Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Quaestiones evangelicae ad Stephanum
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eusebius-of-caesarea-2" aria-label="More works by Eusebius of Caesarea (eusebius-of-caesarea)"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.1.1
ΣΤΕΦΑΝΟΝ ΠΕΡΙ ΤΩΝ ΕΝ ΕΥΑΓΓΕΛΙΟΙΣ ΖΗΤΗΜΑΤΩΝ ΚΑΙ ΛΥΣΕΩΝ. Διὰ τί τὸν Ἰωσὴφ, ἀλλ' οὐ τὴν Μαρίαν, οἱ εὐαγγελισταὶ γενεαλογοῦσιν.
1.2.1
Διὰ τί τὸν Ἰωσὴφ, ἀλλ' οὐ τὴν Μαρίαν, οἱ εὐαγγελισταὶ γενεαλογοῦσιν. Πόθεν τὸν Χριστὸν ὡς υἱὸν Δαβὶδ γενεαλογούσι; πάντως ὅτι διὰ τὸν Ἰωσὴφ τὸν ἐκ Δαβὶδ γεγονότα· ἀλλ' οὐκ ἐκ τοῦ Ἰωσὴφ ὁ Χριστὸς, ἀλλ' ἐκ Πνεύματος ἁγίου καὶ Μαρίας, ὥς φησιν ἡ Γραφή· ἐχρῆν τοίνυν τὴν Μαρίαν γενεαλογεῖν, εἴπερ τὸν Χριστὸν γενεαλογεῖν ἐβούλοντο, ἀλλ' οὐ τὸν Ἰωσὴφ, ᾧ μηδὲν προσήκων τυγχάνει κατὰ σάρκα ὁ Χριστὸς, μὴ ἐξ αὐτοῦ γεγεννημένος· εἰ δὲ μὴ ἐξ αὐτοῦ τυγχάνει ὢν, ἀλλ' ἐκ μόνης τῆς Μαρίας, οὐκ ἂν εἴη ἐκ τοῦ Δαβὶδ, ἐπειδὴτὴν Μαρίαν οὐδεὶς λόγος ἀποδείκνυσιν ἀπὸ Δαβὶδ γενομένην· μάτην ἄρα τὸν Χριστὸν ἐκ σπέρματος Δαβὶδ θρυλλοῦσι, μήτε τοῦ Ἰωσὴφ ὄντα υἱὸν, μήτε τῆς Μαρίας ἀπὸ Δαβὶδ γενεαλογουμένης· τοιαῦτα μέν τινα τὸ πρῶτον τῶν ἠπορημένων περιεῖχε· λύσις δ' ἂν εἴη αὐτῷ ἥδε.
1.3.1
Τῶν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ πράξεων, τὰ μὲν σιωπᾶσθαι ἀναγκαῖον ἦν τοῖς τότε, τὰ δὲ εἰς πολλῶν ἀκοὰς διεδίδοτο, ὅσα πρὸς ὠφέλειαν ἤμελλε συμβάλλεσθαι τοῖς ἀκροωμένοις· οἷον ὡς ἐπὶ παραδείγματος τριακοστὸν ἄγων τῆς τοῦ σώματος ἡλικίας ἔτος, πάρεισιν ἐπὶ τὸ παρὰ τῷ Ἰωάννῃ βάπτισμα· καὶ ἐντεῦθεν ἀπάρχεται τῆς διδασκαλίας καὶ τῶν τεραστίων ἔργων· τίνα δὲ τὰ πρὸ τοῦ βαπτίσματος ἐντὸς ὅλων ἐτῶν τριάκοντα πραχθέντα αὐτῷ, οὐδεμία ἱστορία δηλοῖ, οὐδ' ἔστιν ἀπό τινος θείας Γραφῆς τὸν πρὸ τούτου καταμαθεῖν αὐτοῦ βίον. Ἀλλὰ καὶ ἐξ οὗπερ εἰς πάντας ἐγνώσθη, τὰ μὲν εἰς ἀκοὰς πάντων ἐκήρυττε, τὰ δὲ μόνους τοὺς αὑτοῦ μαθητὰς ἐμυσταγώγει· καὶ ποτὲ μὲν παραδοξοποιῶν παρῄνει μηδενὶ λέγειν, ποτὲ δὲ ἄνευ τῆς τοιᾶσδε παραινέσεως τὰ θαυμάσια κατειργάζετο. Ἓν δὴ οὖν μάλιστα τῶν σεσιγῆσθαι δεδογμένων, τὸ κατὰ τὴν γένεσιν αὐτοῦ θαῦμα ἦν· οὐδενὸς τῶν καθ' ὃν ἐνηνθρώπησε χρόνον, ὀλίγων ἐκτὸς τούτου γνῶσιν κεκτημένου.
1.4.1
Φησὶ δέ που ὁ ἅγιος ἀνὴρ Ἰγνάτιος ὄνομα αὐτῷ, τῆς Ἀντιοχέων Ἐκκλησίας δεύτερος γεγονὼς μετὰ τοὺς ἀποστόλους ἐπίσκοπος, ὡς ἄρα καὶ τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἔλαθεν ἡ παρθενία Μαρίας, καὶ ἡ τοῦ Σωτῆρος ἐξ αὐτῆς γένεσις· λέγει δ' οὕτως· «Καὶ ἔλαθε τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου ἡ παρθενία Μαρίας, καὶ ὁ τοκετὸς αὐτῆς, ὁμοίως καὶ ὁ θάνατος τοῦ Χριστοῦ· τρία μυστήρια κραυγῆς, ἅτινα ἐν ἡσυχίᾳ Θεοῦ ἐπράχθη.» Ἔστι δὲ καὶ λογισμῷ λαβεῖν, ὅτι μὴ πάντων ἦν τῶν ἐν σαρκὶ βιούντων τὸν Χριστὸν Θεοῦ καὶ σὺν ἀνθρώποις ἀναστραφέντα οἷα κοινὸν ἄνθρωπον ὁρώντων, τὸ δύνασθαι πιστεύειν ἐξ ἀπειρογάμου κόρης αὐτὸν δίχα πατρὸς γεγονέναι οὐδ' εἰς πολλοὺς ἐκφέρειν, ὅτι μὴ ἐκ τοῦ Ἰωσὴφ ἡ Μαρία συλλαβοῦσα τὸν Ἰησοῦν ἐγέννα, λυσιτελὲς ἦν· ἦ γὰρ ἂν καὶ δίκην κατὰ τὸν Μωϋσέως νόμον ἡ παρθένος ὑπέσχεν, ὡς πρὸ ὥρας γάμου διαφθαρεῖσα τὴν παρθενίαν· διόπερ εἰκότως ἐπισημαίνεται ἀκριβῶς φήσασα ἡ Γραφὴ, «Πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα·» μονονουχὶ διδάσκουσα ὅτι μὴ πρὸ γάμου συνείληφε, μηδὲ πρὸ τοῦ παρὰ τὸν ἄνδρα ἐλθεῖν· μετὰ δὲ τὸ συναφθῆναι τὸν Ἰωσὴφ καὶ παρ' αὐτῷ γενέσθαι, παρὰ πᾶσί τε γυναῖκα αὐτοῦ χρηματίσαι, συνόντων ἀλλήλοις, καὶ τῆς γαμικῆς ὁμιλίας ἅπτεσθαι ἤδη γοῦν μελλόντων, αὐτῆς ὡς εἰπεῖν ὥρας πρὶν ἢ συνελθεῖν αὐτοὺς, εὑρέθη ἐν γαστρὶ ἔχουσα ἐκ Πνεύματος ἁγίου. Καὶ τοῦτό γε παγχρησίμως εἰς τὸ λαθεῖν τοὺς πολλοὺςᾠκονόμητο· εἰ γὰρ δὴ παρὰ τοῖς αὑτῆς γονεῦσιν οὖσαν ἔτι συνέβη κατὰ γαστρὸς λαβεῖν, κἂν εἰκὸς ἦν βοηθῆναι τὸ πρᾶγμα ὅτι μὴ ἐκ προδήλου ἀνδρὸς ἐκυοφορήθη, θᾶττον δ' ἂν καὶ ἀνῄρητο κατὰ τὸν νόμον· ἢ εἰ μὴ τοῦτο, αἰσχρᾶς δ' οὖν οὐκ ἂν ἠλευθέρωτο ὕβρεως· οὐ γὰρ δήπου μάρτυς αὐτὴ ἑαυτῆς καὶ τῶν περὶ αὐτῇ πεπραγμένων ἀξιόπιστος ἦν· οὐδ' ἂν ἐπείσθη τις ἢ ἀγγέλου ἐπιφάνειαν, καὶ τὰ πρὸς αὐτὴν εἰρημένα πρὸς τοῦ Γαβριὴλ αὐτῇ διηγουμένῃ, οὐδ' ἂν κύουσαν ἤδη προσήκατο εἰς τὸν ἑαυτοῦ οἶκον Ἰωσὴφ, ἀνὴρ δίκαιος εἶναι μεμαρτυρημένος· διόπερ εἰκότως οὐ παρὰ τοῖς αὑτῆς γονεῦσιν, ἀλλ' ἤδη παρ' αὐτῷ γενομένη ἐγκύμων σὺν αὐτῷ γενομένη, παρ' αὐτὴν ὡς εἰπεῖν τὴν τοῦ γάμου τάξιν· πρὸ γὰρ τοῦ συνελθεῖν αὐτοὺς, ὡς ἡ Γραφὴ μαρτυρεῖ, εὑρέθη ἐν γαστρὶ ἔχουσα.
1.5.1
Τίνι δ' ἄρα εὑρέθη, ἀλλ' ἢ τῷ Ἰωσήφ; πῶς δὲ καὶ τίνα τρόπον εὕρηται τοῦτο τῷ Ἰωσὴφ, ὁ λόγος διδάξει φὰς, ἐκ Πνεύματος ἁγίου γνωστὸν γέγονεν οὕτω καὶ τῷ Ἰωσήφ· δίκαιος γὰρ ἦν· δίκαιος δὲ τυγχάνων, οὐ θαυμαστὸν εἰ καὶ θείου Πνεύματος ἠξίωτο πρὸς τὸ συνεῖναι μὲν τῆς μελλούσης γαμετῆς κύησιν, ἐπισχεῖν δὲ τὴν κατὰ ἄνδρα κοινωνίαν. Αὐτίκα συνεὶς καὶ καταπλαγεὶς ἐβουλήθη λάθρα ἀπολῦσαι αὐτήν· μείζονα ἢ κατὰ τὴν σὺν αὐτῷ διατριβὴν τὰ πεπραγμένα εἶναι λογισάμενος. Καὶ τοῦτο ἄρα ἦν τὸ αἴτιον, δι' ὃ, δίκαιος ὢν, οὐκ ἔκρινε μὲν δίκαιον εἶναι δειγματίσαι αὐτὴν, ἐβουλήθη δὲ λάθρα ἀπολῦσαι αὐτήν· καὶ μὴν εἰ μὴ ἐξ ἁγίου Πνεύματος πέπειστο αὐτὴν συνειληφέναι, ἀκριβῶς εἰδὼς ὅτι μηδὲ ἐξ αὐτοῦ τὸ κατὰ γαστρὸς ἔφερε, τί δῆτα δίκαιος ὢν ὁ ἀνὴρ, οὐκ εἰς πάντας ἐξάγων τὴν διαφθαρεῖσαν πρὸ γάμου τὴν ὥραν, τοῖς τὰ τοιαῦτα κρίνειν παρεδίδου δράσασαν δειγματίσαι; πῶς δὲ δίκαιος ὁ τὴν παράνομον πρᾶξιν ἐπισκιάζειν καὶ ἐπικρύπτειν προθυμούμενος; ἀλλ' οὐκ εἰκὸς τὸν εὐαγγελιστὴν δίκαιον αὐτὸν ἐπὶ τούτοις φάναι, ἀλλὰ γὰρ συναισθόμενον διὰ ἁγίου Πνεύματος τὴν θειοτέραν τῆς Παρθένου γεγονέναι κύησιν, καὶ κρείττονα τῆς σὺν αὐτῷ διατριβῆς ἡγησάμενον εἶναι τὴν οἰκονομίαν, εἰκότως φησὶν αὐτὸν διανενοῆσθαι λάθρα ἀπολῦσαι αὐτὴν μὴ δειγματισθεῖσαν ὑπ' αὐτοῦ, μηδὲ τοῖς πολλοῖς φανερὰν γενομένην· εὖ γοῦν καὶ τὸ μὴ θέλων αὐτὴν δειγματίσαι εἰρῆσθαι δοκεῖ ὑπὸ τοῦ εὐαγγελιστοῦ· οὐ γὰρ ἔφησε μὴ θέλων αὐτὴν παραδειγματίσαι, ἀλλὰ μὴ δειγματίσαι θέλων· πολλῆς οὔσης ἐν τούτοις διαφορᾶς· ὡς γὰρ οὐ ταυτὸν σημαίνει τὸ γράψαι καὶ παραγράψαι, καὶ τὸ λογίσασθαι καὶ παραλογίσασθαι, καὶ ψηφίσαι καὶ παραψηφίσαι· οὕτως οὐδὲ τὸ δειγματίσαι καὶ παραδειγματίσαι· τὸ μὲν γὰρ παραδειγματίσαι, τὴν ἐπὶ κακῶς πράξαντι εἰς πάντας φανέρωσίν τε καὶ διαβολὴν ὑποβάλλει νοεῖν· τὸ δὲ δειγματίσαι, τὸ φανερὸν ἁπλῶς ποιῆσαι.
1.6.1
Ἐπειδὴ δὲ τούτου γενομένου, εἰ καὶ λάθρα αὐτὴν ἀπολελύκει, μεῖζον ἦν τὸ πρᾶγμα, ἢ κατὰ τὸ λαθεῖν τοὺς πολλοὺς, εἰκότως ἐπιστὰς ὄναρ ὁ ἄγγελος ἔφη τῷ Ἰωσήφ· «Ἰωσὴφ Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Καὶ θέα γε ὡς πρῶτον υἱὸν Δαβὶδ ἀνακαλεῖ, ἀναπέμπων ἐπὶ τὸν προπάτορα, διὰ τὸν ἐκ σπέρματος Δαβὶδ τοῖς πᾶσι προσδοκώμενον· ἐπεὶ διὰ τί μὴ υἱὸν αὐτὸν ἔφησεν Ἰακώβ; οὗτος γὰρ ἦν αὐτοῦ κατὰ σάρκα πατὴρ, ὡς μαρτυρεῖ ὁ εὐαγγελιστής· «Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακώβ· Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ·» νῦν δὲπαρεὶς τοῦ πατρὸς τὴν μνήμην, τοῦ προπάτορος ὑπομιμνήσκει· μονονουχὶ σημαίνων ὡς ἄρα ὁ ἐπηγγελμένος τῷ Δαβὶδ, οὗτος ἦν ὁ παραδόξως ὁ μὴ ἐξ αὐτοῦ, ἐκ Πνεύματος δὲ ἁγίου ὑπὸ τῆς Μαρίας κυούμενος· ἔπειτα δὲ αὐτῷ θαρσεῖν παρακελεύεται δι' ὃν εἶχεν φόβον· οὐχ ὁ τυχὼν γὰρ φόβος ἦν αὐτῷ συναισθομένῳ μὴ ἐξ ἀνδρὸς κεκυηκέναι τὴν Μαρίαν· κἄπειτα αὐτὸν διδάσκει οὐχ ὃ μὴ ἠγνόει, ἀλλὰ τοῦ καὶ πρότερον γιγνωσκομένου τὴν αἰτίαν· λέγει δ' οὖν· «Τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν, ἐκ Πνεύματός ἐστιν ἁγίου.»
1.7.1
Τοιαύτη τις καὶ τοσαύτη γενέσθαι οἰκονομία ὑπὲρ τοῦ λαθεῖν τὴν τῆς παρθένου κύησιν τοὺς ἀπίστους, ἐκ τῆς θείας ὑποφαίνεταί μοι Γραφῆς· καὶ γὰρ οὐκ ἂν ἐπιστεύθη ῥᾳδίως ὁ λόγος παρὰ τοῖς τοῦτο ἀκούουσιν, ἄνδρα τε αὐτὸν ἡμῖν ὁμοιοπαθῆ τὸ σῶμα, καὶ κατ' οὐδὲν τὴν θνητὴν φύσιν παραλλάττοντα θεωμένοις· τί γὰρ εἰ καὶ μετὰ ταῦτα παραδοξοποιῶν καὶ τὰς ἐνθέους εὐεργεσίας εἰς πολλοὺς ἐκτείνων ἐξέπληττε τοὺς ὁρῶντας; οὐχὶ δὲ καὶ Μωϋσῆς πολλὰ θαυματουργήσας, τῆς κοινῆς ὅμως γενέσεως οὐκ ἠμοίρει; Ἠλίας τε, καὶ Ἐλισσαῖος, καὶ ὁ καθεῖς τῶν προφητῶν; οὐδὲν οὖν πρὸς τὸ μὴ ἐξ ἀνδρὸς νομίζεσθαι τὸν Ἰησοῦν ἡ τῶν τεραστίων ἔργων ἐπίδειξις αὐτῷ συνεβάλλετο· αὐτίκα οἱ κατ' αὐτὸν οὐδ' ἄλλο τι περὶ τῆς γενέσεως αὐτοῦ φανταζόμενοι, καίπερ τὰ δρώμενα ὑπ' αὐτοῦ ὁρῶντες, ἔλεγον πρὸς ἀλλήλους· «Πόθεν τούτῳ πᾶσα ἡ σοφία αὕτη καὶ αἱ δυνάμεις; οὐχ οὗτός ἐστιν ὁ τοῦ τέκτονος υἱός; οὐχὶ ἡ μήτηρ αὐτοῦ λέγεται Μαρία; καὶ οἱ ἀδελφοὶ αὐτοῦ, Ἰάκωβος καὶ Ἰωσὴφ καὶ Σίμων καὶ Ἰούδας; καὶ αἱ ἀδελφαὶ αὐτοῦ οὐχὶ πᾶσαι πρὸς ἡμᾶς εἰσι;» Καὶ ἄλλοτε πάλιν τῆς μητρὸς καὶ τῶν ἀδελφῶν ἑστώτων ἔξω καὶ ζητούντων λαλῆσαι αὐτῷ, εἶπέ τις αὐτῷ· «Ἰδοὺ ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν σε θέλοντες.» Καὶ τί θαυμαστὸν ὅτε καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ ἀπόστολοι ἐρωτηθέντες, «Τίνα με, φησὶν, οἱ ἄνθρωποι λέγουσιν;» ἀπεκρίναντο, ὡς ἄρα οἱ μὲν Ἰωάννην αὐτὸν εἶναι ἡγοῦνται, οἱ δὲ Ἠλίαν, οἱ μὲν Ἱερεμίαν, οἱ δὲ ἕτερόν τινα τῶν προφητῶν· ἐρωτώμενοι δὲ τίνα ποτὲ καὶ αὐτοὶ δόξαν ἔχουσι περὶ αὐτοῦ, οἱ πάντες ἀπεσιώπησαν, ὡς οὐκ ἔχοντες εἰπεῖν· μόνου δὲ Πέτρου φήσαντος, ὡς ἄρα αὐτὸς εἴη ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος, ἅτε μόνῳ αὐτῷ τοῦτο γνωσθέντι ἐπιφέρει λέγων· «Μακάριος εἶ Σίμων βὰρ Ἰωνᾶ, ὅτι σὰρξκαὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς.» Μαρτυρεῖ δὲ καὶ ἡ Μαρία βαθεῖ λογισμῷ παρ' ἑαυτῇ κατέχειν τὰ γεγενημένα· φησὶ γοῦν ἡ Γραφή· «Ἡ δὲ Μαρία πάντα συνετήρει τὰ ῥήματα ταῦτα συμβάλλουσα ἐν τῇ καρδίᾳ αὑτῆς.»
1.8.1
Οὐκοῦν ἀποδέδεικται ὅτι χρησίμως κατ' ἐκεῖνο καιροῦ, ἡ μὲν ἐξ ἁγίου Πνεύματος τοῦ Ἰησοῦ γένεσις παρὰ τοῖς πολλοῖς ἀπεσιωπᾶτο, ὁ δὲ Ἰωσὴφ ἐν χώρᾳ πατρὸς παρελαμβάνετο· εἰκότως οὖν ὁ πατὴρ τοῦ παιδὸς ἐγενεαλογεῖτο· εἰ δὲ οὖν μὴ τοῦτο ἐγεγόνει, ἀπάτωρ ἂν ἐνομίσθη ὁ παῖς μὴ ἐκ πατρὸς γενεαλογούμενος· τοῦτο δὲ εἰς ἀσέβειαν ἤγαγεν ἂν τοὺς πολλοὺς, οἳ δι' ἄγνοιαν τῆς περὶ τὸ πρᾶγμα ἀληθείας ἐδυσφήμουν τὴν γένεσιν· χρησίμως οὖν καὶ τοῦ τέκτονος υἱὸς καὶ τῶν ὠνομασμένων τέκνων ἀδελφὸς ἐχρημάτιζεν· ἐπεὶ καὶ Θεὸς Λόγος ὢν, οὐκ ἀπηρνεῖτο ἑαυτὸν εἶναι ἄνθρωπον, ἀλλὰ καὶ παρήγγελλε τοῖς ἑαυτοῦ μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτὸς εἴη ὁ πάλαι πρὸς τῶν προφητῶν ἥξειν βοώμενος ὁ Χριστὸς τοῦ Θεοῦ· οὐ γὰρ ἂν οὐδὲ ἐπίστευσαν οἱ πολλοὶ τῶν τότε θεωμένων αὐτὸν εὐτελὲς σχῆμα περιβεβλημένον· οὕτω δὲ καὶ ἐπὶ τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἐνετείλατο πάλιν τοῖς ἑαυτοῦ μαθηταῖς λέγων· «Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ·» εἰκὸς γὰρ μηδὲ τοῦτο πιστεῦσαι τῶν τότε τοὺς πολλούς· εἰ δὲ ταῦτα μὴ εἰς φανερὸν ἥκειν ἔκρινεν, ἦ πού γε τὰ τῆς ἐκ παρθένου γενέσεως ἀποσιωπᾶσθαι τὸ τηνικαῦτα παρὰ τοῖς πολλοῖς ἐχρῆν, εἰς ἐπιτήδειον καιρὸν τῆς περὶ αὐτοῦ ἀληθείας ἀναφανησόμενα· οὗτος δὲ ἦν ὁ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ, καὶ τῆς εἰς οὐρανοὺς ἀναλήψεως, τῆς τε εἰς πάντα τὸν κόσμον ὡς ἂν περὶ Λόγου Θεοῦ διαδραμούσης περὶ αὐτοῦ φήμης· ὅ τε τῆς τῶν ἐθνῶν κλήσεως, καθ' ὃν καὶ αἱ θεῖαι αὐτοῦ φωναὶ τέλος ἐλάμβανον, τὰ τῶν προγνώσεων αὐτοῦ καὶ προῤῥήσεων διὰ τῆς τῶν πραγμάτων ἐκβάσεως ἐναργῶς πιστούμεναι.
1.9.1
Τοῖς γοῦν καθ' ἡμᾶς ταῦτα παραδεξαμένοις καὶ τὴν ὑπὲρ ἄνθρωπον αὐτοῦ φύσιν ἐπεγνωκόσιν, εἰκότως τά τε λοιπὰ καὶ τὰ τῆς γενέσεως πιστὰ εἶναι ὁμολογεῖται· πλὴν ἀλλ' οἱ θαυμάσιοι εὐαγγελισταὶ ἀναγκαίως τότε παρὰ Ἰουδαίοις τὸν Ἰωσὴφ ἐγενεαλόγουν αὐτὸν ἐκεῖνον τὸν παρὰ πᾶσι βοώμενον τοῦ Ἰησοῦ πατέρα· εἰ γὰρ τοῦτο παρελθόντες, μητρόθεν αὐτὸν ἐγενεαλόγουν, πρὸς τῷ καὶ ἀπρεπὲς εἶναι τοῦτο, καὶ τῆς τῶν θείων Γραφῶν εὐηθείας ἀλλότριον, ὅτι μηδεὶς τὸ πρότερον ἐκ γυναικὸς γενεαλογηθεὶς ἱστορεῖται, ἔδοξεν ἂν ἀπάτωρ τις εἶναι καὶ δυσγενὴς ὁ γενεαλογούμενος· τοῦτο δὲ, ὡς ἔφην, οὐ μικρᾶς ἦν δυσφημίας ὁμοῦ καὶ κατηγορίας· διὸ χρησίμως τὸν Ἰωσὴφ ἀπὸ Δαβὶδ διὰ τὴν ἀποδοθεῖσαν αἰτίαν γενεαλογοῦντες, ἐν ταυτῷ καὶ τὴν Μαριὰμ ἐκ Δαβὶδ γεγονέναι συνίστων, διὰ τοῦ μνηστῆρος τὸ τῆς γαμετῆς ὑποφαίνοντες γένος· νόμου γὰρ Μωϋσέως διαγορεύοντος μὴ ἄλλοθεν ἐξεῖναι πρὸς γάμον λαμβάνειν, ἢ ἐκ τοῦ γένους τοῦ οἰκείου καὶ τῆς ἰδίας φυλῆς, ὡς ἂν μὴ περιστρέφοιτο τοῦ γένους ὁ κλῆρος ἀπὸ φυλῆςεἰς φυλὴν, αὐτάρκης ἦν ἡ περὶ τοῦ ἀνδρὸς ἀναγραφὴ καὶ τὴν γυναῖκα δηλῶσαι· νομικῶς γὰρ βιοὺς οὐδ' ἄλλοθεν ἐμνᾶτο τὴν γυναῖκα, ἢ πρῶτα μὲν ἐκ τῆς φυλῆς τῆς πατρικῆς αὐτοῦ, αὕτη δὲ ἦν ἡ τοῦ Ἰούδα· ἔπειτα ἐκ τοῦ δήμου καὶ τῆς αὐτῆς πατριᾶς, αὕτη δὲ ἦν ἡ τοῦ Δαβίδ· τοιαῦτα γὰρ ἦν τὰ τοῦ νόμου παραγγέλματα· ὅτε τοίνυν ὁ Ἰωσὴφ φυλῆς γεγονὼς ἀποδείκνυται Ἰούδα, κλήρου τε καὶ πατριᾶς Δαβὶδ, πῶς οὐχ ἕπεται καὶ τῇ Μαρίᾳ ἐκ τῶν αὐτῶν ὁρᾶσθαι;
1.10.1
Εἰ δὲ λέγοιτο ὑπάρχειν συγγενὴς τῆς Ἐλισάβετ, αὐτῆς μὲν οὔσης ἐκ φυλῆς Ἰούδα, τῆς τε Ἐλισάβετ ἐκ τῆς τοῦ Λευῒ, μὴ θαυμάσῃς· πᾶν γὰρ τὸ Ἰουδαίων ἔθνος ἑνὸς ἦν γένους, αἵ τε φυλαὶ πᾶσαι ἀλλήλων συγγενεῖς· ἔνθεν καὶ ὁ θεῖος Ἀπόστολος συγγενεῖς αὑτοῦ πάντας ὀνομάζει Ἰουδαίους, λέγων· «Ηὐχόμην γὰρ ἀνάθημα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου, τῶν συγγενῶν μου κατὰ σάρκα, οἵτινές εἰσιν Ἰσραηλῖται·» καίτοι συγγενεῖς αὐτοῦ ἐτύγχανον μόνοι ἐκ φυλῆς Βενιαμίν· οὐκοῦν πάντας ἁπλῶς τοὺς ἐξ Ἰσραὴλ ἀδελφοὺς καὶ συγγενεῖς ἑαυτοῦ προσεῖπεν ὁ Παῦλος· οὕτω δ' οὖν καὶ τὴν Ἐλισάβετ συγγενίδα προσεῖπεν ὁ ἄγγελος τῇ Μαριὰμ, διὰ τὸ ἄμφω Ἰσραηλίτιδας εἶναι· καὶ ἄλλως δὲ εἰκὸς ἀπὸ τόπου συγγενίδα τῆς Μαρίας κεκλῆσθαι τὴν Ἐλισάβετ, διὰ τὸ οἰκεῖν ἐπὶ τῆς Ἰούδα φυλῆς ἀφ' ἧς ὡρμᾶτο ἡ Μαρία· μαρτυρεῖ γοῦν ὁ Λουκᾶς λέγων· «Ἀναστᾶσα δὲ Μαριὰμ ἐν ταῖς ἡμέραις ταύταις, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ·» τοῦ γὰρ Μωϋσέως νόμου μὴ ἀφορίσαντος τῇ τῶν ἱερέων φυλῇ κλῆρον, ὅτι Κύριος ὁ Θεὸς μερὶς αὐτῶν, διαταξαμένου δὲ μεταξὺ τῶν λοιπῶν φυλῶν οἰκεῖν αὐτοὺς, τοῦ τε Ζαχαρίου καὶ τῆς Ἐλισάβετ πόλιν φυλῆς Ἰούδα κατοικησάντων, ἀφ' ἧς ὡρμᾶτο Μαρία, εἰκὸς καὶ ταύτης ἕνεκεν τῆς αἰτίας συγγενεῖς αὐτὰς ἀνειρῆσθαι· οὐκ ἀπεικὸς δὲ καὶ τῆς ὁμοιοτροπίας χάριν, δι' ἧς ἄμφω τῆς σωτηρίου οἰκονομίας ἠξιώθησαν, ἡ μὲν τὸν Σωτῆρα, ἡ δὲ τὸν πρόδρομον τοῦ Σωτῆρος ὑποδεξάμεναι, ἑνός τε καὶ τοῦ αὐτοῦ ἁγίου Πνεύματος μετασχοῦσαι· διὸ καὶ μάλιστα μιᾶς τῆς κατὰ Θεὸν συγγενείας μετεῖχον. Ἀλλὰ τοῦτο μὲν οὕτως ἀπολυτέον.
1.11.1
Εἰ δὲ κεφαλὴ τῆς γυναικὸς τυγχάνει ὁ ὢν ἀνὴρ, κατὰ τὸν θεῖον Ἀπόστολον, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν, κατὰ τὸν Μωϋσέως νόμον, ἥ τε μεμνηστευμένη ἀνδρὶ διαμαρτοῦσα μοιχείας κατὰ τὸ αὐτὸ τιμωρίαν ὑπομένει, ὡς ἤδη τοῦ μνηστῆρος σῶμα γενομένη καὶ κεφαλὴν ἐπιγραψαμένη τὸν ἄνδρα, πῶς οὐχὶ τῆς κεφαλῆς γενεαλογουμένης, ἕπεται καὶ τὸ σῶμα τῇ κεφαλῇ συναριθμεῖσθαι; ὥστε καὶ τὴν Μαρίαν ἤδησυνημμένην τῷ Ἰωσὴφ, εἰκότως συναντιλαμβάνεσθαι τῆς γενεαλογίας ὅτε μάλιστα τῆς αὐτῆς αὐτῷ φυλῆς οὐ μόνον, ἀλλὰ καὶ δήμου καὶ πατριᾶς ἀποδέδεικται γενομένη· καὶ ἄλλως δὲ ἐν τῷ πρὸς αὐτὴν χρηματισμῷ θεσπίζων ὁ Γαβριὴλ μετὰ τῶν ἄλλων εἴρηκε· «Καὶ δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ·» σαφῶς διδάσκων ὅτι τοῦ ἐξ αὐτῆς γενησομένου προπάτωρ ἦν ὁ Δαβίδ· πῶς γὰρ ἄλλως εἰκὸς ἦν ταῦτα τῇ παρθένῳ φάναι τὸν ἄγγελον, ἢ συνομολογοῦντα ἐκ τοῦ Δαβὶδ εἶναι; οὐ γὰρ ἂν μὴ ἐκ Δαβὶδ τυγχανούσῃ εἰρήκει τὸ, «Δώσει αὐτῷ ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ·» ποίου γὰρ πατρός; εἰκότως ἂν ἤρετο ἡ παρθένος, ὁμολογοῦσα μὲν ὅτι ἄνδρα οὐ γινώσκει, μαθοῦσα δὲ ὅτι ἐκ Πνεύματος ἁγίου συλλήψεται, εἰ μὴ ὅτι σαφὴς ἦν ὁ λόγος πρὸς θυγατέρα Δαβὶδ λεγόμενος· ἔνθεν εἰκότως φησὶν ὁ Λουκᾶς· «Ἀνέβη δὲ καὶ Ἰωσὴφ ἐκ τῆς Γαλιλαίας ἐκ πόλεως Ναζαρὲθ εἰς τὴν Ἰουδαίαν ἀπογράψασθαι εἰς πόλιν Δαβὶδ ἥτις καλεῖται Βηθλεὲμ, διὰ τὸ εἶναι αὐτὸν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ σὺν Μαρίᾳ τῇ μεμνηστευμένῃ αὐτῷ οὔσῃ ἐγκύῳ.» Οὐκέτι γὰρ ἀμφιβόλως ἀναγνωσόμεθα τὴν παροῦσαν λέξιν, ὡς τῆς Μαρίας ἀπογράψασθαι μόνης συνελθούσης, ἀλλ' ὡς καὶ αὐτῆς σὺν τῷ Ἰωσὴφ ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ ὑπαρχούσης, τὰς ἀποδείξεις ἔχοντες τῆς τοιαύτης ἑρμηνείας τοῦ λόγου ἐκ τῶν προαποδεδομένων. Δεδεῖχθαι τοίνυν σαφῶς ἡγοῦμαι, ὅτι μὴ μάτην ὁ Ἰωσὴφ ἐγενεαλογεῖτο παρὰ τοῖς θαυμασίοις τοῦ Σωτῆρος ἡμῶν ἀποστόλοις, καὶ ὅπως ἡ Μαρία ἐκ σπέρματος οὖσα τοῦ Δαβὶδ συνίσταται, ὅ τε ἐξ αὐτῆς γεγεννημένος Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ.
1.12.1
Διὰ τί ὁ μὲν ἄνωθεν ἀπὸ τοῦ Ἀβραὰμ ἀρξάμενος κατάγει τὴν γενεαλογίαν· ὁ δὲ κάτωθεν ἄνεισι, κοὐκ ἐπὶ τὸν Ἀβραὰμ ἵσταται, ἀλλ' ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν.
1.13.1
Τὸ δεύτερον τῶν ὑπὸ σοῦ προταθέντων τοῦτο ἦν· ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Ἀβραὰμ κατάγει τὴν γενεαλογίαν, ὁ δὲ Λουκᾶς τὴν ἐναντίαν τούτου βαδίσας, ἤρξατο μὲν ἀπὸ τοῦ Ἰωσὴφ, ἀνάγει δὲ ἐπὶ τὸν Ἀδὰμ καὶ τὸν Θεόν· δέον, εἴγε σύμφωνα καὶ συνωδὰ ἀλλήλοις ἔγραφον, ἢ τὸν Λουκᾶν ἀνιόντα μέχρι τοῦ Ἀβραὰμ στῆναι, ἢ τὸν Ματθαῖον μὴ ἀπὸ τοῦ Ἀβραὰμ, ἀλλ' ἀπὸ τοῦ Ἀδὰμ, εἰς ὃν κατέληξεν ὁ Λουκᾶς, ἀπάρξασθαι τῆς γενεαλογίας.– Ῥᾳδία δὲ καὶ τούτων ἡ λύσις, καὶ οὐδὲ πολλῆς κατασκευῆς δεομένη, μίαν ἀμφοτέροις ὁδὸν πορευθεῖσιν· ἐπεὶ καὶ τοὺς ἀνάντη καὶ ὄρθιον πορείαν ἀνιόντας, καὶ τοὺς ἔμπαλιν διὰ τῆς αὐτῆς κατιόντας, οὐκ ἄν τις ἑτέραν φαίη βαδίζειν, μιᾶς ἀμφοτέροις ἐγκειμένης, τοῖς τε ἀνιοῦσι καὶ τοῖς κατιοῦσι, τρίβου· τὸν αὐτὸν γοῦν τρόπον καὶ ἐπὶ τῆς τῶν γενῶν διαδοχῆς πάρεστιν· οὗτος δὲ πόῤῥωθεν Ἑβραίοις φίλος ἦν ὁ τρόπος, καὶ τῶν θείων συνήθης Γραφῶν· αὐτίκα γοῦν ἐν μὲν τῇ βίβλῳ τῆς Ῥοὺθ Δαβὶδ ἄνωθεν ἀπὸ τοῦ Ἰούδα γενεαλογεῖται διὰ τούτων· «Καὶ αὗται αἱ γενέσειςΦαρὲς ὁ δὲ ἦν Ἰούδα τοῦ ἀρχιφύλου παῖς· Φαρὲς ἐγέννησε τὸν Ἐσρώμ· καὶ Ἐσρὼμ ἐγέννησε τὸν Ἀράμ· καὶ Ἀρὰμ ἐγέννησε τὸν Ἀμιναδάβ· καὶἈμιναδὰβ ἐγέννησε τὸν Ναασσών· καὶ Ναασσὼν ἐγέννησε τὸν Σαλμών· καὶ Σαλμὼν ἐγέννησε τὸν Βοόζ· καὶ Βοὸζ ἐγέννησε τὸν Ὠβήδ· καὶ Ὠβὴδ ἐγέννησε τὸν Ἰεσσαί· καὶ Ἰεσσαὶ ἐγέννησε τὸν Δαβίδ.» Τοῦτον δ' οὖν αὐτὸν τέθειται καὶ ὁ Ματθαῖος τὸν τρόπον.
1.14.1
Ἡ δέ γε πρώτη τῶν Βασιλειῶν ἑξῆς διαδεξαμένη τῆς Ῥοὺθ τὴν γραφὴν, ἀπὸ τῶν κάτωθεν ἄνεισιν, ὥσπερ οὖν πεποίηκεν ὁ Λουκᾶς· τὸν γοῦν πατέρα τοῦ Σαμουὴλ τὸν Ἑλκανᾶ γενεαλογοῦσα ὧδέ φησι· «Καὶ ἐγένετο ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σουφεὶρ ἐξ ὄρους Ἐφραΐμ· καὶ ὄνομα αὐτῷ Ἑλκανᾶ, υἱὸς Ἱερεμιὴλ, υἱοῦ Ἐλίου, υἱοῦ Θοοῦ, υἱοῦ Σοῦρ, Ἐφραταῖος.» Ἀλλὰκαὶ ἐν τοῖς Παραλειπομένοις ποτὲ μὲν ἀπὸ τῶν πρώτων ἐπὶ τοὺς δευτέρους καθεξῆς πρόεισιν ὁ λόγος, τῇ τοῦ Ματθαίου γραφῇ παραπλησίως, ποτὲ δὲ ἐμφερῶς τῷ Λουκᾷ γενεαλογεῖ· ἄκουσον γοῦν καὶ τῶνδε· «Δαβὶδ, φησὶν, ἦν υἱὸς Σολομῶν, υἱὸς Σολομῶν Ῥοβοὰμ, Ἀβιὰ υἱὸς αὐτοῦ, Ἀσὰ υἱὸς αὐτοῦ, Ἰσαφὰτ υἱὸς αὐτοῦ, Ἰωρὰμ υἱὸς αὐτοῦ, Ὀχοζίας υἱὸς αὐτοῦ, Ἰωὰς υἱὸς αὐτοῦ, Ἀμασίας υἱὸς αὐτοῦ·» καὶ οὕτω καθεξῆς κάτεισι μέχρι τοῦ Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, ὡς ὁ Ματθαῖος. Ὡς δὲ ὁ Λουκᾶς, ἡ αὐτὴ πάλιν ἄνεισι Γραφὴ τὸν Σαμουὴλ γενεαλογοῦσα· φησὶ γοῦν· «Σαμουὴλ υἱοῦ Ἑλκανᾶ, υἱοῦ Ἱεροβοὰμ, υἱοῦ Ἡλιὴλ, υἱοῦ Θοοῦ, υἱοῦ Σοὺρ, υἱοῦ Ἑλκανᾶ, υἱοῦ Ἰωὴλ, υἱοῦ Ἀζαρίουυἱοῦ Σοφονίου, υἱοῦ Θαὰρ, υἱοῦ Ἀσεὶρ, υἱοῦ Ἀβιάσαρ, υἱοῦ Κορὲ, υἱοῦ Ἰσσαὰρ, υἱοῦ Καὰθ, υἱοῦ Λευῒ, υἱοῦ Ἰσραήλ·» καὶ ὅρα εἰ μὴ ἄντικρυς τὸν ὅμοιον τούτοις μεμίμηται τρόπον ὁ Λουκᾶς· μυρία δ' ἂν καὶ αὐτὸς εὕροις τοιαῦτα· ἀφ' ὧν λείπεται ὁμολογεῖν, μηδὲν ξενίζον πεποιηκέναι τοὺς τοῦ Σωτῆρος ἡμῶν εὐαγγελιστάς· οὐκ ὀρθῶς γὰρ οἴεταί τις αὐτοὺς διαφωνεῖν· ἑκάτερος γὰρ οἰκείῳ λογισμῷ τὴν ἔκθεσιν πεποίηται τῆς γραφῆς, ὁ μὲν ἀπὸ τοῦ Ἀβραὰμ ἀρξάμενος διὰ τὴν οἰκονομίαν τοῦ παρ' αὐτῷ λόγου, ὃν οὐ καιρὸς νῦν ἑρμηνεύειν· ὁ δὲ καὶ τὸν Ἀβραὰμ ὑπερβὰς ἐπί τε τὸν πρῶτον ἄνθρωπον ἀνελθών· καὶ μηδὲ μέχρι τούτου στὰς, τὸν πάντα δὲ λόγον ἐπὶ τὸν Θεὸν ἀναρτήσας, διὰ τῆς ἐν Χριστῷ παλιγγενεσίας μυστήριον ἀναβιβάζει.
1.15.1
Πῶς ὁ μὲν Ματθαῖος ἀπὸ τοῦ Δαβὶδ καὶ Σολομῶ νος διαδόχων ἐπὶ Ἰακὼβ καὶ Ἰωσὴφ τὰ γένη κατάγει· ὁ δὲ Λουκᾶς ἀπὸ Δαβὶδ καὶ Νάθαν παίδων ἐπὶ Ἡλὶ καὶ Ἰωσὴφ, ἐναντίως γενεαλογῶν τῷ Ματθαίῳ.
1.16.1
Τὸ τρίτον τῶν προταθέντων καιρὸς ἐπισκέψασθαι· ἀτενὲς οὖν ταῖς λέξεσιν αὐταῖς ἐπερείσωμεν τὴν ἑαυτῶν διάνοιαν· ἴδωμεν δὲ τί φησιν ὁ Λουκᾶς· «Καὶαὐτὸς ὁ Ἰησοῦς ἦν ἀρχόμενος ὡσεὶ ἐτῶν τριάκοντα, ὢν υἱὸς, ὡς ἐνομίζετο, τοῦ Ἰωσὴφ, τοῦ Ἡλὶ, τοῦ Μελχί.» Ἀλλ' οὐχ ὅ γε Ματθαῖος ἐχρήσατο τῇ, «ὡς ἐνομίζετο» φωνῇ· ἀλλὰ τί φησι; «Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσήφ·» ἄλλο δὲ δήπου ἐστὶ τὸ νομίζειν, καὶ ἄλλο τὸ οὕτως ἔχειν διαβεβαιοῦσθαι· εἰ μὲν δὴ τοῦ Ματθαίου διαβεβαιωσαμένου τὸν Ἰωσὴφ υἱὸν εἶναι Ἰακὼβ καὶ τοῦ Ματθὰν, ὁ Λουκᾶς ὁμοίως διισχυρίσατο τὸν Ἰωσὴφ γεγονέναι υἱὸν τοῦ Ἡλὶ καὶ τοῦ Μελχὶ, ἀληθῶς μάχη τις ἦν καὶ πόλεμος, καὶ ἦν τῶν διαιτησόντων αὐτοῖς χρεία· νῦν δὲ ὅτε, τοῦ Ματθαίου διαβεβαιωσαμένου, ὁ Λουκᾶς οὑ διατείνεται, δόξαν δὲ παρὰ τοῖς πολλοῖς νενομισμένην τίθησιν, οὐ τὴν παρ' αὐτῷ κρατοῦσαν, οἶμαι μηδεμίαν ὑπολείπεσθαι ζήτησιν.
1.17.1
Διαφόρων γὰρ παρὰ Ἰουδαίοις ὑπολήψεων περὶ τοῦ Χριστοῦ κεκρατημένων, καὶ πάντων μὲν συμφώνως ἐπὶ τὸν Δαβὶδ ἀναγόντων, διὰ τὰς πρὸς τὸν Δαβὶδ τοῦ Θεοῦ ἐπαγγελίας, ἤδη δὲ τῶν μὲν ἀπὸ Δαβὶδ καὶ Σολομῶνος καὶ τοῦ βασιλικοῦ γένους πειθομένων ἔσεσθαι τὸν Χριστὸν, τῶν δὲ ταύτην μὲν φευγόντων τὴν δόξαν, διὰ τὸ πλείστην ἐμφέρεσθαι τῶν βεβασιλευκότων κατηγορίαν, διά τε τὸ ἐκκήρυκτον ὑπὸ τοῦ προφήτου Ἱερεμίου γεγονέναι τὸν Ἰεχονίαν, καὶ διὰ τὸ εἰρῆσθαι μὴ ἀναστήσεσθαι ἐξ αὐτοῦ σπέρμα καθήμενον ἐπὶ θρόνου Δαβὶδ, διὰ δὲ οὖν ταῦτα, ἑτέραν ὁδευόντων, καὶ ἀπὸ μὲν Δαβὶδ ὁμολογούντων, οὐ μὴν διὰ Σολομῶνος, ἀλλὰ διὰ Νάθαν, ὃς ἦν τοῦ Δαβὶδ παῖς φασὶ δὲ τὸν Νάθαν καὶ προφητεῦσαι κατὰ τὰ ἐν ταῖς Βασιλείαις φερόμενα, ἀπό τε τοῦ Νάθαν διαδόχων προελεύσεσθαι τὸν Χριστὸν διαβεβαιουμένων, καὶ τόν γε Ἰωσὴφ ἐκεῖθέν ποθεν γενεαλογούντων, σφόδρα ἀναγκαίως ὁ Λουκᾶς τὴν τούτων ἀνιστορῶν δόξαν, ἀλλ' οὐ τὴν αὑτοῦ, προσέθηκε τῇ κατ' αὐτὸν ἱστορίᾳ τὸ «ὡς ἐνομίζετο·» τῷ Ματθαίῳ παραχωρήσας μὴ τὸ, ὡς ἐνομίζετο, ἱστορεῖν, ἀλλ' ὡς εἶχεν ἀληθείας τὰ τῆς γενέσεως· αὕτη μὲν οὖν ἡ πρώτη ἀπόδοσις.
1.18.1
Εἴη δ' ἄν τις καὶ ἄλλος βαθὺς καὶ ἀπόῤῥητος ἐν τοῖς προκειμένοις λόγος· Ματθαῖος μὲν γὰρ ὁμολογουμένως τὴν ἔνσαρκον γένεσιν ἱστορῶν τοῦ Χριστοῦ, καὶ τὸν Ἰωσὴφ ἀποδεῖξαι βουλόμενος ἀληθῶς ἐκ Δαβὶδ, ὅθεν ἐχρῆν τῇ εἰσβολῇ κέχρηται τοῦ λόγου· τὸν δὲ Λουκᾶν ἡγοῦμαι μὴ τὴν κατὰ σάρκα γένεσιν τοῦ Ἰησοῦ γενεαλογεῖν ἐθέλοντα, νῦν τοῦτο πεποιηκέναι· τοῦτο μὲν γὰρ εἰ κατὰ γνώμην ἔπραττεν, οὐκ ἠγνόει ὅτι ἐχρῆν ταύτην ἐκθέσεσθαι· ἐπειδὴ δὲ νῦν τῆς διὰ λουτροῦ ἀναγεννήσεως μέμνηται, υἱὸν αὐτὸν εἰσάγων Θεοῦ, βούλεται ὡς ἐν ὑποδείγματι παραστῆσαι ὅτι δὴ πᾶς ὁ ἐν Θεῷ ἀναγεννώμενος, κἂν ἀληθῶς υἱὸς εἶναι ἀνθρώπων νομίζοιτο δι' ἢν περίκειται σάρκα, ἀλλ' οὐχ ἵσταταί γε αὐτῇ τὰ τῆς γενέσεως εἰς τοὺς κατὰ σάρκα γονεῖς, οὐδὲ μέχρι τῶν τοῦ σώματος προπατόρων φθάνει· ἀλλ' εἰ καὶ νομίζοιτο ἀνθρώπων εἶναι υἱὸς διὰ τὴν τοῦ σώματος γέννησιν, ὅμως δ' οὖν οὐκ ἀλλότριος τῆς τοῦ Θεοῦ υἱοθεσίας ὑφέστηκεν· ἐπειδὴ δὲ οὖν οὐ κατὰ τὴν αὐτὴν τῷ Ματθαίῳ διάνοιαν ἐξετίθετο τὴν διήγησιν, εἰκότως τὸναὐτὸν ἐκείνῳ καιρὸν ὑπερβὰς, ἐπὶ τὴν ἀναγέννησιν τὴν διὰ λουτροῦ παραγίνεται· καὶ ἐνταῦθα τὴν ἐναντίαν ἐκτίθεται τῶν γενῶν διαδοχήν· ὁμοῦ καὶ ἀνάγων ἀπὸ τῶν ὑστάτων ἐπὶ τὰ πρῶτα, ὁμοῦ καὶ τὴν μνήμην τῶν παρὰ τῷ Ματθαίῳ ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν ἀποσειόμενος· ἐπειδήπερ ὁ παρὰ τῷ Θεῷ ἀναγεγεννημένος, ἀλλότριος καθίσταται τῆς ἐνσάρκου γενέσεως καὶ τῶν κατὰ σάρκα ἁμαρτωλῶν πατέρων, υἱὸς ἀποφαινόμενος Θεοῦ, καὶ πάντων τῶν κατὰ Θεὸν ἀνεπιλήπτως βεβιωκότων.
1.19.1
Οἷον, ὡς ἐπὶ παραδείγματος, Παῦλος ὁ ἀπόστολος ἐχέτω μὲν κατὰ σάρκα πατέρα Ἰουδαῖον ὅντινα ὡς εἰκὸς ἄπιστον· ἐχέτω δὲ καὶ κατὰ Θεὸν, οὗ κατὰ τοὺς τρόπους ἐβίου· εἰ δὲ οὖν μέλλει τις αὐτὸν κατὰ σάρκα γενεαλογεῖν, τίνος εἰκότως ἂν ἐμνήσθη, ἢ πάντως που τοῦ κατὰ σάρκα πατρός; Εἰ δ' αὖ πάλιν ἕτερος τὴν ἐν Χριστῷ γένεσιν αὐτοῦ δηλοῦν ἐθέλοι, τίνος ἂν τὴν μνήμην θείη ἂν εἰκότως, ἢ πάντως τοῦ κατὰ Θεὸν αὐτὸν ἀναγεννήσαντος; Οὕτω καὶ τῷ Ἀβραὰμ εἴρηται· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου τραφεὶς ἐν γήρᾳ καλῷ·» οὐ δήπου τοὺς κατὰ σάρκα πατέρας δηλοῦντος τοῦ λόγου, εἰ μὴ καὶ θεοσεβεῖς λέγοιντο γεγονέναι, τοὺς δὲ ἐν Θεῷ πατέρας διὰ τὴν τῆς εὐσεβείας ὁμοιοτροπίαν αἰνιττομένου· οὕτω καὶ οἱ ἐξ Ἀβραὰμ, ἀσεβεῖς ἦσαν μὲν κατὰ σάρκα οἱ υἱοὶ Ἀβραὰμ, κατὰ δὲ τὸν τρόπον, υἱοὶ Σοδόμων καὶ Γομόῤῥας· διὸ λέγεται πρὸς αὐτούς· «Ἀκούσατε λόγον Κυρίου, ἄρχοντες Σοδόμων, προσέχετε νόμον Θεοῦ, λαὸς Γομόῤῥας·» ὡς αὖ πάλιν ἐξ ὧν ἤμελλεν υἱοὶ Ἀβραὰμ γίγνεσθαι· οἱ γοῦν ἐξ ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πεπιστευκότες, κατὰ σάρκα πατέρων ἀλλοφύλων φύντες, υἱοὶ γεγόναμεν Ἀβραὰμ, Χριστοῦ γενόμενοι παῖδες καὶ τῶν Χριστοῦ μαθητῶν· ὥστε καὶ δευτέραν ἡμᾶς ἐπιγράφεσθαι γένους διαδοχὴν πολὺ κρείττονα τῆς κατὰ σάρκα διὰ τὴν κατὰ Χριστὸν ἀναγέννησιν.
1.20.1
Εἰκότως τοιγαροῦν καὶ ὁ Λουκᾶς, ἅτε τὴν ἀναγέννησιν ἱστορῶν, οὐ τὴν αὐτὴν ὁδεύει τῷ Ματθαίῳ, οὐ τοῦ Σολομῶνος καὶ τῆς τοῦ Οὐρίου, οὐ τῆς Θάμαρ, οὐ τῆς Ῥοὺθ, οὐ τοῦ Ἰεχονίου καὶ τῶν μεταξὺ διαβεβλημένων ἀνδρῶν τὴν παράθεσιν πεποίηται, ἀλλὰ δι' ἑτέρων ἀνεπιλήπτων ἄνεισι, καὶ δὴ καὶ ἐκ τοῦ προφήτου Νάθαν ἀναγεγεννημένον εἰσάγει· καὶ ὁ μὲν παρὰ τῷ Ματθαίῳ κατὰ σάρκα γεγεννημένος, υἱὸς ἦν Ἀβραὰμ ἐντεῦθεν γενεαλογούμενος, ἐπειδήπερ τῷ Ἀβραὰμ πρώτῳ ἡ ἐπαγγελία δέδοτο τῆς τῶν ἐθνῶν εὐλογίας, οὐκ ἄλλως ἢ διὰ τοῦ ἐκ σπέρματος αὐτοῦ προελευσομένου γενησομένης· ὁ δὲ ἐν Θεῷ ἀναγεγεννημένος, ἑτέρους πατέρας τοὺς κατὰ Θεὸν ἐπιγραψάμενος, οὐδ' αὐτοὺς ἀληθῶς ἐσχηκὼς, ἀλλ' ὡς ἐνομίζετο διὰ τὴν τῶν ἠθῶν ὁμοιοτροπίαν, ἄνεισιν ἐπὶ τὸν ἀληθῆ πατέρα, μετὰ πάντας χρηματίσας Υἱὸς τοῦ Θεοῦ.
1.21.1
Ἀφρικανοῦ περὶ τῆς ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις γενεαλογίας.
1.22.1
Οἱ μὲν οὖν ἤτοι τὴν εὐαγγελικὴν ἱστορίαν ἠγνοηκότες ἢ συνεῖναι μὴ δυνηθέντες, δοξολογούσῃ πλάνῃ τὴν ἀγνωσίαν ἐπύκνωσαν εἰπόντες ὅτι δικαίως γέγονεν ἡ διάφορος αὕτη τῶν ὀνομάτων καταρίθμησίς τε καὶ ἐπιμιξία τῶν τε ἱερατικῶν ὡς οἷόν τε καὶ τῶν βασιλικῶν· ἵνα δειχθῇ δικαίως ὁ Χριστὸς ἱερεύς τε καὶ βασιλεὺς γενόμενος· ὥσπερ τινὸς ἀπειθοῦντος ἢ ἑτέραν ἐσχηκότος ἐλπίδα· ὅτι Χριστὸς ἀΐδιος μὲν ἀρχιερεὺς Πατρὸς, τὰς ἡμετέρας πρὸς αὐτὸν εὐχὰς ἀναφέρων, βασιλεὺς δ' ὑπερκόσμιος, οὓς ἠλευθέρωσε νέμων τῷ Πνεύματι, συνεργὸς εἰς τὴν διακόσμησιν τῶν ὅλων γενόμενος· καίτοι ἀγνοεῖν αὐτοὺς οὐκ ἐχρῆν ὡς ἑκατέρα τῶν κατηριθμημένων τάξις τὸ τοῦ Δαβίδ ἐστι γένος ἡ τοῦ Ἰούδα φυλὴ βασιλική· εἰ γὰρ προφήτης ὁ Νάθαν, ἀλλ' ὅμως καὶ Σολομῶν ὅ τε τούτων πατὴρ ἑκατέρου· ἐκ πολλῶν δὲ φυλῶν ἐγένοντο προφῆται, ἱερεῖς δὲ οὐ δεῖνες τῶν δώδεκα φυλῶν, μόνοι δὲ Λευῗται· μάτην ἄρα πέπλασται τὸ ἐψευσμένον· μὴ δὴ κρατοίη τοιοῦτος λόγος ἐν Ἐκκλησίᾳ Χριστοῦ καὶ Θεοῦ πατέρων ἀκριβοῦς ἀληθείας, ὅτι ψεῦδος σύγκειται εἰς αἶνον καὶ δοξολογίαν Χριστοῦ.
