καθαρμούς, τριετεῖς δὲ ἀπενιαυτήσεις διατελεῖν. κατελθὼν δὲ ὁ τοιοῦτό τι δράσας τοῖς
13.21.8
αὑτοῦ παισὶν ἱερῶν μὴ κοινωνείτω μηδὲ ὁμοτράπεζος γιγνέσθω ποτέ. καὶ ἐὰν ἀδελφὸς ἀδελφὸν ἢ ἀδελφὴν ἀδελφὴ θυμῷ κτείνῃ, τὰ μὲν τῶν καθαρμῶν καὶ ἀπενιαυτήσεων, καθάπερ εἴρηται τοῖς γονεῦσι καὶ τοῖς ἐγγόνοις, εἰρήσθω δεῖν γίγνεσθαι καὶ τούτοις ὧν ἀδελφούς τε ἀδελφῶν καὶ γονέας ἐστέρηκε παίδων· τούτοις δὲ συνέστιος αὐτοῖς αὐτὸς μηδέποτε γιγνέσθω μηδὲ κοινω
13.21.9
νὸς ἱερῶν.– ἀδελφὸς δὲ ἐὰν ἀδελφὸν κτείνῃ ἐν στάσεσι μάχης γενομένης ἤ τινι τοιούτῳ τρόπῳ ἀμυνόμενος ἄρχοντα χειρῶν πρότερον, καθάπερ πολέ μιον ἀποκτείνας ἔστω καθαρός, καὶ ἐὰν πολίτης πολίτην, ὡσαύτως, ἢ ξένος ξένον. ἐὰν δὲ ἀστὸν ξένος ἢ ξένον ἀστὸς ἀμυνόμενος κτείνῃ, κατὰ τὰ αὐτὰ ἔστω τοῦ καθαρὸς εἶναι· καὶ ἐὰν δοῦλος δοῦλον, ὡσαύτως. ἐὰν δὲ αὖ δοῦλος ἐλεύθερον ἀμυνόμενος ἀποκτείνῃ, καθάπερ ὁ κτείνας πατέρα τοῖς αὐτοῖς
13.21.10
ἔνοχος ἔστω νόμοις.– Ὃς ἂν ἐκ προνοίας τε καὶ ἀδίκως ὅντιν' οὖν τῶν ἐμφυλίων αὐτόχειρ κτείνῃ, πρῶτον μὲν τῶν νομίμων εἰργέσθω, μήτε ἀγορὰν μήτε ἱερὰ μήτε λιμένας μήτε ἄλλον κοινὸν σύλλογον μηδένα μιαίνων, ἐάν τέ τις ἀπαγορεύῃ τῷ δράσαντι ταῦτα ἀνθρώπων καὶ ἐὰν μή· ὁ γὰρ νόμος ἀπαγορεύει.– ὁ δὲ μὴ ἐπεξιών, δέον, ἢ μὴ προαγορεύων εἰργέσθω τῶν ἐντὸς ἀνεψιότητος.– τὸ δὲ δεύτερον ὑπόδικος τῷ θέλοντι τιμωρεῖν ὑπὲρ τοῦ τελευτήσαντος γιγνέσθω.– Γυνὴ δὲ ἄνδρα ἑαυτῆς ἐξ ἐπιβουλῆς τοῦ ἀποκτεῖναι τρώσασα, ἢ ἀνὴρ τὴν ἑαυτοῦ γυναῖκα, φευγέτω ἀειφυγίαν.»
13.21.11
Τοιοῦτοι μὲν οἱ τοῦ φιλοσόφου νόμοι. εἰ δὲ χρὴ καὶ τοὺς Μωσέως τούτοις ἀντιπαραβαλεῖν, ἐπάκουσον οἷα περὶ τῶν φονικῶν διατάττεται· «Ἐὰν πατάξῃ τίς τινα καὶ ἀποθάνῃ, θανάτῳ θανατούσθω. ὁ δὲ οὐχ ἑκών, ἀλλ' ὁ θεὸς παρέδωκεν εἰς τὰς χεῖρας αὐτοῦ· δώσω σοι τόπον οὗ φεύξεται ἐκεῖ ὁ φονεύσας. ἐὰν δὲ ἐπίθηταί τις τῷ πλησίον αὐτοῦ ἀποκτεῖναι αὐτὸν δόλῳ καὶ καταφύγῃ, ἀπὸ τοῦ θυσιαστηρίου μου λήψῃ αὐτὸν θανατῶσαι. ὃς τύπτει πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ, θανάτῳ θανατούσθω.– ἐὰν δὲ λοιδορῶνται δύο ἄνδρες καὶ πατάξῃ τις τὸν πλησίον αὐτοῦ λίθῳ ἢ πυγμῇ καὶ μὴ ἀποθάνῃ, κατακλιθῇ δὲ ἐπὶ τὴν κοίτην, ἐὰν ἐξαναστὰς ὁ ἄνθρωπος περιπατήσῃ ἔξω ἐπὶ ῥάβδου αὐτοῦ, ἀθῷος ἔσται ὁ πατάξας· πλὴν τῆς ἀργίας αὐτοῦ ἀποτίσει καὶ τὰ ἰατρεῖα. ἐὰν δὲ πατάξῃ τις τὸν παῖδα αὐτοῦ ἢ τὴν παιδίσκην αὐτοῦ ἐν ῥάβδῳ καὶ ἀποθάνῃ ὑπὸ τὰς χεῖρας αὐτοῦ, δίκῃ ἐκδικηθήσεται. ἐὰν δὲ ἡμέραν μίαν ἢ δύο βιώσῃ, οὐκ ἐκδικηθήσεται· τὸ γὰρ ἀργύριον αὐτοῦ ἐστιν.– ἐὰν δὲ πατάξῃ τις τὸν ὀφθαλμὸν τοῦ οἰκέτου ἢ τὸν ὀφθαλμὸν τῆς θεραπαίνης αὐτοῦ καὶ ἐκτυφλώσῃ αὐτόν, ἐλευθέρους ἐξαποστελεῖ αὐτοὺς ἀντὶ τοῦ ὀφθαλμοῦ αὐτῶν.»
