Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Commentarius in hexaemeron
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis"> —
⋯
More
Original / primary: Pg Scrape Grc
748.1
Σαῦρα δὲ ἡ λεγομένη σαλαμάνδρα, ἐὰν εἰς κάμινον, ἢ βαλανεῖον ἐπεισέλθῃ, ἀποψυχραίνει αὐτό. Φασὶ δὲ τὴν ἔχιδναν διὰ στόματος τοῦ ἄῤῥενος τὴν γονὴν δέχεσθαι, καὶ συναποκόπτειν τοῖς ὀδοῦσι αὐτὸ τὸ μόριον, καὶ ἀποκτείνειν αὐτόν. Αὕτη δὲ, ἔγγυος γενομένη, ὑπὸ τῶν τέκνων ἀναιρεῖται· ἔτι γὰρ ἐν τῇ κοιλίᾳ αὐτῆς ὑπάρχοντα τὴν μήτραν καταφαγόντα, καὶ τὴν κοιλίαν ἀναῤῥήξαντα διὰ τῆς πλευρᾶς ἔξεισι. Γηράσας δὲ ὁ ὄφις ἐκτυφλοῦται, καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα χαυνοῦται τῷ σώματι, καὶ εἰσέρχεται εἰς ῥαγάδα πέτρας στενὴν, καὶ τῇ βίᾳ διασυρόμενος τὸ δέρμα τὸ γεροντικὸν ἀποδύεται, καὶ ἀνανεοῦται. Ὅταν δὲ διψήσῃ, τὸν ἰὸν πρότερον ἀποτίθεται, καὶ οὕτως ἐκπίνει τὸ ὕδωρ ἐκ τῆς πηγῆς. Ἀγρεύων δὲ τοὺς μυοξοὺς ἐκτυφλοῖ καὶ τρέφει, καὶ πεπανθέντας κατεσθίει αὐτούς. Ἐὰν δὲ γυμνὸν θεάσηται ἄνθρωπον, οὐ πρόσεισιν· εἰ δὲ ἐνδεδυμένον, ἐφάλλεται. Ὁ δὲ βασιλίσκος ἰὸν θανατηφόρον ἀποπέμπει τῷ ὀφθαλμῷ, ὥστε τὸν θεασάμενον παραχρῆμα ἀπονεκροῦσθαι. Τὸ δὲ φύσημα αὐτοῦ τυγχάνει πύρινον, καταφλέγον χώρας, καὶ τόπον σύνδενδρον. Ἱστοροῦσι δὲ αὐτὸν τοιούτῳ τρόπῳ συνίστασθαι. Ἐπὰν ὄφεις πλείονες κατακλεισθῶσιν ὁμοῦ, καὶ λοιμώξωσιν (ἐπειδήπερ τὸ ζῶόν ἐστι παμμίαρον), ἕκαστος τὸν πλησίον κατεσθίει· καὶ ὁ ἰσχυρότερος ἀναλίσκων ὄφις τὸν ἀσθενέστερον, καὶ πληρωθεὶς πάντων τῶν ὄφεων ἰοῦ, ὧν κατεδήδοκε, βασιλίσκος γίγνεται ἰὸν ἔχων χαλεπώτατον, ὡς καὶ ἀπὸ μόνου τοῦ ὀφθαλμοῦ θανατοῦν. Ὁ δὲ κάνθαρος, ἐκ τῆς βοείας ὄνθου κυκλοτερὲς σχῆμα πλασάμενος, ἀντιπρόσωπος κυλινδεῖ. Φασὶ δὲ αὐτὸν ἑξάμηνον ἐπάνω τῆς γῆς, καὶ σπερμαίνειν εἰς τὴν ὄνθιον σφαῖραν, καὶ τίκτειν ἄῤῥενα κάνθαρον· οὐ γὰρ θῆλυς ὑπάρχει κάνθαρος πώποτε. Καὶ οἱ Αἰγύπτιοι διὰ τὴν τοιαύτην φύσιν αὐτοῦ σέβονται αὐτὸν εἰς ἥλιον μετασχηματίζοντες, ἐπειδὴ κυλίει σφαῖραν, καὶ τὰ ἄστρα ὄφεων σχήμασιν ἀπεικάζουσι, διὰ τὸ λοξὴν ποιεῖσθαι τὴν πορείαν αὐτούς. Οἱ δὲ μύρμηκες τὸν σῖτον συνάγοντες διὰ μέσου τῶν κόκκων τέμνουσι, πρὸς τὸ μὴ ἐκφύσαι αὐτὸν νοτιζόμενον· καὶ μένουσι τὸν χειμῶνα ἀπρόϊτοι, διὰ τοῦ θέρους αὐτάρκη τὴν τροφὴν πορισάμενοι. Ἡ δὲ βδέλλα, σκωληκοειδὲς ζῶον ὑπάρχουσα, ἐν τοῖς γλυκέσιν ἐκδιαιτᾶται ὕδασι· καὶ πίνων τις λάβρως συγκαταπίνει αὐτὸ, διὰ τὴν πολλὴν λειότητα συνολισθαίνει τῷ πινομένῳ ὕδατι. Καὶ οὐ μικρὰν ἐξ αὐτοῦ βλάβην ὑφίσταται, τῆς σαρκὸς τοῦ αἵματος ἐκμυζοῦντος αὐτοῦ, καὶ τούτου αὔξοντος· ἀχόρταστον δὲ τυγχάνει πρὸς δίψαν αἵματος. Καὶ πολλάκις αὐτὸ τῆς ἀφαιρέσεως δεομένοις ἰατροῖς οὐκ ἀνιμᾶται, ἕως ὅτου διαῤῥαγείη. Ταῖς δὲ ἀσπίσι καὶ τοῖς ἄλλοις τοῖς δηκτικοῖς ἑρπετοῖς αἴλουρός ἐστι πολέμιος. Τῶν δὲ ὄφεων, καὶ τῶν ἀκρίδων, καὶ τῶν καμπῶν ὁ ἴβις. Τοῖς δὲ κεράσταις, καὶ σκορπίοις, καὶ τοῖς ἄλλοις μικροῖς ἑρπετοῖς ὁ ἱέραξ θανατηφόρος καθέστηκεν. Ἔστι δὲ τοῦτο 749 συμπαθὲς πρὸς τὸν ἄνθρωπον· ἐὰν γὰρ θεάσηται αὐτὸν νεκρὸν καὶ ἄταφον, κατοδύρεται, καὶ γῆν ἐπιῤῥίπτει αὐτῷ. Μετὰ δὲ τὴν τοῦ κόσμου ποίησιν, ὕστερον τὸν ἄνθρωπον ὁ Θεὸς ἐδημιούργησε, τῷ μὲν θερμῷ θραύσας τὸ ψυχρὸν, τῷ δὲ ξηρῷ δήσας τὸ ὑγρὸν, καὶ λύσας πάλιν τὸ ξηρὸν τῷ ὑγρῷ, συνεστήσατο αὐτὸν, ἔχοντα πάντα τὰ μέρη τοῦ παντός. Ὥσπερ γὰρ ἡ γῆ ἑστῶσα τὸν ψυχρὸν ἀέρα περικεχυμένον ἐν ἑαυτῇ κέκτηται, τεταγμένως δὲ ἐπ' αὐτῷ τὸ πῦρ αἰωρούμενον, καὶ πάλιν τὸ ὕδωρ περιθέον κύκλοθεν αὐτήν· οὕτω δὴ καὶ ὁ ἄνθρωπος καθάπερ γῆ τῶν ὀστέων στερεμνίᾳ φύσει, καὶ τῇ ἐπ' αὐτὸν κεχυμένῃ σαρκὶ συνεστὼς τὴν πνευματικὴν διὰ τῶν μυκτήρων ἀναπνοὴν, ὥσπερ ἀέρα κεκλήρωται τὴν ἔμφυτον αὐτοῦ θερμότητα καὶ καταψύχουσαν. Καὶ γὰρ ὁ ὑπὲρ κεφαλῆς ἡμῶν ἀὴρ, τὴν πυρώδη τοῦ ἀέρος φύσιν καταψύχων, εὔκρατον παντὶ τῷ βίῳ τῶν ζώων καθίστησι. Τὸ δὲ θερμὸν τὸ ἐνυπάρχον τῷ σώματι τοῦ ἀνθρώπου τὴν τοῦ φλέγματος ἐκτήκει ἀμετρίαν, καθάπερ κρυσταλλῶδες πίλημα ὕδατος. Αἱ δὲ φλέβες καὶ τὸ αἷμα τὸ ἐν αὐταῖς ποταμῶν μιμήματα ἀποσώζουσιν. Τοιοῦτον ὁ Θεὸς τεκτηνάμενος τὸν ἄνθρωπον ἐκ τῆς γῆς, καὶ δοὺς αὐτῷ λογικὴν ψυχὴν, τοῦ παραδείσου τῆς τρυφῆς ἀπολαύειν αὐτὸν παρ.................. Εἶτα τῆς ἐντολῆς παρακούσαντα εἰς τὴν γῆν αὐτὸν ταύτην μετέστησεν, ἐπίμοχθον αὐτῷ τὸν βίον ἔχειν ἐπ' αὐτῆς ἀποφηνάμενος. Γνωρίσας οὖν τὴν γυναῖκα αὐτοῦ Εὔαν, υἱοὺς δύο ἐγέννησε, τὸν Κάϊν, καὶ τὸν Ἄβελ. Καὶ ὁ μὲν Κάϊν ἦν γεωργὸς, ὁ δὲ Ἄβελ ποιμὴν, καὶ τοῦ γεωργοῦ οὐ μετῄει τὰς ἀπαρχὰς τῶν καρπῶν. Προσήνεγκεν ὁ Ἄβελ τῷ Θεῷ· καὶ ἡ θυσία αὐτοῦ ἐδέχθη. Ὁ δὲ Κάϊν, πρῶτος αὐτὸς τῶν γεννωμένων ἐμφορηθεὶς, οὕτως ἀνήνεγκε· καὶ ἄδεκτος αὐτοῦ ἡ θυσία ἐγένετο. Καὶ ὀργισθεὶς ἐπὶ τούτῳ ὁ Κάϊν, ἀνεῖλε φθόνῳ τὸν ἀδελφὸν αὐτοῦ· καὶ ὁ Θεὸς ἐπάρατον αὐτὸν ποιησάμενος, καὶ τῆς γῆς ἐκείνης ἐξέβαλεν. Ὁ δὲ, πολλὴν περινοστήσας ὁδὸν, εἰς τόπον τινὰ Καϊνᾶν ὀνομαζόμενον ἦλθε, καὶ πᾶσαν ἀῤῥητοποιίαν μετήρχετο, τοὺς παριόντας ἐνεδρεύων, καὶ ἀναιρῶν, καὶ ἐκ τῶν σκύλων χρημάτων συνάγων πλῆθος ἀμύθητον. Πρῶτος δὲ Κάϊν μέτρα, καὶ σταθμοὺς, καὶ ὅρους γῆς ἐπενόησε, καὶ οἰκοδομὴν πόλεως, πάντων τῶν κατ' ἐκεῖνο καιροῦ τὸν ἀκέραιον καὶ ἀπράγμονα βίον ἀσπαζομένων. Ὁ δὲ Ἀδὰμ, μένων ἐν ᾧ τόπῳ ἐτύγχανε, πολλοὺς παῖδας καὶ θυγατέρας ἐποίησεν, ἐν οἷς ἐξαίρετός τις ὑπῆρχεν ὁ Σὴθ, ὅστις ἐν ἡλικίᾳ γενόμενος πολλὰς ἀρετὰς ἐπενόησεν, ὧν καὶ τοὺς ἀπογόνους αὐτοῦ ζηλωτὰς καταλέλοιπεν. Οὗτος γὰρ πρῶτος ἀστρονομίαν καὶ πᾶσαν τὴν οὐράνιον ἐφεῦρε διακόσμησιν, ἥντινα ἄχρι τῶν ἐσχάτων χρόνων διαμεῖναι τοιῶσδε ὁ Ἀδὰμ παρεσκεύασε· μέλλων γὰρ τελευτᾷν ὁ Ἀδὰμ προφητεύει τοῖς παισὶ μέλλειν τὸν Θεὸν τὴν 752 ἐν κόσμῳ φύσιν ἀπαλείφειν πυρὶ καὶ ὕδατι· καὶ ἀκούσαντες οἱ περὶ τὸν Σὴθ δύο στήλας ἐποίησαν, τὴν μὲν ἐκ λίθου, τὴν δὲ ἐξ ὀπτῆς πλίνθου κατασκευάσαντες· καὶ ἐν ταύταις πᾶσαν τὴν οὐράνιον φορὰν ἐνεχάραξαν, πρὸς τὸ μὴ ἄληστον τὴν τῆς ἀστρονομίας αὐτῶν γενέσθαι εὕρεσιν· ἵνα, εἰ μὲν ὕδατι τὰ πάντα φθείρεται, ἡ λίθινος στήλη φυλάττηται, εἰ δὲ πυρὶ, ἡ ὀστρακώδης. Γενομένης οὖν τῆς κατομβρίας, ἡ λίθινος στήλη διέμεινεν, ἥτις ἄχρι τῆς δεῦρο μένει ἐν γῇ τῇ Σηϊρειὰδ ἐστηλωμένη. Ἐγέννησε δὲ ὁ Κάϊν τὸν Ἐνὼχ, καὶ ὁ Ἐνὼχ τὸν Γαϊδὰδ, καὶ ὁ Γαϊδὰδ τὸν Μαλελεὴλ, καὶ ὁ Μαλελεὴλ τὸν Μαθουσάλα, καὶ οὗτος τὸν Λάμεχ. Καὶ ὁ Λάμεχ δύο γυναῖκας ἠγάγετο, Ἀδὰν καὶ Σελὰν, καὶ ἐξ αὐτῶν τρεῖς παῖδας ἐποίησεν, ἐκ μὲν τῆς Ἀδὰν τὸν Ἰωβὴλ, ὅστις κτηνοτρόφος ἐγένετο, καὶ τὸν Ἰουβὰλ, ὃς ψαλτήριον καὶ κιθάραν ἐξεῦρεν. Ἐκ δὲ τῆς Σελὰν τὸν Θόβελ, ὅστις σφυροκόπος χαλκοῦ καὶ σιδήρου ἐγένετο. Ὁ δὲ Ἀδὰμ, ζήσας ἔτη ἐννακόσια δέκα δύο, ἀπέθανεν. Ἐνὼς δὲ υἱὸς τοῦ Σὴθ ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα Κυρίου· ζήσας δὲ ἔτη ἐννακόσια πέντε ἀπέθανε. Καὶ ὁ υἱὸς αὐτοῦ Καϊνὰν, ζήσας ἕτη ἐννακόσια δέκα, ἐτελεύτησε. Καὶ ὁ υἱὸς Μαλελεὴλ, ζήσας ἕτη ἑπτακόσια ἐννενήκοντα πέντε, ἀπέθανεν. Ὁ δὲ τούτου υἱὸς Ἰάρεδ, ἔτη βιώσας ἐννακόσια ἑξήκοντα, ἐτελεύτησεν. Τοῦ δὲ Ἰάρεδ υἱὸς Ἐνὼχ, εὐαρεστήσας τῷ Θεῷ, μετετέθη. Ὁ δὲ υἱὸς αὐτοῦ Μαθουσάλα, ζήσας ἔτη ἑπτακόσια καὶ ἑξήκοντα ἐννέα, ἐτελεύτησε. Λάμεχ δὲ ὁ υἱὸς Μαθουσάλα, ζήσας ἕτη ἑπτακόσια πεντήκοντα τρία, ἀπέθανεν. Τούτῳ τῷ Λάμεχ υἱὸς Νῶε ἐγένετο ἀρεταῖς ἀγαθῶν πράξεων ἡδόμενος, ὃς ἔπειθε τὸ ἀνθρώπινον γένος μεταβληθῆναι ἀπὸ τῆς κακίας εἰς ἀρετήν· ἄχρι γὰρ ἑβδόμης γενεᾶς οἱ ἄνθρωποι δεσπότην τῶν ἁπάντων τὸν Θεὸν ἐπεγράφοντο, καὶ δικαιοσύνης ἐφρόντιζον. Ὕστερον δὲ τοῦ χρόνου προϊόντος εἰς πᾶσαν παρανομίαν ἐξώκειλαν. Ὡς οὖν ὁ Νῶε οὐκ ἔπειθε τῆς κακίας ἀποστῆναι αὑτοὺς, τὴν συνουσίαν αὐτῶν βδελυξάμενος εἰς ἄλλην γῆν ἀνεχώρησε. Καὶ προστάττει αὐτῷ ὁ Θεὸς κατασκευάσαι κιβωτὸν τετράστεγον, ἔχουσαν τὸ μὲν μῆκος τριακοσίων πηχῶν, τὸ δὲ πλάτος πεντήκοντα, καὶ τὸ βάθος τριάκοντα, ὅπως, ἐπ' αὐτῆς ἅμα τῇ συγγενείᾳ αὐτοῦ καθείρξας ἑαυτὸν, ἐκφύγῃ τὸν ἐκ τοῦ κατακλυσμοῦ κίνδυνον. Ἐβούλετο γὰρ ὁ Θεὸς τοιαύτῃ τιμωρίᾳ τὴν πονηρίαν τῶν τότε ἐξαφανίσαι. Ἐπενεχθέντος δὲ τοῦ κατακλυσμοῦ ἐκαλύφθη τὰ ὑψηλὰ τῶν ὀρέων ὑπὸ τοῦ ὕδατος. Ἔτι γὰρ καὶ νῦν ἐπὶ τῆς ἀκρωρείας τοῦ Λιβάνου λίθους εἰς οἰκοδομήν τινες ἐκτέμνοντες, θαλαττίων ἰχθύων γένη εὑρίσκουσιν, οὓς συνέβη εἰς τὰ κοιλώματα τῶν ὀρέων συναποπαγῆναι τῇ ἰλύϊ. 753 Ἡ δὲ κιβωτὸς, ἀνυψωθεῖσα ὑπὸ τοῦ ὕδατος, εἰς ἄκραν τινὰ ὄρους τοῦ κατὰ τὴν Ἀρμενίαν ἔστη, καὶ λωφήσαντος τοῦ ὕδατος, οἱ ἐν τῇ κιβωτῷ πάντες ἐξεπορεύθησαν. Καὶ τὸν τόπον ἕτι καὶ νῦν ἐκεῖνον Ἀποβατήριον οἱ ἐπιχώριοι προσαγορεύουσι, καὶ τὰ λείψανα τῆς κιβωτοῦ ἐπιδεικνύουσι, καὶ τῇ ἀσφάλτῳ αὐτῆς εἰς ἀποτροπιασμοὺς κέχρηνται. Ὁ δὲ Νῶε ἐτελεύτησεν ἔτη ζήσας ἐννακόσια καὶ πεντήκοντα, καὶ οἱ υἱοὶ αὐτοῦ, δεδοικότας τοὺς ἄλλους πάντας ἀπὸ τοῦ ὄρους μεταναστῆναι, (ὑπώπτευον γὰρ ἑτέρας αὖθις πειρασθῆναι ἐπομβρίας·) πείθουσι κατελθεῖν, καὶ τὴν ἡπλωμένην κατοικίσαι πεδιάδα. Ἵνα δὲ μὴ πληθυνθέντες στάσιν μετ' ἀλλήλων κινήσωσι, προσέταττεν αὐτοῖς ὁ Θεὸς ἀποικίας ποιήσασθαι. Οἱ δὲ οὐχ ὑπήκουσαν, γῆν καλὴν γεωργοῦντες, καὶ καρπῶν ἀφθονίαν μεγίστην ἔχοντες. Πάλιν οὖν συμφορᾷ χαλεπῇ ὑποβάλλει αὐτοὺς πρὸς τὸ τὴν ἀποικίαν στείλασθαι. Οἱ δὲ οὐδ' οὕτως εἶξαν τοῦ Θεοῦ τῷ βουλήματι, τὴν εὐφορίαν τῆς γῆς οὐ κατ' εὐμένειαν τοῦ Θεοῦ, ἀλλὰ κατ' ἰδίαν ἰσχὺν περιεῖναι αὐτοῖς ὑπελάμβανον. Ταύτην δὲ τὴν οἴησιν ἔχειν αὐτοὺς Νεβρὼθ ἔπειθεν ὁ γίγας, τολμηρός τις ὢν, καὶ κατὰ χεῖρα γενναῖος, ὃς καὶ, τοῦ Θεοῦ ἀποστήσας αὐτοὺς, αὐτῷ τῷ σέβας περιποιεῖσθαι αὐτοὺς ἠνάγκασε, καὶ δὴ πύργον αὐτοὺς ἐπιτρέπει τεκτήνασθαι τῷ ὕψει τοῦ οὐρανοῦ ἐπιψαύοντα, ἀπειλῶν τὸν Θεὸν ἀνταμύνασθαι, εἰ πάλιν τῷ κόσμῳ ἐπενέγκῃ κατακλυσμόν. Τοῦ γοῦν πλήθους πολλῇ σπουδῇ τῇ μανίᾳ συνεργοῦντος αὐτῷ, καὶ λόγου θᾶττον τὸν πύργον κατασκευάζοντος, ὁ Θεὸς τὴν διάλεκτον αὐτῶν παραχρῆμα συνέχεε, καὶ ὑπὸ τῆς ἀνομοιογλωσσίας διεσκεδάσθησαν, κἀκ τούτου ὁ τόπος Βαβυλῶνα τὴν κλῆσιν εἴληφεν, τῶν Ἑβραίων τὴν σύγχυσιν Βαβυλὼν ὀνομαζόντων. Ἕκαστος γοῦν τὴν προστυγχάνουσαν γῆν κατελάμβανε, καὶ ἐπλήρουν πᾶσαν παράλιόν τε καὶ ἤπειρον, ἔτι δὲ καὶ τὰς νήσους· τὸ γὰρ πέλαγος πλοίοις διαπορθμεύοντες ταύταις ἐγκαθωρμίζοντο. Ἔνια γοῦν τῶν ἐθνῶν σώζει τὰς προσηγορίας τῶν κτισάντων, ἔνια δὲ καὶ μετέβαλε, τῶν Ἑλλήνων μετὰ ταῦτα κρατησάντων, καὶ ἰδίοις ὀνόμασι καλλωπισάντων τὰ ἔθνη, καὶ νόμους δὲ αὐτοῖς οἰκείους ἔθεσαν πρὸς τὴν δόξαν τῆς κτίσεως σφετερίσασθαι αὐτοὺς, ὡς μηδεμίαν ὑπόνοιαν προγενεστέρων καταλιπεῖν τοῖς μετέπειτα. Ἐγένοντο οὖν τῷ Νῶε τρεῖς υἱοὶ, Σὴμ, Χὰμ, Ἰάφεθ· ἀπὸ Ταύρου καὶ Ἀμμανοῦ τῶν ὀρῶν ἀρξάμενοι ᾤκησαν, καὶ προῆλθον ἐπὶ μὲν τῆς Ἀσίας ἄχρι ποταμοῦ Τανάϊδος, ἐπὶ δὲ τῆς Εὐρώπης ἄχρι Γαδείρων. Εἰσὶ δὲ οὗτοι· Γαμὲρ, ὅστις Γαμαρεῖς, τοὺς νῦν Γαλάτας, συνέστησεν· Ἀγὼδ Μαγώδεις, τοὺς νῦν Σκύθας· Ἀδαῒ Μαδαίους, τοὺς νῦν Μήδους· Οὐὰν Ἰωνίαν, καὶ τοὺς Ἕλληνας· Ὀβὲλ Θεοβέλους, τοὺς νῦν Ἴβηρας· Ὀσὸχ Μεσχηναίους, τοὺς νῦν 756 Καππαδόκας· Θέρας τοὺς Θείρας, τοὺς νῦν Θρᾷκας. Ἐγένοντο δὲ καὶ τῷ Γαμὲρ υἱοὶ τρεῖς· Σχανὰξ, ἐξ οὗ Ἀσχαναξαῖοι, οἱ νῦν Ῥηγῖνες· Ῥιφὰθ, ἐξ οὗ. Ῥφαθέοι, οἱ νῦν Παφλαγόνες· Θυγραμμάϊς, ὃς συνέστησεν Θυγραμμεῖς, τοὺς νῦν Φρύγας. Υἱοὶ δὲ τῷ Ἰωούα τρεῖς, Ἐλισασὰ, ἀφ' οὗ Ἀλισαῖοι, οἱ νῦν Αἰολεῖς· Θαρσῆς, ἀφ' οὗ Θαρσεῖς, οἱ νῦν Κύλικες· οὕτω γὰρ τὸ παλαιὸν ἡ Κιλικία ἐκαλεῖτο· ἔτι γὰρ καὶ νῦν Θαρσῆς ἡ μητρόπολις αὐτῆς καλεῖται· Χεθεὶμ Χεθειμὰ τὴν νῆσον, ἣν ἄρτι Κύπρον προσονομάζουσιν· ἀπ' αὐτῆς γὰρ πᾶσαν νῆσον καὶ τὴν παράλιον Ἑβραῖοι Ἠθθὼ καλοῦσιν. Οἱ δὲ υἱοὶ τοῦ Χὰμ, τὴν ἀπὸ Συρίας, καὶ Ἀμμανοῦ, καὶ Λιβάνου τῶν ὀρέων γῆν κατέσχον, ὅσα πρὸς θάλασσαν αὐτὴν τέτραπτο καταλαβόντες, καὶ τὰ μέχρι τοῦ Ὠκεανοῦ ἐξιδιωσάμενοι. Καὶ ἐνίων μὲν παντελῶς αἱ προσηγορίαι ἠμείφθησαν, ἐνίων δὲ εἰς ἑτέρας ἐνημείφθη δυσεπιγνώστους· ὀλίγων δὲ ἔτι αἱ ὀνομασίαι ἀκέραιοι σώζονται. Εἰσὶ δὲ υἱοὶ τοῦ Χὰμ οἵδε· Χοῦς, ἐξ οὗ Χουσαῖοι, οἱ νῦν Αἰθίοπες· Μεστρὲμ, ἐξ οὗ Μεστραῖοι, οἱ νῦν Αἰγύπτιοι· Φοὺτ, Φουτοὶ, οἱ νῦν Λίβυες, καὶ ἔτι τοῦ δεῦρο ὁ παρὰ Μαύροις ποταμὸς καὶ ἡ σύνεγγυς χώρα αὐτοῦ Φουτοὶ καλοῦνται. Ἐκλήθησαν δὲ Λίβυες τὸ ἔθνος, καὶ ἡ χώρα ἑνὸς τῶν ἀπὸ Μεστρὼν υἱῶν ὀνόματι Λίβυος βασιλεύσαντος αὐτῶν. Τῷ δὲ Χοῦς ἐγένοντο υἱοὶ ἑπτά· Σαβὰτ, ἀφ' οὗ Σαβάκιοι, οἵτινες ἄχρι τοῦ δεῦρο τὴν ὀνομασίαν ἅμα τῇ χώρᾳ σώζουσιν· Εὐιλὰτ, ἐξ οὗ Εὐιλαῖοι, οἱ νῦν γε Τοῦλοι· Σαβὰθ, ἐξ οὗ Σαβαθηνοὶ, οἱ νῦν Ἀστάβαροι· Ῥεγμαρὰ, ἐξ οὗ Ἀλλαῖοι, οἱ ἔτι καὶ νῦν ταύτην τὴν κλῆσιν ἔχουσιν· Ἰουδαδὰν, ἐξ οὗ Ἰουδαδαῖοι, Αἰθιοπικὸν ἔθνος ὁμώνυμον μέχρι νῦν τῷ προπάτορι· Σεβεκαθὰ, ἐξ οὗ Σαβακτηνοὶ, οἳ καὶ αὐτοὶ ὁμώνυμοι· Νεβρὼδ οὗτος, μείνας ἐν τῇ Βαβυλῶνι, πρῶτος αὐτοῖς ἐτυράννησεν. Μεστρὲμ υἱοὶ ὀκτὼ, οἵτινες τὴν ἀπὸ Γάζης καὶ ἕως Αἴγυπτον κατέσχον γῆν. Τοῦ δὲ Φιλιστιεὶμ ἡ χώρα τότε κατεῖχεν ἕως τινὸς τὴν ὁμωνυμίαν, ὕστερον δὲ ἐκλήθη Παλαιστίνη. Ἐγένοντο δὲ καὶ τῷ Χανὰν παῖδες ἕνδεκα· Σιδὼν πρωτότοκος, ὅστις ὁμώνυμον ἑαυτοῦ πόλιν τῇ Φοινίκῃ Σιδῶνα ἔκτισεν· Ἀμάθιος τὴν Ἀμαθινὴν, τὴν νῦν Ἐπιφάνειαν, ᾠκοδόμησε, τῶν Μακεδόνων τινὸς κρατήσαντος αὐτῆς ἐπιδόξου, καὶ τὸ οἰκεῖον ὄνομα ἐπιθέντος αὐτῇ· Ἀρουκαῖος δὲ γῆν τὴν ἐν τῷ Λιβάνῳ ἔκτισεν· Ἀρόδιος οὗτος Ἄραδον τὴν νῆσον ᾤκησεν· Ἀσένασσος, ἀφ' οὗ Ἀσενναῖοι. Σαμάρειος δὲ Σαμάρειαν, Χετταῖος Χετταίους, Ἰεβουσαῖος Ἰεβουσαίους συνεστήσατο· Ἀμοῤῥαῖος Ἀμοῤῥαίους, οἵτινες ᾤκουν τὴν Βεθήλ· Γεργεσαῖος Γεργεσαίους, οἵτινες τὰ ἐπέκεινα κατῴκουν τοῦ Ἰορδάνου ἄχρι Φιλαδελφίας· Εὐαῖος Εὐαίους. Καὶ οἱ μὲν Κιναῖοι περὶ τὸν Λίβανον ᾤκουν καὶ Ἄμαρον· οἱ δὲ Ἐνιακεὶμ γίγαντες τὴν Χεβρών· καὶ περὶ αὐτὴν οἱ Χετταῖοι καὶ οἱ 757 Φερεζαῖοι ἀναμὶξ τοῖς Χαναναίοις τὴν Παλαιστίνην κατεῖχον· οἱ δὲ Ῥαφίαν τὴν Φιλαδελφίαν· πάλιν δὲ οἱ Γεργεσαῖοι τὰ Γάδαρα, καὶ Γέργισαν πόλιν, καὶ τὴν Τιβεριάδα εἶχον λίμνην, καὶ οἱ Ἰεβουσαῖοι τὴν νῦν Ἱερουσαλήμ. Πέντε καὶ Σὴμ παῖδες ἐγένοντο, οἵτινες τὴν μέχρι τοῦ κατ' ἰδίαν Ὠκεανοῦ Ἀσίαν κατῴκησαν, ἤτοι ἀπὸ τοῦ Εὐφράτου τὴν ἀρχὴν ποιησάμενοι. Εἰσὶ δὲ οὗτοι· Αἰλὰμ, ἀφ' οὗ Αἰλαμαῖοι, οἱ νῦν Πέρσαι· Ἀσοὺρ, ἀφ' οὗ Ἀσσύριοι· Ἀρφαξὰδ, ἀφ' οὗ Ἀρφαξαῖοι, οἱνῦν Χαλδαῖοι· Ἀρὰμ, ἀφ' οὗ Ἀραμαῖοι, οἱ νῦν Σύροι. Κατέσχον δὲ οὗτοι ἀπὸ Μεσοποταμίας ἕως τῶν ὀρέων Ἀραρὰτ, ἅ ἐστι πρὸς τὴν Ἀρμενίαν· Λοὺδ, ἀφ' οὗ Λυδαῖοι, οἱ νῦν Λυδοί· Καϊνὰν, ἀφ' οὗ Κανᾶται. Υἱοὶ δὲ τοῦ Ἀρὰμ τέσσαρες ἐγεννήθησαν· Οὒζ, ὅστις ἔκτισε Δαμασκὸν καὶ τὴν Τραχωνῖτιν, ἥτις μέση τῆς Παλαιστίνης καὶ Κοίλης Συρίας ἐστίν· Οὒλ, ἀφ' οὗ Λαζονεῖς· Γαθὲρ, ἀφ' οὗ Σταφηνοί· Μεσὸχ, ἀφ' οὗ Μασσήνιοι. Υἱοὶ Ἀρφαξάδ· Καϊνὰν, ἀφ' οὗ Σογγοδιανοί· ἀπὸ τούτου δὲ καὶ ἡ ἀστρονομία καὶ οἰωνισμοὶ ἐπενοήθησαν. Υἱὸς δὲ ἐγένετο τῷ Καϊνὰν Σαλὰ, ἀφ' οὗ Σουσιανοί. Υἱὸς τοῦ Σαλὰ Ἕβερ, ἀφ' οὗ Ἑβραῖοι, οἵτινες τὴν ἀρχαίαν κατέσχον τὴν Ἑβραΐδα διάλεκτον, τοῦ Ἕβερ μὴ συμπαραγενομένου εἰς τὴν τοῦ πύργου οἰκοδομὴν, καὶ ἀλλοιωθέντος τὴν γλῶτταν. Υἱοὶ δὲ τοῦ Ἕβερ Φαλὲκ, ἀφ' οὗ Ἀδιαβηνοί· Ἰεκτὰν, ἀφ' οὗ Ἐδραμαῖοι. Ὁ δὲ Φαλὲκ διὰ τοῦτο ἐκλήθη Φαλὲκ, ἐπειδὴ κατὰ τὸν ἀπόστολον τῶν ἀποικιῶν ἐτέχθη. Φαλὲκ γὰρ οἱ Ἑβραῖοι μερισμὸν λέγουσιν, ἐπ' αὐτοῦ ἐμερίσθησαν. Καὶ ὁ ὑπονοούμενος τῶν ἐτῶν τῆς τοῦ κόσμου διαμονῆς ἀριθμὸς εἰς δύο διῃρέθη ἰσαίτατα· τρισχίλια γὰρ ἐπὶ τῇ γενέσει τῆς αὐτοῦ τοῦ κόσμου ὑπάρξεως ἔτη ἐπερατώθη. Λογιζόμεθα γὰρ διαμεῖναι τὴν κτίσιν ἄχρις ἕκτης χιλιάδος, ἐπεὶ καὶ ἐν ἒξ ἡμέραις ὁ Θεὸς τὴν συντέλειαν τοῦδε τοῦ παντὸς συνεστήσατο. Χιλιετεῖς δὲ τὰς ἡμέρας λογίζεσθαι τὸ Θεῖον οἶμαι· Κυρίου γὰρ, φησὶν, ἡμέρα ὡς χίλια ἔτη. Γίνεται οὖν ἀπὸ Ἀδὰμ ἐπὶ τὴν τελευτὴν Φαλὲκ ἔτη τρισχίλια. Ἐπὶ δὲ τὴν τοῦ Κυρίου παρουσίαν καὶ ἀνάστασιν ἔτη πεντακισχίλια καὶ πεντακόσια τριάκοντα ἓν, ὡς λείπειν τετρακόσια πεντήκοντα ἐννέα ἔτη τῆς ἕκτης χιλιάδος. Ἔστι δὲ τῆς τοῦ κόσμου συντελείας σημεῖον τὸ σάββατον· καὶ εἰκότως ἐπ' ἐσχάτων τῶν ἡμερῶν ὁ Κύριος ἐπιδημήσας τῷ κόσμῳ ἐν παρασκευῇ πέπονθεν, ἥτις ἐστὶν ἡμέρα ἕκτη, καὶ ταύτης τῆς ἡμέρας ὥρα ἦν ὡσεὶ ἕκτη, ἡνίκα ἐσταυρώθη, τοῦ λόγου σημαίνοντος διὰ τοῦ τῆς ἕκτης χιλιάδος τὸ ἥμισυ· καὶ διὰ τοῦτο ὡρισμένως οὐκ εἶπεν ὥρα ἕκτη, ὑπεμφαίνοντος τοῦ λόγου ὀλίγῳ πλείω τοῦ ἀριθμοῦ ὑπερπαίειν. Ἀπὸ δὲ τοῦ Χριστοῦ ἐπὶ τὴν τριακονταετηρίδα Κωνσταντίνου 760 ἔτη ἐστὶ σξθʹ. Ὥσπερ δὲ ὁ Ἰωνᾶς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ἐν τῇ κοιλίᾳ τοῦ κήτους διατρίψας ὑγιὴς ἀπεδόθη, οὕτω καὶ ἡμεῖς πάντες, τὰς τρεῖς τοῦ αἰῶνος διαστάσεις ποιήσαντες ἐν τῇ γῇ, ἀναστησόμεθα. Τρία γὰρ τοῦ χρόνου ἐστὶ καθολικὰ διαστήματα, ἐνεστὼς, παρῳχηκὼς, μέλλων, ὧν τὰ σύμβολα ὁ Σωτὴρ ἡμῶν ᾠκονόμησε, τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας ποιήσας ἐν τῇ γῇ, διδάσκων σαφῶς, ὅτι, τῶν προειρημένων περαιωθέντων διαστημάτων τοῦ χρόνου, ἔσται ἡμῶν ἡ ἀνάστασις, τοῦ μέλλοντος αἰῶνος ἀρχὴ ὑπάρχουσα. Υἱοὶ δὲ ἐγένοντο τῷ Ἰεκτὰν, Σαλμωδὰδ, ἀφ' οὗ Ἰνδοί· Σάλεφ, ἀφ' οὗ Βάκτροι· Ἀσαρμὼθ, ἀφ' οὗ Ἄραβες· Ἰαρὰχ, ἀφ' οὗ Καρμανοί· Ὀδοῤῥὰ, ἀφ' οὗ Μάρδοι· Ἰεζεὶλ, ἀφ' οὗ Ἀῤῥιανοί· Δεκλὰ, ἀφ' οὗ Κεδρούσιοι· Γεβὰλ, ἀφ' οὗ Σκύθαι· Ἀβιμεὴλ, ἀφ' οὗ Ὑρκανοί· Σαβεῦ, ἀφ' οὗ Ἄραβες Εὐδαίμονες· Οὐφὶρ, ἀφ' οὗ Ἀρμένιοι· Εὐϊλὰτ, ἀφ' οὗ γυμνοσοφισταί. Οὗτοι πάντες υἱοὶ Σήμ. Ζαλὰ δὲ ἐγέννησε τὸν Ῥαγαῦ· Ῥαγαῦ δὲ τὸν Σερούχ· Σεροὺχ δὲ τὸν Ναχὼρ, καὶ ἐδίδαξεν αὐτὸν τὴν τῶν Χαλδαίων μαντείαν καὶ ἀστρονομίαν. Ἐν δὲ τοῖς χρόνοις Σεροὺχ οἱ υἱοὶ Νῶε εἰδωλολατρεῖν ἤρξαντο καὶ κακίαν πᾶσαν μετέρχεσθαι, καὶ οἰκοδομεῖν πόλεις, καὶ βασιλεῖς καθιστᾷν, καὶ πολιορκεῖν, καὶ ἁρπάζειν, καὶ αἰχμαλωτίζειν. Ναχὼρ δὲ ἐγέννησε τὸν Θάῤῥα, Θάῤῥα δὲ τὸν Ἀβραὰμ, καὶ τὸν Ναχὼρ, καὶ τὸν Ἀράν. Ἀρὰν δὲ τὸν Λὼτ, καὶ τὴν Σάῤῥαν, καὶ Μελχάν. Ὁ δὲ Ἀρὰνἀπέθανεν ἐν πόλει Οὐρὴλ λεγομένῃ τῶν Χαλδαίων, ἐν ᾗ ἔτι καὶ νῦν τάφος αὐτοῦ δείκνυται. Ἀπέθανε δὲ ἐν τῷ ἐμπυρισμῷ, ᾧ ἐνεπύρισεν Ἀβρὰμ τὰ εἴδωλα τοῦ πατρὸς αὐτοῦ ἐν τῷ εἰσελθεῖν ἐξελέσθαι αὐτά. Γαμοῦσι δὲ τὰς ἀδελφὰς Μελχὰν μὲν Ναχὼρ, Σάῤῥαν δὲ ὁ Ἀβραάμ. Καὶ οὐ παρανόμως τοῦτο ποιοῦσιν, ἐπειδὴ μηδὲ νόμος ἦν πώποτε ὁ κωλύων. Εἰ γὰρ τοὺς ἀπὸ τοῦ κοινοῦ πάντων πατρὸς Ἀδὰμ καὶ τῆς τούτου γυναικὸς γεννηθέντας ἄῤῥενας καὶ θηλείας, ἀδελφοὺς ὄντας καὶ ἀδελφὰς, ἡ φύσις ἐπὶ παιδοποιίαν προκαλουμένη, ἀδελφοὺς ἀδελφαῖς ἀνάγκῃ ἐπὶ γάμου κοινωνίαν ἐνῆγεν· οὐκ ἀπεικὸς οὖν καὶ τοὺς μετὰ ταῦτα τῆς πρώτης τυγχάνοντας διαδοχῆς τοῦ νόμου τῶν προγόνων κατακολουθεῖν. Ὁ δὲ Θάῤῥα, μισήσας τὴν Χαλδαίαν διὰ τὸ πένθος τοῦ υἱοῦ, εἰς τὴν Μεσοποταμίαν μετῆλθε, κἀκεῖ ἐτελεύτησε, βιώσας ἔτη πέντε καὶ διακόσια. Ἔκτοτε γὰρ τῶν ἀνθρώπων τὸ ζῇν συνετέμνετο, καὶ βραχύτερον ἐγένετο, ἄχρι τῆς Μωϋσέως γενέσεως. Μετὰ γὰρ Μωϋσέα ὅρος τοῦ ζῇν ἐγένετο ἔτη ρκʹ, ἅτινα καὶ αὐτὸς οὗτος ζήσας, τὸν θνητὸν βίον μετήλλαξεν. Ἀβραὰμ δὲ ὁ τρισμακάριος ἄριστος ἀστρονόμος ἐτύγχανε, καὶ μείζω τῶν ἄλλων φρονῶν ἐν ἀρετῇ· πάντων τῶν υἱῶν Νῶε εἰς δεισιδαιμονίαν καταπεπτω 761 κότων, μόνος οὗτος Δημιουργὸν τῶν πάντων Θεὸν ἀπεφήνατο εἶναι, ἐκ τῶν περὶ ἥλιον καὶ σελήνην ἀλλοιώσεων καὶ ἐκ τῶν περὶ γῆν, καὶ ἀέρα, καὶ θάλατταν παθημάτων εἰκάσας. Διὰ τί γὰρ, φησὶν, ἰσχύος οὔσης ἐν αὐτοῖς τῆς ἑαυτῶν εὐταξίας οὐ προνοοῦνται, ἀλλ' ὑστεροῦνται ταύτης; Ἐκ γοῦν τούτων γινώσκειν ἔξεστιν, ὅτι οὐ κατ' ἰδίαν ἰσχὺν συντελεῖ, εἰ καὶ δοκεῖ εὐεργετεῖν τοὺς ἀνθρώπους οὐ μικρῶς, ἀλλὰ κατὰ τὴν βούλησιν τοῦ ποιήσαντος. Πρὸς γοῦν τὴν δόξαν αὐτοῦ ταύτην οἱ Χαλδαῖοι καὶ οἱ τὴν Μεσοποταμίαν οἰκοῦντες διεφέροντο, καὶ ἀντεῖχον αὐτῷ. Καὶ ἀναστὰς ἐκεῖθεν κατὰ πρόσταγμα Θεοῦ τὴν γῆν τῶν Χαναναίων