Commentarius in hexaemeron
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/eustathius-antiochiensis" aria-label="More works by Eustathius Antiochiensis">
—
⋯
Original / primary: Pg Scrape Grc
776.1
Ἡρώδου διέφυγε θάνατον. Αὐτὸς δὲ, ἀγνοήσας τὴν φυγὴν, πάντα τὰ ἐν τῇ Βηθλεὲμ παιδία ἀναιρεθῆναι προσέταξεν· ἐν οἷς καὶ τὸν Ἰωάννην ἔτι νήπιον ὄντα ἀνελεῖν ἐσπούδαζεν. Ἡ δὲ Ἐλισάβετ, ἁρπάσασα αὐτὸν, εἰς τὴν ἔρημον ἔφυγε· καὶ εὐξαμένης αὐτῆς, διεσχίσθη τὸ ὅρος, καὶ μετὰ τοῦ παιδίου αὐτὴν ἐδέξατο, καὶ ἄγγελος τοῦ Θεοῦ διεφύλαττεν αὐτούς. Πέμπει γοῦν πρὸς Ζαχαρίαν ὁ Ἡρώδης· Δὸς τὸν υἱόν σου· ποῦ ἔκρυψας αὐτὸν, ἀπάγγειλόν μοι. Ὁ δὲ Ζαχαρίας ἀντεπιστέλλει φάσκων αὐτῷ· Ἐγὼ τῷ θυσιαστηρίῳ προσεδρεύων ἀεὶ, τί ἐγένετο ὁ υἱός μου οὐκ ἐπίσταμαι. Καὶ ὀργισθεὶς ὁ Ἡρώδης πάλιν ἐπέστελλεν αὐτῷ. Δὸς ἔξω, λέγων, τὸν υἱόν σου. Οὐκ οἶδας, ὅτι τὸ αἷμά σου ὑπὸ τὴν χεῖρά μού ἐστιν; Καὶ ὁ Ζαχαρίας ἔφη· Μάρτυς εἰμὶ τοῦ Θεοῦ. Σὺ μὲν ἔχε μου τὸ αἷμα, τὸ δὲ πνεῦμά μου ὁ Θεός. Δέξαι δὲ καὶ γίνωσκε, ὅτι ἀθῶον αἷμα ἐκχέεις εἰς τὰ πρόθυρα τοῦ ναοῦ Κυρίου. Καὶ ὁ Ἡρώδης, ἐπὶ τούτοις ὀργισθεὶς, μεταξὺ τοῦ θυσιαστηρίου ἀναιρεθῆναι αὐτὸν πρὸ τοῦ διαφαῦσαι προσέταξεν, πρὸς τὸ μὴ ὑπὸ τοῦ λαοῦ κωλυθῆναι αὐτοῦ τὴν ἀναίρεσιν. Ὄρθρου δὲ οἱ ἱερεῖς παραγενόμενοι εἰς τὸν ναὸν, ἐξενίζοντο, κατὰ τὸ εἰωθὸς μὴ ὑπαντήσαντος αὐτοῖς τοῦ ἀρχιερέως, καὶ ἐπέμενον ἔξω. Ὥρας οὖν παρελκούσης, εἷς τις ἐξ αὐτῶν εἰσελθεῖν ἀπετόλμησεν. Ὁ δὲ θεωρεῖ αἷμα πεπηγὸς παρὰ τὸ θυσιαστήριον, καὶ ἀκούει φωνῆς λεγούσης· Ζαχαρίας πεφόνευται, καὶ οὐκ ἐξαλειφθήσεται τὸ αἷμα αὐτοῦ, ἕως ἂν ἔλθῃ ὁ ἔκδικος. Ἀκούων γοῦν ταῦτα ἔμφοβος ἐγένετο, καὶ ἐξελθὼν τοῖς ἱερεῦσιν ἀπήγγειλεν. Οἱ δὲ, εἰσελθόντες, τὸ μὲν σῶμα οὐκ εἶδον, εἰ μὴ τὸ αἷμα, καὶ τὰς στολὰς ἑαυτῶν διαῤῥήξαντες, ἐκόψαντο, καὶ τῷ λαῷ ἀνήγγειλαν, καὶ τρία νυχθήμερα ἐπ' αὐτῷ θρῆνον ἐποίησαν. Καὶ μετὰ ταῦτα Συμεῶνα εἰς τὴν τάξιν αὐτοῦ κλήρῳ κατέστησαν, ὃς ὑπῆρχεν ὑπὸ τοῦ ἁγίου Πνεύματος χρηματισθεὶς μὴ ἰδεῖν θάνατον, ἕως ἂν ἴδῃ τὸν Χριστὸν Κυρίου. Ἄλλη δέ τις ἱστορία περὶ τοῦ Ζαχαρίου ἐμφέρεται· ὡς ἄρα ἦν τις περὶ τὸν ναὸν τόπος, ἔνθα μόνας τὰς