Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1.1
αʹ. ΠΡΟΟΙΜΙΟΝ· ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΘΕΟΣΕΒΟΥΣ ΠΟΛΙΤΕΥΜΑΤΟΣ Τοὺς βίους τῶν παλαιῶν Ἑβραίων, τῶν δὴ καὶ τὴν προσηγορίαν ἐπαληθευσάντων θεοφιλῶν ἀνδρῶν, πρόσθεν ἢ Μωσέα φανῆναι πάσης ἀρετῆς βραβείοις ἀναδησαμένων τά τε θεοσεβῆ δόγματά τε καὶ παιδεύματα καὶ προσέτι τὰς εὐσεβεῖς καὶ παναληθεῖς αὐτῶν θεολογίας, ὧν εἰς ἔρωτα καὶ πόθον ἐλθεῖν ὡμολογήκαμεν, διελθὼν ἐν τῷ πρὸ τούτου μέτειμι νῦν ἀκολούθῳ τῇ τάξει χρώμενος ἐπὶ τὴν κατὰ Μωσέα πολιτείαν, δεύτερον ἐπέχουσαν εὐσεβείας μετὰ τὸν πρῶτον ἐκεῖνον βαθμόν, τὸν δὴ καὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει
8.1.2
νενομοθετημένον. ὡς γὰρ μόνοις Ἰουδαίοις, οὐκέτι δὲ καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν ἦν ἁρμόδια τὰ διὰ Μωσέως οὐδὲ δυνατὰ πᾶσιν ἀνθρώποις, λέγω δὲ τοῖς πόρρω που τῆς Ἰουδαίας γῆς οἰκοῦσιν Ἕλλησί τε καὶ
8.1.3
βαρβάροις, φυλάττεσθαι κατὰ τὸν οἰκεῖον καιρὸν ἀποδείξομεν. νυνὶ δὲ καὶ τούτου, λέγω δὲ τοῦ κατὰ Μωσέα βίου, τὸν τρόπον οὐκ ἐμαῖς φωναῖς, αὐτῶν δὲ μόνων πάλιν τῶν παρὰ τοῖς ἀνδράσιν ἐπὶ τῇ πατρίῳ δεδοκιμασμένων παιδεύσει παραθήσομαι· καὶ γάρ μοι προσήκειν ἡγοῦμαι ταύτη, ᾗπερ καὶ ἠρξάμην, διὰ τῶν οἰκείων ἑκάστῳ τὰς τῶν ἀποδείξεων μαρτυρίας παρέ
8.1.4
χειν. ὥσπερ οὖν Φοίνικας καὶ Αἰγυπτίους καὶ Ἕλληνας τῶν παρὰ σφίσι γνωρίμων κατὰ τὴν οἰκείαν χώραν μάρτυρας ἀνεκαλούμην, ταύτη μοι καὶ τούσδε ὁ παρὼν καιρὸς δοκεῖ ἐπιτηδείως εἰσποιεῖσθαι, ἀλλὰ μὴ ἡμᾶς αὐτοὺς τὰ ὀθνεῖα νομίζεσθαι κατασχεδιάζειν.
8.1.5
Πρὶν δ' ἐπὶ τοῦτ' ἐλθεῖν, ὅπως εἰς Ἕλληνας τὰ παρ' αὐτοῖς παρῆλθε λόγια καὶ τίς ὁ τρόπος συνέστη τῆς τῶν πεπιστευμένων αὐτοῖς θείων γραφῶν ἑρμηνείας δι' ὅσων τε καὶ ὁποίων ἀνδρῶν καὶ δι' ὁπόσης βασιλικῆς σπουδῆς τῆς εἰς τὴν Ἑλλάδα γλῶσσαν μεταβολῆς ἔτυχε, τῶν ἀναγκαίων ἡγοῦμαι εἰς φανερὸν θέσθαι τοῖς ἐντυγχάνουσιν, οὐκ ἀσυμβούλου μοι γενησομένης καὶ τῆς τούτων ἐκθέσεως εἰς τὴν τῆς Εὐαγγελικῆς Προπαρασκευῆς ἀπόδειξιν.
8.1.6
ἐπειδὴ γὰρ ὅσον οὔπω τὰ τῆς τοῦ σωτῆρος ἡμῶν βιωφελοῦς κηρύξεως ἔμελλεν ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς εἰς πάντας ἐκλάμπειν ἀνθρώπους λόγος τε οὐχ ὁ τυχὼν ᾕρει τὰς περὶ αὐτοῦ προφητείας τόν τε βίον τῶν πάλαι θεοφιλῶν Ἑβραίων καὶ τὰ τῆς εὐσεβοῦς διδασκαλίας αὐτῶν μαθήματα, τῇ πατρίῳ αὐτῶν φωνῇ ἐξ αἰῶνος μακροῦ κεκαλυμμένα, ἤδη ποτὲ εἰς πάντα τὰ ἔθνη, οἷς τὰ τῆς θεογνωσίας ἔμελλε προξενεῖσθαι, παρελθεῖν, θεὸς αὐτὸς ὁ τῶνδε τῶν ἀγαθῶν αἴτιος, προλαβὼν τὸ μέλλον ὡς ἂν θεὸς τῇ προγνώσει, τὰς περὶ τοῦ πάντων ἀνθρώπων οὐκ εἰς μακρὸν ἀναφανησομένου σωτῆρος διδασκάλου τε εὐσεβείας ἑνὸς τοῦ ἐπὶ πάντων θεοῦ πᾶσι τοῖς ὑφ' ἥλιον ἔθνεσι καταστησομένου προρρήσεις ἀποκαλυφθῆναι τοῖς πᾶσιν εἰς φῶς τε ἐλθεῖν ἐπ' ἀκριβὲς μεταβληθείσας δημοσίαις τε βιβλιοθήκαις ἀνατεθείσας διοικεῖται, βασιλεῖ Πτολεμαίῳ τοῦτο πρᾶξαι κατὰ νοῦν ἐμβαλών, εἰς προπαρασκευήν, ὡς ἔοικε, τῆς τῶν ἐθνῶν ἁπάντων ὅσον οὔπω μελλούσης ἐξ αὐτῶν ἔσεσθαι
8.1.7
μεταλήψεως. ὧν γὰρ οὐκ ἂν ἄλλως ἐτύχομεν παρὰ Ἰουδαίων, ἀποκρυψάντων ἂν τὰ παρ' αὐτοῖς λόγια διὰ τὸν πρὸς ἡμᾶς φθόνον, τούτων ἐκ τῆς θεόθεν οἰκονομηθείσης ἑρμηνείας ἠξιώθημεν πρὸς τῶν παρ' αὐτοῖς ἐπί τε συνέσει καὶ τῇ πατρίῳ παιδείᾳ δεδοκιμασμένων ἀνδρῶν μεταβληθέντων.
8.1.8
γράφει δὲ ταῦτα Ἀρισταῖος, ἀνὴρ λόγιος μὲν ἄλλως, οὐ μὴν ἀλλὰ καὶ παρατυχὼν τοῖς πραχθεῖσι κατὰ τὸν δεύτερον Πτολεμαῖον, τὸν ἐπικληθέντα Φιλάδελφον, καθ' ὃν τὰ τῆς ἑρμηνείας τῶν Ἰουδαϊκῶν γραφῶν διὰ σπουδῆς τοῦ βασιλέως γενόμενα τῶν κατὰ τὴν Ἀλεξάνδρειαν βιβλιοθηκῶν ἠξιώθη. ἐπακοῦσαι δὲ αὐτοῦ καιρὸς τόνδε πρὸς λέξιν ἱστοροῦντος τὸν τρόπον·
8.2.1
βʹ. ΑΡΙΣΤΑΙΟΥ ΠΕΡΙ ΤΗΣ ΕΡΜΗΝΕΙΑΣ ΤΩΝ ΠΑΡΑ ΙΟΥΔΑΙΟΙΣ ΓΡΑΦΩΝ «Κατασταθεὶς ἐπὶ τῆς τοῦ βασιλέως βιβλιοθήκης Δημήτριος ὁ Φαληρεὺς ἐχρηματίσθη πολλὰ διάφορα πρὸς τὸ συναγαγεῖν ἅπαντα τὰ κατὰ τὴν οἰκουμένην βιβλία, καὶ ποιούμενος ἀγορασμοὺς καὶ μεταγραφὰς ἐπὶ τέλος ἤγαγεν ὅσον
8.2.2
ἐφ' ἑαυτῷ τὴν τοῦ βασιλέως πρόθεσιν. παρόντων οὖν ἡμῶν ἐρωτηθεὶς πόσαι τινὲς μυριάδες τυγχάνουσι βιβλίων, εἶπεν· Ὑπὲρ τὰς εἴκοσι, βασιλεῦ· σπουδάσω δ' ἐν ὀλίγῳ χρόνῳ πρὸς τὸ πληρωθῆναι πεντήκοντα μυριάδας τὰ λοιπά. προσήγγελται δέ μοι καὶ τὰ τῶν Ἰουδαίων νόμιμα μεταγραφῆς ἄξια καὶ τῆς
8.2.3
παρὰ σοὶ βιβλιοθήκης εἶναι. Τί τὸ κωλῦον οὖν, εἶπεν, ἐστί σε τοῦτο ποιῆσαι; πάντα γὰρ ἀποτέτακταί σοι τὰ πρὸς τὴν χρείαν. ὁ δὲ Δημήτριος εἶπεν· Ἑρμηνείας προσδεῖται· χαρακτῆρσι γὰρ ἰδίοις κατὰ τὴν Ἰουδαίαν χρῶνται, καθάπερ Αἰγύπτιοι τῇ τῶν γραμμάτων θέσει, καθὸ καὶ φωνὴν ἰδίαν ἔχουσιν. ὑπολαμβά
8.2.4
νονται δὲ Συριακῇ χρῆσθαι· τὸ δ' οὐκ ἔστιν, ἀλλ' ἕτερος τρόπος. μεταλαβὼν δὲ ἕκαστα ὁ βασιλεὺς εἶπε γραφῆναι πρὸς τὸν ἀρχιερέα τῶν Ἰουδαίων, ὅπως τὰ προειρημένα τελείωσιν λάβῃ.» Καὶ μεθ' ἕτερα ἐπιλέγει·
8.2.5
«Ὡς δὲ κατεπράχθη ταῦτα, τὸν Δημήτριον ἐκέλευσεν εἰσδοῦναι περὶ τῆς τῶν Ἰουδαϊκῶν βιβλίων ἀναγραφῆς. πάντα γὰρ διὰ προσταγμάτων καὶ μεγάλης ἀκριβείας τοῖς βασιλεῦσι τούτοις διῳκεῖτο καὶ οὐδὲν ἀπερριμμένως οὐδὲ εἰκῆ. διόπερ καὶ τὸ τῆς εἰσδόσεως καὶ τὰ τῶν ἐπιστολῶν ἀντίγραφα κατακεχώρικα καὶ τὸ τῶν ἀπεσταλμένων πλῆθος καὶ τὴν ἑκάστου κατασκευήν, διὰ τὸ μεγαλομερείᾳ καὶ τέχνῃ διαφέρειν ἕκαστον αὐτῶν. τῆς δὲ εἰσδόσεώς ἐστιν ἀντίγραφον τόδε·
8.3.1
γʹ. ΕΠΙΣΤΟΛΗ ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΦΑΛΗΡΕΩΣ ΠΡΟΣ ΠΤΟΛΕΜΑΙΟΝ ΤΟΝ ΑΙΓΥΠΤΟΥ ΒΑΣΙΛΕΑ «Βασιλεῖ μεγάλῳ παρὰ Δημητρίου. Προστάξαντός σου, βασιλεῦ, περὶ τῶν ἀπολειφθέντων εἰς τὴν συμπλήρωσιν τῆς βιβλιοθήκης βιβλιοθήκης βιβλίων, ὅπως ἐπισυναχθῇ καὶ τὰ διαπεπτωκότα τύχῃ τῆς προσηκούσης ἐπισκευῆς, πεποιημέ
8.3.2
νος οὐ παρέργως τὴν ἐν τούτοις ἐπιμέλειαν προσαναφέρω σοι. τὰ δὲ τοῦ νόμου τῶν Ἰουδαίων βιβλία σὺν ἑτέροις ὀλίγοις τισὶν ἀπολείπει. τυγχάνει γὰρ Ἑβραϊκοῖς γράμμασι καὶ φωνῇ λεγόμενα· ἀμελέστερον δὲ καὶ οὐχ ὡς ὑπάρχει σεσήμανται, καθὼς ὑπὸ τῶν εἰδότων προσαναφέρεται· προνοίας γὰρ βασιλι
8.3.3
κῆς οὐ τετύχηκε. δέον δὲ ἔτι καὶ ταῦθ' ὑπάρχειν παρὰ σοὶ διηκριβωμένα, διὰ τὸ καὶ φιλοσοφωτέραν εἶναι καὶ ἀκέραιον τὴν νομοθεσίαν ταύτην, ὡς ἂν οὖσαν θείαν. διὸ πόρρω γεγόνασιν οἵ τε συγγραφεῖς καὶ ποιηταὶ καὶ τὸ τῶν ἱστορικῶν πλῆθος τῆς ἐπιμνήσεως τῶν προειρημένων βιβλίων καὶ τῶν κατ' αὐτὰ πεπολιτευμένων ἀνδρῶν, διὰ τὸ ἁγνήν τινα καὶ σεμνὴν εἶναι τὴν ἐν αὐτοῖς θεωρίαν,
8.3.4
ὥς φησιν Ἑκαταῖος ὁ Ἀβδηρίτης. ἐὰν οὖν φαίνηται, βασιλεῦ, γραφήσεται πρὸς τὸν ἀρχιερέα τὸν ἐν Ἱεροσολύμοις ἀποστεῖλαι τοὺς μάλιστα καλῶς βεβιωκότας καὶ πρεσβυτέρους ἄνδρας, ἐμπείρους τῶν κατὰ τὸν νόμον τὸν ἑαυτῶν, ἀφ' ἑκάστης φυλῆς ἕξ, ὅπως τὸ σύμφωνον ἐκ τῶν πλειόνων ἐξετάσαντες καὶ λαβόντες τὸ κατὰ τὴν ἑρμηνείαν ἀκριβές, ἀξίως καὶ τῶν πραγμάτων καὶ τῆς σῆς προαιρέσεως θῶμεν εὐσήμως. εὐτύχει διὰ παντός.»
8.3.5
Τῆς δὲ εἰσδόσεως ταύτης γενομένης ἐκέλευσεν ὁ βασιλεὺς γραφῆναι πρὸς τὸν Ἐλεάζαρον περὶ τούτων, σημάναντας καὶ τὴν γενομένην ἀπολύτρωσιν τῶν αἰχμαλώτων. ἔδωκε δὲ καὶ εἰς κατασκευὴν κρατήρων τε καὶ φιαλῶν καὶ τραπέζης καὶ σπονδείων χρυσίου μὲν ὁλκῆς τάλαντα πεντήκοντα καὶ ἀργυρίου τάλαντα
8.3.6
ἑβδομήκοντα καὶ λίθων ἱκανόν τι πλῆθος. ἐκέλευσε δὲ τοὺς χρηματοφύλακας τοῖς τεχνίταις ὧν ἂν προαιρῶνται τὴν ἐκλογὴν διδόναι καὶ νομίσματος εἰς θυσίας καὶ τὰ ἄλλα πρὸς τάλαντα ἑκατόν. δηλώσομεν δέ σοι περὶ τῆς κατασκευῆς, ὡς ἂν τὰ τῶν ἐπιστολῶν ἀντίγραφα διέλθωμεν. ἦν δὲ ἡ τοῦ βασιλέως ἐπιστολὴ τὸν τύπον ἔχουσα τοῦτον·
8.4.1
δʹ. ΕΠΙΣΤΟΛΗ ΒΑΣΙΛΕΩΣ ΠΤΟΛΕΜΑΙΟΥ ΠΡΟΣ ΕΛΕΑΖΑΡΟΝ ΑΡΧΙΕΡΕΑ «Βασιλεὺς Πτολεμαῖος Ἐλεαζάρῳ ἀρχιερεῖ χαίρειν καὶ ἐρρῶσθαι. Ἐπεὶ συμβαίνει πλείονας τῶν Ἰουδαίων εἰς τὴν ἡμετέραν χώραν κατῳκίσθαι, γενηθέντας ἀνασπάστους ἐκ τῶν Ἱεροσολύμων ὑπὸ Περσῶν καθ' ὃν ἐπεκράτουν χρόνον, ἔτι δὲ καὶ συνεισεληλυθέναι τῷ πατρὶ ἡμῶν εἰς τὴν Αἴγυπτον αἰχμαλώτους, ἀφ' ὧν καὶ πλείονας εἰς τὸ στρατιωτικὸν σύνταγμα κατεχώρισεν ἐπὶ μείζοσι μισθοφορίαις, ὁμοίως δὲ καὶ τοὺς προόντας κρίνας πιστοὺς φρούρια κτίσας ἀπέδωκεν αὐτοῖς, ὅπως τὸ τῶν Αἰγυπτίων ἔθνος φόβον ἔχῃ διὰ τούτων· καὶ ἡμεῖς δὲ παραλαβόντες τὴν βασιλείαν φιλανθρωπότερον ἀπαντῶμεν τοῖς πᾶσι, πολὺ δὲ μᾶλλον τοῖς σοῖς πολίταις· ὑπὲρ δέκα μυριάδας αἰχμαλώτων ἠλευθερώκαμεν, ἀποδόντες τοῖς κρατοῦσι τὴν κατ' ἀξίαν ἀργυρικὴν τιμήν, διορθούμενοι καὶ εἴ τι κακῶς ἐπράχθη διὰ τὰς τῶν ὄχλων ὁρμάς, διειληφότες εὐσεβῶς τοῦτο πράσσειν καὶ τῷ μεγίστῳ θεῷ χαριστικὸν ἀνατιθέντες, ὃς ἡμῖν τὴν βασιλείαν ἐν εἰρήνῃ καὶ δόξῃ τῇ κρατίστῃ παρ' ὅλην τὴν οἰκουμένην διατετήρηκεν· εἴς τε τὸ στράτευμα τοὺς ἀκμαιοτάτους ταῖς ἡλικίαις τετάχαμεν, τοὺς δὲ δυναμένους καὶ περὶ ἡμᾶς εἶναι καὶ τῆς περὶ τὴν αὐλὴν
8.4.2
πίστεως ἀξίους ἐπικρίνων κατέστησα. βουλομένων δὲ ἡμῶν καὶ σοὶ χαρίζεσθαι καὶ πᾶσι τοῖς κατὰ τὴν οἰκουμένην Ἰουδαίοις καὶ τοῖς μετέπειτα, προῃρήμεθα τὸν νόμον ὑμῶν μεθερμηνευθῆναι γράμμασιν Ἑλληνικοῖς ἐκ τῶν παρ' ὑμῖν Ἑβραϊκῶν λεγομένων γραμμάτων, ἵν' ὑπάρχῃ καὶ ταῦτα παρ' ἡμῖν ἐν βι
8.4.3
βλιοθήκῃ σὺν τοῖς ἄλλοις βασιλικοῖς βιβλίοις. καλῶς οὖν ποιήσεις καὶ τῆς ἡμετέρας σπουδῆς ἀξίως, ἐπιλέξας ἄνδρας καλῶς βεβιωκότας, πρεσβυτέρους, ἐμπειρίαν ἔχοντας τοῦ νόμου καὶ δυνατοὺς ἑρμηνεῦσαι, ἀφ' ἑκάστης φυλῆς ἕξ, ὅπως ἐκ τῶν πλειόνων τὸ σύμφωνον εὑρεθῇ, διὰ τὸ περὶ μειζόνων εἶναι τὴν σκέψιν. οἰόμεθα γὰρ ἐπιτελεσθέντος τούτου μεγάλην ἀποίσεσθαι δόξαν.
8.4.4
ἀπεστάλκαμεν δὲ περὶ τούτων Ἀνδρέαν τῶν ἀρχισωματοφυλάκων καὶ Ἀριστέαν, τιμωμένους παρ' ἡμῖν, διαλεξομένους σοι καὶ κομίζοντας ἀπαρχὰς εἰς τὸ ἱερὸν ἀναθημάτων καὶ εἰς θυσίας καὶ τὰ ἄλλα ἀργυρίου τάλαντα ἑκατόν. γράφε δὲ καὶ σὺ πρὸς ἡμᾶς περὶ ὧν ἐὰν βούλῃ· κεχαρισμένος γὰρ ἔσῃ καὶ φιλίας ἄξιόν τι πράξεις, ὡς ἐπιτελεσθησομένων τὴν ταχίστην περὶ ὧν ἂν αἱρῇ. ἔρρωσο.» Πρὸς ταύτην τὴν ἐπιστολὴν ἀντέγραψεν ἐνδεχομένως ὁ Ἐλεάζαρος τάδε·
8.5.1
εʹ. ΕΠΙΣΤΟΛΗ ΕΛΕΑΖΑΡΟΥ ΑΡΧΙΕΡΕΩΣ ΠΡΟΣ ΠΤΟΛΕΜΑΙΟΝ ΒΑΣΙΛΕΑ «Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ, φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη, ἡ ἀδελφή, καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα, καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλὴν καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτοῖς, ἵν' εἰδῶσιν ἣν ἔχεις
8.5.2
πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν. ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας, ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα, κρατῆρας πέντε καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν καὶ εἰς ἐπισκευὰς ὧν ἂν προσδέηται τὸ ἱερόν, ἀργυρίου τάλαντα ἑκατόν, ἅπερ ἐκόμισαν Ἀνδρέας τῶν τετιμημένων παρὰ σοὶ καὶ Ἀριστέας, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς
8.5.3
σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα. οἳ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ' ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς πράγμασι. πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστίν, ὑπακουσόμεθα. τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως σημεῖόν ἐστι. μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολί
8.5.4
τας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐηργέτηκας. εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς ἀδελφῆς καὶ τῶν τέκνων καὶ τῶν φίλων, καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντὸς καὶ διασώζῃ σοι τὴν
8.5.5
βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός. καὶ ὅπως γένηται συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου μεταγραφή, παρόντων πάντων ἐπελεξάμην ἄνδρας καλοὺς καὶ ἀγαθούς, πρεσβυτέρους, ἀφ' ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστάλκαμεν ἔχοντας τὸν νόμον. καλῶς οὖν ποιήσεις, βασιλεῦ δίκαιε, προστάξας ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων, ἵνα πάλιν ἀποκατασταθῶσι πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄνδρες· ἔρρωσο.»
8.5.6
Τούτοις ἑξῆς, πολλὰ διὰ μέσου περὶ τῆς προτεθείσης εἰπὼν πραγματείας, μετὰ τὴν τῶν γραφῶν ἑρμηνείαν ἐπιφέρει αὐτοῖς ῥήμασι· «Καθὼς δ' ἀνεγνώσθη τὰ τεύχη, στάντες οἱ ἱερεῖς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι καὶ τῶν ἀπὸ τοῦ πολιτεύματος οἵ τε ἡγούμενοι τοῦ πλήθους εἶπον· Ἐπεὶ καλῶς καὶ ὁσίως διηρμήνευται καὶ κατὰ πᾶν ἀκριβῶς, καλῶς ἔχον ἐστὶν ἵνα διαμένῃ ταῦθ' οὕτως ἔχοντα καὶ μὴ γένηται μηδεμία διασκευή. πάντων δὲ ἐπιφωνησάντων τοῖς εἰρημένοις, ἐκέλευσαν ἐπαρᾶσθαι, καθὼς ἔθος αὐτοῖς ἐστιν, εἴ τις διασκευάσει προστιθεὶς ἢ μεταφέρων τι τὸ σύνολον τῶν γεγραμμένων ἢ ποιούμενος ἀφαίρεσιν· καλῶς τοῦτο πράσσοντες, ἵνα διὰ παντὸς ἀέναα μένοντα
8.5.7
φυλάσσηται. προσφωνηθέντων δὲ καὶ τούτων τῷ βασιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν ἣν εἶχεν ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ καὶ πάντα, καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου διάνοιαν καὶ πρὸς τὸν Δημήτριον εἶπε· Πῶς τηλικούτων πραγμάτων συντετελεσμένων οὐδεὶς ἐπεβάλετο τῶν ἱστορικῶν οὐδὲ ποιητῶν ἐπιμνησθῆναι; ἐκεῖνος δὲ ἔφη· Διὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν καὶ διὰ θεοῦ γεγονέναι, καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ
8.5.8
θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν. καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεοπόμπου, διότι μέλλων τινὰ τῶν προηρμηνευμένων ἐπισφαλέστερον ἐκ τοῦ νόμου προσιστορεῖν ταραχὴν λάβοι τῆς διανοίας πλεῖον ἡμερῶν τριάκοντα· κατὰ δὲ τὴν αἴτησιν ἐξιλάσκεσθαι τὸν θεὸν σαφὲς αὐτῷ γενέσθαι, τίνος χάριν τὸ συμβαῖνόν ἐστι· δι' ὀνείρου δὲ μαθόντος ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς
8.5.9
κοινοὺς ἀνθρώπους ἐκφέρειν, ἀποσχόμενον δὲ οὕτως ἀποκαταστῆναι. καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν τραγῳδιῶν ποιητοῦ μετέλαβον ἐγὼ διότι παραφέρειν μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψεις ἀπεγλαυκώθη καὶ λαβὼν ὑπόνοιαν ὅτι διὰ τοῦτ' αὐτῷ γέγονεν, ἐξιλασάμενος τὸν
8.5.10
θεὸν ἐν πολλαῖς ἡμέραις ἀποκατέστη. μεταλαβὼν δὲ ὁ βασιλεύς, καθὼς προεῖπον, περὶ τούτων τὰ παρὰ τοῦ Δημητρίου, προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖν ἁγνῶς.»
8.5.11
Ταῦθ' ἡμῖν ἐκ τῆς τοῦ δηλωθέντος ἐπιτετμήσθω γραφῆς. φέρε λοιπὸν καὶ τὸ πολίτευμα τῆς κατὰ Μωσέα νομοθεσίας ἐκ τῶν παρὰ τοῖς ἀνδράσι διαφανῶν θεασώμεθα. πρῶτα δὲ θήσω Φίλωνος τὰ περὶ τῆς ἀπ' Αἰγύπτου πορείας τῶν Ἰουδαίων, ἣν πεποίηνται Μωσέως ἡγουμένου, ἀπὸ τοῦ πρώτου συγγράμματος ὧν ἐπέγραψεν Ὑποθετικῶν, ἔνθα τὸν ὑπὲρ Ἰουδαίων, ὡς πρὸς κατηγόρους αὐτῶν, ποιούμενος λόγον ταῦτά φησιν·
8.6.1
ς ʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΗΣ ΑΠ' ΑΙΓΥΠΤΟΥ ΠΟΡΕΙΑΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ «Τὸν μὲν παλαιὸν αὐτοῖς πρόγονον ἀπὸ Χαλδαίων εἶναι, τὸν δὲ λαὸν ἀναστῆναι τοῦτον ἐξ Αἰγύπτου μετῳκισμένον ἀπὸ Συρίας τὸ πάλαι, μυριάσι τε ἀμυθήτοις πλήθοντα καὶ τῆς γῆς οὐκ οὔσης ἱκανῆς, πρὸς δ' ἔτι καὶ νεότητι φρονημάτων ἐντεθραμμένον μεγάλως καὶ ἅμα τοῦ θεοῦ διὰ φασμάτων καὶ ὀνειράτων ἔξοδον αὐτοῖς δηλοῦντος, καὶ οὐδενὸς ἧττον εἰς πόθον κατὰ δαίμονα ἐμπεσόντας τῆς πατρίου καὶ ἀρχαίας γῆς ὅθεν δὴ καὶ τὸν πρόγονον ἐκεῖνον αὐτοῖς μετελθεῖν εἰς Αἴγυπτον, εἴτε τῷ θεῷ δὴ δόξαν εἴτε προνοίᾳ τινί πάντων εὐδαιμονῆσαι μάλιστα, ὡς ἀπ' ἐκείνου μέχρις εἰς τὸ παρὸν τό τε ἔθνος αὐτοῖς καὶ γεγενῆσθαι καὶ διαμένειν κἀπὶ τοσοῦτον ὑπερβάλλειν εἰς πολυανδρίαν.»
8.6.2
Καὶ μετὰ βραχέα φησίν· «Ἀνήρ γε μὴν αὐτοῖς ἡγεῖτο τῆς τε ἐξόδου καὶ τῆς πορείας εἰς οὐδὲν τῶν πολλῶν, εἰ βούλει, διάφορος· οὕτω καὶ ἐλοιδόρουν γόητα καὶ κέρκωπα λόγων. καλῆς μέντοι γοητείας καὶ πανουργίας! ἐξ ἧς τόν γε λαὸν ἅπαντα ἐν ἀνυδρίᾳ καὶ λιμῷ καὶ τῶν ὁδῶν ἀγνοίᾳ καὶ ἀπορίᾳ τῶν συμπάντων οὐ μόνον εἰς τὸ παντελὲς διεσώσατο καὶ ὥσπερ ἐν εὐθηνίᾳ πάσῃ καὶ παραπομπῇ τῶν μεταξὺ κειμένων ἐθνῶν, ἀλλὰ καὶ πρὸς ἀλλήλους ἀστασιάστους αὐτοὺς καὶ πρὸς ἑαυτὸν μάλιστα
8.6.3
εὐπειθεῖς διεφύλαξε. καὶ ταῦτα οὐκ ὀλίγον δήπου χρόνον, ἀλλ' ὅσον οὐδ' οἰκίαν ἐν ὁμοφροσύνῃ συμμεῖναι μετὰ πάσης εὐθηνείας εἰκός ἐστι. καὶ οὐ δίψος, οὐ λιμός, οὐ φθορὰ σωμάτων, οὐχὶ φόβος περὶ τῶν μελλόντων, οὐκ ἄγνοια τῶν συμβησομένων ἐπὶ τὸν γόητα ἐκεῖνον ἐπῆρε τοὺς ἐξαπατωμένους καὶ περι
8.6.4
φθειρομένους λαούς. καίτοι τί βούλει φῶμεν; ἐκείνῳ τινὰ εἶναι τοσαύτην τέχνην ἢ δεινότητα λόγων ἢ σύνεσιν, ὡς τῶν τοσούτων καὶ τοιούτων ἀτόπων καὶ πρὸς ὄλεθρον ἅπαντας ἀγόντων ἐπικρατεῖν; ἢ γὰρ τὰς φύσεις τῶν ὑπ' αὐτὸν ἀνθρώπων οὐκ ἀμαθῶς οὐδὲ δυσκόλως, ἀλλ' εὐπειθῶς καὶ τοῦ μέλλοντος οὐκ ἀπρονοήτως ἔχειν ἢ τούτους μὲν ὡς μάλιστα κακοὺς εἶναι, τὸν δὲ θεὸν τὰς δυσκολίας αὐτοῖς πραΰνειν καὶ τοῦ παρόντος καὶ τοῦ μέλλοντος ὥσπερ ἐπιστατεῖν. ὅπερ γάρ σοι μάλιστα ἂν ἐκ τούτων ἀληθὲς εἶναι δόξῃ, πρὸς ἐπαίνου καὶ
8.6.5
τιμῆς καὶ ζήλου περὶ αὐτῶν συμπάντων ἰσχύειν φαίνεται. καὶ τὰ μὲν τῆς
8.6.6
ἐξόδου δὴ ταῦτα. ἐπειδὴ δὲ εἰς τὴν γῆν ταύτην ἦλθον, ὅπως μέν ποτε ἄρα ἱδρύθησαν καὶ τὴν χώραν ἔσχον ἐν ταῖς ἱεραῖς ἀναγραφαῖς δηλοῦται· οὐ μὴν ἔγωγε δικαιῶ μᾶλλον καθ' ἱστορίαν ἢ κατά τινα λογισμὸν περὶ αὐτῶν τὰ εἰκότα
8.6.6
ἐπεξελθεῖν. πότερον γάρ ποτε βούλει τῷ πλήθει τῷ κατὰ τῶν σωμάτων ἔτι περιόντας, καίπερ εἰς τέλος κεκακωμένους, ὅμως δ' ἰσχύοντας καὶ τὰ ὅπλα ἐν χερσὶν ἔχοντας εἶτα κατὰ κράτος ἑλεῖν τὴν χώραν, Σύρους τε ὁμοῦ καὶ Φοίνικας ἐν αὐτῇ τῇ ἐκείνων γῇ μαχομένους νικῶντας; ἢ τοὺς μὲν ἀπολέμους καὶ ἀνάνδρους εἶναι καὶ παντελῶς ὀλίγους ὑποθώμεθα καὶ τῶν εἰς πόλεμον παρασκευῶν ἀπόρους, αἰδέσεως δὲ τυχεῖν παρὰ τούτοις καὶ τὴν γῆν λαβεῖν παρ' ἑκόντων, ἔπειτα δ' εὐθὺς οὐκ εἰς μακρὸν τόν τε νεὼν οἰκοδομῆσαι καὶ τἄλλα εἰς εὐσέ
8.6.7
βειαν καὶ ἁγιστείαν καταστήσασθαι; δηλοῖ γάρ, ὡς ἔοικε, ταῦτά γε καὶ θεοφιλεστάτους αὐτοὺς ἀνωμολογῆσθαι καὶ παρὰ τοῖς ἐχθροῖς· ἐχθροὶ γὰρ ἦσαν
8.6.8
ἐξ ἀνάγκης ὧν ἐπὶ τὴν γῆν ἐξαίφνης ἦλθον ὡς ἀφαιρησόμενοι. παρὰ τούτοις δ' οὖν αἰδέσεως καὶ τιμῆς τυγχάνοντες πῶς οὐχ ὑπερβάλλειν εὐτυχίᾳ τοὺς ἄλλους φαίνονται; τίνα δὴ τὰ δεύτερα ἐφεξῆς ἢ τρίτα πρὸς τούτοις λέγωμεν; πότερον τὸ τῆς εὐνομίας καὶ εὐπειθείας αὐτῶν ἢ τῆς ὁσιότητος καὶ δικαιοσύνης καὶ εὐσεβείας; ἀλλὰ τὸν μὲν ἄνδρα ἐκεῖνον, ὅστις ποτὲ ἦν ὁ τοὺς νόμους αὐτοῖς θείς, οὕτω σφόδρα ἐθαύμασαν, ὡς ὅ τι δήποτε ἔδοξεν
8.6.9
ἐκείνῳ, καὶ αὐτοῖς. εἴτε οὖν λελογισμένος αὐτὸς εἴτε ἀκούων παρὰ δαίμονος ἔφρασεν, ἅπαν τοῦτο εἰς τὸν θεὸν ἀνάγειν καὶ πλειόνων ἐτῶν διεληλυθότων τὸ μὲν ἀκριβὲς οὐκ ἔχω λέγειν ὁπόσα, πλέω δ' οὖν ἢ δισχίλιά ἐστι, μηδὲ ῥῆμά γε αὐτὸ μόνον τῶν ὑπ' αὐτοῦ γεγραμμένων κινῆσαι, ἀλλὰ κἂν μυριάκις αὐτοὺς ἀποθανεῖν ὑπομεῖναι θᾶττον ἢ τοῖς ἐκείνου νόμοις καὶ ἔθεσιν ἐναντία πεισθῆναι.»
8.6.10
Ταῦτ' εἰπὼν ἐπιτέμνεται τὴν ἐκ τῶν Μωσέως νόμων καταβεβλημένην τῷ Ἰουδαίων ἔθνει πολιτείαν, γράφων οὕτως·
8.7.1
ζʹ. ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΜΩΣΕΑ ΘΕΟΣΕΒΟΥΣ ΠΟΛΙΤΕΙΑΣ «Ἆρά τι τούτων ἢ τούτοις προσόμοιον παρ' ἐκείνοις ἐστί, πρᾶον εἶναι δοκοῦν καὶ τιθασὸν καὶ δικῶν ἐπαγωγὰς καὶ σκήψεις καὶ ἀναβολὰς καὶ τιμήσεις καὶ πάλιν ὑποτιμήσεις ἔχον; οὐδέν, ἀλλὰ πάντα ἁπλᾶ καὶ δῆλα. ἐὰν παιδεραστῇς, ἐὰν μοιχεύῃς, ἐὰν βιάσῃ παῖδα ἄρρενα μὲν μηδὲ λέγε, ἀλλὰ κἂν θήλειαν, ὁμοίως ἐὰν σαυτὸν καταπορνεύῃς, ἐὰν καὶ παρ' ἡλικίαν αἰσχρόν τι πάθῃς
8.7.2
ἢ δοκῇς ἢ μέλλῃς, θάνατος ἡ ζημία. ἐὰν εἰς δοῦλον σῶμα, ἐὰν εἰς ἐλεύθερον ὑβρίζῃς, ἐὰν δεσμοῖς συνέχῃς, ἐὰν ἀπάγων πωλῇς, ἐὰν βέβηλα, ἐὰν ἱερὰ παρακλέπτῃς, ἐὰν ἀσεβῇς, οὐκ ἔργῳ μόνον, ἀλλὰ καὶ ἐὰν ῥήματι τῷ τυχόντι, εἰς μὲν θεὸν αὐτόν ἵλεως ἡμῖν ὁ θεὸς καὶ αὐτῆς τῆς περὶ τούτων ἐννοίας γένοιτο οὐδὲ ἄξιον λέγειν, ἀλλ' εἰς πατέρα ἢ μητέρα ἢ εὐεργέτην σαυτοῦ, θάνατος ὁμοίως, καὶ οὗτος οὐ κοινὸς οὐδ' ὁ τυχών, ἀλλὰ δεῖ καταλευσθῆναι τὸν εἰπόντα μόνον,
8.7.3
ὡς οὐ χείρονα ἀσεβείας πράξαντα. ἄλλα δὲ αὖ πάλιν, ὁποῖά τινα· γυναῖκας ἀνδράσι δουλεύειν, πρὸς ὕβρεως μὲν οὐδεμιᾶς, πρὸς εὐπείθειαν δ' ἐν ἅπασι· γονεῖς παίδων ἄρχειν, ἐπὶ σωτηρίᾳ καὶ πολυωρίᾳ· τῶν ἑαυτοῦ κτημάτων ἕνα ἕκαστον κύριον εἶναι, μὴ θεόν γε ἐπιφημίσαντα αὐτοῖς μηδ' ὡς τῷ θεῷ ταῦτα ἀνίησιν. εἰ δὲ λόγῳ μόνον ὑποσχέσθαι προσπέσοι, ψαῦσαι καὶ θιγεῖν αὐτῶν
8.7.4
οὐκ ἔστιν, ἀλλ' εὐθὺς ἁπάντων ἀποκεκλεῖσθαι. μή μοι τὰ τῶν θεῶν ἁρπάζειν μηδ' ἀποσυλᾶν ἑτέρων ἀναθέντων, ἀλλὰ καὶ τῶν οἰκείων, ὥσπερ ἔφην, προσπεσόν τι καὶ λαθὸν αὐτὸν ῥῆμα ἐπ' ἀναθέσει, εἰπόντα δὲ πάντων στέρεσθαι, μεταγινώσκοντι δὲ ἢ ἐπανορθουμένῳ τὰ λελεγμένα καὶ τὴν ψυχὴν προσαφαι
8.7.5
ρεῖσθαι. καὶ ἐπὶ τῶν ἄλλων ἐφ' ὧν κύριός ἐστιν, ὁ αὐτὸς λόγος. ἐὰν ἐπιφημίσῃ τροφὴν γυναικὸς ἀνὴρ ἱερὰν εἶναι, τροφῆς ἀνέχειν· ἐὰν πατὴρ υἱῷ, ἐὰν ἄρχων τῷ ὑπηκόῳ, ταὐτόν. καὶ ἔκλυσις δὲ ἐπιφημισθέντων ἡ μὲν τελειοτάτη καὶ μεγίστη τοῦ ἱερέως ἀποφήσαντος· ὑπὸ γὰρ τοῦ θεοῦ κύριος οὗτος δέξασθαι· καὶ μετὰ ταύτην δὲ ἡ παρὰ τῶν μᾶλλον ἀεὶ κυρίων ὁσία ἵλεων τὸν θεὸν ἀποφαί
8.7.6
νειν, ὡς μηδὲ ἐπάναγκες τὴν ἀνάθεσιν δέχεσθαι. μυρία δὲ ἄλλα ἐπὶ τούτοις, ὅσα καὶ ἐπὶ ἀγράφων ἐθῶν καὶ νομίμων κἀν τοῖς νόμοις αὐτοῖς. ἅ τις παθεῖν ἐχθαίρει, μὴ ποιεῖν αὐτόν· ἃ μὴ κατέθηκεν, μηδ' ἀναιρεῖσθαι, μηδ' ἐκ πρασιᾶς μηδ' ἐκ ληνοῦ μηδ' ἐξ ἅλωνος· μὴ θημῶνος ὑφαιρεῖσθαι μέγα ἢ μικρὸν ἁπλῶς μηδέν· μὴ πυρὸς δεηθέντι φθονεῖν· μὴ νάματα ὑδάτων ἀποκλείειν, ἀλλὰ καὶ
8.7.7
πτωχοῖς καὶ πηροῖς τροφὴν ἐρανίζουσι πρὸς τὸν θεὸν εὐαγῶς ἀνέχειν· μὴ ταφῆς νέκυν ἐξείργειν, ἀλλὰ καὶ γῆς αὐτοῖς ὅσον γε εἰς τὴν ὁσίαν προσεπιβάλλειν· μὴ θήκας, μὴ μνήματα ὅλως κατοιχομένων κινεῖν· μὴ δεσμά, μὴ κακὸν πλέον μηδὲ ἓν τῷ γε ἐν ἀνάγκαις προσεπιφέρειν· μὴ γονὴν ἀνδρῶν ἐκτέμνοντας, μὴ γυναικῶν ἀτοκίοις καὶ ἄλλαις μηχαναῖς ἀμβλοῦν· μὴ ζῴοις ἔμπαλιν ἢ κατέδειξεν εἴτ' οὖν ὁ θεὸς εἴτε τις καὶ νομοθέτης, προσφέρεσθαι· μὴ σπέρμα ἀφανί
8.7.8
ζειν· μὴ γέννημα δουλοῦν· μὴ ζυγὸν ἄδικον ἀνθυποβάλλειν, μὴ κοίνικα ἄμετρον, μὴ νόμισμα ἄδικον· μὴ φίλων ἀπόρρητα ἐν ἔχθρᾳ φαίνειν· ποῦ δὴ πρὸς τοῦ θεοῦ ὑμῖν τὰ Βουζύγια ἐκεῖνα; ἄλλα δὲ πρὸς τούτοις ὅρα· μὴ παίδων διοικίζειν γονέας, μηδ' ἂν αἰχμαλώτους ἔχῃς· μὴ γυναῖκα ἀνδρός, κἂν νομίμως
8.7.9
ἐωνημένος ᾖς δεσπότης. ἦ που σεμνότερα καὶ μείζω ταῦτα. ἄλλα δὲ μικρὰ καὶ τὰ τυχόντα· μὴ νεοττιάν φησι κατοικίδιον ἐρημοῦν, μὴ ζῴων ἱκεσίαν οἷα ἔσθ' ὅτε προσφευγόντων ἀναιρεῖν· μὴ εἴ τι τῶν τοιούτων ἧττόν ἐστιν. οὐδενὸς ἄξια ταῦτά γε ἴσως εἴποις ἄν· ἀλλ' ὅ γε ἐπ' αὐτοῖς νόμος ἐστὶ μέγας καὶ πάσης ἐπιμελείας αἴτιος, καὶ αἱ προρρήσεις μεγάλαι καὶ ἀραὶ κατά τε ἐξωλείας καὶ ὁ θεὸς αὐτὸς ἐπόπτης τῶν τοιούτων καὶ τιμωρὸς ἁπανταχοῦ.»
8.7.10
Καὶ μετὰ βραχέα φησίν· «Ὅλην δὲ ἡμέραν εἰ τύχοι, μᾶλλον δὲ οὐδὲ μίαν, ἀλλὰ πολλὰς καὶ ταύτας οὐκ εὐθὺς ἐφεξῆς ἀλλήλαις, ἀλλ' ἐκ διαλειμμάτων καὶ τούτων δὲ παρ' ἑπτά, κρατοῦντος, ὡς εἰκός, αἰεὶ τοῦ παρὰ τὰς βεβήλους ἔθους, μηθὲν ἂν παραβῆναι
8.7.11
τῶν προστεταγμένων οὐ θαυμάζεις; ἆρ' οὖν πρὸς ἀσκήσεως μόνον αὐτοῖς τοῦτο ἐγκρατείας ἐστίν, ὡς ἐξ ἴσου καὶ δρᾶν τι πονοῦντας καὶ ἀνέχειν ἰσχύειν ἀπὸ τῶν ἔργων, εἰ δέοι; οὐ δῆτα, ἀλλ' ἢ καὶ πρὸς ἔργου μεγάλου καὶ θαυμαστοῦ τινος ᾠήθη δεῖν ὁ νομοθέτης αὐτοὺς μὴ τἄλλα μόνον ἱκανοὺς εἶναι δρᾶν καὶ μὴ δρᾶν ὡσαύτως, ἀλλ' ἔτι καὶ τῶν πατρίων νόμων καὶ ἐθῶν ἐμπεί
8.7.12
ρως ἔχειν. τί οὖν ἐποίησε ταῖς ἑβδόμαις ταύταις ἡμέραις; αὐτοὺς εἰς ταὐτὸν ἠξίου συνάγεσθαι καὶ καθεζομένους μετ' ἀλλήλων σὺν αἰδοῖ καὶ κόσμῳ τῶν
8.7.13
νόμων ἀκροᾶσθαι τοῦ μηδένα ἀγνοῆσαι χάριν. καὶ δῆτα συνέρχονται μὲν αἰεὶ καὶ συνεδρεύουσι μετ' ἀλλήλων, οἱ μὲν πολλοὶ σιωπῇ, πλὴν εἴ τι προσεπευφημῆσαι τοῖς ἀναγινωσκομένοις νομίζεται· τῶν ἱερέων δέ τις ὁ παρὼν ἢ τῶν γερόντων εἷς ἀναγινώσκει τοὺς ἱεροὺς νόμους αὐτοῖς καὶ καθ' ἕκαστον ἐξηγεῖται μέχρι σχεδὸν δείλης ὀψίας· κἀκ τοῦδε ἀπολύονται τῶν τε νόμων τῶν ἱερῶν
8.7.14
ἐμπείρως ἔχοντες καὶ πολὺ δὴ πρὸς εὐσέβειαν ἐπιδεδωκότες. ἆρά σοι δοκεῖ ταῦτα ἀργούντων εἶναι καὶ οὐ παντὸς σπουδάσματος μᾶλλον ἀναγκαῖα αὐτοῖς; τοιγαροῦν οὐκ ἐπὶ θεσμῳδοὺς ἔρχονται περὶ τῶν πρακτέων καὶ μὴ διερωτῶντες οὐδὲ καθ' ἑαυτοὺς ὑπ' ἀγνοίας τῶν νόμων ῥᾳδιουργοῦσιν, ἀλλ' ὅντινα αὐτῶν κινεῖς καὶ περὶ τῶν πατρίων διαπυνθάνῃ, προχείρως ἔχει καὶ ῥᾳδίως εἰπεῖν, καὶ ἀνὴρ γυναικὶ καὶ παισὶ πατὴρ καὶ δούλοις δεσπότης ἱκανὸς εἶναι δο
8.7.15
κεῖ τοὺς νόμους παραδιδόναι. καὶ μὴν περὶ τοῦ γε ἔτους τοῦ ἑβδόμου ῥᾴδιον ὡσαύτως λέγειν, οὐ μὴν ταὐτὸν ἴσως. οὐ γὰρ αὐτοὶ τῶν ἔργων ἀφεστᾶσιν ὥσπερ ταῖς ἑβδόμαις ἐκείναις ἡμέραις, ἀλλὰ τὴν γῆν ἀργὴν ἀφιᾶσιν εἰς τὰ μέλλοντα αὖθις, εὐθηνείας χάριν. πολὺ γὰρ διαφέρειν αὐτὴν ἀνάπαυλαν λαβοῦσαν εἶτα δὲ εἰς νέωτα γεωργεῖσθαι καὶ μὴ τῇ συνεχείᾳ τῆς ἐργασίας
8.7.16
κατεξάνθαι. ταὐτὸν δὲ καὶ περὶ τὰ σώματα ἂν ἴδοις συμβαῖνον εἰς ῥώμην, οὐ γὰρ δὴ πρὸς ὑγείαν μόνον διαλείμματα καί τινας ἀναπαύλας ἀπὸ τῶν ἔργων τοὺς ἰατροὺς προστάττοντας· τὸ γὰρ συνεχὲς καὶ μονοειδὲς αἰεί, μάλιστα δὲ
8.7.17
ἐπ' ἔργων, βλάπτειν ἔοικε. σημεῖον δέ· τὴν γὰρ αὐτὴν ταύτην γῆν εἴ τις ἐπαγγέλλοιτο αὐτοῖς ἐξεργάσεσθαι πολὺ μᾶλλον ἢ πρόσθεν τὸ ἕβδομον ἔτος τουτὶ καὶ τῶν καρπῶν πάντων συμπαραχωρήσειν ὅλων, οὐκ ἂν οὐδαμῶς δέξαιντο. οὐ γὰρ αὐτοὶ τῶν πόνων ἀνέχειν οἴονται δεῖν μόνοι καίτοι κἂν εἰ τοῦτ' ἐποίουν, οὐδὲν ἂν θαυμαστὸν ἦν, ἀλλὰ τὴν χώραν αὐτοῖς ἄνεσίν τινα καὶ
8.7.18
ῥᾳστώνην, εἰς ἀρχὴν ἑτέραν τῆς αὖθις ἐπιμελείας καὶ γεωργίας, λαβεῖν. ἐπεὶ τί ἐκώλυε πρὸς θεοῦ ἐπὶ τοῦ παρελθόντος ἔτους αὐτὴν προεκδοῦναι καὶ παρὰ τῶν ἐργαζομένων τὸν ἐκείνου φόρον τοῦ ἔτους ἐκλέγειν; ἀλλ', ὥσπερ ἔφην, κατ' οὐδένα τρόπον οὐδὲν τῶν τοιούτων, προνοίᾳ μοι δοκεῖ τῆς χώρας, ἐκδέ
8.7.19
χονται. τῆς δὲ φιλανθρωπίας αὐτῶν καὶ τοῦτο μέγα ὡς ἀληθῶς σημεῖον ἐπεὶ γὰρ αὐτοὶ τῶν ἔργων ἐκείνου τοῦ ἔτους ἀνέχουσι, τοὺς γινομένους καρποὺς οὐκ οἴονται δεῖν συλλέγειν οὐδ' ἀποτίθεσθαι, μὴ ἐκ τῶν οἰκείων πόνων περιόντας αὐτοῖς· ἀλλ', ἅτε τοῦ θεοῦ παρεσχηκότος αὐτοῖς, ἀνιείσης ἐπ' αὐτομάτου τῆς γῆς, τοὺς βουλομένους ἢ δεομένους τῶν τε ὁδοιπόρων καὶ τῶν ἄλ
8.7.20
λων ἀξιοῦσι μετὰ ἀδείας χρῆσθαι. καὶ περὶ μὲν τούτων ἅλις σοι. τὸ γὰρ ταῖς ἑβδόμαις ἤδη τὸν νόμον αὐτοῖς στῆσαι ταῦτα, οὐκ ἂν ἐμὲ ἀπαιτήσαις, ἴσως πολλῶν πολλάκις καὶ ἰατρῶν καὶ φιλοσόφων καὶ φυσιολόγων ἀκηκοὼς περὶ τούτου πρότερον, ἥντινα ἄρα δύναμιν ἔχει πρός τε τὴν τῶν συμπάντων καὶ δῆτα πρὸς τὴν ἀνθρωπείαν φύσιν οὗτος ὁ τῆς ἑβδόμης λόγος.»