1.23.1
Ἵνα οὖν καὶ τοῦτο μὲν τοῦ εἰρηκότος ἐλέγξωμεν τὴν ἀμαθίαν, παύσωμεν δὲ τοῦ μηδένα ὑπ' ἀγνοίας σκανδαλισθῆναι, τὴν ἀληθῆ τῶν γεγονότων ἱστορίαν ἐκθήσομαι. Ἐπειδὴ γὰρ τὰ ὀνόματα τῶν γενῶν ἐν Ἰσραὴλ ἠριθμεῖτο ἢ φύσει ἢ νόμῳ· φύσει μὲν, γνησίου σπέρματος διαδοχῇ· νόμῳ δὲ, ἑτέρου παιδοποιουμένου εἰς ὄνομα τελευτήσαντος ἀδελφοῦ ἀτέκνου· ὅτι γὰρ οὐδέπω αὐτοῖς δέδοτο ἐλπὶς ἀναστάσεως σαφὴς, τὴν μέλλουσαν ἐπαγγελίαν ἀναστάσει ἐμιμοῦντο θνητῇ, ἵνα ἀνέκλειπτον τὸ ὄνομα μείνῃ τοῦ μετηλλαχότος· ἐπεὶ οὖν οἱ τῇ γενεαλογίᾳ ταύτῃ ἐμφερόμενοι, οἱ μὲν διεδέξαντο παῖς πατέρα γνησίως, οἱ δὲ ἑτέροις μὲν ἐγεννήθησαν, ἑτέροις δὲ προσετέθησαν κλήσει, ἀμφοτέρων γέγονεν ἡ μνήμη καὶ τῶν γεγεννηκότων καὶ τῶν ὡς γεγεννηκότων· οὕτως οὐδέτερον τῶν Εὐαγγελίων ψεύδεται καὶ φύσιν ἀριθμοῦν καὶ νόμον· ἐπεπλάκη γὰρ ἀλλήλοις τὰ γένη τά τε ἀπὸ Σολομῶνος καὶ τοῦ Νάθαν, ἀναστάσεσιν ἀτέκνων καὶ δευτερογαμίαις καὶ ἀναστάσει σπερμάτων· ὡς δικαίως τοὺς αὐτοὺς ἄλλοτε ἄλλων νομίζεσθαι· τῶν μὲν δοκούντων πατέρων, τῶν δὲ ὑπαρχόντων· καὶ ἀμφοτέρας τὰς διηγήσεις κυρίως ἀληθεῖς οὔσας ἐπὶ τὸν Ἰωσὴφ πολυπλόκως μὲν, ἀλλ' ἀκριβῶς κατελθεῖν. Ἵνα δὲ σαφὲς ᾖ τὸ λεγόμενον, τὴν ἐπαλλαγὴν τῶν γενῶν διηγήσομαι. Ἡ κατὰ φύσιν γένεσις ἔστι Ματθαίου· ἡ κατὰ νόμον ἀνάστασις γένους, ἔστιν ἡ τοῦ Λουκᾶ· Ματθὰν ὁ ἀπὸ Σολομῶνος, ἐγέννησε τὸν Ἰακώβ· Ματθὰν ἀποθανόντος, Μελχὶ ὁ ἀπὸ Νάθαν ἐκ τῆς αὐτῆς γυναικὸς ἐγέννησε τὸν Ἡλί· ὁμομήτριοι ἄρα ἀδελφοὶ, Ἡλὶ καὶ Ἰακώβ· Ἡλὶ ἀτέκνου ἀποθανόντος, ὁ Ἰακὼβ ἀνέστησεν αὐτῷ σπέρμα, γεννήσας τὸν Ἰωσὴφ, κατὰ φύσιν μὲν ἑαυτῷ, κατὰ νόμον δὲ τῷ Ἡλί· οὕτως ἀμφοτέρων υἱὸς Ἰωσήφ.
1.24.1
Διὰ τί ὁ Ματθαῖος τοῦ Ἀβραὰμ προτάττει τὸν Δαβὶδ ἐν τῇ τοῦ Χριστοῦ γενεαλογίᾳ φήσας· Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ, υἱοῦ Δαβὶδ, υἱοῦ Ἀβραάμ.
1.25.1
Ἐπειδὴ πρώτῳ καὶ μόνῳ τῷ Δαβὶδ μεθ' ὅρκου διαβεβαιώσεως, ἐξ αὐτοῦ κατὰ σάρκα φῦναι ὁ Χριστὸς ἐθεσπίζετο· γέγραπται οὖν· «Ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Καὶ πάλιν· «Διεθέμην διαθήκην τοῖς ἐκλεκτοῖς μου· ὤμοσα Δαβὶδ τῷ δούλῳ μου· ἕως τοῦ αἰῶνες ἑτοιμάσω τὸ σπέρμα σου, καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ τὰ μὲν τῆς ἐπαγγελίας τοῦ προφητευομένου, τοιαῦτα ἦν· τοῦ δὲ Σολομῶνος τῆς βασιλείας οὐκ ἄδηλος ὁ χρόνος· λέγεται δὲ οὖν ἐπὶ μόνοις ἔτεσι τεσσαράκοντα βασιλεῦσαι ἐπὶ τὸν Ἰσραήλ· πῶς οὖν γένοιτ' ἂν ἀληθὲς εἰς αὐτὸν ἀναφερόμενον· «Ἀνορθώσω τὸν θρόνον αὐτοῦ εἰς τὸν αἰῶνα;» Ἀλλ' εἰ λέγοι τις περὶ τῆς ἐξ αὐτοῦ διαδοχῆς εἰρῆσθαι ταῦτα, οὐκ ἀγνοητέον ὅτι μέχρις Ἰεχονίου καὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, καὶ ἡ ἀπὸ Δαβὶδ καὶ Σολομῶνος διαδοχὴ τῆς βασιλείας διήρκησε, μηδενὸς μετὰ τὸν Ἰεχονίαν ἐπὶ τὸν θρόνον τοῦ Δαβὶδ καταστάντος. Θέα δὲ ὡς καὶ τοῦτο προσέθηκεν ἡ προφητεία περὶ τοῦ θεσπιζομένου φήσασα· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα· καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν.» Καὶ ἐν ἑτέρῳ πάλιν· «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σύ· κἀγὼ πρωτότοκον θήσομαι αὐτόν·» ὅπερ ἀνοίκειον γένοιτ' ἂν Σολομῶνι.
1.26.1
Παραθετέον δὲ τὰ περὶ αὐτοῦ ἐν Βασιλείαις ἱστορούμενα ἐν τούτοις· «Καὶ ὁ βασιλεὺς Σολομῶν ἦν φιλογύνης· καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας πολλάς· καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, καὶ Ἀμμανίτιδας, καὶ Ἰδουμαίας, Σύρας, Χετταίας, καὶ Ἀμοῤῥαίας, ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπεν Κύριος ὁ Θεὸς τοῖς υἱοῖς Ἰσραήλ· Οὐκ εἰσελεύσεσθε εἰς αὐτούς.» Οἷς ἐπιφέρει· «Καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαβὶδ τοῦ Πατρὸς αὐτοῦ.» Καὶ μετὰ βραχύ· «Τότε ᾠκοδόμησε Σολομῶν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ ἐν τῷ ὄρει ἐπὶ πρόσωπον Ἱερουσαλήμ· καὶ τῷ Μολχὼν εἰδώλῳ υἱῶν Ἀμμὼν, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν· καὶ ὠργίσθη Κύριος ἐπὶ Σολομῶν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραήλ.» Εἰ δὲ τὰ τοιαῦτα τοῦ Σολομῶνος κατηγορεῖται, πῶς οὖν ἐφαρμόσεις αὐτῷ τὰ τοῦ ὅρκου, ἐφ' ᾧ εἴρηται πρὸς τοῖς ἄλλοις καὶ τό· «Ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν;» ἀλλὰ γὰρ ἄντικρυς Σολομῶνος μὲν ἀλλότρια ταῦτα· ἀνάγοιτο δ' ἂν ἐπὶ τὸν ἐκ σπέρματος Δαβὶδ ἥξειν θεσπιζόμενον Χριστὸν τοῦ Θεοῦ, ὃς ἐκ σπέρματος Δαβὶδ ἀνέστη.
1.27.1
Διὰ τί μετὰ τὸν Δαβὶδ οὐκ ἐπὶ τοὺς ἑξῆς διαδό χους τοῦ γένους κατάγει, ἀνατρέχει δὲ ἐπὶ τὸν Ἀβραὰμ, ἀλλ' οὐκ ἐπὶ τὸν Ἀδὰμ, οὐδ' ἐφ' ἕτερόν τινα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν. Ἐπειδὴ πρώτῳ πάλιν τῷ Ἀβραὰμ περὶ τῆς κλήσεως τῶν ἐθνῶν διάφοροι ἐδέδοντο χρησμοί· πρὸ γὰρ τῆς Μωϋσέως νομοθεσίας, καὶ πρὸ τοῦ Ἰουδαίων ἔθνους, οὐ μὴν ἀλλὰ καὶ πρὸ τῆς περιτομῆς, ἀλλοεθνὴς ὢν ὁ Ἀβραὰμ, καὶ τῆς Χαλδαίων γῆς ὁρμώμενος, ἀπολείπει μὲν τὰ πατρῷα, Θεὸν δὲ γνοὺς τὸν ἐπὶ πάντων, μεμαρτύρηται ὡς ἄρα ἐπίστευσε τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην· δίκαιός τε καὶ θεοφιλὴς ἀποπέφανται, οὐ διὰ περιτομὴν σώματος, οὐδὲ διὰ φυλακὴν ἡμέρας σαββάτου, ἢ ἑορτῶν, νουμηνιῶν, οὐδέ γε δι' ἄλλης τινὸς παρὰ Μωϋσεῖ φερομένης ἐθελοθρησκείας, ἀλλὰ δι' ἐπιγνώσεως τοῦ ἐπὶ πάντων Θεοῦ, ἐπιφανείας δὲ τοῦ ὀφθέντος αὐτῷ Κυρίου οὗτος δὲ ἦν ὁ ἡμέτερος Σωτὴρ, ὁ τοῦ Θεοῦ Λόγος, διά τε σεμνοῦ καὶ ἐναρέτου βίου· τοῦτον δ' οὖν αὐτῷ κατορθοῦντι τῆς θεοσεβείας τὸν τρόπον, ἡ περὶ τῶν ἐθνῶν δέδοτο ἐπαγγελία, ὡς καὶ αὐτῶν ποτε κατὰ τὸν τοῦ Ἀβραὰμ ζῆλον θεοσεβῶν ὄντων καὶ τῆς ἴσης τῷ θεοφιλεῖ καταξιωθησομένων εὐλογίας· ὧν οὕτως ἐχόντων, ἀκόλουθον ἦν τῆς τῶν ἐθνῶν κλήσεως προπάτορα ὄντα τὸν Ἀβραὰμ, ὑπὸ τοῦ εὐαγγελιστοῦ δεύτερον παραληφθῆναι μετὰ τὸν Δαβίδ· δυοῖν γὰρ τούτων ἐπιφανῶν ἀνδρῶν πρώτων ἠξιωμένων τῆς τοῦ Θεοῦ ἐπαγγελίας περί τε τῆς τοῦ Χριστοῦ γενέσεως καὶ περὶ τῆς κλήσεως τῶν ἐθνῶν, χρῆναι δήπου τὸ μὲν περὶ τῆς γενέσεως τοῦ πάντων ἀνθρώπων Σωτῆρος τὰς ὑποσχέσεις εἰληφότα, προτιμηθῆναι τῇ τάξει τοῦ τὰς περὶ τῶν ἐθνῶν ἐπαγγελίας καταδεξαμένου· δεύτερον δὲ ἐν τῇ γενεαλογίᾳ παραληφθῆναι τὸν τῶν ἐθνῶν ἀρχηγόν· διόπερ ἡ βίβλος Ἰησοῦ Χριστοῦ πρώτῳ μὲν ἀνάκειται τῷ κατὰ σάρκα Ἰησοῦ Χριστοῦ προπάτορι, δεύτερον δὲ τῷκατὰ πνεῦμα Πατρὶ τῶν διὰ Χριστοῦ σωθησομένων· ἡγεῖτο γὰρ ὁ σώζων τῶν σωζομένων ἐθνῶν.
1.28.1
Διὰ τί τῆς Θάμαρ, οὐχὶ δὲ καὶ ἑτέρας ἐπ' ἀγαθοῖς κατορθώμασι μαρτυρουμένης γυναικὸς ἐμνη μόνευσεν ὁ Ματθαῖος.
1.29.1
Τὴν Θάμαρ εἴ τις ὡς πόρνην διαβάλλειν πειρῷτο, αὐτοῦ δὴ τοῦ Ἰούδα ἐπακουσάτω λέγοντος· «Δεδικαίωται Θάμαρ ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σιλὼμ τῷ υἱῷ μου·» οὐ γὰρ δὴ πορνεύειν προθεμένη ἐπὶ τοῦ τέγους ἔστη, λογισμῷ δὲ σεμνῷ παιδοποιΐας χάριν τὸν Ἰούδαν θηρᾶται· οὐκ ἄδηλος δὲ καὶ ἡ αἰτία· ὁ μὲν γὰρ αὐτῇ παρακελεύεται μένειν ἐπ' οἴκου, ἕως μέγας γένηται Σιλὼμ ὁ υἱὸς αὐτοῦ, ὡς αὐτὸς ληψόμενος αὐτήν· ἡ δὲ ἐπείθετο προθύμως, ἄπαις μένουσα καὶ χήρα, τὰς τοῦ Ἰούδα παρεγγυὰς ἐκδεχομένη· ὡς δὲ οὐκ ἐπῆγε ταῖς ἐπαγγελίαις τέλος, τοῦ περὶ παῖδας πόθου τοῖς τότε ἀνθρώποις διὰ σπουδῆς ἀγομένου, καὶ τῆς ἀτεκνίας ἐν ἐσχάτοις κακοῖς παρὰ πᾶσι τότε λελογισμένης, διαψευσάμενον αὐτῇ συνιδοῦσα τὸν Ἰούδαν, καὶ τὰς ἀπὸ τοῦ παιδὸς ἐλπίδας εἰς μάτην παραληφθείσας, αὕτη ἐπιτίθεται τῷ ἀνδρί· οὐ πώποτε νόμου Μωϋσέως, οὐδέ γε προφητῶν, οὐδὲ ἑτέρου τινὸς ἀπαγορεύοντος τὰ τοιαῦτα· κἄπειτα σοφίζεται τὴν ἐξ αὐτοῦ παιδοποιΐαν· μὴ δείξασα γοῦν ἑαυτὴν τίς ποτε ἦν, συνελθεῖν αὐτῷ μηχανᾶται· ὁμοῦ τὸ σῶφρον τὸ ἑαυτῆς, κἀκείνου τὸ ἀκρατὲς ἀπελέγχουσα· ἡ μὲν γὰρ μακροῖς ἔτεσιν αὐτῷ πειθομένη, χήρα καὶ ἄπαις διέμενεν· ἀλλὰ καὶ παρὸν γήμασθαι ἑτέρῳ, καὶ τέκνων μητέρα ἔκ τινος ἀλλογενοῦς καταστῆναι ἀνδρὸς, οὐ ποιεῖ τοῦτο· τῆς τῶν προγόνων τοῦ Ἰούδα, Ἀβραὰμ καὶ Ἰσαὰκ, καὶ δὴ καὶ τῆς τοῦ Ἰσραὴλσυγγενείας ἐφιεμένη· ὁ δὲ χηρεύειν τὴν παῖδα καταλιπὼν, καὶ κόρην ἄπαιδα ἐπὶ μακροὺς ἀναρτήσας χρόνους, οὐχ οἷός τε ἦν κρατεῖν ἑαυτοῦ μετὰ τὴν τῆς γυναικὸς τελευτήν· ἀλλ' ἅμα τελευτᾷ ἡ τοῦ Ἰούδα γυνὴ, ὁ δὲ, μηδενός πως νόμου τῶν τοιῶνδε ἀπείργοντος, πόρνην ὑπολαβὼν τὴν εἰρημένην, ἡλίσκετο πρὸς αὐτῆς οὐ δίκαια πράττων· ὅτι δὴ τοιοῦτος ὢν αὐτὸς τὴν ἐπὶ μακροῖς ἔτεσι τὰς ὑποσχέσεις ἐκδεξαμένην τὰς αὐτοῦ, φιλόσοφόν τε καὶ σώφρονα βίον ἐπιδεδειγμένην, ἀπεστέρει τοῦ περὶ τὴν παιδοποιΐαν καρποῦ.
1.30.1
Ταύτῃ οὖν τὸν ἄνδρα ὑποδῦσα, ἐκ πρώτης ὁμιλίας διδύμου γονῆς ἐξ αὐτοῦ γίνεται μήτηρ, τοῦτον αὐτῇ τοῦ Θεοῦ καρπὸν τῆς ἀγαθῆς προθέσεως ἕνεκα δεδωρημένου· παρὸν γὰρ ἄλλοις ἑαυτὴν ἀγαγεῖν, καὶ ἑτέροις ἀλλοφύλοις καὶ ἀσεβέσι συναφθῆναι, τοῦτο μὲν οὐ διενοήθη· τοῦ δὲ τῶν θεοφιλῶν γένους εὐχὴν θεμένη καταξιωθῆναι, καίπερ οὖσα ἀλλόφυλος, τὴν τοσαύτην συνεσκευάσατο δραματουργίαν· οὐ πρότερον δὲ ἡ Θάμαρ ἐτόλμα παρεῖναι ἐπὶ τὴν τοῦἸούδα κοινωνίαν, ἢ ἐκποδὼν γενέσθαι τὴν προτέραν αὐτοῦ γαμετήν· πρὸ τοῦ ταύτης θανάτου οὐχ ὅσιον ἡγουμένη τὸ ἐπιχείρημα· ἔμενε γοῦν παρ' ἑαυτῇ ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς, καίπερ οὖσα ἄτεκνος κἂν μέχρι τέλους ἄπαις διέμενεν, εἰ μὴ τὸν καιρὸν αὐτῇ συλλαβέσθαι ἡγήσατο· διὸ δὴ, ὡς ἔφην, Θεοῦ καταξιοῦται συνεργοῦ, ὃς ἐκ μιᾶς τοῦ Ἰούδα κοινωνίας, παίδων αὐτῇ διττῶν ἀθρόως ἐδωρήσατο καρπόν· ὁμοῦ περὶ τὴν τῶν παίδων γένεσιν μυστηριώδεις ἐπιτελῶν οἰκονομίας· δι' ἃς καὶ οἶμαι μάλιστα τὸν θαυμάσιον εὐαγγελιστὴν τὴν πᾶσαν μνήμην αὐτῶν τῇ τοῦ Σωτῆρος ἡμῶν συμπεριλαβεῖν γενεαλογίᾳ· διδύμων γὰρ παίδων ἐξ αὐτῆς γενομένων, τοῦ τε Ζαρᾶ καὶ τοῦ Φαρὲς, οὐ τὰ τυχόντα μοι δοκεῖ ἐκ τῆς τούτων γενέσεως ὁ τῆς Γραφῆς αἰνίττεσθαι λόγος· διὸ καὶ ἀμφοῖν μνημονεῦσαι τὸν Ματθαῖον τῆς τε τούτων μητρὸς εἰπόντα «Ἰούδας δὲ ἐγέννησε τὸν Ζαρᾶ ἐκ τῆς Θάμαρ·» διὰ τί γὰρ οὐκ ἠρκέσθη φάναι, Ἰούδας ἐγέννησε τὸν Φαρὲς, παραλιπὼν τὸν Ζαρᾶ, ὅπερ πεποίηκεν ἐπὶ τοῦ Ἰακώβ; μόνου γὰρ τοῦ Ἰακὼβ μνησθεὶς, ἀποσιωπᾷ τὸν Ἠσαῦ.