13.21.12
τοιαῦτα δὴ καὶ τὰ Μωσέως. αὖθις δὲ ὁ Πλάτων τίνα τρόπον καὶ δι' ὁποῖα πληγαῖς ἀπαραιτήτοις αἰκίζεσθαι τὸν οἰκέτην προστάττει ἐπάκουσον· «Ὅταν τὴν γενναίαν νῦν λεγομένην σταφυλὴν ἢ τὰ γενναῖα σῦκα ἐπονομαζόμενα ὀπωρίζειν βούληται, ἐὰν μὲν ἐκ τῶν οἰκείων λαμβάνῃ, ὅπως ἂν ἐθέλῃ καὶ ὁπόταν βούληται, καρπούσθω· ἐὰν δὲ ἐξ ἄλλων μὴ πείσας, ἑπόμενος τῷ λόγῳ τῷ «μὴ κινεῖν ὅ τι μὴ κατέθετο», ἐκεῖνος ἀεὶ ζημιούσθω. ἐὰν δὲ δοῦλος μὴ πείσας τὸν δεσπότην τῶν χωρίων ἅπτηταί του τῶν τοιούτων, κατὰ ῥᾶγα βοτρύων καὶ σῦκον συκῆς ἰσαρίθμους πληγὰς τούτοις μαστιγούσθω.»
13.21.13
Τοιαῦτα μὲν τὰ κατὰ τῶνδε, οὐκ ἄξια τῆς Πλάτωνος μεγαλονοίας. ὡς δὲ σεμνὰ καὶ φιλάνθρωπα τὰ παρὰ Μωσεῖ, μάθοις ἂν ἐπακούσας ὧδέ πη λέγοντος· «Ἐὰν δὲ εἰσέλθῃς εἰς ἀμπελῶνα τοῦ πλησίον, φάγῃ σταφυλήν, ὅσον ψυχήν σου ἐμπλησθῆναι, εἰς δ' ἄγγος οὐκ ἐμβαλεῖς.» καὶ πάλιν· «Ἐὰν εἰσέλθῃς εἰς ἀμητὸν τοῦ πλησίον σου καὶ συλλέξῃς στάχυς ἐν ταῖς χερσί σου, καὶ δρέπανον οὐ μὴ ἐπιβάλῃς ἐπὶ τὸν ἀμητὸν τοῦ πλησίον σου.» καὶ αὖθις· «Ἐὰν ἀμήσῃς ἀμητόν σου ἐν τῷ ἀγρῷ σου καὶ ἐπιλάθῃ δράγμα ἐν τῷ ἀγρῷ σου, οὐκ ἐπαναστραφήσῃ λαβεῖν αὐτό· τῷ πτωχῷ καὶ τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται, ἵνα εὐλογήσῃ σε κύριος ὁ θεός σου ἐν παντὶ ἔργῳ τῶν χειρῶν σου. ἐὰν δὲ ἐλαιολογήσῃς, οὐκ ἐπαναστρέψεις καλαμήσασθαι τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται. ἐὰν δὲ τρυγήσῃς τὸν ἀμπελῶνά σου, οὐκ ἐπανατρυγήσεις τὰ ὀπίσω σου· τῷ προσηλύτῳ καὶ τῷ ὀρφανῷ καὶ τῇ χήρᾳ ἔσται.»