8.7.21
Τοσαῦτα μὲν ὁ Φίλων. ὅμοια δ' αὐτῷ καὶ ὁ Ἰώσηπος ἱστορεῖ ἐν δευτέρῳ συγγράμματι ὧν πεποίηται Περὶ τῆς τῶν Ἰουδαίων ἀρχαιότητος, τοῦτον γράφων καὶ αὐτὸς τὸν τρόπον·
8.8.1
ηʹ. ΙΩΣΗΠΟΥ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΠΟΛΙΤΕΥΜΑΤΟΣ «Τίς δ' ἦν ὁ μάλιστα κατορθώσας τοὺς νόμους καὶ τῆς δικαιοτάτης περὶ τοῦ θεοῦ πίστεως ἐπιτυχών, πάρεστιν ἐξ αὐτῶν κατανοεῖν τῶν νόμων ἀντιπαρα
8.8.2
βάλλοντας· ἤδη γὰρ περὶ τούτων λεκτέον. οὐκοῦν ἄπειροι μὲν αἱ κατὰ μέρος τῶν ἐθῶν καὶ τῶν νόμων παρὰ τοῖς ἅπασιν ἀνθρώποις διαφοραί. κεφαλαιω
8.8.3
δῶς ἂν ἐπίοι τις· οἱ μὲν γὰρ μοναρχίαις, οἱ δὲ ταῖς ὀλίγων δυναστείαις, ἄλλοι δὲ τοῖς πλήθεσιν ἐπέτρεψαν τὴν ἐξουσίαν τῶν πολιτευμάτων, ὁ δ' ἡμέτερος νομο θέτης εἰς μὲν τούτων οὐδ' ὁτιοῦν ἀπεῖδεν, ὡς δ' ἄν τις εἴποι βιασάμενος τὸν λόγον θεοκρατίαν ἀπέδειξε τὸ πολίτευμα, θεῷ τὴν ἀρχὴν καὶ τὸ κράτος ἀναθεὶς καὶ πείσας εἰς ἐκεῖνον ἅπαντας ἀφορᾶν ὡς αἴτιον μὲν ἁπάντων ὄντα τῶν ἀγαθῶν, ἃ κοινῇ τε πᾶσιν ἀνθρώποις ὑπάρχει καὶ ὅσων ἔτυχον αὐτοὶ δεηθέντες ἐν ἀμηχάνοις· λαθεῖν δὲ τὴν ἐκείνου γνώμην οὐκ ἐνὸν οὔτε τι τῶν πραττομένων
8.8.4
οὐδὲν οὔθ' ὧν ἄν τις παρ' αὑτῷ διανοηθείη. ἀλλ' αὐτὸν ἀπέφηνε καὶ ἀγένητον καὶ πρὸς τὸν ἀΐδιον χρόνον ἀναλλοίωτον, πάσης ἰδέας θνητῆς κάλλει διαφέροντα καὶ δυνάμει μὲν ἡμῖν γνώριμον, ὁποῖος δὲ κατ' οὐσίαν ἐστὶν ἄγνω
8.8.5
στον. ταῦτα περὶ θεοῦ φρονεῖν οἱ σοφώτατοι παρὰ τοῖς Ἕλλησιν ὅτι μὲν ἐδιδάχθησαν, ἐκείνου τὰς ἀρχὰς παρασχόντος, ἐῶ νῦν λέγειν, ὅτι δέ ἐστι καλὰ καὶ πρέποντα τῇ τοῦ θεοῦ φύσει καὶ μεγαλειότητι σφόδρα μεμαρτυρήκασι· καὶ γὰρ Πυθαγόρας καὶ Ἀναξαγόρας καὶ Πλάτων οἵ τε μετ' ἐκεῖνον ἀπὸ τῆς Στοᾶς φιλόσοφοι καὶ μικροῦ δεῖν ἅπαντες οὕτω φαίνονται περὶ τῆς τοῦ θεοῦ
8.8.6
φύσεως πεφρονηκότες. ἀλλ' οἱ μὲν πρὸς ὀλίγους φιλοσοφοῦντες εἰς πλήθη δόξαις κατειλημμένα τὴν ἀλήθειαν τοῦ δόγματος ἐξενεγκεῖν οὐκ ἐτόλμησαν, ὁ δ' ἡμέτερος νομοθέτης, ἅτε δὴ τὰ ἔργα παρέχων τοῖς νόμοις σύμφωνα, οὐ μόνον τοὺς καθ' ἑαυτὸν ἔπεισεν, ἀλλὰ καὶ τοῖς ἐξ ἐκείνων ἀεὶ γενησομένοις τὴν
8.8.7
περὶ τοῦ θεοῦ πίστιν ἐνέφυσεν ἀμετακίνητον. αἴτιον δ', ὅτι καὶ τῷ τρόπῳ τῆς νομοθεσίας πρὸς τὸ χρήσιμον πάντων πολὺ διήνεγκεν. οὐ γὰρ μέρος ἀρετῆς ἐποίησε τὴν εὐσέβειαν, ἀλλὰ ταύτης μέρη τἄλλα καὶ συνεῖδεν αὐτὰ καὶ κατέστησε, λέγω δὲ τὴν δικαιοσύνην, τὴν σωφροσύνην, τὴν καρτερίαν, τὴν τῶν
8.8.8
πολιτῶν πρὸς ἀλλήλους ἐν ἅπασι συμφωνίαν. ἅπασαι γὰρ αἱ πράξεις καὶ διατριβαὶ καὶ λόγοι πάντες ἐπὶ τὴν πρὸς τὸν θεὸν ἡμῖν εὐσέβειαν ἔχουσι τὴν
8.8.9
ἀναφοράν· οὐδὲν γὰρ τούτων ἀνεξέταστον οὐδ' ἀόριστον παρέλιπεν. δύο μὲν γάρ εἰσιν ἁπάσης παιδείας τρόποι καὶ τῆς περὶ τὰ ἤθη κατασκευῆς, ὧν ὁ μὲν λόγῳ διδασκαλικός, ἅτερος δὲ διὰ τῆς ἀσκήσεως τῶν ἠθῶν. οἱ μὲν οὖν ἄλλοι νομοθέται ταῖς γνώμαις διέστησαν καὶ τὸν ἕτερον αὐτῶν ὃν ἔδοξεν ἑκάστοις ἑλόμενοι τὸν ἕτερον παρέλιπον· οἷον Λακεδαιμόνιοι μὲν καὶ Κρῆτες ἔθεσιν ἐπαίδευον, οὐ λόγοις, Ἀθηναῖοι δὲ καὶ σχεδὸν οἱ ἄλλοι πάντες Ἕλληνες ἃ μὲν χρὴ πράττειν ἢ μὴ προσέτασσον διὰ τῶν νόμων, τοῦ δὲ πρὸς αὐτὰ διὰ τῶν
8.8.10
ἔργων ἐθίζειν ὠλιγώρησαν. ὁ δ' ἡμέτερος νομοθέτης ἄμφω ταῦτα συνήρμοσε κατὰ πολλὴν ἐπιμέλειαν· οὔτε γὰρ κωφὴν ἀπέλιπε τὴν τῶν ἠθῶν ἄσκησιν οὔτε τὸν ἐκ τοῦ νόμου λόγον ἄπρακτον εἴασεν, ἀλλ' εὐθὺς ἀπὸ τῆς πρώτης ἀρξάμενος τροφῆς καὶ τῆς κατὰ τὸν οἶκον ἑκάστων διαίτης οὐδὲν οὐδὲ τῶν βραχυτάτων αὐτεξούσιον ἐπὶ ταῖς βουλήσεσι τῶν χρησομένων κατέλιπεν, ἀλλὰ καὶ περὶ σιτίων ὅσων ἀπέχεσθαι χρὴ καὶ τίνα προσφέρεσθαι καὶ περὶ τῶν κοινωνησόντων τῆς διαίτης ἔργων τε συντονίας καὶ τοὔμπαλιν ἀναπαύσεως ὅρον ἔθηκεν αὐτὸς καὶ κανόνα τὸν νόμον, ἵν' ὥσπερ ὑπὸ πατρὶ τούτῳ καὶ δεσπότῃ
8.8.11
ζῶντες μήτε βουλόμενοι μηθὲν μήθ' ὑπ' ἀγνοίας ἁμαρτάνωμεν. οὐδὲ γὰρ τὴν ὑπὸ τῆς ἀγνοίας ὑποτίμησιν κατέλιπεν, ἀλλὰ καὶ κάλλιστον καὶ ἀναγκαιότατον ἀπέδειξε παίδευμα τὸν νόμον, οὐκ εἰσάπαξ ἀκροασαμένοις οὐδὲ δὶς ἢ πολλάκις, ἀλλ' ἑκάστης ἑβδομάδος τῶν ἄλλων ἔργων ἀφεμένους ἐπὶ τὴν ἀκρόασιν ἐκέλευσε τοῦ νόμου συλλέγεσθαι καὶ τοῦτον ἀκριβῶς ἐκμανθάνειν· ὃ δὴ
8.8.12
πάντες ἐοίκασιν οἱ νομοθέται παραλιπεῖν. καὶ τοσοῦτον οἱ πλεῖστοι τῶν ἀνθρώπων ἀπέχουσι τοῦ κατὰ τοὺς οἰκείους ζῆν νόμους ὥστε σχεδὸν αὐτοὺς οὐδ' ἴσασιν· ἀλλ' ὅταν ἐξαμαρτάνωσι, τότε παρ' ἄλλων μανθάνουσιν ὅτι τὸν νόμον παραβεβήκασιν. οἵ τε τὰς μεγίστας καὶ κυριωτάτας παρ' αὐτοῖς ἀρχὰς διοικοῦντες ὁμολογοῦσι τὴν ἄγνοιαν· ἐπιστάτας γὰρ παρακαθίστανται τῆς τῶν πραγμάτων οἰκονομίας τοὺς ἐμπειρίαν ἔχειν τῶν νόμων ὑπισχνουμένους.
8.8.13
ἡμῶν δ' ὁντινοῦν τις ἕλοιτο, τοὺς νόμους ῥᾷον ἄν τις εἴποι πάντας ἢ τοὔνομα τὸ ἑαυτοῦ. τοιγαροῦν ἀπὸ τῆς πρώτης εὐθὺς αἰσθήσεως αὐτοὺς ἐκμανθάνοντες ἔχομεν ἐν ταῖς ψυχαῖς ὥσπερ ἐγκεχαραγμένους, καὶ σπάνιος μὲν ὁ παραβαίνων,
8.8.14
ἀδύνατος δ' ἡ τῆς κολάσεως παραίτησις. τοῦτο πρῶτον ἁπάντων τὴν θαυ μαστὴν ὁμόνοιαν ἡμῖν ἐμπεποίηκε. τὸ γὰρ μίαν μὲν ἔχειν καὶ τὴν αὐτὴν δόξαν περὶ θεοῦ, τῷ βίῳ δὲ καὶ τοῖς ἔθεσι μηδὲν ἀλλήλων διαφέρειν καλλίστην ἐν
8.8.15
ἤθεσιν ἀνθρώπων συμφωνίαν ἀποτελεῖ. παρ' ἡμῖν γὰρ μόνοις οὔτε περὶ θεοῦ λόγους ἀκούσεταί τις ἀλλήλοις ὑπεναντίους, ὁποῖα πολλὰ παρ' ἑτέροις οὐχ ὑπὸ τῶν τυχόντων μόνον τὸ κατὰ τὸ προσπεσὸν ἑκάστῳ λέγεται πάθος, ἀλλὰ καὶ παρά τισι τῶν φιλοσόφων ἀποτετόλμηται, τῶν μὲν τὴν ὅλην τοῦ θεοῦ φύσιν ἀναιρεῖν τοῖς λόγοις ἐπικεχειρηκότων, ἄλλων δὲ τὴν ὑπὲρ ἀνθρώπων αὐτὸν πρόνοιαν ἀφαιρουμένων· οὐδ' ἐν τοῖς ἐπιτηδεύμασι τῶν βίων ὄψεται διαφοράν, ἀλλὰ κοινὰ μὲν ἔργα πάντων παρ' ἡμῖν, εἷς δ' ὁ λόγος ὁ τῷ νόμῳ συμφωνῶν περὶ
8.8.16
θεοῦ, πάντα λέγων ἐκεῖνον ἐφορᾶν. καὶ μὴν περὶ τῶν κατὰ τὸν βίον ἐπιτηδευμάτων, ὅτι δεῖ πάντα τὰ ἄλλα τέλος ἔχειν τὴν εὐσέβειαν, καὶ γυναικῶν ἀκούσειεν ἄν τις καὶ τῶν οἰκετῶν. ὅθεν δὴ καὶ τὸ προσφερόμενον ἡμῖν ὑπό τινων ἔγκλημα, τὸ δὴ μὴ καινῶν εὑρετὰς ἔργων ἢ λόγων ἄνδρας παρασχεῖν, ἐντεῦ
8.8.17
θεν συμβέβηκεν. οἱ μὲν γὰρ ἄλλοι τὸ μηδενὶ τῶν πατρίων ἐμμένειν καλὸν εἶναι νομίζουσι καὶ τοῖς μάλιστα τολμῶσι ταῦτα παραβαίνειν σοφίας δεινότητα μαρτυροῦσιν, ἡμεῖς δὲ τοὐναντίον μίαν εἶναι καὶ φρόνησιν καὶ ἀρετὴν ὑπειλήφαμεν, τὸ μηδὲν ὅλως ὑπεναντίον μήτε πρᾶξαι μήτε διανοηθῆναι τοῖς ἐξ ἀρχῆς
8.8.18
νομοθετηθεῖσιν. ὅπερ εἰκότως ἂν εἴη τεκμήριον τοῦ κάλλιστα τεθῆναι τὸν νόμον. τὰ γὰρ μὴ τοῦτον ἔχοντα τὸν τρόπον αἱ πεῖραι δεόμενα διορθώσεως ἐλέγχουσιν· ἡμῖν δὲ τοῖς πεισθεῖσιν ἐξ ἀρχῆς τεθῆναι τὸν νόμον κατὰ θεοῦ βού
8.8.19
λησιν οὐδ' εὐσεβὲς ἦν ἔτι τοῦτον μὴ φυλάττειν. τί γὰρ αὐτοῦ τις ἂν μετακινήσειεν ἢ τί κάλλιον ἐξεῦρεν ἢ τί παρ' ἑτέρων ὡς ἄμεινον μετήνεγκεν; ἆρά γε τὴν ὅλην κατάστασιν τοῦ πολιτεύματος; καὶ τίς ἂν καλλίων ἢ δικαιοτέρα γένοιτο τῆς τὸν θεὸν μὲν ἡγεμόνα τῶν ὅλων ἡγεῖσθαι πεποιημένης, τοῖς ἱερεῦσι δὲ κοινῇ μὲν τὰ μέγιστα διοικεῖν ἐπιτρεπούσης, τῷ δὲ πάντων ἀρχιερεῖ πάλιν
8.8.20
πεπιστευκυίας τὴν τῶν ἄλλων ἱερέων ἡγεμονίαν; οὓς οὐ κατὰ πλοῦτον οὐδέ τισιν ἄλλαις προὔχοντας αὐτομάτοις πλεονεξίαις τὸ πρῶτον εὐθὺς ὁ νομοθέτης ἐπὶ τὴν τιμὴν ἔταξεν, ἀλλ' ὅσοι τῶν μετ' αὐτοῦ πειθοῖ τε καὶ σωφροσύνῃ τῶν ἄλλων διέφερον, τούτοις τὴν περὶ τὸν θεὸν μάλιστα θεραπείαν ἐνεχείρι
8.8.21
σεν. τοῦτο δ' ἦν καὶ τοῦ νόμου καὶ τῶν ἄλλων ἐπιτηδευμάτων ἀκριβὴς ἐπιμέλεια· καὶ γὰρ ἐπόπται πάντων καὶ δικασταὶ τῶν ἀμφισβητουμένων καὶ κολασταὶ τῶν κατεγνωσμένων οἱ ἱερεῖς ἐτάχθησαν.
8.8.22
Τίς ἂν οὖν ἀρχὴ γένοιτο ταύτης ὁσιωτέρα; τίς δὲ τιμὴ θεῷ μᾶλλον ἁρμόζουσα; παντὸς μὲν τοῦ πλήθους κατεσκευασμένου πρὸς τὴν εὐσέβειαν, ἐξαίρετον δὲ τὴν ἐπιμέλειαν τῶν ἱερέων πεπιστευμένων, ὥσπερ δὲ τελετῆες τινος τῆς
8.8.23
ὅλης πολιτείας οἰκονομουμένης. ἃ γὰρ ὀλίγων ἡμερῶν ἀριθμὸν ἐπιτηδεύοντες ἄλλοι φυλάττειν οὐ δύνανται, μυστήρια καὶ τελετὰς ἐπονομάζοντες, ταῦτα μετὰ πολλῆς ἡδονῆς καὶ γνώμης ἀμεταθέτου φυλάττομεν ἡμεῖς διὰ τοῦ παντὸς
8.8.24
αἰῶνος. τίνες οὖν εἰσιν αἱ προρρήσεις καὶ προαγορεύσεις; ἁπλαῖ τε καὶ γνώριμοι. πρώτη δ' ἡγεῖται ἡ περὶ θεοῦ λέγουσα· Θεὸς ἔχει τὰ σύμπαντα, παντελὴς καὶ μακάριος, αὐτὸς ἑαυτῷ καὶ πᾶσιν αὐτάρκης, ἀρχὴ καὶ μέσα καὶ τέλος οὗτος τῶν ἁπάντων, ἔργοις μὲν καὶ χάρισιν ἐναργὴς καὶ παντὸς οὗτινος
8.8.25
φανερώτερος, μορφὴν δὲ καὶ μέγεθος ἡμῖν ἀφανέστατος. πᾶσα μὲν ὕλη πρὸς εἰκόνα τὴν τούτου, κἂν ᾖ πολυτελής, ἄτιμος· πᾶσα δὲ τέχνη πρὸς μιμήσεως ἐπίνοιαν ἄτεχνος· οὐδὲν ὅμοιον οὔτ' εἴδομεν οὔτ' ἐπινοοῦμεν οὔτ' εἰκάζειν
8.8.26
ἐστὶν ὅσιον. ἔργα βλέπομεν αὐτοῦ φῶς, οὐρανόν, γῆν, ἥλιον καὶ σελήνην, ποταμοὺς καὶ θάλατταν, ζῴων γενέσεις, καρπῶν ἀναδόσεις. ταῦτα θεὸς ἐποίησεν, οὐ χερσὶν οὐδὲ πόνοις οὐδέ τινων συνεργασαμένων ἐπιδεηθείς, ἀλλ' αὐτοῦ
8.8.27
καλὰ θελήσαντος καλῶς ἦν εὐθὺς γεγονότα. τούτῳ δεῖ πάντας ἀκολου θεῖν καὶ θεραπεύειν αὐτὸν ἀσκοῦντας ἀρετήν· τρόπος γὰρ θεοῦ θεραπείας οὗτος
8.8.28
ὁσιώτατος. εἷς ναὸς ἑνὸς θεοῦ φίλον γὰρ ἀεὶ παντὶ τὸ ὅμοιον, κοινὸς ἁπάντων, κοινοῦ θεοῦ ἁπάντων. τοῦτον θεραπεύουσι μὲν διὰ παντὸς οἱ ἱερεῖς· ἡγεῖται δὲ τούτων ὁ πρῶτος ἀεὶ κατὰ γένος. οὗτος μετὰ τῶν ἄλλων ἱερέων θύσει τῷ θεῷ, φυλάξει τοὺς νόμους, δικάσει περὶ τῶν ἀμφισβητουμένων, κολάσει τοὺς ἐλεγχθέντας. ὁ τούτῳ μὴ πειθόμενος ὑφέξει δίκην, ὡς εἰς τὸν θεὸν αὐτὸν
8.8.29
ἀσεβῶν. θύομεν τὰς θυσίας οὐκ εἰς πλήρωσιν ἑαυτοῖς καὶ μέθην ἀβούλητα γὰρ θεῷ τάδε καὶ πρόφασις ἂν ὕβρεως γένοιτο καὶ πολυτελείας, ἀλλὰ σώφρονας, εὐτάκτους, εὐσταλεῖς, ὅπως μάλιστα θύοντες σωφρονῶσι. καὶ ἐπὶ ταῖς θυσίαις ὑπὲρ τῆς κοινῆς εὔχεσθαι χρὴ πρῶτον σωτηρίας, εἶθ' ὑπὲρ ἑαυτῶν· ἐπὶ γὰρ κοινωνίᾳ γεγόναμεν καὶ ταύτην ὁ προτιμῶν τοῦ καθ' ἑαυτὸν
8.8.30
ἰδίου μάλιστα εἴη θεῷ κεχαρισμένος. παράκλησις δὲ πρὸς τὸν θεὸν ἔστω διὰ τῆς εὐχῆς καὶ δέησις, οὐχ ὅπως διδῷ τὰ ἀγαθά δέδωκε γὰρ αὐτὸς ἑκὼν καὶ πᾶσιν εἰς μέσον κατατέθεικεν, ἀλλ' ὅπως δέχεσθαι δυνώμεθα καὶ λαβόντες
8.8.31
φυλάττωμεν. ἁγνείας ἐπὶ ταῖς θυσίαις διείρηκεν ὁ νόμος ἀπὸ κήδους, ἀπὸ λέχους, ἀπὸ κοινωνίας τῆς πρὸς γυναῖκα καὶ πολλῶν ἄλλων, ἃ μακρὸν ἂν
8.8.32
εἴη νῦν γράφειν. τοιοῦτος μὲν ὁ περὶ θεοῦ καὶ τῆς ἐκείνου θεραπείας λόγος ἡμῖν ἐστιν· ὁ δ' αὐτὸς ἅμα καὶ νόμος. τίνες δὲ οἱ περὶ γάμων; μῖξιν μόνην οἶδεν ὁ νόμος τὴν κατὰ φύσιν τὴν πρὸς γυναῖκα, καὶ ταύτην, εἰ μέλλοι τέκνων ἕνεκα γενήσεσθαι. τὴν δὲ πρὸς ἄρρενα ἀρρένων ἐστύγηκε, καὶ θάνατος τὸ ἐπιτίμιον
8.8.33
εἴ τις ἐπιχειρήσειε. γαμεῖν δὲ κελεύει μὴ προικὶ προσέχοντας μηδὲ βιαίοις ἁρπαγαῖς μηδ' αὖ δόλῳ καὶ δι' ἀπάτης πείσαντας, ἀλλὰ μνηστεύειν παρὰ τοῦ δοῦναι κυρίου καὶ κατὰ συγγένειαν ἐπιτηδείου. γυνὴ χείρων, φησίν, ἀνδρὸς εἰς ἅπαντα· τοιγαροῦν ὑπακουέτω, μὴ πρὸς ὕβριν, ἀλλ' ἵνα ἄρχηται· θεὸς γὰρ
8.8.34
ἀνδρὶ κράτος ἔδωκε. ταύτῃ συνεῖναι δεῖ τὸν γήμαντα μόνῃ· τὸ δὲ τὴν ἄλλου πειρᾶν ἀνόσιον. εἰ δέ τις τοῦτο πράξειεν, οὐδεμία θανάτου παραίτησις, οὔτε εἰ βιάσαιτο παρθένον ἑτέρῳ συνωμολογημένην οὔτ' εἰ πείσαι γεγαμημένην.
8.8.35
τέκνα τρέφειν ἅπαντα προσέταξε. καὶ γυναιξὶν ἀπεῖπε μήτ' ἀμβλοῦν τὸ σπαρὲν μήτε διαφθείρειν, ἀλλ' ἢν φανείη, τεκνοκτόνος ἂν εἴη ψυχὴν ἀφανίζουσα
8.8.36
καὶ τὸ γένος ἐλαττοῦσα. τοιγαροῦν οὐδ' εἴ τις ἐπὶ λέχους φθορὰν παρέλθοι, καθαρὸς εἶναι τότε προσήκει. καὶ μετὰ τὴν νόμιμον συνουσίαν ἀνδρὸς καὶ γυναικὸς ἀπολούεσθαι· ψυχῆς ἔχειν τοῦτο μερισμὸν πρὸς ἄλλην χώραν ὑπέλαβε· καὶ γὰρ ἐμφυομένη σώμασι κακοπαθεῖ καὶ τούτων αὖ πάλιν θανάτῳ διακριθεῖσα.
8.8.37
διόπερ ἁγνείας ἐπὶ πᾶσι τοῖς τοιούτοις ἔταξεν. οὐ μὴν οὐδ' ἐπὶ ταῖς τῶν παίδων γενέσεσιν ἐπέτρεψεν εὐωχίαν συντελεῖν καὶ προφάσεις ποιεῖσθαι μέθης, ἀλλὰ σώφρονα τὴν ἀρχὴν εὐθὺς τῆς τροφῆς ἔταξε καὶ γράμματα παιδεύειν ἐκέλευσε τὰ περὶ τοὺς νόμους καὶ τῶν προγόνων τὰς πράξεις ἐπίστασθαι, τὰς μὲν ἵνα μιμῶνται, τοῖς δ' ἵνα συντρεφόμενοι μήτε παραβαίνωσι μήτε σκῆψιν
8.8.38
ἀγνοίας ἔχωσι. τῆς εἰς τοὺς τετελευτηκότας προὐνόησεν ὁσίας οὐ πολυτελείαις ἐνταφίων οὐδὲ κατασκευαῖς μνημείων ἐπιφανῶν, ἀλλὰ τὰ μὲν περὶ τὴν κηδείαν ἔταξε τοῖς οἰκειοτάτοις ἐπιτελεῖν, πᾶσι δὲ τοῖς παριοῦσι θαπτομένου τινὸς καὶ προσελθεῖν καὶ συναποδύρεσθαι νόμιμον ἐποίησε. καθαίρειν δὲ κελεύει καὶ τὸν οἶκον καὶ τοὺς ἐνοικοῦντας ἀπὸ κήδους, ἵνα πλεῖστον ἀπέχῃ τοῦ δοκεῖν κα
8.8.39
θαρὸς εἶναί τις φόνον ἐργασάμενος. γονέων τιμὴν μετὰ τὴν πρὸς θεὸν δευτέραν ἔταξε· καὶ τὸν οὐκ ἀμειβόμενον τὰς παρ' αὐτῶν χάριτας, ἀλλ' εἰς ὁτιοῦν
8.8.40
ἐλλείποντα, λευσθησόμενον παραδίδωσι. κελεύει καὶ παντὸς τοῦ πρεσβυ
8.8.41
τέρου τιμὴν ἔχειν τοὺς νέους, ἐπεὶ πρεσβύτατον ὁ θεός. κρύπτειν οὐδὲν ἐᾷ πρὸς φίλους, οὐ γὰρ εἶναι φιλίαν τὴν μὴ πάντα πιστεύουσαν· κἂν συμβῇ τις
8.8.42
ἔχθρα, τούτων ἀπόρρητα λέγειν κεκώλυκε. δικάζων εἰ δῶρά τις λάβοι, θάνατος ἡ ζημία. περιορῶν ἱκέτην, βοηθεῖν ἐνόν, ὑπεύθυνος. ὃ μὴ κατέθηκέ τις, οὐκ ἀναιρήσεται. τῶν ἀλλοτρίων οὐδενὸς ἅψεται. δανείσας τόκον οὐ λήψεται. ταῦτα καὶ πολλὰ τούτοις ὅμοια τὴν πρὸς ἀλλήλους ἡμῶν συνέχει κοι
8.8.43
νωνίαν. πῶς δὲ καὶ τῆς περὶ τοὺς ἀλλοφύλους ἐπιεικείας ἐφρόντισεν ὁ νομοθέτης ἄξιον ἰδεῖν· φανεῖται γὰρ ἄριστα πάντων προνοησάμενος ὅπως μήτε τὰ οἰκεῖα διαφθείρωμεν μήτε φθονήσωμεν τοῖς μετέχειν τῶν ἡμετέρων προαιρουμένοις.
8.8.44
ὅσοι μὲν γὰρ θέλουσιν ὑπὸ τοὺς αὐτοὺς ἡμῖν νόμους ζῆν ὑπελθόντες, δέχεται φιλοφρόνως, οὐ τῷ γένει μόνον, ἀλλὰ καὶ τῇ προαιρέσει τοῦ βίου νομίζων εἶναι τὴν οἰκειότητα· τοὺς δ' ἐκ παρέργου προσιόντας ἀναμίγνυσθαι ταῖς συνηθείαις
8.8.45
οὐκ ἠθέλησε. τὰ ἄλλα δὲ προείρηκεν ὧν ἐστιν ἡ μετάδοσις ἀναγκαία· πᾶσι παρέχειν τοῖς δεομένοις πῦρ, ὕδωρ, τροφήν, ὁδοὺς φράζειν, ἄταφον μὴ περιορᾶν.