1.31.1
Προστίθησι δὲ καὶ ἀπὸ τίνος μητρὸς, λέγων ἐκ τῆς Θάμαρ, παρακαλῶν ἐπισκέψασθαι τὴν περὶ τούτων ἱστορίαν· γράφει γοῦν ὁ Μωϋσῆς ἐν τῇ Γενέσει λέγων· «Ἐγένετο δὲ ἡνίκα ἔτικτε Θάμαρ, καὶ τῇδε ἦν δίδυμα ἐν τῇ γαστρὶ αὐτῆς· ἐγένετο δὲ ἐν τῷ τίκτειν αὐτὴν, ὁ εἷς προεξήνεγκε τὴν χεῖρα· λαβοῦσα δὲ ἡ μαῖα, ἔδησεν ἐπὶ τὴν χεῖρα αὐτοῦ κόκκινον, λέγουσα, οὗτος προεξελεύσεται πρότερος· ὡς δὲ ἐπισυνήγαγε τὴν χεῖρα, εὐθὺς ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ· ἡ δὲ εἶπεν· τί διεκόπη διὰ σὲ φραγμός; καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτο ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ, ἐφ' ᾧ ἐπὶ τῇ χειρὶ αὐτοῦ κόκκινον· καὶ ἐκάλεσε τὸ ὄνομα αὐτοῦ Ζαρᾶ.» Ὁρᾷς ὁπόσα τῶν εἰρημένων ἡ γένεσις περιέχει; ὧν ἕνεκα ἡγοῦμαι μὴ παρασεσιωπῆσθαι τὰ παρὰ τῷ θαυμασίῳ εὐαγγελιστῇ τὰ ἐν τούτοις αἰνίγματα· φησὶν οὖν ὁ ἱερὸς Ἀπόστολος διερμηνεύων τὰ περὶ τοῦ φραγμοῦ τάχα που περὶ οὗ εἴρηται, τί διεκόπη διὰ σὲ φραγμὸς ὧδέ πως ἐν τῇ πρὸς Ἐφεσίους Ἐπιστολῇ· «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ὑμῶν, ποιήσας τὰ ἀμφότερα ἔν· καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν ἑαυτῷ εἰς ἕνα καινὸν ἄνθρωπον, καὶ ἀπαλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ Θεῷ.»
1.32.1
Τούτοις οὖν τὴν διάνοιαν ἐπιστήσας, θέα μήποτε ἡ τῶν δυοῖν τῶν εἰρημένων μία γένεσις, ἥ τε τοῦ Φαρὲς δι' ὃν διεκόπη φραγμὸς, καὶ ἡ τοῦ πρώτου μὲν τὴν χεῖρα προβάλλοντος, δευτέρου δὲ προελθόντος, αἰνίττεται δύο βίων τρόπους τῶν ἠξιωμένων τῆς παρὰ τῷ Θεῷ γεννήσεως· ὧν ὁ μὲν κατὰ τὸ Εὐαγγέλιον, ὁ δὲ κατὰ τὸν Μωϋσέως ὑπέστη νόμον· ἀλλὰ γὰρ τούτων πρῶτος μὲν τὴν χεῖρα προβέβλητο ὁ κατὰ τὸ Εὐαγγέλιον· οὐ μὴν καὶ πρῶτος πρόεισιν εἰς φῶς· ὑποστείλας δὲ τὴν χεῖρα, τῷ κατὰ Μωϋσῆ δευτέρῳ ἰόντι προελθεῖν ἐπιτρέπει πρώτῳ· εἶθ' οὕτως αὐτὸςπρῶτος ὢν, ὕστατος ἔξεισι, μετὰ τοῦ περὶ τὴν χεῖρα συμβόλου τοῦ πρῶτον αὐτὸν συνιστῶντος· ἦν δ' ὁ τῶν πρὸ Μωϋσέως θεοφιλῶν ἀνδρῶν βίος ὁ κατὰ τὸ τοῦ Χριστοῦ Εὐαγγέλιον, καθ' ὃν διαπρέψαι μνημονεύονται οἱ ἀμφὶ τὸν Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Μελχισεδέκτε καὶ Ἰὼβ, καὶ πολὺ τούτων πρότεροι οἱ ἀμφὶ Νῶε καὶ Σὴμ, καὶ Ἰάφεθ, Ἐνώχ τε καὶ ὅσοι ἄλλοι τούτοις γεγόνασι παραπλήσιοι· δίκαιοι γοῦν οἵδε πάντες, καὶ εὐσεβεῖς καὶ θεοφιλεῖς· εἰ καί τινες ἕτεροι μαρτυρηθέντες, τῆς μὲν κατὰ Μωϋσέα νομοθεσίας πάμπαν ὑπῆρχον ἀλλότριοι· προλαβόντες δὲ τὸν κατὰ Μωϋσέα τρόπον, ἡμῖν ὁμοίως τῇ κατὰ τὸ Εὐαγγέλιον φιλοσοφίᾳ διέλαμψαν.
1.33.1
Ὁ μὲν οὖν πρῶτος, διὰ τοῦ Ζαρᾶ ἐδηλοῦτο, ὃς ἑρμηνεύεται Ἀνατολή· φωτὸς γὰρ εὐσεβείας αἱ πρῶται τῆς ἀνατολῆς αὐγαὶ, διὰ τῶν πρώτων ἐν ἀνθρώποις εὐσεβησάντων ἐξέλαμψαν· οἷοί περ ἦσαν οἱ πρὸ Μωϋσέως ἐκ πρώτης ἀνθρώπων συστάσεως θεοφιλεῖς ἀποφανθέντες· οἱ δὴ καὶ τῷ Ζαρᾷ παραπλησίως, πρῶτοι μὴν τὴν χεῖρα προεβάλοντο τὸν πρακτικὸν βίον ἐνδειξάμενοι· οὐ μὴν καὶ ἐκράτυνέ γε τοῦτον· τοῦ δὲ κατ' αὐτοὺς τρόπου ἐν ὑποστολῇ γενομένου· καὶ ὥσπερ τινὸς φραγμοῦ διακοπέντος, ἐξῆλθεν ὁ ἀδελφὸς αὐτοῦ ὁ κατὰ Μωϋσέα βίος· ὃν δὴ μεσότοιχον φραγμὸν κέκληκεν ὁ θαυμάσιος Ἀπόστολος· διὸ καὶ ὠνομάσθη Φαρὲς, τῆς τοῦ φραγμοῦ· διακοπῆς ἐπώνυμος· ἑρμηνεύεται γοῦν Φαρὲς μερισμός· ἔνθεν καὶ Φαρισαῖοι παρ' αὐτοῖς διέπρεπον, παρὰ τὸ μερίζειν καὶ ἀφορίζειν ἑαυτοὺς τῆς τῶν πολλῶν ἐπιμιξίας· μακάριον μὲν οὖν καὶ πολὺ κρεῖττον ἦν μὴ διακοπῆναι τὸν φραγμὸν, ἕνα δὲ αὐτὸν καὶ ἀδιάκοπον μεῖναι· τοῦτο δ' ἂν γέγονεν εἰ τῷ τὴν χεῖρα προβεβλημένῳ πρώτῳ, συνακολουθήσας ὁ δεύτερος, τὸν αὐτὸν τρόπον ἐπολιτεύσατο· πολὺ γὰρ ἦν βέλτιον τοῖς ἐκ περιτομῆς εἰ κατὰ τὸν βίον τῶν πρόπαλαι θεοφιλῶν ἀνθρώπων ἐτύγχανον πεπολιτευμένοι· καὶ οὕτω γὰρ ἦν εἷς ὁ φραγμὸς, καὶ μία ἡ οἰκοδομὴ τῶν τε πρώτων καὶ τῶν ὑστάτων.
1.34.1
Ἐπειδὴ δὲ μὴ τὸν πρῶτον κρατῆσαι τρόπον ἡ τῶν δευτέρων συνεχώρησεν ἀσθένεια, διακοπῆς εἰκότως τοῦ κατὰ Θεὸν φραγμοῦ γενομένης, τοῦ τε μεσοτοίχου τοῦ φραγμοῦ παραβληθέντος, ὁ πάλαι πρῶτος τὴν χεῖρα προτείνας, δεύτερος ἔξεισιν εἰς φῶς, διὰ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ τοῦ τὸν παλαίτατον καὶ ἀρχαῖον φραγμὸν ἀνακτησαμένου· διὸ καί φησιν εἰς αὐτὸν ἡ προφητεία· «καὶ κληθήσῃ οἰκοδόμος φραγμῶν·» οὗτος δὴ καὶ τὸ δηλωθὲν μεσότοιχον ἀνεῖλεν· ὃς Κύριος ὢν καὶ τοῦ σαββάτου ποιεῖ τὰ ἀμφότερα ἓν, κατὰ τὸν ἱερὸν Ἀπόστολον εἰπόντα «Αὐτὸς γάρ ἐστιν ἡ εἰρήνη ἡμῶν ὁ ποιήσας τὰ ἀμφότερα ἓν, καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας·» καὶ τί τὸ μεσότοιχον διασαφῶν, ἐπιλέγει· «τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασι καταργήσας» ἐκποδὼν μεταστησάμενος τὸ μεσότοιχον τοῦ Μωϋσέως νόμου, ὅπερ ἡμᾶς τοὺς ἐξ ἐθνῶν τῆς κατὰ Θεὸν ἀπείργει εὐσεβείας, διὰ τὸ μηδὲ βουλομένοις δυνατὸν εἶναι πᾶσι τοῖς ἔθνεσι κατὰ Μωϋσέα πολιτεύσασθαι.
1.35.1
Ὥσπερ οὖν συνεστήσαμεν ἐν ταῖς Εὐαγγελικαῖς ἀποδείξεσι, τὴν κατὰ τὸ Εὐαγγέλιον τοῖς πᾶσι προεβάλετο πολιτείαν, τοῦ πρώτου τῆς εὐσεβείας τρόπου τελείαν καὶ λαμπροτέραν τὴν γένεσιν πεποιημένου, μετὰ τοῦ τῇ χειρὶ συνεπάγεσθαι τὸ μαρτύριον τοῦ πρῶτον αὐτὸν γεγονέναι· ὁ γοῦν διὰ τοῦ σωτηρίου Εὐαγγελίου πᾶσι τοῖς ἔθνεσι παραδοθεὶς βίος, οὗτος ἦν ἐκεῖνος ὁ καὶ πρὸ Μωϋσέως τὴν χεῖρα προτείνας, καὶ τὴν πρᾶξιν διὰ τῶν πρώτων θεοφιλῶν ἀνδρῶν ἐπιδεδειγμένος· οὗτός τε οὗτος ἦν ὁ Ζαρᾶ τῆς ἐνθέου πολιτείας τὴν πρώτην ἐν ἀνθρώποις ἀνατολὴν καταβεβλημένος· γέγονέ τε ὁ αὐτὸς, ἀρχὴ καὶ τέλος, πρῶτός τε καὶ ὕστατος, ἀνατολή τε μικρὰ καὶ ὑστάτη πάλιν εἰς πάντας ἐκλάμψασα ἀνθρώπους. Πλὴν ἀλλὰ κἀκεῖνο προσήκει τοῖς εἰρημένοις ἐπιθεῖναι, ὡς ἡ βίβλος τῆς γενέσεως Ἰησοῦ Χριστοῦ οὐκ ἀπὸ τοῦ τῶν δυοῖν πρώτου, λέγω δὲ τοῦ Ζαρᾶ, τὸν γενεαλογούμενον φῦναι εἰσάγει, ἀλλ' ἀπὸ τοῦ δευτέρου τοῦ Φαρές· ἐπεὶ γέγονε κατὰ σάρκα ἐκ φυλῆς καὶ σπέρματος τοῦ δευτέρου· οὐ μόνον γεννώμενος ἐκ γυναικὸς, ἀλλὰ καὶ γενόμενος ὑπὸ νόμον, ἵνα καὶ τοὺς ὑπὸ νόμον ἐξαγοράσῃ, κατὰ τὴν τοῦ Ἀποστόλου καὶ περὶ τούτου μαρτυρίαν.
1.36.1
Διὰ τί τῆς τοῦ Οὐρίου γυναικὸς ἐμνήσθη ἐπὶ τῆς γενεαλογίας ὁ εὐαγγελιστής.
1.37.1
Μονονουχὶ διὰ τοῦ φάναι, «Δαβὶδ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου,» τοιοῦτόν τι ἔοικε δηλοῦν ἡ βίβλος αὕτη τῆς Ἰησοῦ Χριστοῦ γενέσεως, τὰς λιτανείας καὶ τὰς ἱκεσίας τοῦ Δαβὶδ ὅσον οὔπω προχωρήσειν εἰς τέλος εὐαγγελίζεται· περιέχει γοῦν τὴν οἰκονομίαν Ἰησοῦ Χριστοῦ τοῦ Σωτῆρος τῶν ὅλων καὶ ἰατροῦ, δι' οὗ μόνου ἐλπὶς ἦν καὶ τῷ Δαβὶδ τῆς κατὰ τὸν Οὐρίαν καὶ τὴν τούτου γυναῖκα ἁμαρτίας ἀπολυθήσεσθαι, καὶ τῆς ἐν τῷ θανάτῳ καθείρξεως ἐλευθερωθήσεσθαι· τούτου γοῦν Ἰησοῦ Χριστοῦ τὴν μέχρι θανάτου παρουσίαν, δι' ἧς ἤμελλε καὶ ἡ τοῦ Δαβὶδ ἀπολυτροῦσθαι ψυχὴ, θεσπίζων ἐν τοῖς Ψαλμοῖς αὐτὸς ὁ Δαβὶδ, τὰ περὶ τῆς ἐκεῖσε καθόδου τοῦ Σωτῆρος, τά τε περὶ τῆς ἑαυτοῦ σωτηρίας ἐδήλου δι' ὧν ἔφασκε· «Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον.» Καὶ τό· «Ὁ ὑψῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου.» Καὶ τό· «Οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην.» Καὶ τό· «Ἐπιστρέψας ἐζωοποίησάς με, καὶ ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με.» Τίς δ' ἦν ὁ καταβὰς καὶ ἀναγαγὼν αὐτὸν ἐκ τῶν ἀβύσσων; τίς δ' ὁ σώσας αὐτὸν ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον; ἀλλ' οὗτος ᾧ τῆς γενέσεως τὴν βίβλον ὁ θαυμάσιος εὐαγγελιστὴς ἀναγράφει, μετὰ τῶν ἄλλων καὶ τὰ περὶ τοῦ Δαβὶδ ἀγαθὰ πᾶσιν ἡμῖν εὐαγγελιζόμενος.
1.38.1
Οἶμαι δὲ τούτῳ τῷ πτώματι περιπεσεῖν τὸν Δαβὶδ διὰ μίαν ταύτην φωνὴν, ἣν ἐν τῷ εἰκοστῷ καὶἐννάτῳ προήκατο ψαλμῷ· «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου, Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα·» τὸ γὰρ μέγα φρονῆσαι καὶ τοιοῦτον προΐεσθαι ῥῆμα ὅτι οὐκ ἄν ποτε σαλευθῇ, μένοι δὲ ἄτρεπτος καὶ ἀπαθὴς ἐν τῇ εὐθηνίᾳ αὐτοῦ, ὑπέρογκον ἦν καὶ ὑπερήφανον, καὶ οὐχ ὅμοιον τῷ «Ἐὰν μὴ Κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν· ἐὰν μὴ Κύριος φυλάξῃ πόλιν, εἰς μάτην ἠγρύπνησεν ὁ φυλάσσων αὐτήν·» ἐν εὐθηνίᾳ οὖν τῶν παρὰ τῷ Θεῷ ἀγαθῶν γενόμενος, καὶ ἐπὶ μέγα προκόψας ἀρετῆς, ἐτόλμησε φάναι, «οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα·» διὸ καὶ παραχρῆμα καταλείπεται ὑπὸ τοῦ συνεργοῦντος αὐτῷ τὰ ἀγαθὰ Κυρίου, συμπλέκεται δὲ αὐτῷ πνεῦμα ἀλλότριον· λέγει δ' οὖν ἐν τῷ αὐτῷ ψαλμῷ· «Ἐγὼ δὲ εἶπα ἐν τῇ εὐθηνίᾳ μου· Οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα. Σὺ δὲ ἀπέστρεψας τὸ πρόσωπόν σου, καὶ ἐγενήθην τεταραγμένος· Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Διδάσκων ὅτι πρότερον εἰπὼν οὐ μὴ σαλευθῶ εἰς τὸν αἰῶνα, μετὰ ταῦτα ἀποστρέψαντος τοῦ Θεοῦ τὸ πρόσωπον αὐτοῦ διὰ τὴν μεγαλορήμονα φωνὴν, ὁμολογεῖ τεταράχθαι· εἶτ' ὠφεληθεὶς ἐπὶ τούτοις, τὰ πάλαι ἑαυτοῦ κατορθώματα, οὐκέτι ἑαυτῷ, τῷ Θεῷ δὲ προσγράφει λέγων· «Κύριε, ἐν τῷ θελήματί σου παρέσχου τῷ κάλλει μου δύναμιν.» Ὅτε γὰρ, φησὶν, ἀπέστρεψας τὸ πρόσωπόν σου καὶ ἐγενήθην τεταραγμένος, τότε ἔγνων ὅτι καὶ πάλαι πρότερον τῷ σῷ θελήματι παρέσχου τῷ κάλλει μου δύναμιν. Εἰ γὰρ ἦν τι κάλλος ὑπάρχον περὶ τὴν ἐμὴν ψυχὴν πρὸ τῆς ἁμαρτίας, τοῦτο αὐτὸ ἐκ σῆς χάριτος καὶ δωρεᾶς μοι προσῆν· ταῦτα δὲ μετὰ τὴν συναίσθησιν τῆς ἑαυτοῦ ἀσθενείας ὁμολογεῖ.
1.39.1
Πλὴν ἐν τῷ ἐλθεῖν πρὸς αὐτὸν Νάθαν τὸν προφήτην, ἡνίκα εἰσῆλθε πρὸς Βηρσαβεὲ, καὶ τὴν ἐν τῷ πεντηκοστῷ ψαλμῷ εὐχὴν ἀναπέμπει λέγων· «Σοὶμόνῳ ἥμαρτον, καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα·» λέγων δὲ, σοὶ μόνῳ ἥμαρτον, οὐ τοῦτό φησιν ὅτι εἰς τὸν Θεὸν ἥμαρτον μόνον· οὔτε γὰρ βλασφημίας, οὔτε ἐπιορκίας, οὔτε τοιαύτης τινὸς ἀσεβείας ὁ τρόπος αὐτοῦ τῆς ἁμαρτίας, ἵνα τις ὑπολάβοι αὐτὸν εἰς Θεὸν ἡμαρτηκέναι· ἀλλ' εἰ χρὴ εἰπεῖν, τὰ μεγάλα ἥμαρτεν εἰς τὴν Βηρσαβεὲ, τὰ μέγιστα δὲ καὶ εἰς τὸν Οὐρίαν, ὑπὲρ πάντα δὲ εἰς τὴν ἑαυτοῦ ψυχήν· πῶς οὖν ἐνταῦθά φησι, σοὶ μόνῳ ἥμαρτον; ἀλλ' οἶμαι τοῦτ' αὐτὸν λέγειν, ὅτι σοι μόνῳ ἔγνωσται τὸ ἁμάρτημά μου. Ἐπιφέρει γοῦν τὸ σαφέστερον ἐν τῷ· «Καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα.» Ἀνθρώπων γὰρ οὐδείς μοι φόβος ἦν, εἰ μὴ ὁ σὸς ἐπέκειτο φόβος. Ῥίψας γοῦν ἑαυτὸν ἐπὶ πρόσωπον, οὐ πρότερον ἀναστήσεσθαί φησιν, ἢ τυχεῖν τῆς ἀξιώσεως. Καὶ συνεύχονταί γε αὐτῷ πάντες οἱ ἀγαθῶν συνεργοὶ, παρακαλοῦντες εἰσακουσθῆναι αὐτόν· διὸ εἴρηται ἐν ἑκατοστῷ τριακοστῷ πρώτῳ ψαλμῷ· «Μνήσθητι, Κύριε, τοῦ Δαβὶδ καὶ πάσης τῆς πραότητος αὐτοῦ· ὡς ὤμοσε τῷ Κυρίῳ, ηὔξατο τῷ Θεῷ Ἰακώβ. Εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου, εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου, εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ.»
