Commentarius in hexaemeron
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
4.1
Τῇ δὲ τετάρτῃ ἡμέρᾳ ὁ Θεὸς τοὺς μεγάλους δύο φωστῆρας ἐδημιούργησεν, ἤλιόν τε καὶ σελήνην ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτός. Τοῦτο τὸ ἡλιακὸν φῶς, ὄχημα ἐκείνῳ τῷ φωτὶ τῷ πρωτογόνῳ παρεσκεύασται. Ὡς γὰρ ἄλλο τὸ πῦρ, καὶ ὁ λύχνος ἄλλο· τὸ μὲν γὰρ τὴν τοῦ φωτίζειν δύναμιν ἔχει, τὸ δὲ τὴν τοῦ παραφαίνειν τοῖς χρῄζουσιν· καὶ ὡς ἕτερόν τι ἡ λευκότης, ἕτερον δὲ τὸ λελευκασμένον σῶμα, οὕτω καὶ ταῦτα διάφορα ὄντα τῇ φύσει ἥνωνται τῇ δυνάμει τοῦ κτίσαντος. Καὶ μηδεὶς νομίσῃ ταυτὸν ἡμέραν εἶναι καὶ ἥλιον. Πρῶτον μὲν γὰρ ὁ δημιουργὸς ἁπλοῦν φῶς κατεσκεύασεν, ὃ δὴ καὶ ἡμέραν ἐκάλεσεν, ἔπειτα τὸν ἥλιον ἐκ τοῦ πυρὸς καὶ φωτὸς συγκείμενον. Ὡς γὰρ τὴν γῆν ὁρῶμεν πῦρ ἐν τοῖς στέρνοις αὐτοῖς δεδημιουργημένον ἔχουσαν, οὕτω καὶ τὸν ἥλιον φῶς ἔχοντα· φῶς γὰρ συνελθὸν μετὰ πυρὸς τὸν φανότατον ἐποίησεν ἥλιον. Ἀλλ' ἴσως ἀντερεῖ τις· Καὶ πόθεν τοῦτο δῆλον, οὐ βλεπομένης τῆς διαιρέσεως; οὐχ ὁρᾶται γὰρ ἰδίως μὲν τὸ φῶς, ἰδίως δὲ τὸ πῦρ. Ἀλλὰ γινωσκέτω ὁ τοιοῦτος, πόσα τὸ πῦρ ἐν ἑαυτῷ προβάλλεται, αὐγὴν, θερμότητα, ξανθότητα, ἅτινα πανσόφως ὁ τεχνίτης διαμερίζων, ὑπεμφαίνει τούτων τὴν σύνθεσιν. Ὅτε γὰρ θέλει θερμᾶναι τὸ ζῶον, λαμβάνει τοῦ πυρὸς τὸ θερμὸν, καὶ τὸ μὲν θερμὸν ἔχει τούτου, τὸ δὲ φῶς οὐκ ἔχει. Ἀλλ' ἐμερίσθη ἐν τῷ ζώῳ ἡ θέρμη ἀπὸ τοῦ φέγγους, πάλιν λαμβάνει τὸ ξανθόν. Καὶ ὁρῶμέν τοι τὸ ξανθὸν, οὐκέτι δὲ τὸ θερμὸν καὶ φαῖνον. Καὶ πάλιν ἀπομερίζει τὴν θέρμην, καὶ δίδωσι μόνην τὴν αὐγὴν, οἷον ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἀστραπῆς, ὅτι ἐκλάμπουσα μόνον φωτίζει, οὐ μὴν δὲ καὶ θερμαίνει. Τὸ δ' αὐτὸ παράδειγμα καὶ ἐπὶ τῆς σελήνης καθέστηκε. Καὶ γὰρ αὕτη ὑπὸ τοῦ ἡλίου φωτιζομένη φανερωτέρα γίνεται, ὥσπερ ὑπὸ τῆς ἡμέρας ὁ ἥλιος. Τὸ γὰρ τῆς σελήνης εἶδος ἀνθρακοειδὲς τυγχάνει, ὡς ἔστιν ἰδεῖν ἐπὶ τῆς ἐκλείψεως· ἀπάρας γὰρ ἀπ' αὐτῆς τὸ οἰκεῖον φέγγος ὁ ἥλιος ἀμαυρὰν αὐτὴν καθίστησι· φωτίζων δὲ αὐτὴν, πλησιφαῆ ἀπεργάζεται. Ἐνδυομένη γάρ πως τὸ ἡλιακὸν φῶς φαιδροτέρα καθίσταται· τὸν αὐτὸν δὴ τρόπον καὶ ὁ ἥλιος, τῆς ἡμέρας τὸ φῶς ἐνδυόμενος, λαμπρότερος τυγχάνει, τῆς ἡμέρας ἐκείνης μήτε 720 οὔσης, μήτε πάλιν θερμαινούσης, ἀλλὰ μόνον φωτιζούσης. Ὅτι δὲ ἐκ πυρὸς συνέστηκεν ὁ ἥλιος, δῆλον ἐκ τοῦ πυροῦν, καὶ φλέγειν. Τοῦ διαχωρίζειν ἀναμέσον τῆς ἡμέρας καὶ ἀναμέσον τῆς νυκτός. Οἷον τὸν ἥλιον τῆς ἡμέρας τοῖς μέτροις ἔταξε, καὶ τὴν σελήνην τῆς νυκτός. Ἔστι δὲ ἡ νὺξ σκίασμα τῆς γῆς, ἀποκρυπτομένου τοῦ ἡλίου. Ὡς γὰρ ἐν τῇ ἡμέρᾳ, ἀντιφράσσοντός τινος, σκιὰ γίνεται, καὶ τὸ φῶς παρυφίσταται· οὕτως ἡ νὺξ, σκιαζομένου τοῦ ἀέρος τοῦ περὶ γῆν, συνίσταται. Καὶ ὁ μὲν ἥλιος, ὅσπερ ἐξ ἀρχῆς φῶς παρὰ τοῦ ποιητοῦ εἴληφε, τοῦτο ἔχει διὰ παντὸς ἐγκεκρυμμένον ἐν ἑαυτῷ· ἡ δὲ σελήνη οὐχ οὕτως, ἀλλὰ συνεχῶς ἀποδύεται, αὔξουσα, καὶ μειουμένη. Ἔστωσαν δὲ εἰς σημεῖα, καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας, καὶ εἰς ἐνιαυτούς. Χρόνον δὲ ἥλιος καὶ σελήνη γεννᾷ τοῦτον. Ἑλκόμεναι συμμέτρως γὰρ αἱ φοραὶ τεταγμένας τῶν καιρῶν τὰς ἐξόδους γεννῶσι. Χρόνος δὲ καλεῖται, ἐπειδὴ ὥσπερ ἐπί τινα κύκλον ἐπαλλήλοις εἱλεῖται εὐτάκτοις διαδοχαῖς, πρῶτος πρὸς δεύτερον, καὶ τρίτος πρὸς τὸν ἑξῆς. Τὸ δὲ, ἔστωσαν εἰς σημεῖα, ἐπειδὴ τὴν παρουσίαν τοῦ χειμῶνος ἀεὶ προσημαίνουσιν· ἀχλὺς γὰρ, τῷ ἀέρι ἐγγενομένη, τοῦ ἡλίου τὰς ἀκτῖνας ἀμαυροῖ, καὶ φαίνεται ἀνθρακώδης καὶ ὕφαιμος, μὴ δυνάμενος τὸν ἀέρα ἐκ τῶν ἀτμῶν τῆς γῆς πεπυκνωμένον διαχέαι· κἀκ τούτου σημεῖον χειμῶνος δείκνυται. Ὅταν δὲ αἱ λεγόμεναι ἅλῳ (στρογγύλαι δὲ εἰσί τινες περιγραφαὶ ὅμοιαι ἅλῳ, ἐκ τούτου γὰρ οὕτως ἐπονομάζονται) τὸν ἥλιον περιστοιχίσωσι, σφοδρότης τῶν ἀνέμων σημαίνεται· ἐπὰν δὲ καὶ οἱ καλούμενοι ἀνθήλιοι τῇ τοῦ ἡλίου φορᾷ συντρέχωσι, συμπτωμάτων ἀερίων σημεῖον γίνεται· καὶ πάλιν ἡνίκα ῥάβδοις ἐοικυῖα κατὰ τὴν χρόαν τῆς Ἴριδος εἰς ὄρθρον τοῖς νέφεσιν ἐμφαινόμεναι δειχθῶσιν, ὄμβροι, ἢ χειμῶνες, ἢ μεταβολὴ ἐπιπλεῖον τοῦ ἀέρος σημαίνεται. Ἡ δὲ σελήνη, ἐπειδὰν ἐν τῇ τρίτῃ ἡμέρᾳ λεπτὴ καὶ καθαρὰ ταῖς κεραίαις ἀποδειχθῇ, σταθερὰν εὐδίαν κατεπαγγέλλεται· παχεῖα δὲ ταῖς κεραίαις, καὶ ὑπέρυθρος φανεῖσα, ὕδωρ λάβρον ἢ νότον βίαιον εὐαγγελίζεται. Ὄργανα οὖν χρόνων ἥλιος καὶ σελήνη καθίσταται· χρόνος δὲ ἡμερῶν, μηνῶν, καὶ ἐνιαυτῶν· τὰ δὲ ἄστρα, καὶ μηνῶν, καὶ σπόρων, καὶ ἀμητῶν. Καὶ αἱ Πλειάδες, ἀνατέλλουσαι μὲν ἀμητοῦ καιρὸν, δύνουσαι δὲ σπόρου, δεικνύουσι. Καὶ τοῖς ναυτιλλομένοις μετὰ τῆς Ἁμάξης σημεῖον γίνεται· τόπων γὰρ σημεῖα καὶ δεικτήρια τὰ ἄστρα γίνεται. Ἄρκτος μὲν γὰρ ἄρκτον δείκνυσι· τῆς δὲ Πλειάδος πρὸς ἀνατολὴν βλέπων τὸ ὀξὺ τὴν ἄρκτον δείκνυσιν· αὐτῆς δὲ τῆς ἄρκτου στρεφομένης