Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarius in hexaemeron
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
712.1
Commentarius in hexaemeron [Sp.] ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΣΤΑΘΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ ΚΑΙ ΜΑΡΤΥΡΟΣ ΕΙΣ ΤΗΝ ΕΞΑΗΜΕΡΟΝ ΥΠΟΜΝΗΜΑ Κλήμης μὲν οὖν, καὶ Ἀφρικανὸς καὶ πρὸς τούτοις Τατιανὸς, τῶν δὲ ἐκ περιτομῆς Ἰώσηπος, καὶ Ἰοῦστοςκατὰ Ἴναχον ἀκμάσαι τὸν θεσπέσιον Μωϋσέα ἱστόρησαν, ἰδίως ἔκαστος ἐκ παλαιᾶς ἱστορίας ὑποσχὼν τὴν ἀπόδειξιν. Ἴναχος δὲ ἑπτακοσίοις ἔτεσι τὸ Ἰλιακὸν προτερεῖ πόλεμον. Τῶν δὲ ἁγίων τις ἀκριβεστάτην τῶν χρόνων ποιησάμενος τοῖς χρόνοις Ἰνάχου, τὸν μὲν ἁγιώτατον εὗρεν Ἰακὼβ συνακμάσαντα· Μωϋσέα δὲ Ἰώσηπος. Χρονικοῦ γὰρ κανόνος σύνταξιν ἐπινοήσας ἐκ παραλλήλου, ἀντιπαρέθηκε τὸν παρ' ἑκάστῳ ἔθνει δυναστεύοντα. Συνήγαγε δὲ χρόνους τῆς βασιλείας Χαλδαίων, Ἀσσυρίων, Μήδων, Περσῶν, Λυδῶν, Ἑβραίων, Αἰγυπτίων, Ἀθηναίων, Ἀργείων, Σικυωνίων, Λακεδαιμονίων, Κορινθίων, Θετταλῶν, Μακεδόνων, Λατίνων, τῶν ὕστερον κληθέντων Ῥωμαίων. Καὶ τούτων τοὺς χρόνους ἐπὶ ταυτ..... σας ἑκάστου ἔθνους τῶν βασιλέων συνεκ..... χρόνους, ἀντιπαρατιθεὶς τὰ ἔτη τῆς βασιλείας Ἀσσυρίων βασιλίδος, τουτέστι τῆς Σεμιράμεως Ἀβραὰμ τοῖς ἔτεσι. Κατὰ γὰρ τὴν Σεμίραμιν Ἀβραὰμ ὁ μακάριος ἐγνωρίζετο· ὁ δὲ Ἰώσηππος κατὰ Ἴναχον· Μωϋσῆς δὲ κατὰ Κέκροπα, ὃν πρὸ τῶν Ἰλιακῶν ἔτεσι τριακοσίοις......... πρῶτον τῆς Ἀττικῆς Ἑλλήνων παῖδες, ὡς εἶναι τῶν παρ' Ἕλλησιν ἀρχαίων σοφῶν τὸν Μωϋσέα πρεσβύτατον, Ὁμήρου λέγων καὶ Ἡσιόδου, καὶ τῶν Τρωϊκῶν, Ἡρακλέους τε, καὶ Μουσαίου, καὶ Λίνου, ἔτι τε Χείρωνος, Ὀρφέως, Διοσκούρων, Ἀσκληπιοῦ, Διονύσου, Ἑρμοῦ, Ἀπόλλωνος, καὶ τῶν Ἑλληνικῶν μυστηρίων, καὶ τελετῶν, καὶ αὐτῶν τῶν Διὸς πράξεων· ἔτι δὲ τοῦ κατὰ Δευκαλίωνα κατακλυσμοῦ, καὶ τῆς ἐπὶ Φαέθοντος ἐκπυρώσεως, Ἐριχθονίου τε γενέσεως ἐξ Ἡφαίστου καὶ γῆς, καὶ Κόρης ἁρπαγῆς. Οὗτοι γὰρ πάντες 709 ὑπῆρξαν μετὰ Κέκροπα, ὃν πολλὰ Ὅμηρος καὶ Ἡσίοδος τοῖς χρόνοις ὑποβεβήκασιν. Εἰ δὲ τούτων