1.40.1
Οὕτως δὲ αὐτῷ εὐξαμένῳ καὶ διαβεβαιωσαμένῳ, ὅτι μὴ πρότερον ἀναβήσεται ἐπὶ κλίνης στρωμνῆς αὐτοῦ, ὅτι τε οὐκ εἰσελεύσεται εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἔτι οὐ δώσει τοῖς βλεφάροις αὑτοῦ νυσταγμὸν, ἕως οὗ εὕρῃ τὸν μέλλοντα τοῦ Κυρίου τόπον, δείκνυσιν ὁ Κύριος αὐτῷ τὴν Βηθλεέμ· διὸ μετὰ τὴν εὐχὴν συνευξάμενοι αὐτῷ ἱεροὶ ἄγγελοι Θεοῦ ἐπιλέγουσιν ἑξῆς· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ.» Ἐφραθὰ δέ ἐστιν ἡ Βηθλεὲμ, ὡς ἱστορεῖ Μωϋσῆς λέγων· «Ἀπέθανε δὲ Ῥαχὴλ, καὶ ἐτάφη ἐν ὁδῷ Ἐφραθᾶ· αὕτη ἐστὶ Βηθλεέμ.» Ἀλλὰ καὶ Μιχαίας φησὶ τὴν Ἐφραθὰ εἶναι Βηθλεὲμ, λέγων· «Καὶ σὺ, Βηθλεὲμ οἶκος τοῦ Ἐφραθᾶ, οὐδαμῶς εἶ ἐλαχίστη ἐν τοῖς ἡγεμόσιν Ἰούδα.» Εἶτα ἐπεύξατο ὁ Δαβὶδ οὐ μόνον τὸν τόπον γνῶναι τοῦ Κυρίου, ἀλλὰ καὶ τὸ σκήνωμα αὐτοῦ ὁπόθεν ἔσται· σκήνωμα δὲ τὸ σκῆνος καὶ τὸ σῶμα ὃ ἀνείληφεν ὁ τοῦ Θεοῦ Λόγος τυγχάνει· εἰκότως περὶ μὲν τοῦ τόπου προαπήγγειλαν φήσαντες· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθᾷ.» Περὶ δὲ τοῦ σκηνώματος ἑξῆς ἐπιλέγουσιν αὐτῷ· «Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσῃ αὐτήν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου.» Δι' ὧν διδάσκεται ὁ Δαβὶδ ὅτι τὸ μέλλον ἔσεσθαι τοῦ Κυρίου σκήνωμα, ὁ καρπὸς ἦν ὁ ἐκ κοιλίας αὐτοῦ γενησόμενος.
1.41.1
Διὰ τί τῆς Ῥοὺθ ἐμνημόνευσεν ὁ εὐαγγελιστής.
1.42.1
Καὶ πῶς οὐκ ἔμελλεν ὁ θεῖος Ἀπόστολος, τὴν τῶν ἀλλοφύλων ἐθνῶν κλῆσιν τῷ πνεύματι προθεωρῶν διὰ τοῦ οἰκείου Εὐαγγελίου γενησομένην, τῆς ἀλλοφύλου μνημονεύειν; ἀλλόφυλος γὰρ ἡ Ῥοὺθ καὶἐξ ἀλλοφύλων τῶν ἀπηγορευμένων παρὰ Μωϋσεῖ Μωαβιτῶν· «Μωαβῖται γὰρ, φησὶ, καὶ Ἀμμανῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου ἕως τρίτης καὶ τετάρτης γενεᾶς, καὶ ἕως εἰς τὸν αἰῶνα·» πλὴν ἀλλὰ καὶ κρεῖττον τοῦ νόμου γενομένη θεοφιλὴς, εἰσῆλθεν εἰς Ἐκκλησίαν Κυρίου· ἐπείπερ ὁ νόμος τοῖς ἐν τῷ νόμῳ λαλεῖ· «Δικαίῳ δὲ νόμος οὐ κεῖται, ἀλλ' ἀνόμοις καὶ ἀνυποτάκτοις, ἀσεβέσι καὶ ἁμαρτωλοῖς.» Ἡ δὲ Ῥοὺθ οὐ τοιαύτη, εἰ καὶ τὸ γένος ἀλλόφυλος ἦν, ὑπερβᾶσα δὲ τὸν διορισμὸν τοῦ νόμου, καὶ εἰσελήλυθεν εἰς τὴν Ἐκκλησίαν Κυρίου, καὶ τοῦ γένους ἐχρημάτισε τοῦ Ἰσραηλιτικοῦ, καὶ ἐν προγόνοις ἀναληφθῆναι τοῦ Σωτῆρος ἡμῶν κατηξιώθη, διὰ τὴν τῶν τρόπων, ἀλλ' οὐ διὰ τὴν τοῦ σώματος εὐγένειαν· πᾶσί τε ἡμῖν τοῖς ἐξ ἐθνῶν ἀλλοφύλοις μέγιστον ὑπόδειγμα κατέστη, ὅτι δὴ ὅμοια πράξαντες αὐτῇ, τῶν ἴσων παρὰ τῷ Θεῷ τευξόμεθα.
1.43.1
Εἰκότως οὖν τὴν τῶν ἀλλοφύλων κλῆσίν τε καὶ εἰσποίησιν μέλλων εὐαγγελίζεσθαι, τῇ γενεαλογίᾳ αὐτὴν τέθεικεν· ἡμᾶς τοὺς ἐξ ἐθνῶν ἀλλοφύλους μονονουχὶ παιδεύων δι' αὐτῆς, ὅτι δὴ τὰ πάτρια καταλιπόντες, εἰκότως καὶ τὰ ἀκόλουθα εἰς ἡμᾶς πληρωθήσεται· οὐκέτι γὰρ ἐν ἀλλοφύλοις καταλεγησόμεθα, οὐδ' ἐξ ἀλλοφύλων χρηματίσομεν, ἀλλ' ἐκ τοῦ ἀληθινοῦ Ἰσραὴλ καὶ τοῦ λαοῦ τοῦ κλήρου τοῦ Θεοῦ· ἀναγκαίως δὲ αὖ πάλιν ἐμνήσθη τῆς Ῥοὺθ, τὰ αἴτια διὰ τῆς κατ' αὐτὸν ἱστορίας διδάξας τίνα ἦν τὰ λύσαντα τὴν ἀπαγόρευσιν τοῦ νόμου τὴν φήσασαν, «Μωαβῖται οὐκ εἰσελεύσονται εἰς Ἐκκλησίαν Κυρίου.» Γέγονε γὰρ ἡ Μωαβῖτις ὡς Ῥαχὴλ καὶ ὡς Λεία, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραήλ· πῶς δὲ οὐχὶ χρήσιμος ἦν τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενεαλογίᾳ ἡ μνήμη τῆς Ῥοὺθ, ἐφ' ἣν εἴρηται «καὶ τὸ ποιῆσαι δύναμιν ἐν Ἐφραθᾷ, ἔσται ὄνομα ἐν Βηθλεέμ;» προφητείας γὰρ ἄντικρυς ταύτας εἰκότως ἄν τις φαίη τυγχάνειν, τὸ ἐκ Βηθλεὲμ ὄνομα τὸ παρὰ τῷ Ματθαίῳ γενεαλογουμένῳ Ἰησοῦ Χριστῷ ἐξάκουστον εἰς πᾶν γένος ἀνθρώπων θεωρῶν, καὶ τὴν ἐν Ἐφραθᾷ γενομένην δύναμιν· δι' ἧς δυνάμεως πάντα τὰ ἔθνη τὸν ἐκ τῆς Ῥοὺθ γενεαλογούμενον Χριστὸν τοῦ Θεοῦ ἐπιγνόντα, δι' αὐτοῦ τῆς μὲν πατρῴας ἀπέστη, τῆς Ῥοὺθ παραπλησίως, τῷ δὲ Θεῷ τοῦ Ἰσραὴλ ἑαυτὰ ἐπιδέδωκεν, ὁμοίως αὐτῇ πάλιν· ὧν ἕνεκά μοι δοκεῖ οὐκ ἀσυλλόγιστος ἡ παράθεσις τῆς Ῥοὺθ ἐν τῇ τοῦ Ματθαίου παρειλῆφθαι γενεαλογίᾳ.
1.44.1
Διὰ τί τὸν Ἰωακεὶμ Ἰεχονίαν ὀνομάζει ὁ εὐαγγελιστής.
1.45.1
Διώνυμος οὗτος ἦν· ἀλλ' ἐπεὶ κατὰ τὸν προφήτην Ἱερεμίαν Ἰεχονίας ὀνομασθεὶς διακέκληται, δι' ὧν φησιν, «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία· διότι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ· γῆ, γῆ, ἄκουε λόγον Κυρίου· γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ·» καὶ ἐπειδὴ τούτων ἕνεκα συνέβη τὴνεἰς Βαβυλῶνα αἰχμαλωσίαν ἅμα τῷ λαῷ ὑποστῆναι τὸν εἰρημένον, εἰκότως ὁ θαυμάσιος εὐαγγελιστὴς τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος ἁπάντων ὑπογράφων τὴν γένεσιν, καὶ τοῦδε ἐμνήσθη τοῦ ἠτιμωμένου τοῦ ἀποῤῥιφέντος ἅμα τῷ σπέρματι εἰς τὴν Βαβυλωνίων γῆν. τοῦ ἐκκηρύκτου γενομένου, τοῦ αἰχμαλώτου· διδάσκων ὅτι κηρύξαι αἰχμαλώτοις ἄφεσιν ἀπεσταλμένος ὑπὸ τοῦ Πατρὸς, οὗτος ἦν Ἰησοῦς Χριστὸς, οὗ τὴν βίβλον ἀναγράφει, εἰς ὃν ἀναφέρεται τὸ φάσκον ἐν τῷ προφήτῃ λόγιον· «Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με, εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με, κηρύξαι αἰχμαλώτοις ἄφεσιν·» περὶ οὗ καὶ ἐν ἑτέρῳ φησὶν ὁ αὐτὸς προφήτης· «Οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει.»
1.46.1
Κατὰ καιρὸν τοιγαροῦν αὐτῷ τε Ἰεχονίᾳ καὶ τῇ τούτου ψυχῇ, τοῖς τε τὴν ἴσην αὐτῷ πεπονθόσιν ἀτιμίαν τε καὶ ψυχῶν αἰχμαλωσίαν, τὴν τοῦ Λυτρωτοῦ παρουσίαν εὐαγγελίζεται Ματθαῖος ὁ τὴν γένεσιν τοῦ Υἱοῦ τοῦ Θεοῦ, καὶ δὴ τῶν ἄλλων ὑπαιτίων καὶ ἁμαρτωλῶν ἀνδρῶν καταγαγών· εἷς γὰρ ἦν καὶ ὁ αὐτὸς λόγος, δι' ὃν καὶ τῆς τοῦ Δαβὶδ περὶ τὴν τοῦ Οὐρίου γυναῖκα παρανομίας, τῆς τε τοῦ Ἰούδα πορνείας, τῆς τε ἀλλοφύλου καὶ Μωαβίτιδος Ῥοὺθ ἐμνήσθη· ὁ αὐτὸς δὲ τυγχάνει καθ' ὃν καὶ τελώναις καὶ ἁμαρτωλοῖς συμβιοῦντα, καὶ αἴσχιστά γε ὑπὸ ἀνθρώπων ὑπομένοντα, καὶ τέλος ἅμα τοῖς κακούργοις σταυρούμενον αὐτὸν εἰσάγει ἦν δ' οὗτος ὁ λόγος καθ' ὃν εἴρηται· «Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Ἐχρῆν γὰρ τὸν μέλλοντα καθάρσιον γίνεσθαι τῶν πάλαι πώποτε πεπλημμεληκότων καὶ τῶν γε μετὰ ταῦτα γενησομένων, ἀντίψυχόν τε τῶν ἀνθρωπίνων ψυχῶν, διὰ πάντων τῶν εἰρημένων διελθεῖν καὶ τὰς κατὰ τῶν ἁμαρτωλῶν καὶ ἀσεβῶν τιμωρίας αὐτὸν ἀναμάρτητον ὄντα ὑπομεῖναι, ὡς ἂν πληρωθείη εἰς αὐτὸν τὰ θεσπίσματα, τά τε ἄλλα· καὶ δι' ὅν φησιν ὁ θαυμάσιος Ἡσαΐας· «Οὗτος τὰς ἁμαρτίας ἡμῶν αἵρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται· αὐτὸς ἐτραυματίσθη διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν· τῷ μώλωπι αὐτοῦ ἡμεῖς πάντες ἰάθημεν.»
1.47.1
Εἰ δὲ λέγοι ὁ προφήτης περὶ τοῦ Ἰεχονία τῇ γῇ, «Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον, ὅτι οὐ μὴ ἀναστῇ ἐκ τοῦ σπέρματος αὐτοῦ καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ,» οὐ πάντως ἀναιρεῖ τὸ στήσεσθαι αὐτοῦ σπέρμα, ἀλλὰ τοῦ βασιλεῦσαι τοῦ Ἰουδαίων ἔθνους ἐκ τοῦ σπέρματος αὐτοῦ· ὃ καὶ γέγονεν ἀληθές· λέγει γοῦν, «Ἠτιμώθη Ἰεχονίας ὡς σκεῦος οὗ οὐκ ἔστιν αὐτοῦ χρεία, διότι ἀπεῤῥίφη αὐτὸς καὶ τὸ σπέρμα αὐτοῦ εἰς γῆν ἣν οὐκ ᾔδει·» ἄντικρυς τὴν Βαβυλῶνος γῆν θεσπίζων· πλὴν ἀλλ' ὁ ἐλθὼν κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τὰς τῶν ἁμαρτιῶν σειρὰς, τῶν τε πάλαι ὑπὸ τὸν θάνατον πεπεδημένων ψυχῶν τούς τε δεσμοὺς λῦσαι ἀπεσταλμένος, ἐπὶ τὴν πάντων τούτων ἐλήλυθε σωτηρίαν· διό φησιν ὁ Δαβὶδ περὶ αὐτοῦ θεσπίζων· «Ἀπέστειλε τὸν λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν· ἐξομολογεῖσθε τῷ Κυρίῳ τὰ ἐλέη αὐτοῦ καὶ θαυμάσια αὐτοῦτοῖς υἱοῖς τῶν ἀνθρώπων· ὅτι συνέτριψε πύλας χαλκᾶς, καὶ μοχλοὺς σιδηροῦς συνέκλασε· καὶ ἀντελάβετο αὐτῶν ἐξ ὁδοῦ ἀνομίας αὐτῶν· ἐταπεινώθησαν, καὶ ἐξήγαγεν αὐτοὺς ἐκ σκότους καὶ σκιᾶς θανάτου, καὶ τοὺς δεσμοὺς αὐτῶν διέῤῥηξε.» Ταῦτα γὰρ περὶ τῆς ἐκ τοῦ θανάτου διὰ Χριστοῦ γενομένης ἀπολυτρώσεως λέγεται, ὡς συνᾴδει καὶ τὸ φάσκον λόγιον· «Κατέπιεν ὁ θάνατος ἰσχύσας.» Καὶ πάλιν· «Ἀφεῖλεν ὁ Θεὸς πᾶν δάκρυον ἀπὸ παντὸς προσώπου.» Τηρητέον δὲ ὅτι μὴ διαπίπτει ὁ χρησμὸς ὁ φήσας, «Οὐ μὴ ἀναστῇ ἐκ σπέρματος Ἰεχονίου καθήμενος ἐπὶ θρόνου Δαβὶδ, ἄρχων ἔτι ἐν τῷ Ἰούδᾳ·» ἐπεὶ μηδεὶς ἐκ τῆς τοῦ Ἰούδα φυλῆς μετὰ Ἰεχονίαν τῆς τοῦ Δαβὶδ βασιλείας κατέστη διάδοχος· μετὰ γοῦν τὴν ἀπὸ Βαβυλῶνος αἰχμαλωσίαν, ὑπὸ τοῖς ἀρχιερεῦσι διετέλεσε τὸ πᾶν ἔθνος ἀρχόμενον μέχρι τῆς τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας· ἦσαν γοῦν κατ' αὐτὸν τετράρχαι οἱ περὶ τὸν Ἡρώδην καὶ Φίλιππον, ἡγεμών τε Πιλάτος, καὶ ἐπὶ πᾶσι βασιλεύς.
1.48.1
Διὰ τί ταῖς ἐν τῇ γενεαλογίᾳ κέχρηται ὑποδιαστο λαῖς, μὴ ὁμοῦ συνάψας ἀπὸ Ἀβραὰμ ἐπὶ τὸν Χριστὸν γενεὰς τεσσαράκοντα δύο, διελὼν δὲ τὰς διαδοχὰς καθ' οὓς ἐξέθετο ἀφορισμούς. Διὰ τὰς διαφόρους καταστάσεις τοῦ λαοῦ τὰς ἐκ τῆς ἱστορίας παρισταμένας· ἄλλη μὲν γὰρ ἦν ἡ ἀπὸ Ἀβραὰμ καὶ ἐπὶ Δαβὶδ, καὶ πάλιν ἑτέρα ἡ ἀπὸ Δαβὶδ, ἥτε μέχρι τῆς αἰχμαλωσίας, ὡς πάλιν ἡ ἀπὸ ταύτης μέχρι τοῦ Χριστοῦ· ἀπὸ μὲν γὰρ Ἀβραὰμ ἐπὶ τὸν Δαβὶδ οὐ φαίνονται ὑπὸ βασιλέας πολιτευσάμενοι· ἦρξαν δὲ τοῦ ἔθνους μετὰ Μωϋσέα καὶ Ἰησοῦν οἱ ἐπικληθέντες παρ' αὐτοῖς κριταί· καὶ ἦν τις ἴδιος τρόπος τῆς τούτων καταβάσεως· ἀλλ' οὐδὲ τὰ Ἱεροσόλυμά πως συνειστήκει, οὐδέ γε ὁ ἐν αὐτοῖς νεώς· διόπερ ἐπιστημόνως ὁ εὐαγγελιστὴς μὴ συγχέων τὴν ἱστορίαν, μέχρι Δαβὶδ ἔστη, τοὺς ἀπὸ Ἀβραὰμ ἰδίως καταριθμήσας· εἶτ' οὖν πάλιν ἐπειδήπερ ἀπὸ Δαβὶδ καὶ μέχρι τῆς αἰχμαλωσίας οἰκείοις κέχρηνται βασιλεῦσι, τοῖς τε ἀπὸ Δαβὶδ ἄρξασι καὶ τοῖς ἐν τῇ διαστάσει τοῦ λαοῦ γενομένοις· τό τε ἐν τῇ Ἱερουσαλὴμ ἱερὸν ἐξ ἐκείνου καὶ μέχρι τῆς αἰχμαλωσίας διήρκεσεν, εἰκότως καὶ τούτους πάλιν ἰδίως ἀφορίσας, ὑφ' ἕνα συνήγαγεν ἀριθμόν· ὥσπερ οὖν καὶ τοὺς ἀπὸ τῆς αἰχμαλωσίας μέχρι τοῦ Χριστοῦ, παρ' οἷς οὐκέτι μὲν ἡ τοῦ Δαβὶδ συνέστη βασιλεία, μεταπεπτώκει δὲ τὰ τῆς ἡγεμονίας ἀπὸ τῆς τοῦ Ἰούδα φυλῆς ἐπὶ τὸ τῶν ἱερέων γένος, οἳ δὴ καὶ ἦρξαν αὐτῶν ἀπὸ τῶν Κύρου χρόνων καὶ ἐπὶ τὴν τοῦ Χριστοῦ γένεσιν· ὅθεν καὶ τούτους ἰδίως ἀφορίσας, καθ' ἑαυτοὺς ἠρίθμησεν· οὐκ ἀσυλλογίστως ἄρα τὰς τρεῖς πεποίηται διαστολὰς διὰ τὰς ἀποδοθείσας αἰτίας.