παρθένους ἐξῆν εἰσιούσας προσκυνεῖν τῷ Θεῷ· τὰς δὲ γαμηθείσας μὴ εἶναι νόμιμον. Ἡ οὖν Μαρία, γεννήσασα τὸν Σωτῆρα, ἐλθοῦσα, ἔστη ἐν τῷ τόπῳ τούτῳ. Κωλυόντων οὖν αὐτὴν τῶν εἰδότων γεγεννηκυῖαν αὐτὴν, ὁ Ζαχαρίας ἔλεγεν ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων. Ὡς οὖν παρανομοῦντα αὐτὸν εἰς τὸν τόπον τῶν παρθένων μεταξὺ τοῦ θυσιαστηρίου ἀπέκτειναν. Καὶ ταῦτα μὲν ὡς ἐν παρόδῳ ἐλέχθη. Ἰωσὴφ δὲ, ἀποδοθεὶς ἐν Αἰγύπτῳ ὑπὸ τῶν ἀδελφῶν, θείᾳ ἐπινοίᾳ τῷ Φαραὼ διακρίνας ὀνείρατα, ἡγεμὼν πάσης τῆς Αἰγύπτου καθίσταται. Καὶ λιμοῦ πᾶσαν πιέζοντος τὴν γῆν, οἱ ἀδελφοὶ αὐτοῦ κατῆλθον εἰς Αἴγυπτον, σῖτον καὶ αὐτοὶ διὰ τὸν λιμὸν ὠνησόμενοι· καὶ ἀναγνωρισθεὶς αὐτοῖς Ἰωσὴφ, μεθιστᾷ 777 αὐτοὺς ἅμα τῷ πατρὶ Ἰακὼβ εἰς τὴν Αἴγυπτον παγγενῆ. Τῷ μὲν γὰρ Ῥουβὶν τέσσαρες παῖδες ἐγένοντο, Ἐνὼχ, Φαλὲς, Ἀῤῥὼμ, Χαρμεί· τῷ δὲ Συμεὼν ἓξ, Ἰεβουὴλ, Ἰαβὴν, Ἀὼδ, Ἀχιὴ, Σαδὴ, Σαούλ· καὶ τῶ Λευῒ τρεῖς, Γεδσὼν, Βωὰδ, καὶ Μεναρεί· τῷ δὲ Ἰούδα πέντε, Ἢρ, Αὐνὼν, οἵτινες, καθὼς προεγράφη, ἀπέθανον, Σηλὼμ, Φαρὲς, Ζαρά· τῷ δὲ Φαρὲς δύο, Ἀῤῥὼμ, καὶ Ἰεμοήλ· τῷ δὲ Ἰσσάχαρ τέσσαρες, Θαλὰ, Φονὰ, Ἰασοὺφ, Ζαβράν· τῷ Σαβουλὼν τρεῖς, Σερδὲρ, Ἀλδὼν, Αἰήλ· οἱ πάντες τριάκοντα τρεῖς, ἐκ τῆς Λείας τὸ γένος ἔχοντες, καὶ θυγατέρα Δίνα. Ἐγένοντο δὲ καὶ τῷ Γὰδ υἱοὶ ἑπτὰ, Σαφὼν, Ἄγγεις, Σαῦνις, Θασοβὰθ, Ἀήδις, Ἀνοήδης, Ἀρίλης· τῶδὲ Ἀσὴρ τέσσαρες, Ἰεμνὰ, Ἰοὺλ, Μερία, καὶ Σερὰθυγάτηρ· ἐκ δὲ τοῦ Βερία ἐγεννήθησαν Χοβὼρ, καὶ Μελχιήλ· οὗτοι πάντες ἓξ καὶ δέκα υἱοὶ Ζελφᾶς τῆς παιδίσκης Λείας, ἥτις εἰς ὄνομα τῆς Λείας τῷ Ἰακὼβ αὐτοὺς ἐγέννησεν. Ἐτέχθησαν δὲ καὶ τῷ Ἰωσὴφ ἐν Αἰγύπτῳ παῖδες δύο, Μανασσῆς καὶ Ἐφραῒμ, οὓς ἔτεκεν αὐτῷ Ἀσινὲθ θυγάτηρ Πετεφρῆ Ἡλιοῦ. Καὶ ἐκ μὲν τοῦ Μανασσῆ ἐγεννήθη Μαχεὶρ ἐκ παλακῆς Συρίας τῷ γένει· ὁ δὲ Μαχεὶρ ἐγέννησε τὸν Γαλαάδ· ἐκ δὲ τοῦ Ἐφραῒμ ἐγεννήθησαν υἱοὶ Σουταλὰμ, Βὰδ, Λάμ. Ἐκ δὲ τοῦ Σουταλὰμ ἐγεννήθη Ἐδέν. Τῷ δὲ Βενιαμὶν καὶ αὐτῷ δύο παῖδες ἐγένοντο, Βαλλαχοβὼρ καὶ Ἀσσαήρ· ἐκ δὲ τοῦ Βαλλαχοβὼρ Γηρὰν, καὶ Νοεμὶν, καὶ Λάχης, καὶ Ἐσρὼμ, καὶ Μαμφί. Μαμφὶ δὲ ἐγέννησε τὸν Ἀράδ· οὗτοι υἱοὶ Ῥαχὴλ οἱ πάντες ὀκτωκαίδεκα. Υἱὸς δὲ ἐγένετο τῷ Δάδ· τοῦ δὲ Νεφθαλεὶμ Ἀσιὴλ, καὶ Γοϋμὶν, καὶ Ἰσαὰρ, καὶ Συλήμ· οὗτοι υἱοὶ Βάλλας παιδίσκης Ῥαχὴλ οἱ πάντες ἑπτά. Ὁ δὲ μακάριος Ἰακὼβ ἔτη τὰ πάντα βιώσας ρμζʹ, ἐν Αἰγύπτῳ ἀπέθανε, πρότερον ἕκαστον τῶν υἱῶν αὐτοῦ διαφόροις εὐλογίαις εὐλογήσας. Καὶ τὴν μὲν εὐλογίαν τῶν πρωτοτόκων Ἰωσὴφ παρέσχετο, καὶ οὐχὶ Ῥουβίν· διότι ὁ μὲν Ἰωσὴφ μὴ εἴξας ἡδονῇ τῆς Αἰγυπτίας ἐδικαιώθη, ὁ δὲ Ῥουβὶν ἡττηθεὶς ἥμαρτεν· ἄλλως τε ὅτι καὶ ἐκ τῆς Ῥαχὴλ πρωτότοκος ὑπῆρχε, καὶ τῇ Ἰούδα φυλῇ ἀπεκλήρωσε τὴν βασιλείαν, καὶ οὐ τῇ τοῦ Ῥουβίν· διότι ὁ μὲν Ἰούδας ἐν γυναικὶ ὠνειδίσθη, ὁ δὲ ἐδικαιώθη, ὁμολογήσας εὐγνωμόνως ἑαυτὸν τυγχάνειν τῇ ἁμαρτίᾳ ὑπεύθυνον, καὶ οὐ τὴν γυναῖκα. Ἀλλὰ καὶ κατὰ τοῦτο βασιλεύειν ἐτάχθη, ἐπειδὴ μόνη τῶν ἄλλων φυλῶν ἰταμωτέρα πρὸς ζῆλον καὶ ἐκδίκησιν Θεοῦ ἐτύγχανεν· διὸ καὶ ἐξ αὐτοῦ φῦναι προφητεύει τὸν Χριστὸν κατὰ σάρκα, καὶ τὴν κλῆσιν δι' αὐτοῦ τῶν ἐθνῶν. Καὶ τῷ Λευῒ δὲ τὴν ἀρχιερωσύνην μόνῳ ἀπένειμε, καθότι ὁ Ἀμρὰμ ἐξ αὐτοῦ φὺς, τὸ δόγμα τοῦ Φαραὼ παρεκρούσατο, καὶ τὸν υἱὸν ἑαυτοῦ τὸν Μωϋσῆν ἐζωοποίησε. Μόνον δὲ τὸν Ῥουβὶν πολὺν τῷ ἀριθμῷ ἐποίησε, διὰ τὸ μὴ συναινέσαι ἐπὶ τῇ Ἰωσὴφ ἐπιβουλῇ. Τελευτήσαντος γοῦν τοῦ Ἰακὼβ ἐν Αἰγύπτῳ, εἰς τὴν Χαναναίαν γῆν κηδεύουσιν ἀποκομίσαντες· ὁμοίως δὲ καὶ τοὺς υἱοὺς αὐτοῦ πάντας. Ἐπὶ τέλει δὲ καὶ τὸν Ἰωσὴφ, τῆς Αἰγύπτου ἀποχωρήσαντες, κηδεύουσιν ἔνθα ὁ προπάτωρ αὐτῶν Ἀβραὰμ προκε 780 κήδευτο· ἐν ᾧ τόπῳ ὑπῆρχε καὶ ἡ τερέβινθος, ὑφ' ᾗ ἔκρυψεν Ἰακὼβ τῆς Λάβαν τὰ εἴδωλα, ἥτις ἔτι καὶ νῦν εἰς τιμὴν τῶν προγόνων ὑπὸ τῶν πλησιοχόρων θρησκεύεται· ἔστι γὰρ ἄχρι τοῦ δεῦρο παρὰ τὸν πρέμνον αὐτῆς βωμὸς, ἐφ' ὃν τά τε ὁλοκαυτώματα, καὶ τὰς ἑκατόμβας ἀνέφερον· εἶναί τε φασὶ ῥάβδον αὐτὴν ἑνὸς τῶν ἐπιξενωθέντων ἀγγέλων τῷ Ἀβραὰμ, ἥνπερ τῷ τόπῳ τότε παρὼν ἐνεφύτευσε, καὶ ἐξ αὐτῆς ἡ ἀξιάγαστος ἐνεφύη [φ. ἀν–] τερέβινθος. Ὑπαφθεῖσα γὰρ ὅλη πῦρ γίνεται, καὶ νομίζεται τοῖς πᾶσιν εἰς κόνιν ἐκ τῆς φλογὸς ἀναλύεσθαι, καίτοι σβεσθεῖσα μέντοι ἀσινὴς ὅλη, καὶ ἀκέραιος δείκνυται. Μετὰ δὲ τὴν τελευτὴν τοῦ Ἰωσὴφ, τῆς εὐποιίας ἀμνημονεύσαντες οἱ Αἰγύπτιοι, ποικίλαις συμφοραῖς τὸ γένος τῶν Ἰσραηλιτῶν ὑπέβαλον, φθόνῳ καὶ ζήλῳ πρὸς αὐτοὺς