ἐλαττοῦνται τοῖς ἔτεσι, πολὺ δήπου τῆς Μωϋσέως ὑπάρχουσιν ἡλικίας κατώτεροι. Οὗτος τοίνυν τῶν σοφῶν πάντων διδάσκαλος ἀνεδείχθη τῆς ἀληθείας θειότατος. Τὴν γὰρ τῶν Αἰγυπτίων λεγομένην διαπτύσας σοφίαν, ἄριστα περὶ τῆσδε τοῦ κόσμου διεξῆλθε συστάσεως, ὑπ' αὐτοῦ δηλονότι τοῦ ἐπὶ πάντων Θεοῦ καὶ δημιουργοῦ τοῦ παντὸς ἐμπνευσθεὶς τὴν ἀλήθειαν. Λέγει γάρ· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Καὶ πολλοὶ τῶν παρ' Ἕλλησι τἀναντία τούτων διεξιέναι τολμήσαντες εἰς βυθὸν ἀγνοίας κατηκοντίσθησαν. Τὰ γὰρ ἐξ ἀνθρωπίνης διανοίας προφερόμενα δόγματα σαφῆ.... άνει καὶ ἀνερμάτιστα. Οὐδεὶς γὰρ παρ' αὐτοῖς ἕστηκε λόγος ἀκίνητος, ἀεὶ τοῦ δευτέρου τὸν πρὸ αὐτοῦ καταβάλλοντος· ὥστε μηδὲν ἔργον εἶναι τοῖς πιστοῖς, τἀκείνων ἐλέγχειν, ἀρκούντων ἐκείνων ἀλλήλοις πρὸς τὴν οἰκείαν ἀνατροπήν. Ὁποῖος δὲ τὸ σχῆμα καὶ τὴν οὐσίαν ὁ οὐρανός ἐστι, διδάσκει ἡμᾶς Ἡσαΐας λέγων· Ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν· αὐτοῦ λεπτὴν, καὶ οὐ στερεὰν, οὐδὲ παχεῖαν αἰνιττόμενος εἶναι, ὡς καὶ ἀλλαχοῦ φησιν· Ὁ στερεώσας τὸν οὐρανὸν ὡσεὶ καπνόν. Τὴν δὲ γῆν φάσκει ὁ ψαλμὸς ἐπὶ τῶν ὑδάτων ἐνηρεῖσθαι, λέγων· Αὐτὸς ἐπὶ θαλασσῶν ἐθεμελίωσεν αὐτὴν, καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. Καὶ τὸ πῶς οὐ δεῖ πολυπραγμονεῖν, ἀλλὰ πιστεύειν. Τὸ γὰρ ἁπλοῦν τῆς πίστεως ἰσχυρότερον ὑπάρχει λογικῶν ἀποδείξεων· ἀνέφικτα γὰρ καὶ ἀκατάληπτά ἐστι τοῦ Θεοῦ τὰ κρίματα. Τῇ πρώτῃ οὖν ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν, καὶ τὴν γῆν, καὶ τὸ φῶς· καὶ πάντα ὀξείᾳ καιροῦ ῥοπῇ κατεφώτισε· τοῦτο δέ ἐστι τὸ φθαρτόν. Πρὸ γὰρ τούτου σκιάσματι περιεῖχε σκοτεινὸν τοῦ οὐρανοῦ περιταθέντος, καὶ πάντα ὅσα συνεῖχε, καὶ τὸν ἀπολειφθέντα τόπον ἀφεγγῆ καταστήσαντος. Ἔξωθεν δὲ τοῦ οὐρανοῦ φῶς εἶναι ἀσκίαστον, καὶ ἄφθαρτον, καὶ αἰώνιον, ἐν ᾧ ἄγγελοι διαιτῶνται, περὶ οὗ φησι Σολομῶν· Φῶς δικαίοις διὰ παντὸς, εἰς ὃ καὶ οἱ καλῶς βιώσαντες ἀναπαύονται. Νοήσεις δὲ τούτου τὴν οἰκονομίαν ἐξ ἐναργοῦς παραδείγματος, ὅτι φῶς ἄσβεστον τὸν ἔξω χῶρον