Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
14.1.1
αʹ. ΠΡΟΟΙΜΙΟΝ ΠΕΡΙ ΤΗΣ ΥΠΟΘΕΣΕΩΣ Ὅσα μὲν εἰπεῖν τε καὶ ἀκοῦσαι ἦν ἀμφὶ τῆς κατὰ Πλάτωνα φιλοσοφίας τῆς τε τούτου πρὸς τὰ Ἑβραίων λόγια συμφωνίας, δι' ἣν τὸν ἄνδρα καταπεπλήγμεθα, καὶ αὖ πάλιν τῆς πρὸς τοὺς αὐτοὺς διαφωνίας, δι' ἣν οὐκ ἄν τις αὐτὸν εὖ φρονῶν ἀποδέξαιτο, διελθὼν ἐν τῷ πρὸ τούτου, μέτειμι νῦν ἐπὶ τὰς λοιπὰς αἱρέσεις τῶν παρ' Ἕλλησιν ἐπὶ φιλοσοφίᾳ βοηθέντων.
14.1.2
καὶ τούτων αὖ πάλιν τὸν ἐκ τῆς ἀληθείας ὄλισθον οὐκ αὐτὸς οὐδὲ παρ' ἐμαυτοῦ, διὰ δὲ τῆς αὐτῶν πάλιν τῶν Ἑλληνικῶν φωνῶν μαρτυρίας σκοπεῖν τοῖς ἐντυγχάνουσι πρὸ ὀφθαλμῶν θήσω· οὐ μὲν δή τισι τῶν ἀνδρῶν ἀπεχθόμενος, ὧν γε καὶ μέγα θαῦμα ἔχειν ὁμολογῶ, ὅταν δὴ τοῖς ἄλλοις,
14.1.3
οἷάπερ ἀνθρώποις, παραβάλλω τοὺς ἄνδρας· ἐπὰν δὲ τοῖς Ἑβραίων θεολόγοις τε καὶ προφήταις θεῷ τε τῷ διὰ τούτων καὶ μελλόντων προρρήσεις καὶ θαυμάτων ἐπιδείξεις πεποιημένῳ, ἀτὰρ δὴ καὶ μαθημάτων εὐσεβῶν δογμάτων τε ἀληθῶν διδασκαλίαν καταβεβλημένῳ, οὐκέτ' οἶμαί τινα δεῖν εὐλόγως ἐπιμέμψασθαι, εἰ θεὸν πρὸ ἀνθρώπων καὶ ἀλήθειαν αὐτὴν πρὸ θνητῶν λογισμῶν
14.1.4
τε καὶ στοχασμῶν τιμώμεθα. τοῦτο δέ μοι πᾶν ὁ τῆς παρούσης Προπαρασκευῆς δείξειν πεφιλοτίμηται λόγος, εἰς ἀπόκρισιν ὁμοῦ καὶ ἀπολογίαν τῶν δὴ πευσομένων, τί δὴ ἄρα καλὸν ἢ σεμνὸν ἰδόντες ἐν τοῖς βαρβάρων γράμμασι τῆς πατρῴας καὶ εὐγενοῦς φιλοσοφίας, τῆς Ἑλλήνων λέγω, προκρίνειν αὐτὰ διανενοήμεθα. ἀλλὰ γὰρ ἤδη δι' ἔργων ἡ ἀπόδειξις ἡμῖν χωρείτω.
14.2.1
βʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΦΙΛΟΣΟΦΩΝ ΠΡΟΣ ΑΛΛΗΛΟΥΣ ΔΙΑΦΩΝΙΑΣ ΚΑΙ ΜΑΧΗΣ Ἡγοῦμαι δὲ δεῖν πρώτιστα πάντων ἄνωθεν ἀπὸ τῆς πρώτης καταβολῆς τῶν παρ' Ἕλλησι φιλοσόφων ἀπάρξασθαι καὶ τοὺς πρόσθεν ἢ Πλάτωνα γενέσθαι φυσικοὺς ἐπικληθέντας φιλοσόφους καταμαθεῖν, τίνες ποτὲ γεγόνασι καὶ ὁποίων ἔτυχεν ἡ κατ' αὐτοὺς φιλοσοφία προστατῶν τοῦ λόγου, εἶτ' ἐπὶ τὴν τοῦ Πλάτωνος παρελθεῖν διαδοχὴν καὶ τίνες ποτ' ἦσαν καὶ οἵδε τάς τε πρὸς ἀλλήλους λογομαχίας αὐτῶν ἐπισκέψασθαι, ἐπιθεωρῆσαι δὲ καὶ τῶν ἄλλων αἱρέσεων τὰς διαστάσεις τῶν τε δοξῶν τὰς ἀντικαταστάσεις, ἐν αἷς πυκτεύοντας τοὺς γενναίους καὶ φιλοτίμως διαπληκτιζομένους ὥσπερ
14.2.2
ἐπὶ σκηνῆς τοῖς θεαταῖς παραδείξω. αὐτίκα γοῦν μάλα θεασώμεθα ὅπως μὲν ὁ Πλάτων τοὺς αὐτοῦ πρώτους ἔσκωπτεν, ὅπως δὲ τοὺς Πλάτωνος οἰκείους τε καὶ διαδόχους ἄλλοι καὶ αὖ πάλιν ὅπως οἱ Πλάτωνος ἑταῖροι τὰ σοφὰ τῆς Ἀριστοτέλους πολυνοίας ἀπήλεγχον ὅπως θ' οἱ τὸν Ἀριστοτέλην καὶ τὸν Περίπατον αὐχοῦντες τὰ δοκοῦντα τοῖς τὴν ἐναντίαν πρε
14.2.3
σβεύουσι τὸ μηθὲν ὄντα παρίστων. καὶ τὰ δεινὰ δὲ καὶ ἀκριβῆ τῆς τῶν Στωϊκῶν λεπτολογίας ὑφ' ἑτέρων αὖ πάλιν ὄψει καταγελώμενα πάντας τε πανταχόθεν κατὰ τῶν πέλας κονιομένους καὶ μάχην καὶ πάλην ἀνδρικώτατα συνισταμένους, ὡς διὰ χειρῶν ἤδη καὶ γλώττης ἢ μᾶλλον διὰ καλάμου καὶ μέλανος τὸν κατὰ ἀλλήλων αὐτοὺς πόλεμον ἐπιτειχίζεσθαι, μονονουχὶ βάλ
14.2.4
λοντας καὶ βαλλομένους τοῖς διὰ λόγων δόρασί τε καὶ παντευχίαις. περιέξει δ' ἡμῖν τὸ στάδιον ἐν τῷ γυμνικῷ τῷδε ἀγῶνι γυμνοὺς ἀληθείας ἁπάσης πρὸς τοῖς δηλωθεῖσι καὶ τοὺς πᾶσιν ὁμοῦ τοῖς δογματικοῖς φιλοσόφοις ἐξ ἐναντίας ἀραμένους τὰ ὅπλα, τοὺς ἀμφὶ Πύρρωνα λέγω, μηδὲν εἶναι καταληπτὸν ἐν ἀνθρώποις ἀποφηναμένους, καὶ τούς τε κατ' Ἀρίστιππον μόνα λέγοντας τὰ πάθη εἶναι καταληπτὰ καὶ αὖ πάλιν τοὺς κατὰ Μητρόδωρον καὶ Πρωταγόραν μόναις δεῖν φάσκοντας ταῖς τοῦ σώματος πιστεύειν
14.2.5
αἰσθήσεσιν. ἔμπαλιν δὲ τούτοις συναποδύσομεν τοὺς ἀμφὶ Ξενοφάνην καὶ Παρμενίδην τὴν ἐναντίαν παραταξαμένους καὶ τὰς αἰσθήσεις ἀνελόν
14.2.6
τας. οὐ παρήσομεν δὲ οὐδὲ τοὺς τῆς ἡδονῆς προμάχους, ἀλλὰ καὶ τούτων τὸν ἀριστέα Ἐπίκουρον σὺν τοῖς εἰρημένοις καταλέξομεν. πρὸς ἅπαντας δὲ ὁμοῦ τοῖς σφετέροις αὐτῶν βέλεσι τὸν κατ' αὐτῶν ἀντιθήσομεν
14.2.7
ἔλεγχον. καὶ τῶν ἐπίκλην δὲ φυσικῶν ἁπάντων ὁμοῦ τῶν τε δογμάτων τὰς διαφωνίας καὶ τῆς σπουδῆς τὴν ἀχρηστομάθειαν εἰς φανερὸν οἴσω, οὔ τί που μισέλλην οὐδὲ μισόλογος τις ὤν πολλοῦ γε δέω, διαβολῆς δ' αἰτίαν ἀπολυόμενος, ὅτι δὴ τῆς Ἑλληνικῆς ἥκιστα σοφίας μεταποιηθέντες τὰ Ἑβραίων λόγια προτετιμήκαμεν.
14.3.1
γʹ. ΠΕΡΙ ΤΗΣ ΤΩΝ ΚΑΘ' ΕΒΡΑΙΟΥΣ ΣΥΜΦΩΝΙΑΣ Οἱ μέν γε Ἑβραῖοι ἄνωθεν ἐξ αἰῶνος μακροῦ καὶ αὐτῆς, ὡς ἔπος εἰπεῖν, ἀπὸ πρώτης ἀνθρωπογονίας τὴν ἀληθῆ καὶ εὐσεβῆ φιλοσοφίαν ἀνηρευνηκότες, ἀκήρατον καὶ ἐπὶ τοὺς μετέπειτα ταύτην διατετηρήκασι, παῖς παρὰ πατρὸς θησαυρὸν λόγων ἀληθῶν ὑποδεξάμενοί τε καὶ φυλάξαντες, ὡς μήτ' ἐπιθεῖναι
14.3.2
μήτ' ἀφελεῖν τινα τοῖς ἅπαξ κεκριμένοις τολμῆσαι. οὔτ' οὖν ὁ πάνσοφος Μωσῆς, πάντων μὲν Ἑλλήνων πρεσβύτατος ἀποφανθεὶς διὰ τῶν ἔμπροσθεν, πάντων δὲ ὕστατος τὴν ἡλικίαν τῶν πρὶν Ἑβραίων γεγονώς, κινῆσαί τι καὶ μεταθεῖναι τῶν τοῖς προπάτορσι δοξάντων τῆς δογματικῆς πέρι θεολογίας διανενόηται, πλὴν ὅσον τοῖς ὑπ' αὐτὸν ἀνθρώποις ἀγωγῆς βίου καταλλήλου τρόπον καί τινος μέσης πολιτείας νομοθεσίαν καταβαλέσθαι,
14.3.3
οὔθ' οἱ μετὰ τόνδε προφῆται, μυρίαις ὅσαις ὕστερον ἐτῶν περιόδοις ἐκλάμψαντες, διάφωνόν τι ῥῆμα πρός τε σφᾶς αὐτοὺς ἢ πρὸς τὰ Μωσεῖ καὶ τοῖς
14.3.4
πάλαι θεοφιλέσι νομισθέντα προέσθαι τῇ φωνῇ τετολμήκασιν. ἀλλ' οὐδὲ τὸ καθ' ἡμᾶς διδασκάλιον, κεῖθέν ποθεν ὁρμώμενον καὶ δι' ἐνθέου δυνάμεως ὁμοῦ πᾶσαν Ἑλλάδα τε καὶ τὴν βάρβαρον ἐμπλῆσαν, διάφωνόν τι τοῖς πρόσθεν ἐμπεριείληφεν, εἰ μή τις φαίη ὅτι μὴ μόνον τοῖς δόγμασι τῆς θεολογίας, ἀλλὰ καὶ τῷ τρόπῳ τοῦ βίου τὴν αὐτὴν ἀγωγὴν τοῖς πρὸ
14.3.5
Μωσέως θεοφιλέσιν Ἑβραίοις παραδίδωσι. καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα μιᾷ τε διανοίᾳ μιᾷ τε φωνῇ ὑπὸ τῶν πρώτων καὶ τῶν μέσων καὶ τῶν ὑστάτων μεμαρτυρημένα τῆς ἀληθοῦς εὐσεβείας ὁμοῦ καὶ φιλοσοφίας τὸ βέβαιον ἁπάσαις ψήφοις ἐπισφραγίζεται πληροῖ τε τὴν σύμπασαν οἰκουμένην, ὁσημέραι νεάζοντα καὶ ἀνθοῦντα, ὡς ἄρτι πρώτην ἀκμὴν καταβεβλημένα· καὶ οὔτε νόμων διατάξεις οὔτ' ἐχθρῶν ἐπιβουλαὶ οὔτε πολεμίων πολλάκις ἀκονηθέντα ξίφη κρείττονα τῆς ὧν μετήλθομεν λόγων ἀρετῆς τὴν
14.3.6
δύναμιν ἐπιδέδεικται. τὰ δὲ τῆς Ἑλλήνων φιλοσοφίας ἐπὶ βραχέσι σαλεύσαντα τίνα ποτὲ τὴν ἰσχὺν ἐπεδείξατο, νυνὶ θεασώμεθα, πρώτους ἁπάντων εἰς μέσον ἀγαγόντες καὶ εἰς τὸν ἀγῶνα καθιέντες τοὺς φυσικοὺς ἐπικληθέντας· οἳ δὴ πρόσθεν ἢ Πλάτωνα διαλάμψαι λεγόμενοι ὅπως πρὸς ἀλλήλους ἐστασίασαν παρ' αὐτοῦ μαθεῖν ἔστι τοῦ Πλάτωνος· ὃς δὴ τῶν ἀμφὶ Πρωταγόραν Ἡράκλειτόν τε καὶ Ἐμπεδοκλέα τὴν πρὸς Παρμενίδην καὶ τοὺς ἀμφ' αὐ
14.3.7
τὸν διαμάχην ἐξελέγχει. ὁ μὲν γὰρ Δημοκρίτου γεγονὼς ἑταῖρος, ὁ Πρωταγόρας, ἄθεον ἐκτήσατο δόξαν· λέγεται γοῦν τοιᾷδε κεχρῆσθαι εἰσβολῇ ἐν τῷ Περὶ θεῶν συγγράμματι· «Περὶ μὲν θεῶν οὐκ οἶδα οὔθ' ὡς εἰσὶν οὔθ' ὡς οὐκ εἰσὶν οὔθ' ὁποῖοί τινες ἰδέαν.» ὁ δὲ Δημόκριτος ἀρχὰς τῶν ὅλων ἔφη εἶναι τὸ κενὸν καὶ τὸ πλῆρες· τὸ πλῆρες ὂν λέγων καὶ στερεόν, τὸ δὲ κενὸν μὴ ὄν. διὸ καί φησι «μηδὲν μᾶλλον τὸ ὂν τοῦ μὴ ὄντος εἶναι» ὅτι τε
14.3.8
«ἐξ ἀϊδίου τὰ ὄντα ἐν τῷ κενῷ συνεχῶς καὶ ὀξέως κινεῖται.» ὁ δὲ Ἡράκλειτος ἀρχὴν τῶν πάντων ἔφη εἶναι τὸ πῦρ, ἐξ οὗ τὰ πάντα γίνεται καὶ εἰς ὃ ἀναλύεται. ἀμοιβὴν γὰρ εἶναι τὰ πάντα χρόνον τε ὡρίσθαι τῆς τῶν
14.3.9
πάντων εἰς τὸ πῦρ ἀναλύσεως καὶ τῆς ἐκ τούτου γενέσεως. οἵδε μὲν οὖν πάντα κινεῖσθαι ἔφασαν. ὁ δὲ Παρμενίδης, τὸ γένος Ἐλεάτης ὤν, ἓν μὲν εἶναι τὸ πᾶν, ἀγένητον δὲ καὶ ἀκίνητον καὶ κατὰ σχῆμα σφαιροειδὲς ὑπάρχειν ἐδογμάτιζε. Παρμενίδου δὲ Μέλισσος ἑταῖρος γέγονε, τὰ αὐτὰ τῷ Παρμενίδῃ δοξάζων. τούτων δὴ οὖν πέρι ὁποῖα ὁ Πλάτων ἐν τῷ Θεαιτήτῳ διέξεισιν ἄκουε·
14.4.1
δʹ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΟΥΣ ΠΡΟ ΑΥΤΟΥ ΔΙΑΒΕΒΛΗΚΕΝ «Ἐκ δὲ διαφορᾶς τε καὶ κινήσεως καὶ κράσεως πρὸς ἄλληλα γίνεται πάντα ἃ δή φαμεν εἶναι, οὐκ ὀρθῶς προσαγορεύοντες. ἔστι μὲν γὰρ οὐδέποτ' οὐδέν, ἀεὶ δὲ γίνεται. καὶ περὶ τούτου πάντες ἐξαίσιοι σοφοὶ πλὴν Παρμενίδου συμφέρεσθον, Πρωταγόρας τε καὶ Ἡράκλειτος καὶ Ἐμπεδοκλῆς, καὶ τῶν ποιητῶν οἱ ἄκροι τῆς ποιήσεως ἑκατέρας, κωμῳδίας μὲν Ἐπίχαρμος, τραγῳδίας δὲ Ὅμηρος, ὃς εἰπών· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν, πάντα εἴρηκεν ἔγγονα ῥοῆς τε καὶ κινήσεως. ἢ οὐ δοκεῖ τοῦτο λέγειν;
14.4.2
Ἔμοιγε. Τίς οὖν ἂν ἔτι πρός γε τοσοῦτον στρατόπεδον καὶ στρατηγὸν Ὅμηρον δύναιτο ἀμφισβητήσας μὴ καταγέλαστος γενέσθαι;» Εἶθ' ἑξῆς προϊὼν τῷ λόγῳ ἐπιφέρει λέγων·
14.4.3
«Προσιτέον οὖν ἐγγυτέρω, ὡς ὁ ὑπὲρ Πρωταγόρου λόγος ἐπέταττε, καὶ σκεπτέον τὴν φερομένην ταύτην οὐσίαν διακρούοντα, εἴτε ὑγιὲς εἴτε σαθρὸν φθέγγεται. μάχη δ' οὖν περὶ αὐτῆς οὐ φαύλη οὐδ' ὀλίγοις γέγονε. Πολλοῦ καὶ δεῖ φαύλη εἶναι, ἀλλὰ περὶ μὲν τὴν Ἰωνίαν καὶ ἐπιδίδωσι πάμπολυ. οἱ γὰρ τοῦ Ἡρακλείτου ἑταῖροι χορηγοῦσι τούτου τοῦ λόγου μάλα ἐρρωμένως. Τῷ τοι, ὦ φίλε Θεόδωρε, μᾶλλον σκεπτέον καὶ ἐξ ἀρχῆς, ὥσπερ αὐτοὶ ὑποτείνονται.
14.4.4
Παντάπασι μὲν οὖν. καὶ γάρ, ὦ Σώκρατες, περὶ τούτων τῶν Ἡρακλειτείων ἢ ὥσπερ σὺ λέγεις Ὁμηρείων τε καὶ ἔτι παλαιοτέρων, αὐτοῖς μὲν τοῖς περὶ τὴν Ἔφεσον, ὅσοι ποιοῦνται ἔμπειροι, οὐδὲν μᾶλλον οἷόν τε διαλεχθῆναι ἢ τοῖς οἰστρῶσιν. ἀτεχνῶς γὰρ κατὰ τὰ συγγράμματα φέρονται, τὸ δὲ ἐπιμεῖναι ἐπὶ λόγῳ καὶ ἐρωτήματι καὶ ἡσυχίως ἐν μέρει ἀποκρίνασθαί τε καὶ ἐρέσθαι, ἧττον αὐτοῖς μέλει ἢ τὸ μηδέν· μᾶλλον δὲ ὑπερβάλλει τὸ οὐδ' οὐδὲν πρὸς τὸ σμικρὸν ἐνεῖναι τοῖς ἀνδράσιν ἡσυχίας. ἀλλ' ἄν τινα ἔρῃ, ὥσπερ ἐκ φαρέτρας ῥηματίσκια αἰνιγματώδη ἀνασπῶντες ἀποτοξεύουσι, καὶ ἂν τούτου ζητῇς λόγον λαβεῖν, τί εἴρηκεν, ἑτέρῳ πεπλήξῃ καινῶς μετωνομασμένῳ, περανεῖς δὲ οὐδέποτε οὐδὲν πρὸς οὐδένα αὐτῶν οὐδέ γε ἐκεῖνοι αὐτοὶ πρὸς ἀλλήλους, ἀλλ' εὖ πάνυ φυλάττουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι μήτ' ἐν λόγῳ μήτ' ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσιμον εἶναι. τούτῳ δὲ πάνυ πολεμοῦσι καὶ καθ' ὅσον δύνανται πανταχόθεν ἐκβάλλουσιν.
14.4.5
Ἴσως, ὦ Θεόδωρε, τοὺς ἄνδρας μαχομένους ἑώρακας, εἰρηνεύουσι δὲ οὐ συγγέγονας· οὐ γάρ σοι ἑταῖροί εἰσιν. ἀλλ', οἶμαι, τὰ τοιαῦτα τοῖς μαθηταῖς ἐπὶ σχολῆς φράζουσιν, οὓς ἂν βούλωνται ὁμοίους αὑτοῖς ποιῆσαι. Ποίοις μαθηταῖς, ὦ δαιμόνιε; οὐδὲ γίγνεται τῶν τοιούτων ἕτερος ἑτέρου μαθητής, ἀλλ' αὐτόματοι ἀναφύονται, ὁπόθεν ἂν τύχῃ ἕκαστος αὐτῶν ἐνθουσιάσας, καὶ τὸν ἕτερον ὁ ἕτερος οὐδὲν ἡγεῖται εἰδέναι. παρὰ μὲν οὖν τούτων, ὅπερ ᾖα ἐρῶν, οὐκ ἄν ποτε λάβοις λόγον οὔτε ἑκόντων οὔτε ἀκόντων· αὐτοὺς
14.4.6
δὲ δεῖ παραλαβόντας ὥσπερ πρόβλημα ἐπισκοπεῖσθαι. Καὶ μετρίως γε λέγεις. τὸ δὲ δὴ πρόβλημα ἄλλο τι παρειλήφαμεν παρὰ μὲν τῶν ἀρχαίων μετὰ ποιήσεως ἐπικρυπτομένων τοὺς πολλούς, ὡς ἡ γένεσις τῶν πάντων Ὠκεανός τε καὶ Τηθὺς ῥεῦμα τυγχάνει καὶ οὐδὲν ἕστηκε, παρὰ δὲ τῶν ὑστέρων, ἅτε σοφωτέρων, ἀναφανδὸν ἀποδεικνυμένων, ἵνα καὶ οἱ σκυτοτόμοι αὐτῶν τὴν σοφίαν μάθωσιν ἀκούσαντες καὶ παύσωνται ἠλιθίως οἰόμενοι τὰ μὲν ἑστάναι, τὰ δὲ κινεῖσθαι τῶν ὄντων, μαθόντες δὲ ὅτι πάντα κινεῖται τιμῶσιν αὐτούς; ὀλίγου δὲ ἐπελαθόμην, ὦ Θεόδωρε, ὅτι ἄλλοι αὖ τἀναντία τούτοις ἀπεφήναντο, οἷον· «ἀκίνητον τελέθει τῷ παντὶ ὄνομ' εἶναι,» καὶ ἄλλα ὅσα Μέλισσοί τε καὶ Παρμενίδαι ἐναντιούμενοι πᾶσι τούτοις διισχυρίζονται, ὥς τε πάντα
14.4.7
ἐστὶ καὶ ἕστηκεν αὐτὸ ἐν ἑαυτῷ, οὐκ ἔχον χώραν ἐν ᾗ κινεῖται. τούτοις οὖν, ὦ ἑταῖρε, πᾶσι τί χρησόμεθα; κατὰ σμικρὸν γὰρ προϊόντες λελήθαμεν ἀμφοτέρων εἰς τὸ μέσον πεπτωκότες, καὶ ἐὰν μή πη ἀμυνόμενοι διαφύγωμεν, δίκην δώσομεν ὥσπερ οἱ ἐν ταῖς παλαίστραις διὰ γραμμῆς παίζοντες, ὅταν ὑπ' ἀμφοτέρων ληφθέντες ἕλκωνται εἰς τἀναντία.»
14.4.8
Ταῦτα μὲν ἐν Θεαιτήτῳ. μεταβὰς δὲ ἑξῆς ἐπὶ τὸν Σοφιστὴν αὖθις περὶ τῶν πρὸ αὐτοῦ γενομένων φυσικῶν φιλοσόφων τοιάδε φησίν· «Εὐκόλως μοι δοκεῖ Παρμενίδης ἡμῖν διειλέχθαι καὶ πᾶς ὅστις ἡμῖν πώποτε ἐπὶ κρίσιν ὥρμησε τοῦ τὰ ὄντα διορίσασθαι πόσα τε καὶ ποῖά ἐστι. Μῦθόν τινα ἕκαστος φαίνεταί μοι διηγεῖσθαι, παισὶν ὡς οὖσιν ἡμῖν. ὁ μὲν ὡς τρία τὰ ὄντα, πολεμεῖ δὲ ἀλλήλοις ἐνίοτε αὐτῶν ἄττα πη, τοτὲ δὲ καὶ φίλα γιγνόμενα γάμους τε καὶ τόκους καὶ τροφὰς τῶν ἐγγόνων παρέχεται· δύο δὲ ἕτερος εἰπών, ὑγρὸν καὶ ξηρὸν ἢ θερμὸν καὶ ψυχρόν, συνοικίζει τε αὐτὰ καὶ ἐκδίδωσι. τὸ δὲ παρ' ἡμῖν Ἐλεατικὸν ἔθνος ἅπαν, ἀπὸ Ξενοφάνους τε καὶ ἔτι πρόσθεν ἀρξάμενον, ὡς ἑνὸς ὄντος τῶν πάντων καλουμένων οὕτω διεξέρχεται τοῖς μύθοις. Ἰάδες δέ τινες καὶ Σικελικαί τινες ὕστερον Μοῦσαι ξυνενόησαν ὅτι συμπλέκειν ἀσφαλέστερον ἀμφότερα καὶ λέγειν ὡς τὸ ὂν πολλά τε καὶ ἕν ἐστιν, ἔχθρᾳ δὲ καὶ φιλίᾳ συνέχεται. διαφερόμενον γὰρ ἀεὶ ξυμφέρεται, φασὶν αἱ συντονώτεραι τῶν Μουσῶν· αἱ δὲ μαλακώτεραι τὸ μὲν ἀεὶ ταῦτα οὕτως ἔχειν ἐχάλασαν, ἐν μέρει δὲ τοτὲ μὲν ἓν εἶναί φασι τὸ πᾶν καὶ φίλον ὑπ' Ἀφροδίτης, τοτὲ δὲ πολλὰ καὶ πολέμιον αὐτὸ αὑτῷ διὰ νεῖκός τι. ταῦτα δὲ πάντα εἰ μὲν ἀληθῶς τις ἢ μὴ τούτων εἴρηκε, χαλεπὸν καὶ πλημμελὲς οὕτω μεγάλα κλεινοῖς καὶ παλαιοῖς ἀνδράσιν ἐπιτιμᾶν.»
14.4.9
Καὶ μετὰ βραχέα ἐπιλέγει· «Τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μὴ πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δ' ἱκανῶς ἐχέτω· τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν' ἐκ πάντων ἴδωμεν ὅτι τὸ ὂν τοῦ μὴ ὄντος οὐδὲν εὐπορώτερον εἰπεῖν ὅ τι ποτ' ἔστιν. Οὐκοῦν πορεύεσθαι χρὴ καὶ ἐπὶ τούτους. Καὶ μὴν ἔοικέ γε ἐν αὐτοῖς οἷον γιγαντομαχία τις εἶναι διὰ τὴν ἀμφισβήτησιν περὶ τῆς οὐσίας πρὸς ἀλλήλους.
14.4.10
Πῶς; Οἱ μὲν εἰς γῆν ἐξ οὐρανοῦ καὶ τοῦ ἀοράτου πάντα ἕλκουσι, ταῖς χερσὶν ἀτεχνῶς πέτρας καὶ δρῦς περιλαμβάνοντες. τῶν γὰρ τοιούτων ἐφαπτόμενοι πάντων διισχυρίζονται τοῦτο εἶναι μόνον ὃ παρέχει προσβολὴν καὶ ἐπαφήν τινι, ταὐτὸν σῶμα καὶ οὐσίαν ὁριζόμενοι, τῶν δὲ ἄλλων εἴ τις φήσει μὴ σῶμα ἔχον εἶναι, καταφρονοῦντες τὸ παράπαν καὶ οὐδὲν ἐθέλοντες ἄλλο ἀκούειν. Ἦ δεινοὺς εἴρηκας ἄνδρας· ἤδη γὰρ καὶ ἐγὼ τούτων πάνυ πολλοῖς προσέτυχον.
14.4.11
Τοιγαροῦν οἱ πρὸς αὐτοὺς ἀμφισβητοῦντες μάλα εὐλαβῶς ἄνωθέν ποθεν ἀμύνονται, νοητὰ ἄττα καὶ ἀσώματα εἴδη βιαζόμενοι τὴν ἀληθινὴν οὐσίαν εἶναι· τὰ δὲ ἐκείνων σώματα καὶ τὴν λεγομένην ὑπὸ τούτων ἀλήθειαν κατὰ σμικρὰ διαθραύοντες ἐν τοῖς λόγοις γένεσιν ἀντὶ οὐσίας φερομένην τινὰ προσαγορεύουσιν. ἐν μέσῳ δὲ περὶ ταῦτα ἄπλετος ἀμφοτέρων μάχη τις, ὦ Θεαίτητε, ἀεὶ ξυνέστηκεν. Ἀληθῆ.»
14.4.12
Διὰ δὴ τοσούτων τοὺς πρὸ αὐτοῦ φυσικοὺς φιλοσόφους διαβέβληκεν ὁ Πλάτων. ὁποίαν δὲ αὐτὸς περὶ τῶν ἐζητημένων ἐπήγετο δόξαν ἐν τοῖς πρὸ τούτου διειλήφαμεν, ὅτε συμφωνεῖν αὐτὸν τοῖς Ἑβραίων δόγμασι καὶ τῇ Μωσέως συντρέχειν περὶ τοῦ ὄντος διδασκαλίᾳ παριστῶμεν.
14.4.13
Καὶ τοὺς αὐτοῦ δὲ τοῦ Πλάτωνος διαδόχους φέρε τῷ λόγῳ θεωρήσωμεν. Πλάτωνά φασιν ἐν Ἀκαδημίᾳ συστησάμενον τὴν διατριβὴν πρῶτον Ἀκαδημαϊκὸν κληθῆναι καὶ τὴν ὀνομασθεῖσαν Ἀκαδημαϊκὴν φιλοσοφίαν συστήσασθαι. μετὰ δὲ Πλάτωνα Σπεύσιππον τὸν ἐξ ἀδελφῆς Πλάτωνος, τῆς Ποτώνης, εἶτα Ξενοκράτην, ἔπειτα Πολέμωνα τὴν διατριβὴν ὑποδέ
14.4.14
ξασθαι. τούτους δὲ ἀφ' ἑστίας ἀρξαμένους εὐθὺς τὰ Πλατωνικά φασι παραλύειν, στρεβλοῦντας τὰ τῷ διδασκάλῳ φανέντα ξένων εἰσαγωγαῖς δογμάτων, ὥστε σοι μὴ εἰς μακρὸν ἐλπίζειν τὴν τῶν θαυμαστῶν ἐκείνων διαλόγων ἰσχὺν ἀποσβῆναι ἅμα τε τῇ τοῦ ἀνδρὸς τελευτῇ καὶ τὴν τῶν δογμάτων διαδοχὴν συναποτελευτῆσαι, μάχης ἐντεῦθεν καὶ στάσεως ἀπὸ τῶνδε ἀρξαμένης, οὔποτε καὶ εἰς δεῦρο διαλειπούσης, τοὺς τὰ αὐτῷ φίλα ζηλοῦν ἀσπαζομένους οὐδένας μὲν οὐδὲ ὄντας, πλὴν εἰ μὴ εἷς που ἢ δεύτερος ἐν ὅλῳ τῷ βίῳ ἢ καί τινες ἄλλοι κομιδῇ βραχεῖς τὸν ἀριθμόν, οὐδ' αὐτοὶ πάμπαν ἀλλότριοι τῆς ἐπιπλάστου σοφιστείας· ἐπεὶ καὶ οἱ πρόσθεν τὸν Πλάτωνα
14.4.15
διαδεξάμενοι τοιοίδε τίνες διαβέβληνται. Πολέμωνα γάρ φασι διαδέξασθαι Ἀρκεσίλαον, ὃν δὴ κατέχει λόγος ἀφέμενον τῶν Πλάτωνος δογμάτων ξένην τινὰ καί, ὥς φασι, δευτέραν συστήσασθαι Ἀκαδημίαν. φάναι γὰρ περὶ ἁπάντων ἐπέχειν δεῖν· εἶναι γὰρ πάντα ἀκατάληπτα καὶ τοὺς εἰς ἑκάτερα λόγους ἰσοκρατεῖς ἀλλήλοις, καὶ τὰς αἰσθήσεις δὲ ἀπίστους εἶναι καὶ πάντα λόγον. ἐπῄνει γοῦν Ἡσιόδου τουτὶ τὸ ἀπόφθεγμα· κρύψαντες γὰρ ἔχουσι θεοὶ νόον ἀνθρώποισιν.
14.4.16
ἐπειρᾶτο δὲ καὶ παράδοξά τινα ἀνακαινίζειν. μετὰ δὲ τὸν Ἀρκεσίλαον τοὺς ἀμφὶ Καρνεάδην καὶ Κλειτόμαχον, τῆς τῶν προτέρων δόξης ἀποτραπέντας, τρίτης Ἀκαδημίας αἰτίους γενέσθαι φασίν. «Ἔνιοι δὲ καὶ τετάρτην προστιθέασι τὴν τῶν περὶ Φίλωνα καὶ Χαρμίδαν. τινὲς δὲ καὶ πέμπτην καταλέγουσι τὴν τῶν περὶ τὸν Ἀντίοχον.» Τοιαύτη μέν τις ἡ αὐτοῦ Πλάτωνος ὑπῆρξε διαδοχή. ὁποῖοι δὲ γεγόνασιν οἵδε τὸν τρόπον, λαβὼν ἀνάγνωθι τὰς ὧδε ἐχούσας Νουμηνίου τοῦ Πυθαγορείου φωνάς, ἃς τέθειται ἐν τῷ πρώτῳ ὧν ἐπέγραψε Περὶ τῆς τῶν Ἀκαδημαϊκῶν πρὸς Πλάτωνα διαστάσεως·
14.5.1
εʹ. ΠΕΡΙ ΤΗΣ ΠΡΩΤΗΣ ΚΑΤΑ ΠΛΑΤΩΝΑ ΔΙΑΔΟΧΗΣ «Ἐπὶ μὲν τοίνυν Σπεύσιππον τὸν Πλάτωνος μὲν ἀδελφιδοῦν, Ξενοκράτη δὲ τὸν διάδοχον τὸν Σπευσίππου, Πολέμωνα δὲ τὸν ἐκδεξάμενον τὴν σχολὴν παρὰ Ξενοκράτους ἀεὶ τὸ ἦθος διετείνετο τῶν δογμάτων σχεδὸν δὴ ταὐτόν, ἕνεκά γε τῆς μήπω ἐποχῆς ταυτησὶ τῆς πολυθρυλήτου τε καὶ εἰ δή τινων τοιούτων ἄλλων. ἐπεὶ εἴς γε τὰ ἄλλα πολλαχῆ παραλύοντες, τὰ δὲ στρεβλοῦντες, οὐκ ἐνέμειναν τῇ πρώτῃ διαδοχῇ· ἀρξάμενοι δὲ ἀπ' ἐκείνου καὶ θᾶττον καὶ βράδιον διίσταντο προαιρέσει ἢ ἀγνοίᾳ, τὰ δὲ δή τινι αἰτίᾳ ἄλλῃ οὐκ ἀφι
14.5.2
λοτίμῳ ἴσως. καὶ οὐ μὲν βούλομαί τι φλαῦρον εἰπεῖν διὰ Ξενοκράτη, μᾶλλον μὴν ὑπὲρ Πλάτωνος ἐθέλω. καὶ γάρ με δάκνει ὅτι μὴ πᾶν ἔπαθόν τε καὶ ἔδρων σῴζοντες τῷ Πλάτωνι κατὰ πάντα πάντη πᾶσαν ὁμοδοξίαν. καίτοι ἄξιος ἦν αὐτοῖς ὁ Πλάτων, οὐκ ἀμείνων μὲν Πυθαγόρου τοῦ μεγάλου, οὐ μέντοι ἴσως οὐδὲ φλαυρότερος ἐκείνου, ᾧ συνακολουθοῦντες σεφθέντες τε οἱ γνώρι
14.5.3
μοι ἐγένοντο πολυτιμητίζεσθαι αἰτιώτατοι τὸν Πυθαγόραν. τοῦτο δὲ οἱ Ἐπικούρειοι οὐκ ὤφελον μέν, μαθόντες δ' οὖν ἐν οὐδενὶ ὤφθησαν Ἐπικούρῳ ἐναντία θέμενοι οὐδαμῶς, ὁμολογήσαντες δὲ εἶναι σοφῷ συνδεδογμένοι καὶ αὐτοὶ διὰ τοῦτο ἀπέλαυσαν τῆς προσρήσεως εἰκότως· ὑπῆρξέ τε ἐκ τοῦ ἐπὶ πλεῖστον τοῖς μετέπειτα Ἐπικουρείοις μηδ' αὐτοῖς εἰπεῖν πω ἐναντίον οὔτε ἀλλήλοις οὔτε Ἐπικούρῳ μηδὲν εἰς μηδέν, ὅτου καὶ μνησθῆναι ἄξιον· ἀλλ' ἔστιν αὐτοῖς παρανόμημα, μᾶλλον δὲ ἀσέβημα, καὶ κατέγνωσται τὸ καινοτομηθέν. διὸ τοῦτο οὐδεὶς οὐδὲ τολμᾷ, κατὰ πολλὴν δὲ εἰρήνην αὐτοῖς ἠρεμεῖ τὰ δόγματα ὑπὸ τῆς ἐν ἀλλήλοις αἰεί ποτε συμφωνίας. ἔοικέ τε ἡ Ἐπικούρου διατριβὴ πολιτείᾳ τινὶ ἀληθεῖ, ἀστασιαστοτάτῃ, κοινὸν ἕνα νοῦν, μίαν γνώμην ἐχούσῃ· ἀφ' ἧς ἦσαν καὶ εἰσὶ καί, ὡς ἔοικεν, ἔσονται φιλακόλουθοι.