8.8.46
ἐπιεικῆ δὲ καὶ τὰ πρὸς τοὺς πολεμίους κριθέντα εἶναι· οὐ γὰρ ἐᾷ τὴν γῆν αὐτῶν πυρπολεῖν οὐδὲ κόπτειν ἥμερα δένδρα συγκεχώρηκεν· ἀλλὰ καὶ σκυλεύειν ἀπείρηκε τοὺς ἐν τῇ μάχῃ πεσόντας καὶ τῶν αἰχμαλώτων προὐνόησεν, ὅπως
8.8.47
αὐτῶν ὕβρις ἀπῇ, μάλιστα δὲ γυναικῶν. οὕτως δὲ πόρρωθεν ἡμερότητα καὶ φιλανθρωπίαν διδάσκειν ἡμᾶς ἐσπούδασεν ὥστε οὐδὲ τῶν ἀλόγων ζῴων ὠλιγώρησεν, ἀλλὰ μόνην μὲν ἀφῆκε τούτων χρῆσιν τὴν νενομισμένην, πᾶσαν δ' ἑτέραν ἐκώλυσεν. ἃ δ' ὥσπερ ἱκετεύοντα προσφεύγει ταῖς οἰκίαις, ἀπεῖπεν ἀνελεῖν· οὐδὲ νεοττοῖς τοὺς γονέας αὐτῶν ἐπέτρεψε συνεξαιρεῖν· φείδεσθαι δὲ κἀν τῇ
8.8.48
πολεμίᾳ τῶν ἐργαζομένων ζῴων καὶ μὴ φονεύειν. οὕτω πανταχόθεν τὰ πρὸς ἐπιείκειαν περιεσκέψατο, διδασκαλικοῖς μὲν τοῖς προειρημένοις χρησάμενος νόμοις, τοὺς δ' αὖ κατὰ τῶν παραβαινόντων τιμωρητικοὺς τάξας οὐκ ἄνευ προφάσεως. ζημία γὰρ ἐπὶ τοῖς πλείστοις τῶν παραβαινόντων ἐστὶ θάνατος, ἂν μοιχεύσῃ τις, ἂν βιάσηται κόρην, ἂν ἄρρενι τολμήσῃ πεῖραν προσφέ
8.8.49
ρειν, ἂν ὑπομείνῃ παθεῖν ὁ πειρασθείς. ἔστι δὲ καὶ ἐπὶ δούλοις ὁμοίως ὁ νόμος ἀπαραίτητος. ἀλλὰ καὶ περὶ μέτρων ἤν τις κακουργήσειεν ἢ σταθμῶν ἢ περὶ πράσεως ἀδίκου καὶ δόλῳ γενομένης κἂν ὑφέληταί τις ἀλλότριον κἂν ὃ μὴ κατέθηκεν ἀνέληται, πάντων εἰσὶ κολάσεις, οὐχ οἷαι παρ' ἑτέροις, ἀλλ' ἐπὶ τὸ μεῖζον. περὶ μὲν γὰρ γονέων ἀδικίας ἢ τῆς εἰς θεὸν ἀσεβείας, κἂν μέλλῃ
8.8.50
τις, εὐθὺς ἀπόλλυται. τοῖς μέντοι γε κατὰ τοὺς νόμους πάντα πράττουσι γέρας ἐστὶν οὐκ ἀργύριον οὐδὲ χρυσός, οὐ μὴν οὐδὲ κοτίνου στέφανος ἢ σελίνου καὶ τοιαύτη τις ἀνακήρυξις, ἀλλ' αὐτὸς ἕκαστος αὑτῷ τὸ συνειδὸς ἔχων μαρτυροῦν πεπίστευκε τοῦ μὲν νομοθέτου προφητεύσαντος, τοῦ δὲ θεοῦ τὴν πίστιν ἰσχυρὰν παρεσχηκότος ὅτι τοῖς τοὺς νόμους διαφυλάξασι, κἂν εἰ δέοι θνή σκειν ὑπὲρ αὐτῶν, προθύμως ἀποθανοῦσιν ἔδωκεν ὁ θεὸς γενέσθαι τε πάλιν καὶ
8.8.51
βίον ἀμείνω λαβεῖν ἐκ περιτροπῆς. ὤκνουν δ' ἂν ἐγὼ νῦν ταῦτα γράφειν, εἰ μὴ διὰ τῶν ἔργων ἦν ἅπασι φανερὸν ὅτι πολλοὶ καὶ πολλάκις ἤδη τῶν ἡμετέρων περὶ τοῦ μηδὲ ῥῆμα μόνον φθέγξασθαι παρὰ τὸν νόμον πάντα παθεῖν γενναίως ὑπέστησαν. καίτοι γε εἰ μὴ συμβεβήκει γνώριμον ἡμῶν τὸ ἔθνος ἅπασιν ἀνθρώποις ὑπάρχειν κἀν φανερῷ κεῖσθαι τὴν ἐθελούσιον ἡμῶν τοῖς νόμοις ἀκολουθίαν, ἀλλά τις ἢ συγγράψαι λέγων αὐτὸς ἀνεγίνωσκε τοῖς Ἕλλησιν ἤ που περιτυχεῖν ἔξω τῆς γινωσκομένης γῆς ἔφασκεν ἀνθρώποις τοιαύτην μὲν ἔχουσι δόξαν οὕτω σεμνὴν περὶ τοῦ θεοῦ, τοιούτοις δὲ νόμοις πολὺν αἰῶνα βεβαίως ἐμμεμενηκόσι, πάντας ἂν οἶμαι θαυμάσαι διὰ τὰς συνεχεῖς παρ' αὐτοῖς μεταβολάς· ἀμέλει τῶν γράψαι τι παραπλήσιον εἰς πολιτείαν καὶ νόμους ἐπιχειρησάντων ὡς θαυμαστὰ συνθέντων κατηγοροῦσι, φάσκοντες αὐτοὺς λαβεῖν
8.8.52
ἀδυνάτους ὑποθέσεις. καὶ τοὺς μὲν ἄλλους παραλείπω φιλοσόφους, ὅσοι τι τοιοῦτον ἐν τοῖς συγγράμμασιν ἐπραγματεύσαντο· Πλάτων δὲ θαυμαζόμενος παρὰ τοῖς Ἕλλησιν, ὡς καὶ σεμνότητι βίου διενεγκὼν καὶ δυνάμει λόγων καὶ πειθοῖ πάντας ὑπεράρας τοὺς ἐν φιλοσοφίᾳ γεγονότας, ὑπὸ τῶν φασκόντων δεινῶν εἶναι τὰ πολιτικὰ μικροῦ δεῖν χλευαζόμενος καὶ κωμῳδούμενος διατελεῖ.
8.8.53
καίτοι τἀκείνου σκοπῶν συχνῶς τις ἂν εὕροι ῥᾴον α ὄντα καὶ τῆς τῶν πολλῶν ἔγγιον συνηθείας. αὐτὸς δὲ Πλάτων ὡμολόγηκεν ὅτι τὴν ἀληθῆ περὶ τοῦ
8.8.54
θεοῦ δόξαν εἰς τὴν τῶν ὄχλων ἄνοιαν οὐκ ἦν ἀσφαλὲς ἐξενεγκεῖν. ἀλλὰ τὰ μὲν Πλάτωνος λόγους τινὲς εἶναι κενοὺς νομίζουσι, κατὰ πολλὴν ἐξουσίαν κεκαλλιγραφημένους. μάλιστα δὲ τῶν νομοθετῶν Λυκοῦργον τεθαυμάκασι καὶ τὴν Σπάρτην ἅπαντες ὑμνοῦσιν, ὅτι τοῖς ἐκείνου νόμοις ἐπὶ πλεῖστον ἐνεκαρτέρησαν.
8.8.55
οὐκοῦν τοῦτο μὲν ὡμολογήσθω τεκμήριον ἀρετῆς εἶναι, τὸ πείθεσθαι τοῖς νόμοις. οἱ δὲ Λακεδαιμονίους θαυμάζοντες τὸν ἐκείνων χρόνον ἀντιπαραβαλλέτωσαν τοῖς πλείοσιν ἢ δισχιλίοις ἔτεσι τῆς ἡμετέρας πολιτείας· καὶ προσέτι λογιζέσθωσαν ὅτι Λακεδαιμόνιοι μέν, ὅσον ἐφ' ἑαυτῶν χρόνον εἶχον τὴν ἐλευθερίαν, ἀκριβῶς ἔδοξαν τοὺς νόμους διαφυλάττειν, ἐπεὶ μέντοι περὶ αὐτοὺς ἐγένοντο μεταβολαὶ τῆς τύχης, μικροῦ δεῖν ἁπάντων ἐξελάθοντο τῶν νόμων· ἡμεῖς δὲ ἐν τύχαις μυρίαις γεγονότες διὰ τὰς τῶν βασιλευσάντων τῆς Ἀσίας μεταβολάς, οὐδ' ἐν τοῖς ἐσχάτοις τῶν δεινῶν τοὺς νόμους προὔδομεν.»
8.8.56
Ταῦτα μὲν καὶ ὁ Ἰώσηπος περὶ τῆς κατὰ Μωσέα Ἰουδαίων πολιτείας. περὶ δὲ τῆς ἐν τοῖς ὑπ' αὐτοῦ τεθεῖσι νόμοις ἐπεσκιασμένης καὶ ἀλληγορικῆς θεωρίας πολλὰ ἔχων εἰπεῖν ἐπαρκεῖν ἡγοῦμαι τὰς Ἐλεαζάρου καὶ Ἀριστοβούλου διηγήσεις, ἀνδρῶν τὸ μὲν γένος Ἑβραίων ἀνέκαθεν, τὸν δὲ
8.8.57
χρόνον κατὰ τοὺς Πτολεμαίων χρόνους διαπρεψάντων. ὧν ὁ Ἐλεάζαρος καὶ τῷ τῆς ἀρχιερωσύνης ἀξιώματι τετιμημένος μικρῷ πρότερον ἡμῖν ἐδηλοῦτο, ὃς δὴ τοῖς παρὰ βασιλέως ὡς αὐτὸν ἥκουσι διὰ πρεσβείας ἕνεκα τῆς τῶν Ἑβραϊκῶν λόγων ἐπὶ τὴν Ἑλλάδα μεταβολῆς, τὸν τρόπον ὑποτυπούμενος τῆς ἐν τοῖς ἱεροῖς νόμοις ἀλληγορουμένης ἰδέας, τοιαύτην πεποίηται τοῦ λόγου τὴν διδασκαλίαν·
8.9.1
θʹ. ΕΛΕΑΖΑΡΟΥ ΑΡΧΙΕΡΕΩΣ ΥΠΟΤΥΠΩΣΙΣ ΤΗΣ ΕΝ ΤΟΙΣ ΙΕΡΟΙΣ ΝΟΜΟΙΣ ΑΛΛΗΓΟΡΟΥΜΕΝΗΣ ΔΙΑΝΟΙΑΣ «Ἄξιον δὲ ἐπιμνησθῆναι διὰ βραχέων τῶν ὑποδειχθέντων ὑπ' αὐτοῦ πρὸς τὰ δι' ἡμῶν ἐπιζητηθέντα· νομίζειν γὰρ τοῖς πολλοῖς περιεργίαν ἔχειν τινὰ τῶν ἐν τῇ νομοθεσίᾳ, λέγω δὲ περί τε βρωτῶν καὶ ποτῶν καὶ τῶν νομιζομέ
8.9.2
νων ἀκαθάρτων εἶναι κνωδάλων. πυνθανομένων γὰρ ἡμῶν διὰ τί, μιᾶς καταβολῆς οὔσης, τὰ μὲν ἀκάθαρτα νομίζεται πρὸς βρῶσιν, τὰ δὲ καὶ πρὸς τὴν ἁφήν δεισιδαιμόνως γὰρ τὰ πλεῖστα τὴν νομοθεσίαν ἔχειν, ἐν δὲ τούτοις πάλιν πάνυ
8.9.3
δεισιδαιμόνως, πρὸς ταῦτα οὕτως ἐνήρξατο· «Θεωρεῖς», ἔφη, «τὰς ἀναστρο
8.9.4
φὰς καὶ τὰς ὁμιλίας οἷον ἐνεργάζονται πρᾶγμα, διότι κακοῖς ὁμιλήσαντες διαστροφὰς ἐπιλαμβάνουσιν ἄνθρωποι καὶ ταλαίπωροι δι' ὅλου τοῦ ζῆν εἰσιν· ἐὰν δὲ σοφοῖς καὶ φρονίμοις συζῶσιν, ἐξ ἀγνοίας ἐπανορθώσεως εἰς τὸν βίον ἔτυχον·
8.9.4
διαστειλάμενος οὖν τὰ τῆς εὐσεβείας καὶ δικαιοσύνης πρῶτον ὁ νομοθέτης ἡμῶν καὶ διδάξας ἕκαστα περὶ τούτων οὐκ ἀπαγορευτικῶς μόνον, ἀλλ' ἐνδεικτικῶς, καὶ τὰς βλάβας προὐδήλου καὶ τὰς ὑπὸ θεοῦ γιγνομένας ἐπιπομπὰς
8.9.5
τοῖς αἰτίοις. προϋπέδειξε γὰρ πρῶτον πάντων ὅτι μόνος ὁ θεός ἐστι καὶ διὰ πάντων ἡ δύναμις αὐτοῦ φανερὰ γίνεται, πεπληρωμένου παντὸς τόπου τῆς δυναστείας, καὶ οὐθὲν αὐτὸν λανθάνει τῶν ἐπὶ γῆς γιγνομένων ὑπ' ἀνθρώπων κρυφίως, ἀλλ' ὅσα ποιεῖ τις αὐτῷ φανερὰ καθέστηκε, καὶ τὰ μέλλοντα γίνεσθαι.
8.9.6
ταῦτ' οὖν ἐξεργαζόμενος ἀκριβῶς καὶ πρόδηλα θεὶς ἔδειξεν ὅτι καὶ ἐὰν ἐννοη θῇ τις κακίαν ἐπιτελεῖν, οὐκ ἂν λάθοι, μὴ ὅτι καὶ πράξας, δι' ὅλης τῆς νομοθεσίας
8.9.7
τὸ τοῦ θεοῦ δυνατὸν ἐνδεικνύμενος. ποιησάμενος οὖν τὴν καταρχὴν ταύτην καὶ δείξας ὅτι πάντες οἱ λοιποὶ παρ' ἡμᾶς ἄνθρωποι πολλοὺς θεοὺς εἶναι νομίζουσιν, αὐτοὶ δυναμικώτεροι πολλῷ καθεστῶτες ὧν σέβονται ματαίως. ἀγάλματα γὰρ ποιήσαντες ἐκ λίθων ἢ ξύλων εἰκόνας φασὶν εἶναι τῶν ἐξευρόντων τι πρὸς τὸ ζῆν αὐτοῖς χρήσιμον, οἷς προσκυνοῦσι παρὰ πόδας ἔχοντες τὴν ἀναι
8.9.8
σθησίαν. εἴτε γὰρ κατ' ἐκεῖνό τις θείη, κατὰ τὴν ἐξεύρεσιν, παντελῶς ἀνόητον· τῶν γὰρ ἐν τῇ κτίσει λαβόντες τινὰ συνέθηκαν καὶ προσυπέδειξαν εὐχρηστοτάτην τὴν κατασκευὴν αὐτῶν, οὐ ποιήσαντες αὐτοί· διὸ κενὸν καὶ μάταιον
8.9.9
τοὺς ὁμοίους ἀποθεοῦν. καὶ γὰρ ἔτι καὶ νῦν εὑρετικώτεροι καὶ πολυμαθέστεροι τῶν ἀνθρώπων τῶν πρίν εἰσι πολλοί, καὶ οὐκ ἂν φθάνοιεν αὐτοὺς προσκυ
8.9.10
νοῦντες. καὶ νομίζουσιν οἱ ταῦτα διαπλάσαντες καὶ μυθοποιήσαντες τῶν Ἑλλήνων οἱ σοφώτατοι καθεστάναι. τῶν μὲν γὰρ ἄλλων πολυματαίων τί δεῖ καὶ λέγειν, Αἰγυπτίων τε καὶ τῶν παραπλησίων, οἵτινες ἐπὶ θηρία καὶ τῶν ἑρπετῶν τὰ πλεῖστα καὶ κνωδάλων τὴν ἀπέρεισιν πεποίηνται καὶ ταῦτα προσκυ
8.9.11
νοῦσι καὶ θύουσι τούτοις καὶ ζῶσι καὶ τελευτήσασι; συνθεωρήσας τοιγαροῦν ἕκαστα σοφὸς ὢν ὁ νομοθέτης καὶ ὑπὸ θεοῦ κατεσκευασμένος εἰς ἐπίγνωσιν τῶν ἁπάντων, περιέφραξεν ἡμᾶς ἀδιακόποις χάραξι καὶ σιδηροῖς τείχεσιν, ὅπως μηδενὶ τῶν ἄλλων ἐθνῶν ἐπιμισγώμεθα κατὰ μηδέν, ἁγνοὶ καθεστῶτες κατὰ σῶμα καὶ κατὰ ψυχήν, ἀπολελυμένοι ματαίων δοξῶν, τὸν μόνον
8.9.12
θεὸν καὶ δυνατὸν σεβόμενοι παρ' ὅλην τὴν πᾶσαν κτίσιν. ὅθεν Αἰγυπτίων οἱ καθηγεμόνες ἱερεῖς ἐγκεκυφότες εἰς πολλὰ καὶ μετεσχηκότες πραγμάτων ἀνθρώπους θεοῦ προσονομάζουσιν ἡμᾶς. ὃ τοῖς λοιποῖς οὐ πρόσεστιν, εἰ μή τις σέβεται τὸν κατ' ἀλήθειαν θεόν· ἀλλ' εἰσὶν ἄνθρωποι βρωτῶν καὶ ποτῶν
8.9.13
καὶ σκέπης· ἡ γὰρ πᾶσα διάθεσις αὐτῶν ἐπὶ ταῦτα καταφεύγει. τοῖς δὲ παρ' ἡμῖν ἐν οὐδενὶ ταῦτα λελόγισται, περὶ δὲ τῆς τοῦ θεοῦ δυναστείας δι' ὅλου τοῦ ζῆν ἡ σκέψις αὐτοῖς ἐστιν. ὅπως οὖν μηδενὶ συναλισγούμενοι μηδὲ ὁμιλοῦντες φαύλοις διαστροφὰς λαμβάνοιμεν, πάντοθεν ἡμᾶς περιέφραξεν ἁγνείαις
8.9.14
καὶ διὰ βρωτῶν καὶ ποτῶν καὶ ἁφῶν καὶ ἀκοῆς καὶ ὁράσεως νομικῶς. τὸ γὰρ καθόλου πάντα πρὸς τὸν φυσικὸν λόγον ὅμοια καθέστηκεν, ὑπὸ μιᾶς δυνάμεως οἰκονομούμενα, καὶ καθ' ἓν ἕκαστον ἔχει λόγον βαθύν, ἀφ' ὧν ἀπεχό
8.9.15
μεθα κατὰ τὴν χρῆσιν καὶ οἷς συγχρώμεθα. χάριν δὲ ὑποδείγματος ἓν ἢ δεύτερον ἐπιδραμών σοι σημανῶ. μὴ γὰρ εἰς τὸν καταπεπτωκότα λόγον ἔλθῃς, ὅτι μυῶν καὶ γαλῆς ἢ τῶν τοιούτων χάριν περιεργίας ποιούμενος ἐνομοθέτει ταῦτα Μωσῆς, ἀλλὰ πρὸς ἁγνὴν ἐπίσκεψιν καὶ τρόπων ἐξαίρετον
8.9.16
ἐξαρτισμὸν δικαιοσύνης ἕνεκεν σεμνῶς πάντα ἀνατέτακται. τῶν γὰρ πετεινῶν οἷς χρώμεθα πάντα ἥμερα καθέστηκε καὶ διαφέρει καθαριότητι, πυροῖς καὶ ὀσπρίοις χρώμενα πρὸς τὴν τροφήν, οἷον περιστεραί, τρυγόνες, ἀττακοί, πέρδικες, ἔτι δὲ χῆνες καὶ τὰ ἄλλα ὅσα τοιαῦτα· περὶ ὧν δὲ ἀπηγόρευται πετεινῶν, εὑρήσεις ἄγριά τε καὶ σαρκοφάγα καὶ καταδυναστεύοντα τῇ περὶ αὐτὰ δυνάμει τὰ λοιπὰ καὶ τὴν τροφὴν ἔχοντα τὴν δαπάνησιν τῶν προειρημένων ἡμέρων μετὰ ἀδικίας. οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ τοὺς ἄρνας καὶ ἐρίφους ἁρπάζουσι
8.9.17
καὶ τοὺς ἀνθρώπους δὲ ἀδικοῦσι, νεκρούς τε καὶ ζῶντας. παράσημον οὖν ἔθετο διὰ τούτων, ἀκάθαρτα προσονομάσας, ὅτι δέον ἐστὶ κατὰ ψυχὴν οἷς ἡ νομοθεσία διατέτακται, δικαιοσύνῃ συγχρῆσθαι καὶ μηδένα καταδυναστεύειν πεποιθότας ἰσχύϊ τῇ καθ' ἑαυτοὺς μηδ' ἀφαιρεῖσθαι μηδέν, ἀλλ' ἐκ δικαίου τὰ τοῦ βίου κυβερνᾶν, ὡς τὰ τῶν προειρημένων πετεινῶν ἥμερα ζῷα τὰ φυόμενα τῶν ὀσπρίων ἐπὶ γῆς δαπανᾷ καὶ οὐ καταδυναστεύει πρὸς τὴν ἐπαναίρεσιν
8.9.18
οὔτε τῶν ὑποβεβηκότων οὔτε τῶν συγγενικῶν. διὰ τῶν τοιούτων οὖν παρέδωκεν ὁ νομοθέτης σημειοῦσθαι τοῖς συνετοῖς εἶναι δικαίους τε καὶ μηδὲν ἐπιτελεῖν βίᾳ μηδὲ τῇ περὶ αὐτοὺς ἰσχύϊ πεποιθότας ἑτέρους καταδυνα
8.9.19
στεύειν. ὅπου γὰρ οὐδ' ἅψασθαι καθῆκε τῶν προειρημένων διὰ τὴν περὶ ἕκαστα διάθεσιν, πῶς οὐ φυλακτέον παντάπασι τοὺς τρόπους εἰς τοῦτο κατα
8.9.20
κλασθῆναι; πάντα οὖν τῆς συγχωρήσεως ἡμῖν ἐπὶ τούτων καὶ τῶν κτηνῶν τροπολογῶν ἐκτέθειται. τὸ γὰρ διχηλεύειν καὶ διαστέλλειν ὁπλῆς ὄνυχας
8.9.21
σημεῖόν ἐστι τοῦ διαστέλλειν ἕκαστα τῶν πράξεων ἐπὶ τὸ καλῶς ἔχον. ἡ γὰρ ἰσχὺς τῶν ὅλων σωμάτων μετ' ἐνεργείας ἀπέρεισιν ἐπὶ τοὺς ὤμους ἔχει καὶ τὰ σκέλη. μετὰ διαστολῆς οὖν ἅπαντα ἐπιτελεῖν πρὸς δικαιοσύνην ἀναγκάζει τῷ σημειοῦσθαι διὰ τούτων, ἔτι δὲ καὶ διότι παρὰ πάντας ἀνθρώπους διεστάλ
8.9.22
μεθα. οἱ γὰρ πλείονες τῶν λοιπῶν ἑαυτοὺς μολύνουσιν ἐπιμισγόμενοι, συντελοῦντες μεγάλην ἀδικίαν, καὶ χῶραι καὶ πόλεις ὅλαι σεμνύνονται ἐπὶ τούτοις. οὐ μόνον γὰρ πρὸς ἄρσενας προσάγουσιν, ἀλλὰ καὶ τεκούσας, ἔτι δὲ
8.9.23
καὶ θυγατέρας μολύνουσιν. ἡμεῖς δὲ ἀπὸ τούτων διεστάλμεθα. περὶ ὃν δέ ἐστιν ὁ προειρημένος τῆς διαστολῆς τρόπος, περὶ τοῦτον εἶναι καὶ τὸν τῆς μνήμης κεχαρακτήρικεν. πάντα γὰρ ὅσα διχηλεῖ καὶ μηρυκισμὸν ἀνάγει, σαφῶς τοῖς νοοῦσιν ἐκτίθεται τὸ τῆς μνήμης. ἡ γὰρ ἀναμηρύκισις οὐδὲν ἕτερον
8.9.24
ἀλλ' ἢ τῆς ζωῆς καὶ συστάσεως ὑπόμνησίς ἐστι. τὸ γὰρ ζῆν διὰ τῆς τροφῆς συνεστάναι νομίζει. διὸ παρακελεύεται διὰ τῆς γραφῆς λέγων οὕτως· «Μνείᾳ μνησθήσῃ κυρίου τοῦ θεοῦ, τοῦ ποιήσαντος ἐν σοὶ τὰ μεγάλα καὶ θαυ
8.9.25
μαστά». κατανοούμενα γὰρ ἔνδοξα καὶ μεγάλα φαίνεται, πρῶτον μὲν ἡ σύμπηξις ἡ τοῦ σώματος καὶ ἡ τῆς τροφῆς διοίκησις καὶ ἡ περὶ ἕκαστον μέλος διαστολή, πολλῷ δὲ μᾶλλον ἡ τῶν αἰσθήσεων διακόσμησις, διανοίας ἐνέργημα καὶ κίνησις ἀόρατος ἥ τε ὀξύτης τοῦ πρὸς ἕκαστόν τι πράσσειν καὶ τεχνῶν
8.9.26
εὕρεσις ἀπέραστον περιέχει τρόπον. διὸ παρακελεύεται μνείαν ἔχειν, ὡς συντηρεῖται τὰ προειρημένα συνεχόμενα θείᾳ δυνάμει σὺν κατασκευῇ. πάντα γὰρ χρόνον καὶ τόπον ὥρικε πρὸς τὸ διὰ παντὸς μνημονεύειν τοῦ κρατοῦντος
8.9.27
θεοῦ, συντηροῦντος καὶ τὰς ἀρχὰς καὶ μεσότητας καὶ τελευτάς. καὶ γὰρ ἐπὶ τῶν βρωτῶν καὶ ποτῶν ἀπαρξαμένους εὐθέως τότε συγχρῆσθαι κελεύει. καὶ μὴν καὶ ἐκ τῶν περιβολαίων παράσημον ἡμῖν μνείας δέδωκεν· ὡσαύτως δὲ καὶ ἐπὶ τῶν πόλεων καὶ οἰκήσεων διὰ τὸ σκεπάζεσθαι καὶ ἐπὶ τῶν πυλῶν καὶ θυρῶν προστέταχεν ἡμῖν τιθέναι τὰ λόγια, πρὸς τὸ μνείαν εἶναι θεοῦ· καὶ ἐπὶ τῶν χειρῶν δὲ διαρρήδην τὸ σημεῖον κελεύει περιῆφθαι, σαφῶς ἀποδεικνὺς ὅτι πᾶσαν ἐνέργειαν μετὰ δικαιοσύνης ἐπιτελεῖν δεῖ, μνήμην ἔχοντας τῆς
8.9.28
ἑαυτῶν κατασκευῆς, ἐπὶ πᾶσι δὲ τὸν περὶ θεοῦ φόβον. κελεύει δὲ καὶ κοιταζομένους καὶ διανισταμένους καὶ πορευομένους μελετᾶν τὰς τοῦ θεοῦ κατασκευάς, οὐ λόγῳ μόνον, ἀλλὰ καὶ διαλήψει θεωροῦντας τὴν κίνησιν καὶ τὴν ὑπόληψιν ἑαυτῶν, ὅταν εἰς ὕπνον ἔρχωνται, καὶ τὴν ἔγερσιν, ὡς θεία τίς ἐστι καὶ ἀκατάληπτος ἡ τούτων μετάθεσις.
8.9.29
Δέδεικται δέ σοι καὶ τὸ περισσὸν τῆς λογίας τῆς κατὰ τὴν διαστολὴν καὶ μνείαν, ὡς ἐξεθέμεθα τὴν διχηλίαν καὶ τὸν μηρυκισμόν. οὐ γὰρ εἰκῆ καὶ κατὰ τὸ ἐμπεσὸν εἰς ψυχὴν νενομοθέτηται, πρὸς δ' ἀλήθειαν καὶ σημείωσιν
8.9.30
ὀρθοῦ λόγου. διατάξας γὰρ ἐπὶ βρωτῶν καὶ ποτῶν καὶ τῶν κατὰ τὰς ἁφὰς ἕκαστα κελεύει μηθὲν εἰκῆ μήτε πράσσειν μήτε ἀκούειν μήτε τῇ τοῦ λόγου
8.9.31
δυναστείᾳ συγχρωμένους ἐπὶ τὴν ἀδικίαν τρέπεσθαι. καὶ ἐπὶ τῶν κνωδάλων δὲ ταὐτὸν ἔστιν εὑρεῖν. κακοποιητικὸς γὰρ ὁ τρόπος ἐστὶ καὶ γαλῆς καὶ μυῶν καὶ τῶν τούτοις ὁμοίων, ὅσα διηγόρευται. πάντα γὰρ λυμαίνονται καὶ κακοποιοῦσι μύες, οὐ μόνον πρὸς τὴν ἑαυτῶν τροφήν, ἀλλὰ καὶ εἰς τὸ παντελῶς
8.9.32
ἄχρηστον γίνεσθαι ἀνθρώπῳ ὅ τι ἂν δή ποτ' οὖν ἐπιβάλληται κακοποιεῖν. τό τε τῆς γαλῆς γένος ἰδιάζον ἐστί· χωρὶς γὰρ τοῦ προειρημένου ἔχει λυμαντικὸν κατάστημα. διὰ γὰρ τῶν ὤτων συλλαμβάνει, τεκνοποιεῖ δὲ τῷ στόματι. καὶ διὰ τοῦτ' οὖν ὁ τοιοῦτος τρόπος τῶν ἀνθρώπων ἀκάθαρτός ἐστιν. ὅσα γὰρ δι' ἀκοῆς λαβόντες, ταῦτα τῷ λόγῳ σωματοποιήσαντες κακοῖς ἑτέρους ἐνεκύλισαν ἀκαθαρσίαν τε οὐ τὴν τυχοῦσαν ἐπετέλεσαν, μιανθέντες αὐτοὶ παντάπασι τῷ
8.9.33
τῆς ἀσεβείας μολυσμῷ. καλῶς δὲ ποιῶν ὁ βασιλεὺς ὑμῶν τοὺς τοιούτους ἀναιρεῖ, καθὼς μεταλαμβάνομεν.» Ἐγὼ δὲ εἶπα· «Τοὺς ἐμφανιστὰς οἴομαί σε λέγειν· καὶ γὰρ αἰκίαις καὶ θανάτοις ἐπαλγέσιν αὐτοὺς περιβάλλει συνεχῶς.» «Τούτους γάρ· ἐπαγρύπνησις γὰρ εἰς ἀνθρώπων ἀπώλειαν ἀνόσιος. ὁ δὲ νόμος
8.9.34
ἡμῶν κελεύει μήτε λόγῳ μήτε ἔργῳ κακοποιεῖν μηδένα. καὶ περὶ τούτων οὖν, ὅσον ἐπὶ βραχὺ διεξελθεῖν, προσυποδείξαντά σοι διότι πάντα κεκανόνισται πρὸς δικαιοσύνην καὶ οὐδὲν εἰκῆ κατατέτακται διὰ τῆς γραφῆς οὐδὲ μυθωδῶς, ἀλλ' ἵνα δι' ὅλου τοῦ ζῆν καὶ ἐν ταῖς πράξεσιν ἀσκῶμεν δικαιοσύνην πρὸς πάν
8.9.35
τας ἀνθρώπους, μεμνημένοι τοῦ δυναστεύοντος θεοῦ. περὶ βρωτῶν οὖν καὶ τῶν ἀκαθάρτων, ἑρπετῶν καὶ κνωδάλων, ὁ πᾶς λόγος ἀνατείνει πρὸς δικαιοσύ
8.9.36
νην καὶ τὴν τῶν ἀνθρώπων συναναστροφὴν δικαίαν.» Ἐμοὶ μὲν οὖν καλῶς ἐνόμιζε περὶ ἑκάστων ἀπολελογῆσθαι· καὶ γὰρ ἐπὶ τῶν προσφερομένων ἔλεγε μόσχων τε καὶ κριῶν καὶ χιμάρων ὅτι δεῖ ταῦτ' ἐκ βουκολίων καὶ ποιμνίων λαμβάνοντας ἥμερα κατασκευάζειν καὶ μηθὲν ἄγριον, ὅπως οἱ προσφέροντες τὰς θυσίας μηθὲν ὑπερήφανον ἑαυτοῖς συνιστορῶσι, σημειώσει κεχρημένοι τοῦ
8.9.37
διατάξαντος. τῆς γὰρ ἑαυτοῦ ψυχῆς τοῦ παντὸς τρόπου τὴν προσφορὰν ποιεῖται ὁ τὴν θυσίαν προσάγων. καὶ περὶ τούτων οὖν νομίζω τὰ τῆς ὁμιλίας ἄξια λόγου καθεστάναι, διὰ τὴν σεμνότητα τοῦ νόμου, ἣν προῆγμαι διασαφῆσαί σοι, Φιλόκρατες, δι' ἣν ἔχεις φιλομάθειαν.»
8.9.38
Ταῦτα μὲν ὁ ἀρχιερεὺς τοῖς ἥκουσιν ὡς αὐτὸν Ἕλλησι περὶ τῆς ἀλληγορουμένης ἐν τοῖς ἱεροῖς νόμοις ἰδέας διεστείλατο, ὡς ἂν μέλλουσι ταῖς ἐκδοθησομέναις περιτεύξεσθαι τῶν γραφῶν ἑρμηνείαις. ὁ δὲ Ἀριστόβουλος καὶ τῆς κατ' Ἀριστοτέλην φιλοσοφίας πρὸς τῇ πατρίῳ μετειληχώς, ὁποῖα περὶ τῶν ἐν ταῖς ἱεραῖς βίβλοις φερομένων ὡς περὶ θεοῦ μελῶν διῆλθεν ἐπακοῦσαι καιρός· οὗτος δ' αὐτὸς ἐκεῖνος, οὗ καὶ ἡ δευτέρα τῶν Μακκαβαίων ἐν ἀρχῇ τῆς βίβλου μνημονεύει ἐν τῷ πρὸς Πτολεμαῖον τὸν βασιλέα συγγράμματι τοῦτον καὶ αὐτὸς διασαφεῖ τὸν τρόπον·
8.10.1
ιʹ. ΑΡΙΣΤΟΒΟΥΛΟΥ ΠΕΡΙ ΤΩΝ ΟΝΟΜΑΖΟΜΕΝΩΝ ΩΣ ΘΕΟΥ ΜΕΛΩΝ «Πλὴν ἱκανῶς εἰρημένων πρὸς τὰ προκείμενα ζητήματα ἐπεφώνησας καὶ σύ, βασιλεῦ, διότι σημαίνεται διὰ τοῦ νόμου τοῦ παρ' ἡμῖν καὶ χεῖρες καὶ βραχίων καὶ πρόσωπον καὶ πόδες καὶ περίπατος ἐπὶ τῆς θείας δυνάμεως· ἃ τεύξεται λόγου καθήκοντος καὶ οὐκ ἀντιδοξήσει τοῖς προειρημένοις ὑφ' ἡμῶν
8.10.2
οὐδέν. παρακαλέσαι δέ σε βούλομαι πρὸς τὸ φυσικῶς λαμβάνειν τὰς ἐκδοχὰς καὶ τὴν ἁρμόζουσαν ἔννοιαν περὶ θεοῦ κρατεῖν, καὶ μὴ ἐκπίπτειν εἰς τὸ μυθῶδες
8.10.3
καὶ ἀνθρώπινον κατάστημα. πολλαχῶς γὰρ ὃ βούλεται λέγειν ὁ νομοθέτης ἡμῶν Μωσῆς ἐφ' ἑτέρων πραγμάτων λόγους ποιούμενος λέγω δὲ τῶν κατὰ τὴν ἐπιφάνειαν, φυσικὰς διαθέσεις ἀπαγγέλλει καὶ μεγάλων πραγμάτων κατα
8.10.4
σκευάς. οἷς μὲν οὖν πάρεστι τὸ καλῶς νοεῖν, θαυμάζουσι τὴν περὶ αὐτὸν σοφίαν καὶ τὸ θεῖον πνεῦμα, καθ' ὃ καὶ προφήτης ἀνακεκήρυκται· ὧν εἰσιν οἱ προειρημένοι φιλόσοφοι καὶ πλείονες ἕτεροι καὶ ποιηταὶ παρ' αὐτοῦ μεγάλας
8.10.5
ἀφορμὰς εἰληφότες, καθὸ καὶ θαυμάζονται. τοῖς δὲ μὴ μετέχουσι δυνάμεως καὶ συνέσεως, ἀλλὰ τῷ γραπτῷ μόνον προσκειμένοις οὐ φαίνεται μεγα
8.10.6
λεῖόν τι διασαφῶν. ἄρξομαι δὲ λαμβάνειν καθ' ἕκαστον σημαινόμενον, καθ' ὅσον ἂν ὦ δυνατός. εἰ δὲ μὴ τεύξομαι τοῦ πράγματος μηδὲ πείσω, μὴ τῷ νομοθέτῃ προσάψῃς τὴν ἀλογίαν, ἀλλ' ἐμοὶ τῷ μὴ δυναμένῳ διαιρεῖσθαι
8.10.7
τὰ ἐκείνῳ νενοημένα. χεῖρες μὲν οὖν νοοῦνται προδήλως καὶ ἐφ' ἡμῶν κοινότερον. ὅταν γὰρ δυνάμεις ἐξαποστέλλῃς σὺ βασιλεὺς ὤν, βουλόμενός τι κατεργάσασθαι, λέγομεν· μεγάλην χεῖρα ἔχει ὁ βασιλεύς, φερομένων τῶν
8.10.8
ἀκουόντων ἐπὶ τὴν δύναμιν ἣν ἔχεις. ἐπισημαίνεται δὲ τοῦτο καὶ διὰ τῆς νομοθεσίας ἡμῶν λέγων ὁ Μωσῆς οὕτως· «Ἐν χειρὶ κραταιᾷ ἐξήγαγεν ὁ θεός σε ἐξ Αἰγύπτου.» καὶ πάλιν εἰρηκέναι αὐτῷ φησι τὸν θεόν· «Ἀποστελῶ τὴν χεῖρά μου καὶ πατάξω τοὺς Αἰγυπτίους.» καὶ ἐπὶ τοῦ γεγονότος θανάτου τῶν κτηνῶν καὶ τῶν ἄλλων φησὶ τῷ βασιλεῖ τῶν Αἰγυπτίων λέγων· «Ἰδοὺ χεὶρ κυρίου ἐπέσται ἐν τοῖς κτήνεσί σου καὶ ἐν πᾶσι τοῖς ἐν τοῖς πεδίοις θάνατος μέγας,» ὥστε δηλοῦσθαι τὰς χεῖρας ἐπὶ δυνάμεως εἶναι θεοῦ· καὶ γὰρ ἔστι μεταφέροντας νοῆσαι τὴν πᾶσαν ἰσχὺν τῶν ἀνθρώπων καὶ τὰς ἐνεργείας ἐν ταῖς χερσὶν εἶναι.
8.10.9
διόπερ καλῶς ὁ νομοθέτης ἐπὶ τὸ μεγαλεῖον μετενήνοχε, λέγων τὰς συντελείας χεῖρας εἶναι θεοῦ. στάσις δὲ θεία καλῶς ἂν λέγοιτο κατὰ τὸ μεγαλεῖον
8.10.10
ἡ τοῦ κόσμου κατασκευή. καὶ γὰρ ἐπὶ πάντων ὁ θεός, καὶ πάνθ' ὑποτέτακται καὶ στάσιν εἴληφεν· ὥστε τοὺς ἀνθρώπους καταλαμβάνειν ἀκίνητα εἶναι ταῦτα. λέγω δὲ τὸ τοιοῦτον, ὡς οὐδέποτε γέγονεν οὐρανὸς γῆ, γῆ δ' οὐρανός, οὐδ' ἥλιος σελήνη λάμπουσα, οὐδὲ σελήνη πάλιν ἥλιος, οὐδὲ ποταμοὶ θάλασσα, οὐδὲ θά
8.10.11
λασσα ποταμοί. καὶ πάλιν ἐπὶ τῶν ζῴων ὁ αὐτός ἐστι λόγος. οὐ γὰρ ἄνθρωπος ἔσται θηρίον οὐδὲ θηρίον ἄνθρωπος. καὶ ἐπὶ τῶν λοιπῶν δὲ ταὐτὸν ὑπάρχει φυτῶν τε καὶ ἐπὶ τῶν ἄλλων· ἀμετάβλητα μέν ἐστι, τὰς αὐτὰς δ' ἐν
8.10.12
αὑτοῖς τροπὰς λαμβάνει καὶ φθοράς. ἡ στάσις οὖν ἡ θεία κατὰ ταῦτα ἂν λέγοιτο, πάντων ὑποκειμένων τῷ θεῷ. λέγεται δὲ καὶ κατάβασις ἐπὶ τὸ ὄρος θεία γεγονέναι διὰ τῆς γραφῆς τοῦ νόμου, καθ' ὃν ἐνομοθέτει καιρόν, ἵνα πάντες θεωρήσωσι τὴν ἐνέργειαν τοῦ θεοῦ. κατάβασις γὰρ αὕτη σαφής ἐστι· καὶ περὶ τούτων οὖν οὕτως ἄν τις ἐξηγήσαιτο, βουλόμενος συντηρεῖν τὸν περὶ
8.10.13
θεοῦ λόγον. δηλοῦται γὰρ ὡς «τὸ ὄρος ἐκαίετο πυρί», καθώς φησιν ἡ νομοθεσία, διὰ τὸ τὸν θεὸν καταβεβηκέναι σαλπίγγων τε φωνὰς καὶ τὸ πῦρ φλε
8.10.14
γόμενον ἀνυποστάτως εἶναι. τοῦ γὰρ παντὸς πλήθους μυριάδων οὐκ ἔλατ
8.10.15
τον ἑκατόν, χωρὶς τῶν ἀφηλίκων, ἐκκλησιαζομένων κυκλόθεν τοῦ ὄρους, οὐκ ἔλασσον ἡμερῶν πέντε οὔσης τῆς περιόδου περὶ αὐτό, κατὰ πάντα τόπον τῆς ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἦσαν παρεμβεβληκότες, τὸ πῦρ φλεγό
8.10.15
μενον ἐθεωρεῖτο· ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πάντη γὰρ ὁ θεός ἐστιν. ἀλλὰ τὴν τοῦ πυρὸς δύναμιν, παρὰ πάντα θαυμάσιον ὑπάρχουσαν διὰ τὸ πάντ' ἀναλίσκειν, ἔδειξε φλεγομένην ἀνυποστάτως, μηδὲν δ' ἐξαναλίσκου
8.10.16
σαν, εἰ μὴ τὸ παρὰ τοῦ θεοῦ δυναμικὸν αὐτῇ προσείη. τῶν γὰρ φυομένων κατὰ τὸ ὄρος, τόπων φλεγομένων σφοδρῶς, οὐδὲν ἐξανάλωσεν, ἀλλ' ἔμεινε τῶν ἁπάντων ἡ χλόη πυρὸς ἄθικτος, σαλπίγγων τε φωναὶ σφοδρότερον συνηκούοντο σὺν τῇ τοῦ πυρὸς ἀστραπηδὸν ἐκφάνσει, μὴ προκειμένων ὀργάνων τοιούτων μηδὲ
8.10.17
τοῦ φωνήσοντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων ἁπάντων· ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν τὴν θείαν γεγονέναι, διὰ τὸ τοὺς συνορῶντας ἐκφαντικῶς ἕκαστα καταλαμβάνειν, μήτε τὸ πῦρ κεκαυκός, ὡς προείρηται, μηδὲν μήτε τὰς τῶν σαλπίγγων φωνὰς δι' ἀνθρωπίνης ἐνεργείας ἢ κατασκευῆς ὀργάνων γίνεσθαι, τὸν δὲ θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων μεγαλειότητα.»
8.10.18
Ταῦτα καὶ ὁ Ἀριστόβουλος. ἐπεὶ δὲ διεληλύθαμεν τά τε τῶν ἱερῶν νόμων παραγγέλματα τόν τε τρόπον τῆς ἀλληγορουμένης παρ' αὐτοῖς ἰδέας, ἑξῆς ἂν εἴη καὶ τόδε ἐπισημήνασθαι, ὡς τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο τμήματα διαιρῶν ὁ λόγος τὴν μὲν πληθὺν ταῖς τῶν νόμων κατὰ τὴν ῥητὴν διάνοιαν παρηγγελμέναις ὑποθήκαις ὑπῆγε, τὸ δ' ἕτερον τῶν ἐν ἕξει τάγμα ταύτης μὲν ἠφίει, θειοτέρᾳ δέ τινι καὶ τοὺς πολλοὺς ἐπαναβεβηκυίᾳ φιλοσοφίᾳ προσέχειν ἠξίου θεωρίᾳ τε τῶν ἐν τοῖς νόμοις κατὰ διάνοιαν σημαινο
8.10.19
μένων. ἦν δὲ τοῦτο φιλοσόφων Ἰουδαίων γένος, ὧν τὴν τοῦ βίου ἄσκησιν καὶ τῶν ἔξωθεν κατεπλάγησαν μυρίοι, τῶν δ' οἰκείων οἱ περιφανέστατοι καὶ μνήμης ἀλήστου τούτους ἠξίωσαν, Ἰώσηπός τε καὶ Φίλων καὶ ἕτεροι πλείους· ὧν τὰ πολλὰ παρείς, δείγματος αὐτὸ μόνον ἕνεκα τῇ τοῦ Φίλωνος ἐπὶ τοῦ παρόντος ἀρκεσθήσομαι μαρτυρίᾳ, ἣν περὶ τῶν δηλουμένων κατὰ πολλὰ τῶν οἰκείων ὑπομνημάτων τέθειται. τούτων δ' ἀπὸ τῆς Ὑπὲρ Ἰουδαίων ἀπολογίας λαβὼν σύ γε ἀνάγνωθι ταῦτα·
8.11.1
ιαʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΤΟΝ ΒΙΟΝ ΑΡΕΤΗΣ ΤΩΝ ΠΑΡ' ΙΟΥΔΑΙΟΙΣ ΤΟ ΠΑΛΑΙΟΝ ΦΙΛΟΣΟΦΟΥΝΤΩΝ «Μυρίους δὲ τῶν γνωρίμων ὁ ἡμέτερος νομοθέτης ἤλειψεν ἐπὶ κοινωνίαν, οἳ καλοῦνται μὲν Ἐσσαῖοι, παρὰ τὴν ὁσιότητά μοι δοκῶ τῆς προσηγορίας ἀξιωθέντες. οἰκοῦσι δὲ πολλὰς μὲν πόλεις τῆς Ἰουδαίας, πολλὰς δὲ κώμας καὶ μεγά
8.11.2
λους καὶ πολυανθρώπους ὁμίλους. ἔστι δ' αὐτοῖς ἡ προαίρεσις οὐ γένει γένος γὰρ ἐφ' ἑκουσίοις οὐ γράφεται, διὰ δὲ ζῆλον ἀρετῆς καὶ φιλανθρωπίας
8.11.3
ἵμερον. Ἐσσαίων γοῦν κομιδῇ νήπιος οὐδεὶς ἀλλ' οὐδὲ πρωτογένειος ἢ μειράκιον, ἐπεὶ τά γε τούτων ἀβέβαια ἤθη τῷ τῆς ἡλικίας ἀτελεῖ συννεωτερίζονται· τέλειοι δ' ἄνδρες καὶ πρὸς γῆρας ἀποκλίνοντες ἤδη, μηκέθ' ὑπὸ τῆς τοῦ σώματος ἐπιρροῆς κατακλυζόμενοι μηδ' ὑπὸ τῶν παθῶν ἀγόμενοι, τὴν
8.11.4
ἀψευδῆ δὲ καὶ μόνην ὄντως ἐλευθερίαν καρπούμενοι. μάρτυς δὲ τῆς ἐλευθερίας αὐτῶν ὁ βίος. ἴδιον οὐδεὶς οὐδὲν ὑπομένει κτήσασθαι τὸ παράπαν, οὐκ οἰκίαν, οὐκ ἀνδράποδον, οὐ χωρίον, οὐ βοσκήματα, οὐχ ὅσα ἄλλα παρασκευαὶ καὶ χορηγίαι πλούτου· πάντα δ' εἰς μέσον ἀθρόα καταθέντες κοινὴν καρποῦνται
8.11.5
τὴν ἁπάντων ὠφέλειαν. οἰκοῦσι δ' ἐν ταὐτῷ, κατὰ θιάσους ἑταιρίας καὶ συσσίτια πεποιημένοι, καὶ πάνθ' ὑπὲρ τοῦ κοινωφελοῦς πραγματευόμενοι δια
8.11.6
τελοῦσιν. ἀλλ' ἑτέρων ἕτεραι πραγματεῖαι, αἷς ἐπαποδύντες ἀόκνως διαθλοῦσιν, οὐ κρυμόν, οὐ θάλπος, οὐχ ὅσα ἀέρος νεωτερίσματα προφασιζόμενοι· πρὶν δ' ἥλιον ἀνασχεῖν ἐπὶ τὰ συνήθη τρεπόμενοι, δυομένου μόλις ἐπανίασι
8.11.7
χαίροντες οὐχ ἧττον τῶν ἐν τοῖς γυμνικοῖς ἐξεταζομένων ἀγῶσιν. ὑπολαμβάνουσι γὰρ ἅττ' ἂν ἐπιτηδεύωσιν εἶναι βιωφελέστερα καὶ ἡδίω ψυχῇ καὶ σώματι τὰ γυμνάσματα καὶ πολυχρονιώτερα τῶν ἐν ἀθλήσεσι, μὴ συναφηβῶντα
8.11.8
τῇ τοῦ σώματος ἀκμῇ. εἰσὶ γὰρ αὐτῶν οἱ μὲν γεηπόνοι, τῶν περὶ σπορὰν καὶ φυτουργίαν ἐπιστήμονες, οἱ δ' ἀγελάρχαι, παντοδαπῶν θρεμμάτων ἡγε
8.11.9
μόνες, ἔνιοι δὲ σμήνη μελιττῶν ἐπιτροπεύουσιν. ἄλλοι δὲ δημιουργοὶ τῶν κατὰ τέχνας εἰσίν, ὑπὲρ τοῦ μηδὲν ὧν αἱ ἀναγκαῖαι χρεῖαι βιάζονται παθεῖν,
8.11.10
οὐδὲν ἀναβαλλόμενοι τῶν εἰς πορισμὸν ἀνυπαίτιον. ἐκ δὴ τῶν οὕτως διαφερόντων ἕκαστοι τὸν μισθὸν λαβόντες ἑνὶ διδόασι τῷ χειροτονηθέντι ταμίᾳ· λαβὼν δ' ἐκεῖνος αὐτίκα τἀπιτήδεια ὠνεῖται καὶ παρέχει τροφὰς ἀφθό
8.11.11
νους καὶ τἄλλα ὧν ὁ ἀνθρώπινος βίος χρειώδης. οἱ δ' ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι καθ' ἑκάστην ἡμέραν εἰσὶ τοῖς αὐτοῖς ἀσμενίζοντες, ὀλιγοδείας ἐρασταί,
8.11.12
πολυτέλειαν ὡς ψυχῆς καὶ σώματος νόσον ἐκτρεπόμενοι. κοινὴ δ' οὐ τράπεζα μόνον, ἀλλὰ καὶ ἐσθὴς αὐτοῖς ἐστι. πρόκεινται γὰρ χειμῶνι μὲν στιφραὶ χλαῖναι, θέρει δ' ἐξωμίδες εὐτελεῖς, ὡς εὐμαρῶς ἐξεῖναι τῷ βουλομένῳ ἣν ἂν ἐθελήσῃ λαβεῖν, ἐπειδὴ καὶ τὰ ἑνὸς ἁπάντων καὶ τὰ πάντων ἔμπαλιν
8.11.13
ἑνὸς ὑπείληπται. καὶ μὴν εἴ τις αὐτῶν ἀσθενήσειεν, ἐκ τῶν κοινῶν νοσηλεύεται, θεραπευόμενος ταῖς ἁπάντων ἐπιμελείαις καὶ φροντίσιν. οἱ δὲ δὴ πρεσβῦται κἂν εἰ τύχοιεν ἄτεκνοι, καθάπερ οὐ πολύπαιδες μόνον, ἀλλὰ καὶ σφόδρα εὔπαιδες, ἐν εὐτυχεστάτῳ καὶ λιπαρωτάτῳ γήρᾳ τὸν βίον εἰώθασι καταλύειν, ὑπὸ τοσούτων προνομίας ἀξιούμενοι καὶ τιμῆς, ἑκουσίῳ γνώμῃ μᾶλλον ἢ φύσεως ἀνάγκῃ
8.11.14
θεραπεύειν ἀξιούντων. ἔτι τοίνυν ὅπερ ἢ μόνον ἢ μάλιστα τὴν κοινωνίαν ἔμελλε διαλύειν, ὀξυδερκέστερον ἰδόντες γάμον παρῃτήσαντο μετὰ τοῦ καὶ διαφερόντως ἀσκεῖν ἐγκράτειαν. Ἐσσαίων γὰρ οὐδεὶς ἄγεται γυναῖκα, διότι φίλαυτον γυνὴ καὶ ζηλότυπον οὐ μετρίως καὶ δεινὸν ἀνδρὸς ἤθη παλεῦσαι
8.11.15
καὶ συνεχέσι γοητείαις ὑπαγαγέσθαι. μελετήσασα γὰρ θῶπας λόγους καὶ τὴν ἄλλην ὑπόκρισιν, ὥσπερ ἐπὶ σκηνῆς, ὄψεις καὶ ἀκοὰς ὅταν δελεάσῃ,
8.11.16
διηπατημένων οἷα ὑπηκόων τὸν ἡγεμόνα νοῦν φενακίζει. παῖδες δ' εἰ γένοιντο, φρονήματος ὑποπλησθεῖσα καὶ παρρησίας, ὅσα κατ' εἰρωνείαν πρότερον ὑπούλως ὑπῃνίττετο, ταῦτα ἀπ' εὐτολμοτέρου θράσους ἐκλαλεῖ καὶ ἀναι
8.11.17
σχυντοῦσα βιάζεται πράττειν, ὧν ἕκαστον κοινωνίας ἐχθρόν. ὁ γὰρ ἢ γυναικὸς φίλτροις ἐνδεθεὶς ἢ τέκνων ἀνάγκῃ φύσεως προκηδόμενος οὐκέτι πρὸς ἄλλους ὁ αὐτός ἐστιν, ἀλλ' ἕτερος γέγονε λεληθώς, ἀντ' ἐλευθέρου δοῦλος.
8.11.18
οὕτως γοῦν ὁ βίος ἐστὶν αὐτῶν περιμάχητος, ὥστ' οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ μεγάλοι βασιλεῖς ἀγάμενοι τοὺς ἄνδρας τεθήπασι καὶ τὸ σεμνὸν αὐτῶν ἀποδοχαῖς καὶ τιμαῖς ἔτι μᾶλλον σεμνοποιοῦσι.»