διακείμενοι. Οἱ γὰρ Ἰσραηλῖται πρὸς πόνους ὄντες καρτεροὶ, ἀρετῇ καὶ πλούτῳ τοὺς Αἰγυπτίους διήνεγκαν, ἐκείνων εἰς μέθην κεχαυνωμένων καὶ ἀργίαν, καὶ ῥᾳθυμίᾳ πεπεδημένων ἀεί. Εἷς δέ τις τῶν παρ' Αἰγυπτίοις ἱερογραμματέων προσημαίνει τῷ Φαραὼ τεχθήσεσθαι παρὰ τοῖς Ἰσραηλίταις τινὰ, ὃς πᾶσαν μὲν ταπεινώσει τὴν Αἴγυπτον, αὐξήσει δὲ ἐπὶ μέγα προκοπῆς τὸ οἰκεῖον ἔθνος, ἀειμνημόνευτον δόξαν κτησάμενος. Καὶ διὰ τοῦτο παντοίως τοὺς Ἑβραίους ὁ Φαραὼ ἀπολέσαι διενοεῖτο· ἔργα μὲν αὐτοῖς προστάττων ἐπιμοχθεύειν, τειχίζειν δὲ πάσας τῆς Αἰγύπτου τὰς πόλεις, καὶ τὸν ποταμὸν εἰς πολλὰς διατέμνειν διωρυγάς· καὶ χώματα ἐγείρειν, κελεύων, ὅπως κατὰ μηδὲν τὴν πόλιν ἐπιλιμνίζων λυμαίνηται· πρὸς δὲ τούτοις καὶ πυραμίδας ἐγείρειν, καὶ τὰ παρ' αὐτοῖς τικτόμενα βρέφη κατακρημνίζειν ἐπὶ τοῦ ποταμοῦ ἀπεφήνατο, οἰόμενος καὶ τὸν θεσπισθέντα καταλῦσαι τὴν Αἴγυπτον ἀραιρήσειν [φ. καθαιρήσειν] ἐπὶ τοῦ ποταμοῦ. Ὑπῆρχεν οὖν τις ἐκ τῆς φυλῆς τοῦ Λευῒ Ἀμρὰμ ὀνόματι, ὃς γυναῖκα τὴν Ἰωχαβὲθ κτησάμενος, ἐξ αὐτῆς τὸν θεσπέσιον Μωϋσῆν ἐγέννησε, καὶ ἔκρυπτεν αὐτὸν ἐπὶ χρόνον τινά. Ὡς δὲ εἶδε τὸν νόμον τοῦ βασιλέως ἐπικρατοῦντα σφοδρότερον, δεδοικὼς μὴ κατάφωρος γένηται, εἰς θήκην ἐμβαλὼν τὸ παιδίον, παρὰ τὰς ὄχθας τοῦ ποταμοῦ ἐκτίθεται. Καὶ ἡ θυγάτηρ τοῦ Φαραὼ, λουτροῦ χάριν ἀφικομένη, θεωρήσασα τὴν θήκην ἀνοίγει, καὶ πρὸς τὸ κάλλος τοῦ παιδίου ἡσθεῖσα εἰσεποιήσατο ἀποροῦσα παιδός· καὶ πολλὰς τροφοὺς συγκαλέσασα τῶν Αἰγυπτίων, οὐκ εἶχεν ὅπως τὸ παιδίον ἐκθρέψειεν· οὐδεμιᾶς γὰρ αὐτῶν μαζὸν προσίετο. Ἐπὶ τέλει γοῦν ἡ μήτηρ, ἀνεῖσα κρύβδην τῇ βασιλίσσῃ, γαλουχεῖν προσετάχθη· μόνης γὰρ αὐτῆς τὸν μαζὸν προσεδέξατο, ἐξ αὐτῶν, οἶμαι, σπαργάνων τὸ μὲν οἰκεῖον γένος προσιέμενον, τὸ δὲ ἀλλότριον μυσαττόμενον. Ἀνδρωθέντα γοῦν αὐτὸν, Μωϋσῆν προσεῖπεν ἡ Θέρμουθις (τοῦτο γὰρ τῇ βασιλίσσῃ ὄνομα), ἐπειδὴ διεσώθη ἐκ τοῦ ὕδατος· Αἰγύπτιοι γὰρ τὸ ὕδωρ μῶϋ, καὶ τὸ σὴς σωθῆναι προσαγορεύουσιν. Ἐκάλουν δὲ τὸ πρὶν αὐτὸν οἱ γονεῖς Μελχείς. Ἦν δὲ ἀστεῖος ἅγαν τῇ ὄψει, ὡς τὸν καθ' ὁδὸν ἀπαντῶντα αὐτῷ ἀφίστασθαι ἐκπληττόμε 781 νον, καὶ ὑπερθαυμάζοντα τὸ κάλλος. Προσάγει αὐτὸν οὖν αὐξηθέντα