14.5.4
τὰ δὲ τῶν Στωϊκῶν ἐστασίασται, ἀρξάμενα ἀπὸ τῶν ἀρχόντων καὶ μηδέπω τελευτῶντα καὶ νῦν. ἐλέγχουσι δὲ ἀγαπώντως ὑπὸ δυσμενοῦς ἐλέγχου, οἱ μέν τινες αὐτῶν ἐμμεμενηκότες ἔτι, οἱ δ' ἤδη μεταθέμενοι. εἴξασιν οὖν οἱ πρῶτοι ὀλιγαρχικωτέροις, οἳ δὴ διαστάντες ὑπῆρξαν εἰς τοὺς μετέπειτα πολλῆς μὲν τοῖς προτέροις, πολλῆς δὲ τῆς ἀλλήλοις ἐπιτιμήσεως αἴτιοι, εἰσί τε ἑτέρων ἕτεροι Στωϊκώτεροι· καὶ μᾶλλον ὅσοι πλεῖον περὶ τὸ τεχνικὸν ὤφθησαν μικρολόγοι· αὐτοὶ γὰρ οὗτοι τοὺς ἑτέρους ὑπερβαλλόμενοι τῇ τε πολυπραγμοσύνῃ τοῖς
14.5.5
τε σκαριφηθμοῖς ἐπετίμων θᾶττον. πολὺ μέντοι τούτων πρότερον ταὐτὰ ἔπαθον οἱ ἀπὸ Σωκράτους ἀφελκύσαντες διαφόρους τοὺς λόγους, ἰδίᾳ μὲν Ἀρίστιππος, ἰδίᾳ δὲ Ἀντισθένης καὶ ἀλλαχοῦ ἰδίᾳ οἱ Μεγαρικοί τε καὶ
14.5.6
Ἐρετρικοὶ ἢ εἴ τινες ἄλλοι μετὰ τούτων. αἴτιον δέ, ὅτι τρεῖς θεοὺς τιθεμένου Σωκράτους καὶ φιλοσοφοῦντος αὐτοῖς ἐν τοῖς προσήκουσιν ἑκάστῳ ῥυθμοῖς οἱ διακούοντες τοῦτο μὲν ἠγνόουν, ᾤοντο δὲ λέγειν πάντα αὐτὸν εἰκῆ καὶ ἀπὸ τῆς νικώσης αἰεὶ προστυχῶς ἄλλοτε ἄλλης τύχης, ὅπως πνέοι.
14.5.7
ὁ δὲ Πλάτων πυθαγορίσας ᾔδει δὲ τὸν Σωκράτην μηδαμόθεν ἢ ἐκεῖθεν δὴ τὰ αὐτὰ ταῦτα εἰπεῖν καὶ γνόντα εἰρηκέναι ὧδε οὖν καὶ αὐτὸς συνεδήσατο τὰ πράγματα, οὔτε εἰωθότως οὔτε δὴ εἰς τὸ φανερόν· διαγαγὼν δὲ ἕκαστα ὅπῃ ἐνόμιζεν, ἐπικρυψάμενος ἐν μέσῳ τοῦ δῆλα εἶναι καὶ μὴ δῆλα, ἀσφαλῶς μὲν ἐγράψατο, αὐτὸς δὲ αἰτίαν παρέσχε τῆς μετ' αὐτὸν στάσεώς τε ἅμα καὶ διολκῆς τῆς τῶν δογμάτων, οὐ φθόνῳ μὲν οὐδέ γε δυσνοίᾳ· ἀλλ' οὐ
14.5.8
βούλομαι ἐπὶ ἀνδράσι πρεσβυτέροις εἰπεῖν ῥήματα οὐκ ἐναίσιμα. τοῦτο δὲ δεῖ μαθόντας ἡμᾶς ἐπανενεγκεῖν ἐκεῖσε μᾶλλον τὴν γνώμην, καὶ ὥσπερ ἐξ ἀρχῆς προὐθέμεθα χωρίζειν αὐτὸν Ἀριστοτέλους καὶ Ζήνωνος, οὕτως καὶ νῦν τῆς Ἀκαδημίας, ἐὰν ὁ θεὸς ἀντιλάβηται, χωρίζοντες ἐάσομεν αὐτὸν ἐφ' ἑαυτοῦ νῦν εἶναι Πυθαγόρειον· ὡς νῦν μανικώτερον, ἢ Πενθεῖ τινι προσῆκε, διελκό μενος πάσχει μὲν κατὰ μέλη, ὅλος δ' ἐξ ὅλου ἑαυτοῦ μετατίθεταί τε καὶ ἀντι
14.5.9
μετατίθεται οὐδαμῶς. ὅπως οὖν ἀνὴρ μεσεύων Πυθαγόρου καὶ Σωκράτους, τοῦ μὲν τὸ σεμνὸν ὑπαγαγὼν μέχρι τοῦ φιλανθρώπου, τοῦ δὲ τὸ κομψὸν τοῦτο καὶ παιγνιῆμον ἀναγαγὼν ἀπὸ τῆς εἰρωνείας εἰς ἀξίωμα καὶ ὄγκον καὶ αὐτὸ τοῦτο κεράσας Σωκράτει Πυθαγόραν, τοῦ μὲν δημοτικώτερος, τοῦ δὲ σεμνότερος ὤφθη.
14.5.10
Ἀλλ' οὐ γάρ τοι ταῦτα διαιτήσων ἦλθον, μὴ περὶ τούτων οὔσης νῦν μοι τῆς ζητήσεως, ἃ δὲ προὐδέδοκτο· καὶ εἶμι ἐκεῖσε ἢ δὴ φροῦδος ἀναδραμεῖν δοκῶ
14.5.11
μοι, μὴ καί που ἀποκρουσθῶμεν τῆς ὁδοῦ τῆς φερούσης. Πολέμωνος δὲ ἐγένοντο γνώριμοι Ἀρκεσίλαος καὶ Ζήνων· πάλιν γὰρ αὐτῶν μνησθήσομαι ἐπὶ τέλει. Ζήνωνα μὲν οὖν μέμνημαι εἰπὼν Ξενοκράτει, εἶτα δὲ Πολέμωνι φοιτῆσαι, αὖθις δὲ παρὰ Κράτητι κυνίσαι· νυνὶ δὲ αὐτῷ λελογίσθω ὅτι
14.5.12
καὶ Στίλπωνός τε μετέσχε καὶ τῶν λόγων τῶν Ἡρακλειτείων. ἐπεὶ γὰρ συμφοιτῶντες παρὰ Πολέμωνι ἐφιλοτιμήθησαν ἀλλήλοις, συμπαρέλαβον εἰς τὴν πρὸς ἀλλήλους μάχην ὁ μὲν Ἡράκλειτον καὶ Στίλπωνα ἅμα καὶ Κράτητα, ὧν ὑπὸ μὲν Στίλπωνος ἐγένετο μαχητής, ὑπὸ δὲ Ἡρακλείτου αὐστηρός, κυνικὸς δὲ ὑπὸ Κράτητος· ὁ δ' Ἀρκεσίλαος Θεόφραστον ἴσχει καὶ Κράντορα τὸν Πλατωνικὸν καὶ Διόδωρον, εἶτα Πύρρωνα, ὧν ὑπὸ μὲν Κράντορος πιθανουργικός, ὑπὸ Διοδώρου δὲ σοφιστής, ὑπὸ δὲ Πύρρωνος ἐγένετο
14.5.13
παντοδαπὸς καὶ ἴτης καὶ οὐδέν. ὅθεν καὶ ἐλέγετο περὶ αὐτοῦ ᾀδόμενόν τι ἔπος παραγωγὸν καὶ ὑβριστικόν· πρόσθε Πλάτων, ὄπιθεν δὲ Πύρρων, μέσσος Διόδωρος. Τίμων δὲ καὶ ὑπὸ Μενεδήμου τὸ ἐριστικόν φησι λαβόντα ἐξαρτυθῆναι, εἴπερ γε δή φησι περὶ αὐτοῦ· τῇ μὲν ἔχων Μενεδήμου ὑπὸ στέρνοισι μόλιβδον θεύσεται ἢ' ς Πύρρωνα τὸ πᾶν κρέας ἢ Διόδωρον.
14.5.14
ταῖς οὖν Διοδώρου, διαλεκτικοῦ ὄντος, λεπτολογίαις τοὺς λογισμοὺς τοὺς Πύρρωνος καὶ τὸ σκεπτικὸν καταπλέξας διεκόσμησε λόγου δεινότητι τῇ Πλάτωνος φλήναφόν τινα κατεστωμυλμένον καὶ ἔλεγε καὶ ἀντέλεγε καὶ μετεκυλινδεῖτο κἀκεῖθεν κἀντεῦθεν, ἑκατέρωθεν, ὁπόθεν τύχοι, παλινάγρετος καὶ δύσκριτος καὶ παλίμβολός τε ἅμα καὶ παρακεκινδυνευμένος, οὐδέν τι εἰδώς, ὡς αὐτὸς ἔφη, γενναῖος ὤν· εἶτά πως ἐξέβαινεν ὅμοιος τοῖς εἰδόσιν, ὑπὸ σκιαγραφίας τῶν λόγων παντοδαπὸς πεφαντασμένος.
14.6.1
ς ʹ. ΠΕΡΙ ΑΡΚΕΣΙΛΑΟΥ ΤΟΥ ΤΗΝ ΔΕΥΤΕΡΑΝ ΑΚΑΔΗΜΙΑΝ ΥΠΟΣΤΗΣΑΜΕΝΟΥ Τοῦ τε Ὁμηρικοῦ Τυδείδου ὁποτέροις μετείη ἀγνοουμένου, οὔτε εἰ Τρωσὶν ὁμιλέοι οὔτε εἰ καὶ Ἀχαιοῖς, οὐδὲν ἧττον Ἀρκεσίλαος ἠγνοεῖτο. τὸ γὰρ ἕνα τε λόγον καὶ ταὐτόν ποτ' εἰπεῖν οὐκ ἐνῆν ἐν αὐτῷ οὐδέ γε ἠξίου ἀνδρὸς εἶναί πω τὸ τοιοῦτο δεξιοῦ οὐδαμῶς. ὠνομάζετο οὖν δεινὸς σοφιστής, τῶν ἀγυμνάστων σφαγεύς.
14.6.2
ὥσπερ γὰρ αἱ Ἔμπουσαι ἐν τοῖς φάσμασι τοῖς τῶν λόγων ὑπὸ παρασκευῆς τε καὶ ὑπὸ μελέτης ἐφάρματτεν, ἐγοήτευεν, οὐδὲν εἶχεν εἰδέναι οὔτε αὐτὸς οὔτε τοὺς ἄλλους ἐᾶν· ἐδειμάτου δὲ καὶ κατεθορύβει καὶ σοφισμάτων γε καὶ λόγων κλοπῆς φερόμενος τὰ πρῶτα κατέχαιρε τῷ ὀνείδει καὶ ἡβρύνετο θαυμαστῶς, ὅτι μήτε τί αἰσχρὸν ἢ καλὸν μήτε ἀγαθὸν μήτε αὖ κακόν ἐστι τί ᾔδει, ἀλλ' ὁπότερον εἰς τὰς ψυχὰς πέσοι τοῦτο εἰπὼν αὖθις μεταβαλὼν
14.6.3
ἀνέτρεπεν ἂν πλεοναχῶς ἢ δι' ὅσων κατεσκευάκει. ἦν οὖν ὕδραν τέμνων ἑαυτὸν καὶ τεμνόμενος ὑφ' ἑαυτοῦ, ἀμφότερα ἀλλήλων δυσκρίτως καὶ τοῦ δέοντος ἀσκέπτως, πλὴν τοῖς ἀκούουσιν ἤρκεσεν, ὁμοῦ τῇ ἀκροάσει εὐπρόσωπον ὄντα θεωμένοις· ἦν οὖν ἀκουόμενος καὶ βλεπόμενος ἥδιστος, ἐπεί γε προσειθίσθησαν ἀποδέχεσθαι αὐτοῦ τοὺς λόγους ἰόντας ἀπὸ καλοῦ προσ
14.6.4
ώπου τε καὶ στόματος οὐκ ἄνευ τῆς ἐν τοῖς ὄμμασι φιλοφροσύνης. δεῖ δὲ ταῦτα ἀκοῦσαι μὴ ἁπλῶς, ἀλλ' ἔσχεν ὧδε ἐξ ἀρχῆς· συμβαλὼν γὰρ ἐν παισὶ Θεοφράστῳ, ἀνδρὶ πράῳ καὶ οὐκ ἀφυεῖ τὰ ἐρωτικά, διὰ τὸ καλὸς εἶναι ἔτι ὢν ὡραῖος τυχὼν ἐραστοῦ Κράντορος τοῦ Ἀκαδημαϊκοῦ, προσεχώρησε μὲν τούτῳ, οἷα δὲ τὴν φύσιν οὐκ ἀφυὴς τρεχούσῃ χρησάμενος αὐτῇ ῥᾳδίᾳ γε θερμουργῶς ὑπὸ φιλονεικίας, μετασχὼν μὲν Διοδώρου εἰς τὰ πεπανουργημένα πιθάνια ταῦτα τὰ κομψά, ὡμιληκὼς δὲ Πύρρωνι ὁ δὲ Πύρρων ἐκ Δημοκρίτου ὥρμητο ἁμόθεν γέ ποθεν οὕτως μὲν δὴ ἔνθεν καταρτυθείς, πλὴν τῆς προσ
14.6.5
ρήσεως, ἐνέμεινε Πυρρωνείως τῇ πάντων ἀναιρέσει. Μνασέας γοῦν καὶ Φιλόμηλος καὶ Τίμων οἱ σκεπτικοὶ σκεπτικὸν αὐτὸν προσονομάζουσιν, ὥσπερ καὶ αὐτοὶ ἦσαν, ἀναιροῦντα καὶ αὐτὸν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος καὶ τὸ πιθανόν.
14.6.6
λεχθεὶς οὖν ἂν αἰτίᾳ τῶν Πυρρωνείων Πυρρώνειος, αἰδοῖ τοῦ ἐραστοῦ ὑπέμεινε λέγεσθαι Ἀκαδημαϊκὸς ἔτι. ἦν μὲν τοίνυν Πυρρώνειος, πλὴν τοῦ ὀνόματος· Ἀκαδημαϊκὸς δ' οὐκ ἦν, πλὴν τοῦ λέγεσθαι. οὐ γὰρ πείθομαι τοῦ Κνιδίου Διοκλέους φάσκοντος ἐν ταῖς ἐπιγραφομέναις Διατριβαῖς Ἀρκεσίλαον φόβῳ τῶν Θεοδωρείων τε καὶ Βίωνος τοῦ σοφιστοῦ ἐπεισιόντων τοῖς φιλοσοφοῦσι καὶ οὐδὲν ὀκνούντων ἀπὸ παντὸς ἐλέγχειν, αὐτὸν ἐξευλαβηθέντα, ἵνα μὴ πράγματα ἔχῃ, μηδὲν μὲν δόγμα ὑπειπεῖν φαινόμενον, ὥσπερ δὲ τὸ μέλαν τὰς σηπίας προβάλλεσθαι πρὸ ἑαυτοῦ τὴν ἐποχήν. τοῦτ' οὖν ἐγὼ οὐ
14.6.7
πείθομαι. οἱ δ' οὖν ἔνθεν ἀφορμηθέντες, ὅ τε Ἀρκεσίλαος καὶ Ζήνων, ὑπὸ τοιούτων ἀρωγῶν, ἀμφοτέροις συμπολεμούντων λόγων, τῆς μὲν ἀρχῆς ὅθεν ἐκ Πολέμωνος ὡρμήθησαν ἐπιλανθάνονται, διαστάντες δέ γε καὶ σφέας αὐτοὺς ἀρτύναντες σὺν δ' ἔβαλον ῥινούς, σὺν δ' ἔγχεα καὶ μένε' ἀνδρῶν χαλκεοθωρήκων· ἀτὰρ ἀσπίδες ὀμφαλόεσσαι ἔπληντ' ἀλλήλῃσι, πολὺς δ' ὀρυμαγδὸς ὀρώρει. ἀσπὶς ἄρ' ἀσπίδ' ἔρειδε, κόρυς κόρυν, ἀνέρα δ' ἀνὴρ ἐδνοπάλιζεν. ἔνθα δ' ἅμ' οἰμωγή τε καὶ εὐχωλὴ πέλεν ἀνδρῶν ὀλλύντων τε καὶ ὀλλυμένων
14.6.8
τῶν Στωϊκῶν· οἱ Ἀκαδημαϊκοὶ γὰρ οὐκ ἐβάλλοντο ὑπ' αὐτῶν, ἀγνοούμενοι ᾗ ἦσαν ἁλῶναι δυνατώτεροι. ἡλίσκοντο δὲ τῆς βάσεως αὐτοῖς σεισθείσης, εἰ μήτε ἀρχὴν ἔχοιεν μήτε μάχεσθαι ἀφορμήν. ἡ μὲν δὴ ἀρχὴ ἦν τὸ μὴ Πλα τωνικὰ λέγοντας αὐτοὺς ἐλέγξαι· τὸ δὲ μηδὲ ἔχειν τινὰ ἀφορμὴν ἦν, εἴπερ μόνον ἕν τι μετέστρεψαν ἀπὸ τοῦ ὅρου τοῦ περὶ τῆς καταληπτικῆς φαντασίας
14.6.9
ἀφελόντες. ὅπερ νῦν μὲν οὐκ ἔστι μηνύειν μοι ἐν καιρῷ, μνησθήσομαι δ' αὐτοῦ αὖθις ἐπὰν κατὰ τοῦτο μάλιστα γενέσθαι μέλλω. διαστάντες δ' οὖν εἰς τὸ φανερὸν ἔβαλλον ἀλλήλους οὐχ οἱ δύο, ἀλλ' ὁ Ἀρκεσίλαος τὸν Ζήνωνα. ὁ γὰρ Ζήνων εἶχε δή τι τῇ μάχῃ σεμνὸν καὶ βαρὺ καὶ Κηφισοδώρου τοῦ ῥήτορος οὐκ ἄμεινον· ὃς δὴ ὁ Κηφισόδωρος, ἐπειδὴ ὑπ' Ἀριστοτέλους βαλλόμενον ἑαυτῷ τὸν διδάσκαλον Ἰσοκράτην ἑώρα, αὐτοῦ μὲν Ἀριστοτέλους ἦν ἀμαθὴς καὶ ἄπειρος, ὑπὸ δὲ τοῦ καθορᾶν ἔνδοξα τὰ Πλάτωνος ὑπάρχοντα οἰηθεὶς κατὰ Πλάτωνα τὸν Ἀριστοτέλην φιλοσοφεῖν, ἐπολέμει μὲν Ἀριστοτέλει, ἔβαλλε δὲ Πλάτωνα καὶ κατηγόρει ἀρξάμενος ἀπὸ τῶν ἰδεῶν, τελευτῶν εἰς τὰ ἄλλα,
14.6.10
ἃ οὐδ' αὐτὰ ᾔδει, ἀλλὰ τὰ νομιζόμενα ἀμφ' αὐτῶν ᾗ λέγεται ὑπονοῶν. πλὴν οὕτως μὲν ὁ Κηφισόδωρος, ᾧ ἐπολέμει μὴ μαχόμενος, ἐμάχετο ᾧ μὴ πολεμεῖν ἐβούλετο. ὁ μέντοι Ζήνων καὶ αὐτός, ἐπειδὴ τοῦ Ἀρκεσιλάου μεθίετο, εἰ μὲν μηδὲ Πλάτωνι ἐπολέμει, ἐφιλοσόφει δήπου ἐμοὶ κριτῇ πλείστου ἀξίως, ἕνεκά γε τῆς εἰρήνης ταύτης. εἰ δ' οὐκ ἀγνοῶν μὲν ἴσως τὰ Ἀρκεσιλάου, τὰ μέντοι Πλάτωνος ἀγνοῶν, ὡς ἐξ ὧν αὐτῷ ἀντέγραψεν ἐλέγχεται, ὅτι ἐποίησεν ἐναντία καὐτός, μήτε ὃν ᾔδει πλήττων ὅν τε οὐκ ἐχρῆν ἀτιμότατα καὶ αἴσχι
14.6.11
στα περιυβρικώς, καὶ ταῦτα πολὺ κάκιον ἢ προσήκει κυνί. πλὴν διέδειξέ γε μὴν μεγαλοφροσύνῃ ἀποσχόμενος τοῦ Ἀρκεσιλάου. ἤτοι γὰρ ἀγνοίᾳ τῶν ἐκείνου ἢ δέει τῶν Στωϊκῶν πολέμοιο μέγα στόμα πευκεδανοῖο ἀπετρέψατο ἄλλῃ, εἰς Πλάτωνα. ἀλλὰ καὶ περὶ μὲν τῶν Ζήνωνι εἰς Πλάτωνα κακῶς τε καὶ αἰδημόνως οὐδαμῶς νεωτερισθέντων εἰρήσεταί μοι αὖθίς ποτε, ἐὰν φιλοσοφίας σχολὴν ἀγάγω· μή ποτε μέντοι ἀγάγοιμι σχολὴν τοσαύτην,
14.6.12
τούτου οὖν ἕνεκεν, εἰ μὴ ὑπὸ παιδιᾶς. τὸν δ' οὖν Ζήνωνα ὁ Ἀρκεσίλαος ἀντίτεχνον καὶ ἀξιόνικον ὑπάρχοντα θεωρῶν τοὺς παρ' ἐκείνου ἀποφερομέ
14.6.13
νους λόγους καθῄρει καὶ οὐδὲν ὤκνει. καὶ περὶ μὲν τῶν ἄλλων ἃ ἐμεμάχητο ἐκείνῳ οὔτ' ἴσως εἰπεῖν ἔχω εἴ τε καὶ εἶχον οὐδὲν ἔδει νῦν αὐτῶν μνησθῆναι· τὸ δὲ δόγμα τοῦτο αὐτοῦ πρώτου εὑρομένου καὐτὸ καὶ τὸ ὄνομα βλέπων εὐδοκιμοῦν ἐν ταῖς Ἀθήναις, τὴν καταληπτικὴν φαντασίαν, πάσῃ μηχανῇ ἐχρῆτο ἐπ' αὐτήν. ὁ δ' ἐν τῷ ἀσθενεστέρῳ ὢν καὶ ἡσυχίαν ἄγων οὐ δυνάμενος ἀδικεῖσθαι, Ἀρκεσιλάου μὲν ἀφίετο, πολλὰ ἂν εἰπεῖν ἔχων, ἀλλ' οὐκ ἤθελε, τάχα δὲ μᾶλλον ἄλλως, πρὸς δὲ τὸν οὐκέτι ἐν ζῶσιν ὄντα Πλάτωνα ἐσκιομάχει καὶ τὴν ἀπὸ ἁμάξης πομπείαν πᾶσαν κατεθορύβει, λέγων ὡς οὔτ' ἂν τοῦ Πλάτωνος ἀμυναμένου ὑπερδικεῖν τε αὐτοῦ ἄλλῳ οὐδενὶ μέλον, εἴ τε μελήσειεν Ἀρκεσιλάῳ, αὐτός γε κερδανεῖν ᾤετο ἀποτρεψάμενος ἀφ' ἑαυτοῦ τὸν Ἀρκεσίλαον. τοῦτο δὲ ᾔδη καὶ Ἀγαθοκλέα τὸν Συρακόσιον ποιήσαντα τὸ
14.6.14
σόφισμα ἐπὶ τοὺς Καρχηδονίους. οἱ Στωϊκοὶ δὲ ὑπήκουον ἐκπεπληγμένοι· «ἁ μοῦσα γὰρ αὐτοῖς οὐδὲ τότε ἦν φιλόλογος οὐδ' ἐργάτις» χαρίτων, ὑφ' ὧν ὁ Ἀρκεσίλαος τὰ μὲν περικρούων, τὰ δὲ ὑποτέμνων, ἄλλα δ' ὑποσκελίζων κατεγλωττίζετο αὐτοὺς καὶ πιθανὸς ἦν. τοιγαροῦν πρὸς οὓς μὲν ἀντέλεγεν ἡττωμένων, ἐν οἷς δὲ λέγων ἦν καταπεπληγμένων, δεδειγμένον πως τοῖς τότε ἀνθρώποις ὑπῆρχε μηδὲν εἶναι μήτ' οὖν ἔπος μήτε πάθος μήτε ἔργον ἓν βραχὺ μηδὲ ἄχρηστον τοὐναντίον ὀφθῆναί ποτ' ἄν, εἴ τι μὴ Ἀρκεσιλάῳ δοκεῖ τῷ Πιταναίῳ· τῷ δ' ἄρα οὐδὲν ἐδόκει οὐδ' ἀπεφαίνετο οὐδὲν μᾶλλον ἢ ῥηματίσκια ταῦτ' εἶναι καὶ φόβους.
14.7.1
ζʹ. ΠΕΡΙ ΛΑΚΥΔΟΥ ΤΟΥ ΤΟΝ ΑΡΚΕΣΙΛΑΟΝ ΔΙΑΔΕΞΑΜΕΝΟΥ Περὶ δὲ Λακύδου βούλομαί τι διηγήσασθαι ἡδύ. ἦν μὲν δὴ Λακύδης ὑπογλισχρότερος καί τινα τρόπον ὁ λεγόμενος οἰκονομικός, οὗτος ὁ εὐδοκιμῶν παρὰ τοῖς πολλοῖς, αὐτὸς μὲν ἀνοιγνὺς τὸ ταμεῖον, αὐτὸς δ' ὑποκλείων. καὶ προῃρεῖτο δὲ ὧν ἐδεῖτο καὶ ἄλλα τοιαῦτα ἐποίει πάντα δι' αὐτουργίας, οὔ τί που αὐτάρκειαν ἐπαινῶν οὐδ' ἄλλως πενίᾳ χρώμενος οὐδ' ἀπορίᾳ δούλων, ᾧ
14.7.2
γε ὑπῆρχον δοῦλοι ὁπόσοι γοῦν· τὴν δὲ αἰτίαν ἔξεστιν εἰκάζειν. ἐγὼ δὲ ὃ ὑπεσχόμην τὸ ἡδὺ διηγήσομαι. ταμιεύων γὰρ αὐτὸς ἑαυτῷ τὴν μὲν κλεῖδα περιφέρειν ἐφ' ἑαυτοῦ οὐκ ᾤετο δεῖν, ἀποκλείσας δὲ κατετίθει μὲν ταύτην εἴς τι κοῖλον γραμματεῖον· σημηνάμενος δὲ δακτυλίῳ τὸν μὲν δακτύλιον κατ εκύλιε διὰ τοῦ κλείθρου ἔσω εἰς τὸν οἶκον μεθιείς, ὡς δὴ ὕστερον, ἐπειδὴ πάλιν ἐλθὼν ἀνοίξειε τῇ κλειδί, δυνησόμενος ἀνελὼν τὸν δακτύλιον αὖθις μὲν ἀποκλείειν, εἶτα δὲ σημαίνεσθαι, εἶτα δ' ἀναβάλλειν ὀπίσω πάλιν ἔσω τὸν
14.7.3
δακτύλιον διὰ τοῦ κλείθρου. τοῦτο οὖν τὸ σοφὸν οἱ δοῦλοι κατανοήσαντες, ἐπειδὴ προΐοι Λακύδης εἰς περίπατον ἢ ὅποι ἄλλοσε, καὶ αὐτοὶ ἀνοίξαντες ἂν κἄπειτα, ὥς σφιν ἦν θυμός, τὰ μὲν φαγόντες, τὰ δ' ἐμπιόντες, ἄλλα δὲ ἀράμενοι ἐκ περιόδου ταῦτα ἐποίουν, ἀπέκλειον μέν, ἐσημαίνοντο δέ, τὸν δακτύλιον πολλά γε αὐτοῦ καταγελάσαντες εἰς τὸν οἶκον διὰ τοῦ κλείθρου ἠφίε
14.7.4
σαν. ὁ οὖν Λακύδης πλήρη μὲν καταλιπών, κενὰ δὲ εὑρισκόμενος τὰ σκεύη ἀπορῶν τῷ γιγνομένῳ, ἐπειδὴ ἤκουσε φιλοσοφεῖσθαι παρὰ τῷ Ἀρκεσιλάῳ τὴν ἀκαταληψίαν, ᾤετο τοῦτο ἐκεῖνο αὑτῷ συμβαίνειν περὶ τὸ ταμεῖον. ἀρξάμενός τε ἔνθεν ἐφιλοσόφει παρὰ τῷ Ἀρκεσιλάῳ μηδὲν μήτε ὁρᾶν μήτε ἀκούειν ἐναργὲς ἢ ὑγιές· καί ποτε ἐπισπασάμενος τῶν προσομιλούντων αὐτῷ τινα εἰς τὴν οἰκίαν ἰσχυρίζετο πρὸς αὐτὸν ὑπερφυῶς, ὡς ἐδόκει, τὴν ἐποχὴν καὶ ἔφη· «Τοῦτο μὲν ἀναμφίλεκτον ἐγώ σοι ἔχω φράσαι, αὐτὸς ἐπ' ἐμαυτοῦ
14.7.5
μαθών, οὐκ ἄλλου πειραθείς.» κἄπειτα ἀρξάμενος περιηγεῖτο τὴν ὅλην τοῦ ταμείου συμβᾶσαν αὐτῷ πάθην. «Τί οὖν ἄν,» εἶπεν, «ἔτι Ζήνων λέγοι πρὸς οὕτως ὁμολογουμένην διὰ πάντων φανεράν μοι ἐν τοῖς τοιοῖσδε ἀκαταληψίαν; ὃς γὰρ ἀπέκλεισα μὲν ταῖς ἐμαυτοῦ χερσίν, αὐτὸς δὲ ἐσημηνάμην, αὐτὸς δὲ ἀφῆκα μὲν εἴσω τὸν δακτύλιον, αὖθις δ' ἐλθὼν ἀνοίξας τὸν μὲν δακτύλιον ὁρῶ ἔνδον, οὐ μέντοι καὶ τὰ ἄλλα, πῶς οὐ δικαίως ἀπιστούντως τοῖς πράγμασιν ἕξω; οὐ γάρ πω φήσω, εἰπεῖν, ἔγωγ' ἐπελθόντα τινὰ κλέψαι ταῦτα ὑπάρχοντος
14.7.6
ἔνδον τοῦ δακτυλίου.» καὶ ὃς ἀκούων, ἦν γὰρ ὑβριστής, ἐκδεξάμενος τὸ πᾶν ὡς ἔσχεν ἀκοῦσαι, μόλις καὶ πρότερον ἑαυτοῦ κρατῶν, ἀπέρρηξε γέλωτα καὶ μάλα πλατὺν γελῶν τε ἔτι καὶ καγχάζων διήλεγχεν ἅμα αὐτοῦ τὴν κενοδοξίαν. ὥστε ἔκτοτε Λακύδης ἀρξάμενος οὐκέτι μὲν τὸν δακτύλιον ἔσω ἐνέβαλλεν, οὐκέτι δὲ τοῦ ταμείου ἐχρῆτο ἀκαταληψίᾳ, ἀλλὰ κατελάμβανε τὰ
14.7.7
ἀφειμένα καὶ μάτην ἐπεφιλοσοφήκει. οὐ μέντοι ἀλλὰ οἵ γε παῖδες φόρτακες ἦσαν καὶ οὐ θατέρᾳ ληπτοί, οἷοι δὲ οὗτοι οἱ κωμῳδικοί τε καὶ Γέται τε καὶ Δακοὶ κἀκ τῆς Δακικῆς λαλεῖν στωμυλήθρας κατεγλωττισμένοι, ἐπεί γε τοῖς Στωϊκοῖς τὰ σοφίσματα ἤκουσαν, εἴτε καὶ ἄλλως ἐκμαθόντες, εὐθὺς τοῦ τολμήματος ᾔεσαν καὶ παρελύοντο αὐτοῦ τὴν σφραγῖδα καὶ τοτὲ μὲν ἑτέραν ἀντ' ἐκείνης ὑπετίθεσαν, τοτὲ δὲ οὐδὲ ἄλλην, διὰ τὸ οἴεσθαι ἐκείνῳ
14.7.8
γε ἀκατάληπτα ἔσεσθαι καὶ οὕτω καὶ ἄλλως. ὁ δὲ εἰσελθὼν ἐσκοπεῖτο· ἀσήμαντον δὲ τὸ γραμματεῖον θεωρῶν ἢ σεσημασμένον μέν, σφραγῖδι δ' ἄλλῃ, ἠγανάκτει· τῶν δὲ σεσημάνθαι λεγόντων, αὐτοῖς γοῦν τὴν σφραγῖδα ὁρᾶσθαι τὴν αὐτοῦ, ἠκριβολογεῖτο ἂν καὶ ἀπεδείκνυε· τῶν δ' ἡττωμένων τῇ ἀποδείξει φαμένων, εἰ μή τι ἔπεστιν ἡ σφραγὶς αὐτὸν ἴσως ἐπιλελῆσθαι καὶ μὴ σημήνασθαι· καὶ μὴν αὐτός γε ἔφη σημηνάμενος μνημονεύειν καὶ ἀπεδείκνυε καὶ περιῄει τῷ λόγῳ καὶ ἐδεινολογεῖτο πρὸς αὐτούς, οἰόμενος
14.7.9
παίζεσθαι, καὶ προσώμνυεν. οἱ δ' ὑπολαβόντες τὰς προσβολὰς ἐκείνου αὐτοί γε ᾤοντο ὑπ' αὐτοῦ παίζεσθαι, ἐπεὶ σοφῷ γε ὄντι δεδόχθαι τῷ Λακύδῃ εἶναι ἀδοξάστῳ ὥστε καὶ ἀμνημονεύτῳ· μνήμην γὰρ εἶναι δόξαν· ἔναγχος
14.7.10
γοῦν τοῦ χρόνου ἔφασαν ἀκοῦσαι ταῦτα αὐτοῦ πρὸς τοὺς φίλους. τοῦ δ' ἀναστρέφοντος αὐτοῖς τὰς ἐπιχειρήσεις καὶ λέγοντος οὐκ Ἀκαδημαϊκὰ αὐτοὶ φοιτῶντες εἰς Στωϊκῶν τινος τὰ λεκτέα ἑαυτοῖς ἀνεμάνθανον κἀκεῖθεν ἀρξάμενοι ἀντεσοφίστευον καὶ ἦσαν ἀντίτεχνοι κλέπται Ἀκαδημαϊκοί· ὁ δὲ Στωϊκῶς ἐνεκάλει· οἱ παῖδες δὲ τὰ ἐγκλήματα παρέλυον αὐτῷ ὑπὸ ἀκαταληψίας
14.7.11
οὐκ ἄνευ τωθασμῶν τινων. διατριβαὶ οὖν ἦσαν πάντων ἐκεῖ καὶ λόγοι καὶ ἀντιλογίαι· καὶ ἓν οὐδὲν ἐν τῷ μέσῳ κατελείπετο, οὐκ ἀγγεῖον, οὐ τῶν ἐν ἀγγείῳ τιθεμένων, οὐχ ὅσα εἰς οἰκίας κατασκευὴν ἄλλ' ἔστι συντελῆ.