1.49.1
Διὰ τί ἀπὸ τῶν Δαβὶδ χρόνων ἐπὶ Ἰεχονίαν καὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν ἑπτὰ καὶ δέκα βασιλευσάντων, δεκατέσσαρας εἶναί φησι γε νεὰς ὁ εὐαγγελιστής.
1.50.1
Εἰ μὲν διαδοχὰς ἀναγράφειν αὐτῷ προύκειτοκαὶ εὐλόγως τις ἐμέμψατο ὡς παρεκθεμένῳ τὴν τῶν βασιλέων διαδοχήν· ἐν γὰρ ταῖς Βασιλείαις καὶ ἐν τοῖς Παραλειπομένοις συμφώνως μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ, τριῶν ἐφεξῆς βασιλευσάντων Ὀχοζία καὶ Ἰωὰς καὶ Ἀμεσία, εἶτα μετ' αὐτοὺς Ὀζία καὶ Ἰωάθακαὶ Ἄχαζ, παρελθὼν τοὺς προτέρους τοὺς τρεῖς ὁ εὐαγγελιστὴς, μετὰ Ἰωρὰμ τὸν τοῦ Ἰωσαφὰτ ἑξῆς συνάπτει τὸν Ὀζίαν καὶ τὸν Ἰωάθαμ καὶ τὸν Ἄχαζ, τοὺς εἰρημένους μεταξὺ παρελθών· τοῦτο δ' εἰ πεποιήκει σκοπὸν θέμενος τὴν τῶν βασιλέων διαδοχὴν ἐκθέσθαι, χρῆν ὡς ἡμαρτημένην ἐκθέσθαι τὴν παρ' αὐτῷ γραφήν· ἐπειδὴ δὲ οὐ διαδοχὰς, ἀλλὰ γενεὰς ἀριθμῆσαι προὔθετο, τοῦτο γὰρ ὁ λόγος αὐτῷ βούλεται φήσαντι «Πᾶσαι οὖν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ μέχρι Δαβὶδ, γενεαὶ δεκατέσσαρες· καὶ πάλιν ἀπὸ Δαβὶδ μέχρι Ἰεχονίου καὶ τῆς μετοικησίας Βαβυλῶνος, γενεαὶ δεκατέσσαρες» ἀλλ' οὐ διαδοχαὶ δεκατέσσαρες, εἰκότως πάσης ἀπολύοιτ' ἂν κατηγορίας· ἐπεὶ διὰ τί μὴ διαδοχὰς ὠνόμασε, τῆς δὲ ἐν ταῖς Βασιλείαις καὶ Παραλειπομένοις ἱστορίας διαδοχὰς ἀλλ' οὐ γενεὰς ἱστορούσης, οὐκ ἂν γένοιτο ἐναντίωμα ἐκ τῆς ἀμφοτέρων παραθέσεως.
1.51.1
Γενεὰν γὰρ χρόνον ἀνθρώπου ζωῆς οὐχ οἷόν τέ ἐστιν ὀνομάζειν, ἐπεὶ συμβαίνει πολλάκις τοὺς μὲν ἐπὶ βραχὺ βιῶναι, καὶ θᾶττον ἀποσβεσθῆναι κατὰ τὴν τοῦ παιδὸς ἡλικίαν, τοὺς δὲ μέχρι τοῦ μειρακίου φθάσαι, τοὺς δὲ ἐπὶ τὸν νεανίαν προελθεῖν, τοὺς δὲ ἐπὶ τὸν ἄνδρα, τοὺς δὲ καὶ ἐπ' ἔσχατον γῆρας παρατεῖναι τὴν ζωήν· ποίαν οὖν τις ἀριθμήσει γενεάν; εἰ ὁ μὲν φέρει μέχρι δεκάτου ἔτους, ὁ δὲ μέχρις εἰκοστοῦ, ὁ δὲ μέχρις πεντηκοστοῦ, ἄλλος δὲ μέχρις ἑβδομηκοστοῦ, ὁ δὲ καὶ τὰ ἑκατὸν ὑπερβὰς οὐ μόνον ἐπὶ τῶν παλαιῶν ἀλλὰ καὶ καθ' ἡμᾶς ὁρᾶται· πῶς οὖν οἴονται τὴν ἀνθρώπου ζωὴν γενεὰν ὀνομάζειν; ἀλλ' οὐδὲ μέχρι τῆς παιδοποιΐας οἱ μὲν γὰρ πρὸ τῶν εἴκοσι ἐτῶν γήμαντες πεπαιδοποίηνται, οἱ δὲ οὐδὲ ὑπὲρ τὰ τριάκοντα γενόμενοι· καὶ τῶν ἰσηλίκων δὲ ἴδοις ἂν τοὺς μὲν ἐπὶ πρώτους υἱοὺς στάντας, τοὺς δὲ ἐπὶ τετραγονίαν ἐλάσαντας· ὥστε ἐν πεντήκοντα ἔτεσι, τοὺς μὲν ἐκγόνους θεάσασθαι, ἑτέρους δὲ ἐν ἑβδομήκοντα μηδενὸς ἀξιωθῆναι παιδός· πῶς οὖν ἀριθμητέον τὰς γενεάς; πότερον ἐκ τῶν μακροβίων ἢ τῶν ὀλιγοβίων; καὶ ἐκ τῶν ταχὺ πεπαιδοποιημένων, ἢ τῶν βραδέων; καὶ ἐκ τῶν ἐπὶ πρώτοις υἱοῖς σαλευσάντων, ἢ ἐκ τῶν ἐπὶ πλείοσι διαδοχαῖς; ὧν οὕτως ἐξητασμένων ὁ θεῖος εὐαγγελιστὴς οὐ διαδοχὰς προθέμενος εἰπεῖν, γενεὰς δὲ, καθ' οὓς αὐτὸς ἠπίστατο λόγους ἀπαριθμούμενος, τῆς μὲν ἐν ταῖς ἱστορίαις διαδοχῆς ἧττον πεφρόντικε, τοσούτους ἀναλαμβάνει εἰς τὴν γενεαλογίαν, ὅσοι ἀπήρκουν αὐτῷ εἰς ἐκπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν· οὕτως τε αὐτῷ. ὑγιὴς ἀποσώζεται ὁ λόγος, καὶ οὐδαμῶς ἐναντίος τῇ τῶν ἱστοριῶν γραφῇ.
1.52.1
Διὰ τί τῶν μετὰ Ἰεχονίαν ἐπὶ τὸν Ἰωσὴφ γενεαλογουμένων δύο καὶ δέκα ὄντων, ὁ εὐαγγε λιστὴς δεκατέσσαρας πάλιν εἶναί φησιν.
1.53.1
Διὰ τὴν αὐτὴν αἰτίαν· οὐ γὰρ διαδοχὰς, γενεὰς δὲ, ὡς ἔφην, ἀναγράφειν ἐβούλετο· συμβαίνει δὲ πολλάκις ἐν μακροβίοις καὶ πολυέτεσι, τὰς μὲν γεγονέναι τῶν ἀνδρῶν τὰς διαδοχὰς, τὸν δὲ τῶν γενεῶν ἀριθμὸν ἀποδεδόσθαι πλήρη· ᾧ δὴ οὖν λόγῳ ἐν τοῖς ἀπὸ τοῦ Δαβὶδ καὶ ἐπὶ τὴν αἰχμαλωσίαν πλείοσιν οὖσι τὸν ἀριθμὸν τοῖς ἐν τῇ διαδοχῇ φερομένοις, ὀλιγώτεραι ἀπεδόθησαν αἱ γενεαί· ἐν γὰρ διαδοχαῖς ἀνδρῶν ἑπτὰ καὶ δέκα, γενεαὶ εἴρηνται δεκατέσσαρες· κατὰ τὸν αὐτὸν λογισμὸν καὶ νῦν ἐπ' ἀνδρῶν διαδοχαῖς δώδεκα, αἱ δεκατέσσαρες ἂν ἐπληροῦντο γενεαὶ, μακροβίων ὡς εἰκὸς πολυχρονίων αὐτῶν δὴ τῶν δώδεκα γεγενημένων, καὶ ἀρκούντων εἰς ἀναπλήρωσιν τῶν δεκατεσσάρων γενεῶν. Μία μὲν ἀπόδοσις τοῦ ζητηθέντος ἥδε.
1.54.1
Καθ' ἑτέραν δὲ διάνοιαν εὕροις ἂν ἀκριβώσας κατὰ τὴν ἱστορίαν δεκατέσσαρας ὠνομασμένους καὶ ἐν τῇ παρούσῃ διαδοχῇ, εἰ πρὸς τοῖς δώδεκα συναριθμήσειας αὐτὸν Ἰησοῦν Χριστὸν υἱὸν τοῦ Ἰωσὴφ χρηματίσαντα· προσθείης τε τούτοις καὶ τὸν Ἰεχονίαν τὸν ἐν Βαβυλῶνι γεγενημένον, οὐχὶ τὸν πρὸ τῆς μετοικησίας ἐν τῇ Ἱερουσαλὴμ βασιλεύσαντα· δύο γὰρ ὁμώνυμοι γεγόνασιν Ἰωακεὶμ μετὰ Ἰωσίαν, ὅ γε αὐτοῦ τοῦ Ἰωσίου υἱὸς, ὃς μετὰ τοῦτον ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὁ τούτου παῖς ἕτερος Ἰωακείμ· οὗτοι δὲ καὶ Ἰεχονίαι ἐχρημάτισαν, ἐξελληνισθέντος αὐτοῖς τοῦ ὀνόματος. Ὁ τοίνυν πρῶτος Ἰωακεὶμ ὁ καὶ Ἰεχονίας υἱὸς ὢν Ἰωσίου, ταῖς πρὸτῆς αἰχμαλωσίας συγκαταλεγέσθω γενεαῖς· ὁ δὲ τούτου παῖς ὁ δεύτερος Ἰωακεὶμ καὶ αὐτὸς Ἰεχονίας, υἱὸς ὢν τοῦ πρώτου Ἰωακεὶμ, τοῦ δὲ Ἰωσίου ἔκγονος, ἐν τοῖς μετὰ τὴν αἰχμαλωσίαν καὶ εἰς τὸν Χριστὸν γενεαλογουμένοις ἀριθμούμενος, τέλειον ἀποδοίη ἂν τὸν τῶν δεκατεσσάρων γενεῶν ἀριθμόν.
1.55.1
Περὶ δὲ τοῦ δύο γεγονέναι Ἰωακεὶμ, μαρτυρήσει ἡ τῶν Βασιλειῶν Γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον· «Καὶ ἐβασίλευσε Φαραὼ Νεχαὼ ἐπὶ τὸν Ἰσραὴλ τὸν Ἐλιακεὶμ υἱὸν Ἰωσία βασιλέως Ἰούδα, ἀντὶἸωσία τοῦ πατρὸς αὐτοῦ· καὶ ἐπέστρεψε τὸ ὄνομα αὐτοῦ Ἰωακείμ.» Οἷς ἑξῆς ἐπιλέγει· «Υἱὸς εἰκοσιπέντε ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλήμ·» οἷς μεθ' ἕτερα ἐπιλέγει· «Καὶ τὰ λοιπὰ τῶν λόγων Ἰωακεὶμ, καὶ πάντα ὅσα ἐποίησεν, οὐκ ἰδοὺ γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν Ἰούδα; καὶ ἐκοιμήθη Ἰωακεὶμ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσεν Ἰωακεὶμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ· υἱὸς ὀκτὼ καὶ δέκα ἐτῶν Ἰωακεὶμ ἐν τῷ βασιλεύειν αὐτόν· καὶ τρίμηνον ἐβασίλευσεν ἐν Ἱερουσαλήμ· καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἐσθά· καὶ ἐποίησε τὸ πονηρὸν ἐν ὀφθαλμοῖς Κυρίου κατὰ πάντα ὅσα ἐποίησεν ὁ πατὴρ αὐτοῦ. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀνέβη Ναβουχοδονόσορ βασιλεὺς Βαβυλῶνος εἰς Ἱερουσαλήμ· καὶ ἦλθεν ἡ πόλις ἐν περιοχῇ· καὶ εἰσῆλθεν ὁ βασιλεὺς Βαβυλῶνος ἐν τῇ πόλει, καὶ οἱ παῖδες αὐτοῦ. ἐπολιόρκουν αὐτήν· καὶ ἐξῆλθεν Ἰωακεὶμ βασιλεὺς Ἰούδα ἐπὶ βασιλέα Βαβυλῶνος, αὐτὸς καὶ οἱ παῖδες αὐτοῦ, καὶ ἡ μήτηρ, καὶ εὐνοῦχοι αὐτοῦ· καὶ τοὺς ἰσχυροὺς τῆς γῆς ἀπήγαγεν ἀποικεσίαν ἐξ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα.» Οὗτος δὴ οὖν ὁ δεύτερος Ἰωακεὶμ εἰς Βαβυλῶνα ἀπαχθεὶς, οὗτος ἦν αὐτὸς ὁ πρὸς τοῦ Ἱερεμίου Ἰεχονίας ὠνομασμένος, ἔκγονος τυγχάνων τοῦ Ἰωσία, ἀλλ' οὐχ υἱός· διὸ εἰκότως ἂν συναριθμοῖτο ἐν τῇ τρίτῃ γενεαλογίᾳ τῶν ἀπὸ Ἰεχονία μέχρι τοῦ Χριστοῦ γενεῶν δεκατεσσάρων· τοῦ πατρὸς αὐτοῦ, ὃς ἦν τοῦ Ἰωσία παῖς, σὺν τῷ πατρὶ ἐν ταῖς ἀνωτέρω γενεαῖς καταριθμουμένου· καὶ οὕτως ἡμῖν καὶ ὁ τῶν ὑστάτων δεκατεσσάρων γενεῶν ἀριθμὸς συνίσταται πλήρης.
1.56.1
Διὰ τί τοῦ τέκτονος υἱὸς ὁ Σωτὴρ ἡμῶν ἐχρημάτισεν, ἀλλ' οὐ τινὸς ἐπισήμου καὶ ἐνδόξου ἀνδρός. Οὐ τὴν ἔνθεον αὐτοῦ βασιλείαν ἐπιδείξων ἐλήλυθεν· ἐπεὶ μηδὲ φανητικῶς καὶ ἐπιδεικτικῶς ἡμῖν παρῄει· ἡ δὲ ὁδὸς αὐτῷ τῆς εἰς οὐρανοὺς ἀφίξεως ἐπὶ τούτῳ ἐγίνετο, ἐφ' ᾧ τε τὸν τῶν ἀνθρώπων βίον περικαθάροιτο, τὸν ἐκ τῆς τῶν ἀνθρώπων ἀγέλης ἀμνὸν τοῦ Θεοῦ ἀντίψυχον καὶ καθάρσιον ὑπὲρ πάντων ἡμῶν αὐτὸς ἑαυτὸν ἐπιδούς· ἵν' οὖν ἀπαραποδίστως εἰς τέλος ἀχθείη τοῦτο, τὰ πλεῖστα τῶν αὐτοῦ θαυμάτων ἀπέκρυπτέ τε καὶ ἐπεσκίαζε, ποτὲ μὲν παραινῶν μὴ εἰς πάντας ἐκφέρειν τὰ ὑπ' αὐτοῦ πραττόμενα, ποτὲ δὲ τὰς ἐρημίας διώκων καὶ τὰς ἐν τοῖς ὄρεσι διατριβάς· καὶ τὴν ἔνθεον αὐτοῦ μεταμόρφωσιν οὐδὲ τοῖς αὐτοῦ μαθηταῖς ἅπασιν, μόνοις δὲ τρισὶν, ἐπεδείκνυτο· αὐτοῖς τε τούτοις παρεκελεύετο μηδενὶ φάναι τὸ ὅραμα, ἕως ἂν ὁ Υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἐγερθῇ· οὐκ ἂν δὲ ἔπαθεν ὑπὲρ ἡμῶν τὰ ἀναγεγραμμένα, εἰ οἷά τις ἔνδοξος βασιλεὺς μετὰ δορυφορίας ἐνθέου καὶ παρατάξεως ἐπῄει· ὁμοῦ καὶ τὰς ἐνθέους ἐνεργῶν παραδοξοποιΐας, ὁμοῦ καὶ κρείττονα ἑαυτὸν ἐπιδεικνὺς πάσης φύσεως· εἰκότως οὖν κατὰ τὸν Ἀπόστολον, «ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβών·» καὶ τοῦ πένητος Ἰωσὴφ υἱὸς οὐκ ἀπηνήνατο χρηματίσαι· ἵνα καὶ οὕτως ἐπαληθεύσῃ τὸ φάσκον περὶ αὐτοῦ λόγιον· «Ὅτι πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν.»
1.57.1
Πῶς ἐπὶ τὸν θρόνον λέγεται Δαβὶδ κεκαθι κέναι.
1.58.1
Διαφόρως νοεῖται ὁ θρόνος Δαβίδ· καθ' ἕνα μὲν τρόπον, καθ' ὃν εἴποι ἄν τις δηλοῦσθαι τὸν ἐφ' ᾧἐκαθέζετο βασιλεύων, τάχα που ἐξ ἐλέφαντος καὶ ξύλων πεποιημένον, χρυσῷ τε καὶ λίθοις βασιλικοῖς κεκοσμημένον· καθ' ἕτερον δὲ καθ' ὂν τὴν ἀρχὴν αὐτὴν καὶ τὴν κατὰ παντὸς τοῦ ἔθνους ἡγεμονίαν, θρόνον βασιλείας εἰώθαμεν ἀποκαλεῖν· τρίτος ἂν παρὰ τοὺς εἰρημένους λεχθείη τρόπος, καθ' ὃν ὁ ἐπηγγελμένος ὑπὸ τοῦ Θεοῦ τῷ Δαβὶδ θρόνος ὀνομασθείη ἂν αὐτοῦ, οὐκ ἐφ' ὃν αὐτὸς ἐκαθέσθη, ἀλλ' ὃν διὰ τῶν πρὸς αὐτὸν θεοπρεπῶν οἱ θεῖοι λόγοι περιέχουσι· γέγραπται γὰρ ἐν ὀγδοηκοστῷ ὀγδόῳ ψαλμῷ· «Ὡς ὤμοσα Δαβὶδ τῷ δούλῳ μου, ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου· καὶ οἰκοδομήσω εἰς γενεὰν καὶ γενεὰν τὸν θρόνον σου.» Καὶ πάλιν· «Καὶ θήσομαι εἰς τὸν αἰῶνα τοῦ αἰῶνος τὸ σπέρμα αὐτοῦ, καὶ τὸν θρόνον αὐτοῦ ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ.» Καὶ πάλιν· «Ἅπαξ ὤμοσα ἐν τῷ ἁγίῳ μου, εἰ τῷ Δαβὶδ ψεύσομαι, τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μένει, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, καὶ ὁ μάρτυς ἐν οὐρανῷ πιστός.»
