Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More

Original: Pg Scrape Grc

βʹ. ΑΝΑΚΕΦΑΛΑΙΩΣΙΣ ΤΗΣ ΠΑΡΑ ΤΟΙΣ ΑΛΛΟΙΣ ΕΘΝΕΣΙ ΘΕΟΛΟΓΙΑΣ ΚΑΙ ΟΙΩΝ ΚΑΚΩΝ ΑΙΤΙΑ ΣΥΝΕΣΤΗ ΤΩΙ ΒΙΩΙ Οἱ μὲν δὴ λοιποὶ πάντες ἄνθρωποι ἄνωθεν ἐκ πρώτης τοῦ βίου συστάσεως καὶ εἰς τὸν μετέπειτα χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει τῷ μηδὲν περὶ τῆς ἐν αὐτοῖς ψυχῆς διειληφέναι πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν ὑπάρχειν ἡγησάμενοι, τὸ καλὸν καὶ συμφέρον καὶ μόνον ἀγαθὸν τῇ τῶν σωμάτων ἀνέθηκαν ἡδονῇ· μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ προσηνὲς καὶ ἡδὺ πρὸς ἀπόλαυσίν τε εὐδαίμονος βίου αὐτάρκη, περισπούδαστον ὑποθέμενοι θεῶν μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς ζωῆς αὐτῆς, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς, ἐφιέμενοι καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὸ ἡδέως ζῆν ἀσπαζόμενοι, τοῦτο

Spanish Gemini
7.2.1
7.2.2
7.2.3
7.2.4
7.2.5
7.2.6

Intertext edge

Open linked passage

Note