περιλάμπει τοῦ οὐρανοῦ. Τὸν δὲ ἔσω ἀχλὺς περιεῖχε πρὸ τοῦ γενηθῆναι τὸ φῶς. Ὥσπερ γὰρ εἴ τις ἐν σταθερᾷ μεσημβρίᾳ πήξας ἐκ πυκνῆς ὕλης σκηνὴν σκότος αὐτοσχέδιον ποιεῖ, καὶ οὐδαμῶς φωτισθῆναι δύναται ὁ περιεχόμενος τόπος, εἰ μὴ φωτὸς ἐκλάμψῃ μαρμαρυγή· οὕτω τοιοῦτον ἀνυπόστατον σκότος περιεῖχε τὸν κόσμον ὑπὸ τοῦ οὐρανοῦ καλυπτόμενον, ὅπερ ὁ Θεὸς διεχώρησε δημιουργήσας τὸ φῶς, καὶ ἡμέραν αὐτὸ προσονομάσας, καὶ τὸ σκότος νύκτα. Ἀναχεομένου γὰρ τοῦ φωτὸς, ἡμέρα γίγνεται, συστελλομένου δὲ, νὺξ ἀντέπεισιν. Ὅθεν καὶ ἐν τῇ συμμετρήσει τῶν χρόνων ἡμέρας, καὶ οὐχὶ νύκτας ἀριθμοῦμεν. Τῇ δὲ δευτέρᾳ ἡμέρᾳ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα. Τοῦτο δὲ ἕτερόν ἐστι παρὰ τὸν ἐξ ἀρχῆς ποιηθέντα οὐρανόν. Καὶ εἵρηται τοῖς, ὅτι καὶ ταυτόν ἐστιν· ἐπεξέργασις γάρ ἐστί φησι τοῦ δευτέρου, διὰ τὸ ἐκεῖ μὲν παραδεδόσθαι ὡς ἐν κεφαλαίῳ γῆς καὶ οὐρανοῦ ποίησιν· ἐνταῦθα δὲ ἐπεξεργαστικώτερον τὸ πῶς γέγονεν ἡ Γραφὴ παραδίδωσιν. Ἡμεῖς δέ φαμεν ἄλλο, καὶ ἄλλο· ἐπειδὴ καὶ ὄνομα ἔτερον καὶ χρεία ἰδιάζουσα τοῦ δευτέρου οὐρανοῦ παραδέδοται. Ἕτερος οὖν ἐστι παρὰ τὸν ἐν ἀρχῇ ποιηθέντα οὗτος, στερεωτέρας ὑπάρχων φύσεως. Καὶ διεχώρησεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος, ὃ ἦν ὑποκάτω τοῦ στερεώματος. Ἄπειρον γὰρ οὖσαν τῶν ὑδάτων τὴν φύσιν διεμέρισεν, ὥστε καὶ ἐπάνω εἶναι τοῦ στερεώματος, καὶ ὑποκάτω. Ὁ δὲ αἰθὴρ πυρώδης ἐστὶ καὶ διακαὴς, καὶ πᾶσαν ἂν τὴν ἤπειρον ἐξανάλωσεν, εἰ μὴ τῷ ὅρῳ τοῦ ποιήσαντος αὐτὸν κατείχετο. Διὰ γὰρ τοῦτο καὶ ὕδωρ ἐστὶν ἀέριον ἐκ τῆς ἀναφορᾶς τῶν ἀτμῶν διὰ νεφῶν φερόμενον, οὒς ἀτμοὺς οἱ ποταμοὶ, καὶ αἱ κρῆναι, καὶ αἱ λίμναι, καὶ τὰ πελάγη πάντα προΐενται, ὡς ἂν μὴ πάντα ὁ αἰθὴρ πυρακτώσας ἐξαναλώσειε. Γίνεται δὲ οὕτως ὁ ὑ... συνάγονται περὶ τὸ ὕψος αἱ ἀναθυμιάσεις, καὶ πυκνοῦται ὁ ἀὴρ ταῖς τῶν πνευμάτων πιλήσεσι, καὶ αἱ νοτίδες αἱ τῷ νέφει ἐνεσπαρμέναι, ἀλλήλαις προσχωρήσασαι, σταγόνες γίνονται, καὶ τῷ βάρει τῶν συγκριθέντων πρὸς τὸ κάτω ἐφίενται. Ἡ δὲ χιὼν ἐκ τῶν ὑδάτων οὔτω συνίσταται· ἐκ τῆς βίας