ἡ Θέρμουθις τῷ πατρὶ αὐτῆς, ἀξιοῦσα ποιῆσαι αὐτὸν τῆς βασιλείας αὐτοῦ διάδοχον, καὶ τίθησιν αὐτὸν ἐν ταῖς χερσὶν αὐτοῦ. Ὁ δὲ λαβὼν, καὶ προστερνισάμενος, κατεφίλει· χαριεντιζόμενός τε, περιελὼν τῆς ἑαυτοῦ κεφαλῆς τὸ διάδημα, ἐπιτίθησι τῇ ἐκείνου κεφαλῇ. Ὁ δὲ Μωϋσῆς, ἀποῤῥίψας ἐπὶ τῆς γῆς τὸ διάδημα, κατεπάτει. Καὶ ὁ γραμματεὺς, ὁ τὴν γένεσιν αὐτοῦ προειπὼν, θεασάμενος καὶ συνεὶς ἐκεῖνον εἶναι τὸν θεσπιζόμενον τῆς Αἰγυπτίων ἀρχῆς πολέμιον, ὥρμησε μὲν ἀποκτεῖναι, καὶ οὐκ ἴσχυσε· βοήσας δὲ ἔφη τῷ βασιλεῖ· «Οὗτος ἐκεῖνός ἐστι, βασιλεῦ, ὅνπερ ἡμῖν ἀναφυῆναι ἐκ τῶν Ἑβραίων τὸ δαιμόνιον ἔχρησε τῆς βασιλείας Αἰγυπτίων ἐπίβουλον· ὅσγε καὶ νῦν σύμβολον τοῦ μέλλοντος οὐ μικρὸν ἐπεδείξατο, αὐτὸ δὴ τῆς βασιλείας τὸ σύνθημα ῥίψας, καὶ καταπατήσας εἰς τοὔδαφος Τοῦτον γοῦν ἀνελὼν, Αἰγυπτίους μὲν τῶν προσδοκωμένων στερήσεις κακῶν, Ἑβραίους δὲ σφαλῆναι τῆς ἐλπίδος τῆς ἐπ' αὐτῷ καταστήσεις.» Ταῦτα εἰπόντος αὐτοῦ, ὁ μὲν βασιλεὺς κατὰ πρόνοιαν Θεοῦ ὀκνηρὸς πρὸς τὸν φόνον ἐγένετο· ἡ δὲ Θέρμουθις, τῶν χειρῶν τοῦ βασιλέως τὸν Μωϋσῆν ἐξαρπάσασα, ἐφύλαττεν ἀσφαλῶς. Αἰθίοπες δὲ, πρόσοικοι τοῖς Αἰγυπτίοις τυγχάνοντες, ἄφνω ἐπελθόντες, ἐπολιόρκουν τὴν Αἴγυπτον, καὶ ἀντιπαραταξαμένους τοὺς Αἰγυπτίους τροπωσάμενοι, προέβησαν ἄχρι Μέμφεως καὶ τῆς θαλάσσης, ὅσῳ Αἰγύπτιοι κατὰ χρησμὸν σύμμαχον τὸ τῶν Ἑβραίων γένος λαβόντες ἐπῄεσαν. Καὶ ὁ Φαραὼ, καιρὸν ἐπιτήδειον εὑρηκέναι νομίζων πρὸς τὴν Μωϋσέως ἀναίρεσιν, τὴν Θερμούθιδα ἠξίωσε παρασχεῖν αὐτῷ τὸν Μωϋσῆν, ὅπως αὐτὸν στρατηγὸν τῶν Ἑβραίων ποιήσειεν, ἐπομνύμενος μηδὲν κακουργήσειν αὐτὸν, ἀλλὰ ταξίαρχον μόνον καταστῆσαι τῶν Ἑβραίων, ὑπολαμβάνω ῥᾳδίως αὐτὸν ὑπὸ τῶν πολεμίων φθαρήσεσθαι, ὡς μάχης ὑπάρχοντα ἄπειρον. Ἡ δὲ πολλὰ πρότερον τὸν πατέρα καὶ τοὺς γραμματεῖς ὀνειδίσασα, ὅτι ὅνπερ ὡς πολέμιον ἀποκτεῖναι ἐβούλοντο, νῦν ὡς ἐπίκουρον παρακαλοῦσι, δίδωσιν αὐτοῖς τὸν Μωϋσῆν. Ὁ δὲ τοῦ οἰκείου ἔθνους στρατηγὸς προαχθεὶς, λάθρα τῶν Αἰθιόπων δι' ἑτέρας ὁδοῦ ἄγει τὴν στρατιὰν, τῆς ἀβάτου καὶ θηριοτόκου (πᾶσαν γὰρ θηρίων ἐκτρέφει φύσιν, ὡς εἶναί τινα ἐν αὐτῇ καὶ πετόμενα), καὶ πρὸς τὸ μὴ πλήττεσθαι ὑπὸ τῶν θηρίων