τὸ κέρας τὴν ἀνατολὴν δείκνυσι, καὶ τῆς σελήνης τὸ λαμπόμενον μέρος τὴν ἀνατολὴν σημαίνει. Πρὸ δὲ τούτων χρόνος οὐκ ἦν, ἀλλὰ διάστημα, καὶ αἰὼν μακρός τις καὶ ἄχρονος. Εἴρηται οὖν περὶ τῶν σημείων. Καιροὺς δὲ λέγειν ἡγούμεθα τὰς ἐναλλαγὰς τῶν 721 ὡρῶν, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου. Καὶ χειμὼν μὲν γίνεται τοῖς νοτίοις μέρεσι τοῦ ἡλίου προσδιατρίβοντος, καὶ πολὺ τὸ νυκτερινὸν σκίασμα περὶ τὸν καθ' ἡμᾶς τόπον ἀποτελοῦντος, ὡς καταψύχεσθαι μὲν τὸν περὶ τὴν γῆν ἀέρα, καὶ τὰς ὑγρὰς ἀναθυμιάσεις συνισταμένας ὄμβρων, καὶ κρυμῶν, καὶ νιφάδων αἰτίας γίνεσθαι· ἐπειδὰν δὲ ἐπανιὼν πάλιν ἀπὸ τῶν μεσημβρινῶν χωρίων ἐπὶ τοῦ μέσου γένηται, ἰσημερία γίνεται, καὶ ὅσῳ τοῖς ἐπὶ γῆς ἐνδιατρίβει τόποις, τοσούτῳ κατὰ μέρος ἐπανάγει τὴν εὐκρασίαν, καὶ γίνεται ἔαρ, τοῖς μὲν φυτοῖς παρέχων βλάστησιν, τοῖς δὲ δένδροις τὴν ἀναβίωσιν. Ἐκεῖθεν δὲ ἤδη πρὸς τὰς θερινὰς τροπὰς ἐπ' αὐτὴν τὴν Ἄρκτον τρέχων ὁ ἥλιος τὰς μεγάλας ἡμέρας ἡμῖν παρίστησι, καὶ διὰ τὸ πλεῖον αὐτὸν προσομιλεῖν τῷ ἀέρι, αὐτὸν καταφρίσσει τὸν ἀέρα, καὶ τὴν γῆν πᾶσαν καταξηραίνει, καὶ πάντα καρπὸν ὡραῖον ἀπεργάζεται φλογωδέστατος ὢν, καὶ βραχείας ποιεῖ τὰς σκιὰς ἀφ' ὑψηλοῦ καταλάμπων. Ἐν γὰρ ταῖς βραχυτάταις ἡμέραις αἱ σκιαὶ μακρόταται γίνονται. Καὶ πάλιν ἀπὸ τῶν προσαρκτίων ἐπὶ τὰ νότια παραγενομένου, μετόπωρον γίνεται, τῆς θέρμης κατ' ὀλίγον τῆς πολλῆς ἀμαυρουμένης, καὶ τοῦ χειμῶνος ἀβλαβῶς ἐπιόντος. Οὐ ποιεῖ δὲ τὴν ἡμέραν ὁ ἥλιος· μηδεὶς οὕτως ὑπολάβῃ· πρεσβυτερεῖ γὰρ τούτου ἡ ἡμέρα καὶ νύξ· ἀλλὰ κατάρχει μόνον τῆς ἡμέρας, καθὼς καὶ ὁ ψαλμῳδὸς διαγορεύει ἡμῖν· Ἔθετο, λέγων, τὸν ἥλιον εἰς ἐξουσίαν τῆς ἡμέρας, τὴν σελήνην, καὶ τοὺς ἀστέρας εἰς ἐξουσίαν τῆς νυκτός. Ἔχει δὲ οὗτος τὴν ἐξουσίαν τὸ φῶς περιφέρων ἐν ἑαυτῷ· ἐπειδάν ποτε τὸν καθ' ἡμᾶς ὁρίζοντα ὑπεράρῃ, ἡμέραν παρέχει διασκεδάσας τὸ σκότος. Ἡ δὲ σελήνη, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ τυγχάνει ποιητικὴ, πλὴν ὅτι μηνὸς ἐμβολίμου δεῖται πρὸς τὴν ἀκριβῆ τῶν ὡρῶν συνδρομήν. Ὁ γὰρ ἡλιακὸς ἐνιαυτὸς ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον κατὰ τὴν οἰκείαν κίνησιν τοῦ ἡλίου ἐστὶν ἀποκατάστασις. Τῆς δὲ σελήνης ληγούσης, ἀραιοῦται τῶν ζώων τὰ σώματα, καὶ ὑπόκενα γίνεται· αὐξομένης δὲ, ἀναπληροῦται. Διότι ὑγρότητα μετὰ θερμότητος κεκραμμένην λεληθότως ἐνίησιν· οἱ γὰρ καθεύδοντες ὑπὸ σελήνην ὑγρότητος περισσῆς πληροῦνται τὰς κεφαλὰς, καὶ τὰ νεοσφαγῆ δὲ τῶν κρεῶν, καὶ πᾶν εἴ τι τοιοῦτον, τῇ προσβολῇ τῆς σελήνης ταχέως τρέπεται. Ὁμοίως δὲ καὶ τὰ περὶ τὸν ἀέρα πάθη τοιαύτης αἰτίας συνίσταται. Νουμηνίας γὰρ ἐνστάσης, γαλήνης οὔσης σταθερᾶς, αἰφνιδίων ἀνέμων ταραχαὶ γίνονται τῶν νεφῶν κλονουμένων καὶ συμπιπτόντων ἀλλήλοις· καὶ γίνονται περὶ τοὺς εὐρίπους παλίῤῥοιαι, καὶ περὶ τὸν ὠκεανὸν ἀναδρομὴ τῆς θαλάσσης. Εἰ δὲ καὶ τοῦ ἡλίου ἔκλειψις νουμηνίας οὔσης γίνεται, σφοδροτέρα συμβαίνει· κάτωθεν γὰρ ἡ σελήνη ὑπελθοῦσα ἐμφράττει ἡλίου τὰς ἀκτῖνας. Μέγα δέ τι καὶ αὕτη ἡ σελήνη καθέστηκε. Μῦθοι δὲ ληρώδεις ὑπὸ μεθυόντων γραϊδίων πανταχοῦ διεσώθησαν· ὅτι μαγγανείαις τισὶ τῆς οἰκείας ἕδρας ἀποκινεῖται, καὶ πρὸς τὴν γῆν καταφέρεται. Καὶ ποῖος ἂν τόπος καταχθεῖσαν αὐτὴν ὑπεδέξατο; Μὴ 724 γὰρ ἐξηπάτησε τὸ φαινόμενον ὡς μικρόν τι εἶναι νομιζόμενον. Μικρὰ γὰρ ἡ ὄψις ἡμῶν γινομένη, μικρὰ ἐποίησε νομίζεσθαι καὶ τὰ ὁρώμενα, τὸ οἰκεῖον πάθος τοῖς ὁρατοῖς ἐπιφέρουσα. Ὥσπερ γὰρ εἴ τις ἐπ' ἀκρωρείας θεάσοιτο πεδία καὶ βόας ἐπὶ τὸ αὐτὸ νεμομένας, οὐχὶ ὡς μυρμήκων φαντασίαν ὁρᾷν δοκεῖ· ἐνδαπανηθεῖσα γὰρ τῷ ἀέρι ἡ ὅψις, καὶ ἐξίτηλος γενομένη, πρὸς τὴν ἀκριβῆ κατανόησιν τῶν ὁρωμένων οὐκ ἐξαρκεῖ. Καὶ ὅτι παμμέγεθες τῆς σελήνης τὸ σῶμά ἐστι, μαθεῖν ἐκ τεκμηρίων ἕστιν. Αἱ γὰρ κατὰ τὴν οἰκουμένην πόλεις πλεῖστον ἀλλήλων ἀπῳκισμέναι, ταῖς κατὰ τὴν ἀνατολὴν τετραμμέναι ῥυμοτομίαις, ἐξ ἴσου πᾶσαι τὸ σεληναῖον φῶς ὑποδέχονται, καὶ ὁμοίως αὐτὴν οἱ τὴν δύσιν οἰκοῦντες καὶ τὰ μεσημβρινὰ καὶ ἀρκτῷα μέρη θεωροῦσιν. Τῇ δ' ἡμέρᾳ τῇ πέμπτῃ προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν κατὰ γένος· καὶ εὐθέως ἡ μὲν θάλασσα παντοῖα ζώων γένη διάφορα ἀπεκύησε. Τῶν γὰρ ἐναλίων τὰ μέν ἐστιν ἀμφίβια, οἷον φῶκαι, καὶ κροκόδειλοι, καὶ οἱ ποταμιαῖοι ἵπποι, ἔτι δὲ οἱ βάτραχοι, καὶ οἱ καρκῖνοι, οὐ μέντοι τὸ νηκτικὸν ἔχουσι· ἑρπυστικὰ γάρ ἐστι τῇ φύσει, τῷ ἡγήματι τοῦ ὕδατος ἐπισυρόμενα· τὰ δὲ ζωοτόκα, οἷον φῶκαι, καὶ δελφῖνες, καὶ νάρκαι, καὶ τὰ ὅμοια αὐτοῖς. Μόνον δὲ προσέταξεν ὁ Θεὸς, καὶ τὰ πελάγια, καὶ τὰ αἰγιαλώδη, τὰ βύθια, τὰ πετρώδη, τὰ ἀγελαῖα, τὰ σποραδικὰ, τὰ κήτη, τὰ ὑπέρογκα, τὰ λεπτότατα τῶν ἰχθύων προΐει, συγγένειαν πρὸς τὸ ὕδωρ φυσικὴν ἔχοντα. Μικρὸν γὰρ εἰ τοῦ ὕδατος χωρισθῇ, μὴ ἕχοντα