τῶν ἀνέμων ἀνακοπὲν τὸ ὑγρὸν ἐξαφρίζεται· καὶ ὅλον δι' ὅλου ἀνακοπὲν, καταψυχθὲν πήγνυται, καὶ θραυσθέντος τοῦ νέφους, ἡ χιὼν καταφέρεται. Ἡ δὲ βροντὴ κατὰ τοῦτον τὸν λόγον.... ἀντιτυπία γίγνεται, ὅπερ ἐλαυνόμενον ἐν ταῖς κοιλότησι τῶν νεφῶν, καὶ βιαίως ἐκρηγνύμενον τὸν τῆς βροντῆς ἦχον ἀποτελεῖ. Τῇ δὲ ἡμέρᾳ τῇ τρίτῃ προστάγματι τοῦ Θεοῦ συνήχθη τὸ ὕδωρ εἰς τὰς συναγωγὰς αὐτῶν, καὶ ὤφθη ἡ ξηρά· Καὶ ἐκάλεσε τὴν ξηρὰν γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας. Συνήχθη διὰ τοῦτο εἰς συναγωγὴν μίαν, ἵνα μὴ ἐκ τῶν χωρίων ἔνθα ἐστὶν........ καὶ ὑπεκβαῖνον ἐπικαλύπτῃ τὴν ἤπειρον. Διὰ τοῦτο μαινομένη πολλάκις ἐξ ἀνέμων ἡ θάλασσα, καὶ εἰς ὕψος μέγιστον διανισταμένη τοῖς κύμασιν, ἐπειδὰν μόνον τῶν αἰγιαλῶν ἅψηται, εἰς ἀφρὸν διαλύσασα τὴν ὁρμὴν, ἐπανῆλθε, τῇ πάντων ἀσθενεστάτῃ ψάμμῳ χαλινωθεῖσα. Ἐπεὶ τί ἐκώλυσε τὴν Ἐρυθρὰν θάλασσαν ἐπικλύσαι πᾶσαν τὴν Αἴγυπτον κοιλοτέραν αὐτῆς ὑπάρχουσαν, καὶ συναφθῆναι τῷ παρακειμένῳ πελάγει, εἰ μὴ ὑπῆρχε τῷ προστάγματι τοῦ κτίσαντος πεπεδημένη; Ὅτι δὲ ἀληθὲς τοῦτο ἔργῳ ἡμᾶς ἔπεισαν Σέσωστρις ὁ Αἰγύπτιος καὶ Δαρεῖος ὁ Μῆδος. Τὸ γὰρ Αἰγύπτιον καὶ τὸ Ἰνδικὸν ἐπιχειρήσαντες συνάψαι πέλαγος, οὐκ ἠδυνήθησαν. Οὕτως ὑπάρχει κοιλοτέρα τῆς Ἐρυθρᾶς θαλάσσης ἡ Αἴγυπτος. Προσέταξεν οὖν συναχθῆναι εἰς συναγωγὴν μίαν, καὶ μὴ ἀπὸ ταύτης ἄλλην γενέσθαι θάλασσαν, ἀλλὰ τῇ πρώτῃ ἀπομεῖναι συλλογῇ. Πολλὰ γὰρ ἦν................... ὕδατα............. κοιλότητες............ 713 συλλογὴν καὶ αἱ φάραγγες. Τὸ δὲ, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε θαλάσσας, τοὺς κόλπους σημαίνει τοὺς κατὰ τὸ ἴδιον σχῆμα ὑπὸ τῆς περικειμένης γῆς ἀπολειφθέντας· οἷον θάλασσα βόρειος, θάλασσα νότιος, ἑῴα, ἑσπέρια πελάγη, καὶ τούτων ὀνόματα ἰδιάζοντα, Πόντος Αἰγαῖος, Ἰώνιος, Σαρδωνικὸν, Σικελικὸν, Τυῤῥήνιον. Οὐ τὰ τυχόντα δὲ τῶν ὑδάτων ἀθροίσματα εἰς μίαν κατέληξε θάλασσαν, ἤτοι σύστασιν, ἀλλὰ τὰ μέγιστα καὶ ἐξέχοντα· οὐ γὰρ καὶ τὰ τελματιαῖα καὶ λίμνια χρὴ νοεῖν. Ὥσπερ γὰρ τὸ πῦρ καὶ εἰς μικρὰ κατακεκερματισμένον