κατῴκησε. Λιμοῦ δὲ καταλαβόντος δεινοῦ, εἰς Αἴγυπτον παρεγένετο, καὶ τοὺς Αἰγυπτίους ἀλλήλοις ἀντιδοξοῦντας, καὶ τὰ νόμιμα ἑαυτῶν διαπτύοντας καὶ ἀνατρέποντας ἀπέδειξεν ἅπαντας αὐτοὺς μηδὲν ἀξιόλογον μηδὲ φρονοῦντας, μηδὲ θεσπίζοντας. Καὶ θαυμασθεὶς ἐπὶ συνέσει καὶ σοφίᾳ πολλῇ, τὴν ἀριθμητικὴν αὐτοῖς καὶ τὴν ἀστρονομίαν παραδίδωσι· πρὸ γὰρ τῆς παρουσίας αὐτοῦ ἄπειροι τούτων ἐτύγχανον οἱ Αἰγύπτιοι· μαθόντες δὲ ὕστερον τοῖς Ἕλλησι μεταδεδώκασιν· ὑποστρέψαντι δὲ ἐκ τῆς Αἰγύπτου τῷ Ἀβραὰμ υἱὸς Ἰσμαὴλ ἐγένετο ἐκ τῆς παιδίσκης Ἄγαρ, ἐξ ἧς τὸ ἔθνος Ἀγαρηνῶν τε καὶ Σαρακηνῶν συνέστη· τὸ δὲ τῶν Ἰσμαηλιτῶν ἐκ τοῦ Ἰσμαήλ. Ὁ δὲ Λὼτ χωρίζεται τοῦ Ἀβραὰμ, καὶ τὴν χώραν τὴν Σοδομηνὴν ᾤκησεν, ἥτις οὐρανίῳ πυρπολήσει δι' ἄθεσμον παρανομίαν κατεδικάσθη, καὶ ἔτι καὶ νῦν κεκαυμένα αὐτῆς τὰ ἴχνη φαίνεται· ἔστι γὰρ ἰδεῖν πέντε πόλεων σκιὰς, ἐν αἷς βλαστάνει καρπὸς, ὃς φαίνεται μὲν ἔξωθεν παραπλήσιος τοῖς ἐδωδίμοις, ληφθεὶς δὲ ταῖς χερσὶν, εἰς τέφραν καὶ καπνὸν ἀναλύεται. Γειτνιᾷ δὲ ταύτῃ ἡ Ἀσφαλτῖτις λίμνη, ἣ πρότερον μὲν ἦν κοιλὰς φρέατα ἔχουσα ἀσφάλτου, ἀφανισθείσης δὲ τῆς χώρας, λίμνη γεγένηται, ἥτις καὶ Νεκρὰ θάλασσα προσαγορεύεται. Καὶ ἔστι μὲν πικροτάτη φύσει καὶ ἄγονος· κοῦφον δὲ τὸ ὕδωρ κέκτηται, ὡς τῶν ἐν αὐτῇ ῥιπτομένων βαρέων, λίθου ἢ σιδήρου, τυχὸν μὴ καταδύνειν εἰς τὸν βυθὸν, ἀλλ' αὖθις ὥσπερ ὑπὸ πνεύματος ἀναφυσᾶσθαι, καὶ ἐπιπολᾶσθαι. Ῥιφέντες γὰρ ἐπ' αὐτῇ ζῶντες ἄνθρωποι ἀναβλυστάνουσι· νεκροὶ δὲ καταδύνουσι· καὶ λύχνοι δὲ καιόμενοι ἐπιφέρονται, σβεσθέντες δὲ καταποντοῦνται. Ἀναφέρει δὲ ἅλας πικρὸν, καὶ στυπτηρίαν, καὶ τῆς ἀσφάλτου μελαίνας βώλους, ὡς ἐοικέναι τούτους ταύροις ἀκεφάλοις τὸ μέγεθος. Καὶ οἱ ναῦται, τὰς βώλους ταύτας δρασσόμενοι, πληροῦσι τὰ σκάφη, καὶ ἕλκουσιν ἐπὶ τὴν χέρσον. Προσπήγνυται δὲ τῷ ξύλῳ τοῦ πλοίου ἡ ἄσφαλτος, καὶ ἀποξυλοῦται, ὡς μὴ δύνασθαι ἄλλως ἀποκολληθῆναι, εἰ μὴ βρεχθείη οὔροις καὶ γυναικείοις ἐμμήνοις· τούτοις γὰρ εἴκειν μόνοις πέφυκεν. Ἀλλάττειν δέ φασι τῆς ἡμέρας χροιὰς τρεῖς τὸ ὕδωρ, καὶ ποικιλίαν ὄψεως ἐκπέμπειν πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου ἀνταυγοῦσαν. Ὁ δὲ Ἀβραὰμ, ἑκατοντούτης γενόμενος, γνήσιον 764 παῖδα ἐκ τῆς Σάῤῥας τὸν Ἰσαὰκ ἐγέννησε· καὶ μετὰ τὴν ὀγδόην ἡμέραν αὐτὸν περιέτεμεν, ἐξ οὗ καὶ νῦν τὸ ἔθος τοῦτο οἱ Ἑβραῖοι φυλάττουσι, τῇ ἡμέρᾳ ταύτῃ περιτεμνόμενοι. Ἄραβες γὰρ καὶ οἱ Ἰσμαηλῖται τρισκαιδεκάτῳ περιτέμνονται ἔτει, τοῦ προπάτορος αὐτῶν Ἰσμαὴλ οὕτω περιτμηθέντος. Πεισθεὶς δὲ ὑπὸ τῆς Σάῤῥας, ὁ Ἀβραὰμ τὸν Ἰσμαὴλ ἀλλαχόσε μετῴκησε, μήποτε μετὰ τὴν αὐτοῦ ἀποβίωσιν, ὡς πρωτότοκος περὶ τῶν πρεσβείων κακουργήσῃ τὸν Ἰσαάκ. Κατέσχον γοῦν τοῦ Ἰσμαὴλ οἱ ἀπόγονοι τὴν ἀπὸ Εὐφράτου καθήκουσαν γῆν ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν. Μετὰ δὲ χρόνον εἰς θυσίαν ὁ Θεὸς τὸν Ἰσαὰκ ἀνενεχθῆναι αὐτῷ προσέταξεν· καὶ ὁ Ἀβραὰμ, μέγιστον καὶ τοῦτο εὐσεβείας σύμβολον ἡγησάμενος, ἀφικνεῖται σὺν πολλῇ προθυμίᾳ ἐπ' ἀκρωρείας τινὸς, καὶ πάντα τὰ πρὸς τὴν θυσίαν εὐτρεπίσας, φάσκει πρὸς τὸν παῖδα αὐτοῦ· «Ὦ παῖ, μυρίαις εὐχαῖς αἰτησάμενός σε γενέσθαι μοι παρὰ Θεοῦ, ἐπεὶ παρῆλθες εἰς τὸν βίον, οὐκ ἔστιν ὅ τι μὴ περὶ τὴν σὴν ἀνατροφὴν ἐφιλοτιμησάμην, οὐδ' ἐφ' ᾧ μᾶλλον εὐδαιμονήσειν ᾤμην, ὡς ἐπειδή μέ σε ἠνδρωμένον καὶ τελευτῶν διάδοχον ἀρχῆς τῆς ἐμαυτοῦ καταλείποιμι. Ἀλλ' ἐπεὶ Θεοῦ βουλομένου σὸς πατὴρ ἐγενόμην, πάλιν τούτῳ αἰτοῦντι ἀνατίθημί σε. Φέρε οὖν γενναίως τὴν καθιέρωσιν· τῷ Θεῷ γάρ σε παραχωρῶ, ταύτης ἀξιώσαντι παρ' ἡμῶν τῆς τιμῆς, ἀνθ' ὧν εὐμενὴς καὶ προστάτης μοι γέγονεν. Ἄπιθι οὖν οὐκ ἀποθανὼν τὸν κοινὸν ἐκ τοῦ ζῇν τρόπον, ἀλλ' ὑπὸ πατρὸς ἰδίου Θεῷ τῷ πάντων πατρὶ νόμῳ θυσίας προπεμπόμενος. Ἄξιον οἶμαί σε κρίναντος αὐτοῦ, μήτε νόσῳ, μήτε πολέμῳ, μήτε ἄλλῳ τινὶ τῶν παθῶν, ἃ συμπίπτειν ἀνθρώποις πέφυκε, μετ' εὐχῶν δὲ καὶ ἱερουργίας ἐκείνου τὴν σὴν ψυχὴν προσδεξαμένου. Ἔσῃ δέ μοι εἰς κηδεμόνα καὶ γηροκόμον τὸν Θεόν μοι ἀντὶ σαυτοῦ παρασχόμενος.» Τούτων ἀκούσας ὁ Ἰσαὰκ ἔφη πρὸς αὐτόν· «Οὐδὲ τὴν ἀρχὴν γεγονέναι δίκαιος εἴην ἂν, εἰ Θεοῦ καὶ πατρὸς μέλλοιμι κρίσιν ἀπωθεῖσθαι, καὶ μὴ παρέχειν ἐμαυτὸν τοῖς ἀμφοτέρων βουλήμασιν ἑτοίμως. Ἀλλ' εἰ καὶ μόνος ταῦτα ὁ πατὴρ προῃρεῖτο, μὴ ὑπακούειν ἄδικον ἦν.» Καὶ ταῦτα λέγων ὥρμησεν ἐπὶ τὸν βωμὸν, καὶ τὴν σφαγήν. Ὁ δὲ Θεὸς, τὴν ἑκατέρου προθυμίαν ἀποδεξάμενος, ἐχαρίσατο τῷ πατρὶ τὸν παῖδα, κριὸν ἀντὶ τῆς τοῦ παιδὸς δείξας ὁλοκαυτώσεως· καὶ παραχρῆμα τοῦτον ἀνήνεγκε ἀντὶ Ἰσαὰκ τοῦ παιδὸς αὐτοῦ. Πρώτῳ δὲ τῷ Ἀβραὰμ ὁ τοῦ Θεοῦ Λόγος ἐπιφανεὶς ἐν σχήματι ἀνθρώπου τὴν τῶν ἐθνῶν κλῆσιν ἐθέσπισεν, ἣν καθ' ἡμᾶς ἐπιδημήσας τῷ κόσμῳ, ἐπὶ πέρας ἤγαγεν διὰ τῆς εἰς πάντα τὰ ἔθνη εὐαγγελικῆς διδασκαλίας αὐτοῦ. Ἄγων δὲ τεσσαρακοστὸν ἔτος τῆς ἡλικίας ὁ Ἰσαὰκ 765 τὴν Ῥεβέκκαν πρὸς γάμον ἄγεται, ἐξ ἧς δύο παῖδας