14.7.12
καὶ ὁ Λακύδης τέως μὲν ἠπόρει, μήτε λυσιτελοῦσαν ἑαυτῷ θεωρῶν τὴν τοῖς ἑαυτοῦ δόγμασι βοήθειαν εἴ τε μὴ ἐξελέγχοι πάντα ἀνατρέψεσθαι ἑαυτῷ δοκῶν, πεσὼν εἰς τἀμήχανον τοὺς γείτονας ἐκεκράγει καὶ τοὺς θεούς, καὶ ἰοὺ ἰοὺ καὶ φεῦ φεῦ καὶ νὴ τοὺς θεοὺς καὶ νὴ τὰς θεὰς ἄλλαι τε ὅσαι ἐν ἀπιστίαις δεινολογουμένων εἰσὶν ἄτεχνοι πίστεις, ταῦτα πάντα ἐλέγετο βοῇ
14.7.13
ἅμα καὶ ἀξιοπιστίᾳ. τελευτῶν δέ, ἐπεὶ μάχην εἶχεν ἀντιλεγομένην ἐπὶ τῆς οἰκίας, αὐτὸς μὲν ἂν δήπουθεν ἐστωϊκεύετο πρὸς τοὺς παῖδας, τῶν παίδων δὲ τὰ Ἀκαδημαϊκὰ ἰσχυριζομένων, ἵνα μηκέτι πράγματα ἔχοι, οἰκουρὸς ἦν φίλος τοῦ ταμείου προσκαθήμενος. οὐδὲν δὲ εἰς οὐδὲν ὠφελῶν ὑπιδόμενος οἷ τὸ σοφὸν αὐτῷ ἔρχεται, ἀπεκαλύψατο· «Ἄλλως,» ἔφη, «ταῦτα, ὦ παῖδες, ἐν ταῖς διατριβαῖς λέγεται ἡμῖν, ἄλλως δὲ ζῶμεν.» «
14.7.14
Ταῦτα μὲν καὶ περὶ τοῦ Λακύδου. τούτου δὲ γίνονται ἀκουσταὶ πολλοί, ὧν εἷς ἦν διαφανὴς ὁ Κυρηναῖος Ἀρίστιππος. ἐκ πάντων δ' αὐτοῦ τῶν γνω
14.7.15
ρίμων τὴν σχολὴν αὐτοῦ διεδέξατο Εὔανδρος καὶ οἱ μετὰ τοῦτον. μεθ' οὓς Καρνεάδης ὑποδεξάμενος τὴν διατριβὴν τρίτην συνεστήσατο Ἀκαδημίαν. λόγων μὲν οὖν ἀγωγῇ ἐχρήσατο ᾗ καὶ ὁ Ἀρκεσίλαος· καὶ γὰρ αὐτὸς ἐπετή δευε τὴν εἰς ἑκάτερα ἐπιχείρησιν καὶ πάντα ἀνεσκεύαζε τὰ ὑπὸ τῶν ἄλλων λεγόμενα· μόνῳ δ' ἐν τῷ περὶ τῆς ἐποχῆς λόγῳ πρὸς αὐτὸν διέστη, φὰς ἀδύνατον εἶναι ἄνθρωπον ὄντα περὶ ἁπάντων ἐπέχειν· διαφορὰν δὲ εἶναι ἀδήλου καὶ ἀκαταλήπτου καὶ πάντα μὲν εἶναι ἀκατάληπτα, οὐ πάντα δὲ ἄδηλα. μετεῖχε δὲ οὗτος καὶ τῶν Στωϊκῶν λόγων, πρὸς οὓς καὶ ἐριστικῶς ἱστάμενος ἐπὶ πλέον ηὐξήθη, τοῦ φαινομένου τοῖς πολλοῖς πιθανοῦ, ἀλλ' οὐ τῆς ἀληθείας στοχαζόμενος· ὅθεν καὶ πολλὴν παρέσχε τοῖς Στωϊκοῖς ἀηδίαν. γράφει δ' οὖν καὶ ὁ Νουμήνιος περὶ αὐτοῦ ταῦτα·
14.8.1
ηʹ. ΠΕΡΙ ΚΑΡΝΕΑΔΟΥ ΤΟΥ ΤΗΝ ΤΡΙΤΗΝ ΑΚΑΔΗΜΙΑΝ ΥΠΟΣΤΗΣΑΜΕΝΟΥ «Καρνεάδης δὲ ἐκδεξάμενος παρ' Ἡγησίνου, χρεὼν φυλάξαι ὅσα ἀκίνητα καὶ ὅσα κεκινημένα ἦν, τούτου μὲν ἠμέλει, εἰς δ' Ἀρκεσίλαον, εἴτ' οὖν ἀμείνω εἴτε καὶ φαυλότερα ἦν, ἐπανενεγκὼν διὰ μακροῦ τὴν μάχην ἀνενέαζε.»
14.8.2
Καὶ ἑξῆς ἐπιλέγει· «Ἦγε δ' οὖν καὶ οὗτος καὶ ἀπέφερεν ἀντιλογίας τε καὶ στροφὰς λεπτολόγους συνέφερε τῇ μάχῃ ποικίλλων ἐξαρνητικός τε καὶ καταφατικός τε ἦν κἀμφοτέρωθεν ἀντιλογικός· εἴ τε που ἔδει τι καὶ θαῦμα ἐχόντων λόγων, ἐξηγεί ρετο λάβρος οἷον ποταμὸς ῥοώδης, σφοδρῶς ῥέων, πάντα καταπιμπλὰς τὰ τῇδε καὶ τἀκεῖθι, καὶ εἰσέπιπτε καὶ συνέσυρε τοὺς ἀκούοντας διὰ θορύβου.
14.8.3
τοιγαροῦν ἀπάγων τοὺς ἄλλους αὐτὸς ἔμενεν ἀνεξαπάτητος, ὃ μὴ προσῆν τῷ Ἀρκεσιλάῳ. ἐκεῖνος μέν γε περιερχόμενος τῇ φαρμάξει τοὺς συγκορυβαντιῶντας ἔλαθεν ἑαυτὸν πρῶτον ἐξηπατηκὼς μὴ ᾐσθῆσθαι, πεπεῖσθαι δ' ἀληθῆ
14.8.4
εἶναι, ἃ λέγει, διὰ τῆς ἁπαξαπάντων ἀναιρέσεως χρημάτων. κακὸν δὲ ἦν ἂν κακῷ ἐπανακείμενον, ὁ Καρνεάδης τῷ Ἀρκεσιλάῳ, μὴ χαλάσας τι σμικρόν, ὑφ' οὗ οὐκ ἄπρακτοι ἔμελλον ἔσεσθαι, κατὰ τὰς ἀπὸ τοῦ πιθανοῦ λεγομένας αὐτῷ θετικάς τε καὶ ἀρνητικὰς φαντασίας τοῦ εἶναι τόδε τι ζῷον ἢ μὴ
14.8.5
ζῷον εἶναι. τοῦτο οὖν ὑπανείς, ὥσπερ οἱ ἀναχάζοντες θῆρες βιαιότερον καὶ μᾶλλον ἑαυτοὺς ἱεῖσιν εἰς τὰς αἰχμὰς καὐτὸς ἐνδοὺς δυνατώτερον ἐπῆλθεν· ἐπεί τε ὑποσταίη τε καὶ εὖ τύχοι, τηνικαῦτα ἤδη καὶ οὗ προὐδέδοκτο
14.8.6
ἑκὼν ἠμέλει καὶ οὐκ ἐμέμνητο. τὸ γὰρ ἀληθές τε καὶ τὸ ψεῦδος ἐν τοῖς πράγμασιν ἐνεῖναι συγχωρῶν, ὥσπερ ξυνεργαζόμενος τῆς ζητήσεως τρόπῳ παλαιστοῦ δεινοῦ λαβὴν δοὺς περιεγίγνετο ἔνθεν. κατὰ γὰρ τὴν τοῦ πιθανοῦ ῥοπὴν ἑκάτερον παρασχὼν οὐδέτερον εἶπε βεβαίως καταλαμβάνεσθαι. ἦν γοῦν
14.8.7
λῃστὴς καὶ γόης σοφώτερος. παραλαβὼν γὰρ ἀληθεῖ μὲν ὅμοιον ψεῦδος, καταληπτικῇ δὲ φαντασίᾳ καταληπτὸν ὅμοιον καὶ ἀγαγὼν εἰς τὰς ἴσας, οὐκ εἴασεν οὔτε τὸ ἀληθὲς εἶναι οὔτε τὸ ψεῦδος, ἢ οὐ μᾶλλον τὸ ἕτερον τοῦ
14.8.8
ἑτέρου ἢ μᾶλλον ἀπὸ τοῦ πιθανοῦ. ἦν οὖν ὀνείρατα ἀντὶ ὀνειράτων, διὰ τὸ ὁμοίας φαντασίας ἀληθέσιν εἶναι τὰς ψευδεῖς, ὡς ἀπὸ ᾠοῦ κηρίνου
14.8.9
πρὸς τὸ ἀληθινὸν ᾠόν. συνέβαινεν οὖν τὰ κακὰ καὶ πλείω. καὶ μέντοι λέγων ὁ Καρνεάδης ἐψυχαγώγει καὶ ἠνδραποδίσατο. ἦν δὲ κλέπτων μὲν ἀφανής, φαινόμενος δὲ λῃστής, αἱρῶν καὶ δόλῳ καὶ βίᾳ τοὺς καὶ πάνυ
14.8.10
σφόδρα παρεσκευασμένους. πᾶσα γοῦν Καρνεάδου διάνοια ἐνίκα καὶ οὐδεμία ἡτισοῦν ἄλλων, ἐπεὶ καὶ οἷς προσεπολέμει ἦσαν εἰπεῖν ἀδυνατώτεροι.
14.8.11
Ἀντίπατρος γοῦν ὁ κατ' αὐτὸν γενόμενος ἔμελλε μὲν καὶ ἀγωνιᾶν τι γράφειν, πρὸς δ' οὖν τοὺς ἀπὸ Καρνεάδου καθ' ἡμέραν ἀποφερομένους λόγους οὔποτε ἐδημοσίευσεν, οὐκ ἐν ταῖς διατριβαῖς, οὐκ ἐν τοῖς περιπάτοις οὐδὲ εἶπεν οὐδὲ ἐφθέγξατο οὐδ' ἤκουσέ τις αὐτοῦ, φασίν, οὐδὲ γρῦ· ἀντιγραφὰς δὲ ἐπανετείνετο καὶ γωνίαν λαβὼν βιβλία κατέλιπε γράψας τοῖς ὕστερον, οὔτε νῦν δυνάμενα καὶ τότε ἦν ἀδυνατώτερα πρὸς οὕτως ἄνδρα ὑπέρμεγαν φανέντα καὶ καταδόξαντα εἶναι τοῖς τότε ἀνθρώποις τὸν Καρνεάδην.
14.8.12
ὅμως δέ, καίτοι καὐτὸς ὑπὸ τῆς Στωϊκῆς φιλονεικίας εἰς τὸ φανερὸν κυκῶν, πρός γε τοὺς ἑαυτοῦ ἑταίρους δι' ἀπορρήτων ὡμολόγει τε καὶ ἠλήθευε καὶ ἀπεφαίνετο ἃ κἂν ἄλλος τῶν ἐπιτυχόντων.»
14.8.13
Εἶτα ἑξῆς φησι· «Καρνεάδου δὲ γίνεται γνώριμος Μέντωρ μὲν πρῶτον, οὐ μὴν διάδοχος· ἀλλ' ἔτι ζῶν Καρνεάδης ἐπὶ παλλακῇ μοιχὸν εὑρών, οὐχ ὑπὸ πιθανῆς φαντασίας οὐδ' ὡς μὴ κατειληφώς, ὡς δὲ μάλιστα πιστεύων τῇ ὄψει καὶ καταλαβὼν παρῃτήσατο τῆς διατριβῆς. ὁ δὲ ἀποστὰς ἀντεσοφίστευε καὶ ἀντίτεχνος ἦν, ἐλέγχων αὐτοῦ τὴν ἐν τοῖς λόγοις ἀκαταληψίαν.»
14.8.14
Καὶ πάλιν ἐπιφέρει λέγων· «Ὁ δὲ Καρνεάδης, οἷον ἀντεστραμμένα φιλοσοφῶν, τοῖς ψεύμασιν ἐκαλλωπίζετο καὶ ὑπ' αὐτοῖς τὰ ἀληθῆ ἠφάνιζε. παραπετάσμασιν οὖν ἐχρῆτο τοῖς ψεύμασι καὶ ἠλήθευεν ἔνδον λανθάνων καπηλικώτερον. ἔπασχεν οὖν πάθημα ὀσπρίων, ὧν τὰ μὲν κενὰ ἐπιπολάζει τε τῷ ὕδατι καὶ ὑπερέχει, τὰ χρηστὰ δὲ αὐτῶν ἐστι κάτω καὶ ἐν ἀφανεῖ.»
14.8.15
Ταῦτα καὶ περὶ Καρνεάδου λέγεται. διάδοχος δ' αὐτοῦ τῆς διατριβῆς καθίσταται Κλειτόμαχος, μεθ' ὃν Φίλων, οὗ πέρι ὁ Νουμήνιος μνημονεύει ταῦτα·
14.9.1
θʹ. ΠΕΡΙ ΦΙΛΙΩΝΟΣ «Ὁ δὲ Φίλων ἄρα οὗτος ἄρτι μὲν ἐκδεξάμενος τὴν διατριβὴν ὑπὸ χαρμονῆς ἐξεπέπληκτο καὶ χάριν ἀποδιδοὺς ἐθεράπευε καὶ τὰ δεδογμένα τῷ Κλειτομάχῳ ηὖξε καὶ τοῖς Στωϊκοῖς ἐκορύσσετο νώροπι χαλκῷ.
14.9.2
ὡς δὲ προϊόντος μὲν τοῦ χρόνου, ἐξιτήλου δ' ὑπὸ συνηθείας οὔσης αὐτῶν τῆς ἐποχῆς, οὐδὲν μὲν κατὰ τὰ αὐτὰ ἑαυτῷ ἐνόει, ἡ δὲ τῶν παθημάτων αὐτὸν ἀνέστρεφεν ἐνάργειά τε καὶ ὁμολογία. πολλὴν δῆτ' ἔχων ἤδη τὴν διαίσθησιν ὑπερεπεθύμει εὖ ἴσθ' ὅτι τῶν ἐλεγξόντων τυχεῖν, ἵνα μὴ ἐδόκει «μετὰ νῶτα
14.9.3
βαλὼν» αὐτὸς ἑκὼν φεύγειν. Φίλωνος δὲ γίνεται ἀκουστὴς Ἀντίοχος, ἑτέρας ἄρξας Ἀκαδημίας. Μνησάρχῳ γοῦν τῷ Στωϊκῷ σχολάσας ἐναντία Φίλωνι τῷ καθηγητῇ ἐφρόνησε μυρία τε ξένα προσῆψε τῇ Ἀκαδημίᾳ.»
14.9.4
Ταῦτα καὶ παραπλήσια τούτοις μυρία τῆς Πλάτωνος πέρι διαδοχῆς μνημονεύεται. ὥρα δ' οὖν ἄνωθεν τὸν λόγον ἀναλαβόντας τῶν φυσικῶν φιλοσόφων τὰς ψευδοδοξίας ὁμοῦ καὶ ἀντιδοξίας ἐπισκέψασθαι, οἳ τὴν πολλὴν γῆν πλανηθέντες καὶ τὴν τοῦ ἀληθοῦς εὕρεσιν περὶ πλείστου πεποιημένοι ταῖς τε τῶν παλαιῶν ἁπάντων δόξαις καθωμιληκότες καὶ τἀκριβὲς τῆς παρὰ πᾶσι Φοίνιξί τε καὶ Αἰγυπτίοις αὐτοῖς τε Ἕλλησι πολὺ πρότερον θεολογίας ἐξηκριβωκότες, τίνα τῶν πόνων τὸν καρπὸν εὕραντο παρ' αὐτῶν ἄξιον ἀκοῦσαι, ὡς ἂν μάθοιμεν εἴ τι θεοπρεπὲς εἰς αὐτοὺς παρὰ τῶν πρεσβυτέρων
14.9.5
κατῆλθεν. ἐκράτει μὲν γὰρ πρότερον ἐκ παλαιοῦ αἰῶνος παρὰ τοῖς ἔθνεσιν ἡ πολύθεος δεισιδαιμονία νεώς τε καὶ ἱερὰ καὶ μυστήρια θεῶν κατὰ πόλεις καὶ χώρας συνήθως παρὰ πᾶσιν ἐφυλάττοντο. οὐ δὴ οὖν οὐδὲ φιλοσοφίας ἀνθρωπίνης ἦν χρεία, εἰ δὴ τὰ τῆς θεοσοφίας προειλήφει, οὐδ' ἦν τις ἀνάγκη καινοτομεῖν τοὺς σοφούς, εἰ δὴ τὰ τῶν προγόνων αὐτοῖς εὖ ἔχοντα ἦν, ἀλλ' οὐδὲ στασιάζειν καὶ διαφέρεσθαι τοὺς γενναίους φιλοσόφους, εἰ δὴ σύμφωνος καὶ ἀληθὴς ἡ πάτριος αὐτοῖς περὶ θεῶν δόξα τυγχάνειν δε
14.9.6
δοκίμαστο. τί δὲ ἔδει πολεμεῖν ἀλλήλοις καὶ μάχεσθαι ἢ τὴν μακρὰν ὁδὸν ἄνω καὶ κάτω περιτρέχειν πλανᾶσθαί τε καὶ τὰ βαρβάρων ὑποσυλᾶν, οἴκοι δέον μένοντας παρὰ θεῶν ἐκμανθάνειν, εἰ δή τινες ἦσαν θεοί, ἢ παρὰ τῶν θεολόγων ἀνδρῶν τοὺς ἀληθεῖς καὶ ἀδιαπτώτους περὶ τῶν ἐπιζητουμένων ἐν φιλοσοφίᾳ λόγους, περὶ ὧν μυρία ὅσα μοχθήσαντες διηνέχθησαν, μακρῷ
14.9.7
τῆς τἀληθοῦς εὑρέσεως ἀφυστερήσαντες; τί δὲ καὶ περὶ θεῶν νεώτερα χρῆν ἐπιζητεῖν τολμᾶν ἢ στασιάζειν καὶ διαπυκτεύειν ἀλλήλοις, εἰ δὴ ἀσφαλὴς καὶ βεβαία θεῶν εὕρεσις καὶ γνῶσις εὐσεβείας ἀληθὴς ἐν τελεταῖς καὶ μυ στηρίοις τῇ τε ἄλλῃ τῶν παλαιτάτων περιείχετο θεολογίᾳ, αὐτὴν ἐκείνην
14.9.8
παρὸν ἀκίνητον καὶ ὁμολογουμένην συμφώνως περιέπειν; ἀλλὰ γὰρ εἰ φανεῖεν οὗτοι μηδὲν ἀληθὲς περὶ θεοῦ παρὰ τῶν προτέρων μεμαθηκότες, οἰκείαις δ' ἐπινοίαις τῇ περὶ φύσεως ἐπιβεβληκότες ἐξετάσει καὶ στοχασμοῖς μᾶλλον ἢ καταλήψει κεχρημένοι, τί χρὴ λοιπὸν μὴ οὐχὶ συνομολογεῖν τὴν παλαιὰν τῶν ἐθνῶν θεολογίαν μηδὲν πλέον τῆς ἀποδοθείσης ἐν τοῖς
14.9.9
πρὸ τούτου συγγράμμασιν ἱστορίας ἐπέχειν; ὅτι μὲν οὖν ἐξ ἀνθρωπίνων στοχασμῶν καὶ πολλῆς λογομαχίας καὶ πλάνης, ἀλλ' οὐκ ἔκ τινος ἀκριβοῦς καταλήψεως ἡ παρὰ τοῖς Ἕλλησιν ὑπέστη φιλοσοφία, ἐκ τῆς πρὸς Ἀνεβὼ τὸν Αἰγύπτιον ἐπιστολῆς τοῦ Πορφυρίου μάθοις ἄν, αὐτὸ δὴ τοῦτο ἀκούσας ὁμολογοῦντος ἐν τούτοις·
14.10.1
ιʹ. ΟΤΙ ΣΤΟΧΑΣΜΟΙ ΚΑΙ ΛΟΓΟΜΑΧΙΑΙ ΚΑΙ ΠΟΛΛΗ ΠΛΑΝΗ ΤΥΓΧΑΝΕΙ ΠΑΡΑ ΤΟΙΣ ΕΛΛΗΝΩΝ ΦΙΛΟΣΟΦΟΙΣ «Ἄρξομαι δὲ τῆς πρὸς σὲ φιλίας ἀπὸ θεῶν καὶ δαιμόνων ἀγαθῶν τῶν τε τούτοις συγγενῶν φιλοσοφημάτων, περὶ ὧν εἴρηται μὲν πλεῖστα καὶ παρὰ τοῖς Ἑλλήνων φιλοσόφοις, εἴρηται δὲ ἐκ στοχασμοῦ τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως.»
14.10.2
Καὶ ὑποβὰς ἑξῆς ἐπιφέρει λέγων· «Παρὰ μὲν γὰρ ἡμῖν λογομαχία τίς ἐστι πολλή, ἅτε ἐξ ἀνθρωπίνων λογισμῶν τοῦ ἀγαθοῦ εἰκαζομένου· οἷς δὲ μεμηχάνηται ἡ πρὸς τὸ κρεῖττον συνουσία, εἰ παρεῖται τὸ μέρος τοῦτο εἰς ἐξέτασιν, μάτην αὐτοῖς ἡ σοφία ἐξήσκηται.»
14.10.3
Ἀλλὰ καὶ ἐν οἷς ἀντέγραψε Βοήθῳ Περὶ ψυχῆς ὁ αὐτὸς ὧδε γράφων ὁμολογεῖ πρὸς λέξιν· «... ὡς τὰ μὲν τῶν ἐννοιῶν καὶ τὰ τῆς ἱστορίας ἀναμφιλέκτως συνίστησι τὴν ψυχὴν εἶναι ἀθάνατον· οἱ δὲ εἰς ἀπόδειξιν παρὰ τῶν φιλοσόφων κομισθέντες λόγοι δοκοῦσιν εἶναι εὐανάτρεπτοι διὰ τὴν ἐν πᾶσιν εὑρησιλογίαν τῶν ἐριστικῶν. τίς γὰρ λόγος τῶν ἐν φιλοσοφίᾳ οὐκ ἀμφισβητήσιμος τοῖς ἑτεροδόξοις, ὅπου καὶ περὶ τῶν δοκούντων ἐναργῶν ἐπέχειν αὐτῶν τισιν ἐδόκει;»
14.10.4
Καὶ ἐν οἷς δὲ ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας διαρρήδην ὁμολογεῖ τοὺς Ἕλληνας πεπλανῆσθαι, ἐπιμαρτυρόμενος τὸν ἑαυτοῦ θεόν, ὡς τοῦτο καὶ τοῦ Ἀπόλλωνος διὰ χρησμῶν ἐξειπόντος καὶ βαρβάροις μᾶλλον ἢ Ἕλλησι τὴν εὕρεσιν τῆς ἀληθείας ἐπιμαρτυρήσαντος καὶ δὴ καὶ Ἑβραίων
14.10.5
μνημονεύσαντος ἐν τοῖς μαρτυρηθεῖσι. μετὰ γοῦν τὴν τοῦ χρησμοῦ παράθεσιν ἑξῆς τούτοις κέχρηται τοῖς ἐπιλόγοις· «Ἀκήκοας πόσος πόνος, ἵν' ὑπὲρ σώματός τις τὰ καθάρσια θύσῃ, οὐχ ὅτι τῆς ψυχῆς τὴν σωτηρίαν ἐξεύροι; χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν· τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε καὶ Χαλδαίοις Ἀσσύριοι γὰρ οὗτοι Λυδοῖς τε καὶ Ἑβραίοις.»
14.10.6
Ταῦτα ὁ φιλόσοφος, μᾶλλον δὲ ὁ αὐτοῦ θεός. ἆρ' οὖν ἄξιον μετὰ ταῦθ' ἡμῖν ἐπιμέμψασθαι, ὅτι δὴ τοὺς πεπλανημένους Ἕλληνας καταλείψαντες τὰ
14.10.7
Ἑβραίων εἱλόμεθα τῶν ἐπ' ἀληθείας καταλήψει μεμαρτυρημένων; τί δὲ χρὴ παρὰ φιλοσόφων μαθήσεσθαι προσδοκᾶν; ἢ ποία ἐλπὶς τῆς ἐξ αὐτῶν ὠφελείας, εἰ δὴ τὰ λεγόμενα παρ' αὐτοῖς «ἐκ στοχασμῶν καὶ εἰκασμῶν τὸ πλέον τὰς ἀρχὰς ἔχοντα τῆς πίστεως» τυγχάνει; λογομαχίας δὲ τίς ὁ καρπός, εἰ δὴ πάντες οἱ τῶν φιλοσόφων λόγοι «εὐανάτρεπτοι» καθεστήκασι «διὰ τὴν ἐν πᾶσιν εὑρησιλογίαν;» ταῦτα γὰρ οὐ παρ' ἡμῶν ἀρτίως, ἀλλὰ
14.10.8
παρ' αὐτῶν εἰρημένα ἠκούετο. διόπερ εὖ μοι δοκοῦμεν καὶ μετὰ κρίσεως ἐξητασμένης, οὐχὶ δὲ ἀλόγως, ὡς ἂν τοιούτων καταπεφρονηκέναι, τὰ δὲ παρ' Ἑβραίοις ἠγαπηκέναι, οὐχ ὅτι πρὸς τοῦ δαίμονος μεμαρτύρηται, ἀλλ'
14.10.9
ὅτι τῆς ἐνθέου ἀρετῆς τε καὶ δυνάμεως μέτοχα ὄντα ἀποδείκνυται. ἵνα δ' οὖν καὶ αὐτοῖς ἔργοις τὰς τῶν θαυμαστῶν φιλοσόφων λογομαχίας μάθοις τάς τε περὶ ἀρχῶν καὶ περὶ θεῶν καὶ τῆς τοῦ παντὸς συστάσεως διαφωνίας,
14.10.10
μικρὸν μὲν ὕστερον ἐκθήσομαί σοι τὰς αὐτῶν φωνάς. πρῶτον δ' ἐπειδὴ περιφέρουσιν ἄνω καὶ κάτω θρυλοῦντες τὰ μαθήματα, δεῖν ἐξ ἅπαντος φάσκοντες τοὺς μέλλοντας ἐν πείρᾳ τῆς τοῦ ἀληθοῦς καταλήψεως γίγνεσθαι μετελθεῖν ἀστρονομίαν, ἀριθμητικήν, γεωμετρίαν, μουσικήν, αὐτὰ δὴ τὰ παρὰ βαρβάρων εἰς αὐτοὺς ἥκειν ἀποδειχθέντα τούτων γὰρ ἄνευ μὴ δύνασθαι λόγιον ἄνδρα καὶ φιλόσοφον ἀποτελεσθῆναι, ἀλλ' οὐδὲ τῆς τῶν ὄντων ἀληθείας ψαῦσαι, μὴ τούτων ἐν ψυχῇ τῆς γνώσεως προτυπωθείσης, εἶτ' ἐπανατεινάμενοι τῇ μαθήσει τῶν εἰρημένων ἐπ' αὐτοῦ μονονουχὶ τοῦ αἰθέρος βαίνειν μετέωροι ἀρθέντες οἴονται, ὡς δὴ τὸν θεὸν αὐτὸν ἐν τοῖς ἀριθμοῖς περιφέροντες, ἡμᾶς τε, ὅτι μὴ τὰ ὅμοια ζηλοῦμεν, βοσκημάτων κατ' οὐδὲν διαφέρειν ἡγοῦνται, ταύτη δέ φασι μηδὲ θεὸν μηδέ τι τῶν σεμνῶν ἡμᾶς δύνασθαι εἰδέναι· φέρε τοῦτο πρῶτον οὐκ ὀρθῶς ἔχον ἀπευθύνωμεν, τὸν ἀληθῆ
14.10.11
λόγον ἀντὶ φωτὸς αὐτοῖς παραβαλόντες. ὁ δὲ μυρίους μὲν Πανέλληνας, μυρία δὲ καὶ βαρβάρων γένη, τοὺς μὲν σὺν τοῖς εἰρημένοις μαθήμασιν οὔτε θεὸν οὔτε σώφρονα βίον οὔθ' ὅλως τι τῶν βελτίστων καὶ συμφερόντων ἐπιγνόντας ἀποδείξει, τοὺς δὲ τῶν μαθημάτων ἐκτὸς πάντων εὐσεβεστάτους καὶ φιλοσοφωτάτους γεγονέναι. ὁ γοῦν παρὰ πᾶσιν αὐτοῖς ᾀδόμενος Σωκράτης ὅπως ποτὲ ἐδόξαζε περὶ τῶνδε, μάθοις ἂν Ξενοφῶντι πιστεύσας ἐν Ἀπομνημονεύμασιν ὧδέ πη ἱστοροῦντι·
14.11.1
ιαʹ. ΠΕΡΙ ΓΕΩΜΕΤΡΙΑΣ ΚΑΙ ΑΣΤΡΟΝΟΜΙΑΣ ΚΑΙ ΛΟΓΙΣΜΩΝ «Ἐδίδασκε δὲ καὶ μέχρι ὅτου δέοι ἔμπειρον εἶναι ἑκάστου πράγματος τὸν ὀρθῶς πεπαιδευμένον. αὐτίκα γεωμετρίαν μέχρι μὲν τούτου ἔφη δεῖν μανθάνειν, ἕως ἱκανός τις γένοιτο, εἴ ποτε δεήσειε, γῆν μέτρῳ ὀρθῶς ἢ παραλαβεῖν ἢ παραδοῦναι ἢ διανεῖμαι ἢ ἔργον ἀποδεῖξαι. οὕτω δὲ τοῦτο ῥᾴδιον εἶναι μαθεῖν, ὥστε τὸν προσέχοντα τὸν νοῦν τῇ μετρήσει ἅμα τήν τε γῆν
14.11.2
ὁπόση ἐστὶν εἰδέναι καὶ ὡς μετρεῖται ἐπιστάμενον ἀνιέναι. τὸ δὲ μέχρι τῶν δυσξυνέτων διαγραμμάτων γεωμετρίαν μανθάνειν ἀπεδοκίμαζεν· ὅ τι μὲν γὰρ ὠφελοίη, ταῦτα οὐκ ἔφη ὁρᾶν· καίτοι οὐκ ἄπειρός γε αὐτῶν ἦν. ἔφη δὲ ἱκανὰ αὐτὰ εἶναι ἀνθρώπου βίον κατατρίβειν καὶ ἄλλων πολλῶν τε καὶ
14.11.3
ὠφελίμων μαθημάτων ἀποκωλύειν. ἐκέλευε δὲ καὶ ἀστρονομίας ἐμπείρους γίγνεσθαι, καὶ ταύτης μέντοι μέχρι τοῦ νυκτός τε ὥραν καὶ μηνὸς καὶ ἐνιαυτοῦ δύνασθαι γινώσκειν ἕνεκα τοῦ πορείας τε καὶ πλοῦ καὶ φυλακῆς καὶ ὅσα ἄλλα ἢ νυκτὸς ἢ μηνὸς ἢ ἐνιαυτοῦ πράττεται, πρὸς ταῦτ' ἔχειν τεκμηρίοις χρῆσθαι, τὰς ὥρας τῶν εἰρημένων διαγινώσκοντα. καὶ ταῦτα δὲ ῥᾴδια μαθεῖν παρά τε νυκτοθηρῶν καὶ κυβερνητῶν καὶ ἄλλων πολλῶν, οἷς ἐπιμελὲς
14.11.4
ταῦτα εἰδέναι. τὸ δὲ μέχρι τούτου ἀστρονομίαν μανθάνειν, μέχρι τοῦ καὶ τὰ μὴ ἐν τῇ αὐτῇ περιφορᾷ ὄντα καὶ τοὺς πλανήτας καὶ ἀσταθμήτους ἀστέρας γνῶναι καὶ τὰς ἀποστάσεις αὐτῶν ἀπὸ τῆς γῆς καὶ τὰς περιόδους καὶ τὰς αἰτίας αὐτῶν ζητοῦντα κατατρίβεσθαι, ἰσχυρῶς ἀπέτρεπεν. ὠφέλειαν μὲν γὰρ οὐδεμίαν οὐδ' ἐν τούτοις ἔφη ὁρᾶν· καίτοι οὐδὲ τούτων γε ἀνήκοος ἦν. ἔφη δὲ καὶ ταῦτα ἱκανὰ εἶναι κατατρίβειν ἀνθρώπου βίον καὶ πολλῶν καὶ ὠφελί
14.11.5
μων ἀποκωλύειν. ὅλως δὲ τῶν οὐρανίων ᾗ ἕκαστα ὁ θεὸς μηχανᾶται φροντιστὴν γίγνεσθαι ἀπέτρεπεν· οὔτε γὰρ εὑρετὰ ἀνθρώποις αὐτὰ ἐνόμιζεν εἶναι οὔτε χαρίζεσθαι θεοῖς ἂν ἡγεῖτο τὸν ζητοῦντα, ἃ ἐκεῖνοι σαφηνίσαι οὐκ ἐβουλήθησαν. κινδυνεῦσαι δ' ἂν ἔφη καὶ παραφρονῆσαι τὸν ταῦτα μεριμνῶντα οὐδὲν ἧττον ἢ Ἀναξαγόρας παρεφρόνησεν, ὁ μέγιστον φρονήσας ἐπὶ τῷ τὰς τῶν
14.11.6
θεῶν μηχανὰς ἐξηγεῖσθαι. ἐκεῖνος γὰρ λέγων μὲν τὸ αὐτὸ εἶναι πῦρ τε καὶ ἥλιον ἠγνόει ὅτι τὸ μὲν πῦρ οἱ ἄνθρωποι ῥᾳδίως καθορῶσιν, εἰς δὲ τὸν ἥλιον οὐ δύνανται ἀντιβλέπειν· καὶ ὑπὸ μὲν τοῦ ἡλίου καταλαμπόμενοι τὰ χρώματα μελάντερα ἔχουσιν, ὑπὸ δὲ τοῦ πυρὸς οὔ. ἠγνόει δὲ καὶ ὅτι τῶν ἐκ τῆς γῆς φυομένων ἄνευ μὲν ἡλίου αὐγῆς οὐδὲν δύναται καλῶς αὔξεσθαι, ὑπὸ δὲ τοῦ πυρὸς θερμαινόμενα πάντα ἀπόλλυται· φάσκων δὲ τὸν ἥλιον λίθον διάπυρον εἶναι καὶ τοῦτο ἠγνόει, ὅτι λίθος μὲν ἐν πυρὶ ὢν οὔτε λάμπει οὔτε πολὺν χρόνον ἀντέχει, ὁ δὲ ἥλιος πάντα τὸν χρόνον πάντων λαμπρότατος ὢν διαμένει.