8.11.19
Ταῦτα μὲν ἀπὸ τοῦ εἰρημένου κείσθω συγγράμματος· ἀπὸ δὲ τοῦ Περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι τὰ οὕτως ἔχοντα παραθήσομαι·
8.12.1
ιβʹ. ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΑΥΤΩΝ «Ἔστι δὲ καὶ ἡ ἐν Παλαιστίνῃ Συρία καλοκαγαθίας οὐκ ἄγονος, ἣν
8.12.2
πολυανθρωποτάτου ἔθνους τῶν Ἰουδαίων οὐκ ὀλίγη μοῖρα νέμεται. λέγονται δέ τινες παρ' αὐτοῖς ὄνομα Ἐσσαῖοι, πλῆθος ὑπὲρ τετρακισχιλίους, κατ' ἐμὴν δόξαν οὐκ ἀκριβεῖ τύπῳ διαλέκτου Ἑλληνικῆς παρώνυμοι ὁσιότητος, ἐπειδὴ κἀν τοῖς μάλιστα θεραπευταὶ θεοῦ γεγόνασιν, οὐ ζῷα καταθύοντες, ἀλλ' ἱερο
8.12.3
πρεπεῖς τὰς ἑαυτῶν διανοίας κατασκευάζειν ἀξιοῦντες. οὗτοι τὸ μὲν πρῶτον κωμηδὸν οἰκοῦσι, τὰς πόλεις ἐκτρεπόμενοι διὰ τὰς τῶν πολιτευομένων χειροήθεις ἀνομίας, εἰδότες ἐκ τῶν συνόντων, ὡς ἀπὸ ἀέρος φθοροποιοῦ νόσον, ἐγγι
8.12.4
γνομένην προσβολὴν ψυχαῖς ἀνίατον. ὧν οἱ μὲν γεηπονοῦντες, οἱ δὲ τέχνας μετιόντες, ὅσαι συνεργάτιδες εἰρήνης, ἑαυτούς τε καὶ τοὺς πλησιάζοντας ὠφελοῦσιν, οὐκ ἄργυρον καὶ χρυσὸν θησαυροφυλακοῦντες οὐδ' ἀποτομὰς γῆς μεγάλας κτώμενοι δι' ἐπιθυμίαν προσόδων, ἀλλ' ὅσα πρὸς τὰς ἀναγκαίας τοῦ βίου χρείας
8.12.5
ἐκπορίζοντες. μόνοι γὰρ ἐξ ἁπάντων σχεδὸν ἀνθρώπων ἀχρήματοι καὶ ἀκτήματοι γεγονότες, ἐπιτηδεύσει τὸ πλέον ἢ ἐνδείᾳ εὐτυχίας, πλουσιώτατοι νομίζονται, τὴν ὀλιγοδέειαν καὶ εὐκολίαν, ὅπερ ἐστί, κρίνοντες
8.12.6
περιουσίαν. βελῶν ἢ ἀκόντων ἢ ξιφιδίων ἢ κράνους ἢ θώρακος ἢ ἀσπίδος οὐδένα παρ' αὐτοῖς ἂν εὕροις δημιουργὸν οὐδὲ συνόλως ὁπλοποιὸν ἢ μηχανοποιὸν ἤ τι τῶν κατὰ πόλεμον ἐπιτηδεύοντα, ἀλλ' οὐδ' ὅσα κατ' εἰρήνην εὐόλισθα εἰς κακίαν· ἐμπορίας γὰρ ἢ καπηλείας ἢ ναυκληρίας οὐδ' ὄναρ ἴσασι, τὰς εἰς
8.12.7
πλεονεξίαν ἀφορμὰς ἀποδιοπομπούμενοι. δοῦλός τε παρ' αὐτοῖς οὐδὲ εἷς ἐστιν, ἀλλ' ἐλεύθεροι πάντες, ἀνθυπουργοῦντες ἀλλήλοις· καταγινώσκουσί τε τῶν δεσποτῶν οὐ μόνον ὡς ἀδίκων ἰσότητα λυμαινομένων, ἀλλὰ καὶ ὡς ἀσεβῶν, θεσμὸν φύσεως ἀναιρούντων, ἣ πάντας ὁμοίως γεννήσασα καὶ θρέψασα μητρὸς τρόπον ἀδελφοὺς γνησίους, οὐ λεγομένους, ἀλλ' ὄντας ὄντως ἀπειργάσατο.
8.12.8
ὧν τὴν συγγένειαν ἡ ἐπίβουλος πλεονεξία παρευημερήσασα διέσεισεν, ἀντ'
8.12.9
οἰκειότητος ἀλλοτριότητα καὶ ἀντὶ φιλίας ἔχθραν ἐργασαμένη. φιλοσοφίας τε τὸ μὲν λογικόν, ὡς οὐκ ἀναγκαῖον εἰς κτῆσιν ἀρετῆς, λογοθήραις, τὸ δὲ φυσικόν, ὡς μεῖζον ἢ κατὰ ἀνθρωπίνην φύσιν, μετεωρολέσχαις ἀπολιπόντες, πλὴν ὅσον αὐτοῦ περὶ ὑπάρξεως θεοῦ καὶ τῆς τοῦ παντὸς γενέσεως φιλοσοφεῖται, τὸ ἠθικὸν εὖ μάλα διαπονοῦσιν, ἀλείπταις χρώμενοι τοῖς πατρῴοις νόμοις, οὓς
8.12.10
ἀμήχανον ἀνθρωπίνην ἐπινοῆσαι ψυχὴν ἄνευ κατακωχῆς ἐνθέου. τούτους ἀναδιδάσκονται μὲν καὶ παρὰ τὸν ἄλλον χρόνον, ἐν δὲ ταῖς ἑβδόμαις διαφερόντως. ἱερὰ γὰρ ἡ ἑβδόμη νενόμισται, καθ' ἣν τῶν ἄλλων ἀνέχοντες ἔργων, εἰς ἱεροὺς ἀφικνούμενοι τόπους, οἳ καλοῦνται συναγωγαί, καθ' ἡλικίας ἐν τάξεσιν ὑπὸ πρεσβυτέροις νέοι καθέζονται, μετὰ κόσμου τοῦ προσήκοντος ἔχοντες ἀκροατι κῶς. εἷς μέν τις τὰς βίβλους ἀναγινώσκει λαβών, ἕτερος δὲ τῶν ἐμπειροτάτων ὅσα μὴ γνώριμα παρελθὼν ἀναδιδάσκει· τὰ γὰρ πλεῖστα διὰ συμβόλων ἀρχαιο
8.12.11
τρόπῳ ζηλώσει παρ' αὐτοῖς φιλοσοφεῖται. παιδεύονται δὲ εὐσέβειαν, ὁσιότητα, δικαιοσύνην, οἰκονομίαν, πολιτείαν, ἐπιστήμην τῶν πρὸς ἀλήθειαν ἀγαθῶν καὶ κακῶν καὶ ἀδιαφόρων, αἱρέσεις ὧν χρὴ καὶ φυγὰς τῶν ἐναντίων, νόμοις καὶ κανόσι τριττοῖς χρώμενοι, τῷ τε φιλοθέῳ καὶ φιλαρέτῳ καὶ φιλανθρώπῳ.
8.12.12
τοῦ μὲν οὖν φιλοθέου δείγματα μυρία παρέχει ἡ παρ' ὅλον τὸν βίον συνεχὴς καὶ ἐπάλληλος ἁγνεία, τὸ ἀνώμοτον, τὸ ἀψευδές, τὸ πάντων μὲν ἀγαθῶν αἴτιον, κακοῦ δὲ μηδενὸς νομίζειν εἶναι τὸ θεῖον· τοῦ δὲ φιλαρέτου τὸ ἀφιλοχρήματον, τὸ ἀφιλόδοξον, τὸ ἀφιλήδονον, τὸ ἐγκρατές, τὸ καρτερικόν, ἔτι δὲ ὀλιγοδέειαν, ἀφέλειαν, εὐκολίαν, τὸ ἄτυφον, τὸ νόμιμον, τὸ εὐσταθὲς καὶ ὅσα τούτοις ὁμοιότροπα· τοῦ δὲ φιλανθρώπου εὔνοια, ἰσότης, ἡ παντὸς λόγου κρείττων
8.12.13
κοινωνία, περὶ ἧς οὐκ ἄκαιρον βραχέα εἰπεῖν. πρῶτον μὲν τοίνυν οὐδενὸς οἰκία τίς ἐστιν ἰδία, ἣν οὐχὶ πάντων εἶναι κοινὴν συμβέβηκε. πρὸς γὰρ τῷ κατὰ θιάσους συνοικεῖν ἀναπέπταται καὶ τοῖς ἑτέρωθεν ἀφικνουμένοις τῶν
8.12.14
ὁμοζήλων. εἶτ' ἐστὶ ταμεῖον ἓν πάντων καὶ δαπάναι· καὶ κοιναὶ μὲν ἐσθῆτες, κοιναὶ δὲ τροφαὶ συσσίτια πεποιημένων. τὸ γὰρ ὁμωρόφιον ἢ ὁμοδίαιτον ἢ ὁμοτράπεζον οὐκ ἄν τις εὕροι παρ' ἑτέροις μᾶλλον ἔργῳ βεβαιούμενον, καὶ μή
8.12.15
ποτ' εἰκότως· ὅσα γὰρ ἂν μεθ' ἡμέραν ἐργασάμενοι λάβωσιν ἐπὶ μισθῷ, ταῦτ' οὐκ ἴδια φυλάττουσιν, ἀλλ' εἰς μέσον προτιθέντες κοινὴν τοῖς ἐθέλουσι χρῆσθαι τὴν ἀπ' αὐτῶν παρασκευάζουσιν ὠφέλειαν· οἵ τε νοσοῦντες οὐχ ὅτι πορίζειν ἀδυνατοῦσιν ἀμελοῦνται, πρὸς τὰς νοσηλείας ἐκ τῶν κοινῶν ἔχοντες
8.12.16
ἐν ἑτοίμῳ, ὡς μετὰ πάσης ἀδείας ἐξ ἀφθονωτέρων ἀναλίσκειν. αἰδὼς δ' ἐστὶ πρεσβυτέρων καὶ φροντίς, οἵα γονέων ὑπὸ γνησίων παίδων χερσὶ καὶ διανοίαις μυρίαις ἐν ἀφθονίᾳ τῇ πάσῃ γηροτροφουμένων. τοιούτους ἡ δίχα περιεργίας Ἑλληνικῶν ὀνομάτων ἀθλητὰς ἀρετῆς ἀπεργάζεται φιλοσοφία, γυμνάσματα προτιθεῖσα τὰς ἐπαινετὰς πράξεις, ἐξ ὧν ἡ ἀδούλω
8.12.17
τος ἐλευθερία βεβαιοῦται. σημεῖον δέ· πολλῶν κατὰ καιροὺς ἐπαναστάντων τῇ χώρᾳ δυναστῶν καὶ φύσεσι καὶ προαιρέσεσι χρησαμένων διαφερούσαις οἱ μὲν γὰρ εἰς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες ἢ καὶ ζῶντας ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη κρεουργοῦντες, ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης, οὐκ ἐπαύσαντο·
8.12.18
οἱ δὲ τὸ παρακεκινημένον καὶ λελυττηκὸς εἰς ἑτέρας εἶδος κακίας μεθαρμοσάμενοι, πικρίαν ἄλεκτον ἐπιτηδεύσαντες ἡσυχῆ διαλαλοῦντες, ἠρεμαιοτέρας φωνῆς ὑποκρίσει βαρύμηνον ἦθος ἐπιδεικνύμενοι, κυνῶν ἰοβόλων τρόπον προσσαίνοντες ἀνιάτων γενόμενοι κακῶν αἴτιοι κατὰ πόλεις μνημεῖα τῆς αὑτῶν ἀσεβείας καὶ μισανθρωπίας ἀπέλιπον τὰς τῶν πεπονθότων ἀλήστους συμφοράς·
8.12.19
ἀλλὰ γὰρ οὐδεὶς οὔτε τῶν σφόδρα ὠμοθύμων οὔτε τῶν πάνυ δολερῶν καὶ ὑπούλων ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων ἢ Ὁσίων ὅμιλον αἰτιάσασθαι· πάντες δ' ἀσθενέστεροι τῆς τῶν ἀνδρῶν καλοκαγαθίας γενόμενοι καθάπερ αὐτονόμοις καὶ ἐλευθέροις οὖσιν ἐκ φύσεως προσηνέχθησαν, ᾄδοντες αὐτῶν τὰ συσσίτια καὶ τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, ἣ βίου τελείου καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα.»
8.12.20
Τὰ μὲν οὖν τῆς φιλοσόφου παρὰ Ἰουδαίοις ἀσκήσεώς τε καὶ πολιτείας διὰ τῶνδε προκείσθω· τὰ δὲ τοῦ λοιποῦ βίου, ὃν δὴ τῷ πλήθει τοῦ παντὸς
8.12.21
ἔθνους οἱ θεῖοι διηγόρευον νόμοι, τέθειται προλαβὼν ὁ λόγος. τί δῆτα λείπεται ἐπὶ τούτοις ἢ καὶ τὰ τῆς τῶν νέων θεολογίας σύμφωνα ταῖς τῶν προπατόρων εὐσεβείαις παραστήσασθαι, ὡς ἂν καὶ τῆσδε τῆς ὑποθέσεως
8.12.22
ἐντελὴς ἡμῖν ὁ λόγος ἀποδεδομένος εἴη; ἐπεὶ τοίνυν τὰ τῆς ἐνθέου γραφῆς λόγια πρόκειται διὰ τοῦ πρὸ τούτου συγγράμματος, φέρ' ἐπὶ τοῦ παρόντος τὰ τῆς διανοίας τῶν παρὰ Ἰουδαίοις σοφῶν ἐπαθρήσωμεν, ὡς ἂν μάθοιμεν ὁποῖοί τινες καὶ ἐν τῇ θεολογίᾳ κἀν τῇ περὶ λόγους ἀρετῇ παῖδες Ἑβραίων γεγόνασι. πάλιν οὖν τὸν Φίλωνα παρετέον ἀπὸ τοῦ πρώτου τῶν Εἰς τὸν Νόμον·
8.13.1
ιγʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΘΕΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΟΝ ΚΟΣΜΟΝ «Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγένητόν τε καὶ ἀΐδιον ἀπεφήναντο, τοῦ θεοῦ πολλὴν ἀπραξίαν ἀνάγνως καταψευσάμενοι, δέον ἔμπαλιν τούτου τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς κατα
8.13.2
πλαγῆναι, τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοῦ μετρίου. Μωσῆς δὲ καὶ φιλοσοφίας ἐπ' αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω διότι ἀναγκαιότατόν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲν εἶναι δραστήριον αἴτιον, τὸ δὲ παθητόν· καὶ ὅτι τὸ μὲν δραστήριον ὁ τῶν ὅλων νοῦς ἐστιν εἰλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἐπιστήμη καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ αὐτὸ τὸ καλόν· τὸ δὲ παθητικὸν ἄψυχον καὶ ἀκίνητον ἐξ αὑτοῦ, κινηθὲν δὲ καὶ σχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον τόνδε τὸν κόσμον· ὃν οἱ φάσκοντες ὡς ἔστιν ἀγένητος, λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑπο
8.13.3
τεμνόμενοι, τὴν πρόνοιαν. τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος. καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς, καὶ ὅσα μὲν ἐπιζήμια, μηχανῇ πάσῃ διωθεῖται, ὅσα δὲ ὠφέλιμα καὶ λυσιτελῆ, πάντα τρόπον ἐκπορίζειν ἐπι
8.13.4
ποθεῖ· πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. περιμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζειν τῷδε τῷ κόσμῳ τὸν ἔφορον ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ' οὗ πάντ' οἰκονο
8.13.5
μεῖσθαι καὶ πρυτανεύεσθαι θέμις. ἀλλ' ὅ γε μέγας Μωσῆς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγένητον πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέ ποτε κατὰ ταὐτὰ ὄν, τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν ὡς ἀδελφὸν καὶ συγγενῆ ἀϊδιότητα, τῷ δ' αἰσθητῷ οἰκεῖον ὄνομα ἐπεφήμισεν.
8.13.6
ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γενητός, ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ, μάλα σεμνῶς θεολογήσας.»
8.13.7
Ταῦτα μὲν οὖν περὶ τοῦ γενητὸν εἶναι τὸν κόσμον. ὁ δ' αὐτὸς ἀνὴρ καὶ περὶ τοῦ προνοίᾳ διοικεῖσθαι τὸ πᾶν ἐν τῷ Περὶ προνοίας νεανικώτατα διέξεισι, τὰς τῶν ἀθέων ἀντιθέσεις προτάξας καὶ πρὸς αὐτὰς ἑξῆς ἀποκρινάμενος. καὶ τούτων δέ, εἰ καὶ μακρότερα δόξειεν, ἀλλ' ὡς ἀναγκαῖα τὰ πλεῖστα συντεμὼν ἐκθήσομαι. κατασκευάζει δὲ τὸν λόγον τοῦτον τὸν τρόπον·
8.14.1
ιδʹ. ΠΕΡΙ ΤΟΥ ΠΡΟΝΟΙΑΙ ΘΕΟΥ ΔΙΟΙΚΕΙΣΘΑΙ ΤΟΝ ΚΟΣΜΟΝ «Πρόνοιαν εἶναι λέγεις ἐν τοσαύτῃ τῶν πραγμάτων ταραχῇ καὶ συγχύσει; τί γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον διατέτακται; τί μὲν οὖν οὐκ ἀταξίας γέμει καὶ φθορᾶς; ἢ μόνος ἀγνοεῖς ὅτι τοῖς μὲν κακίστοις καὶ πονηροτάτοις ἄφθονα ἐπεισκωμάζει τὰ ἀγαθά, πλοῦτος, εὐδοξία, τιμαὶ παρὰ τοῖς πλήθεσιν· ἡγεμονία πάλιν, ὑγεία, εὐαισθησία, κάλλος, ἰσχύς, ἀπόλαυσις ἡδονῶν ἀκώλυτος διά τε παρασκευῶν περιουσίαν καὶ διὰ τὴν εἰρηνικωτάτην σώματος εὐμοιρίαν; οἱ δὲ φρονήσεως καὶ ἀρετῆς ἁπάσης ἐρασταί τε καὶ ἀσκηταὶ πάντες εἰσίν, ὀλίγου δέω φάναι, πένητες, ἄποροι, ἀφανεῖς, ἄδοξοι, ταπεινοί;»
8.14.2
Ταῦτα εἰς ἀνασκευὴν καὶ μυρία ἄλλα πλείω τούτων εἰπὼν ἑξῆς ἐπιλύεται τὰς ἀντιθέσεις διὰ τούτων· «Οὐ τύραννος ὁ θεός, ὠμότητα καὶ βίαν καὶ ὅσα δεσπότης ἀνημέρου ἀρχῆς ἔργα ἐπιτετηδευκώς, ἀλλὰ βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος ἡγεμονίαν
8.14.3
μετὰ δικαιοσύνης τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον βραβεύει. βασιλεῖ δὲ οὐκ ἔστι πρόσρησις οἰκειοτέρα πατρός. ὃ γὰρ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν, πρὸς δὲ κόσμον ὁ θεός, δύο κάλλιστα φύσεως θεσμοῖς ἀκινήτοις ἀδιαλύτῳ ἑνώσει ἁρμοσάμενος, τὸ ἡγεμονικὸν
8.14.4
μετὰ τοῦ κηδεμονικοῦ. καθάπερ οὖν τῶν ἀσώτων υἱέων οὐ περιορῶσιν οἱ τοκέες, ἀλλὰ τῆς ἀτυχίας οἶκτον λαμβάνοντες περιέπουσι καὶ τημελοῦσι, νομίζοντες ἐχθρῶν ἀσπόνδων ἔργον εἶναι κακοπραγίαις ἐπεμβαίνειν, φίλων
8.14.5
δὲ καὶ συγγενῶν ἐπελαφρίζειν τὰ πταίσματα, πολλάκις δὲ καὶ τούτοις μᾶλλον ἢ τοῖς σώφροσιν ἐπιδαψιλευόμενοι χαρίζονται, σαφῶς εἰδότες ὡς ἐκείνοις μὲν ἄφθονος εἰς εὐπορίαν ἀφορμὴ πάρεστιν ἡ σωφροσύνη, τοῖς δ' ἐλπὶς
8.14.6
μία οἱ γονεῖς, ἧς εἰ σφαλεῖεν, ἀπορήσουσι καὶ τῶν ἀναγκαίων· τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, λογικῆς συνέσεως πατὴρ ὤν, ἁπάντων μὲν τῶν λογισμοῦ μεμοιραμένων κήδεται, προμηθεῖται δὲ καὶ τῶν ὑπαιτίως ζώντων, ἅμα μὲν καιρὸν εἰς ἐπανόρθωσιν αὐτοῖς διδούς, ἅμα δὲ καὶ τὴν ἵλεων φύσιν αὐτοῦ μὴ ὑπερβαίνων, ἧς ὀπαδὸς ἀρετὴ καὶ φιλανθρωπία γέγονεν, ἐπαξία τὸν θεῖον
8.14.7
περιπολεῖν οἶκον. ἕνα μὲν δὴ λόγον τοῦτον, ὦ ψυχή, δέξαι τέως αὐτοῦ παρακαταθήκην, ἕτερον δὲ συνῳδὸν καὶ ἐναρμόνιον αὐτῷ τοιόνδε· μὴ τοσοῦτόν ποτε ψευσθείης τῆς ἀληθείας ὡς εὐδαίμονά τινα τῶν φαύλων εἶναι νομίσαι, κἂν πλουσιώτερος μὲν ᾖ Κροίσου, Λυγκέως δ' ὀξυωπέστερος, ἀνδρειότερος δὲ τοῦ Κροτωνιάτου Μίλωνος, καλλίων δὲ Γανυμήδους, ὃν καὶ ἀνηρείψαντο θεοὶ Διὶ οἰνοχοεύειν, κάλλεος εἵνεκα οἷο.
8.14.8
τὸν γοῦν ἴδιον δαίμονα, λέγω δὲ τὸν ἑαυτοῦ νοῦν, μυρίων ὅσων δεσποτῶν δοῦλον ἀποφήνας, ἔρωτος, ἐπιθυμίας, ἡδονῆς, φόβου, λύπης, ἀφοσύνης, ἀκολασίας, δειλίας, ἀδικίας, οὐκ ἂν εἶναί ποτε δύναιτο εὐδαίμων, κἂν οἱ πολλοὶ σφαλλόμενοι κρίσεως ἀληθοῦς νομίζωσι, δεκασθέντες ὑπὸ κακοῦ διδύμου, τύφου καὶ κενῆς δόξης, δεινῶν παλεῦσαι καὶ παραγαγεῖν ἀνερματίστους ψυχάς, περὶ
8.14.9
ἃ κηραίνει γένος τὸ πλεῖστον ἀνθρώπων. εἰ μέντοι τὸ τῆς ψυχῆς ὄμμα τείνας βουληθείης περιαθρῆσαι θεοῦ διάνοιαν, ὡς ἔνεστιν ἀνθρωπίνῳ λογισμῷ, τρανοτέραν τὴν τοῦ πρὸς ἀλήθειαν ἀγαθοῦ λαβὼν φαντασίαν, γελάσῃ τὰ παρ' ἡμῖν, ἃ τέως ἐθαύμαζες. ἀεὶ γὰρ ἀπουσίᾳ τῶν κρειττόνων τιμᾶται τὰ χείρονα, τὴν ἐκείνων κληρονομοῦντα τάξιν· ἐπιφανέντων δὲ ὑποστέλλει, δευτερείοις ἄθλων
8.14.10
ἀρκούμενα. καταπλαγεὶς οὖν τὸ θεοειδὲς ἐκεῖνο ἀγαθόν τε καὶ καλόν, πάντως ἐννοήσεις ὅτι παρὰ θεῷ τῶν εἰρημένων πρότερον οὐδὲν καθ' ἑαυτὸ τῆς ἀγαθοῦ μοίρας ἠξίωται, διότι τὰ μὲν ἀργύρου μέταλλα καὶ χρυσοῦ γῆς ἐστιν ἡ φαυλοτάτη μοῖρα, τῆς πρὸς καρπῶν ἀνειμένης γένεσιν ὅλῳ καὶ τῷ παντὶ
8.14.11
λειπομένη. οὐ γάρ ἐσθ' ὅμοιον τροφῆς, ἧς ἄνευ ζῆν ἀδύνατον, εὐπορία χρημάτων. μία τούτων ἐστὶ βάσανος ἐναργεστάτη λιμός, ᾧ τὸ πρὸς ἀλήθειαν ἀναγκαῖον καὶ χρήσιμον δοκιμάζεται· θησαυροὺς γὰρ τοὺς πανταχοῦ πάντας
8.14.12
ἀντικαταλλάξαιτ' ἄν τις βραχείας ποτὲ τροφῆς ἄσμενος. ὅταν δὲ ἡ τῶν ἀναγκαίων ἀφθονία μυρίῳ φορᾶς ἀκατασχέτῳ πλήθει ῥυεῖσα κατὰ πόλεις ἀναχέηται, τοῖς τῆς φύσεως ἀγαθοῖς ἐντρυφῶντες ἐπ' αὐτῶν μόνων οὐκ ἀξιοῦμεν ἵστασθαι, κόρον δ' ὑβριστὴν ἡγεμόνα τοῦ βίου ποιησάμενοι ἀργύρου τε καὶ χρυσοῦ κτήσεσιν ἐπαποδύντες, ἅπασι, παρ' ὧν ἄν τι κερδανεῖν ἐπελπίσωμεν, κονιόμεθα, καθάπερ τυφλοὶ μηκέτι τῇ διανοίᾳ βλέποντες ὑπὸ φιλαργυρίας, ὅτι γῆς εἰσιν ὄγκοι, περὶ ὧν ἐκ μὲν εἰρήνης συνεχὴς καὶ ἀδιάστατος πόλεμος.