ἐστὶ καὶ ἀθρόον ὑπὸ τοῦ ἀέρος κέχυται, οὕτω καὶ ἐπὶ τοῦ ὕδατος, εἰ καὶ μικραί τινές εἰσι διῃρημέναι συστάσεις, ἀλλὰ μία γε ἐστὶ συναγωγὴ, ἡ τὸ ὅλον στοιχεῖον τῶν λοιπῶν ἀποκρίνουσα. Πηγὴ γάρ ἐστι τῆς περὶ γῆν ἁπάσης νοτίδος τὸ τῆς θαλάσσης ὕδωρ, καὶ πᾶσα ἡ γῆ ὑπόνομός ἐστι, καὶ διὰ πόρων ἀφανῶν διαδίδοται, καθὼς δηλοῦσι τόποι τινὲς τῆς ἠπείρου ὕπαντροι. Ἡ γὰρ ῥοώδης θάλασσα διὰ τόπων στενῶν διατρέχουσα, ἐπειδὰν σκολιαῖς καὶ ὀρθίοις ἐξόδοις ἐναπολειφθῇ, ὠθουμένη τῇ βίᾳ τοῦ πνεύματος τῆς γῆς ἀποῤῥήσσει τὴν ἐπιφάνειαν, καὶ ἐπὶ τὸ ἔξω προελθοῦσα, γίνεται πότιμος ἐκ τῆς διηθήσεως μεταβληθεῖσα εἰς γλυκύτητα. Πάλιν δὲ ἐπειδὰν θερμοῖς τόποις ἐναπολειφθῇ πρὸς τὴν ἔξοδον, τῇ αὐτῇ αἰτίᾳ ἑλκομένη ὑπὸ τοῦ πνεύματος ζέουσα γίνεται. Αὕτη καὶ τῶν ἀερίων ὑδάτων πηγὴ καθέστηκε· διὰ νεφῶν γὰρ ἀνελκόμενα αὐτῆς τὰ ὕδατα, καὶ ὑπὸ τῆς ἡλιακῆς ἀκτῖνος θαλπόμενα, καὶ τῇ σκιᾷ τοῦ νέφους καταψυχθέντα, καὶ ἐξ αὐτοῦ τοῦ ὕψους αἰθριασθέντα γλυκαίνεται, καὶ καταψεκάζει τὴν ἤπειρον. Τῇ δ' αὐτῇ ἡμέρᾳ καὶ βλαστῆσαι βοτάνην χόρτου τὴν γῆν ὁ Θεὸς προσέταξεν· Σπεῖρον σπέρμα κατὰ γένος, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ. Καὶ ἔτι καὶ νῦν ἡ τάξις τῶν φυομένων μαρτυρεῖ τῇ πρώτῃ διακοσμήσει. Ἡ γὰρ βλάστησις καθηγεῖται πάσης βοτάνης, καὶ πάσης πόας· νοτίδας γὰρ συμμέτρως καὶ θερμὴν ἐχούσης τῆς γῆς, τὸ σπέρμα εἰς αὐτὴν καταβάλλεται, καὶ γίνεται χαῦνον καὶ πολύσπορον, καὶ τῆς περὶ αὐτὸ γῆς ἀρξάμενον πρὸς αὐτὸ ἐπισπᾶται τὰ οἰκεῖα καὶ σύμφυλα, καὶ πιαινόμενον ἐπὶ πλεῖον πλατύνεται· ὥστε ῥιζοῦσθαι μὲν εἰς τὸ κάτω, προκύπτειν δὲ εἰς τὸ ἄνω, καὶ ἰσαρίθμους ταῖς ῥίζαις τοὺς καλάμους προβάλλεσθαι. Θαλπομένου δὲ ἀεὶ τοῦ βλαστήματος, συρομένη διὰ τῶν ῥιζῶν ἡ νοτὶς, ὑπὸ τῆς θέρμης συνεπάγεται τῆς γῆς τὸ τρόφιμον· καὶ καταμερίζεται τοῦτο εἰς καλάμην, καὶ φλοιὸν, καὶ τὰς θήκας τοῦ σίτου, καὶ εἰς αὐτὸν τὸν σῖτον, καὶ τοὺς ἀνθέρικας. Ἡ δὲ καλάμη τοῦ σίτου κονδύλοις διαζώννυται, ἵν' ὡς σύνδεσμοί τινες τῶν σταχύων τὸ βάρος φέρωσιν. Ἔστι δὲ καὶ ἡ καλάμη