14.11.7
ἐκέλευε δὲ καὶ λογισμοὺς μανθάνειν, καὶ τούτων δὲ ὁμοίως τοῖς ἄλλοις ἐκέλευε φυλάττεσθαι τὴν μάταιον πραγματείαν· μέχρι δὲ τοῦ ὠφελίμου πάντα καὶ αὐτὸς συνεσκόπει καὶ συνδιεξῄει τοῖς συνοῦσι.» Ταῦτα Ξενοφῶν ἐν Ἀπομνημονεύμασιν. ἐν ἐπιστολῇ δὲ ὁ αὐτὸς τῇ πρὸς Αἰσχίνην περὶ Πλάτωνος καὶ τῶν αὐχούντων τὴν τοῦ παντὸς φυσιολογίαν τοιαῦτα γράφει·
14.12.1
ιβʹ. ΠΕΡΙ ΤΩΝ ΦΥΣΙΟΛΟΓΕΙΝ ΑΥΧΟΥΝΤΩΝ «Ὅτι μὲν γὰρ τὰ θεῖα ὑπὲρ ἡμᾶς παντὶ δῆλον· ἀπόχρη δὲ τῷ κρείττονι τῆς δυνάμεως αὐτοὺς σέβειν· οἷοι δέ εἰσιν οὔτε εὑρεῖν ῥᾴδιον οὔτε ζητεῖν θεμιτόν. οὐδὲ γὰρ δεσποτῶν φύσιν ἢ πρᾶξιν δούλοις εἰδέναι πλέον ὑπηρεσίας προσήκει. καὶ τὸ μέγιστον, ὅσῳ χρὴ ἄγασθαι τἀνθρώπινα διαπονουμένων, τοσῷδε τοῖς δόξης ἐκ πολλῶν ἀκαίρων καὶ κενῶν γλιχομένοις ἄχθος φέρει. πότε γάρ, ὦ Αἰσχίνη, Σωκράτους ἀκήκοέ τις οὐρανίων πέρι λέγοντος ἢ γραμμὰς εἰς ἐπανόρθωσιν παραινοῦντος μανθάνειν; μουσικὴν μὲν γὰρ ἴσμεν αὐτὸν μέχρις ὤτων συνιέντα· διετέλει δὲ ἑκάστοτε αὐτοῖς λέγων τί καλὸν καὶ τί ἀνδρεία δικαιοσύνη τε καὶ ἄλλαι ἀρεταί. ἀνθρώπινα γοῦν αὐτὰ ἀγαθὰ ἐκάλει, τὰ δ' ἄλλα ἢ ἀδύνατον ἀνθρώποις ἁλῶναι ἔφασκεν ἢ μύθων εἶναι συγγενῆ, μετ' ὀφρύος σοφιστῶν παίγνια διεξιόντων. καὶ οὐκ ἔλεγε μὲν ταῦτα, οὐχὶ δὲ ἔπραττε. γράφειν δὲ τὰ πραχθέντα εἰδότι σοι, καίπερ οὐκ ἀηδὲς ἐσόμενον, χρόνον ἔχει ἀνέγραψά τε ἄλλοθι. παυσάσθωσαν οὖν ἐλεγχόμενοι ἢ πρὸς τὸ εἰκὸς ἴτωσαν, οἷς Σωκράτης οὐκ ἤρεσεν, ᾧ ζῶντι μὲν ὁ θεὸς σοφίαν ἐμαρτύρησεν, οἱ δὲ κτείναντες τῆς μετανοίας ἀποκάθαρσιν οὐχ εὗρον. τὸ δὲ καλὸν ἄρα, Αἰγύπτου ἠράσθησαν καὶ τῆς Πυθαγόρα τερατώδους σοφίας, ὧν τὸ περιττὸν καὶ μὴ μόνιμον ἐπὶ Σωκράτει ἤλεγξεν ἔρως τυραννίδος καὶ ἀντὶ διαίτης λιτῆς Σικελιῶτις γαστρὸς ἀμέτρου τράπεζα.» Ταῦτα Ξενοφῶν τὸν Πλάτωνα αἰνιττόμενος. ὁ δέ γε Πλάτων ἐν Πολιτείᾳ περὶ γυμναστικῆς καὶ μουσικῆς τάδ' ἱστορεῖ φάναι τὸν Σωκράτην· ιγʹ. ΠΕΡΙ ΓΥΜΝΑΣΤΙΚΗΣ ΚΑΙ ΜΟΥΣΙΚΗΣ «Τί ἂν οὖν εἴη, ὦ Γλαύκων, μάθημα ψυχῆς ὁλκὸν ἀπὸ τοῦ γιγνομένου ἐπὶ τὸ ὄν; τόδε δ' ἐννοῶ λέγων ἅμα· οὐκ ἀθλητὰς μέντοι πολέμου ἔφαμεν τούτους ἀναγκαῖον εἶναι νέους ὄντας; Ἔφαμεν γάρ. Δεῖ ἄρα καὶ τοῦτο προσέχειν τὸ μάθημα ὃ ζητοῦμεν πρὸς ἐκείνῳ. Τὸ ποῖον; Μὴ ἄχρηστον πολεμικοῖς ἀνδράσιν εἶναι. Δεῖ μέντοι, εἴπερ οἷόν τε. Γυμναστικῇ πη καὶ μουσικῇ
14.13.2
ἔν γε τῷ πρόσθεν ἐπαιδεύοντο ἡμῖν. Ἦν ταῦτα, ἔφη. Καὶ γυμναστικὴ μέν που περὶ γιγνόμενον καὶ ἀπολλύμενον τετεύτακε· σώματος γὰρ αὔξης καὶ φθίσεως ἐπιστατεῖ. Φαίνεται. Τοῦτο μὲν δὴ οὐκ ἂν εἴη ὃ ζητοῦμεν μά
14.13.3
θημα. Οὐ γάρ. Ἀλλ' ἄρα μουσικὴ ὅσην τὸ πρότερον διήλθομεν; Ἀλλ' ἦν ἐκείνη γ', ἔφη, ἀντίστροφος τῆς γυμναστικῆς, εἰ μέμνησαι, ἔθεσι παιδεύουσα τοὺς φύλακας, κατά τε ἁρμονίαν εὐαρμοστίαν τινά, οὐκ ἐπιστήμην παραδιδοῦσα καὶ κατὰ ῥυθμὸν εὐρυθμίαν, ἔν τε τοῖς λόγοις ἕτερα τούτων ἀδελφὰ ἔθη ἄττα ἔχουσα, καὶ ὅσοι μυθώδεις τῶν λόγων καὶ ὅσοι ἀληθινώτεροι ἦσαν· μάθημα δὲ πρὸς τοιοῦτόν τι ἄγον, οἷον σὺ ζητεῖς, οὐδὲν ἦν ἐν
14.13.4
αὐτῇ. Ἀκριβέστατα, ἦν δ' ἐγώ, ἀναμιμνήσκεις με· τῷ γὰρ ὄντι τοιοῦτον οὐδὲν εἶχεν. ἀλλ', ὦ δαιμόνιε Γλαύκων, τί ἂν εἴη τοιοῦτον; αἵ τε γὰρ τέχναι βάναυσοί που ἅπασαι ἔδοξαν εἶναι. Πῶς δ' οὔ;»
14.13.5
Εἶθ' ἑξῆς προϊὼν ἐπιλέγει· «Μή ποτ' αὐτῶν τι ἀτελὲς ἐπιχειρῶσιν ἡμῖν μανθάνειν οὓς θρέψομεν καὶ οὐκ ἐξῆκον ἐκεῖσε ἀεὶ οἷ πάντας δεῖ αὖ ἥκειν, οἷον ἄρτι περὶ τῆς ἀστρονομίας ἐλέγομεν. ἢ οὐκ οἶσθ' ὅτι καὶ περὶ ἁρμονίας ἕτερον τοιοῦτον ποιοῦσι; τὰς γὰρ ἀκουομένας αὖ συμφωνίας καὶ φθόγγους ἀλλήλοις ἀναμετροῦντες
14.13.6
ἀνήνυτα ὥσπερ οἱ ἀστρονόμοι πονοῦσι. Νὴ τοὺς θεούς, ἔφη, καὶ γελοίως γε, πυκνώματ' ἄττα ὀνομάζοντες καὶ παραβάλλοντες τὰ ὦτα, οἷον ἐκ γειτόνων φωνὴν θηρευόμενοι, οἱ μέν φασιν ἔτι κατακούειν ἐν μέσῳ τινὰ ἠχὴν καὶ σμικρότατον εἶναι τοῦτο διάστημα ᾧ μετρητέον, οἱ δ' ἀμφισβητοῦντες ὡς ὅμοιον
14.13.7
ἤδη φθεγγομένων, ἀμφότεροι ὦτα τοῦ νοῦ προστησάμενοι. Σὺ μέν, ἦν δ' ἐγώ, τοὺς χρηστοὺς λέγεις τοὺς ταῖς χορδαῖς πράγματα παρέχοντας καὶ βασανίζοντας, ἐπὶ τῶν κολλόπων στρεβλοῦντας. ἵνα δὲ μὴ μακροτέρα ἡ εἰκὼν γίγνηται, πλήκτρῳ τε πληγῶν γιγνομένων καὶ κατηγορίας πέρι καὶ ἐξαρνήσεως καὶ ἀλαζονείας χορδῶν, παύομαι τῆς εἰκόνος καὶ οὔ φημι τούτους
14.13.8
λέγειν, ἀλλ' ἐκείνους οὓς ἔφαμεν νῦν δὴ περὶ ἁρμονίας εἰρῆσθαι. ταὐτὸν γὰρ ποιοῦσι τοῖς ἐν τῇ ἀστρονομίᾳ. τοὺς γὰρ ἐν ταύταις ταῖς συμφωνίαις ταῖς ἀκουομέναις ἀριθμοὺς ζητοῦσιν, ἀλλ' οὐκ εἰς προβλήματα ἀνίασιν ἐπισκοπεῖν, τίνες ξύμφωνοι ἀριθμοὶ καὶ τίνες οὒ καὶ διὰ τί ἑκάτεροι.»
14.13.9
Ἀλλὰ γὰρ καὶ ταῦθ' ἡμῖν πρὸ ὁδοῦ κείσθω ἀπολογουμένοις, ὅτι μὴ δίχα διανοίας ὀρθῆς καὶ τῆς τῶν τοιῶνδε ἀχρηστομαθείας ὠλιγωρήσαμεν. σκεψώμεθα δῆτα λοιπὸν ἤδη ἄνωθεν ἀρξάμενοι τὰς τῶν εἰρημένων φυσικῶν φιλοσόφων δογματικὰς πρὸς ἀλλήλους ἀντιδοξίας. γράφει δὴ ἀθρόως ἁπάντων τῶν Πλατωνικῶν ὁμοῦ καὶ Πυθαγορείων τῶν τε ἔτι πρεσβυτέρων φυσικῶν φιλοσόφων ἐπικεκλημένων καὶ αὖ πάλιν τῶν νεωτέρων Περιπατητικῶν τε καὶ Στωϊκῶν καὶ Ἐπικουρείων τὰς δόξας συναγαγὼν ὁ Πλούταρχος ἐν οἷς ἐπέγραψε «Περὶ τῶν ἀρεσκόντων τοῖς φιλοσόφοις φυσικῶν δογμάτων,» ἐξ ὧν παραθήσομαι ταῦτα·
14.14.1
ιδʹ. ΔΟΞΑΙ ΦΙΛΟΣΟΦΩΝ ΠΕΡΙ ΑΡΧΩΝ «Θαλῆς ὁ Μιλήσιος,» εἷς τῶν ἑπτὰ σοφῶν, «ἀρχὴν τῶν ὄντων ἀπεφήνατο εἶναι τὸ ὕδωρ. δοκεῖ δὲ ὁ ἀνὴρ οὗτος ἄρξαι τῆς φιλοσοφίας καὶ ἀπ' αὐτοῦ ἡ Ἰωνικὴ αἵρεσις προσηγορεύθη· ἐγένοντο γὰρ πλεῖσται διαδοχαί. φιλοσοφήσας δὲ ἐν Αἰγύπτῳ πρεσβύτερος ἦλθεν εἰς Μίλητον. ἐξ ὕδατος δέ φησι πάντα εἶναι καὶ εἰς ὕδωρ πάντα ἀναλύεσθαι. στοχάζεται δὲ ἐκ τούτου πρώτου ὅτι πάντων ζῴων ἡ γονὴ ἀρχή ἐστιν, ὑγρὰ οὐσία· οὕτως εἰκὸς καὶ τὰ πάντα ἐξ ὑγροῦ τὴν ἀρχὴν ἔχειν. δεύτερον· πάντα τὰ φυτὰ ὑγρῷ τρέφεταί τε καὶ καρποφορεῖ, ἀμοιροῦντα δὲ ξηραίνεται. τρίτον δέ, ὅτι καὶ αὐτὸ τὸ πῦρ τὸ τοῦ ἡλίου καὶ τῶν ἄστρων ταῖς τῶν ὑδάτων ἀναθυμιάσεσι τρέφεται καὶ αὐτὸς ὁ κόσμος. διὰ τοῦτο καὶ Ὅμηρος ταύτην τὴν γνώμην ὑποτίθεται περὶ τοῦ ὕδατος· Ὠκεανόν, ὅσπερ γένεσις πάντεσσι τέτυκται.» ταῦτα μὲν ὁ Θαλῆς.
14.14.2
«Ἀναξίμανδρος δὲ ὁ Μιλήσιός φησι τῶν ὄντων τὴν ἀρχὴν εἶναι τὸ ἄπειρον· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς τοῦτο πάντα φθείρεσθαι· διὸ καὶ γεννᾶσθαι ἀπείρους κόσμους καὶ πάλιν φθείρεσθαι εἰς τὸ ἐξ οὗ γίνεται. λέγει δ' οὖν, διότι τὸ ἀπέραντόν ἐστιν, ἵνα μηδὲν ἐλλείπῃ καὶ ἡ γένεσις ἡ ὑφισταμένη. ἁμαρτάνει δὲ καὶ οὗτος μὴ λέγων τί ἐστι τὸ ἄπειρον, πότερον ἀήρ ἐστιν ἢ ὕδωρ ἢ γῆ ἢ ἄλλα τινὰ σώματα· ἁμαρτάνει οὖν τὴν μὲν ὕλην ἀποφαινόμενος, τὸ δὲ ποιοῦν αἴτιον ἀναιρῶν. τὸ γὰρ ἄπειρον οὐδὲν ἄλλο ἢ ὕλη ἐστίν· οὐ δύναται δὲ ἡ ὕλη εἶναι ἐνεργείᾳ, ἐὰν μὴ τὸ ποιοῦν ὑπόθηται.
14.14.3
Ἀναξιμένης δὲ ὁ Μιλήσιος ἀρχὴν τῶν ὄντων τὸν ἀέρα ἀπεφήνατο· ἐκ γὰρ τούτου πάντα γίνεσθαι καὶ εἰς αὐτὸν πάλιν ἀναλύεσθαι. οἷον ἡ ψυχή, φησίν, ἡ ἡμετέρα ἀήρ ἐστι· συγκρατεῖ γὰρ ἡμᾶς· καὶ ὅλον δὲ τὸν κόσμον πνεῦμα καὶ ἀὴρ ἐμπεριέχει· λέγεται δὲ συνωνύμως ἀὴρ καὶ πνεῦμα. ἁμαρτάνει δὲ καὶ οὗτος ἐξ ἁπλοῦ καὶ μονοειδοῦς ἀέρος καὶ πνεύματος δοκῶν συνεστάναι τὰ ζῷα. ἀδύνατον γὰρ ἀρχὴν μίαν τὴν ὕλην τῶν ὄντων ὑποστῆναι· ἀλλὰ καὶ τὸ ποιοῦν αἴτιον χρὴ τιθέναι. οἷον ἄργυρος οὐκ ἀρκεῖ πρὸς τὸ ἔκπωμα γίνεσθαι, ἐὰν μὴ τὸ ποιοῦν ᾖ, τοῦτ' ἔστιν ὁ ἀργυροκόπος· ὁμοίως καὶ ἐπὶ τοῦ χαλκοῦ καὶ ξύλων καὶ τῆς ἄλλης ὕλης.
14.14.4
Ἡράκλειτος καὶ Ἵππασος ὁ Μεταποντῖνος ἀρχὴν τῶν πάντων τὸ πῦρ. ἐκ τοῦ πυρὸς γὰρ τὰ πάντα γίνεσθαι καὶ εἰς πῦρ πάντα τελευτᾶν λέγουσι· τούτου δὲ κατασβεννυμένου κοσμοποιεῖσθαι τὰ πάντα. πρῶτον μὲν γὰρ τὸ παχυμερέστατον αὐτοῦ εἰς αὑτὸ στελλόμενον γῆ γίγνεται· ἔπειτα ἀναχαλωμένην τὴν γῆν ὑπὸ τοῦ πυρὸς φύσει ὕδωρ ἀποτελεῖσθαι, ἀναθυμιώμενον δὲ ἀέρα γίνεσθαι. πάλιν δὲ τὸν κόσμον καὶ πάντα τὰ σώματα ὑπὸ πυρὸς ἀναλοῦσθαι ἐκπυρώσει. ἀρχὴ οὖν τὸ πῦρ, ὅτι ἐκ τούτου τὰ πάντα, τέλος δὲ καθότι εἰς τοῦτο ἀναλύεται τὰ πάντα.
14.14.5
Δημόκριτος, ᾧ μετὰ πλεῖστον Ἐπίκουρος ἠκολούθησεν, ἀρχὰς τῶν ὄντων σώματα ἄτομα, λόγῳ δὲ θεωρητά, ἀμέτοχα κενοῦ, ἀγένητα, ἀδιάφθαρτα οὐδὲ θραυσθῆναι δυνάμενα, οὔτε διάπλασιον ἐκ τῶν μερῶν λαβεῖν οὔτε ἀλλοιωθῆναι, εἶναι δ' αὐτὰ λόγῳ θεωρητά. ταῦτα μέντοι κινεῖσθαι ἐν τῷ κενῷ καὶ διὰ τοῦ κενοῦ· εἶναι δὲ καὶ αὐτὸ τὸ κενὸν ἄπειρον καὶ τὰ σώματα ἄπειρα. συμβεβηκέναι δὲ τοῖς σώμασι τρία ταῦτα, σχήματα, μέγεθος, βάρος· ἀλλ' ὁ μὲν Δημόκριτος ἔλεγε μέγεθος καὶ σχῆμα, ὁ δὲ Ἐπίκουρος τούτοις καὶ τρίτον βάρος προσέθηκεν. ἀνάγκη γάρ, φησί, κινεῖσθαι τὰ σώματα τῇ τοῦ βάρους πληγῇ, ἐπεὶ οὐ κινηθήσεται. εἶναι δὲ τὰ σχήματα τῶν ἀτόμων περιληπτά, οὐκ ἄπειρα· μὴ γὰρ εἶναι μήτε ἀγκιστροειδεῖς μήτε τριηροειδεῖς μήτε κρικοειδεῖς· ταῦτα γὰρ τὰ σχήματά ἐστιν εὔθραυστα, αἱ δὲ ἄτομοι ἀπαθεῖς, ἄθραυστοι· ἴδια δὲ ἔχειν σχήματα λόγῳ θεωρητά. καὶ εἴρηται ἄτομος οὐχ ὅτι ἐστὶν ἐλαχίστη, ἀλλ' ὅτι οὐ δύναται τμηθῆναι, ἀπαθὴς οὖσα καὶ ἀμέτοχος κενοῦ· ὥστε ἐὰν εἴπῃ ἄτομον, ἄθραυστον λέγει, ἀπαθῆ, ἀμέτοχον κενοῦ. ὅτι δὲ ἔστιν ἄτομος, σαφές· καὶ γὰρ ἔστι στοιχεῖα καὶ ζῷα ἄκενα, καὶ ἡ μονάς.
14.14.6
Ἐμπεδοκλῆς Μέτωνος, πόλις τῆς Σικελίας Ἀκραγαντῖνος, τέτταρα μὲν στοιχεῖα, πῦρ, ἀέρα, ὕδωρ, γῆν, δύο δὲ ἀρχὰς καὶ δυνάμεις, Φιλίαν τε καὶ Νεῖκος, ὧν ἡ μέν ἐστιν ἑνωτική, τὸ δὲ διαιρετικόν. φησὶ δὲ οὕτως· τέσσαρα τῶν πάντων ῥιζώματα πρῶτον ἄκουε· Ζεὺς ἀργὴς Ἥρη τε φερέσβιος ἠδ' Ἀϊδωνεὺς Νῆστίς θ', ἣ δακρύοις τέγγει κρούνωμα βρότειον. Δία μὲν γὰρ λέγει τὴν ζέσιν καὶ τὸν αἰθέρα, Ἥραν δὲ φερέσβιον τὸν ἀέρα· τὴν γῆν τὸν Ἀϊδωνέα. Νῆστιν δὲ καὶ κρούνωμα βρότειον οἱονεὶ τὸ σπέρμα καὶ τὸ ὕδωρ.»
14.14.7
Τοσαύτη μὲν ἡ τῶν πρώτων φυσικῶν φιλοσόφων διαφωνία, τοιαύτη δὲ αὐτῶν καὶ ἡ περὶ ἀρχῶν δόξα, οὐ θεόν, οὐ ποιητήν, οὐ δημιουργὸν οὐδέ τι τῶν ὅλων αἴτιον οὐδὲ μὴν θεοὺς οὐδ' ἀσωμάτους δυνάμεις, οὐ νοερὰς φύσεις, οὐ λογικὰς οὐσίας οὐδ' ὅλως τι τῶν ἐκτὸς αἰσθήσεως ἐν ταῖς ἀρχαῖς
14.14.8
ὑποθεμένων. μόνος δ' οὖν πρῶτος Ἑλλήνων Ἀναξαγόρας μνημονεύεται ἐν τοῖς περὶ ἀρχῶν λόγοις Νοῦν τὸν πάντων αἴτιον ἀποφήνασθαι. φασὶ γοῦν ὡς ἄρα οὗτος μάλιστα παρὰ τοὺς πρὸ αὐτοῦ ἐθαύμασε φυσιολογίαν· μηλόβοτόν γε τοι τὴν ἑαυτοῦ χώραν δι' αὐτὴν εἴασε τόν τε περὶ ἀρχῶν λόγον πρῶτος Ἑλλήνων διήρθρωσεν. οὐ γὰρ μόνον περὶ τῆς πάντων οὐσίας ἀπεφή
14.14.9
νατο, ὡς οἱ πρὸ αὐτοῦ, ἀλλὰ καὶ περὶ τοῦ κινοῦντος αὐτὴν αἰτίου. «Ἦν γὰρ ἐν ἀρχῇ» φησίν «ὁμοῦ τὰ πράγματα πεφυρμένα, Νοῦς δὲ εἰσελθὼν αὐτὰ ἐκ τῆς ἀταξίας εἰς τάξιν ἤγαγε.» θαυμάσαι δ' ἔστιν ὡς οὗτος πρῶτος παρ' Ἕλλησι τοῦτον θεολογήσας τὸν τρόπον, δόξας Ἀθηναίοις ἄθεος εἶναι, ὅτι μὴ τὸν ἥλιον ἐθεολόγει, τὸν δὲ ἡλίου ποιητήν, μικροῦ δεῖν καταλευσθεὶς
14.14.10
ἔθανε. λέγεται δὲ μηδὲ οὗτος σῶον φυλάξαι τὸ δόγμα. ἐπιστῆσαι μὲν γὰρ Νοῦν τοῖς πᾶσιν, οὐκέτι δὲ κατὰ νοῦν καὶ λογισμὸν τὴν περὶ τῶν ὄντων ἀποδοῦναι φυσιολογίαν. ἐπάκουσον δ' οὖν οἷα ὁ Σωκράτης ἐν τῷ Πλάτωνος Περὶ ψυχῆς αἰτιᾶται τὸν ἄνδρα ἐν τούτοις·
14.15.1
ιεʹ. ΠΕΡΙ ΤΗΣ ΑΝΑΞΑΓΟΡΟΥ ΔΟΞΗΣ «Ἀλλ' ἀκούσας ποτὲ ἐκ βιβλίου τινός, ὡς ἔφη, Ἀναξαγόρου ἀναγινώσκοντος καὶ λέγοντος, ὡς ἄρα Νοῦς ἐστιν ὁ διακοσμῶν τε καὶ πάντων αἴτιος, ταύτῃ δὴ τῇ αἰτίᾳ ἥσθην τε καὶ ἔδοξέ μοι τρόπον τινὰ εὖ ἔχειν τὸν Νοῦν εἶναι πάντων αἴτιον, καὶ ἡγησάμην, εἰ τοῦτο οὕτως ἔχει, τόν γε Νοῦν κοσμοῦντα
14.15.2
πάντα κοσμεῖν καὶ ἕκαστον τιθέντα ὅπη ἂν βέλτιστα ἔχῃ. εἰ οὖν τις βούλοιτο τὴν αἰτίαν εὑρεῖν περὶ ἑκάστου, ὅπη ἢ γίγνεται ἢ ἀπόλλυται ἢ ἔστι, τοῦτο δεῖν περὶ αὐτοῦ εὑρεῖν, ὅπη βέλτιστον αὐτόν ἐστιν ἢ εἶναι ἢ ἄλλο ὁτιοῦν πάσχειν ἢ ποιεῖν. ἐκ δὴ τοῦ λόγου τούτου οὐδὲν ἄλλο σκοπεῖν προσήκειν ἀνθρώπῳ καὶ περὶ αὐτοῦ καὶ περὶ τῶν ἄλλων ἀλλ' ἢ τὸ ἄριστον καὶ τὸ βέλτιστον. ἀναγκαῖον δὴ εἶναι τὸν αὐτὸν τοῦτον καὶ τὸ χεῖρον εἰδέναι· τὴν αὐτὴν
14.15.3
γὰρ εἶναι ἐπιστήμην περὶ αὐτῶν. ταῦτα δὴ λογιζόμενος ἄσμενος εὑρηκέναι ᾤμην διδάσκαλον τῆς αἰτίας περὶ τῶν ὄντων κατὰ νοῦν ἐμαυτῷ, τὸν Ἀναξαγόραν, καί μοι φράσειν πρῶτον μὲν πότερον ἡ γῆ πλατεῖά ἐστιν ἢ στρογγύλη, ἐπειδὴ δὲ φράσειεν, ἐπεκδιηγήσεσθαι τὴν αἰτίαν καὶ τὴν ἀνάγκην, λέγοντα τὸ ἄμεινον καὶ ὅτι αὐτὴν ἄμεινον ἦν τοιαύτην εἶναι· καὶ εἰ ἐν μέσῳ φαίη εἶναι αὐτήν, ἐπεκδιηγήσεσθαι ὡς ἄμεινον ἦν αὐτὴν ἐν μέσῳ εἶναι· καὶ εἴ μοι ταῦτα ἀποφαίνοι, παρεσκευάσμην ὡς οὐκέτι ποθεσόμενος αἰτίας ἄλλο
14.15.4
εἶδος. καὶ δὴ καὶ περὶ ἡλίου οὕτως παρεσκευάσμην ὡσαύτως πευσόμενος καὶ σελήνης καὶ τῶν ἄλλων ἄστρων τάχους τε πέρι πρὸς ἄλληλα καὶ τροπῶν καὶ τῶν ἄλλων παθημάτων, πῇ ποτε ταῦτ' ἄμεινόν ἐστιν ἕκαστον καὶ ποιεῖν καὶ πάσχειν ἃ πάσχει. οὐ γὰρ ἄν ποτε αὐτὸν ᾤμην, φάσκοντά γε ὑπὸ Νοῦ κεκο σμῆσθαι, ἄλλην τινὰ αὐτοῖς αἰτίαν ἐπενεγκεῖν ἢ ὅτι βέλτιστον αὐτὰ οὕτως
14.15.5
ἔχειν ἐστὶν ὥσπερ ἔχει. ἑκάστου οὖν ἀποδιδόντα τὴν αἰτίαν καὶ κοινῇ πᾶσι τὸ ἑκάστῳ βέλτιστον ᾤμην καὶ τὸ κοινὸν πᾶσιν ἐπιδιηγήσεσθαι ἀγαθόν. καὶ οὐδ' ἂν ἀπεδόμην πολλοῦ τὰς ἐλπίδας, ἀλλὰ πάνυ σπουδῇ λαβὼν τὰς βίβλους ὡς τάχιστα οἷός τ' ἦν ἀνεγίγνωσκον, ἵν' ὡς τάχιστα εἰδείην τὸ βέλτιστον καὶ τὸ χεῖρον. ἀπὸ δὴ θαυμαστῆς, ὦ ἑταῖρε, ἐλπίδος ᾠχόμην φερόμενος, ἐπειδὴ προϊὼν καὶ ἀναγιγνώσκων ὁρῶ ἄνδρα τῷ μὲν Νῷ οὐδὲν χρώμενον οὐδέ τινας αἰτίας ἐπαιτιώμενον εἰς τὸ διακοσμεῖν τὰ πράγματα, ἀέρας δὲ καὶ αἰθέρας
14.15.6
καὶ ὕδατα αἰτιώμενον καὶ ἄλλα πολλὰ καὶ ἄτοπα. καί μοι ἔδοξεν ὁμοιότατον πεπονθέναι, ὥσπερ ἂν εἴ τις λέγων, ὅτι Σωκράτης πάντα ὅσα πράττει νῷ πράττει, καὶ ἔπειτα ἐπιχειρήσας λέγειν τὰς αἰτίας ἑκάστων ὧν πράττω, λέγοι πρῶτον μὲν ὅτι ἐνθάδε διὰ ταῦτα νῦν κάθημαι, ὅτι σύγκειταί μου τὸ σῶμα ἐξ ὀστῶν καὶ νεύρων καὶ τὰ μὲν ὀστᾶ ἐστι στερεὰ καὶ διαφυὰς ἔχει χωρὶς ἀπ' ἀλλήλων, τὰ δὲ νεῦρα οἷα ἐπιτείνεσθαι καὶ ἀνίεσθαι, περιαμπέχοντα τὰ
14.15.7
ὀστᾶ μετὰ τῶν σαρκῶν τε καὶ δέρματος, ὃ συνέχει αὐτά· αἰωρουμένων οὖν τῶν ὀστῶν ἐν ταῖς αὑτῶν ξυμβολαῖς χαλῶντα καὶ ξυντείνοντα τὰ νεῦρα κάμπτεσθαί που ποιεῖ οἷόν τ' εἶναι ἐμὲ νῦν τὰ μέλη, καὶ διὰ ταύτην τὴν αἰτίαν συγκαμφθεὶς ἐνθάδε κάθημαι· καὶ αὖ περὶ τοῦ διαλέγεσθαι ὑμῖν ἑτέρας τοίας αἰτίας λέγοι, φωνάς τε καὶ ἀέρας καὶ ἀκοὰς καὶ ἄλλα ἄττα μυρία τοιαῦτα αἰτιώμενος, ἀμελήσας τὰς ὡς ἀληθῶς αἰτίας λέγειν, ὅτι ἐπειδὴ Ἀθηναίοις ἔδοξε βέλτιον εἶναι ἐμοῦ καταψηφίσασθαι, διὰ ταῦτα δὴ καὶ ἐμοὶ βέλτιον αὖ δέδοκται ἐνθάδε καθῆσθαι καὶ δικαιότερον παραμένοντα ὑπέχειν
14.15.8
τὴν δίκην, ἣν κελεύουσιν· ἐπεὶ νὴ τὸν κύνα, ὡς ἐγᾦμαι, πάλαι ἂν ταῦτα τὰ νεῦρα καὶ τὰ ὀστᾶ ἢ περὶ Μέγαρα ἢ περὶ Βοιωτοὺς ἦν, ὑπὸ δόξης φερόμενα τοῦ βελτίστου, εἰ μὴ δικαιότερον ᾤμην καὶ κάλλιον εἶναι πρὸ τοῦ φεύγειν τε
14.15.9
καὶ ἀποδιδράσκειν ὑπέχειν τῇ πόλει δίκην ἥντινα ταύτην. ἀλλ' αἴτια μὲν τὰ τοιαῦτα καλεῖν λίαν ἄτοπον· εἰ δέ τις λέγοι ὅτι ἄνευ τοῦ τὰ τοιαῦτα ἔχειν καὶ ὀστᾶ καὶ νεῦρα καὶ ὅσα ἄλλα ἔχω, οὐκ ἂν οἷός τε ἦ ποιεῖν τὰ δόξαντά μοι, ἀληθῆ ἂν λέγοι· ὡς μέντοι διὰ ταῦτα ποιῶ, ἃ ποιῶ, καὶ ταῦτα νῷ πράττω, ἀλλ' οὐ τῇ τοῦ βελτίστου αἱρέσει, πολλὴ ἂν καὶ μακρὰ ῥᾳθυμία εἴη τοῦ λόγου.»
14.15.10
Εἶτα ἐπιλέγει· «Διὸ δὴ καὶ ὁ μέν τις δίνην περιθεὶς τῇ γῇ ὑπὸ τοῦ οὐρανοῦ μένειν δὴ ποιεῖ τὴν γῆν, ὁ δὲ ὥσπερ καρδόπῳ πλατείᾳ βάθρον τὸν ἀέρα ὑπερείδει· τὴν δὲ τοῦ ὡς οἷόν τε βέλτιστα αὐτὰ τεθῆναι δύναμιν οὕτω νῦν κεῖσθαι, ταύτην οὔτε ζητοῦσιν οὔτε τινὰ οἴονται δαιμονίαν ἰσχὺν ἔχειν, ἀλλὰ ἡγοῦνται τούτου ἄν ποτε Ἄτλαντα ἰσχυρότερον καὶ μᾶλλον ἅπαντα συνέχοντα ἐξευρεῖν, καὶ ὡς ἀληθῶς τὸ ἀγαθὸν καὶ δέον ξυνδεῖν καὶ συνέχειν οὐδὲν οἴονται.»
14.15.11
Τοσαῦτα ὁ Σωκράτης περὶ τῆς Ἀναξαγόρου δόξης. ἦν δὲ Ἀναξαγόρου μὲν διάδοχος τῆς τε διατριβῆς ὁμοῦ καὶ τῆς δόξης Ἀρχέλαος, Ἀρχελάου δὲ ἀκουστὴς γεγονέναι λέγεται Σωκράτης. πλὴν ἀλλὰ φυσικοὶ καὶ ἄλλοι Ξενοφάνης καὶ Πυθαγόρας, συνακμάσαντες Ἀναξαγόρᾳ, περὶ ἀφθαρσίας θεοῦ καὶ ψυχῆς ἀθανασίας ἐφιλοσόφησαν· ἐκ τούτων τε καὶ μετὰ τούτους αἱ τῆς Ἑλλήνων φιλοσοφίας ὑπέστησαν αἱρέσεις, τῶν μὲν τοῖσδε, τῶν δὲ ἑτέροις ἐξηκολουθηκότων, τινῶν δὲ καὶ ἰδίας δόξας ἐπινενοηκότων. πάλιν δ' οὖν ὁ Πλούταρχος τὰς περὶ θεῶν ὑπολήψεις τῶν αὐτῶν τοῦτον γράφει τὸν τρόπον·
14.16.1
ις ʹ. ΔΟΞΑΙ ΦΙΛΟΣΟΦΩΝ ΠΕΡΙ ΘΕΩΝ «Ἔνιοι τῶν φιλοσόφων, καθάπερ Διαγόρας ὁ Μιλήσιος καὶ Θεόδωρος ὁ Κυρηναϊκὸς καὶ Εὐήμερος ὁ Τεγεάτης, καθόλου φασὶ μὴ εἶναι θεούς· τὸν δὲ Εὐήμερον καὶ Καλλίμαχος ὁ Κυρηναϊκὸς αἰνίττεται ἐν τοῖς ἰάμβοις.– καὶ Εὐριπίδης δὲ ὁ τραγῳδοποιὸς ἀποκαλύψασθαι μὲν οὐκ ἠθέλησε, δεδοι κὼς τὸν Ἄρειον πάγον, ἐνέφηνε δὲ τοῦτο· τὸν γὰρ Σίσυφον εἰσήγαγε προστάτην ταύτης τῆς δόξης καὶ συνηγόρησεν αὐτοῦ τῇ γνώμῃ.»