13.21.14
Καὶ ταῦτα μὲν τὰ παρὰ Μωσεῖ. δῆλα δὲ καὶ τὰ Πλάτωνος ἐν οἷς μυρία εὕροις ἂν ἀνεπίληπτα, ὧν δὴ μάλιστα τῶν παρ' αὐτῷ τὰ σεμνὰ καὶ κράτιστα ἀποδεχόμενοι τοῖς μὴ τοιούτοις μακρὰ χαίρειν φαμέν. ἀλλὰ γὰρ τούτων ὧδε διεξωδευμένων ἀποδοθείσης τε αἰτίας δι' ἣν οὐ κατὰ Πλάτωνα φιλοσοφεῖν ἐγνώκαμεν, ὥρα καὶ τὰ τῆς λοιπῆς ὑποσχέσεως εἰς πέρας ἀγαγεῖν καὶ τάς γε ἄλλας αἱρέσεις τῆς Ἑλληνικῆς ἐπιθεωρῆσαι φιλοσοφίας. ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ ἀλλήλους διαφωνίας καὶ μάχης γʹ. Περὶ τῆς τῶν καθ' Ἑβραίους συμφωνίας δʹ. Ὅπως ὁ Πλάτων τοὺς πρὸ αὐτοῦ διαβέβληκεν εʹ. Περὶ τῆς πρώτης κατὰ Πλάτωνα διαδοχῆς. Ἐκ τοῦ Νομηνίου τοῦ Πυθαγορικοῦ ʹ. Περὶ Ἀρκεσιλάου τοῦ τὴν δευτέραν Ἀκαδημίαν ὑποστησαμένου. Ἐκ τοῦ αὐτοῦζʹ. Περὶ Λακύδου τοῦ τὸν Ἀρκεσίλαον διαδεξαμένου. Ἀπὸ τοῦ αὐτοῦ ηʹ. Περὶ Καρνεάδου τοῦ τὴν τρίτην Ἀκαδημίαν ὑποστησαμένου. Ἀπὸ τοῦ αὐτοῦ θʹ. Περὶ Φίλωνος τοῦ διαδεξαμένου Κλειτόμαχον, τὸν διαδεξάμενον Καρνεάδην. Ἀπὸ τοῦ αὐτοῦ ιʹ. Ὅτι στοχασμοὶ καὶ λογομαχίαι καὶ πολλὴ πλάνη τυγχάνει παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις. Ἀπὸ τῆς πρὸς Νεκτανεβὼ Πορφυρίου ἐπιστολῆς καὶ λοιπῶν ιαʹ. Περὶ γεωμετρίας καὶ ἀστρονομίας καὶ λογισμῶν. Ἀπὸ τῶν Ξενοφῶντος ιβʹ. Περὶ τῶν φυσιολογεῖν αὐχούντων. Ἀπὸ τοῦ αὐτοῦ ιγʹ. Περὶ γυμναστικῆς καὶ μουσικῆς. Ἐκ τῆς Πολιτείας Πλάτωνος ιδʹ. Δόξαι φιλοσόφων περὶ ἀρχῶν. Ἐκ τοῦ Πλουτάρχου ιεʹ. Περὶ τῆς Ἀναξαγόρου δόξης. Ἐκ τοῦ Πλάτωνος ι ʹ. Δόξαι φιλοσόφων περὶ θεῶν. Ἐκ τοῦ Πλουτάρχου ιζʹ. Πρὸς τοὺς περὶ Ξενοφάνην καὶ Παρμενίδην τὰς αἰσθήσεις ἀναιροῦντας. Ἐκ τοῦ Ἀριστοκλέους ιηʹ. Πρὸς τοὺς κατὰ Πύρρωνα σκεπτικοὺς ἢ καὶ ἐφεκτικοὺς ἐπικληθέντας, μηδὲν καταληπτὸν εἶναι ἀποφηναμένους. Ἐκ τοῦ Ἀριστοκλέους ιθʹ. Πρὸς τοὺς κατ' Ἀρίστιππον φιλοσόφους, μόνα λέγοντας τὰ πάθη εἶναι καταληπτὰ, τὰ δὲ λοιπὰ ἀκατάληπτα. Ἐκ τοῦ αὐτοῦ κʹ. Πρὸς τοὺς περὶ Μητρόδωρον καὶ Πρωταγόραν, μόναις δεῖν πιστεύειν ταῖς αἰσθήσεσι λέγοντας. Ἀπὸ τοῦ αὐτοῦ καʹ. Πρὸς τοὺς κατ' Ἐπίκουρον ἡδονὴν τέλος ὁριζομένους. Ἀπὸ τοῦ αὐτοῦ κβʹ. Ἔτι πρὸς τοὺς τὴν ἡδονὴν τὸ ἀγαθὸν εἶναι ὁριζομένους. Ἀπὸ τοῦ Πλάτωνος κγʹ. Πρὸς τοὺς κατ' Ἐπίκουρον πρόνοιαν μὲν ἀρνουμένους, ἀτόμοις δὲ σώμασιν ἀνατιθέντας τὸ πᾶν. Ἀπὸ τῶν Διονυσίου ἐπισκόπου κδʹ. Ἀπὸ τῶν ἐν ἀνθρώποις ὑποδειγμάτων. Ἐκ τοῦ αὐτοῦ κεʹ. Ἀπὸ τῆς τοῦ παντὸς συστάσεως. Ἐκ τοῦ αὐτοῦ κ ʹ. Ἀπὸ τῆς τἀνθρώπου φύσεως. Ἐκ τοῦ αὐτοῦ κζʹ. Ὅτι οὐκ ἐπίπονον τῷ θεῷ τὸ ἐργάζεσθαι. Ἐκ τοῦ αὐτοῦ ΙΔ