ἐγέννησεν, Ἡσαῦ καὶ Ἰακώβ. Καὶ ὁ Ἀβραὰμ, τελευτησάσης Σάῤῥας, τὴν Χεττοῦραν γαμεῖ, καὶ ποιεῖ ἓξ παῖδας ἐξ αὐτῆς, Ζεμβρὰν, Ἰαζὰν, Μαδὴν, Μαδιανὴν, Λουσουβάκον, Σοῦον. Φύονται δὲ καὶ ἐκ τούτων παῖδες, Σούου μὲν Σαβακάνης, καὶ Δαδάνης, ἐκ δὲ τούτου Λατούσιμος, καὶ Ἄσουρος, καὶ Λούοβος· Μαδάμου δὲ Ἡθὰ, Θωφρῆς, Ἄμωχος, Ἔβιδος, Ἔλδος. Καὶ τούτοις ἅπασινἈβραὰμ ἀπὸ κοιλίας ἐπενόησεν, οἵτινες τὴν Τρογλωδύτην, καὶ τὰ μέρη τῆς Εὐδαίμονος Ἀραβίας, καὶ ὅσον ἐπὶ τὴν Ἐρυθρὰν καθήκει θάλασσαν, κατέλαβον. Καὶ ἀπὸ μὲν Ἀσοὺρ Ἀσσυρία ἐκλήθη· Σωφρὴν δὲ, ἐπὶ Λιβύην στρατεύσας, κατέσχεν αὐτὴν, καὶ οἱ ἀπόγονοι αὐτοῦ, τουτέστιν οἱ υἱωνοὶ κατοικοῦντες αὐτὴν, ἀπὸ τοῦ ὀνόματος αὐτοῦ τὴν χώραν Ἀφρικὴν προσηγόρευσαν, οἵτινες Ἡρακλεῖ συνεμάχησαν ἐπὶ Ἀνταῖον τὸν γηγενῆ στρατεύσαντι. Τοῦ δὲ Οὐαφρῆ θυγατέρα ἄγεται Ἡρακλῆς, ἐξ ἧς Βόδωρον παῖδα ἐποίησε, ὅστις ἐγέννησεν υἱὸν Σωφονὰ, ἐξ οὗ τοὺς βαρβάρους Σωφονὰς λέγουσιν. Ὁ δὲ Ἀβραὰμ, βιώσας ἔτη ροεʹ, ἀπέθανεν. Ἰακὼβ, παραρπάσας τὴν εὐλογίαν τοῦ Ἡσαῦ, εἰς τὴν Μεσοποταμίαν παρεγένετο πρὸς Λάβαν ἀδελφὸν τῆς μητρὸς αὑτοῦ, καὶ δουλεύσας αὐτῷ ἔτη ιδʹ τὰς δύο θυγατέρας αὐτοῦ ἄγεται, τὴν Λείαν καὶ τὴν Ῥαχὴλ, ἧς μᾶλλον εἰς ἐπιθυμίαν ἦλθεν. Ἐπεθύμησε δὲ αὐτὴν οὐ τῷ κάλλει ἡττώμενος, (ἐπειδὴ καθὼς γέγραπται, Ῥαχὴλ ἦν καλὴ τῷ εἴδει, καὶ ὡραία τῇ ὄψει σφόδρα·) ἀλλ' ὅτι, πρώτην αὐτὴν ἰδὼν, ὡς ἂν ἐκ θείας οἰκονομίας συναντήσασαν, ἠσπάσατό τε, καὶ ἠγάπησεν, εἰδὼς ὅτι τὸ θαῦμα τοῦτο, καὶ ἐπὶ τῆς μητρὸς αὐτοῦ Ῥεβέκκας γεγένηται, ὅτε, τοῦ παιδὸς Ἀβραὰμ εὐξαμένου, συνήντησεν αὐτῷ τὰ κατ' εὐχὰς, καὶ τὰ προηργμένα αὐτῷ δι' ἔργων ἐπληρώθη. Τίκτονται δὲ παῖδες ἐκ τῆς Λείας ἓξ αὐτῷ· Ῥουβὴν, Συμεὼν, Λευὶ, Ἰούδας, Ἰσσάχαρ, Ζαβουλών· ἐκ τῆς Ῥαχὴλ δὲ Ἰωσὴφ καὶ Βενιαμίν· ἐκ δὲ τῆς παιδίσκης Ῥαχὴλ τῆς Βάλλης, Δὰν καὶ Νεφθαλείμ· ἐκ δὲ τῆς παιδίσκης Λείας ὀνόματι Σελφὰς, Γὰδ καὶ Ἀσήρ. Τὸ δὲ Σύρων γένος ἐκ τοῦ Ἡσαῦ συνέστηκεν, οἳ καὶ Ἰδουμαῖοι ἐκαλοῦντο, τοῦ πρὶν Ἰδουμαίου τοῦ Ἡσαῦἐπικληθέντος, διὰ τὸ ξανθῆς ἐπιθυμῆσαι αὐτὸν φακῆς· Ἰδουμὰ γὰρ οἱ Ἑβραῖοι τὸ ξανθὸν λέγουσι. Ὕστερον δὲ Σύροι μετωνομάσθησαν, Σύρου τινὸς ὀνόματι τοῦ ἔθνους αὐτῶν κρατήσαντος. Ὁ δὲ Ἡσαῦ γυναῖκας τρεῖς ἀπὸ τῶν Χαναναίων πρὸς γάμον ἄγεται, τὴν Ἀδδὰ θυγατέρα Ἐλὼμ τοῦ Χετταίου, καὶ τὴν Ἐλιβεμὰν θυγατέρα Ἐνὰν τοῦ Ἑβραίου, καὶ τὴν Βασεμμὰθ θυγατέρα Ἰσμαὴλ, ἀδελφὴν δὲ Ναβεώθ. Καὶ ἐκ μὲν τῆς Ἀδδᾶς τὴν Ἐλιφὰζ, ἐκ δὲ τῆς Βασεμμὰθ τὸν Ῥαγγὴλ, καὶ ἐκ τῆς Ἐλιβεμὰν τὸν Ἰεοὺλ, καὶτὸν Ἰεγλὸμ, καὶ τὸν Κορὲ ἐγέννησε. Τούτους ἐν τῇ τῶν Χαναναίων ποιήσας γῇ, εἰς Σηεὶρ ὄρος μετῴκησε, διὰ τὸ μὴ δύνασθαι τοῦ ἀδελφοῦ αὐτοῦ Ἰακὼβ ἐκ 768 τῆς Μεσοποταμίας ἐπανελθόντος ὁμοσκηνεῖν διὰ τὸ πλῆθος τῶν ὑπαρχόντων αὐτοῖς. Ποιήσας οὖν κἀκεῖθεν παῖδα, ἐκ τῆς ἑαυτοῦ ἐπωνυμίας Ἐδὼμ αὐτὸν ἐπωνόμασε. Ἐγένοντο δὲ καὶ τοῖς υἱοῖς αὐτοῦ παῖδες γνήσιοι, τῷ μὲν Ἐλιφὰς πέντε, Θεμὰν, Ὑμὰρ, Σωφὰρ, Γομὸθ, Κενὲξ, ἐν οἷς ἦν καὶ νόθος, τεχθεὶς αὐτῷ Ἀμαλὴκ ἐκ παλλακίδος Θαμνᾶς ὀνόματι· τῷ δὲ Ῥαγουὴλ καὶ αὐτῷ τέσσαρες παῖδες ἐτέχθησαν, Ναμὶν, Ζαρὲς, Σομὲ, Ῥοζέ· καὶ Ἐδὼμ ἕνδεκα, Θαμμὰ, Γωλὰ, Ἰοθὸμ, Αἰλιβαιμὰν, Ἰήλας, Φίνων, Κενὺξ, Θεμὰν, Μαζαριεὶ, Μαεδιὴλ, Ζεφονήν. Τῷ δὲ Σηεὶρ τῷ Χωῤῥαίῳ τῷ τὴν γῆν τοῦ Λωτὰν κατοικήσαντι υἱοὶ πέντε ἐγένοντο, Σώβαλ, Σεβεγὼν, Ἀναδησὼν, Ἀσὴρ, Ῥησών· καὶ τῷ Λωτὰν δύο, Χωῤῥεὶ, Ἐμάν. Ἡ δὲ Θαμνὰ ἀδελφὴ τοῦ Λωτὰν ἐτύγχανεν, ἥτις τὸν Ἀμαλὴκ τῷ Ἐλιφὰζ ἐγέννησεν. Ὁ δὲ Σωβὰλ ὁ υἱὸς τοῦ Σηεὶρ πέντε παῖδας ἐποίησεν, Ὀδομνὰν, Ναχὰθ, Γεβεὴλ, Σὼφ, Ὠμνᾶν· καὶ Ὀσεβεγὼν δύο, Αἰδεὶ καὶ Αἰνὰν, ὅστις εὗρεν ἐν τῇ ἐρήμῳ τὸν Ἀμὶν τὰ ὑποζύγια νέμοντα τοῦ πατρὸς αὐτοῦ Σεβεγών. Αἰνὰν δὲ τὸν Δησὼν καὶ Ἐλιβαμὰ θυγατέρα ἐγέννησεν· ὁ δὲ Δησὼν τὸν Ἀμαδὰν, καὶ Ἀσβὰν, καὶ Γεθρὰν, καὶ Χαρῥάν. Ὁ δὲ Ἀσὴρ ὁ τέταρτος υἱὸς τοῦ Σηεὶρ, τέσσαρας παῖδας ἐγέννησεν, Βαλὰμ, Ζουκὰμ, Ἰουκὰμ, Οὐκάμ· ὁ δὲ πέμπτος υἱὸς τοῦ Σηεὶρ Ὀρήσων τὸν Ὠσσαράν. Πρὸ δὲ τοῦ βασιλεῦσαι βασιλέας ἐν Ἰσραὴλ, τῆς Ἐδὼμ οὗτοι οἱ βασιλεῖς ἐβασίλευσαν· Βαλὰκ υἱὸς Βεὼρ καὶ ὄνομα τῇ πόλει αὐτοῦ Δενάβα, μεθ' ὃν Ἰωβὰβ υἱὸς Ζαῤῥὰ ὁ ἐκ Βοσσύρας, μεθ' ὃν Ἀζὸμ ὁ ἐκ γῆς Θεμανὼν, μεθ' ὃν Ἀδὰδ, υἱὸς Βαρὰδ, ὅστις ἐν τῷ πεδίῳ Μωὰβ ἐξέκοψε τὴν Μαδιὰμ, καὶ ὄνομα τῇ πόλει αὐτοῦ Γετθέμ· μετὰ δὲ τοῦτον Σαμαλὰκ ὁ ἐκ Μασέκκας, μεθ' ὃν Σαοὺλ ὁ ἐκ Ῥοβὼθ τῆς παρὰ τὸν ποταμὸν, μεθ' ὃν Βαλαεννὼν υἱὸς Ἀβοχὼρ ἔχων γυναῖκα ὀνόματι Μετεβεὴλ, θυγατέρα Ματρὰδ, υἱοῦ Μεζοὼφ, οἳ πάντες ἦσαν ἔτη ἀριθμὸν φʹ. Οἱ δὲ υἱοὶ Ἰακὼβ, τὸν ἀδελφὸν αὐτῶν Ἰωσὴφ φθόνῳ μισήσαντες, τοῖς Ἰσμαηλίταις ἀπέδοντο. καὶ αὐτοὶ εἰς Αἴγυπτον τῷ Πετεφρῇ τῷ ἀρχιμαγείρῳ Φαραώ. Καὶ ἐν τῷ χρόνῳ τούτῳ Ἰούδας ἀφικνεῖται πρὸς Ἰράν τινα Ὀδολλαμίτην· καὶ θεασάμενος ἐκεῖ Χαναναίαν γυναῖκα Σάβαν ὀνόματι, ταύτην πρὸς γάμον ἄγεται, καὶ ποιεῖ παῖδας ἐξ αὐτῆς τέσσαρας, Ἢρ, Αὐνὰν, Σηλὼμ, Φαρές. Καὶ Ἰούδας λαμβάνει τῷ πρωτοτόκῳ αὐτοῦ υἱῷ τῷ Ἢρ γυναῖκα ὀνόματι Θάμαρ, καὶ διὰ πονηρίαν πολλὴν τῶν τρόπων αὑτοῦ ἄπαις ἀποθνήσκει, τοῦ Θεοῦ αὐτὸν θανατώσαντος. Καὶ ἐπιτρέπει ὁ Ἰούδας τῷ δευτέρῳ αὐτοῦ παιδὶ Αὐνὰν συνευνασθῆναι τῇ Θάμαρ, ὥστε ἀναστῆσαι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ. Καὶ ὁ Αὐνὰν γνοὺς, ὅτι οὐκ αὐτῷ καθῆκεν ἡ τῶν τέκνων σπορὰ, ἐν τῷ μέλλειν συνεῖναι τῇ γυναικὶ ἐξέχεεν ἐπὶ τῆς γῆς αὑτοῦ τὴν γονήν· καὶ νεμεσηθεὶς ἐπὶ τοῦτο ὑπὸ Θεοῦ, παραχρῆμα ἀπέθανεν. Καὶ ὁ Ἰούδας κελεύει τὴν Θάμαρ ἐν τοῖς πατρῴοις οἵκοις χήραν καθέζεσθαι, ἕως οὗ ὁ Σηλὼμ αὔξεται. Ἀνδρωθέντος οὖν αὐτοῦ ἐφοβήθη συνάψαι αὐτὸν τῇ Θάμαρ, ὑποτοπήσας μὴ καὶ οὗτος ἀπολεῖται. Ἡ δὲ ἐπὶ τούτῳ ἀχθεῖσα ὀδυνηρῶς, τοιῷδε τρόπῳ τὸν Ἰούδαν ἀμείβεται. Ἀφιχθέντος οὖν αὐτοῦ 769 ἐπὶ τὴν κουρὰν τῶν προβάτων, ἀκούσασα αὐτὴ ἀπαμφίσκεται μὲν τὴν ἐσθῆτα τὴν πενθικὴν, ἀμφιέννυται δὲ πολυτελῆ, καὶ πρὸς ταῖς πύλαις τῆς πόλεως Αἰνὰν ἐκαθέζετο, ἣν ὁ Ἰούδας ἐκεῖθεν παριὼν θεασάμενος, ὡς ἑταίρας ἠράσθη αὐτῆς· τὸ γὰρ πρόσωπον αὐτῆς πρὸς τὸ μὴ ἐπιγνωσθῆναι ἐπεκάλυψε, καὶ ὑποσχόμενος αὐτῇ ἔριφον ἀποστεῖλαι, ἠξίου συμμιγῆναι αὑτῇ. Ἡ δὲ οὐ πρότερον εἶξεν, εἰ μὴ ἐνέχυρον τὸν δακτύλιον, καὶ τὸν ὁρμίσκον, καὶ τὴν βακτηρίαν εἴληφεν. Ὡς δὲ συνεμίγη αὐτῇ, αὐτὸς μὲν εἰς τὰ ποίμνια αὐτοῦ ἀφίκετο· ἡ δὲ μεταμφιεσαμένη πάλιν τὰ τῆς χήρας ἐνδύματα, ἐκρύπτετο λανθάνουσα. Ὡς δ' ἀποστείλας ὁ Ἰούδας τὸν ἔριφον ἐπεζήτει τὸν ὁρμίσκον καὶ τὰ ἑξῆς, καὶ οὐχ εὗρεν, ἐπὶ τῷ παραλογισμῷ διεπρίετο μέντοι, ἐκαρτέρει δὲ φωρᾶσαι παντοίως τὴν ἀπάτην βουλόμενος. Χρόνου οὖν παρελθόντος ἔγγυος ἡ Θάμαρ γίνεται, καὶ ἀκούσας ὁ Ἰούδας, ὅτι ἐκ πορνείας συνείληφε, προστάττει ζῶσαν αὐτὴν καταφλεχθῆναι. Ἡ δὲ ἀγομένη ἀποστέλλει τῷ Ἰούδᾳ τὸν ὁρμίσκον, καὶ τὸν δακτύλιον, καὶ τὴν ῥάβδον, φάσκουσα· Ἐκ τοῦ ἀνθρώπου, οὗτινος ταῦτά ἐστι, ἐγὼ συνείληφα, Ἐπίγνωθι οὖν τίνος ὁ δακτύλιος, καὶ ὁ ὁρμίσκος, καὶ ἡ ῥάβδος. Ὁ δὲ Ἰούδας, σχετλιάσας ἐπὶ τῷ πράγματι. καὶ ἔνθους γενόμενος, αὐτὸς ἑαυτὸν ἐπὶ τῇ ἀδικίᾳ κατεμέμφετο, λέγων· Δεδικαίωται αὕτη, ἢ ἐγὼ, οὗ ἕνεκεν οὐκ ἔδωκα αὐτὴν Σηλὼμ τῷ υἱῷ μου. Αὕτη δὲ, γενομένη ἐπίτεξ, διδύμους ἐν τῷ τίκτειν προσήνεγκεν. Καὶ ὁ μὲν μείζων, τουτέστιν ὁ πρῶτος τὴν χεῖρα αὑτοῦ προεξέβαλε, καὶ ἡ μαῖα λῶμα κόκκινον τῇ χειρὶ αὐτοῦ προσέδησε, φάσκουσα· Οὗτος ἐξελεύσεται πρῶτος· καὶ εὐθέως τὸ παιδίον τὴν χεῖρα ἕνδον συνήγαγε, καὶ ἐξῆλθε πρῶτος ὁ ἀδελφὸς αὐτοῦ καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ Φαρές· καὶ μετὰ τοῦτον ἐξῆλθεν ὁ ἀδελφὸς, ἐφ' ᾧ ἦν τὸ κόκκινον ἐν τῇ χειρὶ, καὶ ἐπωνομάσθη Ζαρά. Τούτων ἐτύγχανεν ὁ Ἰωσὴφ ἀπόγονος ὁ μνήστωρ τῆς ἀχράντου Μαρίας, ἐξ ἧς ὁ Χριστὸς τὸ σαρκίον ἀνείληφεν. Φαρὲς γὰρ, ὡς ὁ εὐαγγελιστὴς Ματθαῖος ἱστορεῖ, ἐγέννησε τὸν Ἐσρὼμ, Ἐσρὼμ δὲ ἐγέννησε τὸν Ἀρὰμ, Ἀρὰμ δὲ ἐγέννησε τὸν Ἀμιναδὰβ, Ἀμινδὰβ δὲ ἐγέννησε τὸν Ναασσὼν, Ναασσὼν δὲ ἐγέννησε τὸν Σαλμὼν, Σαλμὼν δὲ ἐγέννησε τὸν Βοὸζ, Βοὸζ δὲ ἐγέννησε τὸν Ὀβὴδ ἐκ τῆς Ῥοὺθ, Ὀβὴδ δεἐγέννησε τὸν Ἰεσσαὶ, Ἰεσσαὶ δὲ ἐγέννησε τὸν Δαυῒδ τὸν βασιλέα· Δαυῒδ δὲ ὁ βασιλεὺς ἐγέννησε τὸν Σολομῶνα ἐκ τῆς τοῦ Οὐρίου, Σολομὼν δὲ ἐγέννησε τὸν Ῥοβοὰμ, Ῥοβοὰμ δὲ ἐγέννησε τὸν Ἀβιὰ, Ἀβιὰ δὲ ἐγέννησε τὸν Ἀσὰ, Ἀσὰ δὲ ἐγέννησετὸν Ἰωσαφάτ· Ἰωσαφὰτ δὲ ἐγέννησε τὸν Ἰωρὰμ, Ἰωρὰμ δὲ ἐγέννησε τὸν Ὀζίαν, Ὀζίας δὲ ἐγέννησετὸν Ἰωάθαμ, Ἰωάθαμ δὲ ἐγέννησε τὸν Ἐζεκίαν, Ἐζκίας δὲ ἐγέννησε τὸν Μανασσῆ, Μανασσῆς δὲ ἐγέννησε τὸν Ἀμμὼν, Ἀμμὼν δὲ ἐγέννησε τὸν Ἰωσίαν, Ἰωσίας δὲ ἐγέννησε τὸν Ἰεχονίαν καὶτοὺς ἀδελφοὺς αὐτοῦ ἐπὶ τῆς μετοικεσίας Βαβυλῶνος· μετὰ δὲ τὴν μετοικεσίαν Βαβυλῶνος, Ἰεχονίας ἐγέννησε τὸν Σαλαθιὴλ, Σαλαθιὴλ δὲ ἐγέννησε τὸν Ζοροβάβελ, Ζοροβάβελ δὲ ἐγέννησε 772 τὸν Ἀβιοὺδ, Ἀβιοὺδ δὲ ἐγέννησε τὸν Ἐλιακεὶμ, Ἐλιακεὶμ δὲ ἐγέννησε τὸν Ἀζὼρ, Ἀζὼρ δὲ ἐγέννησε τὸν Σαδὼκ, Σαδὼκ δὲ ἐγέννησε τὸν Ἀχεὶμ, Ἀχεὶμ δὲ ἐγέννησε τὸν Ἐλιοὺδ, Ἐλιοὺδ δὲ ἐγέννησε τὸν Ἐλεάζαρ, Ἐλεάζαρ δὲ ἐγέννησε τὸν Ματθὰν, Ματθὰν δὲ ἐγέννησε τὸν Ἰακὼβ, Ἰακὼβ δὲ ἐγέννησε τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη Ἰησοῦς ὁ λεγόμενος Χριστός. Πᾶσαι νῦν αἱ γενεαὶ ἀπὸ Ἀβραὰμ ἕως Δαυῒδ γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ Δαυῒδ ἕως τῆς μετοικεσίας Βαβυλῶνος γενεαὶ δεκατέσσαρες, καὶ ἀπὸ τῆς μετοικεσίας Βαβυλῶνος ἕως τοῦ Χριστοῦ γενεαὶ δεκατέσσαρες. Ζητητέον δὲ ἡμῖν κατὰ ποῖον λόγον ὁ Ματθαῖος καὶ ὁ Λουκᾶς ἐν τῇ γενεαλογίᾳ διαφωνοῦσι τοῦ Ἰωσήφ· ὁ μὲν υἱὸν Ἰακὼβ γράφων αὐτὸν υἱοῦ Ματθὰν, ὁ δὲ Λουκᾶς υἱὸν Ἡλεὶ τοῦ Μελχεί· καὶ πῶς οὗτοι, διαφόρων γενῶν ὑπάρχοντες, ὅ τε Μελχεὶ καὶ ὁ Ματθὰν, πάπποι τοῦ Ἰωσὴφ ἀναφαίνονται. Ἔστιν οὖν τοῦτο σαφηνιζόμενον. Πρῶτος γὰρ Ματθὰν, ὁ ἐκ γένους Σολομῶντος, ἄγεται γυναῖκα Αἰθὰν ὀνόματι, καὶ ἐκ ταύτης γεννᾷ τὸν Ἰακὼβ, καὶ ἀποθνήσκει. Καὶ ἄγεται αὐτὴν ὁ Μελχεὶ ὁ ἐκ γένους Ματθὰν, ἐκποιεῖ ἐξ αὐτῆς τὸν Ἡλεί. Καὶ δὴ οὖν ὅ τε Ματθὰν καὶ ὁ Μελχεὶ, τὴν αὐτὴν ἀγαγόμενοι γυναῖκα, δύο ὁμομητρίους ἐπαιδοποιήσαντο ἀδελφοὺς, διὸ καὶ ἐκ διαφόρων δύο γενῶν εὑρίσκομεν τὸν Ἰακὼβ καὶ τὸν Ἡλεί. Ἡλεὶ δὲ, λαβὼν γυναῖκα, ἄπαις ἐτελεύτησε, καὶ ὁ ἀδελφὸς αὐτοῦ Ἰακὼβ ἔλαβε τὴν γυναῖκα αὐτοῦ, ὅπως κατὰ τὸν νόμον ἐγείρῃ τέκνα τῷ ἀδελφῷ, καὶ γεννᾷ ἐξ αὐτῆς τὸν Ἰωσήφ. Ὥστε οὖν κατὰ φύσιν μὲν ἦν υἱὸς τοῦ Ἰακὼβ ὁ Ἰωσὴφ, κατὰ νόμον δὲ τοῦ Ἡλεί. Ἄξιον δὲ καὶ τὴν ἱστορίαν, ἣν διέξεισι περὶ τῆς ἁγίας Μαρίας Ἰάκωβός τις, ἐπελθεῖν. Φάσκει γὰρ, ἐν ταῖς φυλαῖς τοῦ Ἰσραὴλ ἄνδρα πλούσιον γεγενῆσθαι ὀνόματι Ἰωακεὶμ, ὃς καθ' ἑορτὴν διπλάσιον τῶν ἅλλων δῶρα τῷ Θεῷ προσεκόμιζεν, οὕτω λέγων· Τὸ τῆς περιουσίας ἐν παντὶ τῷ λαῷ, καὶ τὸ τῆς ἀφέσεως εἰς ἱλασμὸν ἐμοὶ Κυρίῳ τῷ Θεῷ. Ἐνστάσης οὖν τῆς μεγίστης τοῦ Κυρίου ἑορτῆς, καὶ πάντων κατὰ τὸ εἰωθὸς τὰ δῶρα τῷ Θεῷ προσκομιζόντων, προσενεγκεῖν πρῶτος αὐτὸς ὥρμησεν. Καὶ Ῥουβίν τις διεκώλυσεν αὐτὸν προσοῖσαι πρῶτον, λέγων, μὴ ἐξεῖναι αὐτῷ, καθότι ἄτεκνος ἐν τῷ Ἰσραὴλ καθέστηκε. Καὶ λυπηθεὶς ἐπὶ τοῦτο, εἰς τὴν ἔρημον ἀφίκετο, κἀκεῖ πήξας σκηνὴν ἱκέτευε τὸν Θεὸν παρασχεῖν καὶ αὐτῷ, ὥσπερ τῷ Ἀβραὰμ γνησίου παιδὸς σποράν· μόνον γὰρ ἐγνώκει ἑαυτὸν ὑπάρχειν ἐν τῷ Ἰσραήλ· ἄχρις ἡμερῶν νηστεύων τεσσαράκοντα ἱκέτευε τὸν Θεόν. Ὁμοίως δὲ καὶ ἡ ὁμόζυγος αὐτοῦ, περιθεμένη ἐσθῆτα εὐτελῆ, ἐδεῖτο τοῦ Θεοῦ τυχεῖν γονῆς. Ἐπιστάσης δὲ τῆς μεγίστης ἡμέρας τοῦ Θεοῦ, λαμπρὰν στολὴν ἀμφιέννυται· οὐ γὰρ ἦν θεμιτὸν ἐν ταύτῃ τῇ ἑορτῇ πένθιμον ἠμφιέσθαι στολήν. Περὶ γοῦν τὴν ἐννάτην ὥραν τῆς ἡμέρας ὑπό τι δένδρον ἐν τῷ παραδείσῳ αὐτῆς καθεσθεῖσα. ἱκέτευε λέγουσα τῷ Θεῷ· «Ὁ Θεὸς τῶν πατέρων ἡμῶν, εὐλόγησόν με, καὶ ἐπάκουσον τῆς δεήσεώς μου, καθὼς εὐλόγησας τὴν μήτραν Σάῤῥας, καὶ ἔδωκας αὐτῇ υἱὸν τὸν Ἰσαάκ.» Καὶ ταῦτα λέγουσα ἀφορᾷ εἰς τὸ δένδρον, καὶ θεασαμένη στρουθὸν τὰ νεοσσία ἑαυτοῦ πε 773 ριέποντα, πικρῶς στενάξασα, καὶ κωκύσασα εἶπε· «Ὦ δὴ, Κύριε, ὅτι οὐδὲ τοῖς πετεινοῖς τούτοις ὡμοίωμαι γονίμοις ὑπάρχουσι!» Καὶ ταῦτα βοώσης αὐτῆς πρὸς τὸν Θεὸν, ἄγγελος Κυρίου ἐπιφανεὶς αὐτῇ εὐαγγελίζεται αὐτῇ παιδοποιίαν. Ἡ δὲ ἀκούσασα εὐθὺς τὸ γεννηθὲν ἀναθεῖναι τῷ Θεῷ ἐπηγγείλατο. Τοιαῦτα δὲ καὶ τῷ Ἰωακεὶμ ὁ ἄγγελος ἐν τῷ ὄρει διεσήμανε. Καὶ καταβὰς Ἰωακεὶμ ἀπὸ τοῦ ὄρους, δέκα ἀμνάδων θυσίαν τῷ Κυρίῳ προσήνεγκε, καὶ τοῖς ἱερεῦσι μόσχους δεκαδύο, καὶ τῇ γερουσίᾳ καὶ παντὶ τῷ λαῷ ἑκατὸν χιμάρους. Καὶ ἐπιτελέσας τὰς θυσίας ταύτας ἐν τῷ ναῷ τοῦ Θεοῦ, ἀφικνεῖται εἰς τὸν οἶκον αὐτοῦ· καὶ γνοὺς τὴν γυναῖκα αὑτοῦ, ποιεῖ ἐξ αὐτῆς θυγατέρα, καὶ ὀνομάζει αὐτὴν Μαριὰμ, ἥντινα τριετῆ γενομένην τῷ ναῷ τοῦ Θεοῦ ἀφιέρωσαν. Γενομένης δὲ αὐτῆς δωδεκαετοῦς, οἱ ἱερεῖς συμβούλιον ἐποιήσαντο, τῶν τίνι αὐτὴν πρὸς γάμον συνάψωσι. Καὶ ἐπιτρέπουσι τὸν ἀρχιερέα Ζαχαρίαν, εἰς τὰ Ἅγια τῶν ἁγίων εἰσελθόντα, αἰτήσασθαι τὸν Θεὸν ἀποκαλύψαι αὐτῷ, τὸ τίνι προσήκει ζευχθῆναι αὐτήν. Καὶ τοῦ Ζαχαρίου εὐχομένου, ἄγγελος ἐπιφανεὶς σημαίνει πάντας συναγαγεῖ τοῦ λαῦ τοὺς χηρεύοντας, καὶ κατέχειν ἕκαστον ῥάβδον· καὶ ᾧ ἂν ὁ Θεὸς ἐπιδείξῃ σημεῖον, τούτῳ συνάψαι τὴν παρθένον. Ἐξελθὼν δὲ ὁ Ζαχαρίας ἐποίησεν οὕτως, καθὼς ὁ ἄγγελος αὐτῷ προσέταξε. Καὶ λαβὼν πάντων τὰς ῥάβδους αὐτῶν, ἀπῆλθεν ἐν τῷ ἱερῷ, καὶ προσηύξατο, καὶ ἐξελθὼν ἑκάστῳ τὴν ἰδίαν ῥάβδον ἀπένειμε. Τελευταῖον δὲ ἐπιδιδοὺς τὴν ῥάβδον τῷ Ἰωσὴφ, σημεῖον μέγα ἐγένετο. Ἀθρόως γὰρ τὴν ῥάβδον αὐτοῦ παρὰ τοῦ ἱερέως λαμβάνοντος, περιστερὰ ἐξέπτη ἀπὸ τῆς ῥάβδου, καὶ ἐπὶ τὴν κεφαλὴν ἐκαθέσθη τοῦ Ἰωσήφ· καὶ ὁ ἀρχιερεὺς καὶ πάντες οἱ συνόντες ἱερεῖς, θαυμάσαντες τὸ γεγονὸς, αὐτὸν γενέσθαι μνηστῆρα τῆς κόρης ἔκριναν, ἣν λαβὼν ὁ Ἰωσὴφ ἐφύλασσε, καὶ καταλιπὼν ἐν τῷ οἴκῳ αὐτοῦ ἀφικνεῖται τὰς οἰκοδομὰς ἐκτελέσων· ἦν γὰρ τέκτων τῇ ἐπιστήμῃ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἔδοξε τοῖς ἱερεῦσι κατασκευασθῆναι ὑπὸ ἁγνῶν παρθένων τῷ ναῷ τοῦ Θεοῦ καταπέτασμα, καὶ εὑρέθησαν ἐν τῇ φυλῇ Ἰούδα παρθένοι ἑπτά. Καὶ τῆς Μαρίας δὲ μνησθεὶς Ζαχαρίας, ἐκέλευσε καὶ αὐτὴν παρεῖναι εἰς τὸν κατάλογον· καὶ εἰσαγαγὼν αὐτὰς εἰς τὸν οἶκον τοῦ Θεοῦ, κλῆρον βαλεῖν προσέταξε, ποίαν οἶσαι τὸν χρυσὸν καὶ τὸ ἀμίαντον καὶ τὴν βύσσον, καὶ τὸ σηρικὸν, καὶ τὴν ἀληθῆ πορφύραν, καὶ τὸν ὑάκινθον, καὶ τὸν κόκκον· καὶ ἐκληρώθη Μαρία τὴν πορφύραν καὶ τὸν κόκκον ἐργάζεσθαι. Καὶ δὴ ἐπὶ τοῦ οἴκου ἐργαζομένης αὐτῆς ἐπιφανεὶς ἄγγελος τὸν παράδοξον τόκον εὐαγγελίζεται αὐτῇ, καθὼς ἱστορεῖ τὰ Εὐαγγέλια. Τὸ γοῦν ὁρισθὲν αὐτῇ ἔργον ἐκτελέσασα, δίδωσι τῷ ἀρχιερεῖ, καὶ εὐλογηθεῖσα παρ' αὐτοῦ ἄπεισι· καὶ μετὰ χρόνον τίκτει τὸν Χριστὸν κατὰ σάρκα. Καὶ τῶν μάγων ἀπὸ Ἀνατολῆς ὡς βασιλεῖ προσκυνησάντων μετὰ δώρων αὐτῷ, ὁ Ἡρώδης ἐταράχθη, καὶ διενοεῖτο ἀνελεῖν παραχρῆμα αὐτόν. Ὁ δὲ ὑπὸ Ἰωσὴφ καὶ τῆς Μαρίας εἰς Αἴγυπτον ἀπεκομίσθη, καὶ τὸν ἐξ

Intertext edge

Open linked passage

Note