8.14.13
ἐσθῆτές γε μὴν προβάτων εἰσίν, ὡς οἱ ποιηταί πού φασιν, ἄνθος, κατὰ δὲ τὴν δημιουργὸν τέχνην ὑφαντῶν ἔπαινος. εἰ δέ τις ἐπὶ δόξῃ μέγα φρονεῖ, τὴν παρὰ τῶν φαύλων ἀποδοχὴν ἀσπαζόμενος, ἴστω μὲν καὶ αὐτὸς φαῦλος ὤν· τὸ
8.14.14
γὰρ ὅμοιον χαίρει τῷ ὁμοίῳ· εὐχέσθω δὲ καθαρσίων μεταλαχὼν ἰαθῆναι τὰ ὦτα, δι' ὧν αἱ μεγάλαι ψυχῇ νόσοι κατασκήπτουσι. μαθέτωσαν δὲ καὶ ὅσοι ἐπ' εὐτονίᾳ πεφύσηνται μὴ ὑψαυχενεῖν, ἀπιδόντες εἰς τὰς τῶν ἡμέρων καὶ ἀτιθάσων ζῴων ἀμυθήτους ἀγέλας, αἷς ἰσχὺς καὶ ῥώμη συγγεγένηνται· τῶν γὰρ ἀτοπωτάτων ἐστὶν ἐπὶ θηρίων ἀρεταῖς, καὶ ταῦτα παρευημερούμενον ὑπ'
8.14.15
αὐτῶν, ἄνθρωπον ὄντα σεμνύνεσθαι. διὰ τί δ' ἄν τις εὖ φρονῶν ἐπὶ σώματος εὐμορφίᾳ ἀγάλλοιτο, ἣν βραχὺς καιρὸς ἔσβεσε, πρὶν ἐπὶ μήκιστον ἀνθῆσαι, τὴν ἀπατηλὸν αὐτῆς ἀκμὴν ἀμαυρώσας, καὶ ταῦθ' ὁρῶν ἐν ἀψύχοις περιμάχητα καλλιγράφων ἔργα καὶ πλαστῶν καὶ ἄλλων τεχνιτῶν ἔν τε ζωγραφήμασι καὶ ἀνδριᾶσι καὶ ὑφασμάτων ποικιλίαις ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ
8.14.16
πόλιν ἑκάστην εὐδοκιμοῦντα; τούτων οὖν, ὅπερ ἔφην, οὐδὲν παρὰ θεῷ
8.14.17
τῆς ἀγαθοῦ μοίρας ἠξίωται. καὶ τί θαυμάζομεν εἰ μὴ παρὰ θεῷ; οὐδὲ γὰρ παρὰ ἀνθρώποις τοῖς θεοφιλέσι, παρ' οἷς τὰ πρὸς ἀλήθειαν ἀγαθὰ καὶ καλὰ τετίμηται, φύσεως μὲν εὐμοίρου λαχοῦσι, μελέτῃ δὲ μετ' ἀσκήσεως τὴν φύσιν
8.14.17
ἐπικοσμήσασιν, ὧν ἡ ἄνοθος φιλοσοφία δημιουργός. ὅσοι δὲ νόθου παιδείας ἐπεμελήθησαν, οὐδὲ τοὺς ἰατροὺς ἐμιμήσαντο τὸ δοῦλον ψυχῆς σῶμα θεραπεύοντας οἱ τὴν δέσποιναν ἐπιφάσκοντες ἰᾶσθαι. ἐκεῖνοι μὲν γάρ, ἐπειδάν τις τῶν ἐπ' εὐτυχίᾳ νοσήσῃ, κἂν ὁ μέγα ᾖ βασιλεύς, πάνθ' ὑπερβάντες τὰ περίστωα, τοὺς ἀνδρῶνας, τὰς γυναικωνίτιδας, γραφάς, ἄργυρον, χρυσὸν ἄσημον ἐπίσημον, ἐκπωμάτων, ὑφασμάτων πλῆθος, τὸν ἄλλον τῶν βασιλέων ἀοίδιμον κόσμον, ἔτι δὲ τὸν οἰκετικὸν ὄχλον καὶ τὴν φίλων καὶ συγγενῶν καὶ ὑπηκόων τῶν ἐν τέλει θεραπείαν ἄξαντες, τῶν σωματοφυλάκων, ἄχρι τῆς εὐνῆς ἀφικόμενοι καὶ τῶν περὶ αὐτὸ τὸ σῶμα ἀλογήσαντες, οὔθ' ὅτι κλῖναι λιθο κόλλητοι καὶ ὁλόχρυσοι θαυμάσαντες οὔθ' ὅτι ἀραχνοϋφεῖς ἢ λιθογραφημέναι στρωμναὶ οὔθ' ὅτι ἐσθημάτων ἰδέαι διάφοροι, προσέτι δὲ τὰς περὶ αὐτὸν χλαίνας ἀπαμφιάσαντες ἅπτονται χειρῶν καὶ τὰς φλέβας προσπιεζοῦντες ἀκριβοῦσι τοὺς παλμοὺς εἰ σωτήριοι· πολλάκις δὲ καὶ τοὺς χιτωνίσκους ἀναστείλαντες εἰ περιπληθής ἐσθ' ἡ γαστὴρ ἐξετάζουσιν, εἰ πεπυρωμένος ὁ θώραξ, εἰ
8.14.18
ἄτακτα ἡ καρδία πηδᾷ· κἄπειτα τὴν οἰκείαν προσφέρουσι θεραπείαν. ἔδει δὲ καὶ τοὺς φιλοσόφους, ἰατρικὴν ὁμολογοῦντας ἐπιτηδεύειν τῆς φύσει βασιλίδος ψυχῆς, καταφρονεῖν μὲν ἁπάντων ὅσα αἱ κεναὶ δόξαι τυφοπλαστοῦσιν, εἴσω δὲ προσιόντας ἅπτεσθαι διανοίας αὐτῆς, εἰ ὑπ' ὀργῆς ἀνισοταχεῖς καὶ παρὰ φύσιν κεκινημένοι παλμοί· ἅπτεσθαι καὶ γλώττης, εἰ τραχεῖα καὶ κακήγορος, εἰ πεπορνευκυῖα καὶ ἀταμίευτος· ἅπτεσθαι καὶ γαστρός, εἰ ἀπλήστῳ σχήματι ἐπιθυμίας διῴδηκε· καὶ συνόλως παθῶν καὶ νοσημάτων καὶ ἀρρωστημάτων, εἰ κεκρᾶσθαι δοκεῖ, διερευνᾶν ἕκαστον, ἵνα μὴ διαμαρτάνωσι τῶν
8.14.19
προσφόρων εἰς τὸ σῴζειν. νυνὶ δὲ ὑπὸ τῆς τῶν ἔξω περιαυγασθέντες λαμπρότητος, ἅτε νοητὸν φῶς ἰδεῖν ἀδυνατοῦντες, πλαζόμενοι διετέλεσαν τὸν αἰῶνα, πρὸς μὲν τὸν βασιλέα λογισμὸν φθάσαι μὴ δυνηθέντες, ἄχρι δὲ τῶν προπυλαίων μόλις ἀφικνούμενοι, καὶ τοὺς ἐπὶ θύραις ἀρετῆς, πλοῦτον, ἔτι καὶ δόξαν
8.14.20
καὶ ὑγείαν καὶ τὰ συγγενῆ, τεθαυμακότες προσεκύνουν. ἀλλὰ γὰρ ὡς ὑπερβολὴ μανίας χρωμάτων κριταῖς χρῆσθαι τυφλοῖς ἢ κωφοῖς τῶν κατὰ μουσικὴν φθόγγων, οὕτως καὶ φαύλοις ἀνδράσι τῶν πρὸς ἀλήθειαν ἀγαθῶν. καὶ γὰρ οὗτοι τὸ κυριώτατον τῶν ἐν αὐτοῖς διάνοιαν πεπήρωνται, ἧς βαθὺ σκότος
8.14.21
ἀφροσύνη κατέχεεν. ἔτι νῦν θαυμάζομεν εἰ Σωκράτης καὶ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν σπουδαίων ἐν πενίᾳ διετέλεσαν, ἄνθρωποι μηδὲν πώποτε τῶν εἰς πορισμὸν ἐπιτηδεύσαντες, ἀλλὰ μηδ' ὅσα ἦν παρὰ φίλων πολυχρημάτων ἢ παρὰ βασιλέων δωρεὰς μεγάλας προτεινόντων λαβεῖν ἀξιώσαντες, ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι
8.14.22
τῶν ἄλλων ἀγαθῶν πάντων ἠλόγουν; τίς δ' οὐκ ἂν ἀλογήσαι νόθων ἕνεκα προνοίας τῶν γνησίων; εἰ δὲ σώματος θνητοῦ μεταλαχόντες καὶ κηρῶν γέμοντες ἀνθρωπίνων καὶ μετὰ τοσούτου πλήθους ἀδίκων ζῶντες, ὧν οὐδ' ἀριθμὸν εὑρεῖν εὔπορον, ἐπεβουλεύθησαν, τί τὴν φύσιν αἰτιώμεθα, δέον τὴν τῶν
8.14.23
ἐπιθεμένων κακίζειν ὠμότητα; καὶ γὰρ εἰ ἐν ἀέρι γεγένηντο λοιμικῷ, πάντως ὤφειλον νοσῆσαι· καταστάσεως δὲ λοιμικῆς μᾶλλον ἢ οὐχ ἧττον φθοροποιός ἐστι κακία. ὡς δ' ὁπόταν ὑετοῦ μὲν ὄντος ἀνάγκη τὸν σοφόν, εἰ ἐν ὑπαίθρῳ διάγοι, καταβρέχεσθαι, βορέου δὲ ψυχροῦ καταπνέοντος ῥίγει πιεσθῆναι καὶ ψύχει, θέρους δ' ἀκμάζοντος ἀλεαίνεσθαι ταῖς γὰρ ἐτησίοις τροπαῖς τὰ σώματα συμπάσχειν νόμος φύσεως, τὸν αὐτὸν τρόπον τὸν ἐν τοῖς τοιούτοις χωρίοις ἐνοικοῦντα, «ἔνθα φόνοι» τελοῦνται «καὶ ἄλλων ἔθνεα κηρῶν,»
8.14.24
ἐναλλάττεσθαι τὰς ἀπὸ τῶν τοιούτων τιμὰς ἀναγκαῖον. ἐπεὶ Πολυκράτει γε ἐφ' οἷς δεινοῖς ἠδίκησε καὶ ἠσέβησε, χορηγὸς ἀπήντησε χείρων μὲν ἡ τοῦ βίου βαρυδαιμονία, πρόσθες δ' ὡς ὑπὸ μεγάλου βασιλέως ἐκολάζετο καὶ προσηλοῦτο, χρησμὸν ἐκπιπλάς οἶδ', ἔφη, κἀμαυτὸν οὐ πρὸ πολλοῦ θεωρῆσαι δόξαντα ὑπὸ μὲν ἡλίου ἀλείφεσθαι, λούεσθαι δ' ὑπὸ Διός. αἱ γὰρ διὰ συμβόλων αἰνιγματώδεις αὗται φάσεις, ἀδηλούμεναι τὸ πάλαι, τὴν διὰ τῶν ἔργων ἀριδηλο
8.14.25
τάτην ἐλάμβανον πίστιν. οὐκ ἐπὶ τελευτῇ δὲ μόνον, ἀλλὰ παρὰ πάντα τὸν ἐξ ἀρχῆς βίον λελήθει πρὸ τοῦ σώματος τὴν ψυχὴν κρεμάμενος. αἰεὶ γὰρ φοβούμενος καὶ τρέμων τὸ πλῆθος τῶν ἐπιτιθεμένων ἐπτόητο, σαφῶς ἐξεπιστάμενος ὅτι εὔνους μὲν ἦν οὐδείς, ἐχθροὶ δὲ πάντες δυσπραξίᾳ ἀμείλικτοι.
8.14.26
τῆς δὲ Διονυσίου ἀνηνύτου καὶ συνεχοῦς εὐλαβείας μάρτυρες οἱ τὰ Σικελικὰ συγγράψαντες, οἵ φασιν ὅτι καὶ τὴν θυμηρεστάτην ὕποπτον εἶχε γυναῖκα· σημεῖον δέ· τὴν εἰς τὸ δωμάτιον εἴσοδον, δι' ἧς φοιτήσειν ἔμελλεν ὡς αὐτόν, ἐκέλευσε στορεσθῆναι σανίσιν, ἵνα μὴ λάθῃ ποτὲ παρεισερπύσασα, ψόφῳ δὲ καὶ κτύπῳ τῆς ἐπιβάσεως προμηνύῃ τὴν ἄφιξιν· εἶτ' οὐκ ἀνείμονα μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μέρεσι γυμνήν, ἃ μὴ θέμις ὑπ' ἀνδρῶν ὁρᾶσθαι, παρέρχεσθαι· πρὸς δὲ τούτοις τὸ συνεχὲς τοῦ κατὰ τὴν ὁδὸν ἐδάφους εἰς τάφρου γεωργικῆς εὖρος καὶ βάθος διακοπῆναι, κατὰ δέος μή τι πρὸς ἐπιβουλὴν ἀφανῶς ἐπικρύπτηται, ὅπερ ἢ ἅλμασιν ἢ μακραῖς διαβάσεσιν ἔμελλε διελέγχε
8.14.27
σθαι. πόσων ἄρα κακῶν ὁ ταῦτα παρατηρῶν καὶ τεχνάζων ἐπὶ γυναικός, ᾗ πρὸ τῶν ἄλλων ὤφειλε πιστεύειν, μεστὸς ἦν; ἀλλὰ γὰρ ἐῴκει τοῖς δι' ἀπορρῶγος ὄρους ἐπὶ τῷ τὰς ἐν οὐρανῷ φύσεις ἀριδηλοτέρας κατανοῆσαι κρημνοβατοῦσιν, οἳ μόλις φθάνοντες ἄχρι προνενευκότος αὐχένος οὔτ' ἀναχωρεῖν ἔτι δύνανται, πρὸς τὸ λειπόμενον ὕψος ἀπειρηκότες, οὔτε καταβαίνειν θαρ
8.14.28
ροῦσι, πρὸς τὴν ὄψιν τῶν χασμάτων ἰλιγγιῶντες. ἐρασθεὶς γὰρ ὡς θείου πράγματος καὶ περιμαχήτου τυραννίδος οὔτε μένειν οὔτε ἀποδιδράσκειν ἀσφαλὲς εἶναι ὑπελάμβανε. μένοντι μὲν γὰρ ἀλλεπάλληλα ἐπέρρει κακὰ ἀμύθητα, βουλομένῳ δὲ ἀποδιδράσκειν ὁ περὶ τοῦ ζῆν ἐπεκρέματο κίνδυνος ὡπλισμένων, εἰ
8.14.29
καὶ μὴ τοῖς σώμασιν, ἀλλά τοι ταῖς διανοίαις κατ' αὐτοῦ. δηλοῖ δὲ καὶ τὸ ἔργον, ᾧ πρὸς τὸν μακαρίζοντα τὸν τῶν τυράννων βίον φασὶ χρήσασθαι Διονύσιον. καλέσας γὰρ αὐτὸν ἐπὶ λαμπροτάτου καὶ πολυτελεστάτου δείπνου παρασκευήν, ἐκ μηρίνθου πάνυ λεπτῆς προσέταξεν ἠκονημένον ὑπεραιωρηθῆναι πέλεκυν. ἐπεὶ δὲ κατακλιθεὶς εἶδεν αἰφνίδιον, οὔτ' ἐξαναστῆναι θαρρῶν διὰ τὸν τύραννον οὔτ' ἀπολαῦσαί τινος τῶν παρεσκευασμένων διὰ δέος οἷός τε ὤν, ἀφθόνων καὶ πλουσίων ἀλογήσας ἡδονῶν ἀνατείνας τὸν αὐχένα καὶ τὰς ὄψεις
8.14.30
ἐκαραδόκει τὸν οἰκεῖον ὄλεθρον. συνεὶς δ' ὁ Διονύσιος· «Ἆρ' ἤδη κατανοεῖς,» ἔφη, «τὸν ἀοίδιμον καὶ περιμάχητον ἡμῶν βίον; ἔστι γὰρ τοιοῦτος, εἰ μὴ βούλοιτό τις ἑαυτὸν φενακίζειν, ἐπειδὴ περιέχει παμπληθεῖς μὲν χορηγίας, ἀπόλαυσιν δ' οὐδενὸς χρηστοῦ, φόβους δ' ἐπαλλήλους καὶ κινδύνους ἀνηκέστους καὶ νόσον ἑρπηνώδους καὶ φθινάδος χαλεπωτέραν, ἀθεράπευτον ἀεὶ φέρουσαν
8.14.31
ὄλεθρον. οἱ δὲ πολλοὶ τῶν ἀνεξετάστων ὑπὸ τῆς λαμπρᾶς φανερότητος ἀπατώμενοι ταὐτὸν πεπόνθασι τοῖς ἀγκιστρευομένοις ὑπὸ τῶν εἰδεχθῶν ἑταιριδίων, ἃ τὴν δυσμορφίαν ἐσθῆτι καὶ χρυσῷ καὶ ταῖς τῆς ὄψεως ὑπογραφαῖς ἐπισκιάζοντα, γνησίου κάλλους ἀπορίᾳ νόθον ἐπ' ἐνέδρᾳ τῶν θεωμένων δη
8.14.32
μιουργεῖ.» τοιαύτης γέμουσι βαρυδαιμονίας οἱ λίαν εὐτυχεῖς, ἧς τὰς ὑπερβολὰς αὐτοὶ δικάσαντες παρ' ἑαυτοῖς οὐ στέγουσιν, ἀλλ' ὥσπερ οἱ τὰ ἄρρητα ὑπ' ἀνάγκης ἐκλαλοῦντες ἀφιᾶσι τὰς ἐκ πάθους ἀψευδεστάτας φωνάς, ἐπὶ συνουσίᾳ τιμωριῶν καὶ παρουσῶν καὶ προσδοκωμένων ζῶντες καθάπερ τῶν θρεμμάτων τὰ πρὸς ἱερουργίαν πιαινόμενα· καὶ γὰρ ταῦτα τῆς πλείστης ἐπιμελείας
8.14.33
ἐπὶ τῷ σφαγῆναι τυγχάνει διὰ πολύκρεων εὐωχίαν. εἰσὶ δ' οἳ καὶ περὶ χρημάτων ἀσεβῶν οὐκ ἀδήλους, ἀλλὰ φανερὰς ἔδοσαν δίκας, ὧν τὰ πλήθη καταλέγεσθαι περιττὸς πόνος, ἀπόχρη δ' ἓν ἔργον παράδειγμα πάντων ἑστάναι. λέγεται τοίνυν ὑπὸ τῶν ἀναγεγραφότων τὸν ἱερὸν πόλεμον τὸν ἐν Φωκίδι, νόμου κειμένου τὸν ἱερόσυλον κατακρημνίζεσθαι ἢ καταποντοῦσθαι ἢ καταπίμπρασθαι, τρεῖς συλήσαντας τὸ ἐν Δελφοῖς ἱερόν, Φιλόμηλον καὶ Ὀνόμαρχον καὶ Φάϋλλον, διανείμασθαι τὰς τιμωρίας. τὸν μὲν γὰρ διὰ λόφου τραχέος καὶ λιθώδους ῥαγείσης πέτρας κατακρημνισθῆναί τε καὶ καταλευσθῆναι· τὸν δὲ ἀφηνιάσαντος τοῦ κομίζοντος ἵππου καὶ μέχρι θαλάττης καταβάντος, ἐπιδραμόντος τοῦ πελάγους εἰς ἀχανῆ βυθὸν αὐτῷ ζῴῳ καταδῦναι· Φάϋλλον δ' ἢ φθινάδι νόσῳ διττὸς γὰρ ὁ περὶ αὐτοῦ λόγος συντακῆναι ἢ ἐν τῷ ἐν Ἄβαις
8.14.34
ἱερῷ συνεμπρησθέντα ἀπολέσθαι. ταῦτα γὰρ φιλονεικότατον λέγειν ἀποβῆναι κατὰ τύχην. εἰ μὲν γάρ τινες ἢ ἐν διαφέρουσι καιροῖς ἢ ἑτέραις ἐκολάσθησαν τιμωρίαις, εἰκὸς ἦν τὸ ἄστατον τῆς τύχης προφασίζεσθαι· πάντων δὲ ἀθρόως καὶ ὑφ' ἕνα καιρὸν καὶ μὴ ἑτέραις τιμωρίαις, ἀλλὰ ταῖς περιεχομέναις ἐν
8.14.35
τοῖς νόμοις κολασθέντων εὔλογον φάσκειν ὅτι θεοῦ δικάσαντος ἑάλωσαν. εἰ δέ τινες τῶν ὑπολειφθέντων βιαίων καὶ τοῖς πλήθεσιν ἐπαναστάντων καὶ δουλωσαμένων οὐ μόνον δήμους ἑτέρους, ἀλλὰ καὶ πατρίδας τὰς ἑαυτῶν ἀτιμώρητοι διετέλεσαν, θαυμαστὸν οὐδέν. πρῶτον μὲν γὰρ οὐχ ὁμοίως ἄνθρωπος δικάζει καὶ θεός, διότι τὰ μὲν φανερὰ ἡμεῖς ἐρευνῶμεν, ὁ δὲ ἄχρι μυχῶν ψυχῆς εἰσδυόμενος ἀψοφητὶ καθάπερ ἐν ἡλίῳ λαμπρὰν διάνοιαν αὐγάζει, ἀπαμπίσχων μὲν τὰ περίαπτα, οἷς ἐγκατείληπται, γυμνὰ δὲ περιαθρῶν τὰ βουλήματα
8.14.36
καὶ διαγινώσκων εὐθὺς τά τε παράσημα καὶ δόκιμα. μηδέποτ' οὖν τὸ οἰκεῖον δικαστήριον τοῦ θείου προκρίναντες ἀψευδέστερον αὐτὸ καὶ εὐβουλότερον εἶναι φῶμεν· οὐ γὰρ ὅσιον. ἐν ᾧ μὲν γὰρ πολλὰ τὰ σφάλλοντα, ἀπατηλοὶ αἰσθήσεις, πάθη ἐπίβουλα, κακιῶν ὁ βαρύτατος ἐπιτειχισμός, ἐν ᾧ δὲ οὐδὲν μὲν τῶν ἐπ' ἐξαπάτῃ, δικαιότης δὲ καὶ ἀλήθεια, αἷς ἕκαστον βραβευόμενον ἐπαινετῶς
8.14.37
ἐξορθοῦσθαι πέφυκεν. ἔπειτ', ὦ γενναῖε, μὴ νομίσῃς ἀλυσιτελὲς ἐπὶ καιρῶν εἶναι τυραννίδα. οὐδὲ γὰρ ἡ κόλασις ἀλυσιτελές, ἀλλὰ τιμωρίας διδόναι τοῖς ἀγαθοῖς ἢ ὠφελιμώτερον ἢ οὐκ ἀποδέον· οὗ χάριν ἐν ἅπασι μὲν τοῖς ὀρθῶς γραφεῖσι παρείληπται νόμοις, οἱ δὲ γράψαντες ὑπὸ πάντων ἐπαινοῦνται·
8.14.38
ὅπερ γὰρ ἐν δήμῳ τύραννος, τοῦτ' ἐν νόμῳ κόλασις. ἐπειδὰν οὖν ἔνδεια μὲν καὶ σπάνις δεινὴ καταλάβῃ τὰς πόλεις ἀρετῆς, ἀφθονία δ' ἀφροσύνης ἐπιπολάσῃ, τηνικαῦτα ὁ θεός, ὥσπερ ῥεῦμα χειμάρρου τὴν φορὰν τῆς κακίας ἀποχετεῦσαι γλιχόμενος, ἵνα καθάρῃ τὸ γένος ἡμῶν, ἰσχὺν καὶ κράτος δίδωσι
8.14.39
τοῖς ἀρχικοῖς τὰς φύσεις. ὠμῆς γὰρ δίχα ψυχῆς οὐ καθαίρεται κακία. καὶ ὅνπερ τρόπον αἱ πόλεις ἐπ' ἀνδροφόνοις καὶ προδόταις καὶ θεοσύλαις δημίους ἀνατρέφουσιν, οὐ τὴν γνώμην ἀποδεχόμεναι τῶν ἀνδρῶν, ἀλλὰ τὸ τῆς ὑπηρεσίας χρήσιμον ἐξετάζουσαι, τὸν αὐτὸν τρόπον καὶ ὁ τῆς μεγαλοπόλεως τοῦδε τοῦ κόσμου κηδεμὼν οἷα δημίους κοινοὺς ἐφίστησι τοὺς τυράννους ταῖς πόλεσιν, ἐν αἷς ἂν αἴσθηται βίαν, ἀδικίαν, ἀσέβειαν, τὰ ἄλλα κακὰ πλημμύροντα, ὅπως
8.14.40
ἤδη ποτὲ στάντα λωφήσῃ. τηνικαῦτα μὲν καὶ τοὺς αἰτίους, ἅτ' οὐκ ἀπὸ γνώμης ὑγιοῦς, ἀλλ' ἐκ δυσκαθάρτου καὶ ἀνηλεοῦς ψυχῆς ὑπηρετήσαντας, ἐφ' ἅπασιν ὥσπερ τινὰς κορυφαίους ἀξιοῖ μετέρχεσθαι. καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις, ὅταν παραβληθεῖσαν ὕλην ἀναλώσῃ, τελευταῖον αὑτὴν ἐπινέμεται, τοῦτον τὸν τρόπον καὶ οἱ ἐπὶ τοῖς πλήθεσι δυναστείας εἰληφότες, ὅταν δαπανήσαντες τὰς πόλεις κενὰς ἀνδρῶν ἐργάσωνται, τὰς ὑπὲρ ἁπάντων τίνοντες
8.14.41
δίκας ἐπιδιαφθείρονται. καὶ τί θαυμάζομεν εἰ διὰ τυράννων ὁ θεὸς κακίαν ἀναχυθεῖσαν ἐν πόλεσι καὶ χώραις καὶ ἔθνεσιν ἀποδιοπομπεῖται; πολλάκις γὰρ μὴ χρώμενος ὑπηρέταις ἄλλοις αὐτὸς δι' ἑαυτοῦ τοῦτ' ἐργάζεται, λιμὸν ἐπάγων ἢ λοιμὸν ἢ σεισμὸν καὶ ὅσα ἄλλα θεήλατα, οἷς ὅμιλοι μεγάλοι καὶ πολυάνθρωποι καθ' ἑκάστην ἡμέραν ἀπόλλυνται, καὶ πολλὴ μοῖρα τῆς οἰκουμένης
8.14.42
ἐρημοῦται διὰ προμήθειαν ἀρετῆς. Ἱκανῶς μὲν οὖν εἴς γε τὰ παρόντα περὶ τοῦ μή τινα τῶν φαύλων εὐδαιμονεῖν, ὡς οἶμαι, λέλεκται· δι' οὗ μάλιστα παρίσταται τὸ εἶναι πρόνοιαν. εἰ δὲ μηδέπω πέπεισαι, τὸν ἔθ' ὑποικουροῦντα ἐνδοιασμὸν εἰπὲ θαρρῶν· ἀμφότεροι γὰρ ᾗ τἀληθὲς ἔχει συνδιαπονήσαντες εἰσόμεθα.»