1.59.1
Ἐπεὶ τοίνυν θρόνον ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὸν αἰῶνα διαμένοντα δώσειν ἐπήγγελτο διὰ τῶν εἰρημένων ὁ Θεὸς τῷ Δαβὶδ, πολλὴ μέν τις ἦν διὰ ταῦτα τῷ παντὶ Ἰουδαίων ἔθνει προσδοκία περὶ τοῦ δηλωθέντος θρόνου· βραχὺν δὲ χρόνον τοῦ Δαβὶδ ἡγησαμένου, καὶ Σολομῶνος μετ' αὐτὸν, οὐ μὴν ἀλλὰ καὶ τῶν διαδόχων τῆς αὐτῶν βασιλείας εἰς Ἰεχονίαν καὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν καταστρεψάντων, ὡς ἐξ ἐκείνου λελύσθαι τὸν θρόνον τῆς βασιλείας Δαβὶδ, ἐδόκει τὰ τῆς τῶν θείων χρησμῶν ἐπαγγελίας μὴ συνίστασθαι· τοῦτο οὖν αὐτὸ τῷ θείῳ Πνεύματι πάλιν ὁ αὐτὸς ψαλμὸς προαγορεύει ἑξῆς τοῖς προπαρατεθεῖσι λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἃ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» Καὶ τήν γε καθαίρεσιν τῆς βασιλείας αὐτοῦ, καὶ τῆς διαδοχῆς αὐτοῦ, τοῦ θρόνου τε τὴν καταστροφὴν διαῤῥήδην ὑποσημαίνει πάλιν ἑξῆς διὰ τούτων· «Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, Κύριε· ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν διαθήκην τοῦ δούλου σου, ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ·» καὶ ἐπιφέρει· «τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας.»
1.60.1
Ταῦτα πάντα κατὰ τὸ αὐτὸ συνάγει τὸ Πνεῦμα, μονονουχὶ βουλόμενον ἡμᾶς διδάξαι, ὅτι οὐ περὶ τῆς βασιλείας τῆς αἰσθητῆς, οὐδὲ περὶ τοῦ θρόνου τοῦ σωματικώτερον νοουμένου αἱ πρὸς Δαβὶδ ἦσαν ἐπαγγελίαι· αἱ μὲν γὰρ περί τινος αἰωνίου θρόνου, ἀπεικαζομένου ἡλίῳ καὶ οὐρανῷ, διαμένοντός τε εἰς αἰῶνα, προεθέσπιζον· ἡ δέ γε τοῦ Δαβὶδ βασιλεία ἡ αἰσθητὴ, χρόνῳ λέλυτο οὐκ εἰς μακρόν· εἰκότως τοιγαροῦν τοῦ θρόνου τῆς αἰσθητῆς βασιλείας Δαβὶδ τὴν καθαίρεσιν ὑπογράψας, καὶ εἰπὼν, τὸν θρόνον αὐτοῦ εἰς τὴν γῆν κατέῤῥηξας, περὶ τοῦ διὰ τῶν θείων χρησμῶν ἐπηγγελμένου αἰωνίου καὶ οὐρανίου θρόνου ἑξῆς τὴν εὐχὴν ποιεῖται λέγων· «Ποῦ εἰσι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε, ἂ ὤμοσας τῷ Δαβὶδ ἐν τῇ ἀληθείᾳ σου;» μονονουχὶ τὰς ἐκβάσεις τῶν μεθ' ὅρκου διαβεβαιώσεως ἐπηγγελμένων αὐτῷ τέλους τυχεῖν ἀξιῶν.
1.61.1
Τοῦτον οὖν αὐτὸν ἐκεῖνον ὃν ὤμοσεν ὁ Θεὸς δώσειν τῷ Δαβὶδ θρόνον, τὸν ὡς τὰς ἡμέρας τοῦ οὐρανοῦ, καὶ τὸν ὡς ὁ ἥλιος ἐναντίον τοῦ Θεοῦ, καὶ τὸν ὡς σελήνην κατηρτισμένην εἰς τὸν αἰῶνα, παντὸς ἐπιστῆναι τοῦ ἔθνους εὐχομένου, ὁ μέγας ἄγγελος Γαβριὴλ τὴν Παρθένον εὐαγγελίζεται τῷ ἐξ αὐτῆς γεννησομένῳ δοθήσεσθαι θεσπίζων· διό φησι πρὸς αὐτήν· «Καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν· οὗτος ἔσται μέγας, καὶ Υἱὸς Ὑψίστου κληθήσεται· καὶ δώσει αὐτῷ Κύριος ὁ Θεὸς τὸν θρόνον Δαβὶδ τοῦ πατρὸς αὐτοῦ.» Ἐπιφέρει δ' οὖν ἐφεξῆς καὶ λέγει· «Καὶ βασιλεύσει ἐπὶ τὸν οἶκον Ἰακὼβ εἰς τοὺς αἰῶνας· καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος·» σύμφωνα τοῖς ἀπὸ τῶν χρησμῶν ἑρμηνεύων· ὁ μὲν γὰρ πρὸς τὸν Δαβὶδ περὶ θρόνον βασιλείας αἰωνίου καὶ οὐρανίου προὔλεγεν, ὁ δὲ ὡσαύτως τὸν ἐκ τῆς Παρθένου γεννησόμενον λήψεσθαί φησι τὸν θρόνον Δαβὶδ, τουτέστι τὸν τῷ Δαβὶδ ἐπηγγελμένον μὲν, οὐ μὴν καὶ δεδομένον· οὗτος δ' ἦν ὁ οὐράνιος καὶ εἰς αἰῶνα διαμένων· ἦν οὖν καὶ τοῦτο συμπέρασμα μεγίστης προφητείας τῷ Δαβὶδ κεχρησμένης, προσδοκωμένης τε τῷ παντὶ λαῷ, πεπληρωμένης δὲ ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, κατὰ τὴν τοῦ Γαβριὴλ μαρτυρίαν φήσαντος· «Καὶ βασιλεύσει εἰς τοὺς αἰῶνας, καὶ τῆς βασιλείας αὐτοῦ οὐκ ἔσται τέλος.» Διόπερ καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν πρὸς τὸν ἐρόμενον αὐτὸν, εἰ αὐτὸς εἴη ὁ τῶν Ἰουδαίων βασιλεὺς, ἀπεκρίνατο· «Ἡ βασιλεία ἐμὴ οὐκ ἔστιν ἐκ τοῦ κόσμου τούτου·» οὐδὲν γὰρ θνητὸν οὐδὲ ἐπίκαιρον ἐπήγετο αὐτῷ ὁ τῆς βασιλείας θρόνος· ἀλλ' ἦν ἀληθῶς καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης, φωτὸς δίκην, ἐκλάμπων ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα, ψυχὰς νοερὰς καταυγάζων διὰ τῆς ἐνθέου καὶ οὐρανίου διδασκαλίας αὐτοῦ.
1.62.1
Εἰ δὲ λέγοιτο ἐπὶ τὸν Ἰακὼβ βασιλεύσειν, μὴ τὸ Ἰουδαίων ἔθνος νόμιζε διὰ τοῦ Ἰακὼβ δηλοῦσθαι. Ὁ γοῦν ταῦτα ἱστορῶν Λουκᾶς ὁ εὐαγγελιστὴς, μετὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν τοῦ Σωτῆρος ἡμῶν τὴν τοῦ Γαβριὴλ φωνὴν οἰκείᾳ παραδοὺς γραφῇ, σαφῶς ἠπίστατο τὸν Ἰησοῦν οὐκ ἐπὶ τὸ Ἰουδαίων ἔθνος τὸν Σωτῆρα βεβασιλευκότα, οὐδὲ εἰς τοὺς αἰῶνας αὐτὸν ἄρξαντα, ὧν γε καὶ τὴν κατ' αὐτοῦ συσκευὴν, καὶ τὴν εἰς θάνατον ἐπιβουλὴν ἀκριβῶς ἱστορεῖ· καὶ οὐ μόνον, ἀλλὰ καὶ ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων τὰς κατὰ τῶν τοῦ Ἰησοῦ μαθητῶν ἐπαναστάσεις αὐτῶν· οὐκ ἂν οὖν ἐπ' αὐτοὺς βασιλεύσειν τὸν Χριστὸν τὴν φωνὴν τοῦ Γαβριὴλ νομίσας εἰρηκέναι, ὡς ἀληθῆ αὐτὴν παρελάμβανεν, εἰ μὴ πάντας τοὺς διὰ τῆς κλήσεως τοῦ Σωτῆρος ἡμῶν ἐξ ἁπάντων τῶν ἐθνῶν εἰς τὴν τῶν ἁγίων υἱοθεσίαν εἰσποιούμενος, οἶκον Ἰακὼβ ἡγήσατο κατὰ διάνοιαν δηλοῦσθαι· ὅθεν καὶ ὁ θεῖος Ἀπόστολος ἐπιστάμενος σαφέστατα, παρίστη λέγων· «Οὐ γὰρ ὁ ἐν τῷ φανερῷ Ἰουδαῖός ἐστιν, οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ.»
1.63.1
Πῶς ἀπὸ τῆς Βηθλεὲμ ὁ μὲν Ματθαῖος εἰς Αἴγυπτον ἱστορεῖ, ὁ δὲ Λουκᾶς εἰς Ἱερουσαλὴμ, κἀκεῖθεν εἰς Ναζαρὲθ πρὸς τῶν γονέων φέρεσθαι τὸν Ἰησοῦν.
1.64.1
Λουκᾶς μὲν τὸν καιρὸν ἱστορῶν τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως, τῆς Αὐγούστου βασιλείας μνημονεύει καὶ τῆς κατ' αὐτὸν ἀπογραφῆς· φησί τε μηδὲ ἐσχηκέναι αὐτοὺς ἐν τῇ Βηθλεὲμ κατάλυμα, πλήθους συνόντος ὡς εἰκὸς ἐν τῇ Βηθλεὲμ τῶν ἀπὸ γένους Δαβὶδ τῆς ἀπογραφῆς ἕνεκεν· διὸ μηδὲ οἴκου τὸν Ἰωσὴφ εὐπορεῖν· ὅθεν τεκοῦσάν φησι τὴν Μαρίαν σπαργανῶσαι τὸ βρέφος καὶ ἀποθέσθαι ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι αὐτοῖς τόπον ἐν τῷ καταλύματι· καὶ εἰκός γε ἦν πλείστων συνόντων διὰ τὴν ἀπογραφὴν μὴ εὐπορεῖν καταγωγίου, ἀλλὰ καὶ, «Ὅτε, φησὶν, αἱ ἡμέραι ἐπλήσθησαν τοῦ περιτεμεῖν αὐτὸν χρὴ δὲ τοῦτο γίνεσθαι ὀγδόῃ μετὰ τὴν ἀπότεξιν ἡμέρᾳ, ἀνήγαγον τὸ παιδίον εἰς Ἱεροσόλυμα, καὶ τελέσαντες ἐπ' αὐτῷ τὰ νενομισμένα, ἀπίασιν εἰς Ναζαρέθ.» Τούτων παρὰ τῷ Λουκᾷ κειμένων οὐδενὸς μνημονεύσας ὁ Ματθαῖος, παραχωρήσας δὲ τῷ Λουκᾷ τὰ εἰρημένα, ἕτερα αὐτὸς διηγεῖται· τίνα δὲ ἦν ταῦτα, ἀλλ' ἢ τῶν Μάγων ἀπὸ Ἀνατολῆς ἄφιξις; κινησάντων μὲν ἀπὸ τῆς οἰκείας γῆς ἅμα τῷ γεννηθῆναι τὸν Ἰησοῦν, ἀστέρος αὐτοῖς τὴν γνῶσιν τῆς γεννήσεως ὑποφήναντος, οὐδήπου δὲ τὴν τοσαύτην στειλαμένων πορείαν καιρῷ βραχεῖ· οὐ γὰρ ἐν ἡμέραις ὀκτὼ τὴν ἀπὸ Ἀνατολῶν ὁδὸν εἰκὸς αὐτοῖς ἐπὶ τὴν Ἰουδαίαν ἠνῦσθαι, ὡς τὸν αὐτὸν νομίσαι εἶναι καιρὸν τῆς τε τούτων ἀφίξεως, καὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως· εἰ δὲ καὶ πυνθανόμενοι λέγουσι, «Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ,» οὐ τὸν σήμερον τεχθέντα, ὡς ἄν τις ὑπολάβοι, καθ' ὃν ταῦτα ἐπυνθάνοντο χρόνον δηλοῦσιν, ἀλλὰ τὸν τότε γενόμενον ὅτε αὐτοῖς ὁ ἀστὴρ ἐπέφανε.
1.65.1
Πόσος δὲ ἦν οὗτος ὁ μεταξὺ χρόνος, τοῦ τε φανέντος τοῖς Μάγοις ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν γενέσεως ἀστέρος, καὶ τῆς αὐτῶν εἰς τὰ Ἱεροσόλυμα παρουσίας, αὐτός σε διδάξει ὁ εὐαγγελιστὴς λέγων· «Τότε Ἡρώδης λάθρα καλέσας τοὺς Μάγους, ἠκρίβωσε παρ' αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος.» Καὶ ὡς ἂν ἀκριβώσας παρ' αὐτῶν, μαθὼν ὅστις ἦν οὗτος, μετὰ τὸ ἀναχωρῆσαι λάθρα τοὺς Μάγους, ἰδὼν ὅτι ἐνεπαίχθη ὑπ' αὐτῶν, «ἐθυμώθη λίαν, καὶ ἀποστείλας ἀνεῖλε πάντας τοὺς παῖδας ἐν Βηθλεὲμ, καὶ ἐν πᾶσι τοῖς ὁρίοις αὐτῆς, ἀπὸ διετοῦς καὶ κατωτέρω, κατὰ τὸν χρόνον ὃν ἠκρίβωσε παρὰ τῶν Μάγων.» Οὐκοῦν διετὴς χρόνος ἤδη παρεληλύθει ἀπὸ τῆς Ἰησοῦ γενέσεως καὶ ἐπὶ τὴν ἄφιξιν τῶν εἰρημένων· οὐκ ἄρα διαφωνεῖ τὰ παρὰ τοῖς ἱεροῖς εὐαγγελισταῖς, εἰ ὁ μὲν Λουκᾶς ὀγδόῃ τῆς γενέσεως ἡμέρᾳ ἀνάγει αὐτὸν ἅμα τοῖς γονεῦσιν εἰς Ἱερουσαλὴμ τῆς τῶν νομίμων ἐκπληρώσεως ἕνεκα, κἀκεῖθεν ἀπάγει ἐπὶ τὴν Ναζαρέθ· ὁ δὲ Ματθαῖος μετὰ διετῆ χρόνον γενομένους πάλιν ἐν Βηθλεὲμ ἀναγράφει, ἐντεῦθέν τε εἰς Αἴγυπτον ἀπεληλυθέναι φησὶ διὰ τὴν τοῦ βασιλέως ἐπιβουλήν· καὶ ἦν εἰκὸς οὐ μόνον δεύτερον, ἀλλὰ καὶ πλειστάκις ἐπιφοιτᾷν αὐτοὺς τῷ τόπῳ, μνήμης τοῦ παραδόξου χάριν· δείκνυται γοῦν ἀναμφιβόλως οὐχ ὁ αὐτὸς ὢν καιρὸς ἐν ᾧ γεγέννηται κατὰ τὸν Λουκᾶν ὁ Σωτὴρ ἡμῶν, ἐν ᾧ τε κατὰ τὸν Ματθαῖον ὑπήντησαν οἱ ἐξ Ἀνατολῶν Μάγοι.
1.66.1
Ὅτι δὲ μὴ εἷς ἦν ὁ παρ' ἀμφοτέροις τοῖς εὐαγγελισταῖς χρόνος, καὶ ἄλλως ἐστὶ συλλογίσασθαι. Λουκᾶς φησι μὴ εὐπορῆσαι αὐτοὺς καταγωγίου ἐν τῇ Βηθλεέμ· διὸ καὶ τεκοῦσαν ἀνακλῖναι τὸ παιδίον ἐν φάτνῃ, διὰ τὸ μὴ εἶναι τόπον ἐν τῷ καταλύματι, ὡς εἰκὸς, τῆς ἀπογραφῆς ἕνεκεν πάντων πανταχόθεν τῶν ἐξ οἴκου καὶ πατριᾶς Δαβὶδ συντρεχόντων εἰς τὴν εἰρημένην πόλιν, διά τε τὸ πλῆθος τῶν ἐπιξενουμένων αὐτόθι μὴ εὐπορούντων καταλύματος· ὁ δὲ Ματθαῖος «Ἀκούσαντες, φησὶν, οἱ Μάγοι τοῦ βασιλέως Ἡρώδου, ἐπορεύθησαν εἰς Βηθλεέμ· καὶ ἰδοὺ ὁ ἀστὴρ ὃν εἶδον ἐν τῇ Ἀνατολῇ προῆγεν αὐτοὺς, ἕως οὗ ἦν τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ.» Ἀλλ' οὐκ ἐν φάτνῃ κείμενον οὗτοι καταλαμβάνουσι τὸ παιδίον ὁμοίως τοῖς ποιμέσιν, ἀλλ' ἔνδον ἐν οἰκίᾳ μετὰ τῆς μητρὸς αὐτὸ θεωροῦσι· καίτοι Λουκᾶς ἔφησε μὴ εἶναι τόπον αὐτοῖς ἐν τῷ καταλύματι· πῶς οὖν ὁ Ματθαῖος οἰκίαν αὐτοῖς ἀφορίζει; Ἀλλ' ἐπεὶ Λουκᾶς τὸν καιρὸν ἱστορεῖ τῆς γενέσεως, οὗτος δ' ἦν ὁ τῆς ἀπογραφῆς, καθ' ὂν πανδημεὶ συνέτρεχον οἱ τῷ αὐτῷ γένει προσήκοντες ἐν τῇ τοῦ Δαβὶδ πόλει, ὁ δὲ Ματθαῖος τὰ μετὰ δύο ἐτῶν χρόνους ἱστορεῖ τοσοῦτος γὰρ ἦν ὁ χρόνος ὃν Ἡρώδης παρὰ τῶν Μάγων ἠκρίβωσεν· ὥστε σχολῆς οὔσης ἐν τῇ Βηθλεὲμ, κατὰ τὸν Ματθαῖον εὐπόρουν καταγωγίου· διὸ εἰσελθόντες οἱ Μάγοι εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ· καὶ πεσόντες προσεκύνησαν αὐτῷ· καὶ αὕτη μὲν ἡ τοῦ ζητηθέντος λύσις. Ταῦτά σοι ἐξ ἡμῶν, ἱερώτατε ἀνδρῶν καὶ φιλοπονώτατε υἱὲ Στέφανε, γνησίας ὄντα δείγματα διαθέσεως, ἀνακείσθω.

Intertext edge

Open linked passage

Note