14.16.2
Ἐπὶ τούτοις πάλιν τὸν Ἀναξαγόραν εἰσάγει, πρῶτον φάσκων αὐτὸν ὀρθῶς φρονῆσαι περὶ θεοῦ. λέγει δὲ οὕτως· «Ὁ δὲ Ἀναξαγόρας φησὶν ὡς εἱστήκει κατ' ἀρχὰς τὰ σώματα, Νοῦς δὲ αὐτὰ διεκόσμησε θεοῦ καὶ τὰς γενέσεις τῶν ὅλων ἐποίησεν. ὁ δὲ Πλάτων οὐχ ἑστηκότα ὑπέθετο τὰ πρῶτα σώματα, ἀτάκτως δὲ κινούμενα· διὸ ὁ θεός, φησίν, ἐπιστήσας, ὡς τάξις ἀταξίας ἐστὶ βελτίων, διεκόσμησεν αὐτά.»
14.16.3
Οἷς ἐπιλέγει· «Ἁμαρτάνουσι δὲ ἀμφότεροι, ὅτι τὸν θεὸν ἐποίησαν ἐπιστρεφόμενον τῶν ἀνθρωπίνων καὶ τούτου χάριν τὸν κόσμον κατασκευάζοντα· τὸ γὰρ μακάριον καὶ ἄφθαρτον ζῷον, πεπληρωμένον πᾶσι τοῖς ἀγαθοῖς καὶ κακοῦ παντὸς ἄδεκτον, ὅλον ὂν περὶ τὴν συνοχὴν τῆς ἰδίας εὐδαιμονίας τε καὶ ἀφθαρσίας, ἀνεπιστρεφές ἐστι τῶν ἀνθρωπίνων πραγμάτων. κακοδαίμων δ' ἂν εἴη, ἐργάτου δίκην καὶ τέκτονος ἀχθοφορῶν καὶ μεριμνῶν εἰς τὴν τοῦ κόσμου κατασκευήν.
14.16.4
καὶ πάλιν, ὁ θεὸς ὃν λέγουσιν, ἤτοι τὸν ἔμπροσθεν αἰῶνα οὐκ ἦν, ὅτε ἦν ἀκίνητα τὰ σώματα ἢ ὅτε ἀτάκτως ἐκινεῖτο, ἢ ἐκοιμᾶτο ἢ ἐγρηγόρει ἢ οὐδέτερον τούτων. καὶ οὐδὲ τὸ πρῶτον ἔστι δέξασθαι πῶς γὰρ θεὸς αἰώνιος;· οὔτε τὸ δεύτερον· εἰ γὰρ ἐκοιμᾶτο ἐξ αἰῶνος ὁ θεός, ἐτεθνήκει· αἰώνιος γὰρ ὕπνος θάνατός ἐστιν· ἀλλά γε ἄδεκτος ὕπνου ὁ θεός· τὸ γὰρ ἀθάνατον καὶ
14.16.5
τοῦ θεοῦ ἐγγὺς ὕπνου κεχώρισται. εἰ δὲ ἦν ὁ θεὸς ἐγρηγορώς, ἤτοι ἐνέλειπεν εἰς εὐδαιμονίαν ἢ πεπλήρωτο ἐν μακαριότητι. καὶ οὔτε κατὰ τὸ πρῶτόν ἐστι μακάριος ὁ θεός· τὸ γὰρ ἐλλεῖπον εἰς εὐδαιμονίαν οὐ μακάριον· οὔτε κατὰ τὸ δεύτερον· μηδὲν γὰρ ἐλλείπων κεναῖς ἔμελλεν ἐπιχειρεῖν πράξεσι. πῶς δέ, εἴπερ ὁ θεὸς ἔστι καὶ τῇ τούτου φροντίδι τὰ κατὰ ἄνθρωπον οἰκονομεῖται, τὸ μὲν κίβδηλον εὐτυχεῖ, τὸ δὲ ἀστεῖον τὸ ἐναντίον πάσχει; Ἀγαμέμνων τε γάρ, ἀμφότερον, βασιλεύς τ' ἀγαθὸς κρατερός τ' αἰχμητής, ὑπὸ μοιχοῦ καὶ μοιχαλίδος ἡττηθεὶς ἐδολοφονήθη· καὶ ὁ τούτου δὲ συγγενὴς Ἡρακλῆς, πολλὰ τῶν ἐπιλυμαινομένων τὸν ἀνθρώπινον βίον καθάρας, ὑπὸ Δηϊανείρας φαρμακωθεὶς ἐδολοφονήθη.
14.16.6
Θαλῆς τὸν κόσμον εἶναι τὸν θεόν. Ἀναξίμανδρος τοὺς ἀστέρας οὐρανίους θεούς. Δημόκριτος θεὸν ἐν πυρὶ σφαιροειδῆ τὴν κόσμου ψυχήν. Πυθαγόρας τῶν ἀρχῶν τὴν μονάδα θεὸν καὶ τὸ ἀγαθόν, ἥτις ἐστὶν ἡ τοῦ ἑνὸς φύσις, αὐτὸς ὁ νοῦς· τὴν δ' ἀόριστον δυάδα καὶ δαίμονα καὶ τὸ κακόν, περὶ ἥν ἐστι τὸ ὑλικὸν πλῆθος.»
14.16.7
Μετὰ δὲ τούτους οἱ νέοι τῷ χρόνῳ πῶς ἐδόξαζον ἄκουε· «Σωκράτης καὶ Πλάτων ἓν τὸ μονοφυές, τὸ μοναδικόν, τὸ ὄντως ὂν ἀγαθόν· πάντα δὲ ταῦτα τῶν ὀνομάτων εἰς τὸν νοῦν σπεύδειν· νοῦς οὖν ὁ θεὸς χωριστὸν εἶδος, τοῦτ' ἔστι τὸ ἀμιγὲς πάσης ὕλης καὶ μηδενὶ παθητῷ συμπεπλεγμένον.
14.16.8
Ἀριστοτέλης τὸν μὲν ἀνωτάτω θεὸν εἶδος χωριστόν, ἐπιβεβηκότα τῇ σφαίρᾳ τοῦ παντός, ἥτις ἐστὶν αἰθέριον σῶμα, τὸ πέμπτον ὑπ' αὐτοῦ καλούμενον· διῃρημένου δὲ τούτου κατὰ σφαίρας τῇ μὲν φύσει συναφεῖς, τῷ λόγῳ δὲ κεχωρισμένας, ἑκάστην οἴεται τῶν σφαιρῶν ζῷον εἶναι σύνθετον ἐκ σώματος καὶ ψυχῆς, ὧν τὸ μὲν σῶμά ἐστιν αἰθέριον, κινούμενον κυκλοφορικῶς, ἡ ψυχὴ δὲ λόγος ἀεικίνητος, αἴτιος τῆς κινήσεως κατ' ἐνέργειαν.
14.16.9
Οἱ Στωϊκοὶ νοερὸν θεὸν ἀποφαίνονται, πῦρ τεχνικόν, ὁδῷ βαδίζον ἐπὶ γένεσιν κόσμου, περιειληφότος πάντας τοὺς σπερματικοὺς λόγους, καθ' οὓς ἕκαστα καθ' εἱμαρμένην γίνεται· καὶ πνεῦμα διῆκον δι' ὅλου τοῦ κόσμου, τὰς δὲ προσηγορίας μεταλαμβάνον δι' ὅλης τῆς ὕλης, δι' ἧς κεχώρηκε. θεὸν δὲ καὶ τὸν κόσμον καὶ τοὺς ἀστέρας καὶ τὴν γῆν, τὸν δ' ἀνωτάτω πάντων νοῦν ἐν αἰθέρι.
14.16.10
Ἐπίκουρος ἀνθρωποειδεῖς μὲν τοὺς θεούς, λόγῳ δὲ πάντας θεωρητοὺς διὰ λεπτομέρειαν τῆς τῶν εἰδώλων φύσεως. ὁ δ' αὐτὸς ἄλλως τέτταρας φύσεις κατὰ γένος ἀφθάρτους τάσδε· τὰ ἄτομα, τὸ κενόν, τὸ ἄπειρον, τὰς ὁμοιότητας, αὗται δὲ λέγονται ὁμοιομέρειαι καὶ τὰ στοιχεῖα.»
14.16.11
Τοιαῦται μὲν δὴ τῶν φυσικῶν φιλοσόφων καὶ αἱ περὶ θεοῦ διαστάσεις τε καὶ δυσφημίαι, ὧν πρώτους ὁ λόγος συνίστησι τοὺς ἀμφὶ τὸν Πυθαγόραν τε καὶ Ἀναξαγόραν Πλάτωνά τε καὶ Σωκράτη νοῦν καὶ θεὸν ἐπιστῆσαι τῷ κόσμῳ. οὗτοι δὴ κομιδῇ παῖδες τοῖς χρόνοις ἀποδείκνυνται γενόμενοι,
14.16.12
καθ' οὓς χρόνους τὰ ὕστατα ἱστορεῖται τῆς Ἑβραίων ἀρχαιολογίας. οὐκ ἦν ἄρα παλαιοτάτη παρὰ πᾶσιν Ἕλλησι καὶ τοῖς πρόπαλαι τὴν πολύθεον δεισιδαιμονίαν παρά τε Φοίνιξι καὶ Αἰγυπτίοις εἰσηγησαμένοις ἡ τοῦ τῶν ὅλων θεοῦ γνῶσις, ἣν πρῶτος Ἑλλήνων Ἀναξαγόρας καὶ οἱ ἀμφ' αὐτὸν ἐξήνεγκαν. καὶ μὴν τὰ τῆς πολυθέου δεισιδαιμονίας πάντων ἐθνῶν ἐκράτει· ἀλλ' ἦν, ὡς ἔοικεν, οὐ τὴν ἀληθῆ περιέχοντα θεολογίαν, ἀλλ' ἣν Αἰγύπτιοι
14.16.13
καὶ Φοίνικες πρῶτοι πάντων συστήσασθαι ἐμαρτυρήθησαν. αὕτη δὲ ἦν θεοὺς μὲν οὐδαμῶς οὐδέ τινας θείας δυνάμεις, ἄνδρας δὲ ἤδη πάλαι ἐν νεκροῖς κειμένους θεολογοῦσα, ὡς ὁ τῆς ἀληθείας πάλαι ἀπέδειξε λόγος. φέρ' οὖν πάλιν ἀναλάβωμεν τὸν λόγον. ἐπειδὴ τῶν φυσικῶν φιλοσόφων οἱ μὲν πάντα κατέβαλλον ἐπὶ τὰς αἰσθήσεις, οἱ δ' αὖ πάλιν τούτοις ἀνθεῖλκον, ὡς οἱ περὶ Ξενοφάνη τὸν Κολοφώνιον καὶ Παρμενίδην τὸν Ἐλεάτην, οἳ δὴ τὰς αἰσθήσεις ἀνῄρουν, μηδὲν εἶναι φάσκοντες καταληπτὸν τῶν ἐν αἰσθήσει, διὸ μόνῳ δεῖν πιστεύειν τῷ λόγῳ, τὰ πρὸς αὐτοὺς ἀντειρημένα διασκεψώμεθα.
14.17.1
ιζʹ. ΠΡΟΣ ΤΟΥΣ ΠΕΡΙ ΞΕΝΟΦΑΝΗΝ ΚΑΙ ΠΑΡΜΕΝΙΔΗΝ ΤΑΣ ΑΙΣΘΗΣΕΙΣ ΑΝΑΙΡΟΥΝΤΑΣ· ΑΠΟ ΤΟΥ ΟΓΔΟΟΥ ΤΩΝ ΠΕΡΙ ΦΙΛΟΣΟΦΙΑΣ ΑΡΙΣΤΟΚΛΕΟΥΣ «Ἄλλοι δ' ἐγένοντο τούτοις τὴν ἐναντίαν φωνὴν ἀφιέντες. οἴονται γὰρ δεῖν τὰς μὲν αἰσθήσεις καὶ τὰς φαντασίας καταβάλλειν, αὐτῷ δὲ μόνον τῷ λόγῳ πιστεύειν. τοιαῦτα γάρ τινα πρότερον μὲν Ξενοφάνης καὶ Παρμενίδης καὶ Ζήνων καὶ Μέλισσος ἔλεγον, ὕστερον δ' οἱ περὶ Στίλπωνα καὶ τοὺς Μεγαρικούς. ὅθεν ἠξίουν οὗτοί γε τὸ ὂν ἓν εἶναι καὶ τὸ ἕτερον μὴ εἶναι, μηδὲ γεννᾶσθαί τι μηδὲ
14.17.2
φθείρεσθαι μηδὲ κινεῖσθαι τὸ παράπαν. τὸν μὲν οὖν πλείω πρὸς τούτους λόγον εἰσόμεθα φιλοσοφοῦντες, νυνὶ μέντοι τοσοῦτο λεκτέον· εἴποιμεν γὰρ ἂν ὡς ὁ μὲν λόγος ἡμῶν εἴη τὸ θειότατον· οὐ μὴν ἀλλὰ δεῖ γε καὶ τῆς αἰσθήσεως, ὥσπερ γε δὴ καὶ σώματος. ὅτι δὲ καὶ ἡ αἴσθησις ἀληθεύειν πέφυκε δῆλον· οὐ γὰρ οἷόν τε τὸν αἰσθανόμενον μὴ οὐχὶ πάσχειν τι· πάσχων δὲ τὸ πάθος ἂν
14.17.3
εἰδείη· γνῶσις οὖν τίς ἐστι καὶ ἡ αἴσθησις. ἀλλὰ μὴν εἰ τὸ αἰσθάνεσθαι πάσχειν τί ἐστιν, ἅπαν δὲ τὸ πάσχον ὑπό του πάσχει, πάντως ἕτερον ἂν εἴη τὸ ποιοῦν καὶ τὸ πάσχον. ὥστε πρῶτον μὲν εἴη ἂν τὸ λεγόμενον ἕτερον, οἷον τὸ χρῶμα καὶ ὁ ψόφος· ἔπειτα δὲ ἓν τὸ ὂν οὐκ ἔσται· καὶ μὴν οὐδὲ ἀκίνητον·
14.17.4
ἡ γὰρ αἴσθησίς ἐστι κίνησις. ταύτη δὲ βούλεται πᾶς τις κατὰ φύσιν ἔχειν τὰς αἰσθήσεις, ἅτε δὴ πιστεύων, οἶμαι, ταῖς ὑγιαινούσαις μᾶλλον ἢ ταῖς νοσούσαις. εἰκότως ἄρα καὶ δεινός τις ἔρως αὐτῶν ἡμῖν ἐντέτηκεν. οὐδείς γέ τοι μὴ μεμηνὼς ἕλοιτ' ἄν ποτε μίαν αἴσθησιν ἀποβάλλειν, ὅπως αὐτῷ πάντα τὰ
14.17.5
ἄλλα ἀγαθὰ γένοιτο. τοὺς δὴ διαβάλλοντας αὐτὰς ἐχρῆν, πεπεισμένους γε διότι μάτην ἔχοιεν αὐτάς, εἰπόντας ἅπερ ὁ Πάνδαρος λέγει παρὰ τῷ Ὁμήρῳ περὶ τῶν ἑαυτοῦ τόξων, αὐτίκ' ἔπειτ' ἀπ' ἐμεῖο κάρη τάμοι ἀλλότριος φώς, εἰ μὴ ἐγὼ τάδε τόξα φαεινῷ ἐν πυρὶ θείην, χερσὶ διακλάσσας, ἀνεμώλια γάρ μοι ὀπηδεῖ, τὸ μετὰ τοῦτο διαλυμήνασθαι πάσας τὰς αἰσθήσεις ἑαυτῶν· οὕτω γὰρ ἄν
14.17.6
τις ἐπίστευεν αὐτοῖς ἔργῳ διδάσκουσιν ὡς εἰς οὐδὲν αὐτῶν δέοιντο. νυνὶ δὲ τοῦτο καὶ τὸ ἀτοπώτατόν ἐστιν· ἀχρήστους γὰρ ἀποφαίνοντες αὐτὰς τῷ
14.17.7
λόγῳ τοῖς ἔργοις τὰ μάλιστα χρώμενοι διατελοῦσιν αὐταῖς. ὅ γέ τοι Μέλισσος ἐθέλων ἐπιδεικνύναι, διότι τῶν φαινομένων καὶ ἐν ὄψει τούτων οὐδὲν εἴη τῷ ὄντι, διὰ τῶν φαινομένων ἀποδείκνυσιν αὐτῶν· φησὶ γοῦν· «Εἰ γάρ ἐστι γῆ καὶ ὕδωρ καὶ ἀὴρ καὶ πῦρ καὶ σίδηρος καὶ χρυσὸς καὶ τὸ μὲν ζῶν, τὸ δὲ τεθνηκὸς καὶ μέλαν καὶ λευκὸν καὶ τὰ ἄλλα πάντα, ὅσα φασὶν εἶναι ἄνθρωποι ἀληθῶς, καὶ ἡμεῖς ὀρθῶς ὁρῶμεν καὶ ἀκούομεν, εἶναι ἐχρῆν καὶ τὸ ὂν τοιοῦτον, οἷον πρῶτον ἔδοξεν ἡμῖν εἶναι, καὶ μὴ μεταπίπτειν μηδὲ γίνε σθαι ἕτερον, ἀλλ' εἶναι ὅμοιον, οἷόν πέρ ἐστιν, ἕκαστον. νῦν δέ φαμεν ὀρθῶς ὁρᾶν καὶ ἀκούειν καὶ συνιέναι· δοκεῖ δὲ ἡμῖν τὸ θερμὸν καὶ ψυχρὸν γίνεσθαι καὶ τὸ ψυχρὸν θερμὸν καὶ τὸ σκληρὸν μαλακὸν καὶ τὸ μαλακὸν σκληρόν.»
14.17.8
ταῦτα δὲ καὶ ἄλλα πολλὰ τοιαῦτα λέγοντος αὐτοῦ καὶ μάλα εἰκότως ἐπύθετό τις ἄν· Ἆρ' οὖν ὅτι θερμόν ἐστι κἄπειτα τοῦτο γίνεται ψυχρόν, οὐκ αἰσθόμενος ἔγνως; ὁμοίως δὲ καὶ περὶ τῶν ἄλλων. ὅπερ γὰρ ἔφην, εὑρεθείη ἂν οὐδὲν ἀλλ' ἢ τὰς αἰσθήσεις ἀναιρῶν καὶ ἐλέγχων διὰ τὸ μάλιστα πιστεύειν
14.17.9
αὐταῖς. ἀλλὰ γὰρ οἱ μὲν τοιοῦτοι λόγοι σχεδὸν ἱκανὰς ἤδη δεδώκασιν εὐθύνας· ἐξίτηλοί γέ τοι γεγόνασιν, ὡς εἰ μηδὲ ἐλέχθησαν τὸ παράπαν. ἤδη μέντοι θαρροῦντες λέγομεν ὀρθῶς φιλοσοφεῖν τοὺς καὶ τὰς αἰσθήσεις καὶ τὸν λόγον ἐπὶ τὴν γνῶσιν τὴν τῶν πραγμάτων παραλαμβάνοντας.»
14.17.10
Τοιοίδε μὲν οὖν οἱ ἀμφὶ τὸν Ξενοφάνην, ὃς δὴ λέγεται συνακμάσαι τοῖς ἀμφὶ Πυθαγόραν καὶ Ἀναξαγόραν. Ξενοφάνους δὲ ἀκουστὴς γέγονε Παρμενίδης· τούτου Μέλισσος, οὗ Ζήνων, οὗ Λεύκιππος, οὗ Δημόκριτος, οὗ Πρωταγόρας καὶ Νεσσᾶς· τοῦ δὲ Νεσσᾶ Μητρόδωρος, οὗ Διογένης, οὗ Ἀνάξαρχος. Ἀναξάρχου δὲ γνώριμος γέγονε Πύρρων, ἀφ' οὗ ἡ τῶν Σκεπτικῶν ἐπικληθέντων διατριβὴ συνέστη· οὓς καὶ αὐτοὺς μηδὲν εἶναι τὸ παράπαν μήτ' ἐν αἰσθήσει μήτ' ἐν λόγῳ καταληπτὸν ὁριζομένους, ἐπέχοντας δὲ ἐν πᾶσιν ὅπως ἀπήλεγχον οἱ ἀντιδοξάζοντες μαθεῖν πάρεστιν ἀπὸ τοῦ δηλωθέντος συγγράμματος ὧδέ πη πρὸς λέξιν ἔχοντος·
14.18.1
ιηʹ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤΑ ΠΥΡΡΩΝΑ ΣΚΕΠΤΙΚΟΥΣ ΗΤΟΙ ΕΦΕΚΤΙΚΟΥΣ ΕΠΙΚΛΗΘΕΝΤΑΣ ΜΗΔΕΝ ΚΑΤΑΛΗΠΤΟΝ ΕΙΝΑΙ ΑΠΟΦΗΝΑΜΕΝΟΥΣ «Ἀναγκαίως δ' ἔχει πρὸ παντὸς διασκέψασθαι περὶ τῆς ἡμῶν αὐτῶν γνώσεως· εἰ γὰρ αὖ μηδὲν πεφύκαμεν γνωρίζειν, οὐδὲν ἔτι δεῖ περὶ τῶν ἄλλων
14.18.2
σκοπεῖν. ἐγένοντο μὲν οὖν καὶ τῶν πάλαι τινὲς οἱ ἀφέντες τήνδε τὴν φωνήν, οἷς ἀντείρηκεν Ἀριστοτέλης. ἴσχυσε μὲν τοιαῦτα λέγων καὶ Πύρρων ὁ Ἠλεῖος· ἀλλ' αὐτὸς μὲν οὐδὲν ἐν γραφῇ καταλέλοιπεν, ὁ δέ γε μαθητὴς αὐτοῦ Τίμων φησὶ δεῖν τὸν μέλλοντα εὐδαιμονήσειν εἰς τρία ταῦτα βλέπειν· πρῶτον μέν, ὁποῖα πέφυκε τὰ πράγματα· δεύτερον δέ, τίνα χρὴ τρόπον ἡμᾶς
14.18.3
πρὸς αὐτὰ διακεῖσθαι· τελευταῖον δέ, τί περιέσται τοῖς οὕτως ἔχουσι. τὰ μὲν οὖν πράγματά φησιν αὐτὸν ἀποφαίνειν ἐπ' ἴσης ἀδιάφορα καὶ ἀστάθμητα καὶ ἀνεπίκριτα, διὰ τοῦτο μήτε τὰς αἰσθήσεις ἡμῶν μήτε τὰς δόξας ἀληθεύειν ἢ ψεύδεσθαι. διὰ τοῦτο οὖν μηδὲ πιστεύειν αὐταῖς δεῖν, ἀλλ' ἀδοξάστους καὶ ἀκλινεῖς καὶ ἀκραδάντους εἶναι, περὶ ἑνὸς ἑκάστου λέγοντας ὅτι οὐ μᾶλλον
14.18.4
ἔστιν ἢ οὐκ ἔστιν ἢ καὶ ἔστι καὶ οὐκ ἔστιν ἢ οὔτε ἔστιν οὔτε οὐκ ἔστιν. τοῖς μέντοι γε διακειμένοις οὕτω περιέσεσθαι Τίμων φησὶ πρῶτον μὲν ἀφασίαν, ἔπειτα δ' ἀταραξίαν, Αἰνησίδημος δ' ἡδονήν.
14.18.5
Τὰ μὲν οὖν κεφάλαια τῶν λεγομένων ἐστὶ ταῦτα· σκεψώμεθα δ' εἰ ὀρθῶς λέγουσιν. ἐπεὶ τοίνυν ἐπ' ἴσης ἀδιάφορα πάντα φασὶν εἶναι καὶ διὰ τοῦτο κελεύουσι μηδενὶ προστίθεσθαι μηδὲ δοξάζειν, εἰκότως ἄν, οἶμαι, πύθοιτό τις αὐτῶν, ἆρά γε διαμαρτάνουσιν οἱ διαφέρειν αὐτὰ νομίζοντες ἢ οὔ; πάντως γάρ, εἰ μὲν ἁμαρτάνουσιν, οὐκ ὀρθῶς ὑπολαμβάνοιεν ἄν. ὥστε ἀνάγκη λέγειν αὐτοῖς εἶναί τινας τοὺς τὰ ψευδῆ περὶ τῶν ὄντων δοξάζοντας· αὐτοὶ τοίνυν εἶεν ἂν οἱ τἀληθῆ λέγοντες· οὕτω δὲ εἴη ἂν ἀληθές τι καὶ ψεῦδος. εἰ δ' οὐχ ἁμαρτάνομεν οἱ πολλοὶ τὰ ὄντα διαφέρειν οἰόμενοι, τί μαθόντες ἐπιπλήττουσιν
14.18.6
ἡμῖν; αὐτοὶ γὰρ ἁμαρτάνοιεν ἂν ἀξιοῦντες μὴ διαφέρειν αὐτά. καὶ μὴν εἰ καὶ δῴημεν αὐτοῖς ἐπ' ἴσης ἀδιάφορα πάντα εἶναι, δῆλον ὡς οὐκ ἂν διαφέροιεν οὐδ' αὐτοὶ τῶν πολλῶν. τίς οὖν εἴη αὐτῶν ἂν ἡ σοφία; καὶ διὰ τί Τίμων τοῖς μὲν
14.18.7
ἄλλοις λοιδορεῖται πᾶσι, Πύρρωνα δ' ὑμνεῖ μόνον; ἔτι γε μὴν εἰ ἐπ' ἴσης ἐστὶν ἀδιάφορα πάντα καὶ διὰ τοῦτο χρὴ μηδὲν δοξάζειν, οὐκ ἂν οὐδὲ ταῦτα διαφέροι· λέγω δὲ τὸ διαφέρειν ἢ μὴ διαφέρειν, καὶ τὸ δοξάζειν ἢ μὴ δοξάζειν. τί γὰρ μᾶλλον τοιαῦτα ἔστιν ἢ οὐκ ἔστιν; ἤ, ὥς φησι Τίμων, διὰ τί ναὶ καὶ διὰ τί οὒ καὶ αὐτὸ τὸ διὰ τί διὰ τί; φανερὸν οὖν ὡς ἀναιρεῖται τὸ ζητεῖν· ὥστε παυσάσθωσαν ἐνοχλοῦντες. ἐπεὶ νῦν γε μεμήνασι πόρρω τέχνης ἅμα μὲν ἡμῖν διακελευόμενοι μὴ δοξάζειν, ἅμα δὲ κελεύοντες αὐτὸ τοῦτο ποιεῖν καὶ λέγοντες, ὡς περὶ οὐδενὸς ἀποφαίνεσθαι δέοι, κἄπειτα ἀποφαινόμενοι· καὶ ἀξιοῦσι μὲν μηδενὶ συγκατατίθεσθαι, πείθεσθαι δ' αὐτοῖς κελεύουσιν· εἶτα λέγοντες
14.18.8
μηδὲν εἰδέναι πάντας ἐλέγχουσιν ὡς εὖ εἰδότες. ἀνάγκη δὲ τοὺς φάσκοντας, ὡς ἄδηλα πάντα εἴη, δυοῖν θάτερον, ἢ σιωπᾶν ἢ ἀποφαίνεσθαί τι καὶ λέγειν. εἰ μὲν οὖν ἡσυχίαν ἄγοιεν, δῆλον ὅτι πρός γε τοὺς τοιούτους οὐδεὶς ἂν εἴη λόγος· εἰ δ' ἀποφαίνοιντο, πάντη τε καὶ πάντως ἢ εἶναί τι φαῖεν ἂν ἢ μὴ εἶναι, καθάπερ ἀμέλει νυνί φασιν ὡς εἴη πάντα ἄγνωστα καὶ νομιστὰ πᾶσι,
14.18.9
γνωστὸν δ' οὐθέν. τοῦτο τοίνυν ὁ ἀξιῶν ἤτοι δηλοῖ τὸ πρᾶγμα καὶ ἔνεστιν αὐτὸ συνεῖναι λεγόμενον, ἢ οὐκ ἔνεστιν. ἀλλ' εἰ μὲν οὐ δηλοῖ, καθάπαξ οὐδεὶς οὐδ' οὕτως πρὸς τὸν τοιοῦτον ἂν εἴη λόγος. εἰ δὲ σημαίνοι, πάντως ἢ ἄπειρα λέγοι ἂν ἢ πεπερασμένα· καὶ εἰ μὲν ἄπειρα, οὐδ' οὕτως ἂν εἴη λόγος πρὸς αὐτόν, ἀπείρου γὰρ γνῶσις οὐκ ἔστι· πεπερασμένων δὲ ὄντων τῶν δηλουμένων ἢ ἑνὸς ὁτουοῦν, ὁ τοῦτο λέγων ὁρίζει τι καὶ κρίνει. πῶς οὖν ἄγνωστα καὶ ἀνεπίκριτα πάντα εἴη ἄν; εἰ δὲ φαίη ταὐτὸ καὶ μὴ εἶναι, πρῶτον μὲν ἔσται ταὐτὸ καὶ ἀληθὲς καὶ ψεῦδος, ἔπειτα δ' ἐρεῖ τι καὶ οὐκ ἐρεῖ καὶ λόγῳ χρώμενος ἀναιρήσει λόγον, ἔτι δὲ ὁμολογῶν ψεύδεσθαι πιστεύειν ἑαυτῷ
14.18.10
φήσει δεῖν. ἄξιον δὲ ζητῆσαι πόθεν καὶ μαθόντες ἄδηλα πάντα φασὶν εἶναι. δεῖ γὰρ εἰδέναι πρότερον αὐτοὺς τί δή ποτ' ἐστὶ τὸ δῆλον· οὕτω γοῦν ἂν ἔχοιεν λέγειν, ὡς οὐκ εἴη τὰ πράγματα τοιαῦτα. πρῶτον γὰρ εἰδέναι χρὴ τὴν κατάφασιν, εἶτα τὴν ἀπόφασιν. εἰ δὲ ἀγνοοῦσιν ὁποῖόν ἐστι τὸ δῆλον,
14.18.11
οὐκ ἂν εἰδεῖεν οὐδὲ τί τὸ ἄδηλον. ὁπόταν γε μὴν Αἰνησίδημος ἐν τῇ Ὑποτυπώσει τοὺς ἐννέα διεξίῃ τρόπους κατὰ τοσούτους γὰρ ἀποφαίνειν ἄδηλα τὰ πράγματα πεπείραται, πότερον αὐτὸν φῶμεν εἰδότα λέγειν αὐτοὺς ἢ ἀγνοοῦντα; φησὶ γὰρ ὅτι τὰ ζῷα διαφέρει καὶ ἡμεῖς αὐτοὶ καὶ αἱ πόλεις καὶ οἱ βίοι καὶ τὰ ἔθη καὶ οἱ νόμοι· καὶ τὰς αἰσθήσεις δέ φησιν ἡμῶν ἀσθενεῖς εἶναι καὶ πολλὰ τὰ ἔξωθεν λυμαινόμενα τὴν γνῶσιν, ἀποστήματα καὶ μεγέθη καὶ κινήσεις· ἔτι δὲ τὸ μὴ ὁμοίως διακεῖσθαι νέους καὶ πρεσβυτέρους καὶ ἐγρηγορότας καὶ κοιμωμένους καὶ ὑγιαίνοντας καὶ νοσοῦντας· οὐδενός τε
14.18.12
ἡμᾶς ἁπλοῦ καὶ ἀκραιφνοῦς ἀντιλαμβάνεσθαι· πάντα γὰρ εἶναι συγκεχυμένα καὶ πρός τι λεγόμενα. ταῦτα δή, φημί, καὶ τὰ τοιαῦτα κομψολογοῦντα αὐτὸν ἡδέως ἄν τις ἤρετο, πότερον εὖ εἰδὼς λέγοι διότι τὰ πράγματα τοῦτον ἔχει τὸν τρόπον ἢ ἀγνοῶν· εἰ μὲν γὰρ οὐκ ᾔδει, πῶς ἂν ἡμεῖς αὐτῷ πιστεύοιμεν; εἰ δ' ἐγίνωσκε, κομιδῇ τις ἦν ἠλίθιος ἅμα μὲν ἄδηλα πάντα ἀποφαινόμενος,
14.18.13
ἅμα δὲ τοσαῦτα λέγων εἰδέναι. καὶ μὴν ὁπότε γε τὰ τοιαῦτα διεξίοιεν, οὐδὲν ἀλλ' ἢ ἐπαγωγήν τινα λέγουσι, δεικνύντες ὁποῖ' ἄττα εἴη τὰ φαινόμενα καὶ τὰ καθ' ἕκαστα· τὸ δὲ τοιοῦτο καὶ ἔστι καὶ λέγεται πίστις. εἰ μὲν οὖν αὐτῇ συγκατατίθενται, δῆλον ὅτι δοξάζουσιν· εἰ δ' οὐ πιστεύουσιν, οὐδ' ἂν
14.18.14
ἡμεῖς προσέχειν αὐτοῖς βουληθείημεν. ὅ γε μὴν Τίμων ἐν τῷ Πύθωνι διηγεῖται, μακρόν τινα κατατείνας λόγον, ὡς ἐντύχοι τῷ Πύρρωνι βαδίζοντι Πυθοῖδε παρὰ τὸ ἱερὸν τὸ τοῦ Ἀμφιαράου καὶ τίνα διαλεχθεῖεν ἀλλήλοις. ἆρ' οὖν οὐκ εὐλόγως ἄν τις αὐτῷ ταῦτα συγγράφοντι παραστὰς εἴποι· Τί, ὦ πονηρέ, ἐνοχλεῖς σεαυτῷ ταῦτα συγγράφων καὶ ἃ μὴ οἶσθα διηγούμενος; τί γὰρ μᾶλλον ἐνέτυχες ἢ οὐκ ἐνέτυχες αὐτῷ καὶ διελέχθης ἢ οὐ διελέχθης;
14.18.15
αὐτός τε ἐκεῖνος ὁ θαυμαστὸς Πύρρων ἆρά γε ᾔδει τὸ διὰ τί βαδίζοι Πύθια θεασόμενος; ἢ καθάπερ οἱ μεμηνότες ἐπλανᾶτο κατὰ τὴν ὁδόν, ἡνίκα δ' ἤρξατο κατηγορεῖν τῶν ἀνθρώπων καὶ τῆς ἀγνοίας αὐτῶν, ἆρά γε φῶμεν αὐτὸν ἀληθῆ λέγειν ἢ μὴ καὶ τὸν Τίμωνα παθεῖν τι καὶ συγκαταθέσθαι τοῖς λόγοις ἢ μὴ προσέχειν; εἰ μὲν γὰρ οὐκ ἐπείσθη, πῶς ἀντὶ χορευτοῦ φιλόσοφος ἐγένετο καὶ τὸν Πύρρωνα διετέλεσε θαυμάζων; εἰ δὲ συγκατέθετο τοῖς λεγομένοις, ἄτοπος ἂν εἴη τις αὐτὸς μὲν φιλοσοφῶν, ἡμᾶς δὲ κωλύων.