8.14.43
Καὶ μεθ' ἕτερα πάλιν φησίν· «Ἀνέμων καὶ ὑετῶν φορὰς οὐκ ἐπὶ λύμῃ τῶν πλεόντων, ὡς ἐνόμιζες, ἢ γεωργούντων, ἀλλ' ἐπ' ὠφελείᾳ τοῦ παντὸς ἡμῶν γένους ὁ θεὸς εἰργάζετο. ὕδασι μὲν γὰρ τὴν γῆν καθαίρει, τὸν δ' ὑπὸ σελήνην ἅπαντα χῶρον πνεύμασιν·
8.14.44
ἀμφοτέροις δὲ ζῷα καὶ φυτὰ τρέφει καὶ αὔξει καὶ τελειοῖ. εἰ δὲ τοὺς μὴ ἐν καιρῷ πλωτῆρας ἢ γεηπόνους ἔστιν ὅτε βλάπτει, θαυμαστὸν οὐδέν· βραχὺ γὰρ οὗτοι μέρος, ἡ δ' ἐπιμέλεια τοῦ παντὸς ἀνθρώπων γένους. ὥσπερ οὖν τὸ ἐν τῷ γυμνασίῳ ἄλειμμα τίθεται μὲν ἐπ' ὠφελείᾳ, πολλάκις δ' ὁ γυμνασίαρχος ἕνεκα πολιτικῶν χρειῶν ὥρας τῆς ἐν ἔθει μετέθηκε τὴν τάξιν, δι' ἧς ὑστέρησαν ἔνιοι τῶν ἀλειφομένων, οὕτω καὶ ὁ θεός, οἷα πόλεως τοῦ παντὸς ἐπιμελούμενος κόσμου, θέρη χειμαίνοντα καὶ χειμῶνας ἐαρίζοντας εἴωθε ποιεῖν ἐπὶ τῇ τοῦ παντὸς ὠφελείᾳ, κἂν εἰ ναύκληροί τινες ἢ γῆς ἐργάται μέλλοιεν ταῖς τού
8.14.45
των ἀνωμαλίαις ζημιοῦσθαι. τὰς οὖν τῶν στοιχείων εἰς ἄλληλα μεταβολάς, ἐξ ὧν ὁ κόσμος ἐπάγη καὶ συνέστηκεν, εἰδὼς ἀναγκαιότατον ἔργον ἀκωλύτους παρέχεται· πάχναι δὲ καὶ χιόνες καὶ ὅσα ὁμοιότροπα, ἀέρος ἐπακολουθεῖ καταψύξει, καὶ πάλιν προσαράξει καὶ παρατρίψει νεφῶν ἀστραπαί τε καὶ βρονταί· ὧν οὐδὲν ἴσως κατὰ πρόνοιαν, ἀλλ' ὑετοὶ καὶ πνεύματα ζωῆς καὶ τροφῆς καὶ
8.14.46
αὐξήσεως τοῖς περὶ γῆν αἴτια, ὧν ταῦτα ἐπακολουθήματα· οἷα γυμνασιάρχου φιλοτιμίαις πολλάκις ἀνειμένας ποιουμένου δαπάνας ἀνθ' ὕδατος ἐλαίῳ καταιονούμενοί τινες τῶν ἀπειροκάλων εἰς τοὔδαφος ῥανίδας ἀποστάζουσιν, ὃ δὴ ὀλισθηρότατος αὐτίκα γίνεται πηλός, ἀλλ' οὐκ ἄν τις εὖ φρονῶν εἴποι τὸν πηλὸν καὶ τὸν ὄλισθον προμηθείᾳ τοῦ γυμνασιάρχου γεγονέναι, παρηκολου
8.14.47
θηκέναι δὲ ἄλλως τῇ ἀφθονίᾳ τῶν χορηγιῶν ταῦτα. ἶρις δὲ καὶ ἅλως καὶ ὅσα ὁμοιότροπα, πάλιν ἐστὶν αὐγῶν ἐγκιρναμένων τοῖς νέφεσιν ἐπακολουθήματα, οὐκ ἔργα φύσεως προηγούμενα, φυσικοῖς δ' ἐπισυμβαίνοντα ἔργοις· οὐ μὴν ἀλλὰ παρέχει τινὰ καὶ ταῦτα χρείαν ἀναγκαίαν τοῖς φρονιμωτέροις· νηνεμίας γὰρ καὶ πνεύματα, εὐδίας τε καὶ χειμῶνας ἀπὸ τούτων τεκμαιρόμενοι προ
8.14.48
λέγουσι. τὰς κατὰ πόλιν στοὰς οὐχ ὁρᾷς; τούτων αἱ πλείους πρὸς μεσημβρίαν νενεύκασιν, ὑπὲρ τοῦ τοὺς ἐμπεριπατοῦντας χειμῶνι μὲν ἀλεαίνεσθαι, θέρους δὲ καταπνεῖσθαι. παρακολουθεῖ δέ τι καὶ ἕτερον, ὃ μὴ τῇ γνώμῃ τοῦ κατεσκευακότος ἐπιγίνεται. τί δὲ τοῦτ' ἔστιν; αἱ ἀπὸ τῶν ποδῶν ἐκπίπτουσαι
8.14.49
σκιαί, τὰ ἡμέτερα μέτρα, διασημαίνουσι τὰς ὥρας. καὶ μὲν δὴ τὸ πῦρ φύσεως ἀναγκαιότατον ἔργον, ἐπακολούθημα δὲ τούτου καπνός· ἀλλ' ὅμως παρέχεταί τινα ὠφέλειαν ἔστιν ὅτε καὶ αὐτός· ἐν γοῦν ταῖς μεθημεριναῖς πυρσείαις, ἡνίκα τὸ πῦρ ὑπὸ τῶν ἡλιακῶν καταλαμπόμενον αὐγῶν ἐξαμαυροῦται, καπνῷ
8.14.50
μηνύεται πολεμίων ἔφοδος. οἷος οὖν ἐπὶ τῆς ἴριδος, τοιοῦτος καὶ ἐπὶ τῶν ἐκλείψεων ὁ λόγος· θείαις γὰρ φύσεσιν ἡλίου καὶ σελήνης ἐπακολουθοῦσιν ἐκλείψεις, αἱ δὲ μηνύματά εἰσιν ἢ βασιλέων τελευτῆς ἢ πόλεων φθορᾶς· ὃ καὶ
8.14.51
Πίνδαρος ᾐνίξατο γενομένης ἐκλείψεως διὰ τῶν πρόσθεν εἰρημένων. ὁ δὲ δὴ τοῦ γάλακτος κύκλος τῆς μὲν αὐτῆς οὐσίας τοῖς ἄλλοις ἄστροις μετέσχηκε, δυσαιτιολόγητος δ' εἴπερ ἐστί, μὴ ἀποκνείτωσαν οἱ τὰ φύσεως ἐρευνᾶν εἰωθότες· ὠφελιμώτατον γὰρ ἡ εὕρεσις, ἥδιστον δὲ καὶ καθ' αὑτὸ τοῖς φιλομαθέσιν
8.14.52
ἡ ζήτησις. ὥσπερ οὖν ἥλιος καὶ σελήνη προνοίᾳ γεγόνασιν, οὕτως καὶ τὰ ἐν οὐρανῷ πάντα, κἂν ἡμεῖς τὰς ἑκάστων φύσεις τε καὶ δυνάμεις
8.14.53
ἰχνηλατεῖν ἀδυνατοῦντες ἡσυχάζωμεν. σεισμοί τε καὶ λοιμοὶ καὶ κεραυνῶν βολαὶ καὶ ὅσα τοιαῦτα, λέγεται μὲν εἶναι θεήλατα, πρὸς δ' ἀλήθειαν οὐκ ἔστι θεὸς γὰρ οὐδενὸς αἴτιος κακοῦ τὸ παράπαν, ἀλλ' αἱ τῶν στοιχείων μεταβολαὶ ταῦτα γεννῶσιν, οὐ προηγούμενα ἔργα φύσεως,
8.14.54
ἀλλ' ἑπόμενα τοῖς ἀναγκαίοις καὶ τοῖς προηγουμένοις ἐπακολουθοῦντα. εἰ δέ τινες τῶν χαριεστέρων συναπολαύουσι τῆς ἀπὸ τούτων βλάβης, οὐκ αἰτιατέον τὴν διοίκησιν. πρῶτον μὲν γὰρ οὐκ εἴ τινες ἀγαθοὶ παρ' ἡμῖν νομίζονται, καὶ πρὸς ἀλήθειάν εἰσιν, ἐπειδὴ τὰ θεοῦ κριτήρια τῶν κατὰ τὸν ἀνθρώπινον νοῦν πάντων ἀκριβέστερα· δεύτερον δὲ τὸ προμηθὲς ἐπὶ τὸ τῶν ἐν κόσμῳ συνεκτικώτατον ὁρᾶν ἀγαπᾷ, καθάπερ ἐν ταῖς βασιλείαις καὶ στραταρχίαις ἐπὶ τὰς πόλεις καὶ τὰ στρατόπεδα, οὐκ ἐπί τινα τῶν ἠμελημένων καὶ ἀφανῶν ἕνα
8.14.55
τὸν προστυχόντα. λέγουσι δέ τινες, καθάπερ ἐν ταῖς τυραννοκτονίαις καὶ τοὺς συγγενεῖς ἀναιρεῖσθαι νόμιμόν ἐστιν ὑπὲρ τοῦ μεγέθει τῆς τιμωρίας ἐπισχεθῆναι τὰ ἀδικήματα, τὸν αὐτὸν τρόπον κἀν ταῖς λοιμώδεσι νόσοις παραπόλλυσθαί τινας τῶν μὴ ὑπαιτίων, ἵνα πόρρωθεν οἱ ἄλλοι σωφρονίζωνται, δίχα τοῦ ἀναγκαῖον εἶναι τοὺς ἐμφερομένους ἀέρι νοσώδει νοσεῖν, ὥσπερ καὶ
8.14.56
τοὺς ἐν νηὶ χειμαζομένους κινδυνεύειν ἐξίσου. τὰ δ' ἄλκιμα τῶν θηρίων γέγονεν οὐ γὰρ ὑποσιωπητέον, εἰ καὶ τῷ δεινὸς εἰπεῖν εἶναι προλαβὼν τὴν ἀπολογίαν διέσυρες ἀσκήσεως ἕνεκα τῆς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας. τὰ γὰρ γυμνάσια καὶ αἱ συνεχεῖς θῆραι συγκροτοῦσι καὶ νευροῦσιν εὖ μάλα τὰ σώματα καὶ πρὸ τῶν σωμάτων τὰς ψυχὰς ἐθίζουσιν ἐχθρῶν ἐξαπιναίους ἐφό
8.14.57
δους τῷ καρτερῷ τῆς ῥώμης ἀλογεῖν. τοῖς δὲ τὰς φύσεις εἰρηνικοῖς ἔξεστιν οὐ μόνον τειχῶν ἐντός, ἀλλὰ καὶ κλισιάδων θαλαμευομένοις ἀποζῆν ἀνεπιβουλεύτως, ἔχουσιν εἰς ἀπόλαυσιν ἀφθονωτάτας ἡμέρων ἀγέλας· ἐπειδὴ σῦς καὶ λέοντες καὶ ὅσα ὁμοιότροπαι, ἑκουσίῳ φύσει χρώμενα μακρὰν ἄστεος ἀπελή
8.14.58
λαται, τὸ μηδὲν παθεῖν ἀγαπῶντα τῆς ἀνθρώπων ἐπιβουλῆς. εἰ δέ τινες ὑπὸ ῥᾳθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι ταῖς καταδύσεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται, τῶν συμβαινόντων ἑαυτούς, ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν, διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν. ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴξαντας ἀλογιστίᾳ, οἵ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ θεωρεῖν, ἐν μέσῳ στάντες ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων ἀνωσθέντες ποσὶ καὶ τροχοῖς κατηλοή
8.14.59
θησαν, ἀνοίας τἀπίχειρα εὑράμενοι. Περὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λεχθέντα. τῶν δ' ἑρπετῶν τὰ ἰοβόλα γέγονεν οὐ κατὰ πρόνοιαν, ἀλλὰ κατ' ἐπακολούθησιν, ὡς καὶ πρότερον εἶπον. ζῳογονεῖται γάρ, ὅταν ἡ ἐνυπάρχουσα ἰκμὰς μεταβάλῃ πρὸς τὸ θερμότερον. ἔνια δὲ καὶ σῆψις ἐψύχωσεν, ὡς ἕλμινθας μὲν ἡ περὶ τροφήν, φθεῖρας δ' ἡ ἀπὸ τῶν ἱδρώτων. ὅσα δ' ἐξ οἰκείας ὕλης κατὰ φύσιν σπερματικὴν καὶ προηγουμένην ἔχει γένεσιν, εἰκότως ἐπιγέγραπται
8.14.60
πρόνοιαν. ἤκουσα δὲ καὶ περὶ ἐκείνων διττοὺς λόγους ὡς ἐπ' ὠφελείᾳ τοῦ ἀνθρώπου γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ' ὁ μὲν ἕτερος τοιόσδε· πρὸς πολλὰ τῶν ἰατρικῶν ἔφασάν τινες τὰ ἰοβόλα συνεργεῖν καὶ τοὺς μεθοδεύοντας τὴν τέχνην, εἰς ἃ δεῖ καταχρωμένους αὐτοῖς ἐπιστημόνως, ἀλεξιφαρμάκων εὐπορεῖν ἐπὶ τῇ τῶν μάλιστα ἐπισφαλῶς ἐχόντων ἀπροσδοκήτῳ σωτηρίᾳ· καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τοὺς μὴ ῥᾳθύμως καὶ ἀμελῶς ἰατρεύειν ἐπιχειροῦντας ἐν ταῖς συνθέσεσι τῶν φαρμάκων καταχρωμένους ἑκάστοις οὐ παρέργως.
8.14.61
ὁ δ' ἕτερος λόγος οὐκ ἰατρικός, ἀλλὰ φιλόσοφος ἦν, ὡς ἔοικε. τῷ γὰρ θεῷ ταῦτ' ἔφασκεν ηὐτρεπίσθαι κατὰ τῶν ἁμαρτανόντων κολαστήρια, ὡς στρατηγοῖς καὶ ἡγεμόσιν ὕστριχας ἢ σίδηρον· οὗ χάριν ἠρεμοῦντα τὸν ἄλλον χρόνον ἀνερεθίζεσθαι πρὸς ἀλκὴν ἐπὶ τοῖς κατακριθεῖσιν, ὧν ἡ φύσις ἐν τῷ ἀδωροδο
8.14.62
κήτῳ δικαστηρίῳ ἑαυτῆς κατέγνω θάνατον. τὸ δ' ἐν ταῖς οἰκίαις πεφωλευκέναι μᾶλλον, ἐστὶ μὲν ψεῦδος· ἔξω γὰρ ἄστεος ἐν ἀγρῷ καὶ ἐρημίαις θεωρεῖται, φεύγοντα ὡς δεσπότην τὸν ἄνθρωπον. οὐ μὴν ἀλλ', εἰ καὶ ἀληθές ἐστιν, ἔχει τινὰ λόγον. ἐν γὰρ μυχοῖς σεσώρευται φορυτὸς καὶ σκυβάλων πλῆ
8.14.63
θος, οἷς εἰσδύεσθαι φιλεῖ δίχα τοῦ καὶ τὴν κνῖσαν ὁλκὸν ἔχειν δύναμιν. εἰ δὲ καὶ χελιδόνες ἡμῖν συνδιαιτῶνται, θαυμαστὸν οὐδέν· τῆς γὰρ τούτων θήρας ἀπε χόμεθα. σωτηρίας δὲ πόθος ἐν ταῖς ψυχαῖς οὐ λογικαῖς μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐνίδρυται, τῶν δὲ πρὸς ἀπόλαυσιν οὐδὲν ὁμοδίαιτον διὰ τὰς ἐξ ἡμῶν ἐπιβουλάς,
8.14.64
πλὴν παρ' οἷς ἡ τῶν τοιούτων χρῆσις ἀπηγόρευται νόμῳ. τῆς Συρίας ἐπὶ θαλάττῃ πόλις ἐστὶν Ἀσκάλων ὄνομα· γενόμενος ἐν ταύτῃ, καθ' ὃν χρόνον εἰς τὸ πατρῷον ἱερὸν ἐστελλόμην εὐξόμενός τε καὶ θύσων, ἀμήχανόν τι πελειάδων πλῆθος ἐπὶ τῶν τριόδων καὶ κατ' οἰκίαν ἑκάστην ἐθεασάμην. πυνθανομένῳ δέ μοι τὴν αἰτίαν ἔφασαν οὐ θεμιτὸν εἶναι συλλαμβάνειν· ἀπειρῆσθαι γὰρ ἐκ παλαιοῦ τοῖς οἰκήτορσι τὴν χρῆσιν. οὕτως ἡμέρωται τὸ ζῷον ὑπ' ἀδείας ὥστ' οὐ μόνον ὑπωρόφιον, ἀλλὰ καὶ ὁμοτράπεζον ἀεὶ γίνεσθαι καὶ
8.14.65
ταῖς ἐκεχειρίαις ἐντρυφᾶν. ἐν Αἰγύπτῳ δὲ καὶ θαυμασιώτερον ἰδεῖν ἔστι. τὸ γὰρ ἀνθρωποβόρον καὶ θηρίων ἀργαλεώτατον ὁ κροκόδειλος, γεννώμενος καὶ τρεφόμενος ἐν τῷ ἱερωτάτῳ Νείλῳ, τῆς ὠφελείας καίτοι βύθιος ὢν ἐπαισθάνεται. παρ' οἷς μὲν γὰρ τιμᾶται πληθύνει μάλιστα, παρὰ δὲ τοῖς λυμαινομένοις οὐδ' ὄναρ φαίνεται· ὡς τῶν πλεόντων ὅπου μὲν καὶ τοὺς πάνυ θρασεῖς μηδ' ἄκρον ἐπιτολμᾶν καθιέναι δάκτυλον, ἀγεληδὸν ἐπιφοιτώντων, ὅπου δὲ καὶ
8.14.66
τοὺς ἄγαν δειλοὺς ἐξαλλομένους νήχεσθαι μετὰ παιδιᾶς. χώρᾳ τῇ Κυκλώπων, ἐπειδὴ τὸ γένος αὐτῶν ἐστι πλάσμα μύθου, δίχα σπορᾶς καὶ γεηπόνων ἀνδρῶν ἥμερος καρπὸς οὐ φύεται, καθάπερ οὐδ' ἐκ τοῦ μὴ ὄντος τι γεννᾶται. τῆς δ' Ἑλλάδος οὐ κατηγορητέον ὡς λυπρᾶς καὶ ἀγόνου· πολὺ γὰρ κἀν ταύτῃ τὸ βαθύγειον. εἰ δ' ἡ βάρβαρος διαφέρει ταῖς εὐκαρπίαις, πλεονεκτεῖ μὲν τροφαῖς, ἐλαττοῦται δὲ τοῖς τρεφομένοις, ὧν χάριν αἱ τροφαί. μόνη γὰρ ἡ Ἑλλὰς ἀψευδῶς ἀνθρωπογονεῖ «φυτὸν οὐράνιον» καὶ βλάστημα θεῖον ἠκριβωμένον, λογισμὸν ἀποτίκτουσα οἰκειούμενον ἐπιστήμῃ. τὸ δ' αἴτιον· λεπτό
8.14.67
τητι ἀέρος ἡ διάνοια πέφυκεν ἀκονᾶσθαι. διὸ καὶ Ἡράκλειτος οὐκ ἀπὸ σκοποῦ φησιν· «αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη.» τεκμηριώσαιτο δ' ἄν τις καὶ ἐκ τοῦ τοὺς μὲν νήφοντας καὶ ὀλιγοδεεῖς συνετωτέρους εἶναι, τοὺς δὲ ποτῶν ἀεὶ καὶ σιτίων ἐμπιπλαμένους ἥκιστα φρονίμους, ἅτε βαπτιζομένου τοῖς ἐπεισι
8.14.68
οῦσι τοῦ λογισμοῦ. διὸ κατὰ τὴν βάρβαρον ἔρνη μὲν ταῖς εὐστοχίαις καὶ εὐτροφίαις στελέχη περιμήκιστα καὶ ζῴων ἀλόγων σφόδρα τὰ γονιμώτατα, νοῦν δ' ἥδε ἥκιστα γεννᾷ, διότι τὸ ὑψωθῆναι ἐξ ἀέρος ἀϊδίου αἱ γῆς καὶ ὕδατος
8.14.69
ἐπάλληλοι καὶ συνεχεῖς ἀναθυμιάσεις κατεκράτησαν. ἰχθύων δὲ καὶ ὀρνίθων καὶ χερσαίων γένη ζῴων οὐκ ἔστιν ἐγκλήματα φύσεως ἐφ' ἡδονὴν παρακαλούσης, ἀλλὰ δεινὸς ψόγος ἡμῶν αὐτῶν ἀκρασίας. ἀναγκαῖον μὲν γὰρ ἦν εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, ἵνα γένηται κόσμος, ἐν ἑκάστῳ μέρει φῦναι ζῴων ἰδέας ἁπάντων· οὐκ ἀναγκαῖον δὲ ἐπὶ τὴν τούτων ἀπόλαυσιν ὁρμῆσαι τὸ σοφίας συγγενέστατον χρῆμα τὸν ἄνθρωπον, μεταβαλόντα εἰς ἀγριότητα θηρίων.
8.14.70
διὸ καὶ μέχρι νῦν, οἷς λόγος ἐγκρατείας, ἁπαξαπάντων ἀπέχονται, λαχανώδει χλόῃ καὶ καρποῖς δένδρων προσοψήμασιν ἡδίστῃ ἀπολαύσει χρώμενοι. τοῖς δὲ τὴν τῶν εἰρημένων θοίνην ἡγουμένοις εἶναι κατὰ φύσιν ἐπέστησαν διδάσκαλοι, σωφρονισταί, νομοθέται κατὰ πόλεις, οἷς ἐμέλησε τὴν ἀμετρίαν τῶν
8.14.71
ἐπιθυμιῶν στεῖλαι, μὴ ἐπιτρέψασι τὴν χρῆσιν ἀδεᾶ πᾶσι πάντων. ἴα δὲ καὶ ῥόδα καὶ κρόκος καὶ ἡ ἄλλη τῶν ἀνθέων ποικιλία πρὸς ὑγείαν, οὐ πρὸς ἡδονὴν γέγονεν. ἄπλετοι γὰρ τούτων αἱ δυνάμεις καὶ καθ' αὑτὰς διὰ τῶν ὀσμῶν ὠφελοῦσιν, εὐωδίας πάντας ἀναπιμπλᾶσαι, καὶ πολὺ μᾶλλον ἐν ταῖς ἰατρικαῖς συνθέσεσι τῶν φαρμάκων. ἔνια γὰρ ἀναμιχθέντα τὰς ἑαυτῶν δυνάμεις ἀριδηλοτέρας παρέχεται, καθάπερ εἰς ζῴου γένεσιν ἡ ἄρρενος καὶ θήλεος
8.14.72
μῖξις, ἰδίᾳ ἑκατέρου μὴ πεφυκότος ποιεῖν ἅπερ ἄμφω συνελθόντα. ταῦτ' ἀναγκαίως λέλεκται πρὸς τὰ λοιπὰ τῶν ὑπὸ σοῦ διαπορηθέντων, ἱκανὴν πίστιν ἐργάσασθαι δυνάμενα τοῖς μὴ φιλονείκως ἔχουσι περὶ τοῦ τὸν θεὸν τῶν ἀνθρωπίνων ἐπιμελεῖσθαι πραγμάτων.» Ταῦτα μὲν οὖν ἐκ τοῦ δηλωθέντος ἀνδρὸς ἐπετεμόμην, ὁμοῦ μὲν δεικνὺς οἷοι καὶ κατὰ τοὺς νέους γεγόνασιν Ἑβραίων παῖδες, ὁμοῦ δὲ καὶ τὰ τῆς εὐσεβοῦς αὐτῶν περὶ θεοῦ διαλήψεως τά τε τῆς πρὸς τοὺς προπάτορας ὁμοφωνίας ἐμφανῆ καθιστάς. ἤδη δ' ἐντεῦθεν μεταβῆναι καιρὸς καὶ ἐπὶ τὰς τῶν ἔξωθεν περὶ τῶν αὐτῶν μαρτυρίας. ΕΝΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ ἐποιήσαντοβʹ. Θεοφράστου περὶ Ἰουδαίων, ἀπὸ τοῦ πρώτου τῶν Πορφυρίου Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς γʹ. Πορφυρίου περὶ τῆς τὸ παλαιὸν διαλαμψάσης παρὰ Ἰουδαίοις φιλοσοφίας δʹ. Ἑκαταίου περὶ Ἰουδαίων εʹ. Κλεάρχου περὶ τῶν αὐτῶν, ἀπὸ αʹ περὶ ὕπνων ʹ. Κλήμεντος περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ αʹ Στρωματέως ζʹ. Νομηνίου τοῦ Πυθαγορικοῦ φιλοσόφου περὶ Ἰουδαίων, ἀπὸ τοῦ αʹ Περὶ τἀγαθοῦ ηʹ. Τοῦ αὐτοῦ περὶ Μωσέως ὁμοῦ καὶ περὶ Ἰουδαίων, ἀπὸ τοῦ τρίτου τῆς αὐτῆς ὑποθέσεως θʹ. Χοιρίλου ποιητοῦ περὶ Ἰουδαίων ιʹ. Ἐκ τῶν Πορφυρίου τοῦ καθ' ἡμᾶς χρησμοὶ τοῦ Ἀπόλλωνος περὶ Ἑβραίων ιαʹ. Ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας, ὁπόσοι τῶν ἔξωθεν συγγραφέων ἐμνήσθησαν τοῦ παρὰ Μωσεῖ κατακλυσμοῦ ιβʹ. Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς περὶ τοῦ κατακλυσμοῦ ιγʹ. Ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας, περὶ τοῦ πλείους μνημονεῦσαι τῆς τῶν παλαιῶν μακροβίου ζωῆς ιδʹ. Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς, περὶ τῆς τοῦ πύργου κατασκευῆς ιεʹ. Ὡς καὶ ἕτεροι πλείους ἐμνήσθησαν τοῦ αὐτοῦ, ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας ι ʹ Περὶ τοῦ πάντων Ἑβραίων προπάτορος Ἁβραάμ, ἀπὸ τοῦ αὐτοῦ ιζʹ. Ἐυπολέμου περὶ Ἁβραάμ, ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος περὶ Ἰουδαίωγραφῆς ιηʹ. Ἀρταπάνου περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς τοῦ Πολυΐστορος ιθʹ. Μόλωνος περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς κʹ. Φίλωνος περὶ τοῦ αὐτοῦ καʹ. Δημητρίου περὶ τοῦ Ἰακώβ κβʹ. Θεοδότου περὶ τοῦ αὐτοῦ κγʹ. Ἀρταπάνου περὶ τοῦ Ἰωσήφ κδʹ. Φίλωνος περὶ τοῦ αὐτοῦ κεʹ. Ἀρισταίου περὶ τοῦ Ἰώβ κ ʹ. Εὐπολέμου περὶ Μωσέως κζʹ. Ἀρταπάνου περὶ τοῦ αὐτοῦ κηʹ. Ἐζεκιήλου περὶ τοῦ αὐτοῦ κθʹ. Δημητρίου περὶ τοῦ αὐτοῦ λʹ. Ἐζεκιήλου περὶ τοῦ αὐτοῦ λαʹ. Εὐπολέμου περὶ Δαβὶδ καὶ Σολομῶνος καὶ περὶ Ἱεροσολύμων λβʹ. Σολομῶνος ἐπιστολὴ πρὸς Οὐαφρῆν τὸν τῶν Αἰγυπτίων βασιλέα λγʹ. Οὐαφρέους ἐπιστολὴ πρὸς Σολομῶνα βασιλέα λδʹ. Σολομῶνος ἐπιστολὴ πρὸς Σούρωνα βασιλέα Φοινίκης λεʹ. Σούρωνος ἐπιστολὴ πρὸς Σολομῶνα λ ʹ. Θεοφίλου περὶ Σολομῶνος λζʹ. Εὐπολέμου περὶ τοῦ αὐτοῦ ληʹ. Τιμοχάρους περὶ τῆς Ἱερουσαλήμ, ἀπὸ τῶν περὶ Ἀντιόχου τῆς αὐτῆς γραφῆς λθʹ. Τοῦ τῆς Συρίας σχοινομέτρου περὶ τῆς αὐτῆς μʹ. Φίλωνος περὶ τῶν ἐν Ἱεροσολύμοις ὑδάτων μαʹ. Ἀριστέου περὶ τῶν αὐτῶν μβʹ. Εὐπολέμου περὶ Ἱερεμίου τοῦ προφήτου μγʹ. Βηρωσσοῦ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γενομένης μδʹ. Ἀβυδηνοῦ περὶ τοῦ Ναβουχοδονόσορ μεʹ. Τοῦ αὐτοῦ περὶ τῆς Βαβυλῶνος κτίσεως μ ʹ. Ἰωσήπου περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ αʹ τῆς Ἰωσήπου ἀρχαιολογίας Θ

Intertext edge

Open linked passage

Note