Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Eusebius Caesariensis PG 19-24
Praeparatio evangelica
Evan 9.3.22
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
9.3.2
ἄλλων πλέον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρ' αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμβάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν
9.3.3
γυναικῶν ἀσελγείας φυλαττόμενοι· καταφρονηταὶ δὲ πλούτου καὶ θαυμάσιον παρ' αὐτοῖς τὸ κοινωνικὸν οὐδ' ἔστιν εὑρεῖν κτήσει τινὰ παρ' αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόντας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθ' ὑπεροχὴν πλούτου, τῶν δὲ ἑκάστου κτημάτων ἀναμεμιγμένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι.
9.3.4
κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλειφθῇ τις ἄκων, σμήχεται τὸ σῶμα·
9.3.5
τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται λευχειμονεῖν τε διὰ παντός. χειροτονητοὶ δὲ τῶν κοινῶν οἱ ἐπιμεληταὶ καὶ ἀδιαίρετοι πρὸς ἁπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δ' οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλ' ἐν ἑκάστῃ μετοικοῦσι πολλοὶ καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρ' ἀλλήλοις· καὶ οἱ πρῶτον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις· διὸ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν
9.3.6
ἀναλωμάτων ἕνεκα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσι, πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδ' ἀγοράζουσί τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὰ παρ' ἑαυτῷ τὸ παρ' ἐκείνου χρήσιμον ἀντικομίζεται· καὶ χωρὶς τῆς μεταδόσεως ἀκώλυτος ἡ μετάληψις
9.3.7
αὐτοῖς παρ' ὧν ἂν ἐθέλωσι. πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχὰς ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφεῖνται καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως, ἔπειτα πάλιν εἰς ἓν ἀθροίζονται χωρίον ζωσάμενοί τε σκεπάσμασιν οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι· καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἐν ᾧ μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν.
9.3.8
αὐτοὶ δὲ καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθεσθέντων δὲ μεθ' ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος ἑκάστῳ. προκατεύχεται δὲ ὁ ἱερεὺς τῆς τροφῆς, ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δὲ ἐπεύχεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι
9.3.9
γεραίρουσι τὸν θεόν. ἔπειθ' ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπ' ἔργα τρέπονται μέχρι δείλης. δειπνοῦσι δὲ ὑποστρέψαντες ὁμοίως, συγκαθε
9.3.10
ζομένων τῶν ξένων, οἳ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει· τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαίνεται. τούτου δὲ αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ' αὐτοῖς τροφὴν καὶ
9.3.11
ποτὸν μέχρι κόρου. τοῖς δὲ ζηλοῦσι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλ' ἐπ' ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ ἐν τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν
9.3.12
ὑδάτων μεταλαμβάνει. παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω· μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ
9.3.13
φανεὶς ἄξιος, οὕτως εἰς τὸν ὅμιλον ἐγκρίνεται. πρὶν δὲ τῆς κοινῆς ἅψασθαι τροφῆς, ὅρκους αὐτοῖς ὄμνυσι φρικώδεις· πρῶτον μὲν εὐσεβήσειν τὸ θεῖον, ἔπειτα τὰ πρὸς ἀνθρώπους δίκαια φυλάξειν καὶ μήτε κατὰ γνώμην βλάψειν τινὰ μήτ' ἐξ ἐπιτάγματος, μισήσειν δ' ἀεὶ τοὺς ἀδίκους καὶ συναδικήσεσθαι τοῖς δικαίοις· τὸ πιστὸν πᾶσι μὲν παρέξειν, μάλιστα δὲ τοῖς κρατοῦσιν οὐ γὰρ δίχα θεοῦ περιγίγνεσθαί τινι τὸ ἄρχειν· κἂν αὐτὸς ἄρχῃ, μηδεπώποτε ἐξυβρίσαι εἰς τὴν ἐξουσίαν μηδὲ ἐσθῆτι ἤ τινι πλέονι κόσμῳ τοὺς ὑποτεταγμένους ὑπερλαμπρύνεσθαι· τὴν ἀλήθειαν ἀγαπᾶν ἀεὶ καὶ τοὺς ψευδομένους προβάλλεσθαι· χεῖρας κλοπῆς καὶ ψυχὴν ἀνοσίου κέρδους καθαρὰν φυλάξειν, καὶ μήτε κρύψειν τι τοὺς αἱρετιστὰς μήθ' ἑτέροις αὐτῶν τι μηνύσειν,
9.3.14
κἂν μέχρι θανάτου τις βιάζηται. πρὸς δὲ τούτοις ὄμνυσι μηδενὶ μὲν μεταδοῦναι τῶν δογμάτων ἑτέρως ἢ ὡς αὐτὸς παρέλαβεν, ἀφέξεσθαι δὲ λῃστείας καὶ συντηρήσειν ὁμοίως τά τε τῆς αἱρέσεως αὐτῶν βιβλία καὶ τὰ τῶν ἀγγέ
9.3.15
λων ὀνόματα. τοιοῦτοι μὲν οἱ ὅρκοι· οἱ δὲ ἁλόντες καὶ ἐκβληθέντες κακῷ μόρῳ φθείρονται. τοῖς γὰρ ὄρκοις καὶ τοῖς ἔθεσιν ἐνδεδεμένοι οὐδὲ τῆς παρὰ τοῖς ἄλλοις τροφῆς δύνανται μεταλαμβάνειν, ποηφαγοῦντες δὲ καὶ λιμῷ δια
9.3.16
φθειρόμενοι ἀπόλλυνται. διὸ δὴ πολλοὺς ἐλεήσαντες ἐν ταῖς ἐσχάταις ἀνάγκαις ἀνέλαβον, ἱκανὴν τιμωρίαν δεδωκέναι νομίζοντες ἐπὶ τοῖς ἁμαρτή
9.3.17
μασι τὴν μέχρι θανάτου βάσανον. τὴν δὲ σκαλίδα διδόασι τοῖς μέλλουσιν αἱρετισταῖς, ἐπεὶ καὶ αὐτοὶ ἄλλως οὐ θακεύουσιν ἢ βόθρον ὀρύξαντες εἰς βάθος ποδιαῖον περικαλύψαντές τε θοἰματίῳ, ὡς μὴ ταῖς αὐγαῖς ἐνυβρίζειν τοῦ
9.3.18
θεοῦ. τοσαύτη δέ ἐστιν αὐτῶν ἡ λιτότης ἡ περὶ τὴν δίαιταν καὶ ἡ ὀλιγότης ὡς ἐν τῇ ἑβδομάδι μὴ δεῖσθαι κενώσεως, ἣν τηρεῖν εἰώθασιν εἰς ὕμνους
9.3.19
τῷ θεῷ καὶ εἰς ἀνάπαυσιν. ἐκ δὲ τῆς ἀσκήσεως ταύτης τοσαύτην πεποίηνται καρτερίαν, ὡς στρεβλούμενοι καὶ λυγιζόμενοι καὶ καόμενοι καὶ διὰ πάντων ὁδεύοντες τῶν βασανιστηρίων ὀργάνων, ἵν' ἢ βλασφημήσωσι τὸν νομοθέτην
9.3.20
ἢ φάγωσί τι τῶν ἀσυνήθων, οὐδέτερον ὑπομένειν. διέδειξαν δὲ τοῦτο ἐν τῷ πρὸς Ῥωμαίους πολέμῳ. ἐπεὶ οὐδὲ κολακεῦσαι τοὺς αἰκιζομένους ἢ δακρῦσαι ὑπομένουσι, μειδιῶντες δὲ ἐν ταῖς ἀλγηδόσι καὶ κατειρωνευόμενοι τῶν τὰς βασάνους προσφερόντων, εὔθυμοι τὰς ψυχὰς ἠφίεσαν, ὡς πάλιν κομιούμενοι· καὶ γὰρ ἔρρωται παρ' αὐτοῖς ἥδε ἡ δόξα, φθαρτὰ μὲν εἶναι τὰ σώματα καὶ τὴν ὕλην οὐ μόνιμον αὐτῶν, τὰς δὲ ψυχὰς ἀθανάτους ἀεὶ διαμένειν· καὶ συμπλέκεσθαι μὲν ἐκ τοῦ λεπτοτάτου φοιτώσας αἰθέρος, ῥύμῃ φυσικῇ κατασπωμένας, ἐπειδὰν δὲ ἀνεθῶσι τῶν κατὰ σάρκα δεσμῶν, οἷον δὴ μακρᾶς δου
9.3.21
λείας ἀπηλλαγμένας, τότε χαίρειν καὶ μετεώρους φέρεσθαι. ἀπὸ δὴ τῆς τοιαύτης διαίτης καὶ τῆς πρὸς ἀλήθειαν καὶ τὴν εὐσέβειαν ἀσκήσεως εἰκότως ἐν αὐτοῖς πολλοί, οἳ καὶ τὰ μέλλοντα προγινώσκουσιν, ὡς ἂν βίβλοις ἱεραῖς καὶ διαφόροις ἁγνείαις καὶ προφητῶν ἀποφθέγμασιν ἐμπαιδοτριβούμενοι· σπάνιον δέ, εἰ ἐν ταῖς προαγορεύσεσιν ἀστοχοῦσι.»
9.3.22
Ταῦτα μὲν ὁ Πορφύριος, ἐκ παλαιῶν, ὡς εἰκός, ἀναγνωσμάτων τῇ τῶν δηλουμένων ἀνδρῶν εὐσεβείᾳ τε ὁμοῦ καὶ φιλοσοφίᾳ ἐν τῷ τετάρτῳ συγγράμματι τῶν σπουδασθέντων αὐτῷ Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς ἐμαρτύρησεν.

Intertext edge

Open linked passage

Note