14.18.16
ἁπλῶς δὲ θαυμάσαι τις ἄν, οἱ Τίμωνος Σίλλοι καὶ αἱ κατὰ πάντων ἀνθρώπων βλασφημίαι καὶ αἱ μακραὶ στοιχειώσεις Αἰνησιδήμου καὶ πᾶς ὁ τοιοῦτος ὄχλος τῶν λόγων τί δήποτε βούλετ' αὐτοῖς. εἰ μὲν γὰρ οἰόμενοι κρείττους ἡμᾶς ἀπεργάσεσθαι ταῦτα γεγράφασι καὶ διὰ τοῦτο πάντας οἴονται δεῖν ἐλέγχειν, ὅπως παυσώμεθα φλυαροῦντες, βούλονται δηλονότι τὴν ἀλήθειαν ἡμᾶς εἰδέναι καὶ ὑπολαβεῖν, ὅτι τοιαῦτα εἴη τὰ πράγματα καθάπερ ἀξιοῖ Πύρρων. ὥστε εἰ πεισθείημεν αὐτοῖς, ἐκ χειρόνων βελτίους ἂν γενοίμεθα, κρίναντες τὰ συμφο
14.18.17
ρώτερα καὶ τοὺς ἄμεινον λέγοντας ἀποδεξάμενοι. πῶς οὖν ἐπ' ἴσης ἀδιάφορα τὰ πράγματα καὶ ἀνεπίκριτα δύναιτ' ἂν εἶναι; καὶ πῶς ἀσυγκατάθετοι καὶ ἀδόξαστοι γενοίμεθ' ἄν; εἰ δ' οὐδὲν ὄφελός ἐστι τῶν λόγων, τί ἡμῖν ἐνοχλοῦσιν; ἢ διὰ τί Τίμων φησίν· οὐκ ἂν δὴ Πύρρωνί γ' ἐρίσσειεν βροτὸς ἄλλος; οὐ γὰρ μᾶλλον Πύρρωνα θαυμάσαι τις ἂν ἢ τὸν Κόροιβον ἐκεῖνον ἢ τὸν Μελη
14.18.18
τίδην, οἳ δὴ δοκοῦσι μωρίᾳ διενεγκεῖν. ἐνθυμεῖσθαι μέντοι χρὴ καὶ ταῦτα· ποῖος γὰρ ἂν γένοιτο πολίτης ἢ δικαστὴς ἢ σύμβουλος ἢ φίλος ἢ ἁπλῶς εἰπεῖν ἄνθρωπος ὅ γε τοιοῦτος; ἢ τί τῶν κακῶν οὐ τολμήσειεν ἂν ὁ μηδὲν ὡς ἀληθῶς οἰόμενος εἶναι κακὸν ἢ αἰσχρὸν ἢ δίκαιον ἢ ἄδικον; οὐδὲ γὰρ ἐκεῖνο φαίη τις ἄν, ὅτι τοὺς νόμους δεδοίκασι καὶ τὰς τιμωρίας οἱ τοιοῦτοι· πῶς γὰρ οἵ
14.18.19
γε ἀπαθεῖς καὶ ἀτάραχοι, καθάπερ αὐτοί φασιν, ὄντες; ὅ γέ τοι Τίμων ταῦτα καὶ λέγει περὶ τοῦ Πύρρωνος· ἀλλ' οἷον τὸν ἄτυφον ἐγὼ ἴδον ἠδ' ἀδάμαστον πᾶσιν ὅσοις δαμνᾶσθε βροτῶν ἄφατοί τε φατοί τε, λαῶν ἔθνεα κοῦφα, βαρυνόμεν· ἔνθα καὶ ἔνθα ἐκ παθέων δόξης τε καὶ εἰκαίης νομοθήκης.
14.18.20
ὁπόταν μέντοι φῶσι τὸ σοφὸν δὴ τοῦτο, διότι δέοι κατακολουθοῦντα τῇ φύσει ζῆν καὶ τοῖς ἔθεσι, μηδενὶ μέντοι συγκατατίθεσθαι, πάνυ τινές εἰσιν εὐήθεις. εἰ γὰρ μηδενὶ ἄλλῳ, τούτῳ γοῦν αὐτῷ δεῖ συγκαταθέσθαι καὶ ὑπολαβεῖν οὕτως ἔχειν αὐτό. τί δὲ μᾶλλον τῇ φύσει καὶ τοῖς ἔθεσι δεῖ κατακολου
14.18.21
θεῖν ἢ οὐ δεῖ, μὴ εἰδότας γε δὴ μηθὲν μηδ' ἔχοντάς τι ὅτῳ κρινοῦμεν; ἐκεῖνο μὲν γὰρ καὶ παντάπασίν ἐστιν ἠλίθιον, ἐπειδὰν λέγωσιν, ὅτι καθάπερ τὰ καθαρτικὰ φάρμακα συνεκκρίνει μετὰ τῶν περιττωμάτων καὶ ἑαυτά, τὸν αὐτὸν τρόπον καὶ ὁ πάντα ἀξιῶν εἶναι λόγος ἄδηλα μετὰ τῶν ἄλλων ἀναιρεῖ καὶ ἑαυτόν. εἰ γὰρ αὐτὸς αὑτὸν ἐλέγχοι, ληροῖεν ἂν οἱ χρώμενοι τούτῳ. βέλτιον οὖν ἡσυ
14.18.22
χίαν ἄγειν αὐτοὺς καὶ μηδὲ τὸ στόμα διαίρειν. ἀλλὰ μὴν οὐδ' ὅμοιον ἔχει τι τὸ καθαρτικὸν φάρμακον καὶ ὁ τούτων λόγος. τὸ μὲν γὰρ φάρμακον ἐκκρίνεται κἀν τοῖς σώμασιν οὐχ ὑπομένει, τὸν μέντοι λόγον ἐν ταῖς ψυχαῖς ὑπάρ χειν δεῖ τὸν αὐτὸν ὄντα καὶ πιστευόμενον αἰεί· μόνος γὰρ οὗτος εἴη ἂν ὁ ποιῶν
14.18.23
ἀσυγκαταθέτους. ὅτι δ' οὐχ οἷόν τε τὸν ἄνθρωπον ἀδόξαστον εἶναι, καὶ ὡδὶ καταμάθοι τις ἄν· ἀδύνατον γὰρ τὸν αἰσθανόμενον μὴ αἰσθάνεσθαι. τὸ δ' αἰσθάνεσθαι γνωρίζειν τι ἦν. διότι δὲ καὶ πιστεύει τῇ αἰσθήσει, πᾶσι φανερόν· ἀκριβέστερον γὰρ θέλων ἰδεῖν ἀπέψησε τὼ ὀφθαλμὼ καὶ προσῆλθεν
14.18.24
ἐγγύτερον καὶ ἐπηλυγάσατο. καὶ μὴν ἡδόμενοί γε καὶ πονοῦντες ἴσμεν· οὐ γὰρ οἷόν τε τὸν καιόμενον ἢ τεμνόμενον ἀγνοεῖν. τὰς δὲ δὴ μνήμας καὶ τὰς ἀναμνήσεις τίς οὐκ ἂν φαίη μεθ' ὑπολήψεως γίγνεσθαι; περὶ μὲν γὰρ τῶν κοινῶν ἐννοιῶν, ὅτι τὸ τοιοῦτον ἄνθρωπός ἐστιν, ἔτι δὲ περὶ τῶν ἐπιστημῶν καὶ τεχνῶν, τί λέγοι τις ἄν; οὐδὲν γὰρ ἦν τούτων, εἰ μὴ πεφύκειμεν ὑπολαμβάνειν. ἀλλ' ἔγωγε ἐῶ τἄλλα. τοῖς μέντοι λεγομένοις ὑπὸ τούτων ἐάν τε πιστεύωμεν ἐάν τε ἀπιστῶμεν, ἀναγκαίως ἔχει δοξάζειν πάντη τε καὶ πάντως.
14.18.25
Ὅτι μὲν οὖν ἀμήχανόν ἐστι φιλοσοφεῖν τὸν τρόπον τοῦτον, φανερόν· ὅτι δὲ καὶ παρὰ φύσιν καὶ παρὰ τοὺς νόμους, ὡδὶ κατίδοιμεν ἄν· εἰ γὰρ αὖ τῷ ὄντι τὰ πράγματα τοιαῦτα εἴη, τί λοιπὸν ἀλλ' ἢ καθάπερ ἐν ὕπνῳ ζῆν ἡμᾶς εἰκῇ καὶ ἐμπλήκτως; ὥστε φλυαροῖεν ἂν οἱ νομοθέται καὶ στρατηγοὶ καὶ οἱ παιδεύοντες. ἀλλ' ἔμοιγε δοκοῦσιν οἱ μὲν ἄλλοι πάντες ἄνθρωποι ζῆν κατὰ φύσιν, μόνοι μέντοι τετυφῶσθαι, μᾶλλον δὲ μεμηνέναι μανίαν ἐρρωμένην οἱ
14.18.26
ταῦτα ληροῦντες. οὐχ ἥκιστα μέντοι τοῦτο καταμάθοι τις ἂν κἀκεῖθεν· Ἀντίγονος γοῦν ὁ Καρύστιος κατὰ τοὺς αὐτοὺς γενόμενος χρόνους καὶ ἀναγράψας αὐτῶν τὸν βίον φησὶ τὸν Πύρρωνα διωκόμενον ὑπὸ κυνὸς ἀναφυγεῖν ἐπί τι δένδρον, σκωπτόμενον δ' ὑπὸ τῶν παρόντων εἰπεῖν ὡς χαλεπὸν εἴη τὸν ἄνθρωπον ἐκδῦναι. Φιλίστας δὲ τῆς ἀδελφῆς αὐτοῦ θυούσης, ἔπειτα τῶν φίλων τινὸς ὑποσχομένου τὰ πρὸς τὴν θυσίαν καὶ μὴ παρασχομένου, τοῦ μέντοι Πύρρωνος πριαμένου καὶ ἀγανακτοῦντος, ἐπειδήπερ ὁ φίλος ἔλεγεν ὡς οὐ μὴν ποιήσαι σύμφωνα τοῖς λόγοις οὐδ' ἄξια τῆς ἀπαθείας, εἰπεῖν αὐτὸν ἐν γοῦν γυναικὶ τί δεῖ τὴν ἀπόδειξιν αὐτῆς ποιεῖσθαι. καίτοι δικαίως ἂν εἶπεν ὁ φίλος ὅτι· Ὦ μάταιε, καὶ ἐν γυναικὶ καὶ κυνὶ καὶ πᾶσιν, εἰ δή τί σοι τῶν λόγων τούτων ἐστὶν ὄφελος.
14.18.27
Ὀρθῶς δ' ἔχει μαθεῖν καὶ τίνες οἱ ζηλώσαντες αὐτὸν ἐγένοντο καὶ τίνας ἐζήλωσεν αὐτός. ὁ μὲν οὖν Πύρρων Ἀναξάρχου τινὸς ἐγένετο μαθητής, ὃς τὸ μὲν πρῶτον ἦν ζωγράφος, οὐδ' οὕτως εὐτυχής, ἔπειτα τοῖς Δημοκρίτου βιβλίοις ἐντυχὼν χρηστὸν μὲν οὐδὲν οὔτε εὗρεν οὔτε ἔγραψεν, κακῶς δὲ πάντας εἶπε καὶ θεοὺς καὶ ἀνθρώπους· αὐτὸς δ' ὕστερον τοῦτον τὸν τῦφον
14.18.28
περιβαλλόμενος καὶ καλῶν ἄτυφον ἑαυτὸν οὐδὲν ἐν γραφῇ κατέλιπεν. ἐγένετο δὲ μαθητὴς αὐτοῦ Τίμων Φλιάσιος, ὃς τὸ μὲν πρῶτον ἐχόρευεν ἐν τοῖς θεάτροις, ἔπειτα δ' ἐντυχὼν αὐτῷ συνέγραψεν ἀργαλέας παρῳδίας καὶ βωμολόχους, ἐν αἷς βεβλασφήμηκε πάντας τοὺς πώποτε φιλοσοφήσαντας. οὗτος γὰρ ἦν ὁ τοὺς Σίλλους γράψας καὶ λέγων· σχέτλιοι ἄνθρωποι, κἀκ' ἐλέγχεα, γαστέρες οἶον, τοίων ἔκ τ' ἐρίδων ἔκ τε στοναχῶν πέπλασθε καὶ ἄνθρωποι κενεῆς οἰήσιος ἔμπλεοι ἀσκοί.
14.18.29
μηδενὸς δ' ἐπιστραφέντος αὐτῶν, ὡς εἰ μηδὲ ἐγένοντο τὸ παράπαν, ἐχθὲς καὶ πρώην ἐν Ἀλεξανδρείᾳ τῇ κατ' Αἴγυπτον Αἰνησίδημός τις ἀναζωπυρεῖν ἤρξατο τὸν ὕθλον τοῦτον. καὶ σχεδὸν οἱ μὲν κράτιστοι δοκοῦντες εἶναι τῶν τὴν
14.18.30
ὁδὸν βεβαδικότων ταύτην εἰσὶν οὗτοι. διότι μὲν οὖν τὴν τοιαύτην εἴτε αἵρεσιν εἴτε ἀγωγὴν λόγων εἴτε ὅπη καὶ ὅπως ἐθέλει τις καλεῖν αὐτὴν οὐδεὶς ἂν εὖ φρονῶν ὀρθὴν εἶναι φαίη, δῆλον. ἐγὼ μὲν γὰρ οὐδὲ φιλοσοφίαν οἴομαι δεῖν ὀνομάζειν αὐτήν, ἀναιροῦσάν γε δὴ τὰς τοῦ φιλοσοφεῖν ἀρχάς.»
14.18.31
Ταῦτα μὲν οὖν πρὸς τοὺς κατὰ Πύρρωνα φιλοσοφεῖν νομιζομένους. συγγενῆ δ' αὐτοῖς εἴη ἂν καὶ τὰ ἀντιλεγόμενα πρὸς τοὺς κατ' Ἀρίστιππον τὸν Κυρηναῖον, μόνα λέγοντας εἶναι τὰ πάθη καταληπτά. Σωκράτους δ' ἑταῖρος ὁ Ἀρίστιππος ἦν, ὁ τὴν καλουμένην Κυρηναϊκὴν συστησάμενος αἵρεσιν, ἀφ' ἧς τὰς ἀφορμὰς Ἐπίκουρος πρὸς τὴν τοῦ τέλους ἔκθεσιν εἴληφεν. ἦν δ' ὁ Ἀρίστιππος ὑγρὸς πάνυ τὸν βίον καὶ φιλήδονος· ἀλλ' οὐδὲν μὲν οὗτος ἐν τῷ φανερῷ περὶ τέλους διελέξατο, δυνάμει δὲ τῆς εὐδαιμονίας τὴν ὑπόστασιν ἔλεγεν ἐν ἡδοναῖς κεῖσθαι. αἰεὶ γὰρ λόγους περὶ ἡδονῆς ποιούμενος εἰς ὑποψίαν ἦγε τοὺς προσιόντας αὐτῷ τοῦ λέγειν τέλος εἶναι τὸ ἡδέως
14.18.32
ζῆν. τούτου γέγονεν ἀκουστὴς σὺν ἄλλοις καὶ ἡ θυγάτηρ αὐτοῦ Ἀρήτη· ἥτις γεννήσασα παῖδα ὠνόμασεν Ἀρίστιππον, ὃς ὑπαχθεὶς ὑπ' αὐτῆς εἰς λόγους φιλοσοφίας μητροδίδακτος ἐκλήθη· ὃς καὶ σαφῶς ὡρίσατο τέλος εἶναι τὸ ἡδέως ζῆν, ἡδονὴν ἐντάττων τὴν κατὰ κίνησιν. τρεῖς γὰρ ἔφη καταστάσεις εἶναι περὶ τὴν ἡμετέραν σύγκρασιν· μίαν μὲν καθ' ἣν ἀλγοῦμεν, ἐοικυῖαν τῷ κατὰ θάλασσαν χειμῶνι· ἑτέραν δὲ καθ' ἣν ἡδόμεθα, τῷ λείῳ κύματι ἀφομοιουμένην, εἶναι γὰρ λείαν κίνησιν τὴν ἡδονήν, οὐρίῳ παραβαλλομένην ἀνέμῳ· τὴν δὲ τρίτην μέσην εἶναι κατάστασιν, καθ' ἣν οὔτε ἀλγοῦμεν οὔτε ἡδόμεθα, γαλήνῃ παραπλησίαν οὖσαν. τούτων δὴ καὶ ἔφασκε τῶν παθῶν μόνων ἡμᾶς τὴν αἴσθησιν ἔχειν. πρὸς οὓς ἀντιλέλεκται ταῦτα·
14.19.1
ιθʹ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ' ΑΡΙΣΤΙΠΠΟΝ ΦΙΛΟΣΟΦΟΥΣ ΜΟΝΑ ΛΕΓΟΝΤΑΣ ΤΑ ΠΑΘΗ ΕΙΝΑΙ ΚΑΤΑΛΗΠΤΑ ΤΑ ΔΕ ΛΟΙΠΑ ΑΚΑΤΑΛΗΠΤΑ «Ἑξῆς δ' ἂν εἶεν οἱ λέγοντες μόνα τὰ πάθη καταληπτά· τοῦτο δ' εἶπον ἔνιοι τῶν ἐκ τῆς Κυρήνης. οὗτοι δ' ἠξίουν, ὥσπερ ὑπὸ κάρου πιεζόμενοί τινος, οὐδὲν εἰδέναι τὸ παράπαν, εἰ μή τις παραστὰς αὐτοὺς παίοι καὶ κεντῴη· καιόμενοι γὰρ ἔλεγον ἢ τεμνόμενοι γνωρίζειν ὅτι πάσχοιέν τι· πότερον δὲ τὸ
14.19.2
καῖον εἴη πῦρ ἢ τὸ τέμνον σίδηρος, οὐκ ἔχειν εἰπεῖν. τοὺς δὴ ταῦτα λέγοντας εὐθὺς ἔροιτό τις ἄν, εἰ δὴ τοῦτο γοῦν ἴσασιν αὐτοί, διότι πάσχουσί τι καὶ αἰσθάνονται. μὴ εἰδότες μὲν γὰρ οὐδ' εἰπεῖν δυνηθεῖεν ἂν ὅτι μόνον ἴσασι τὸ πάθος· εἰ δ' αὖ γνωρίζουσιν, οὐκ ἂν εἴη μόνα τὰ πάθη καταληπτά. τὸ γὰρ
14.19.3
«ἐγὼ καίομαι» λόγος ἦν καὶ οὐ πάθος. ἀλλὰ μὴν ἀνάγκη γε τρία ταῦτα συνυφίστασθαι, τό τε πάθος αὐτὸ καὶ τὸ ποιοῦν καὶ τὸ πάσχον. ὁ τοίνυν ἀντιλαμβανόμενος τοῦ πάθους πάντως αἰσθάνοιτ' ἂν καὶ τοῦ πάσχοντος. οὐ γὰρ δὴ διότι μέν, εἰ τύχοι, θερμαίνεται γνωριεῖ, πότερον δ' αὐτὸς ἢ ὁ γείτων, ἀγνοήσει· καὶ νῦν ἢ πέρυσι καὶ Ἀθήνησιν ἢ ἐν Αἰγύπτῳ καὶ ζῶν ἢ τεθνεώς, ἔτι δὲ ἄνθρωπος
14.19.4
ὢν ἢ λίθος. οὐκοῦν εἴσεται καὶ ὑφ' ὅτου πάσχοι· καὶ γὰρ ἀλλήλους γνωρίζουσι καὶ ὁδοὺς καὶ πόλεις καὶ τὴν τροφήν· οἵ τ' αὖ τεχνῖται τὰ ἐργαλεῖα τὰ αὑτῶν οἴδασι καὶ οἱ ἰατροὶ καὶ ναυτικοὶ σημειοῦνται τὰ μέλλοντα καὶ τῶν θηρίων οἱ
14.19.5
κύνες εὑρίσκουσι τοὺς στίβους. ἔτι γε μὴν ὁ πάσχων τι πάσχων πάντως ἢ ὡς οἰκείου τινὸς ἢ ὡς ἀλλοτρίου πάθους ἀντιλαμβάνεται. πόθεν οὖν ἕξει λέγειν ὅτι τοῦτο μέν ἐστιν ἡδονή, τοῦτο δὲ πόνος, ἢ ὅτι γευόμενος ἢ ὁρῶν ἢ ἀκούων πάσχοι τι, καὶ τῇ μὲν γλώσσῃ γευόμενος, τοῖς δ' ὄμμασιν ὁρῶν, τοῖς δ' ὠσὶν ἀκούων; ἢ πῶς ἴσασιν ὅτι τοδὶ μὲν αἱρεῖσθαι χρή, τοδὶ δὲ φεύγειν; εἰ δὲ μηδὲν τούτων κινοῖεν, οὐχ ἕξουσιν ὁρμὴν οὐδ' ὄρεξιν· οὕτω δ' οὐδ' ἂν ζῷα εἶεν. γελοῖοι γάρ εἰσιν, ὁπότε λέγοιεν ὅτι ταῦτα μὲν αὐτοῖς συμβέβηκεν, οὐ μὴν ἴσασί γε πῶς καὶ τίνα τρόπον. οὕτω γὰρ οὐδ' εἰ ἄνθρωποι πεφύκασιν οὐδ' εἰ ζῶσιν,
14.19.6
ἔχοιεν ἂν εἰπεῖν· οὐκοῦν οὐδ' εἰ λέγουσί τι καὶ ἀποφαίνονται. πρὸς δὴ τοὺς τοιούτους τίς ἂν εἴη λόγος; θαυμάσαι μέντοι τις ἄν, εἰ ἀγνοοῦσι πότερον ἐπὶ τῆς γῆς εἰσιν ἢ ἐν τῷ οὐρανῷ· πολλῷ δὲ θαυμασιώτερον εἰ οὐκ οἴδασι, καὶ ταῦτα φάσκοντες φιλοσοφεῖν, ἆρά γε τὰ τέτταρα πλείονά ἐστιν ἢ τὰ τρία καὶ τὸ ἓν καὶ τὰ δύο πόσα ἐστίν. οὐδὲ γὰρ ὁπόσους ἔχουσιν ἐπὶ τῶν χειρῶν δακτύλους οὗτοί γε δύνανται εἰπεῖν οὐδὲ πότερον ἕκαστος
14.19.7
αὐτῶν εἷς ἐστιν ἢ πλείους. ὥστε οὐδὲ τοὔνομα τὸ ἴδιον εἰδεῖεν ἂν οὐδὲ τὴν πατρίδα καὶ τὸν Ἀρίστιππον. οὐκοῦν οὐδὲ τίνας φιλοῦσιν ἢ μισοῦσιν οὐδὲ τίνων ἐπιθυμοῦσιν· οὐδ', εἰ γελάσαιεν ἢ δακρύσαιεν, ἕξουσιν εἰπεῖν ὅτι τὸ μὲν εἴη γελοῖον, τὸ δὲ λυπηρόν. δῆλον οὖν ὡς οὐδὲ τί νυνὶ λέγομεν ἡμεῖς, συνιᾶσιν. οὐδὲν οὖν οἵ γε τοιοῦτοι διαφέροιεν ἂν ἐμπίδων ἢ μυιῶν· καίτοι κἀκεῖνα γνωρίζει τὰ κατὰ φύσιν καὶ παρὰ φύσιν.»
14.19.8
Πρὸς δὴ τοὺς οὕτω διακειμένους εἰ καὶ μυρία λέγειν ἔνεστιν, ἀλλ' ἀρκεῖ γε καὶ ταῦτα. ἕπεται τούτοις συνεξετάσαι καὶ τοὺς τὴν ἐναντίαν βαδίσαντας καὶ πάντα χρῆναι πιστεύειν ταῖς τοῦ σώματος αἰσθήσεσιν ὁρισαμένους,
14.19.9
ὧν εἶναι Μητρόδωρον τὸν Χῖον καὶ Πρωταγόραν τὸν Ἀβδηρίτην. τὸν μὲν οὖν Μητρόδωρον Δημοκρίτου ἔφασαν ἀκηκοέναι, ἀρχὰς δὲ ἀποφήνασθαι τὸ πλῆρες καὶ τὸ κενόν· ὧν τὸ μὲν ὄν, τὸ δὲ μὴ ὂν εἶναι. γράφων γέ τοι περὶ φύσεως εἰσβολῇ ἐχρήσατο τοιαύτῃ· «Οὐδεὶς ἡμῶν οὐδὲν οἶδεν, οὐδ' αὐτὸ τοῦτο, πότερον οἴδαμεν ἢ οὐκ οἴδαμεν.» ἥτις εἰσβολὴ κακὰς ἔδωκεν ἀφορμὰς τῷ μετὰ ταῦτα γενομένῳ Πύρρωνι. προβὰς δέ φησιν ὅτι «πάντα
14.19.10
ἐστίν, ὃ ἄν τις νοήσῃ.» τὸν δὲ Πρωταγόραν λόγος ἔχει κεκλῆσθαι ἄθεον. γράφων γέ τοι καὶ αὐτὸς περὶ θεῶν εἰσβολῇ τοιᾷδε ἐχρήσατο· «Περὶ μὲν οὖν θεῶν οὐκ οἶδα οὔθ' ὡς εἰσὶν οὔθ' ὁποῖοί τινες ἰδέαν· πολλὰ γάρ ἐστι τὰ κωλύοντά με ἕκαστον τούτων εἰδέναι.» τοῦτον Ἀθηναῖοι φυγῇ ζημιώσαντες τὰς βίβλους αὐτοῦ δημοσίᾳ ἐν μέσῃ τῇ ἀγορᾷ κατέκαυσαν. ἐπεὶ οὖν οἵδε μόναις δεῖν ἔφασαν ταῖς αἰσθήσεσι πιστεύειν, τὰς πρὸς αὐτοὺς ἀντιρρήσεις θεασώμεθα·
14.20.1
κʹ. ΠΡΟΣ ΤΟΥΣ ΠΕΡΙ ΜΗΤΡΟΔΩΡΟΝ ΚΑΙ ΠΡΩΤΑΓΟΡΑΝ ΜΟΝΑΙΣ ΔΕΙΝ ΠΙΣΤΕΥΕΙΝ ΤΑΙΣ ΑΙΣΘΗΣΕΣΙ ΛΕΓΟΝΤΑΣ «Γεγόνασι δέ τινες οἱ ἀξιοῦντες τῇ αἰσθήσει καὶ ταῖς φαντασίαις μόναις δεῖν πιστεύειν. ἔνιοι μέντοι φασὶ καὶ τὸν Ὅμηρον αἰνίττεσθαι τὸ τοιοῦτο πάντων ἀποφαίνοντα τὸν Ὠκεανὸν ἀρχήν, ὡς ἐν ῥύσει τῶν πραγμάτων ὄντων· ὧν δ' ἴσμεν ἔοικε μὲν καὶ Μητρόδωρος ὁ Χῖος τὸ αὐτὸ τοῦτο λέγειν,
14.20.2
οὐ μὴν ἀλλ' ἄντικρύς γε Πρωταγόρας ὁ Ἀβδηρίτης εἶπεν. οὗτος γὰρ ἔφη «μέτρον εἶναι πάντων χρημάτων τὸν ἄνθρωπον, τῶν μὲν ὄντων ὡς ἔστι, τῶν δ' οὐκ ὄντων ὡς οὐκ ἔστιν·» ὁποῖα γὰρ ἑκάστῳ φαίνεται τὰ πράγματα, τοιαῦτα καὶ
14.20.3
εἶναι· περὶ δὲ τῶν ἄλλων μηδὲν ἡμᾶς δύνασθαι διισχυρίσασθαι. πρὸς δὲ τούτους εἴποι τις ἂν ἃ καὶ Πλάτων ἐν Θεαιτήτῳ· πρῶτον μέν, τί δήποτε, τοιούτων γε δὴ τῶν πραγμάτων ὄντων, ἠξίωσαν εἶναι μέτρον τῆς ἀληθείας τὸν ἄνθρωπον, ἀλλ' οὐ σῦν ἢ κυνοκέφαλον; ἔπειτα δέ, πῶς ἔλεγον εἶναι σοφοὺς ἑαυτούς, εἰ δὴ πᾶς τις αὐτὸς ἑαυτῷ μέτρον ἐστὶ τῆς ἀληθείας; ἢ πῶς ἐλέγχουσι τοὺς ἄλλους, εἴπερ ἑκάστῳ τὸ φαινόμενον ἀληθές ἐστιν, ἀγνοοῦμέν τέ τινα, καίτοι πολλάκις αἰσθανόμενοι, καθάπερ ἐπειδὰν τῶν βαρβάρων ἀκούω
14.20.4
μεν; ὅ γε μὴν θεασάμενος ὁτιοῦν, εἶτα μεμνημένος, οἶδε μέν, αἰσθάνεται δ' οὐκέτι. καὶ εἰ θατέρῳ μὲν ὀφθαλμῷ μύσαι, θατέρῳ δ' ὁρῴη, δῆλον ὅτι ταὐτὸ
14.20.5
καὶ εἴσεται καὶ οὐκ εἴσεται. πρὸς δὲ τούτοις, εἰ τὸ φαινόμενον ἑκάστῳ καὶ ἀληθές ἐστιν, ἡμῖν δὲ οὐ φαίνεται τὰ ὑπ' ἐκείνων λεγόμενα ἀληθῆ, καὶ
14.20.6
τὸ μὴ εἶναι πάντων πραγμάτων μέτρον τὸν ἄνθρωπον ἀληθὲς ἂν εἴη. καὶ μὴν οἵ γε τεχνῖται τῶν ἀτέχνων διαφέρουσι καὶ οἱ ἔμπειροι τῶν ἀπείρων καὶ διὰ τοῦτο μᾶλλον προορᾷ τὸ μέλλον ἔσεσθαι κυβερνήτης καὶ ἰατρὸς καὶ στρα
14.20.7
τηγός· ἁπλῶς τε ἀναιροῦσιν οὗτοί γε τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ἐξ ἀνάγκης καὶ τὸ ἐνδεχόμενον καὶ τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν. οὕτω δ' ἂν εἴη ταὐτὸ καὶ ὂν καὶ οὐκ ὄν· οὐδὲν γὰρ κωλύει ταὐτὸ τοῖς μὲν εἶναι φαίνεσθαι, τοῖς δὲ μὴ εἶναι· καὶ ταὐτὸ ἂν εἴη ἄνθρωπος καὶ ξύλον· ἔσθ' ὅτε γὰρ
14.20.8
φαίνεται ταὐτὸ τῷδε μὲν ἄνθρωπος, τῷδε δὲ ξύλον· ἅπας τε λόγος ἀληθὴς ἂν εἴη, διὰ τοῦτο δὲ καὶ ψευδής· καὶ οἱ βουλευόμενοι καὶ δικάζοντες οὐκ ἂν ἔχοιεν οὐδὲν ποιεῖν. καὶ τὸ δεινότατον, ἔσονται γὰρ οἱ αὐτοὶ σπουδαῖοι καὶ μοχθηροὶ καὶ ταὐτὸ κακία καὶ ἀρετή. πολλὰ δὲ καὶ ἄλλα τοιαῦτά τις ἂν ἔχοι λέγειν· ἀλλὰ γὰρ οὐδὲν δεῖ πλειόνων λόγων πρὸς τοὺς οὐκ οἰομένους ἔχειν νοῦν καὶ λόγον.»
14.20.9
Εἶθ' ἑξῆς ἐπιλέγει· «Ἐπεὶ δ' ἔτι νῦν εἰσί τινες οἱ πᾶσαν αἴσθησιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ λέγοντες εἶναι, μικρὰ καὶ περὶ τούτων εἴπωμεν. ἐοίκασι γὰρ οὗτοί γε δεδοικέναι μήποτ', εἰ ψευδεῖς εἴποιεν αἰσθήσεις εἶναί τινας, οὐκ ἂν σχοῖεν τὸ κριτήριον καὶ τὸν κανόνα βέβαιον οὐδ' ἐχέγγυον· οὐχ ὁρῶσι δὲ ὡς οὐκ ἂν φθάνοιεν οὕτω γε καὶ τὰς δόξας ἁπάσας ἀληθεῖς ἀποφαίνοντες· πολλὰ γὰρ δὴ καὶ ταύταις πεφύκαμεν κρίνειν· καὶ οὐδὲν ἧττον ἀξιοῦσιν αὐτῶν τὰς μὲν ἀλη
14.20.10
θεῖς εἶναι, τὰς δὲ ψευδεῖς. ἔπειτα δὲ σκοπῶν ἴδοι τις ἂν οὐδὲ τῶν ἄλλων κριτηρίων αἰεὶ καὶ διὰ παντὸς ἀψευδὲς οὐδέν, οἷον λέγω ζυγὸν ἢ τόρνον ἤ τι τῶν τοιούτων· ἀλλ' ἕκαστον αὐτῶν ὡδὶ μὲν ἔχον ὑγιές ἐστιν, ὡδὶ δὲ μοχθηρόν, καὶ τουτονὶ μὲν χρώμενον τὸν τρόπον ἀληθεύει, τουτονὶ δὲ ψεύδεται. καὶ μὴν εἴ γε πᾶσα αἴσθησις ἀληθὴς ἦν, οὐκ ἔδει τοσοῦτο διαφέρειν αὐτάς. ἄλλαι γάρ εἰσιν ἐγγύθεν καὶ πόρρωθεν καὶ νοσούντων καὶ ἐρρωμένων καὶ τεχνιτῶν καὶ ἀτέχνων καὶ φρονίμων καὶ ἀφρόνων. τὰς δὲ δὴ τῶν μεμηνότων καὶ παντάπασιν ἄτοπον ἂν εἴη λέγειν ἀληθεῖς εἶναι καὶ τὰς τῶν παρορώντων καὶ παρακουόντων· εὔηθες γὰρ ἂν ἦν τὸ λεγόμενον, ὡς ὁ παρορῶν ἤτοι ὁρᾷ ἢ
14.20.11
οὐχ ὁρᾷ· φαίη γὰρ ἄν τις ὅτι ὁρᾷ μέν, ἀλλ' οὐκ ὀρθῶς. ὁπόταν μέντοι φῶσιν, ὡς ἡ μὲν αἴσθησις οὖσα ἄλογος οὐδὲν προστίθησιν οὐδ' ἀφαιρεῖ, φαίνονται τἀμποδὼν οὐχ ὁρῶντες· ἐπὶ γὰρ τοῦ ἐρετμοῦ τοῦ ἐν τῷ ὕδατι κἀπὶ τῶν γραφῶν καὶ μυρίων ἄλλων ἡ αἴσθησίς ἐστιν ἡ ἀπατῶσα. διὸ καὶ μεμφόμεθα πάντες ἐπὶ τῶν τοιούτων οὐ τὸν νοῦν ἡμῶν, ἀλλὰ τὴν φαντασίαν. ἐλέγχει γὰρ ὁ λόγος αὐτὸς ἑαυτὸν ἀξιῶν ἅπασαν ἀληθῆ φαντασίαν εἶναι· τὴν γὰρ ἡμετέραν, δι' ἣν οὐκ οἰόμεθα πᾶσαν εἶναι τοιαύτην, ψευδῆ πάντως ἀποφανεῖ. συμβαίνει
14.20.12
τοίνυν αὐτοῖς ἅπασαν φαντασίαν ἀληθῆ καὶ ψευδῆ λέγειν εἶναι. καθόλου δὲ ἁμαρτάνουσιν ἀξιοῦντες ὁποῖα ἂν ἡμῖν φαίνηται τὰ πράγματα, τοιαῦτα καὶ εἶναι. τοὐναντίον γάρ, ὁποῖα πέφυκε, τοιαῦτα φαίνεται καὶ οὐχ ἡμεῖς αὐτὰ ποιοῦμεν οὕτως ἔχειν, ἀλλ' ὑπ' ἐκείνων αὐτοὶ διατιθέμεθά πως. ἐπεὶ καὶ γελοῖον εἴη ἄν, εἰ διανοηθείημεν ἡμεῖς ὥσπερ οἱ ζωγράφοι καὶ πλάσται σκύλακας ἢ χιμαίρας, ἀξιοῦν εὐθὺς εἶναι ταῦτα καὶ διὰ τοῦτο φαντάζεσθαι καθάπερ εὐτρεπῆ παρεστῶτα.»
14.20.13
Διότι μὲν οὖν οὐκ ὀρθῶς λέγουσιν οἱ φάσκοντες εἶναι πᾶσαν αἴσθη
14.20.14
σιν καὶ πᾶσαν φαντασίαν ἀληθῆ, δῆλον ἐκ τούτων. ἀλλὰ γὰρ καὶ τούτων οὕτως ἐχόντων αὖθις οἱ περὶ τὸν Ἐπίκουρον ἐκ τῆς Ἀριστίππου διαγωγῆς ὁρμώμενοι πάντα ἡδονῆς ἐξῆπτον καὶ αἰσθήσεως, μόνα τὰ πάθη καταληπτὰ καὶ
14.20.14
τέλος ἀγαθῶν τὴν ἡδονὴν εἶναι ὁριζόμενοι. λέγεται δὲ ὁ Ἐπίκουρος ὑπὸ μέν τινων μηδενὸς ἀκηκοέναι, ἐντυχεῖν δὲ τοῖς τῶν παλαιῶν συγγράμμασιν· ὑπό τινων δ' ὅτι ἤκουσε Ξενοκράτους, ὕστερον δὲ καὶ Ναυσιφάνους τοῦ Πύρρωνος γενομένου γνωρίμου. τίνα δὴ οὖν τὰ καὶ πρὸς αὐτὸν ἀντειρημένα τυγχάνει, θεασώμεθα·
14.21.1
καʹ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ' ΕΠΙΚΟΥΡΟΝ ΗΔΟΝΗΝ ΤΕΛΟΣ ΟΡΙΖΟΜΕΝΟΥΣ «Ἐπειδή ἐστι γνῶσις διττή, ἡ μὲν τῶν ἔξω πραγμάτων, ἡ δὲ τῶν ἡμῖν αἱρετῶν καὶ φευκτῶν, ἔνιοί φασι τῆς αἱρέσεως καὶ φυγῆς ἀρχὴν καὶ κριτήριον ἔχειν ἡμᾶς τὴν ἡδονὴν καὶ τὸν πόνον· ἔτι γέ τοι καὶ νῦν τοιαῦτά τινα λέγουσιν οἱ
14.21.2
περὶ τὸν Ἑπίκουρον· ἀναγκαίως οὖν ἔχει καὶ περὶ τούτου σκέψασθαι. τοσούτου τοίνυν ἔγωγε δέω λέγειν ἀρχὴν εἶναι καὶ κανόνα τῶν ἀγαθῶν καὶ τῶν κακῶν τὸ πάθος, ὥστε ἔμοιγε δοκεῖ τοῦτο αὐτὸ κριτηρίου δεῖσθαι. διότι μὲν γὰρ ἔστιν, ἑαυτὸ δείκνυσιν, ὁποῖον δ' ἐστὶν ἑτέρου δεῖ τοῦ κρινοῦντος. εἰ μὲν γὰρ οἰκεῖον ἢ ἀλλότριον, ἡ αἴσθησις λέγει, πότερον δ' αἱρετὸν ἢ φευκτόν,
14.21.3
ὁ λόγος. αὐτοί γέ τοί φασιν οὐ πᾶσαν ἡδονὴν ἀσπάζεσθαι καὶ πάντα πόνον ἐκτρέπεσθαι. τοῦτο δὲ συμβέβηκε καὶ μάλα εἰκότως. τὰ μὲν γὰρ κριτήρια καὶ ἑαυτὰ δείκνυσι καὶ τὰ κρινόμενα, τὸ μέντοι πάθος ἑαυτὸ μόνον. ὅτι δ' οὕτως ἔχει, μαρτυροῦσιν αὐτοί. καίπερ γὰρ ἀξιοῦντες ἅπασαν ἡδονὴν ἀγαθὸν εἶναι καὶ πᾶσαν ἀλγηδόνα κακόν, ὅμως οὐκ ἀεί φασι δεῖν τὴν μὲν αἱρεῖσθαι,
14.21.4
τὴν δὲ φεύγειν· μετρεῖσθαι γὰρ αὐτὰ τῷ ποσῷ, εἰ καὶ οὐ τῷ ποιῷ. δῆλον οὖν ὡς τό γε ποσὸν οὐδὲν ἀλλ' ἢ ὁ λόγος κρίνει· τὸ γὰρ «ἄμεινόν ἐστιν ὑπομεῖναι τούσδε τινὰς τοὺς πόνους, ὅπως ἡσθείημεν ἡδονὰς μείζους» καὶ τὸ «συμφέρει τῶνδέ τινων ἀπέχεσθαι τῶν ἡδονῶν, ἵνα μὴ ἀλγῶμεν ἀλγηδόνας χα
14.21.5
λεπωτέρας» καὶ πάντα τὰ τοιαῦτα λόγος ὁ κρίνων ἐστίν. τὸ δ' ὅλον, αἱ μὲν αἰσθήσεις καὶ αἱ φαντασίαι καθαπερεὶ κάτοπτρα καὶ εἰκόνες ἐοίκασι τῶν πραγμάτων εἶναι· τὰ μέντοι πάθη καὶ αἱ ἡδοναὶ καὶ οἱ πόνοι τροπαὶ καὶ ἀλλοιώσεις ἡμῶν αὐτῶν. ταύτη δὲ αἰσθανόμενοι μὲν καὶ φαντασιούμενοι πρὸς τὰ ἔξω βλέπομεν, ἡδόμενοι δὲ καὶ ἀλγοῦντες ἐπιστρέφομεν ἐπὶ μόνους ἑαυτούς. τὰς μὲν γὰρ αἰσθήσεις ἡμῶν τὰ ἔξω ποιεῖ καὶ ὁποῖα ἂν ᾖ ἐκεῖνα, τοιαύτας ἀπεργάζεται καὶ τὰς φαντασίας, τὰ δὲ πάθη ποιὰ ἄττα γίνεται δι' ἡμᾶς καὶ ὡς ἂν ἡμεῖς
14.21.6
ἔχωμεν. διὸ ταῦτα ποτὲ μὲν ἡδέα, ποτὲ δ' ἀηδῆ φαίνεται καὶ ἔσθ' ὅτε μὲν μᾶλλον, ἔσθ' ὅτε δὲ ἧττον. ὧν οὕτως ἐχόντων εὑρήσομεν, εἰ ἐθέλοιμεν σκοπεῖν, ἄριστα τὰς τῆς γνώσεως ἀρχὰς ὑποτιθεμένους ὁπόσοι καὶ τὰς αἰσθή
14.21.7
σεις καὶ τὸν νοῦν παραλαμβάνουσιν. ἔοικε δ' ἡ μὲν αἴσθησις ταῖς ἄρκυσι καὶ τοῖς δικτύοις καὶ τοῖς ἄλλοις τοῖς τοιούτοις θηράτροις, ὁ δὲ νοῦς καὶ ὁ λόγος τοῖς κυσὶ τοῖς στιβεύουσι καὶ μεταθέουσιν. αὐτῶν μέντοι τούτων ἄμεινον φιλοσοφεῖν οἴεσθαι χρὴ τοὺς μήτε ταῖς αἰσθήσεσιν ὡς ἔτυχε χρωμένους μήτε τὰ πάθη παραλαμβάνοντας ἐπὶ τὴν τἀληθοῦς διάγνωσιν. ἢ δεινόν γ' ἂν εἴη πεφυκότας ἀνθρώπους ἡδοναῖς καὶ πόνοις ἀλόγοις ἐπιτρέπειν ἑαυτούς, ἀφέντας τὸν θειότατον κριτὴν νοῦν.» Ταῦτα ἀπὸ τῶν Ἀριστοκλέους.
14.22.1
κβʹ. ΕΤΙ ΠΡΟΣ ΤΟΥΣ ΤΗΝ ΗΔΟΝΗΝ ΤΟ ΑΓΑΘΟΝ ΕΙΝΑΙ ΟΡΙΖΟΜΕΝΟΥΣ· ΑΠΟ ΤΟΥ ΦΙΛΗΒΟΥ ΠΛΑΤΩΝΟΣ «Καθ' ἓν ἕκαστον τοίνυν τῶν τριῶν πρὸς τὴν ἡδονὴν καὶ τὸν νοῦν κρίνωμεν. δεῖ γὰρ ἰδεῖν ποτέρῳ μᾶλλον ξυγγενὲς ἕκαστον αὐτῶν ἀπονεμοῦμεν. Κάλλους καὶ ἀληθείας καὶ μετριότητος πέρι λέγεις; Ναί. πρῶτον δέ γε ἀληθείας λαβοῦ, ὦ Πρώταρχε, καὶ λαβόμενος βλέψας εἰς τρία, νοῦν καὶ ἀλήθειαν καὶ ἡδονήν, πολὺν ἐπισχὼν χρόνον ἀπόκριναι σαυτῷ, πότερον ἡδονὴ ξυγγενέστερον ἢ νοῦς ἀληθείᾳ.
14.22.2
Τί δὲ χρόνου δεῖ; πολὺ γάρ, οἶμαι, διαφέρετον. ἡδονὴ μὲν γὰρ ἁπάντων τὸ ἀλαζονέστατον· ὡς δὲ λόγος, καὶ ἐν ταῖς ἡδοναῖς ταῖς περὶ τὰ ἀφροδίσια, αἳ δὴ μέγισται δοκοῦσιν εἶναι· καὶ τὸ ἐπιορκεῖν συγγνώμην εἴληφε παρὰ θεῶν, ὡς καθάπερ παίδων τῶν ἡδομένων νοῦν οὐδὲ τὸν ὀλίγιστον κεκτημένων· νοῦς δὲ ἤτοι ταὐτὸν καὶ ἀλήθειά ἐστιν ἢ πάντων ὁμοιότατόν τε καὶ ἀληθέστατον.
14.22.3
Οὐκοῦν τὸ μετὰ τοῦτο τὴν μετριότητα ὡσαύτως σκέψῃ, πότερον ἡδονὴ φρονήσεως, ἢ φρόνησις ἡδονῆς πλείω κέκτηται; Εὔσκεπτόν γε καὶ ταύτην σκέψιν προβέβληκας. οἶμαι γὰρ ἡδονῆς μὲν καὶ περιχαρείας οὐδὲν τῶν ὄντων πεφυκὸς ἀμετρότερον εὑρεῖν ἄν τινα, νοῦ δὲ καὶ ἐπιστήμης ἐμμετρότερον οὐδ' ἂν ἕν ποτε.
14.22.4
Καλῶς εἴρηκας. ὅμως δ' ἔτι λέγε τὸ τρίτον. νοῦς ἡμῖν κάλλους μετείληφε πλέον ἢ τὸ τῆς ἡδονῆς γένος, ὥστε εἶναι καλλίω νοῦν ἡδονῆς, ἢ τοὐναντίον; Ἆρ' οὐ φρόνησιν μὲν καὶ νοῦν, ὦ Σώκρατες, οὐδεὶς πώποτε οὔθ' ὕπαρ οὔτ' ὄναρ αἰσχρὸν οὔτε εἶδεν οὔτ' ἐπενόησεν οὐδαμοῦ οὐδαμῶς οὔτε γιγνόμενον οὔτε ὄντα οὔτε ἐσόμενον; Ὀρθῶς.
14.22.5
Ἡδονὰς δέ γε δήπου, καὶ ταύτας σχεδὸν τὰς μεγίστας, ὅταν ἴδωμεν ἡδόμενον ὁντινοῦν, ἢ τὸ γελοῖον ἐπ' αὐταῖς ἢ τὸ πάντων αἴσχιστον ἑπόμενον ὁρῶντες αὐτοί τε αἰσχυνόμεθα καὶ ἀφανίζοντες κρύπτομεν ὅτι μάλιστα, νυκτὶ πάντα τὰ τοιαῦτα διδόντες, ὡς φῶς οὐ δέον ὁρᾶν αὐτά.
14.22.6
Πάντη δὲ φήσεις, ὦ Πρώταρχε, ὑπό τ' ἀγγέλων πέμπων καὶ παροῦσι φράζων, ὡς ἡδονὴ κτῆμα οὐκ ἔστι πρῶτον οὐδ' αὖ δεύτερον, ἀλλὰ πρῶτον μέν πη περὶ μέτρον καὶ τὸ μέτριον καὶ τὸ καίριον καὶ πάντα ὁπόσα χρὴ τοιαῦτα νομίζειν τὴν ἀΐδιον ᾑρῆσθαι φύσιν. Φαίνεται γοῦν ἐκ τῶν νῦν λεγομένων.
14.22.7
Δεύτερον μὴν περὶ τὸ σύμμετρον καὶ καλὸν καὶ τὸ τέλεον καὶ ἱκανὸν καὶ πάνθ' ὁπόσα τῆς γενέσεως αὐτῆς ἐστι. Ἔοικε γοῦν.
14.22.8
Τὸ τοίνυν τρίτον, ὡς ἡ ἐμὴ μαντεία, νοῦν καὶ φρόνησιν τιθεὶς οὐκ ἂν μέγα τι τῆς ἀληθείας παρεξέλθοις. Ἴσως.
14.22.9
Ἆρ' οὖν οὐ τέταρτα, ἃ τῆς ψυχῆς αὐτῆς ἔθεμεν, ἐπιστήμας τε καὶ τέχνας καὶ δόξας ὀρθὰς λεχθείσας, ταῦτ' εἶναι τὰ πρὸς τοῖς τρισὶ τέτταρτα, εἴπερ τοῦ ἀγαθοῦ ἐστι μᾶλλον ἢ τῆς ἡδονῆς ξυγγενῆ; Τάχ' ἄν.
14.22.10
Πέμπτας τοίνυν ἃς ἡδονὰς ἔθεμεν ἀλύπους ὁρισάμενοι, καθαρὰς ἐπονομάσαντες τῆς ψυχῆς αὐτῆς, ἐπιστήμας, τὰς δὲ αἰσθήσεις ἑπομένας. Ἴσως.
14.22.11
«Ἕκτῃ δ' ἐν γενεᾷ,» φησὶν Ὀρφεύς, «κατεπαύσατε κόσμον ἀοιδῆς,» ἀτὰρ κινδυνεύει καὶ ὁ ἡμέτερος λόγος ἐν ἕκτῃ καταπεπαυμένος εἶναι κρίσει. τὸ δὴ μετὰ ταῦθ' ἡμῖν οὐδὲν λοιπὸν πλὴν ὥσπερ κεφαλὴν ἀποδοῦναι τοῖς εἰρημένοις. Οὐκοῦν χρή.
14.22.12
Ἴσθι δή, τὸ τρίτον τῷ σωτῆρι τὸν αὐτὸν διαμαρτυράμενοι λόγον ἐπέλθωμεν. Ποῖον δή; Φίληβος τἀγαθὸν ἔθετο ἡμῖν ἡδονὴν εἶναι πᾶσαν καὶ παντελῆ. Τρίτον, ὦ Σώκρατες, ὡς ἔοικας, ἔλεγες ἀρτίως τὸν ἐξ ἀρχῆς ἐπαναλαβεῖν δεῖν λόγον.
14.22.13
Ναί. τὸ δέ γε μετὰ τοῦτο ἀκούωμεν. ἐγὼ γὰρ δὴ κατιδὼν ἅπερ νῦν διελήλυθα καὶ δυσχεράνας τὸν Φιλήβου λόγον οὐ μόνον, ἀλλὰ καὶ ἄλλων πολλάκις μυρίων, εἶπον ὡς ἡδονῆς γε νοῦς εἴη μακρῷ βέλτιόν τε καὶ ἄμεινον τῷ τῶν ἀνθρώπων βίῳ. Ἦν ταῦτα.
14.22.14
Ὑποπτεύων δέ σε καὶ ἄλλα καὶ πολλά, εἶπον ὡς, εἰ φανείη τι τούτων ἀμφοῖν βέλτιον, ὑπὲρ τῶν δευτερείων νῷ πρὸς ἡδονὴν ξυνδιαμαχοίμην, ἡδονὴ δὲ καὶ δευτερείων στερήσοιτο. Εἶπες γὰρ οὖν καὶ μετὰ ταῦτά γε περί γ' ὧν ἱκανώτατα· τούτων οὐδέτερον ἱκανὸν ἀνεφάνη. Ἀληθέστατα.
14.22.15
Οὐκοῦν παντάπασιν ἐν αὐτῷ τῷ λόγῳ καὶ νοῦς ἀπήλλακτο καὶ ἡδονή, μηδὲ τἀγαθὸν αὐτὸ μηδέτερον αὐτοῖν εἶναι στερομένων αὐταρκείας καὶ τῆς τοῦ ἱκανοῦ καὶ τελέου δυνάμεως; Ὀρθότατα. Φανέντος δέ γε ἄλλου τινὸς κρείττονος τούτοιν ἑκατέρου τρίτου αὖ, νοῦς ἡδονῆς οἰκειότερον καὶ προσφυέστερον πέφανται νῦν τῇ τοῦ νικῶντος ἰδέᾳ. Πῶς γὰρ οὔ;
14.22.16
Οὐκοῦν πέμπτον κατὰ τὴν κρίσιν, ὡς νῦν ὁ λόγος ἀπεφήνατο, γίγνοιτ' ἂν ἡ τῆς ἡδονῆς δύναμις. Ἔοικεν. Πρῶτον δέ γε οὐδ' ἂν οἱ πάντες βόες τε καὶ ἵπποι καὶ τἄλλα ξύμπαντα θηρία φῶσι, τῷ τὸ χαίρειν διώκειν· οἷς πιστεύοντες, ὥσπερ μάντεις ὄρνισιν, οἱ πολλοὶ κρίνουσι τὰς ἡδονὰς εἰς τὸ ζῆν ἡμῖν εὖ κρατίστας εἶναι καὶ τοὺς θηρίων ἔρωτας οἴονται κυρίους εἶναι μάρτυρας μᾶλλον ἢ τοὺς τῶν ἐν μούσῃ φιλοσόφῳ μεμαντευμένων ἑκάστοτε λόγων. Ἀληθέστατα, ὦ Σώκρατες, εἰρῆσθαί σοι νῦν ἤδη φαμὲν ἅπαντες.»
14.22.17
Ταῦτα ὁ Πλάτων. ἐγὼ δέ σοι καὶ Διονυσίου, τῆς κατὰ Χριστὸν φιλοσοφίας ἐπισκόπου ἀνδρός, ἀπὸ τῶν Περὶ φύσεως βραχέα τῶν πρὸς Ἐπίκουρον ἀντειρημένων παραθήσομαι. σὺ δὲ λαβὼν ἀνάγνωθι τὰς τοῦτον ἐχούσας αὐτοῦ τὸν τρόπον φωνάς·
14.23.1
κγʹ. ΠΡΟΣ ΤΟΥΣ ΚΑΤ' ΕΠΙΚΟΥΡΟΝ ΠΡΟΝΟΙΑΝ ΜΕΝ ΑΡΝΟΥΜΕΝΟΥΣ ΑΤΟΜΟΙΣ ΔΕ ΣΩΜΑΣΙΝ ΑΝΑΤΙΘΕΝΤΑΣ ΤΟ ΠΑΝ «Πότερον ἕν ἐστι συναφὲς τὸ πᾶν, ὡς ἡμῖν τε καὶ τοῖς σοφωτάτοις Ἑλλήνων Πλάτωνι καὶ Πυθαγόρᾳ καὶ τοῖς ἀπὸ τῆς Στοᾶς καὶ Ἡρακλείτῳ φαίνεται, ἢ δύο, ὡς ἴσως τις ὑπέλαβεν, ἢ καὶ πολλὰ καὶ ἄπειρα, ὥς τισιν ἄλλοις ἔδοξεν, οἳ πολλαῖς τῆς διανοίας παραφοραῖς καὶ ποικίλαις προφοραῖς ὀνομάτων τὴν τῶν ὅλων ἐπεχείρησαν κατακερματίζειν οὐσίαν ἄπειρόν τε καὶ
14.23.2
ἀγένητον καὶ ἀπρονόητον ὑποτίθενται; οἱ μὲν γὰρ ἀτόμους προσειπόντες ἄφθαρτά τινα καὶ σμικρότατα σώματα πλῆθος ἀνάριθμα καί τι χωρίον κενὸν μέγεθος ἀπεριόριστον προβαλόμενοι, ταύτας δή φασι τὰς ἀτόμους ὡς ἔτυχεν ἐν τῷ κενῷ φερομένας αὐτομάτως τε συμπιπτούσας ἀλλήλαις διὰ ῥύμην ἄτακτον καὶ συμπλεκομένας διὰ τὸ πολυσχήμονας οὔσας ἀλλήλων ἐπιλαμβάνεσθαι, καὶ οὕτω τόν τε κόσμον καὶ τὰ ἐν αὐτῷ, μᾶλλον δὲ κόσμους ἀπείρους
14.23.3
ἀποτελεῖν. ταύτης δὲ τῆς δόξης Ἐπίκουρος γεγόνασι καὶ Δημόκριτος· τοσοῦτον δὲ διεφώνησαν ὅσον ὁ μὲν ἐλαχίστας πάσας καὶ διὰ τοῦτο ἀνεπαισθήτους, ὁ δὲ καὶ μεγίστας εἶναί τινας ἀτόμους ὁ Δημόκριτος ὑπέλαβεν. ἀτόμους δὲ εἶναί φασιν ἀμφότεροι καὶ λέγεσθαι διὰ τὴν ἄλυτον στερρότητα.
14.23.4
οἱ δὲ τὰς ἀτόμους μετονομάσαντες ἀμερῆ φασιν εἶναι σώματα, τοῦ παντὸς μέρη, ἐξ ὧν ἀδιαιρέτων ὄντων συντίθεται τὰ πάντα καὶ εἰς ἃ διαλύεται. καὶ τούτων φασὶ τῶν ἀμερῶν ὀνοματοποιὸν Διόδωρον γεγονέναι· ὄνομα δέ, φασίν, αὐτοῖς ἄλλο Ἡρακλείδης θέμενος ἐκάλεσεν ὄγκους, παρ' οὗ καὶ Ἀσκληπιάδης ὁ ἰατρὸς ἐκληρονόμησε τὸ ὄνομα.» Ταῦτ' εἰπὼν ἑξῆς ἀνασκευάζει τὸ δόγμα διὰ πολλῶν, ἀτὰρ καὶ διὰ τούτων·
14.24.1
κδʹ. ΑΠΟ ΤΩΝ ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΥΠΟΔΕΙΓΜΑΤΩΝ «Πῶς αὐτῶν ἀνασχώμεθα τυχηρὰ λεγόντων εἶναι συμπτώματα τὰ σοφὰ καὶ διὰ τοῦτο καλὰ δημιουργήματα; ὧν ἕκαστόν τε καθ' ἑαυτὸ γενόμενον ὤφθη τῷ προστάξαντι γενέσθαι καλὸν καὶ συλλήβδην ὁμοίως ἅπαντα. καὶ «εἶδε»
14.24.2
γάρ, φησίν, «ὁ θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» ἀλλ' οὐδὲ ἀπὸ τῶν μικρῶν τῶν συνήθων καὶ παρὰ πόδας νουθετοῦνται παραδειγμάτων, ἐξ ὧν δύνανται μανθάνειν ὅτι χρειῶδες μὲν καὶ πρὸς ὠφέλειαν ἔργον οὐδὲν ἀνεπιτηδεύτως οὐδὲ συμβατικῶς ἀπεργάζεται, ἀλλὰ χειρουργούμενον εἰς τὴν πρέπουσαν ὑπηρεσίαν καταρτίζεται· ὅταν δὲ εἰς ἄχρηστον μεταπίπτῃ καὶ ἀνωφελές, τότε διαλυόμενον ἀορίστως καὶ ὡς ἂν τύχῃ διασκίδναται, ἅτε μηκέτι μεταχειριζομένης μηδὲ διαταττούσης αὐτὸ τῆς σοφίας, ᾗ τοῦ συνεστά
14.24.3
ναι τοῦτο ἔμελεν. ἱμάτιόν τε γὰρ οὐ χωρὶς ἱστουργοῦ συνισταμένων τῶν στημόνων οὐδὲ τῆς κρόκης αὐτομάτως παρεμπλεκομένης ἀνυφαίνεται, εἰ δὲ κατατριβείη, τὰ λακισθέντα διαρριπτεῖται ῥάκη· οἰκία τε ἀνοικοδο μεῖται καὶ πόλις οὐ τοὺς μέν τινας δεχομένη θεμελίοις αὐτομολοῦντας λίθους, τοὺς δὲ ἀναπηδῶντας εἰς τὰς ἐπιβολάς, ἀλλὰ κατὰ χώραν ὁ τοιχοδόμος τοὺς εὐθέτους ἐπιφέρει· καταρριφθείσης δέ, ὡς ἂν παρείκῃ κατενεχθεὶς ἕκαστος
14.24.4
ἀπεσφάλη. καὶ κατασκευαζομένης νεὼς οὐχ ἡ μέν τις ὑπέβαλεν ἑαυτὴν τρόπις, ὁ δὲ κατὰ μέσην ἑαυτὸν ἱστὸς ὤρθωσε καὶ τῶν ἄλλων ἕκαστον ξύλων ἣν ἔτυχεν ἐξ ἑαυτοῦ θέσιν κατέλαβεν· οὐδὲ τὰ λεγόμενα ἑκατὸν τῆς ἁμάξης ξύλα καθ' ὃν εὗρε κενὸν τόπον ἕκαστον συνεπάγη· ἀλλ' ὁ τέκτων ἑκατέρας συνεκόμισε καίριον, εἰ δὲ διαλυθείη ἡ ναῦς ἐνθαλασσεύουσα, ἢ φερομένη κατὰ γῆν ἅμαξα, ὅπῃ τύχῃ τὰ ξύλα τὰ μὲν ὑπὸ τῶν κυμάτων, τὰ δὲ ὑπὸ τῆς συντόνου
14.24.5
ῥύμης διασπείρεται. οὕτως ἂν ἁρμόζοι λέγειν αὐτοῖς καὶ τὰς ἀτόμους, ἀργὰς μενούσας καὶ ἀχειροποιήτους καὶ ἀχρήστους, εἰκῇ φέρεσθαι. ὁράτωσαν γὰρ τὰς ἀθεάτους ἐκεῖνοι καὶ τὰς ἀνοήτους νοείτωσαν, οὐχ ὁμοίως ἐκείνῳ, ὃς φανερωθὲν ἑαυτῷ τοῦτο ὑπὸ τοῦ θεοῦ πρὸς αὐτὸν ὁμολογεῖ· «Τὸ ἀκατ
14.24.6
έργαστόν σου εἴδοσαν οἱ ὀφθαλμοί μου.» ὅταν δὲ καὶ ἅ φασιν ἐξ ἀτόμων ὑφάσματα γίνεσθαι τὰ εὐήτρια, ταῦθ' ὑπ' αὐτῶν ἀσόφως καὶ ἀναισθήτως αὐτουργεῖσθαι λέγωσι, τίς ἀνέξεται τὰς ἀτόμους ἀκούων ἐρίθους, ὧν καὶ ὁ ἀράχνης ἐστὶ σοφώτερος χειροτεχνῶν ἐξ ἑαυτοῦ;
14.25.1
κεʹ. ΑΠΟ ΤΗΣ ΤΟΥ ΠΑΝΤΟΣ ΣΥΣΤΑΣΕΩΣ Ἢ τὸν μέγαν τοῦτον οἶκον τὸν ἐξ οὐρανοῦ καὶ γῆς συνεστῶτα καὶ διὰ τὸ μέγεθος καὶ πλῆθος τῆς ἐπιφαινομένης αὐτῷ σοφίας καλούμενον κόσμον ὑπὸ τῶν σὺν οὐδενὶ κόσμῳ φερομένων ἀτόμων κεκοσμῆσθαι καὶ γεγονέναι
14.25.2
κόσμον ἀκοσμίαν; πῶς δὲ κινήσεις καὶ ὁδοὺς εὐτάκτους ἐξ ἀτάκτου προάγεσθαι φορᾶς; πῶς δὲ τὴν παναρμόνιον τῶν οὐρανίων χορείαν ἐξ ἀμούσων καὶ ἀναρμόστων συνᾴδειν ὀργάνων;
14.25.3
Τίνα δὲ τρόπον, μιᾶς οὔσης καὶ τῆς αὐτῆς ἁπασῶν οὐσίας καὶ τῆς αὐτῆς ἀφθάρτου φύσεως πλὴν τῶν μεγεθῶν, ὥς φασι, καὶ τῶν σχημάτων, τὰ μέν ἐστι θεῖα καὶ ἀκήρατα καὶ αἰώνια, ὡς αὐτοὶ φήσαιεν ἄν, σώματα ἢ μακραίωνά γε κατὰ τὸν οὕτως ὀνομάσαντα φαινόμενά τε καὶ ἀφανῆ φαινόμενα μὲν ἥλιος καὶ σελήνη καὶ ἀστέρες γῆ τε καὶ ὕδωρ, ἀφανῆ δὲ θεοί τε καὶ δαίμονες καὶ ψυχαί·
14.25.4
ταῦτα γὰρ οὐδὲ θέλοντες ὑπάρχειν ἀρνήσασθαι δύνανται· τὰ δὲ μακροβιώτατα ζῷά τε καὶ φυτά ζῷα μὲν ἔν τε ὄρνισιν, ὥς φασιν, ἀετοὶ κόρακές τε καὶ φοίνικες ἔν τε χερσαίοις ἔλαφοί τε καὶ ἐλέφαντες καὶ δράκοντες, ἐν δὲ τοῖς ἐνύδροις τὰ κήτη· δένδρα δὲ φοίνικες καὶ δρύες καὶ περσέαι· καὶ τῶν γε δένδρων τὰ μέν ἐστιν ἀειθαλῆ, ἃ καὶ καταριθμήσας τις εἶπεν εἶναι τεσσαρακαίδεκα, τὰ δὲ πρὸς καιρὸν ἀνθεῖ καὶ φυλλορροεῖ· τὰ δὲ πλεῖστα τῶν τε φυομένων καὶ τῶν γεννωμένων ἐστὶν ὠκύμορα καὶ βραχυτελῆ ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ὡς εἶπέ τις ἁγία περὶ αὐτοῦ γραφή· «Βροτὸς δὲ γεννητὸς γυναικὸς ὀλιγόβιος»;
14.25.5
ἀλλὰ τοὺς συνδέσμους φήσουσι τῶν ἀτόμων διαλλάττοντας αἰτίους γίνεσθαι τῆς περὶ τὴν διαμονὴν διαφορᾶς· τὰ μὲν γὰρ ὑπ' αὐτῶν πεπυκνῶσθαι καὶ κατεσφίγχθαι λέγειν, ὥστ' αὐτὰ παντελῶς δυσαπάλλακτα γεγονέναι πιλήματα, τὰ δὲ μανοτέραν καὶ χαλῶσαν τὴν συνάφειαν τῶν ἀτόμων ἐπ' ἔλαττον ἢ πλέον ἐσχηκέναι, ὡς ἢ θᾶττον ἢ μετὰ πολὺ τῆς κολλήσεως αὐτῶν ἀφίστασθαι, καὶ τὰ μὲν ἐκ τοιῶνδε καὶ ὧδέ πως ἐσχηματισμένων, τὰ δὲ ἐξ ἑτέρων ἑτεροίως διακειμένων συμμεμίχθαι.
14.25.6
Τίς οὖν ὁ φυλοκρινῶν συναγείρων τε καὶ ἀναχέων καὶ τάσδε μὲν οὕτω συντάττων εἰς ἥλιον, τάσδε δὲ ὡδὶ ἵνα ἡ σελήνη γένηται, καὶ ἑκάστας συμφέρων κατὰ τὴν οἰκειότητα πρὸς ἑκάστου φαῦσιν ἀστέρος; οὔτε γὰρ αἱ ἡλιακαὶ τοσαίδε καὶ τοιαίδε καὶ ὧδέ πως ἑνωθεῖσαι πρὸς ἐργασίαν καὶ σελήνης καταβεβήκεσαν οὔτε αἱ τῶν σεληνιακῶν ἀτόμων πλεκτάναι γεγόνασί ποτε ἥλιος· ἀλλ' οὐδὲ ἀρκτοῦρος, εἰ καὶ λαμπρός ἐστι, τὰς ἑωσφόρου μεγαλοφρονήσαιτό ποτε ἂν ἀτόμους ἔχειν, οὐδὲ τὰς Ὠρίωνος αἱ Πλειάδες. καλῶς γὰρ ὁ Παῦλος διέστειλεν εἰπών· «Ἄλλη δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη
14.25.7
δόξα ἀστέρων· ἀστὴρ γὰρ ἀστέρος διαφέρει ἐν δόξῃ.» καὶ εἰ μὲν ἀνεπαίσθητος αὐτῶν ὡς ἀψύχων ἡ σύμπηξις ἐγένετο, ἐπιστήμονος αὐταῖς ἔδει δημιουργοῦ· εἰ δὲ ἀπροαίρετος καὶ κατ' ἀνάγκην ὡς ἀλόγων ἡ σύνερξις, σοφός τις αὐτὰς ἀγελάρχης συνελαύνων ἐπεστάτησεν· εἰ δὲ ἑκουσίως ἐθελουργῆσαι συγκέκλῃνται, θαυμάσιός τις αὐτῶν ἀρχιτέκτων ἐργοδοτῶν προηγήσατο, ἢ καθάπερ εὔτακτος στρατηγὸς οὐ συγκεχυμένην εἴασε τὴν στρατιὰν καὶ πάντας ἀναμίξ, ἀλλ' ἐν μέρει μὲν τὴν ἵππον, ἰδίᾳ δὲ τοὺς ὁπλίτας τούς τε ἀκοντιστὰς καθ' ἑαυτοὺς καὶ χωρὶς τοὺς τοξότας καὶ τοὺς σφενδονήτας ἔνθα ἐχρῆν
14.25.8
διετάξατο, ἵνα ἀλλήλοις οἱ ὁμόσκευοι συμμαχοῖεν. εἰ δὲ τοῦτο χλεύην οἴονται τὸ παράδειγμα διὰ τὸ μεγάλων σωμάτων με πρὸς τὰ ἐλάχιστα ποιεῖσθαι σύγκρισιν, ἐπὶ τὰ σμικρότατα μεταβησόμεθα.»
14.25.9
Εἶτα τούτοις ἑξῆς ἐπιλέγει· «Εἰ δὲ μήτε λέξις μήτε ἐκλογὴ μήτε τάξις αὐταῖς ἄρχοντος ἐπικέοιτο, αὐταὶ δὲ ἐφ' ἑαυτῶν ἑαυτὰς ἐκ τῆς πολλῆς κατὰ τὴν ῥύσιν τύρβης διευθύνουσαι καὶ τὸν πολὺν τῶν συμπτώσεων διεκπερῶσαι κυδοιμὸν αἱ ὅμοιαι πρὸς τὰς ὁμοίας οὐχ ὑπὸ τοῦ θεοῦ, κατὰ τὸν ποιητήν, ἄγοιντο, συντρέχοιεν δὲ καὶ συναγελάζοιντο γνωρίζουσαι τὰς συγγενεῖς, θαυμαστή γε τῶν ἀτόμων ἡ δημοκρατία, δεξιουμένων τε ἀλλήλας τῶν φίλων καὶ περιπλεκομένων εἰς μίαν τε κατασκη νοῦν συνοικίαν ἐπειγομένων καὶ τῶν μὲν ἀποτετορνευμένων αὐτομάτων εἰς ἥλιον φωστῆρα μέγαν, ἵνα ποιήσωσι τὴν ἡμέραν, τῶν δὲ εἰς πολλὰς ἴσως πυραμίδας ἀστέρων ἀναπεφλεγμένων, ἵνα καὶ ὅλον στεφανώσωσι τὸν οὐρανόν, τῶν δὲ περιτεταγμένων, ἵνα αὐτὸν εἰκῇ στερεώσωσι καὶ καμαρώσωσι τὸν αἰθέρα εἰς τὴν τῶν φωστήρων ἐπιβάθραν ἐπιλέξωνταί τε ἑαυταῖς αἱ συνωμοσίαι τῶν χυδαίων ἀτόμων μονὰς καὶ διακληρώσωνται τὸν οὐρανὸν εἰς οἴκους ἑαυταῖς καὶ σταθμούς.»
14.25.10
Εἶτα μεθ' ἕτερά φησιν· «Ἀλλ' οὐδὲ τὰ φανερὰ ὁρῶσιν οὗτοι οἱ ἀπρονόητοι, πολλοῦ γε δέουσι συνορᾶν καὶ τὰ ἀφανῆ. ἐοίκασι γὰρ μηδὲ ἀνατολὰς ἐποπτεύειν τεταγμένας καὶ δύσεις μήτε τῶν ἄλλων μήτε τὰς ἐκπρεπεστάτας ἡλίου μηδὲ χρῆσθαι ταῖς δι' αὐτῶν δεδωρημέναις ἀνθρώποις ἐπικουρίαις, ἀναπτομένῃ μὲν εἰς ἐργασίαν ἡμέρᾳ, ἐπηλυγαζούσῃ δὲ νυκτὶ πρὸς ἀνάπαυλαν. «Ἐξελεύσεται γὰρ ἄνθρωπος
14.25.11
φησίν ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.» ἀλλ' οὐδὲ τὴν ἑτέραν ἐπισκοποῦσιν ἀνακύκλησιν αὐτοῦ, καθ' ἣν ὡρισμένας ὥρας καὶ καιροὺς εὐκαίρους καὶ τροπὰς ἀπαρατρέπτους ἀποτελεῖ, ὑπὸ τῶν ἐξ ὧν ἐστιν ἀτόμων ὁδηγούμενος. ἀλλὰ κἂν μὴ θέλωσιν οἱ δείλαιοι, ὡς δ' οὖν πιστεύουσιν οἱ δίκαιοι· «Μέγας κύριος ὁ ποιήσας αὐτὸν καὶ ἐν λόγοις αὐτοῦ κατέσπευσε
14.25.12
πορείαν.» ἄτομοι γὰρ ὑμῖν χειμῶνα φέρουσιν, ὦ τυφλοί, καὶ ὑετούς, ἵνα ἡ γῆ τροφὰς ὑμῖν τε καὶ πᾶσι τοῖς ἐπ' αὐτῆς ζῴοις ἀνῇ; θέρος τε ἐπάγουσιν, ἵνα καὶ τοὺς ἀπὸ δένδρων εἰς τρυφὴν καρποὺς λάβητε; καὶ διὰ τί μὴ ταῖς ἀτόμοις προσκυνεῖτε καὶ θύετε ταῖς ἐπὶ καρποῖς, ἀχάριστοί γε μηδὲ ἀπαρχὰς αὐταῖς ὀλίγας τῶν πολλῶν δωρεῶν ἃς παρ' αὐτῶν ἔχουσιν ἀφιεροῦντες;»
14.25.13
Καὶ μετὰ βραχέα φησίν· «Ὁ δὲ πολυεθνὴς καὶ πολυμιγὴς δῆμος τῶν ἀστέρων, οὓς αἱ πολυπλανεῖς καὶ ἀεὶ διαρριπτούμεναι συνέστησαν ἄτομοι, χώρας ἑαυτοῖς κατὰ συνθήκας ἀπεδάσαντο, ὥσπερ ἀποικίαν ἢ συνοικίαν ἀνελόμενοι μηδενὸς οἰκιστοῦ μηδὲ οἰκοδεσπότου προεστηκότος, καὶ τὰς πρὸς τοὺς πλησιοχώρους γειτνιάσεις ἐνωμότως καὶ μετ' εἰρήνης φυλάσσουσιν, οὐχ ὑπερβαίνοντες οὓς κατειλήφασιν ἐξ ἀρχῆς ὅρους, ὥσπερ ὑπὸ τῶν βασιλίδων ἀτόμων νομοθετούμενοι.
14.25.14
ἀλλ' οὐκ ἄρχουσιν ἐκεῖναι· πῶς γὰρ αἱ μηδὲ οὖσαι; ἀλλὰ θείων λογίων ἐπακούσατε· «Ἐν κρίσει κυρίου τὰ ἔργα αὐτοῦ· ἀπ' ἀρχῆς καὶ ἀπὸ ποιήσεως αὐτῶν διέστειλε μερίδας αὐτῶν· ἐκόσμησεν εἰς αἰῶνα τὰ ἔργα αὐτοῦ καὶ τὰς ἀρχὰς αὐτῶν εἰς γενεὰς αὐτῶν.» «
14.25.15
Καὶ μετὰ βραχέα φησίν· «Ἢ τίς οὕτως εὐτάκτως πεδιάδα γῆν διώδευσε φάλαγξ, οὐ προθέοντος οὐδενός, οὐκ ἐκτρεπομένου, οὐκ ἐμποδοστατοῦντος, οὐκ ἀπολειπομένου τῶν συμπαρατεταγμένων, ὡς ἰσόστοιχοι καὶ συνασπιδοῦντες ἀεὶ προΐασιν ὁ συνεχής τε καὶ ἀδιάστατος ἀόχλητός τε καὶ ἀνεμπόδιστος τῶν ἄστρων στρατός;
14.25.16
ἀλλ' ἐγκλίσεσι καὶ ταῖς εἰς πλάγιον ἐκνεύσεσι γίνονταί τινες αὐτῶν ἄδηλοι τροπαί. καὶ μὴν ἀεὶ καιροφυλακοῦσι καὶ προορῶνται τὰς χώρας, ὅθεν ἕκαστος ἄνεισιν, οἱ τούτοις προσεσχηκότες. εἰπάτωσαν οὖν ἡμῖν οἱ τῶν ἀτόμων τομεῖς καὶ τῶν ἀμερῶν μερισταὶ καὶ τῶν ἀσυνθέτων συναγωγεῖς καὶ τὰ ἄπειρα περινοοῦντες, πόθεν ἡ κυκλοφορικὴ τῶν οὐρανίων συνοδία περιοδία, οὐχ ἑνὸς παραλόγως ἀτόμων πήγματος οὕτω σφενδονηθέντος, ἀλλὰ τοσούτου κυκλίου χοροῦ κατὰ ῥυθμὸν ἴσα βαίνοντος καὶ συμπεριδινουμένου, πόθεν ἀδιάτακτοι καὶ ἀπροαίρετοι καὶ ἀγνῶτες ἀλλήλων συνέμποροι παμπληθεῖς συνανεστράφησαν. καλῶς τε ὁ προφήτης ἐν τοῖς ἀδυνάτοις καὶ ἀνενδείκτοις ἔταξε τὸ ξένους κἂν δύο συνδραμεῖν· «Εἰ πορεύσονται φησί δύο ἐπὶ τὸ αὐτὸ καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς;» «
14.25.17
Ταῦτ' εἰπὼν μυρία τε ἄλλα τούτοις ἐπαγαγὼν ἑξῆς κατασκευάζει διὰ πλειόνων τὸ πρόβλημα ἀπό τε τῶν κατὰ μέρος στοιχείων τοῦ παντὸς ἀπό τε τῶν ἐν τούτοις παντοδαπῶν ζῴων καὶ δὴ καὶ ἀπὸ τῆς τἀνθρώπου φύσεως. ἐξ ὧν ἔτι βραχέα τοῖς εἰρημένοις προσθεὶς καταπαύσω τὸν παρόντα λόγον·
14.26.1
κ ʹ. ΑΠΟ ΤΗΣ ΤΑΝΘΡΩΠΟΥ ΦΥΣΕΩΣ «Καὶ οὔτε ἑαυτοὺς οὔτε τὰ περὶ ἑαυτοὺς ὁρῶσιν. εἰ γάρ τις τῶν ἀρχηγετῶν τοῦ τῆς ἀσεβείας ταύτης δόγματος ἑαυτὸν ὅστις ἐστὶ καὶ ὅθεν ἀνελογίζετο, ἐφρόνησεν ἂν ἅπερ ὁ συνῃσθημένος ἑαυτοῦ καὶ εἶπεν ἂν οὐ πρὸς τὰς ἀτόμους, ἀλλὰ πρὸς τὸν πατέρα καὶ ποιητὴν ἑαυτοῦ· «Αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με» καὶ προσεπεξειργάσατο ἂν ὡς ἐκεῖνος τὸν θαυμάσιον τῆς ποιήσεως ἑαυτοῦ τρόπον· «Ἢ οὐχ ὥσπερ γάλα με ἤμελξας, ἐτύρωσας δέ με ἴσα τυρῷ, δέρμα καὶ κρέας με ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας; ζωὴν δὲ καὶ ἔλεος ἔθου παρ' ἐμοί, ἡ δὲ ἐπισκοπή σου ἐφύλαξέ μου τὸ πνεῦμα.»
14.26.2
πόσας γὰρ ἀτόμους ὁ Ἐπικούρου πατὴρ καὶ ποταπὰς ἐξ ἑαυτοῦ προέχεεν, ὅτ' ἀπεσπέρμαινεν Ἐπίκουρον; καὶ πῶς εἰς τὴν μητρῴαν αὐτοῦ κατακλῃσθεῖσαι γαστέρα συνεπάγησαν, ἐσχηματίσθησαν, ἐμορφώθησαν, ἐκινήθησαν, ηὐξήνθησαν, καὶ πολλὰς ἡ βραχεῖα ῥανὶς τὰς Ἐπικούρου ἀτόμους προσκαλεσαμένη τὰς μὲν ἐπημφίεσεν αὐτὸν δέρμα καὶ σάρκα γενομένας, ταῖς δὲ ὀστω
14.26.3
θείσαις ἀνώρθωται, ταῖς δὲ συνεδέθη νευρορραφούμενος, τά τε ἄλλα πολλὰ μέλη καὶ σπλάγχνα καὶ ἔγκατα καὶ αἰσθητήρια τὰ μὲν ἔνδοθεν, τὰ δὲ θύραθεν ἐφήρμοσε, δι' ὧν ἐζῳογονήθη τὸ σῶμα; ὧν οὐδὲν ἀργὸν οὐδὲ ἀχρεῖον προσετέθη, ἐπεὶ μηδὲ τὰ φαυλότατα, μήτε τρίχες μήτε ὄνυχες, πάντα δέ, τὰ μὲν πρὸς τὸ τῆς συστάσεως ὄφελος, τὰ δὲ πρὸς τὸ κάλλος τῆς ὄψεως συντε
14.26.4
λεῖ. οὐ γὰρ τῆς χρείας μόνης, ἀλλὰ καὶ τῆς ὥρας ἐπιμελὴς ἡ Πρόνοια. ἔρυμα μὲν γὰρ καὶ σκέπασμα πᾶσι τῆς κεφαλῆς ἡ κόμη, εὐπρέπεια δὲ ὁ πώγων τῷ φιλοσόφῳ. τήν τε τοῦ ὅλου σώματος τοῦ ἀνθρωπείου φύσιν ἐκ τῶν μερῶν ἀναγκαίων πάντων ἥρμοσε καὶ τοῖς μέλεσι πᾶσι τήν τε πρὸς ἄλληλα
14.26.5
κοινωνίαν περιέβαλε καὶ τὴν παρὰ τοῦ ὅλου χορηγίαν ἐπεμέτρησεν. ὧν τὰ μὲν ὁλοσχερῆ καὶ τοῖς ἰδιώταις ἐκ τῆς πείρας ἣν ἔχει δύναμιν πρόδηλα· κεφαλῆς ἡγεμονία καὶ περὶ τὸν ἐγκέφαλον, ὥσπερ ἄρχοντα ἐν ἀκροπόλει, τῶν αἰσθήσεων ἡ δορυφορία· προσιοῦσαι μὲν ὄψεις, ἀναγγέλλουσαι δὲ ἀκοαί, ἐδωδὴ ὥσπερ φορολογοῦσα, ὄσφρησις καθάπερ ἀνιχνεύουσα καὶ διερευνω
14.26.6
μένη καὶ ἁφὴ πᾶν διατάττουσα τὸ ὑπήκοον κεφαλαιωδῶς γὰρ νῦν ὀλίγα τῶν τῆς πανσόφου Προνοίας ἔργων ἐπιδραμούμεθα, μετ' ὀλίγον ἀκριβέστερον τοῦ θεοῦ διδόντος ἐπεξεργασόμενοι, ὅταν πρὸς τὸν δοκοῦντα λογιώτερον
14.26.7
ἀποτεινώμεθα· χειρῶν διακονία, δι' ὧν ἐργασίαι τε παντοῖαι καὶ πολυμήχανοι τελοῦνται τέχναι ταῖς κατὰ μέρος δυνάμεσιν εἰς μίαν συνεργίαν διηρθρωμένων, ὤμων τε ἀχθοφορίαι καὶ κατοχαὶ δακτύλων ἀγκώνων τε καμπαί, πρός τε τὸ σῶμα εἴσω στρεφόμεναι καὶ πρὸς τὸ ἐκτὸς ἀπονεύουσαι, ἵνα ἐφέλκεσθαί τε καὶ ἀπωθεῖσθαι δύνωνται· ποδῶν ὑπηρεσία, δι' ὧν πᾶσα ἡμῖν ὑποπέπτωκεν ἡ περίγειος κτίσις, βάσιμος ἡ γῆ, πλωτὴ ἡ θάλασσα, περάσιμοι οἱ ποταμοὶ καὶ πάντων πρὸς πάντας ἐπιμιξία· γαστὴρ ταμεῖον τροφῶν, πᾶσι τοῖς συντεταγμένοις μέλεσιν ἐξ ἑαυτῆς ἐν μέτρῳ τὸ σιτηρέσιον διανέ μουσα καὶ τὸ περιττεῦον ἐκτιθεμένη· καὶ τἄλλα δι' ὅσων ἐμφανῶς ἡ διοίκησις τῆς ἀνθρωπείου μεμηχάνηται διαμονῆς, ὧν ὁμοίως τοῖς ἄφροσιν ἔχοντες οἱ
14.26.8
σοφοὶ τὴν χρῆσιν οὐκ ἴσχουσι τὴν γνῶσιν. οἱ μὲν γὰρ εἰς ἣν ἂν οἰηθῶσιν ἀθεότητα τὴν ἐπιστημονικωτάτην περὶ πάντων καὶ εἰς ἑαυτοὺς εὐεργετικωτάτην ἀναφέρουσιν οἰκονομίαν, κρείττονος καὶ θείας ὄντως φρονήσεώς τε καὶ δυνάμεως ἔργον αὐτὴν εἶναι πιστούμενοι, οἱ δὲ συντυχίᾳ καὶ συμπτώσει τῶν
14.26.9
ἀτόμων ἀσκόπως τὴν θαυμασιωτάτην καλλιεργίαν ἀνατιθέασι. τὴν δὲ ἐναργεστέραν ἔτι τούτων ἐπίσκεψιν καὶ τὴν τῶν ἐνδοσθίων διάθεσιν ἰατροὶ μὲν ἀκριβῶς διερευνησάμενοι καὶ καταπλαγέντες ἐξεθείασαν τὴν φύσιν, ἡμεῖς
14.26.10
δὲ ὕστερον ὡς ἂν οἷοί τε γενώμεθα κἂν ἐπιπολῆς ἀναθεωρήσωμεν. καθόλου δὲ καὶ συλλήβδην ὅλον τοῦτο τὸ σκῆνος τίς τοιοῦτον ἐσκηνοποίησεν, ὑψηλόν, ὀρθόν, εὔρυθμον, εὐαίσθητον, εὐκίνητον, εὐεργόν, παντουργόν; ἡ τῶν ἀτόμων ἄλογος, φασί, πληθύς. ἀλλ' οὐδ' ἂν εἰκόνα πηλίνην ἐκεῖναι συνελθοῦσαι πλάσαιεν οὐδ' ἀνδριάντα λίθινον ξέσαιεν οὐδ' ἂν εἴδωλον ἀργυροῦν ἢ
14.26.11
χρυσοῦν χωνεύσασαι προαγάγοιεν· ἀλλὰ τέχναι καὶ χειρουργίαι τούτων ὑπ' ἀνθρώπων εὕρηνται σωματουργοί. ὧν δὲ ἀπεικασίαι καὶ σκιαγραφίαι δίχα σοφίας οὐκ ἂν γένοιντο, πῶς τὰ ἀληθῆ καὶ πρωτότυπα τούτων αὐτο
14.26.12
μάτως συμβέβηκε; ψυχὴ δὲ καὶ νοῦς καὶ λόγος πόθεν ἐγγέγονε τῷ φιλοσόφῳ; παρὰ τῶν ἀψύχων καὶ ἀνοήτων καὶ ἀλογίστων ἀτόμων ταῦτ' ἠρανί
14.26.13
σατο κἀκείνων αὐτῷ τι ἑκάστη νόημα καὶ δόγμα ἐνέπνευσε; καὶ ὥσπερ ὁ Ἡσιόδου μῦθος τὴν Πανδώραν φησὶν ὑπὸ τῶν θεῶν, οὕτως ἡ σοφία τἀνδρὸς ὑπὸ τῶν ἀτόμων συνετελέσθη; καὶ ποίησιν δὲ πᾶσαν καὶ πᾶσαν μουσικὴν ἀστρονομίαν τε καὶ γεωμετρίαν καὶ τὰς ἄλλας ἐπιστήμας οὐκέτι θεῶν εὑρέματα καὶ παιδεύματα φήσουσιν Ἕλληνες εἶναι, μόναι δὲ γεγόνασιν ἐμπειρικαὶ καὶ
14.26.14
σοφαὶ πάντων αἱ Ἄτομοι Μοῦσαι; ἡ γὰρ ἐκ τῶν ἀτόμων Ἐπικούρου θεογονία τῶν μὲν ἀπείρων κόσμων ἐξόριός ἐστιν, εἰς δὲ τὴν ἄπειρον ἀκοσμίαν πεφυγάδευται.»
14.27.1
κζʹ. ΟΤΙ ΟΥΚ ΕΠΙΠΟΝΟΝ ΤΩΙ ΘΕΩΙ ΤΟ ΕΡΓΑΖΕΣΘΑΙ «Ἐργάζεσθαι δέ γε καὶ διοικεῖν καὶ εὐεργετεῖν τε καὶ προκήδεσθαι καὶ τὰ τοιαῦτα τοῖς μὲν ἀργοῖς καὶ ἄφροσι καὶ ἀσθενέσι καὶ κακούργοις ἴσως ἐπαχθῆ, οἷς ἐγκατέλεξεν ἑαυτὸν Ἐπίκουρος, τοιαῦτα φρονήσας περὶ τῶν θεῶν· τοῖς δὲ σπουδαίοις καὶ συνετοῖς καὶ δυνατοῖς καὶ σώφροσιν, οἵους εἶναι χρὴ τοὺς φιλοσόφους πόσῳ γε μᾶλλον τοὺς θεούς;, οὐχ ὅπως ἀηδῆ ταῦτα καὶ προσάντη, ἀλλὰ καὶ τερπνότατα καὶ πάντων μᾶλλον ἀσπαστότατα, οἷς τὸ ἀμελὲς καὶ τὸ μέλλειν τι πράττειν τῶν χρηστῶν ὄνειδος, ὡς ἐκείνους τε ποιητὴς νουθετεῖ συμβουλεύων· μηδ' ἀναβάλλεσθαι ἔς τ' αὔριον καὶ προσεπαπειλῶν· αἰεὶ δ' ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει·
14.27.2
ἡμᾶς τε σεμνότερον παιδεύει προφήτης, θεοπρεπῆ μὲν ὄντως ἔργα τὰ κατ' ἀρετὴν ὑπάρχειν λέγων, τὸν δὲ ὀλιγωροῦντα τούτων ἐξάγιστον· «Ἐπι
14.27.3
κατάρατος γὰρ φησίν ὁ ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς.» εἶτα καὶ τοῖς μὲν ἀμαθέσιν ἡστινοσοῦν τέχνης καὶ ἀτελεστέροις διὰ τὸ τῆς πείρας ἄηθες καὶ τὸ τῶν ἔργων ἀτριβὲς κάματος ἐγγίνεται ταῖς ἐπιχειρήσεσιν· οἱ δὲ προκόπτοντες, καὶ μᾶλλον ἔτι οἱ τέλειοι, ῥᾳδίως ἃ μετίασι κατορθοῦντες γάννυνται καὶ μᾶλλον ἂν ἕλοιντο τὰ εἰωθότα πράττοντες ἀνύειν καὶ τελεσιουρ
14.27.4
γεῖν ἢ πάντα σφίσιν ὑπάρξαι τὰ ἐν ἀνθρώποις ἀγαθά. Δημόκριτος γοῦν αὐτός, ὥς φασιν, ἔλεγε βούλεσθαι μᾶλλον μίαν εὑρεῖν αἰτιολογίαν ἢ τὴν Περσῶν οἱ βασιλείαν γενέσθαι, καὶ ταῦτα μάτην καὶ ἀναιτίως αἰτιολογῶν, ὡς ἀπὸ κενῆς ἀρχῆς καὶ ὑποθέσεως πλανωμένης ὁρμώμενος καὶ τὴν ῥίζαν καὶ τὴν κοινὴν ἀνάγκην τῆς τῶν ὄντων φύσεως οὐχ ὁρῶν, σοφίαν δὲ μεγίστην ἡγούμενος τὴν τῶν ἀσόφως καὶ ἠλιθίως συμβαινόντων κατανόησιν καὶ τὴν τύχην τῶν μὲν καθόλου καὶ τῶν θείων δέσποιναν ἐφιστὰς καὶ βασιλίδα καὶ πάντα γενέσθαι κατ' αὐτὴν ἀποφαινόμενος, τοῦ δὲ τῶν ἀνθρώπων αὐτὴν ἀποκηρύτ
14.27.5
των βίου καὶ τοὺς πρεσβεύοντας αὐτὴν ἐλέγχων ἀγνώμονας. τῶν γοῦν Ὑποθηκῶν ἀρχόμενος λέγει· «Ἄνθρωποι τύχης εἴδωλον ἐπλάσαντο, πρόφασιν ἰδίης ἀνοίης. φύσει γὰρ γνώμη τύχῃ μάχεται· καὶ τὴν ἐχθίστην τῇ φρονήσει ταύτην αὐτὴν ἔφασαν κρατεῖν· μᾶλλον δὲ καὶ ταύτην ἄρδην ἀναιροῦντες καὶ ἀφανίζοντες ἐκείνην ἀντικαθιστᾶσιν αὐτῆς. οὐ γὰρ εὐτυχῆ τὴν
14.27.6
φρόνησιν, ἀλλ' ἐμφρονεστάτην ὑμνοῦσι τὴν τύχην.» οἱ μὲν οὖν τῶν βιωφελῶν ἔργων ἐπιστάται ταῖς πρὸς τὸ ὁμόφυλον ἐπικουρίαις ἀγάλλονται ἐπαίνου τε ὀρέγονται καὶ κλέους ἐφ' οἷς αὐτῶν προκάμνουσιν οἱ μὲν τρέφοντες, οἱ δὲ κυβερνῶντες, οἱ δ' ἰώμενοι, οἱ δὲ πολιτευόμενοι· οἱ δέ γε φιλόσοφοι καὶ σφό
14.27.7
δρα παιδεύειν ἐπιχειροῦντες ἀνθρώπους φρυάττονται. ἢ τολμήσουσιν Ἐπίκουρος ἢ Δημόκριτος εἰπεῖν, ὡς ἀσχάλλουσι φιλοσοφοῦντες; ἀλλ' οὐδὲ θυμηδίαν ταύτης ἂν ἑτέραν προθεῖντο· καὶ γὰρ εἰ τὸ ἀγαθὸν ἡδονὴν εἶναι φρονοῦσιν, ἀλλ' αἰδεσθήσονταί γε μὴ λέγειν ἥδιον αὐτοῖς εἶναί τι τοῦ φιλο
14.27.8
σοφεῖν. τοὺς δὲ θεούς, περὶ ὧν οἱ μὲν ποιηταὶ παρ' αὐτοῖς ᾄδουσι «δοτῆρες ἐάων,» οὗτοι δὴ οἱ φιλόσοφοι μετὰ τωθείας εὐφημοῦσι· «Θεοὶ πάντων ἀγαθῶν ἀδώρητοί τε καὶ ἀμέτοχοι.» καὶ τίνι τρόπῳ τεκμηριοῦνται θεοὺς εἶναι, μήτε παρόντας καὶ πράττοντάς τι ὁρῶντες ὡς οἱ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας θαυμάσαντες διὰ τὸ θέειν ἔφασαν κεκλῆσθαι θεούς μήτε τινὰ δημιουργίαν αὐτοῖς ἢ κατασκευὴν προσνέμοντες, ἵν' ἐκ τοῦ θεῖναι, τοῦτ' ἔστι ποιῆσαι, θεοποιήσωσιν αὐτούς τούτου γὰρ ἕνεκεν πρὸς ἀλήθειαν ὁ τῶν ἁπάντων ποιητὴς καὶ δημιουργὸς μόνος ἐστὶ θεός μήτε διοίκησιν ἢ κρίσιν ἢ χάριν αὐτῶν τινα πρὸς ἀνθρώπους ἐκτιθέμενοι, ἵνα φόβον ἢ τιμὴν ὀφλήσαντες προσκυνήσωμεν αὐτοῖς;
14.27.9
Ἦ τοῦ κόσμου προκύψας Ἐπίκουρος καὶ τὸν οὐράνιον ὑπερβὰς περίβολον ἢ διά τινων κρυφίων ἃς μόνος οἶδεν ἐξελθὼν πυλῶν οὓς ἐν τῷ κενῷ κατεῖδε θεοὺς καὶ τὴν πολλὴν αὐτῶν ἐμακάρισε τρυφὴν κἀκεῖθεν ἐπιθυμητὴς γενόμενος τῆς ἡδονῆς καὶ τῆς ἐν τῷ κενῷ ζηλωτὴς διαίτης, οὕτω πάντας ἐπὶ τὴν τοῦ μακαρισμοῦ τούτου μετουσίαν ἐξομοιωθησομένους ἐκείνοις τοῖς θεοῖς παρακαλεῖ, συμπόσιον αὐτοῖς μακάριον οὐχ ὅπερ οἱ ποιηταὶ τὸν οὐρανὸν ἢ τὸν Ὄλυμπον, ἀλλὰ τὸ κενὸν συγκροτῶν ἔκ τε τῶν ἀτόμων τὴν ἀμβροσίαν αὐτοῖς
14.27.10
παρατιθεὶς καὶ προπίνων αὐτοῖς ἐξ ἐκείνων τὸ νέκταρ; καὶ δὴ κατ' ἐκείνων τῶν μηδὲν πρὸς ἡμᾶς ὅρκους τε καὶ ὁρκισμοὺς μυρίους τοῖς ἑαυτοῦ βιβλίοις ἐγγράφει, ὀμνύς τε συνεχῶς «μὰ Δία» καὶ «νὴ Δία» ἐξορκῶν τε τοὺς ἐντυγχάνοντας καὶ πρὸς οὓς διαλέγοιτο «πρὸς τῶν θεῶν,» οὔ τί που δεδιὼς αὐτὸς ἢ δεδιττόμενος ἐκείνους τὴν ἐπιορκίαν, κενὸν δὲ τοῦτο καὶ ψεῦδος καὶ ἀργὸν καὶ ἄσημον ἐπιφθεγγόμενος τοῖς λόγοις αὐτοῦ παράρτημα, οἷον εἰ καὶ χρέμπτοιτο καὶ πτύοι τό τε πρόσωπον στρέφοι καὶ τὴν χεῖρα κινοίη. τοιαύτη γὰρ ἀδιανόητος ἦν αὖ ἡ παρ' αὐτῷ καὶ ματαία ὑπόκρισις ἡ τῶν θεῶν ὀνομασία.
14.27.11
ἀλλὰ τοῦτο μὲν πρόδηλον, ὅτι μετὰ τὸν Σωκράτους θάνατον κατεπτηχὼς Ἀθηναίους ὡς μὴ δοκοίη τοῦθ' ὅπερ ἦν ἄθεος εἶναι, κενὰς αὐτοῖς ἀνυποστάτων θεῶν τερατευσάμενος ἐζωγράφησε σκιάς. οὔτε γὰρ εἰς οὐρανὸν ἀνέβλεψε νοεροῖς ὀφθαλμοῖς, ἵνα τῆς ἐναργοῦς ἄνωθεν φωνῆς ἀκούσῃ, ἧς ὁ προσεκτικὸς θεατὴς κατακούσας ἐμαρτύρησεν ὅτι «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα,» οὔτε τῇ διανοία κατεῖδεν εἰς τοὔδαφος· ἔμαθε γὰρ ἂν ὅτι «τοῦ ἐλέους κυρίου πλήρης ἡ γῆ» καὶ ὅτι «τοῦ κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς» καί· «Μετὰ ταῦτα γάρ φησι κύριος εἰς τὴν γῆν ἐπέβλεψε καὶ ἐνέπλησεν αὐτὴν τῶν ἀγαθῶν αὐτοῦ· ψυχὴν παν
14.27.12
τὸς ζῴου ἐκάλυψε τὸ πρόσωπον αὐτῆς.» εἰ δὲ μὴ σφόδρα τυφλώττουσιν, ἐπισκεψάσθωσαν τὴν παμποίκιλον τῶν ζῴων πολυπλήθειαν, τὰ χερσαῖα, τὰ πτηνά, τὰ ἔνυδρα, καὶ κατανοησάτωσαν ὡς ἀληθὴς ἐπὶ τῇ πάντων κρίσει γέγονεν ἡ μαρτυρία τοῦ δεσπότου· «Καὶ πάντα κατὰ τὴν αὐτοῦ πρόσταξιν πέφηνε καλά.» «
14.27.13
Ταῦτά μοι ἀπὸ πλείστων ἐξήνθισται τῶν πρὸς Ἐπίκουρον Διονυσίῳ τῷ καθ' ἡμᾶς ἐπισκόπῳ πεποιημένων. μετελθεῖν δὲ καιρὸς τοὺς περὶ τὸν Ἀριστοτέλη καὶ τὴν τῶν Στωϊκῶν φιλοσόφων αἵρεσιν τά τε λοιπὰ τῆς τῶν θαυμαστῶν φυσιολόγων ἐπιθεωρῆσαι, ὡς ἂν καὶ τῆς ἐκ τούτων ἀναχωρήσεως τὸν ἐξ ἡμῶν ἀπολογισμὸν παράσχοιμεν τοῖς φιλεγκλήμοσιν. ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ φιλοσοφίας καὶ τῶν περὶ τοῦ ἀνδρὸς ἱστορουμένων Ἀπὸ τῶν Ἀριστοκλέους τοῦ Περιπατητικοῦ γʹ. Περὶ τῶν κατὰ Ἀριστοτέλην δογμάτων, διενεχθέντα Ἑβραίοις καὶ Πλάτωνι δʹ. Ἀττικοῦ Πλατωνικοῦ πρὸς Ἀριστοτέλην, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ περὶ τοῦ τέλους λόγῳ εʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ περὶ προνοίας λόγῳ ʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, διενεχθέντα Μωσεῖ καὶ Πλάτωνι ἐν τῷ μὴ συγχωρεῖν γενητὸν εἶναι τὸν κόσμον ζʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν, πέμπτην σωμάτων ὑποτιθέμενον οὐσίαν, ἣν οὔτε Μωσῆς οὔτε Πλάτων γινώσκει ηʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν καὶ ἐν τοῖς κατ' οὐρανὸν θεωρήμασι διενεχθέντα τῷ Πλάτωνι ἅτινα Μωσῆς οὐ πολυπραγμονεῖ θʹ. Τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν καὶ ἐν τοῖς περὶ ἀθανασίας ψυχῆς διενεχθέντα τῷ Πλάτωνι καὶ τοῖς Ἑβραίων λόγοις ιʹ. Πλωτίνου ἐκ τοῦ περὶ ἀθανασίας ψυχῆς δευτέρου πρὸς Ἀριστοτέλην ἐντελέχειαν τὴν ψυχὴν εἶναι φήσαντα ιαʹ. Πορφυρίου περὶ τοῦ αὐτοῦ. Ἀπὸ τῶν πρὸς Βόηθον περὶ ψυχῆς ιβʹ. Πρὸς τὸν αὐτὸν διενεχθέντα τῷ Πλάτωνι καὶ ἐν τῷ περὶ καθόλου ψυχῆς λόγῳ ιγʹ. Πρὸς τὸν αὐτὸν διαπαίξαντα καὶ τὰς παρὰ τῷ Πλάτωνι ἰδέας· ἃς οὐκ ἀγνοεῖν καὶ οἱ Ἑβραίων ἤδη πρότερον συνέστησαν λόγοι ιδʹ. Περὶ τῆς τῶν Στωϊκῶν φιλοσοφίας ὅπως τε ὁ Ζήνων τὸν περὶ ἀρχῶν ἀπεδίδου λόγον ιεʹ. Ὁποίαν δόξαν ἐπάγοντα οἱ Στωϊκοὶ περὶ θεοῦ καὶ περὶ συστάσεως τοῦ παντός ι ʹ. Πορφυρίου πρὸς τὴν τῶν Στωϊκῶν περὶ θεοῦ δόξαν ιζʹ. Ὅτι οὐκ ἂν εἴη σῶμα τὸ ὂν κατὰ τοὺς Στωϊκούς ιηʹ. Ὅπως οἱ Στωϊκοὶ περὶ τῆς τοῦ παντὸς ἐκπυρώσεως δοξάζουσιν ιθʹ. Ὅπως δοξάζουσιν οἱ Στωϊκοὶ περὶ τῆς παλιγγενεσίας τῶν ὅλων κʹ. Ὅπως οἱ αὐτοὶ περὶ ψυχῆς δοξάζουσιν καʹ. Λογγίνου πρὸς τὴν τῶν Στωϊκῶν περὶ ψυχῆς δόξαν ἀντίρρησις κβʹ. Πρὸς τοὺς Στωϊκούς, ὅτι οὐ δύναται σωματικὴ εἶναι ἡ ψυχή κγʹ. Δόξαι τῶν φυσικῶν φιλοσόφων ἀπὸ τῶν Πλουτάρχου· Περὶ ἡλίου κδʹ. Περὶ μεγέθους ἡλίου κεʹ. Περὶ σχήματος ἡλίου κ ʹ. Περὶ σελήνης κζʹ. Περὶ μεγέθους σελήνης κηʹ. Περὶ σχήματος σελήνης κθʹ. Περὶ φωτισμῶν σελήνης λʹ. Τίς ἡ οὐσία τῶν ἄστρων πλανήτων καὶ ἀπλανῶν λαʹ. Περὶ σχημάτων ἀστέρων λβʹ. Πῶς συνέστηκεν ὁ κόσμος λγʹ. Εἰ ἓν τὸ πᾶν λδʹ. Εἰ ἔμψυχος ὁ κόσμος προνοίᾳ διοικούμενος λεʹ. Εἰ ἄφθαρτος ὁ κόσμος λ ʹ. Πόθεν τρέφεται ὁ κόσμος λζʹ. Ἀπὸ ποίου πρώτου ἤρξατο ὁ θεὸς κοσμοποιεῖν ληʹ. Περὶ τάξεως τοῦ κόσμου λθʹ. Τίς ἡ αἰτία τοῦ τὸν κόσμον ἐγκλιθῆναι μʹ. Περὶ τοῦ ἐκτός μαʹ. Τίνα δεξιὰ τοῦ κόσμου καὶ τίνα ἀριστερά μβʹ. Περὶ οὐρανοῦ μγʹ. Περὶ δαιμόνων καὶ ἡρώων μδʹ. Περὶ ὕλης μεʹ. Περὶ ἰδέας μ ʹ. Περὶ τάξεως ἀστέρων μζʹ. Περὶ τῆς τῶν ἄστρων φορᾶς καὶ κινήσεως μηʹ. Πόθεν φωτίζονται οἱ ἀστέρες μθʹ. Περὶ τῶν καλουμένων Διοσκούρων νʹ. Περὶ ἐκλείψεως ἡλίου ναʹ. Περὶ ἐκλείψεως σελήνης νβʹ. Περὶ ἐμφάσεως αὐτῆς, καὶ διὰ τί γεώδης φαίνεται νγʹ. Περὶ τῶν ἀποστημάτων τῆς σελήνης νδʹ. Περὶ ἐνιαυτῶν νεʹ. Περὶ γῆς ν ʹ. Περὶ σχήματος γῆς νζʹ. Περὶ θέσεως τῆς γῆς νθʹ. Περὶ θαλάσσης, πῶς συνέστη καὶ πῶς ἐστι πικρά ξʹ. Περὶ μερῶν τῆς ψυχῆς ξαʹ. Περὶ ἡγεμονικοῦ ξβʹ. Ὅτι καὶ τῶν Ἑλλήνων ὁ σοφώτατος Σωκράτης τοὺς ἐπὶ τῇ τῶν προειρημένων φυσιολογίᾳ μεγάλα φυσῶντας μωραίνοντας ἀπεδείκνυεν, ὡς περὶ ἄχρηστα τῷ βίῳ καὶ ἀκατάληπτα κατατριβομένους ΙΕ

Intertext edge

Open linked passage

Note