Commentarius in hexaemeron
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
745.1
Ὁ δὲ μυρμηκολέων πατέρα ἔχει πρόσωπον λέοντος ἔχοντα, τὴν δὲ μητέρα μύρμηκος. Καὶ ὁ μὲν πατὴρ σαρκοφάγος ἐστὶν, ἡ δὲ μήτηρ ὀσπριοφάγος, καὶ γεννῶσι διφυῆ τὸν μυρμηκολέοντα, τὸ μὲν πρόσωπον ἔχοντα λέοντος, τὸ δὲ μέρος τὸ ὄπισθεν μύρμηκος· καὶ μὴ δυνάμενος μήτε κρέα μήτε ὄσπρια ἐσθίειν, ἀποθνήσκει. Ὁ δὲ ὄναγρος ἀγελάρχης ἐστὶ, καὶ τῶν γενομένων ἀῤῥένων θλᾷ τὰ αἰδοῖα, καὶ οὐ σπερματίζουσιν. Ὁ δὲ ἐχῖνος ὡς σφαῖρά ἐστι τῷ σώματι, καὶ ὁ νῶτός ἐστιν αὐτοῦ ὁλόκεντρος, τῶν κέντρων ὁμοίων ὄντων τοῖς τῶν θαλαττίων ἐχίνων κέντροις. Πορεύεται γοῦν ἐπὶ τὸν βότρυν τῆς ἀμπέλου, καὶ κατασπᾷ ῥᾶγας, καὶ ἐγκυλισθεὶς περιπείρει τὰς ῥάγας τοῖς κέντροις καὶ ἀφικνεῖται. Δολερὸν ἡ ἀλώπηξ διὰ τοιᾶσδε μηχανῆς θηρωμένη τοὺς ὄρνιθας. Εὑροῦσα γὰρ τελμιστὴν, ἐγκυλίεται εἰς αὐτὴν, καὶ πάλιν ἐνειλεῖται λεπτοτάτῃ κόνει ἢ ἀχύροις, καὶ τίθησιν ἐπὶ τοῦ πεδίου ἑαυτὴν τὰ ὄμματα ἀναπετάσασα, ἢ καὶ τὸ πνεῦμα εἰς ἑαυτὴν ἐπισπῶσα, ὡς φυσηθεῖσαν αὐτὴν ὑπὸ τῶν πετεινῶν νομισθῆναι νεκρὰν, ἅτινα καὶ καταπτάντα ἐπ' αὐτὴν εὐθέως κατεσθίει ἀρπάσασα. Ἡ σαῦρα γηράσασα πηροῦται, καὶ εἰς ῥαγάδα τοίχου πρὸς ἀνατολὰς ἐστοχασμένως βλέπουσα εἴσεισι, καὶ τοῦ ἡλίου ἀνίσχοντος ἀναπετάσασα, ὑπὸ τῆς ἀκτῖνος τῆς ἡλιακῆς καταυγασθεῖσα ἀνηλεοῦται, καὶ ὑγιὴς ἀποκαθίσταται. Οὕτω δὴ καὶ σὺ, ὦ ἄνθρωπε, ὅταν γηράσῃς ἐν ἁμαρτίαις, καὶ τυφλωθῇς τὴν διάνοιαν, τῆς δικαιοσύνης ζήτει τὸν Ἥλιον, ἵνα ἀνακαινισθῇς ἐν δικαιοσύνῃ, ἀτενίσας εἰς αὐτὸν καὶ τοῖς τῆς ψυχῆς ἀναβλέψῃς ὀφθαλμοῖς. Πάντων δὲ τῶν θηρίων πνευματικώτατον τυγχάνει καὶ πυρωδέστατον, καὶ ποικίλων σχημάτων τύπους ἀποτελεῖ ὁ δράκων ἑλικοειδὴς, καὶ ποιῶν τῆς πορείας τὰς ὁρμὰς, τάχιστα ἐφ' ᾧ βούλεται ἔπεισιν. Ἔστι· δὲ καὶ πολυχρόνιον· οὐ μόνον γὰρ τὸ γῆρας ἀπαμφίσκεται, ἀλλὰ καὶ αὔξησιν μείζονα ἐπιδέχεται. Ἐπὰν οὖν τὸν ὡρισμένον τῆς ζωῆς ἐκτελέσῃ χρόνον, εἰς ἑαυτὸν ἀναλίσκεται· οὐ γὰρ ἰδίῳ ἀποθνήσκει τέλει πρὸ τοῦ τῆς ζωῆς ἐκπληρῶσαι τὸν ὅρον, εἰ μὴ βίᾳ ἀναιρεθῇ ὑπό τινος. Τούτῳ ὁ ἰχνεύμων μονομαχεῖ, χρίσας ἑαυτὸν πηλῷ, καὶ τοὺς μυκτῆρας τῇ κέρκῳ ἐπικαλύπτων. Ἀλλὰ μὴν καὶ πρὸς τὴν Αἰγυπτίαν ἀσπίδα ποιεῖται συμπληγάδα τοιῶσδε· Αὕτη μὲν ἔπεισιν αὐτῷ πολλῷ ῥοίζῳ τὴν οὐρὰν ἑλικοειδῶς ἐπισύρουσα, τὰ δ' ἀπὸ στηθῶν πρὸς τῇ κεφαλῇ ἄνω πηδῶσα μετέωρος, εὔστερνός τε καὶ πλατυαύχην ἐκφυσηθεῖσα, θυμοῦ τε ἔμπλεως γενομένη ἐπέρχεται, περιφέρουσα τὴν γλῶτταν μετὰ συντόνου συριγμοῦ· ὁ δὲ ἰχνεύμων, ὀρθώσας τὴν κέρκον, ἐπισείει ἀπατῶν αὐτὴν, καὶ μεθέλκων, τοῖς δὲ ἕμπροσθεν ὀκλάσας ποσὶν ἐπιφέρεται, καὶ ταπεινωθεὶς ὅλος τὴν ὄψιν μόνην ἐκτείνει, καραδοκῶν μὴ φθάσῃ πληγὴν καιρίαν δέξασθαι. Ἐπειδὰν οὖν ἴδῃ τὴν ἀσπίδα, ὡς πρὸς θηρίον τὴν κέρκον ἁμιλλωμένην προθύμως, αἰφνιδίως ἐπιπηδήσας τὸν αὐχένα αὐτῆς πιέζει, καὶ ἀποπνίγει.