διάκενος, ὅπως θήκη τοῦ κόκκου γένηται, πρὸς τὸ μὴ τοῖς σπερμολόγοις ὑπάρχειν εὐδιάρπαστον. Τοὺς δὲ ἀνθέρικας ἀντὶ ἀκίδων προβέβληται, ἵνα τῶν μικρῶν ζώων τὰς βλάβας εἴργωσιν. Ὁ δὲ βρόμος δι' ὅλου κενὸς καθέστηκεν, ἐπειδὴ τὴν κεφαλὴν οὐ βαρύνεται. Καὶ εἰ 716 συνεβλάστησε τοῖς τροφίμοις τὰ δηλητήρια, οἷον ἐλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ τῆς μήκωνος ὁ ὀπὸς, οὐδὲν τούτων εἰς χρῆσιν ἀργὸν παρείληπται. Τὸ μὲν κώνιον οἱ ψᾶρες βόσκονται διὰ τὴν κατασκευὴν τοῦ σώματος· λεπτοὺς γὰρ ἔχοντες τοὺς ἐπὶ τὴν καρδίαν πόρους, ἀποπέμψαι τὸ καταποθὲν φθάνουσι· τὸν δὲ ἐλλέβορον ἐσθίουσιν ὄρτυγες, καὶ οὐχ ὑφίστανται βλάβην, ἰδιότητα κράσεως ἔχοντες. Διὰ δὲ τοῦ μανδραγόρου ὕπνον ἰατροὶ κατεπάγουσι, καὶ τῷ ὀπίῳ τὰς σφοδρὰς ὀδύνας κατακοιμίζουσι. Τῷ δὲ κωνίῳ τὰς λυσσώδεις ὀρέξεις καταμαραίνουσι, καὶ τῷ ἐλλεβόρῳ τὰ χρόνια πάθη καταπραΰνουσι. Καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν. Καὶ πάντα ἐν μιᾷ καιροῦ ῥοπῇ ἀνεφύη ἐκ τῆς γῆς, οὐκ ὄντα πρότερον, μετὰ τῆς οἰκείας ἕκαστον ἰδιότητος, καὶ ἰδίῳ χαρακτῆρι ἕκαστον γνωριζόμενον. Ἡ μὲν ἐλαία, καὶ φοῖνιξ, καὶ κυπάριττος εἰς ὕψος αὔξονται. Καὶ τούτων τὰ μέν ἐστιν οὐ πολύοζα, οὐδὲ πολύκλαδα, οἷον ἐλάτη, καὶ ἡ κυπάριττος, ἔσθ' ὅτε δὲ καὶ φοῖνιξ. Ἀείφυλλα δέ ἐστιν ἐλαία, φοῖνιξ, καὶ δάφνη, μυῤῥίνη, πεύκη, κυπάριττος, ἐλάτη, ἄρκευθος, θυία, καὶ ἢν Ἀρκάδες φιλόδρυν λέγουσιν· ἕτι φύλεος, κέδρος, πίτυς, πύξος, πρῖνος, ἀράκη, λάθυρος. Τὸ δὲ ῥόδον ἄνευ τῆς ἀκάνθης τότε ἐβλάστησεν· ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους παρεζεύχθη ἡ ἄκανθα· ὅπως τῷ τερπνῷ παρακειμένην τὴν λύπην ἔχοντες μνημονεύωμεν τῆς ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Ἡ δὲ ἀμυγδαλῆ πρώτη μὲν βλαστάνει, ὑστέρα δὲ ἐκφέρει τὸν καρπόν. Ἡ δὲ πικρὰ ἀμυγδαλῆ τυγχάνουσα τὸ πρὸς τὴν ῥίζαν στέλεχος διατρηθεῖσα, σφῆνα δὲ πεύκης λιπαρὸν τῆς ἐντεριώνης μέσης ἐλαθέντα δεξαμένη, τοὺς ἀηδεῖς χυμοὺς εἰς γλυκύτητα μεταβάλλει ἐδώδιμον. Τὴν αὐτὴν δὲ θεραπείαν καὶ ἡ ὀξύνη ῥοιὰ δεξαμένη, τρέπεται εἰς γλυκύτητα. Ἡ δὲ θήλεια φοῖνιξ καθίησι τοὺς κλάδους οἰονεὶ τῆς συμπλοκῆς ἐφιεμένη τοῦ ἄῤῥενος· καὶ οἱ γεωργοὶ, τοὺς ψῆνας τοῦ ἄῤῥενος τοῖς κλάδοις ἐμβάλλοντες αὐτῆς, πρὸς τὸ οἰκεῖον τῆς ὀρθότητος σχῆμα καθιστῶσιν αὐτήν. Ἡ δὲ συκάμινος ὀψὲ μὲν βλαστάνει, οὐκ ὑστερεῖ δὲ τῶν ἅλλων εἰς καρπογονίαν. Ἡ δὲ ἐλαία, καὶ ἡ φιλύρα, καὶ ἡ λεύκη, καὶ πτελέα στρέφουσι μετὰ τροπὰς θερινὰς τὰ φύλλα ὕπτια· καὶ ἐν τούτῳ πάντες γνωρίζουσιν, ὅτι τροπαὶ θεριναὶ γεγένηνται. Τῆς δὲ ἡμέρου συκῆς τὸν καρπὸν ἄῤῥευστον οἱ γηπόνοι οὕτω φυλάττουσιν· τοὺς ὀλύνθους τῆς ἀγρίας συκῆς ἐκδύσαντες, ἅπτωτον διαμένειν παρασκευάζουσι. Τὸ γὰρ ἕνδον τοῦ ὀλύνθου ὑπάρχον ζῶον μικρότατον τῷ πυθμένι τοῦ ἡμέρου προσίζον σύκου τὴν ἔξωθεν αὖραν περιπνέουσαν ἀπείργει, πρὸς τὸ μὴ ἀηδῆ γενόμενον τὸ σῦκον ἀποπεσεῖν. Ἐπειδὴ δὲ ἁπαλός ἐστι τῆς συκῆς ὁ καρπὸς, πάχει φύλλων κεκάλυπται· τῆς δὲ καρύας, ἐπειδὴ τυγχάνει στεῤῥὰ, ἐλαφρᾷ φύλλων προσβολῇ σκέπεται. Διὰ δὴ τοῦτο καὶ τὸ φύλλον τῆς ἀμπέλου ἔσχισται, ἵνα καὶ τὰς ἐκ τοῦ ἀέρος ἐκκλίνῃ βλάβας ὁ βότρυς, καὶ τὴν ἡλιακὴν ἀκτῖνα εἰσδέχηται τῇ ἀραιότητι. Οὕτως οὐδὲν ἀργὸν, ἀλλὰ πάντα ἀποῤῥήτῳ 717 σοφίᾳ ὁ Θεὸς διεκόσμησεν. Ἓν γὰρ ὕδωρ, διὰ τῆς ῥίζης φερόμενον ἢ ἑλκόμενον, ἄλλως μὲν τρέφει τὸ στέλεχος, ἄλλως τὴν ἐντεριώνην, ἄλλως τὸν φλοιὸν, ἄλλως τὸ ξύλον, ἄλλως τὴν ῥίζαν αὐτήν· καὶ ἐκ τῆς αὐτῆς νοτίδος ἐν μὲν τῇ ἀμπέλῳ οἶνος συνίσταται, ἐν δὲ τῇ ἐλαίᾳ ἔλαιον, καὶ ἐν ἄλλῳ ἄλλο. Καὶ ἐν αὐτοῖς τοῖς γλυκέσι καρποῖς ἀμύθητος ἡ παραλλαγὴ τῆς πιότητος· ἄλλο γὰρ τὸ ἐν ἀμπέλῳ γλυκὺ, καὶ ἄλλο ἐν μηλέᾳ, καὶ ἐν συκῇ καὶ τῷ φοίνικι ἕτερον. Καὶ αὐτὰ δὲ τῶν δένδρων διάφορά ἐστι τὰ δάκρυα· ἄλλο γὰρ τῆς σχίνου τὸ δάκρυον, καὶ ἄλλος ὁ τῆς βαλσάμου ὀπὸς, ὅπερ πάντων τῶν μύρων ὑπάρχει κάλλιστον, καὶ πλεονάζει ἐπὶ τῆς Ἱεριχὼ γενόμενον. Τεμνόντων δὲ αὐτὸ ἐκ τῶν θάμνων λίθῳ ὀξεῖ τῶν ἐπιχωρίων, ὀπὸς ἀναποδοίη. Ἱστοροῦσι δέ τινες καὶ τὸ ἤλεκτρον ὀπὸν εἶναι φυτῶν, εἰς φύσιν λίθου μεταπηγνύμενον.

Intertext edge

Open linked passage

Note