ἀναπνοὴν, διαφθείρεται· ἡ γὰρ τῶν βραγχίων αὐτοῖς διαστολὴ, καὶ ἐπίπτυξις, δεχομένη τὸ ὕδωρ, καὶ διιεῖσα, ταύτην τὴν ἀναπνοὴν κέκτηται. Οὐδὲν παρ' αὐτοῖς ἐξ ἡμισείας ἔχει τοὺς ὀδόντας, ἀλλὰ πάντα ὀδοῦσιν ὀξέσι καταπεπύκνωται, πρὸς τὸ μὴ διαῤῥέειν τῇ χρονίᾳ μασήσει τὴν τροφήν. Ἔμελλε γὰρ ἐν τῇ λεπτῇ μασήσει διαφθείρεσθαι ὑπὸ τοῦ ὕδατος. Μηρυκίζει δὲ οὐδὲν ἄλλο παρ' αὐτοῖς εἰ μὴ ὁ σκάρος. Ἔστι δὲ καὶ ἡ τροφὴ ἄλλη ἄλλοις κατάλληλος. Οἱ μὲν γὰρ ἰλύϊ τρέφονται, οἱ δὲ τοῖς φυκίοις, ἄλλοι ταῖς βοτάναις ταῖς τρεφομέναις τῷ ὕδατι· ἕτεροι δέ εἰσιν ἀλληλοφάγοι. Ἔστι δὲ αὐτῶν καὶ διάφορα ἰδιώματα. Ὁ πριὼν πτέρυγας ἔχει μακράς· καὶ θεασάμενος πλοῖον οὐριοδρομοῦν, καὶ αὐτὸς ὑψώσας ἑαυτοῦ τὰς πτέρυγας, μιμεῖται τῆς νηὸς τὰ σχήματα τῆς κινήσεως, καὶ ἐρίζει τοῖς πλέουσι. Ποιήσας οὖν σταδίους τεσσαράκοντα, καὶ κοπιάσας, καθίησιν αὑτοῦ τὰς πτέρυγας, καὶ φέρεται ὑπὸ τῶν κυμάτων εἰς τὸν τόπον τὸν ἴδιον. Τὸ δὲ κῆτος καλεῖται μὲν Ἀσπιδοχελώνη παρά τισιν· ἔστι δὲ τῇ φύσει παμμεγεθέστατον, ὡς πολλάκις τοῖς ναυτιλλομένοις νήσου μεγάλης φαντασίαν ἐμποιῆσαι. Ἀναδύσαντος γὰρ αὐτοῦ ἐκ τοῦ βυθοῦ, ὡς λίθοι τραχεῖς τὸ σῶμα αὐτοῦ ἐκφαίνεται, καὶ περὶ αὐτὸ πάλους καταπηγνύντες ἐκδεσμοῦσι τὰ σκάφη, ἅτινα παραχρῆμα βυθίζεται, τοῦ κήτους ὑπὸ τοῦ ἡλίου διαθερμανθέντος, καὶ εἰς τὸν βυθὸν καταδύσαν 725 τος· ἔχει δὲ αὐτὸ, καὶ φύσει βαρεῖαν φωνὴν, καὶ πεινῆσαν ἀνοίγειν τὸ στόμα, καὶ ἀποφορὰν ἐκπέμπειν εὐωδεστάτην, ὥστε τοὺς μικροὺς ἰχθύας ἀφέλκεσθαι, καὶ εἰς τὸ στόμα αὐτοὺς ὅλους αὐτοῦ ἐπιστιβάζεσθαι. Κατοικεῖ δὲ τοῦτο τὰ Ἀτλάντια πελάγη διὰ τὸ μέγεθος. Τῷ δὲ καρκίνῳ ἡ σὰρξ τοῦ ὀστρέου ἐστὶν ἐδώδιμος, καὶ μὴ ἰσχύων ἀνοῖξαι τῶν κόγχων αὐτοῦ τὴν σύμπτυξιν, ἐπιτηρεῖ τὰς πτυχὰς αὐτοῦ ἀνοίξαντα ἐν τοῖς ἀπηνέμοις τόποις, καὶ τῇ αὐγῇ τοῦ ἡλίου τερπόμενον, καὶ λαβὼν ψηφῖδα ἐντίθησι λαθραίως, καὶ κωλύει τὴν σύμπτυξιν, καὶ οὕτω ῥᾳδίως αὐτὸ κατέδεται. Ὁ δὲ ἐχῖνος προγινώσκει τοῦ χειμῶνος τὴν ἔφοδον, καὶ ψηφῖδα ὑπέρχεται πρὸς τὸ μὴ ὑπὸ τῆς φορᾶς τῶν κυμάτων αὐτὸν περιάγεσθαι. Ὁ δὲ πολύπους, προσπελάσας πέτρᾳ τινὶ, ὁμόχροος αὐτῇ καθέστηκε, καὶ τοὺς ἐγγίζοντας ἰχθύας τῇ πέτρᾳ κατέδεται. Μικρότατον δὲ τῇ φύσει ἡ ἐχενηῒς τυγχάνει, καὶ τὰ μέγιστα τῶν πλοίων ἐξ οὐρίας φερόμενα ἵστησιν, ὥστε δοκεῖν τὸ πλοῖον ἐρηρεῖσθαι εἰς τὸ πέλαγος. Ὕδρις δὲ ἔστιν ἐν τῷ ποταμῷ, μορφὴν ἔχουσα κυνὸς, ἥτις τοῦ κροκοδείλου ἐχθρὰ τυγχάνει, καὶ ἀναιρεῖ τοῦτον καθεύδοντα. Τὸ γὰρ στόμα ἑαυτοῦ διανοίξας ὁ κροκόδειλος καθεύδει· καὶ ἡ ὕδρις, εἰς πηλὸν ἑαυτὴν ἐγκωλύσασα [φ. ἐγκυλίσασα], εἰς τὸ στόμα αὐτοῦ εἰσπηδᾷ, καὶ πάντα τὰ ἐντὸς αὐτοῦ κατεσθίουσα ἀναιρεῖ αὐτόν. Ἔστι δὲ ὁ κροκόδειλος θηρίον ὁμοῦ καὶ ἰχθὺς, καὶ μέγα ἀπὸ κεφαλῆς ἄχρι οὐρᾶς· οὐ μὲν ἔχει τὸ πλάτος τοῦ μεγέθους ἀνάλογον. Ἡ δὲ δορὰ αὐτοῦ λεπὶς τυγχάνει ῥυτὴ, καὶ ἡ χροιὰ τοῦ νώτου αὐτοῦ πέτρᾳ μελαίνῃ ἔοικεν, ἡ δὲ γαστὴρ λευκῇ. Πόδες δὲ αὐτοῦ εἰσὶ τέσσαρες, εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι· καθὼς τῆς χερσαίας χελώνης, οὐρὰ μακρὰ καὶ παχεῖα· τῆς ῥάχεως γάρ ἐστιν ἑνὸς ὀστέου τελευτή. Ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας, καὶ εἰσὶν ὡσεὶ τῶν πριόνων ἀκμαὶ, καὶ τύπτει ἐν αὐτῇ πρὸς οὓς ἂν παλαίῃ. Μία δὲ αὐτοῦ ἐστὶ κεφαλὴ τοῖς νώτοις συνυφαινομένη, καὶ εἰς μίαν ἰθυνομένη στάθμην· καὶ ἐφ' ὅσον οὐ κέχηνε, θηρίου ἐστὶ κεφαλή· ἐὰν δὲ χάνῃ, ὅλον στόμα γίνεται, μέχρι τῶν ὤμων τὸ χάσμα ποιοῦσα. Ὁ δὲ λεγόμενος ἱπποπόταμος ἵππου μὲν τοὺς πόδας ἔχει καὶ τὴν γαστέρα, τὴν δὲ ὁπλὴν σχιστὴν ὡς χηλὴν, οὐρὰν παχεῖαν καὶ ψιλὴν τριχῶν, ὅτι καὶ τὸ πᾶν τοῦ σώματος οὕτως ἕχει, κεφαλὴν περιφερῆ μικρὸν τῆς ἵππου παρειᾶς διάφορον, καὶ ἔχει κεχηνότα τὸν μυκτῆρα, πυρώδη καπνὸν, ὡς ἐκ καμίνου, πνέοντα, γένυν πλατεῖαν· μέχρι γὰρ τῶν κροτάφων ἀνοίγει τὸ στόμα. Ὀδοῦσι δὲ ἔνδον τριχῶς πεπύκνωται, ἔχων πρὸς τούτοις δύο ὀδόντας ἐπικαμπεῖς ὡς συός. Καὶ ἔστιν ἀδδηφαγώτατον ὅλον, λήϊον ποιοῦν τροφήν. Ἀπάτῃ δὲ θηρᾶται τοιαύτῃ. Ἐπιτηροῦσιν αὐτοῦ τὰς διατριβὰς, καὶ ὄρυγμα ποιοῦσι, καὶ καλάμῃ αὐτὸ στεγάζουσι, καὶ ἐπιχωννύουσι ψάμμῳ, καὶ ξύλινον ἱστῶσι κάτωθεν οἴκημα ἔχον ἀνεῳγμένας τὰς θύρας εἰς τὸν ὄροφον τοῦ βό 728 θρου· καὶ ἐπιβὰς ὁ θὴρ ἀφελῶς ἐμπίπτει, καὶ εἰς τὸ οἴκημα κατακλείεται φερόμενος κάτω. Καὶ οἱ θηρευταὶ εὐθὺς ἀποκλείουσι. Δεύτερον..... βοὸς δὲ ἔχει τὸ θηρίον τὸ μέγεθος. Ἐν δὲ τοῖς ἰχθύσι πολλή τις ἐνυπάρχει θέρμη ἔνδοθεν, καὶ ὀξεῖα· διὸ καὶ θᾶττον καταπέπτουσιν, ἃ ἐσθίουσιν, εὐθέως διασηπομένων τῶν ἐδωδίμων ἐν τῇ γαστρὶ αὐτῶν. Ἡ δὲ θαλαττιαῖος ἀλώπηξ, ἐπὰν μὴ δύνηται διαδράσαι τὴν ἄγραν, καταπιοῦσα τὸ ἄγχιστρον, ἐξαλλομένη καὶ ἀνατρέχουσα, ἀποτρώγει τὴν μήρινθον, καὶ διαφεύγει. Ὁ δὲ κροκόδειλος ἀνθρωποβόρον μέν ἐστι θηρίον, ὅταν δὲ μέλλῃ ποιεῖσθαι τὰς ὀχείας, ἀνανηξάμενον ἀναστρέφει τὴν θήλειαν ἐπὶ ταῖς ὄχθαις· μόνος γὰρ οὗτος ὕπτιος πλησιάζειν πέφυκε, καὶ μετὰ τὴν ὁμιλίαν πάλιν ταῖς χερσὶν αὐτὴν ἐπικουφίζων συνεπιστρέφει· ἐπειδὰν δὲ αὐτὴν ἄλλῳ συγγενομένην αἴσθηται, καθυποκρίνεται συμμιγῆναι αὐτῇ, καὶ τῷ αὐτῷ τρόπῳ ἀναστρέψας αὐτὴν γινώσκει διὰ τῆς ὀδμῆς (ἔχει γὰρ ὀξυτάτην περὶ τοῦτο τὴν αἴσθησιν) ὑφ' ἑτέρου μιανθεῖσαν αὐτὴν, καὶ τοῖς ὄνυξι διαῤῥήξας τὴν γαστέρα αὐτῆς, πάντα τὰ ἐντὸς αὐτῆς κατεσθίει. Περὶ γὰρ τὴν γαστέρα ἐστὶ τρυφερὸν τὸ ζῶον· ὁ γὰρ νῶτος αὐτοῦ στιβαραῖς λεπίσιν ἐνδέδυται, ὥστε καὶ τὸν ὀξύτατον σίδηρον ἐπενεχθέντα ἀμβλύνεσθαι. Ἐξαγαγέτω τὰ ὕδατα πετεινὰ ψυχῶν ζωσῶν, καὶ ἀθρόως ὁ ἀὴρ παντοίου γένους τῶν ὀρνίθων πεπλήρωται. Ἔδωκε δὲ αὐτοῖς ἐκ τῶν ὑδάτων τὴν γένεσιν, ἐπειδὴ συγγένειάν τινα πρὸς τοὺς ἰχθύας κεκλήρωνται. Ὡς γὰρ οἱ ἰχθύες ἐν τῇ κινήσει τῶν πτερύγων τὸ ὕδωρ τέμνουσι, καὶ διανήχονται, οὕτω τὰ πετεινὰ τοῖς πτεροῖς τὸν ἀέρα διανήχονται. Ἔστι δὲ αὐτῶν τὰ μὲν σαρκοφάγα πρέπουσαν κατασκευὴν τοῦ τρόπου τῆς σφῶν διαίτης ἐπέχοντα, ὀνύχων ἀκμαῖς, καὶ χεῖλος ἀγγύλον, καὶ πτερὸν ὀξὺ πρὸς τὸ ῥᾳδίως ἀναρπάσαι, καὶ διασπάσαι δύνασθαι· τὰ δὲ σπερμολόγα, τὰ δὲ ἐκ παντὸς τρεφόμενα. Καὶ τούτων ἑκατέρων ἡ κατασκευὴ διενήνοχε· καὶ τὰ μέν ἐστιν ἄναρχα καὶ αὐτόνομα, τὰ δὲ ὑφ' ἡγεμόνα τέτακται, καὶ τὰ μέν ἐστιν ἐπιδημητικὰ, τὰ δὲ ἐγχώρια. Γαῦρον ὁ ἀλεκτρυὼν, ὁ δὲ ἱέραξ εὐνούστατος τυγχάνει περὶ τὸν ἄνθρωπον. Ἱστοροῦσι γὰρ τοὺς ἐν τῇ Θρᾴκῃ ἱέρακας τοῖς ὀρνιθοθήραις περὶ τὴν ἄγραν συναίρεσθαι· ποιοῦνται μὲν γὰρ τὰς διατριβὰς ἐν ὕλαις δασυτάταις, ἕνθα γένη τῶν ὀρνίθων ἐνδιαιτᾶται, καὶ τοῖς ἐπὶ τὴν ἄγραν ἰοῦσι συντάττονται, ἰσομοιρίαν τοῦ ἀγρευθέντος δέξασθαι· καὶ τῶν θηρευτῶν τὰ δένδρα διασειόντων, οἱ ὄρνεις τινασσόμενοι σοβοῦνται, καὶ ἀνίπτανται, καὶ οἱ ἱέρακες κατὰ κεφαλῆς τούτων 729 ὑπεριπτάμενοι, τὰς κεφαλὰς αὐτῶν κολάπτουσι, καὶ εἰς γῆν καταῤῥίπτουσι, καὶ εὔθηρον τὴν ἄγραν τοῖς ἀνθρώποις παρασκευάζουσιν· οἱ δὲ ἄσμενοι τῆς ἄγρας αὐτῆς παραχρῆμα μεταδιδόασιν. Φιλότεκνον ὁ πελεκάν· τρέφων γὰρ τοὺς νεοσσοὺς, τύπτεται ὑπ' αὐτῶν ταῖς πτέρυξιν εἰς τὸ πρόσωπον· ὁ δὲ κολάπτων αὐτοὺς ἀναιρεῖ, καὶ σπλαγχνισθεὶς πενθεῖ ἐπὶ τρεῖς ἡμέρας αὐτούς. Ἡ δὲ μήτηρ ἐλθοῦσα ἐπάνω αὐτῶν ῥήγνυσι τὴν πλευρὰν αὐτῆς, καὶ ἐπιστάζει τὸ αἷμα αὐτῆς ἐπὶ τοὺς νεοσσοὺς, καὶ ζωογονοῦνται. Οὗτοι δὲ οἱ πελεκᾶνες τὰς κόγχας τούτῳ τῷ τρόπῳ ἐσθίουσι· μὴ δυνάμενοι διὰ τὸ ἐσφίγχθαι αὐτὰς ἀνελεῖν· καταπίνουσιν αὐτὰς πρότερον, ὅπως τῇ περὶ τὸν φάρυγγα θερμότητι διατακῇ μὲν ἡ συνέχουσα κόλλη, ἀνεθεῖσαι δὲ αἱ κόγχαι χαλασθῶσιν· ἑξεμέσαντες οὖν αὐτὰς, εὐμαρῶς τὸ ἐδώδιμον αὐτῶν κατεσθίουσιν. Αἱ δὲ φάσσαι οὐκ ἔνθα τίκτουσιν ἐπωάζονται, ἀλλὰ μεταστᾶσαι, διὰ τὸ πλῆθος τῶν θηρευτῶν, εἰς ἕτερον τόπον, ἐκτρέφουσι τοὺς νεοττούς. Καὶ ἐπειδὰν αἴσθωνται εἰς θήραν ἀφιγμένους τινὰς τῶν νεοττῶν, ἀνίπτανται, καὶ τὴν τῶν θηρευτῶν σπουδὴν εἰς ἑαυτὰς περισπῶσι, καιρὸν φυγῆς τοῖς νεοττοῖς παρέχουσαι, καὶ ἐκφυγόντων τῶν νεοττῶν, μάλα θαρσαλέως σὺν τοῖς νεοττοῖς, ἀπάρασαι, αἰθεροβατοῦσιν. Φιλόκαλον ὁ ταὼς ἐξ Ἰνδῶν ὁρμώμενος. Οὗτος, ἀναπτερώσας τὸ κάλλος καὶ τῶν πτερῶν ἐπιδείξας τὸ θέατρον, ἐπάγεται πρὸς συνουσίαν τὴν θήλειαν, ὥσπερ λειμῶνα τὸν καλλωπισμὸν τοῦτον ἐπιδεικνὺς αὐτῇ· ἔστι γὰρ σχεδὸν λειμῶνος ὁ ταὼς εὐανθέστερος. Περιπεφύτευται γὰρ αὐτῷ χρυσὸς τοῖς πτεροῖς, καὶ κύκλῳ τὸ ἁλουργὲς περιθέει πορφυροῦν τὸν χρυσόν· καὶ ὑπὸ τοῦ χρυσοῦ περίκειται τὸ ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν πτερῷ. Ὁ δὲ φοῖνιξ μέγεθος μὲν ἔχει ταῶνος, διαφέρει δὲ τῷ κάλλει τοῦ ταῶνος τῇ χροιᾷ· κεκέρασται γὰρ αὐτῷ χρυσῷ καὶ πορφύρᾳ τὰ πτερὰ, εὐφυεῖ δὲ κύκλῳ στεφάνου ἡ κεφαλὴ αὐτοῦ κεκόσμηται φυσικῶς. Ἔστι δὲ ὁ κύκλος κυάνεος, καὶ ῥόδοις ἐμφερής. Εὐειδὴς δὲ ὢν τῇ θέᾳ, καὶ ἀκτῖσι κομῶν, ὥσπερ ἥλιος ἐφ' ὕψους ἵσταται· ὡς ἱστορῆσαι καὶ ἄλλους τὴν μορφὴν αὐτοῦ τοῦ σώματος, ὡς καὶ αὐτοὶ διαγράφοντες φάσκουσιν οὕτως· Διπλοῦν γάρ ἐστι τὸ μῆκος ἀετοῦ σχεδόν. Πτεροῖς δὲ ποικίλοισιν, ἠδὲ χρώμασιν, Σῶμα αὐτοῦ κέκαυται. Στῆθος μὲν οὖν αὐτοῦ πορφυροῦν φαίνεται, Σκέλη δὲ μιλτόχρωτα, καὶ κατ' αὐχένα, Κροκοπίνοις μαλλοῖσιν εὐτρεπίζεται. Κάρα δὲ κοίτης ἡμέρας παρεμφερὴς, Καὶ μηλίνῃ μὲν τῇ κόρῃ προσέβλεπε. Κύκλῳ δὲ κόρῃσι κόκκος ὡς ἐφαίνετο. Φωνὴν δὲ πάντων εἶχεν εὐπρεπεδεστάτην. Βασιλεὺς δὲ πάντων ὀρνέων ἐφαίνετο, Ὡς ἦν νοῆσαι· πάντα γὰρ τὰ πτηνὰ ὁμοῦ Ὄπισθεν αὐτοῦ δολιχεύοντες ἐπέσσυντο. Αὐτὸς δὲ πρόσθε, ταῦρος ὣς γαυρούμενος, Ἔβαινε κραιπνὸν βῆμα βαστάζων ποδός. Τοῦτο φασὶ μονογενὲς ὑπάρχειν ζῶον, μὴ συνιστά 732 μενον διαδοχῇ, ἀλλ' ὑπάρχειν αὐτὸ μονώτατον, καὶ ἔτη ζῇν πεντακόσια. Καὶ ἐν καιρῷ τοῦ μέλλειν αὐτὸ τελευτᾷν (προαισθάνεται γὰρ τὴν ἀποβίωσιν), ἐφ' ὑψηλοῦ τινὸς τόπου ἐστοχασμένος, κατὰ τὴν ἀνατολὴν τοῦ ἡλίου, ἐξ ἀρωματικῶν φρυγάνων συμπηγνύναι τὴν καλιὰν, κἄπειτα ὑπὸ τῆς ἀκτῖνος ὁλοκαυτίζεσθαι τοῦ ἡλίου, καὶ εἰς κόνιν παντελῶς ἀναλύεσθαι· εἶτα ἐκ τῆς κόνεως σκώληκα γίγνεσθαι, καὶ ἐκ τοῦ σκώληκος εἰς τὸν πρῶτον φοίνικα μεταβάλλεσθαι. Ὁ δὲ ἀετὸς περὶ τὴν ἀνατροφὴν τῶν νεοττῶν ἐστιν ἀδικώτατος· δύο γὰρ ποιήσας, τὸν μὲν ἕτερον οἰκειοῦται, τὸν δὲ ἕτερον μαστίζων τοῖς πτεροῖς ἀποπέμπεται, διὰ τῆς τροφῆς, ὡς φασὶ, τὸ ἐπίπονον. Ἡ δὲ φήνη, τὸν ἀποποιηθέντα δεξαμένη, τοῖς οἰκείοις ἅμα ἐκτρέφει νεοσσοῖς. Θρέψας δὲ τὸν νεοττὸν ὁ ἀετὸς, συνίπταται, αὐτὸν πρὸς τὸν αἰθέρα λαμβάνων· καὶ εἰ θεάσοιτο πρὸς τὴν λαμπρότητα τοῦ ἡλίου αὐτὸν ὀξυοπήσαντα, καὶ εὐτόλμως τὸν ἀέρα διανηχόμενον, ὡς οἰκεῖον περιποιεῖται· εἰ δὲ ἄτονον πρὸς ταῦτα, ὡς νόθον ἀποβάλλει. Φασὶ γὰρ γηράσαντα τὸν ἀετὸν ἀμαυροῦσθαι τὰς ὄψεις, καὶ βαρεῖσθαι αὐτοῦ τὰς πτέρυγας, καὶ εἰς πηγὴν ἀφικνεῖσθαι, καὶ εἰς τὸν αἰθέρα ἀνιπτάμενον, ὑπὸ τοῦ ἡλίου τὰς πτέρυγας καταφλέγεσθαι, καὶ ἀναβλέπειν, εἶτ' εὐθὺς ἐπὶ τὴν πηγὴν καταβάντα τρίτον βαπτίζεσθαι, καὶ ἀνανεοῦσθαι· διὸ καὶ τὸν ψαλμὸν φάσκειν φασίν· Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου. Ὁ δὲ γὺψ ὑπηνέμιον τὴν γονὴν κέκτηται, καὶ οὐ γινώσκει συνουσίαν ἄῤῥενος, καὶ ἐκατὸν τὰ ἕτη βιοῖ. Αὐλίζεται δὲ ἐπὶ τῶν ὑψηλῶν, καὶ μετεώρων, καὶ οὐδεὶς οἶδε ποῦ ποιεῖ τὴν κατοίκησιν. Καὶ ἔγγυος γενόμενος πορεύεται εἰς τὴν Ἰνδικὴν, καὶ λαβὼν τὸν εὐτόκιον λίθον οὕτω καλούμενον, ἐπάνω αὐτοῦ καθέζεται συνεχόμενος ὠδῖσι, καὶ ἀποτίκτει. Ἔστι δὲ ὁ λίθος περιφερὴς ὡς κάρυον, καὶ κινούμενος ἦχον ἐκπέμπει ὡς κώδων, ἔνδοθεν ἑτέρου λίθου κινουμένου. Φασὶ δὲ τὸν γῦπα τὰ ῥόδινα μύρα χρισθέντα ἀποθνήσκειν· σπέρματα δὲ μὴ βλάπτειν αὐτὸν, μηδέ τι ἔμψυχον διαλυμαίνεσθαι, καὶ μηδὲ νεκρῷ προσέρχεσθαι πετεινῷ διὰ τὴν συγγένειαν. Ἡνίκα δὲ, φασὶν, ἄνδρες εἰς πόλεμον παρατάσσονται, ἐπακολουθεῖ αὐτοῖς, καὶ οὐκ ἀφίσταται, σαρκοβόρος ὤν. Οἱ δὲ πελαργοὶ καὶ ἑνὶ ἐπιδημοῦσι συνθήματι, καὶ ἑνὶ ἀπαίρουσι. Προπέμπουσί τε αὐτοὺς αἱ κορῶναι, καὶ, ὡς εἰκὸς, συμμαχοῦσιν αὐτοῖς πρός τινας πολεμίους ὄρνιθας· τετραυματισμέναι γὰρ ἐπανέρχονται. Ἐὰν δὲ γηράσῃ ὁ πελαργὸς, πτεροῤῥυεῖ, καὶ τὰ τέκνα αὐτοῦ περιστάντα τοῖς οἰκείοις πτεροῖς περιθάλπουσι, καὶ τὰς τροφὰς ἀφθόνως παρέχουσιν· ἐν δὲ τῇ πτήσει ὑποκάτωθεν αὐτὸν ὑποβαστάζουσι, καὶ τοῖς ἰδίοις πτεροῖς ἠρέμα αὐτὸν ὑποκουφίζουσιν ἑκατέρωθεν. Αἱ δὲ γέρανοι ὁμοῦ πᾶσαι ἐξ ἴσου ἵπτανται, μία δὲ προηγεῖται αὐτῶν, καὶ τακτόν τινα χρόνον προηγησαμένη εἰς τὸ κατόπιν περιελθοῦσα τῇ μετ' αὑτὴν 733 τὴν ἡγεμονίαν τῆς ὁδοῦ παραδίδωσιν. Ἐν δὲ τῷ καθεύδειν ἡ μία ὅλας περιέρχεται ἀσφαλιζομένη· καὶ ἐπειδὰν τὸ μέτρον τὸ ἀρκοῦν τοῦ διαστήματος πληρώσασα βοήσῃ, πρὸς ὕπνον τρέπεται, καὶ ἄλλη πάλιν διαδέχεται τὴν τοιαύτην ὑπηρεσίαν. Τὸ δὲ τῶν χηνῶν γένος ὑπάρχει ἄγρυπνον, καὶ ὀξυήκοον ταχέως τῶν προσιόντων ἁπλῶς, ἢ τῶν ἐπιβούλων τὴν ἔφοδον αἰσθανομένη. Οὕτως γοῦν πολεμίων τινῶν δι' ὑπονόμων ὑποδύντων, καὶ μελλόντων χειροῦσθαι Ῥώμην τὴν μεγαλόπολιν, οὗτοι τῇ φυσικῇ ὀξύτητι τῆς αἰσθήσεως περιεσώσαντο, τῇ ἀθρόᾳ φωνῇ παραδόντες τοὺς ἐπιβούλους τοῖς φύλαξιν. Ἀλκυών ἐστι θαλάττιον ὄρνεον, καὶ παρὰ τοὺς τῆς θαλάττης νοσσεύει αἰγιαλοὺς, τοῦ χειμῶνος μεσάζοντος. Ὅταν οὖν ἐπωάζηται, οἱ μὲν ἄνεμοι κοιμίζονται, ἡ δὲ θάλαττα γαλήνην ἔχει σταθερὰν, ἄχρις ἡμερῶν ἑπτὰ, τὸ πρὶν ἀνέμων σφοδρῶν ταραττόντων τὴν θάλατταν. Ἐπειδὰν οὖν περιγλύψῃ τοὺς νεοττοὺς πάλιν ἄλλας ἐπτὰ ἡμέρας, ὁ Θεὸς νηνεμίαν παρέχεται, ἕως ἐκθρέψῃ τοὺς νεοττούς. Δολερὸν ὁ πέρδιξ, καὶ ζηλότυπον, καὶ κακοῦργον, συμπράττων τοῖς θηρευταῖς πρὸς τὴν ἄγραν. Ἀλλότρια δὲ κλέπτων ὠὰ νοσσοποιεῖ, καὶ αὐξηθέντες οἱ νεοττοὶ, ἕκαστος κατὰ γένος πρὸς τοὺς οἰκείους ἀνίπταται, καὶ ἕρημον αὐτὸν καταλιμπάνουσιν. Λάγνον περιστερά. Ἔστι δὲ δένδρον ἐν τῇ Ἰνδικῇ καλούμενον περιδέξιον, γλυκεῖς φέρον καρποὺς, καὶ τούτῳ αἱ περιστεραὶ τέρπονται, καὶ κατασκηνοῦσιν ἐπ' αὐτοῦ. Ἔστι δὲ ὁ δράκων ἐχθρὸς τῆς περιστερᾶς, καὶ δεδοικὼς τὸ δένδρον οὐκ ἐπέρχεται· εἰς οἶον γὰρ μέρος τοῦ δένδρου ἡ σκιὰ γένηται, ὁ δράκων φεύγει φοβούμενος. Αἱ δὲ περιστεραὶ εἰς τὸ κλίτος ἐκεῖνο τῆς σκιᾶς μεθίστανται· ἐὰν γὰρ χωρισθῶσι τῆς σκιᾶς ἀναιροῦνται ὑπὸ τοῦ δράκοντος. Οἵα δέ ἐστιν ἡ φύσις τῆς περιστερᾶς θαυμάσαι ἄξιον· τὸν γὰρ αὐχένα, ἐν ἡλιακαῖς καταλαμφθέντα, μυρίαις χρωμάτων ἰδέαις ποικιλλόμενον δείκνυσι, φοινικῷ, κυανῷ, πυρωπῷ, ἀνθρακοειδεῖ, ὠχρῷ τε καὶ ἐρυθρῷ, καὶ ἄλλοις παντοδαποῖς χρώμασι. Φιλότεκνον ἡ κορώνη καὶ μόνανδρον· ἐκθρέψασα γὰρ τοὺς νεοττοὺς, κηδομένη αὐτῶν οὐ παύεται τρέφουσα αὐτοὺς, καὶ ἀεὶ συνιπταμένη αὐτοῖς. Ὁ δὲ νυκτικόραξ φίλον ἐστὶ τῆς νυκτὸς ἢ τῆς ἡμέρας. Φιλόστοργος ὁ ἔποψ· γηράσαντας γὰρ τοὺς γονεῖς πτερυγίζει μὲν πρῶτον, εἶτα τῇ γλώττῃ καταψύχει αὐτῶν τοὺς ὀφθαλμοὺς, ἔπειτα θάλπων αὐτοὺς ἀνανεοῖ. Ἡ δὲ χελιδὼν ἅπαξ γεννᾷ τοῦ καιροῦ, πηγνυμένη δὲ τὴν καλιὰν τὰ μὲν κάρφη φέρει τῷ στόματι, τὸν δὲ πηλὸν τῷ πτερῷ· τὸ γὰρ ἄκρον αὐτῆς βρέξασα ὕδατι, τῇ λεπτῇ κόνει ἐνειλεῖται, καὶ οὕτως τὴν χρείαν ἐπινοεῖ τοῦ πηλοῦ· καὶ κατὰ μικρὸν τὰ κάρφη οἷον κόλλῃ τινὶ συνδεσμοῦσα τῷ πηλῷ, συνίστησι τὴν καλιὰν, καὶ ἐκτρέφει τοὺς νεοσσούς. Μόνανδρος ἡ τρυγών· εἴτε γὰρ ὁ ἄῤῥην ἀποθάνῃ, εἴτε ἡ θήλεια, ἑτέρῳ οὐ συνάπτεται. Αἱ δὲ κατοικίδιοι ὄρνεις ἐπὶ παντὸς τοῦ καιροῦ τὸ 736 συνουσιαστικὸν ἔχουσιν. Τὰ δὲ φίλυδρα, οἶον νῆσσαι, καὶ κύκνοι, καὶ τὰ ὅμοια αὐτοῖς, τοὺς πόδας ἐσχισμένους οὐκ ἔχουσιν, ἀλλὰ πλατεῖς, ὑμενώδεις πρὸς τὸ εὐμαρῶς τοῖς ὕδασι νήχεσθαι, οἱονεὶ κώπαις τισὶ τοῖς ὑμέσι τῶν ποδῶν τὸ ὑγρὸν διωθούμενα. Ὁ δὲ κύκνος μακρότερον τῶν ποδῶν ἔχει τὸν τράχηλον, πρὸς τὸ ἐκ τοῦ βάθους ἀνασπᾷν τοὺς ἰχθύας. Τῶν δὲ ὀρνέων πολλὰ κατ' ἔτος μεταβάλλει τὴν φωνὴν καὶ τὴν χροιάν. Ὁ γὰρ κόττυφος ἐκ μέλανος ξανθὸς καθίσταται, καὶ ἐξ ᾠδικοῦ κρακτικός. Ἡ δὲ ἀηδὼν τὸ χρῶμα καὶ τὴν φωνὴν μεταβάλλει ταῖς τροπαῖς· καὶ ἔστιν ἄγρυπνον τῇ μελῳδίᾳ σχολάζουσα. Ἔνια δὲ τῶν ὀρνέων τὰς χειμερινὰς οὐ πεινῶσι τροπὰς, τῷ ἀέρι μόνῳ τρεφόμενα καὶ τῇ κατὰ τὰς χλοηφαγίας ἐνυπαρχούσῃ νοτίδι, ἀλλὰ καὶ τὰς ὑπογαστρίους κρατοῦσιν ἡδονάς. Ἔνια μὲν γὰρ ἔαρι, καὶ μετοπώρῳ κατὰ τὰς ἰσημερίας, ἔνια δὲ ἅπαξ τοῦ ἔτους ἐπιβαίνει. Αἱ δὲ θήλειαι ὄρνεις μέχρι συλλήψεως τῇ ὀχείᾳ ἔχονται, καὶ εὐθὺς τοὺς ἄῤῥενας ἀποτρέφονται. Οἱ δὲ κάνθαροι, ἐὰν ῥοδίνῳ χρισθῶσιν, εὐθὺς ἀποθνήσκουσιν. Αἱ δὲ μέλισσαι καὶ σφῆκες, ἐλαίῳ καταβρεχθεῖσαι φθείρονται, τῶν πόρων ἀποφραγέντων. Ὄξει οὖν ἀναβιοῦσι βρεχόμεναι· τρέφονται δὲ τῷ ἄερι ἀναπνοὴν οὐκ ἔχουσαι. Ἔχουσι δὲ βασιλέα αἱ μέλισσαι, καὶ κοινὴν μὲν ποιοῦνται τὴν πτῆσιν, κοινὴν δὲ τὴν οἴκησιν· καὶ οὐδεμία προχείρως ἔξεισι πρὶν ἢ τὸν βασιλέα τῆς πτήσεως κατάρξασθαι. Ἔστι δὲ αὐταῖς οὗτος ἀχειροτόνητος ἐκ φύσεως ἔχων τὴν κατὰ πάντων ἀρχὴν, μεγέθει, καὶ σχήματι, καὶ τῇ τοῦ ἤθους πραότητι διαφέρων αὐτῶν· ἔστι μὲν γὰρ κέντρον αὐτῷ, ἀλλ' οὐ χρῆται τούτῳ πρὸς ἄμυναν. Συνάγουσι δὲ ἐκ τῶν ἀνθῶν τὸν κηρὸν αἱ μέλισσαι, καὶ τὴν δροσοειδῶς ἐνεσπαρμένην νοτίδα τοῖς ἄνθεσιν τῷ στόματι ἐπισπασάμεναι, ταῖς κοιλότησι τῶν κηρῶν αὐτὴν ἐνιᾶσιν· ὅθεν καὶ ὑγρόν ἐστι τὴν ἀρχὴν, εἶτα τῷ χρόνῳ καταπεφθὲν, ἡδὺ γίνεται, καὶ εὔχρηστον τοῖς ἀνθρώποις. Σοφῶς δὲ καὶ τὰς ἀποθήκας φιλοτεχνοῦσι τοῦ μέλιτος· εἰς λεπτὸν ὑμένα τὸν κηρὸν διατείνουσαι, πυκνὰς καὶ συνεχεῖς ἀλλήλαις τοὺς σίμβλους οἰκοδομοῦσιν, ὡς τὸ μικρὸν τῆς τῶν μικροτάτων πρὸς ἄλληλα δέσεως ἑδράζεται. Αἱ δὲ ἀκρίδες ἑνὶ συνθήματι κατὰ τὸ πλάτος τῆς χώρας στρατοπεδεύουσι. Περιιοῦσαι δὲ ὁρῶσιν ἕτερα λήϊα τῷ καρπῷ βρίθοντα, καὶ οὐκ ἐφάπτονται, ἀλλ' ἐπὶ τὸν ὡρισμένον αὐταῖς τόπον σπουδάζουσιν, ὥσπερ ἐκ θείου προστάγματος ἐπειγόμεναι. Καὶ οὐ πρότερον τοῦ καρποῦ ἅπτονται, πρὶν ἢ δοθῆναι αὐταῖς τὴν συγχώρησιν. Μετέπειτα δὲ αὐταῖς σελευκὶς ἐπαποστέλλεται, καὶ πάσας κατεσθίει αὐτὰς, ἀκόρεστον τὴν φύσιν ἔχουσα. Τὴν γλαῦκά φασι τὴν ἡμέραν ἀμαυροῦσθαι τὴν ὄψιν, τὴν δὲ νύκτα ῥώννυσθαι. Ἡνίκα δ' αἱ νυκτερίδες καθεύδουσιν, ἐξ ἀλλήλων ἀπήρτηνται· καὶ εἰ μίαν συμβῇ τοῦ ὁρμαθοῦ ἀποσπασθῆναι αὐτῶν, αἱ λοιπαὶ καταβοῶσιν. Μόνον δὲ τῶν πετεινῶν τετρασκελὲς ὑπάρχει, καὶ ὀδοῦσι κατακεκόσμηται. Οἱ δὲ τέττιγες ἐν ἐπομβρίᾳ γίνονται, ἡσυχάζουσι δὲ 737 καιρὸν, ἐπειδὴ τῇ δρόσῳ πήγνυνται. Πλήττειν δὲ καὶ ᾄδειν τὸ πτερὸν αὐτῶν φάσκουσι. Τῇ δὲ ἕκτῃ ἡμέρᾳ προσέταξεν ὁ Θεὸς ἐξαγαγεῖν τὴν γῆν κατὰ γένος τετράποδα, καὶ ἑρπετὰ, καὶ θηρία τῆς γῆς, καὶ τὰ κτήνη, καὶ πάντα τὰ ἕρποντα ἐπὶ τῆς γῆς κατὰ γένος, καὶ παρήχθη εὐθέως εἰς τὸ εἶναι πάντα, ἅπερ κοινὴν μὲν τῷ ἀνθρώπῳ τῆς φύσεως ἔχει τὴν αἴσθησιν, οὐ μὴν δὲ ἴσην καὶ τὴν ψυχὴν κέκτηνται ζῶντα, καὶ κινούμενα κίνησιν, ἣν ἡ ἀρχέγονος τοῦ αἵματος φύσις χορηγεῖ τῷ πνεύματι τοῦ ἔξωθεν ἀέρος κιρναμένη. Ἔστι δὲ καὶ ἐν αὐτοῖς ἤθη διάφορα, τὴν Πρόνοια τοῦ Θεοῦ αἰνιττόμεναι· καὶ γὰρ καὶ ταῦτα οὐ μικρῶς ταύτην συνίστησιν. Ὡς γὰρ σοφὴ τῶν βλαστῶν ἡ καρπογονία, καὶ ἄστρων εὐταξία, καὶ ἡλίου, καὶ σελήνης ἀνυπαίτιος δρόμος, καὶ θαλάσσης ὅρων θεσμὸς μὴ ὑπερισταμένης τὴν Πρόνοιαν ἀναντιῤῥήτως μαρτύρεται· οὕτως καὶ ἡ τῶν ζώων ἰδιότης τὸ ἀπαράλλακτον τῆς τάξεως ἐνδεικνυμένη τὴν Πρόνοιαν μάλα σαφῶς κηρύττει, καθάπερ ψυχὴ κινοῦσα τοῦ κόσμου πᾶσαν τὴν σύστασιν. Καὶ καταγέλαστος ἂν εἴη πᾶς ὁ ἐκβάλλων, τῶν στοιχείων ἁπάντων ὁμολογούντων αὐτήν· γῆ μὲν πρὸς φυτουργίαν οὐκ ἀπειθοῦσα, ἥλιός τε, καὶ σελήνη, καὶ τὰ λοιπὰ ἄστρα τοῦ προσήκοντος δρόμου μὴ στείλαντα, θάλαττα κανόνα προσταγῆς οὐχ ὑπερβαίνουσα, νηκτὰ δὲ καὶ ἀεροπόλα, καὶ χερσαῖα τῆς ὀφειλομένης χρείας οὐχ ὑστερούμενα. Πῶς οὖν οὐκ ἄδικος καὶ ἄφρων ὁ καθόλου τὴν Πρόνοιαν παραιτούμενος; Ποῦ λόγος ἐρεῖ τεχνικὸν ἔργον μὴ ἀπαυτοματίζεσθαι, πρὸς ἐπιστήμης δὲ τὰ σοφὰ ἔργα ἀποτελεῖσθαι· αὐτίκα γοῦν ἀνδριαντοποιοῦ ἔννοιαν λαμβάνομεν· εἰκόνα δὲ περικαλλῶς γεγραμμένην κατιδόντες, τὸν ταύτης γραφέα θαυμάζομεν· νῆα δὲ ἐντέχνως ἐπιστήμῃ κατεσκευασμένην ὁρῶντες, ναυπηγὸν ἐπαινοῦμεν. Εἰ δ' αὐτοὶ τεχνικὰ ἔργα θεώμενοι τὸν ἔμμουσον τεχνίτην γινώσκομεν, τί οὖν οὐ μᾶλλον τὴν πάντων σοφὴν Πρόνοιαν ἐν καταλήψει ἔξοιμεν, ὀφθαλμῷ διάνοιαν διὰ τῶν ἐστοιχειωμένων κόσμου μερῶν, ἐπιστημόνως τεταγμένων; Τὰ γὰρ εἴδη καὶ σχήματα ἱκανὰ γνωρίσαι τὸν τεχνίτην, εἰ καὶ λόγῳ τὰ ἐστοιχειωμένα σιωπὴν ἄγει. Φιλεῖ γὰρ τὰ πρός τινος μορφωθέντα τὸν κεκοσμηκότα ὁμολογεῖν. Ὥσπερ δὲ τῶν στοιχείω ἡ σύστασις σαφηνίζει τὴν Πρόνοιαν, οὕτω καὶ ἡ τῶν ζώων διάφορος φύσις τὴν γνῶσιν ταύτης παρέχεται. Συγγεννᾶται μὲν γὰρ ὁ θυμὸς τῷ λέοντι, καὶ ἔστι μοναστικὸς ὁ βίος αὐτοῦ, οὐδενὶ τῶν ζώων κοινωνῶν, οὐδὲ χθιζὴν τροφὴν προϊέμενος, ἀλλὰ πρόσφατον· ὀξεῖαν δὲ ἔχει τὴν αἴσθησιν, καὶ θᾶττον τῆς ὀσμῆς τῶν θηρευόντων αἰσθάνεται, καὶ δρόμῳ φεύγει ἐπὶ τὸ σπήλαιον, τὰ ἴχνη τῇ σοβῇ περισαίνων, ὅπως καλυφθέντα ὑπὸ τῆς κόνεως ἀνίχνευτον τοῖς θηρευταῖς καταστήσωσιν. Πηρὸς δὲ αὐτοῦ ὁ σκύμνος τίκτεται, καὶ τρεῖς ἡμέρας ὑπὸ τῆς λεαίνης φυλάττεται, καὶ ἐλθὼν αὐτὸς ἀπὸ τῆς θήρας, ἐμφυσήσας αὐτὸν εἰς τὸ πρόσωπον, βλέποντα αὐτὸν ἐξαν 740 ίστησιν. Ἡνίκα δὲ ἀνθρώπῳ ἤ τινι τῶν ζώων ἐπέρχεται, μαστίζει τῇ σοβῇ ἑαυτὸν πρότερον κατὰ τὸ ποιητικόν· Οὐρῇ μὴν πλευράς τε καὶ ἰσχία ἀμφοτέρωθεν Μαστίεται, ἕε δ' αὐτὸν ἐποτρύνει μαχέσασθαι. Γηράσας δὲ, καὶ εἰς ἄγραν βαδίζειν ἀτονῶν ἐφεδρεύει ταῖς πόλεσιν, θηρεύειν εἰς βίωσιν τοὺς ἀνθρώπους γλιχόμενος. Ἔστι δὲ αὐτοῦ τὸ στόμα πάντοτε δυσωδέστατον· καθεύδων δὲ ἀναπετάσας ἔχει τὰ βλέφαρα. Ἡ δὲ λέαινα μόλις ἑνὸς σκύμνου ὑπομένει τὴν κύησιν· προϊὼν γὰρ εἰς τὸ ἔξω ταῖς ἀκμαῖς τῶν ὀνύχων τὴν μήτραν διασπαράσσει αὐτῆς. Ῥαγδαλαῖον ἡ πάρδαλις καὶ ὀξύῤῥοπον ταῖς ὁρμαῖς, καὶ τῶν ἄλλων διαφέρων ὀξύτητι, καὶ ἐπὶ τὰς ὄψεις τῶν θηρευτῶν ἐφιπτάμενον. Νωθρὰ ἡ φύσις τῆς ἄρκτου, καὶ ἰδιότροπος, καὶ τὸ ἦθος ὕπουλος, καὶ βαρεῖα τῷ σώματι. Πολλάκις οὖν βαθυτάταις τρωθεῖσα πληγαῖς, ἰατρεύει ἐαυτὴν ξηροτάτῳ φλόμῳ τὰς ὠτειλὰς παραβύουσα. Παλαίουσα δὲ διαπλέκει τοὺς πόδας τεχνικῶς, καὶ ὑποσκελίζει, καὶ μεσολαβοῦσα κραταιῶς καθάπτει. Ὁ ταῦρος τοῖς κέρασι πρὸς ἄμυναν τῶν ἀντιπάλων καθώπλισται, τοῖς δὲ ποσὶν ἀθλητοῦ τρόπον κονίζεται· ὑποβλεπόμενος δὲ πυρωποῖς ὄμμασι, καὶ τὰ κέρατα ἐγκεκλικὼς, καὶ ζέων θυμῷ, ἐφορμᾷ ὅλῳ τῷ σώματι. Σῦς δὲ, ὅταν ἴδῃ κυνηγοὺς ἐν ταῖς ὕλαις λοχῶντας, διανιστάμενος, οὐ πρότερον ἐφορμᾷ πρὶν ἢ τοῖς πλησίον δένδροις παραθήξῃ τοὺς ὀδόντας. Ἔστι δὲ ζῶον ἀνθόλοψ σφόδρα δριμύτατον καὶ δυσθήρατον, ἔχον δὲ μακρὰ κέρατα ὅμοια πρίοσιν, δένδρα μετέωρα καὶ μεγάλα πρίζει· διψῆσαν δὲ ἔρχεται ἐπὶ τὸν Εὐφράτην ποταμὸν, καὶ πιὼν παίζει ταῖς ἐρεικίναις, ταῖς οὔσαις παρὰ ταῖς ὄχθαις τοῦ ποταμοῦ, καὶ δεσμεῖται ὑπ' αὐτῶν. Λεπτόκλονοι γὰρ ὑπάρχουσαι, ἐμπλέκονται αὐτοῦ περὶ τὰ κέρατα, καὶ βοᾷ· καὶ οἱ κυνηγοὶ, αἰσθόμενοι, εὐθέως αὐτὸν συλλαμβάνουσι, καὶ ἀναιροῦσιν. Ἔστι δὲ ἐν τοῖς Σκύθαις τοῖς καλουμένοις Λώοις ζῶον καλούμενον τάρανδος, μέγεθος ἔχον βοὸς, τὴν δὲ ὄψιν τῆς τοῦ ἐλάφου παραπλήσιον. Καὶ ἔστι δυσθήρατον, τῷ πρὸς τὰ δένδρα καὶ χωρία, καὶ πρὸς πάντα οἷς ἂν ἐγγίζῃ τὴν χροιὰν μεταβάλλειν, καὶ τῇ ἐκείνων ἀφομοιοῦσθαι ἰδέᾳ, καὶ διὰ τοῦτο εἶναι πολλοῖς ἀνεπίγνωστον. Ὁμοίως δὲ καὶ ὁ χαμαιλέων εἰς οἵους ἂν ἕρπῃ λειμῶνας, καὶ ἐδάφη ξηρὰ, τὴν χροιὰν ἐκείνων μεταλαμβάνει. Δειλὸν ἡ ἔλαφος καὶ ὀξυδερκὲς, καὶ πρὸς τὰ ἑρπετὰ θηρία πολέμιον· καὶ εἰ διαφύγῃ αὐτὴν ὄφις, καὶ εἰς ῥαγάδα παρεισδύῃ πέτρας, ἀφικνεῖται διψήσασα εἰς τὰς πηγάς· πάνυ γάρ ἐστι πρὸς τὴν δίψαν διάπυρος, ὡς καὶ τὴν γλῶτταν ἐκβάλλειν τοῦ στόματος, 741 πρὸς τὸ ὑπὸ τῆς ψυχρότητος τοῦ ἀέρος αὐτὴν ἀναψύχεσθαι. Ἐμπλησθεῖσα οὖν τοῦ ὕδατος, ἔρχεται ἔνθα ὁ ὄφις κρύπτεται, καὶ ἀνασπάσασα αὐτὸν ἐκ τῆς ῥαγάδος, συμπατοῦσα ἀναιρεῖ. Εἰ δὲ καὶ τῶν κεράτων αὐτῆς μικρόν τι ἢ τῶν τριχῶν ἐπ' οἰκίας κατακαῇ, εἴ που ἂν ἐμφωλεύει θηρίον, διαδιδράσκει. Ἐπειδὰν δὲ ἀποβάλῃ τὰ κέρατα, μόνασιν ζητεῖ, καὶ κρημνὸν ἀπρόσιτον καταλαμβάνει, καὶ ἄβατον ἐρημίαν μεταδιώκει, ὡς ἀποβαλοῦσα πρὸς τὰ ἄλλα θηρία τὸ ἀμυντήριον. Ἐπεὶ οὖν πρὸς τὰς ῥίζας τῶν ἀποβληθέντων κεράτων εἰσὶν ἑλκώσεις, εἰς πολύδενδρον τόπον κατασκηνοῖ, πρὸς τὸ μὴ ὑπὸ μυιῶν ἐκμυζεῖσθαι τὰ τραύματα, καὶ νυκτὸς νέμεται ἄνεσιν ἔχουσα. Ὅταν δὲ ἐκφύσῃ τὰ κέρατα, θαῤῥοῦσα πρόεισι καὶ μεσημβρίας. Βουλομένη δὲ δοκιμάσαι εἰ πεπηγότα αὐτῇ τὰ κέρατα, τρυφερὰ γὰρ ὄντα ὑπὸ τοῦ ἡλίου θραύεται καταφλεγόμεναι· δένδρεσι δὲ παραβάλλει τὴν κεφαλὴν, καὶ ἐντρίβει ἀντιτύπως, πειρωμένη γνῶναι, εἰ βεβαίως ἐρήρεισται. Πρὸς δὲ τὰ δήγματα τῶν φαλαγγίων, καρκῖνον ἐσθίουσα ἰᾶται. Ἡ δὲ αἲξ ἡ ἀγρία κατὰ τὴν Κρήτην, ἐὰν βέλει διαπαρῇ, τὸ καλούμενον δίκταμον ἐμφαγοῦσα, ῥᾳδίως τὸ τραῦμα θεραπεύεται. Αἱ δὲ παρδάλεις θηρῶνται εὐμαρῶς τὰ ζῶα. Σαφῶς γὰρ εἰδυῖαι ταῖς ἀπ' αὐτῶν ὀδμαῖς χαίροντα τὰ ἄλλα ζῶα, βαθέσιν ἄντροις ἱδροῦσι· τὰ δὲ, οἷα κνίσσης αἰσθόμενα, ῥινηλατεῖ, καὶ ἐγγίσαντα τῷ τόπῳ, εὐθέως ὑπὸ τῶν παρδάλεων κατεσθίονται. Ὁ δὲ πάνθηρ φίλον μέν ἐστι πάντων τῶν ζώων, ἐχθρὸν δὲ τοῦ δράκοντος. Ἔστι δὲ τῷ σώματι ἀστερωπὸν καὶ πάνυ ἡσύχιον. Καὶ ἕως μὲν οὐ χρήζει τροφῆς, μένει καθεῦδον ἐν τῷ φωλεῷ· τῇ δὲ τρίτῃ ἡμέρᾳ πεινάσαν ἔξεισι, καὶ μεγάλῃ φωνῇ βοᾷ, καὶ ἐκ τοῦ στόματος αὐτοῦ εὐωδία τις ἔξεισιν ἀρωματικὴ, δι' ἧς τὰ ἄλλα ζῶα θελγόμενα τὰ ἐγγὺς καὶ τὰ πόῤῥωθεν ἐγγίζουσιν αὐτῷ, καὶ ἕπονται τερπόμενα αὐτοῦ τῇ ποικιλίᾳ τοῦ σώματος. Ὁ δὲ πάνθηρ ὀλίγον τι προηγησάμενος αὐτῶν ὑποστρέφεται, καὶ ἐπιτηρεῖ, καὶ ὅ, τ' ἂν τῶν ζώων ἀρέσῃ αὐτῷ, ἐπιπηδήσας λαμβάνει. Ὁ δὲ ἐλέφας ἐγκυμονεῖ μὲν χρόνῳ, εἰς δέκα γὰρ ἕτη πέττει τὴν σπορὰν, καὶ ὅταν ὁ τόκος γέρων γένηται, τότε ἀποτίκτει· ἡνίκα δ' ἂν ἐς βόθρον κατενεχθῇ, καὶ ἄλλος ἐλέφας θεάσηται, πορευθεὶς συνάγει πολλοὺς ἐλέφαντας, καὶ ἐλθόντες τὸν πεπτωκότα ἀνασπῶσιν ἠρέμα ὑποκουφίζοντες. Ὁ δὲ δράκων ὁ κατὰ τὴν Ἰνδίαν περὶ τὰ νῶτα τοῦ ἐλέφαντος ἀνέρπει, καὶ τὴν νηδὺν πᾶσαν περιειλεῖται, καὶ ἣν ἂν τύχῃ φλέβα διελεῖν, ἀπλήστως ἐμφορεῖται τοῦ αἵματος, ἐπισπώμενος βιαίῳ πνεύματι, καὶ συντόνῳ ῥοίζῳ. Ὁ δὲ ἐλέφας σκιρτᾷ, καὶ τῇ προνομῇ τύπτει τὰ πλευρὰ, ὡς τοῦ δράκοντος καθεζόμενος· εἶτα ἐκκενουμένου τοῦ αἵματος, οὐκέτι πηδᾷν δυνάμενος, τρέμων ἵσταται, μικρὸν δὲ ὕστερον πίπτει, καὶ τῶν σκελῶν ἐξασθενησάντων· εἶτα καὶ ἀποψύχει, καὶ 744 συνεπιλαμβάνει τὸν δράκοντα· ὁ δὲ δράκων ὃν περιέθετο δεσμὸν λῦσαι μὴ δυνάμενος, καὶ τῷ βάρει τοῦ ἐλέφαντος πιεζόμενος, πνιγεὶς τελευτᾷ. Θερμὸς ὁ ἵππος πρὸς ἐπιθυμίαν τοῦ θήλεος. Νωθὸς ὁ ὄνος, καὶ ὀξυήκοος, καὶ μνήμων. Μνησίκακον κάμηλος. Ἀνήμερον λύκος. Εὐσταθὴς ὁ βοῦς. Εὐχάριστος ὁ κύων, καὶ φιλοδεσπότης· πολλάκις γὰρ καθ' ὁδὸν φονευομένοις αὐτοῖς ἐπαπέθανεν· ἕτεροι δὲ καὶ τοὺς φονεῖς κατεμήνυσαν, καὶ τὴν ἔνδικον πείσασθαι αὐτοὺς τιμωρίαν προεξένησαν. Τὴν δὲ ὕαιναν ὑπετόπησάν τινες ὑπονοήσαντες ἀμείβειν κατ' ἔτος τὴν θηλυκὴν φύσιν ἐπὶ τὸ ἄῤῥεν, ἢ τὴν ἄῤῥενα ἐπὶ τὸ θῆλυ. Ἔχει δὲ οὐχ οὕτως· τὸ γὰρ ζῶον, ἀσελγέστατον πάνυ ὑπάρχον, πρὸ τοῦ πόρου ὑπὸ τὴν κέρκον ἐξοχὴν κέκτηται, αἰδοίῳ θηλυκῷ παραπλήσιον, ὅπερ οὐκ ἔχει πόρον, ἢ μόνον κοιλότητα, εἰς οὐδὲν μήτρας χρειῶδες καθεστηκυῖαν, καὶ κενὴν μόνην λαγνείαν δέχεται. Διὰ γοῦν τὸν ὑπερβάλλοντα πασχητιασμὸν τοῦτο ὁ ἄῤῥην καὶ ἡ θήλεια ἔχουσι τὸ ἰδίωμα· ὅταν γὰρ οἱ πόροι πεπληρωμένοι ἀσχολοῦνται περὶ τὴν κύησιν, ἐν ἀλλήλοις τὴν παρὰ φύσιν μίξιν ἐργάζονται. Ὅθεν σπανιώτατόν ἐστιν εὑρεῖν θήλειαν ὕαιναν· οὐ γὰρ συνεχεῖς αἱ κυήσεις τῷ ζώῳ γίγνονται. Ὁ δὲ λαγωὸς πρὸς συνουσίαν ἐστὶν ἀκρατέστερος. Ἡ δὲ θήλεια κατὰ μῆνα τίκτει, καὶ τεκοῦσα πάλιν ὑπὸ τοῦ τυχόντος λαγωοῦ ὀχεύεται, καὶ συλλαμβάνει ἔτι θηλαζομένη· οὐ γὰρ ἀρκεῖται ἑνί. Τὸν δὲ γρῦπα φασὶν εἶναι ζῶον παμμεγεθέστατον ὡς ἀρουραίαν σκιὰν ἐκτελεῖν· ἁρπάζει δὲ λέοντα οὕτως εὐχερῶς, ὡς ἀετὸς παρ' ἡμῖν λαγωόν. Ἔστι ζῶον χαραδριὸς ὁ παρὰ Μωϋσῇ μνημονευόμενος, λευκότατος, δι' ὅλον τὸ σῶμα μὴ ἔχων σπῖλον ἄλλης χρόας· καὶ τούτου τὰς ἐκρύσεις τοὺς ἀμβλυωποῦντας ἰᾶσθαί φασι. Καταμένειν δὲ αὐτὸν ἐν ταῖς αὐλαῖς ταῖς βασιλικαῖς ἱστοροῦσι, προφήτην ζωῆς καὶ θανάτου τοῖς κάμνουσι τῶν ἀνθρώπων γιγνόμενον. Ὅταν γὰρ, φασὶν, ἀῤῥωστία τις περιπέσῃ, ἄγουσιν ἐνώπιον αὐτοῦ τὸν χαραδριὸν, καὶ εἰ προσχῇ τῷ νοσοῦντι, καὶ ὁ νοσῶν αὐτῷ, καταπίνει τὴν νόσον ὁ χαραδριὸς αὐτοῦ, καὶ ἀνίπταται εἰς τὸν αἰθέρα τοῦ ἡλίου, κἀκεῖ τὴν νόσον τοῦ ἀνθρώπου διασκεδάζει· εἰ δὲ μὴ προσχῇ, γινώσκουσιν, ὅτι τελευτήσει ὁ κάμνων. Ὁ δὲ μονόκερως ζῶόν ἐστι μικρὸν, ὅμοιον ἐρίφῳ, δριμύτατον σφόδρα. Ἓν δὲ κέρας μόνον ἐπὶ τῆς κορυφῆς ἔχει τῆς κεφαλῆς, καὶ θηρᾶται τοιώσδε· Παρθένον ἁγνὴν ῥίπτουσιν αὐτοῦ ἐπίπροσθεν· ὁ δὲ εἰς τοὺς κόλπους αὐτῆς ἐφάλλεται· ἡ δὲ περιθάλπουσα αὐτὸν εἰς τοὺς οἴκους τῶν βασιλέων ἀποκομίζει. Ἔστι ζῶον καλούμενον καστόριον, ἤπιον πάνυ καὶ ἡσύχιον· χρησιμεύει δὲ τὰ αἰδοῖα αὐτοῦ πρὸς ἴασιν. Διωκόμενον οὖν ἐπὶ τοῦτο ὑπὸ τῶν θηρευτῶν, ἀποκόπτει αὑτοῦ τὰ αἰδοῖα, καὶ ἐφίστησι τοὺς διώκοντας. Ἐπιδιωκόντων δὲ ἄλλων, ἀποκεκομμένον ἑαυτὸν δείκνυσι, καὶ ἐκκόπτει τοῦ δρόμου τοὺς θηρευτάς.