τινὰ, κιβωτοὺς πλεκτὰς προστάττει ἕκαστον ἐπιφέρεσθαι ἴβεων πεπληρωμένας· ἔστι γὰρ τοῦτο τὸ ζῶον ταῖς ἀσπίσι πολέμιον. Ὡς οὖν τὸν τόπον ἐκεῖνον διώδευον, τὰς ἴβεας τοῖς θηρίοις ἐπαφῆκαν, κἀκεῖνα τὴν ἔφοδον τούτων μὴ ὑπομείναντα, διεφθείροντο· καὶ τοῦτον τὸν τρόπον διοδεύσας ἄφνω προσπίπτει τοῖς Αἰθίοψι, καὶ πολὺ πλῆθος αὐτῶν κατασφάξας, τοὺς λοιποὺς εἰς φυγὴν ἔτρεψεν. Οἱ δὲ Αἰθίοπες, μόλις φόνον τῇ φυγῇ διαδράσαντες, τὴν πόλιν Σαβὰ καταλαμβάνουσιν. Ἦν γὰρ αὐτῶν αὕτη βασίλειος, ὠχυρωμένη τείχει κρατερῷ καὶ χώμασιν, ἀπρόσβατος διὰ τὸν Νεῖλον (ἐπειδὴ πᾶσαν αὐτὴν περιτειχίζει τῷ ῥεύματι)· διόπερ καὶ δυσπολι 784 όρκητος τοῖς Αἰγυπτίοις ἐτύγχανεν. Ὁ γοῦν Μωσῆς προσῆγε τῇ πόλει τὴν στρατιὰν, ἐν ἀμηχανίᾳ μεγίστῃ ὢν, διὰ τὸ εἶναι δυσάλωτον. Μηχανωμένων οὖν πολλὰ τῶν Αἰγυπτίων, καὶ μηδὲν ἰσχυόντων, ἡ θυγάτηρ τοῦ βασιλέως Θάρμεις ὀνόματι, τὸν Μωϋσέα διὰ τῶν πύργων θεασαμένη, καὶ ἡσθεῖσα ἐπὶ τῷ κάλλει αὐτοῦ, καὶ θαυμάσασα τῶν ἐπιχειρήσεων αὐτοῦ τὴν ἐπίνοιαν, εἰς πόθον ἔρχεται· καὶ ἀποστείλασα τῶν οἰκετῶν τὸν πιστότατον, περὶ γάμου πρὸς αὐτὸν διελέχθη. Ὁ δὲ Μωϋσῆς ποιήσειν τοῦτο ὑπέσχετο, εἰ τὴν πόλιν αὐτῷ παραδώσειεν. Ἡ δὲ παραχρῆμα τὴν εἰρήνην σπένδεται, καὶ τὴν πόλιν αὐτῷ παραδίδωσιν. Λυθείσης οὖν τῆς μάχης, καὶ τῶν Αἰγυπτίων εἰς τοὺς οἰκείους τόπους ἐπανελθόντων, ἄγεται πρὸς γάμον αὐτὴν, καὶ κτίζει πόλιν, καὶ Ἑρμούπολιν ἀναγορεύει· οὕτω γὰρ ὑπὸ τῶν Αἰγυπτίων ὁ Μωϋσῆς προσαγορεύεται, διὰ τὴν [φ. τὸ] τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν ποιήσασθαι. Ἐτιμᾶτο δὲ καὶ παρὰ τοῖς Αἰθίοψιν οὐ μικρῶς διὰ τὴν σοφίαν τὴν ἀξιάγαστον. Πλοίων γὰρ τὴν χρῆσιν, καὶ μηχανὰς πρὸς λιθοθεσίαν, καὶ ὅπλα Αἰγύπτια, καὶ ὄργανα ὑδρευτικὰ καὶ πολέμια πρῶτος αὐτοῖς ἐπενόησεν. Ἕτι δὲ καὶ τὴν Αἴγυπτον πᾶσαν εἰς τριάκοντα διεῖλε νομοὺς, πρὸς τὸ τῷ Χενεφρῇ τὴν βασιλείαν βεβαιῶσαι· ἐπειδὴ ἀτάκτως ἐβασιλεύοντο Αἰγύπτιοι, γνώμῃ προσάγοντες καὶ καθαιροῦντες ὃν ἂν προῄρηντο. Δι' ἃ γοῦν ὑπὸ μὲν τῶν ἱερέων ὡς θεὸς ἐτιμᾶτο, ὑπὸ δὲ τῶν Αἰθιόπων ὡς βασιλεύς· καὶ γὰρ καὶ τὴν περιτομὴν παρ' αὐτοῦ μαθόντες ἄχρι τοῦ δεῦρο φυλάττουσιν. Πρῶτος γὰρ οὗτος σοφὸς γεγένηται, ὡς ἱστορεῖ ὁ Εὐπόλεμος, καὶ γράμματα πρῶτος Ἑβραίοις παραδέδωκεν, ἅπερ ὁ μακάριος Ἀβραὰμ ἀπὸ τῶν Χαλδαίων ἐκόμισε· πρῶτοι γὰρ εὑρεταὶ τούτων οἱ Χαλδαῖοι γεγένηνται· παρὰ δὲ τῶν Ἑβραίων ἔλαβον Φοίνικες· καὶ Κάδμος ταῦτα μετήγαγεν εἰς τοὺς Ἕλληνας. Μετὰ δὲ τὴν κατὰ τῶν Αἰθιόπων στρατηγίαν ἀφικνεῖται εἰς Αἴγυπτον· καὶ ὁ Χενεφρῆς λόγοις μὲν εὐφήμοις ἐδεξιοῦτο αὐτὸν, ἔργοις δὲ τὸ θάνατον κατὰ αὐτοῦ ἤρτυεν· ἔρημον γὰρ τῶν ὁμοφύλων καταστήσας αὐτὸν, εἰς Μέμφιν μετ' αὐτοῦ παραγίνεται· καὶ ἐρωτᾷ αὐτὸν, τί τοῖς ἀνθρώποις ὑπάρχει εὔχρηστον. Ὁ δὲ ἔφη· Τῶν βοῶν τὸ γένος, διὰ τὸ ἀρώσιμον τὴν γῆν ὑπ' αὐτῶν καθίστασθαι. Κελεύσας οὖν τοῖς ὄχλοις ὁ Χενεφρῆς ταύρου Ἄπιδος σηκὸν τεκτήνασθαι, τὰ τοῦ Μωϋσέως τῆς ἀρετῆς ὑπομνήματα (ἦν δὲ ταῦτα ἐκ χαλκοῦ πεποιημένα, τῶν ἴβεων τὴν ἐπίνοιαν, καὶ τὴν ἱστορίαν τῆς κατ' Αἰθιόπων ἀνδραγαθίας κηρύττοντα) ὑπὸ τὸ ἔδαφος ἐνέκρυψε τοῦ ναοῦ πρὸς τὸ λήθῃ παραδοῦναι τὰ τούτου δράματα. Τὸν δὲ ὄχλον τῶν Ἑβραίων τὸν περιέποντα αὐτὸν, εἰς δύο ἔργα διένειμε· τοὺς μὲν γὰρ εἰς φυλακὴν τῆς Αἰθιοπίας ἐξέπεμψε, τοὺς δὲ τὸν ἐν Διὸς πόλει ναὸν ἐκ λίθου κατασκευάσαι, λατομήσαντας τὸ πλησίον ὄρος, ἐπέτρεψε· πάλαι γὰρ ἐξ ὀπτῆς πλίνθου ὁ ναὸς κατεσκεύαστο· Ἀποξενώσας δὲ καὶ τῶν Αἰγυπτίων αὐτὸν, ἀνελεῖν αὐτὸν τοῖς φίλοις αὐτοῦ ἐνετέλλετο, πάντας ὁρκωμοτῶν, μὴ ποιῆσαι αὐτῷ τὴν κατ' αὐτοῦ τυρευομένην κατάδηλον. Πάντων οὖν τὴν βουλὴν ταύτην ἀπειπαμένων, Χανενώθης τις διακονῆσαι τῇ γνώμῃ τοῦ βασιλέως κατέθετο, δολοφονῆσαι τὸν Μωϋσέα ἐπαγγειλάμενος. Τότε δὴ καὶ τῆς 785 Μεῤῥόης (οὕτω γὰρ ἡ Θέρμουθις ἐκαλεῖτο) τελευτησάσης, ἕρμαιον ὁ Φαραὼ τὸν καιρὸν ἡγησάμενος, προστάττει Μωϋσῇ καὶ Χανενώθῃ εἰς τοὺς ὑπὲρ Αἰγύπτου τόπους κηδεῦσαι αὐτήν. Ἀφικνουμένων δὲ αὐτῶν, εἷς τις τῶν συνειδότων τὴν γνώμην τοῦ Φαραὼ ἀνακοινοῦται τῷ Μωϋσῇ· καὶ φυλάξας ἑαυτὸν πάντοθεν ὁ Μωϋσῆς, τὴν Μεῤῥόην ἔθαψε, καὶ τὸν τόπον καὶ τὸν ποταμὸν Μεῤῥόην ἐξ αὐτῆς προσηγόρευσεν. Αὐτὸς δὲ ἐκ μὲν Μέμφεως τὸν Νεῖλον διαπορθμεύσας, καθ' ὑπόθεσιν Ἀαρὼν τοῦ ἀδελφοῦ αὐτοῦ, εἰς τὴν Ἀραβίαν ἀπέφευγεν· ὁ δὲ Χανενώθης πυθόμενος, γυμνώσας τὸ ξίφος ὑπαντιάξει αὐτῷ· ὁ δὲ Μωϋσῆς κατεῖχεν αὐτοῦ τὴν χεῖρα, καὶ ἐκσπάσας τὸ ξίφος αὐτοῦ τῆς χειρὸς, τῷ οἰκείῳ ξίφει αὐτὸν διεχειρίσατο, καὶ εἰς Ἀραβίαν πρὸς Ῥαγουῆλον τὸν τῶν τόπων ἄρχοντα παρεγένετο, καὶ τὴν θυγατέρα αὐτοῦ Σεπφόραν ἀγόμενος, ἐξ αὐτῆς δύο παῖδας ἐγέννησεν. Ὁ δὲ Φαραὼ, πᾶσαν τὴν δραματουργίαν τοῦ Μωϋσέως πυθόμενος, τὸν θυμὸν ἐπὶ τὸ πλῆθος τῶν Ἰουδαίων ἔχεε, καὶ ἄρδην τούτους ἀναιρεῖσθαι προσέταξε· μόνους γὰρ αὐτοὺς λινῆν ἐσθῆτα φορεῖν κελεύσας διὰ τὸ εὔσημον, εἰς σφαγὴν αὐτοὺς τοῖς Αἰγυπτίοις ἐκδίδωσιν· ἐφ' ᾧ ὁ Θεὸς μεγίστῃ τιμωρίᾳ τοῦτον ἐκόλασε· πρῶτος γὰρ παντὸς ἀνθρώπου ἐλεφαντιάσας ὁ Φαραὼ, αἰσχρῷ τὸν βίον τέλει κατέλυσεν. Ὁ δὲ τούτου τὴν αὐτὴν ἀρχὴν τῆς βασιλείας διαδεξάμενος, ὁμοῦ καὶ τῆς πονηρίας αὐτοῦ ἦν διάδοχος· τοῖς γὰρ αὐτοῖς κακοῖς τοὺς Ἰουδαίους ὑπέβαλλε. Καὶ θρήνου πολλοῦ περιέχοντος αὐτοὺς, ὁ Θεὸς οἶκτον λαβὼν αὐτῶν, τὸν Μωϋσῆν ἐξέπεμψεν εἰς τὴν Αἴγυπτον, προστάττων τῷ Φαραὼ ἀπολῦσαι τῶν Ἰουδαίων τὸ ἔθνος εἰς τὴν ἔρημον, ὥστε λατρεῦσαι αὐτῷ. Ἐπὶ γοῦν τῇ τοιαύτῃ ῥήσει τοῦ Μωϋσέως χαλεπήνας ὁ Φαραὼ, εἰς εἰρκτὴν παραχρῆμα ἐμβληθῆναι αὐτὸν προσέταξε· καὶ διὰ τῆς νυκτὸς σεισμῷ διεσείσθη πᾶσα ἡ γῆ, ὡς τινὰς τῶν φυλάκων ἐκ τοῦ δέους ψυχοῤῥαγῆσαι, τινὰς δὲ ὕπνῳ βαθεῖ παραθεῖναι τὰ μέλη· αὐτὰς δὲ τὰς πύλας τῆς εἱρκτῆς ἀναπετασθῆναι, καὶ ἐξελθεῖν τὸν Μωϋσῆν, καὶ παραγενέσθαι νυκτὸς εἰς τὰ βασίλεια· καὶ γὰρ κἀκείνου αἱ θύραι κλονουμένης τῆς γῆς διέστησαν· καὶ πάντων τῶν σωματοφυλάκων καθευδόντων, διύπνησε τὸν Φαραὼ λέγων· «Ὁ Θεὸς ἐξαπέστειλέ με ἀπολῦσαι προστάττων σοι τὸν τῶν Ἰουδαίων λαόν.» Ὁ δὲ καταπλαγεὶς ἠρώτα καὶ ποῖος οὗτός ἐστι, καὶ τί τὸ ὄνομα τοῦ ἀποστείλαντος αὐτὸν Θεοῦ· ὁ δὲ Μωϋσῆς, προκύψας εἰς τὴν ἀκοὴν αὐτοῦ, τοῦ Θεοῦ τὸ ὄνομα αὐτῷ διεσάφησε· καὶ μὴ καρτερήσας τὴν ἀκοὴν ὁ Φαραὼ, ἐπὶ τῆς γῆς ἔπεσεν ἄφωνος. Καὶ προσελθὼν ἤγειρεν αὐτὸν ὁ Μωϋσῆς, καὶ εἰς δέλτον τὸ πανάγιον ὄνομα ἐγχαράξας, ἐσφράγισε· καί τις τῶν παρ' Αἰγυπτίοις ἱερέων, φαυλίσαι τοῦτο τολμήσας τὸ ὄνομα, σπασμονῇ εὐθέως τὸν βίον κατέλυσε. Ὁ δὲ Φαραὼ ποιῆσαί τι σημεῖον τὸν Μωϋσῆν ἐπέτρεπε· καὶ ὁ Μωϋσῆς, ἣν κατεῖχε ῥάβδον ἀφεὶς ἐπὶ τῆς γῆς, εἰς ὄφιν αὐτὴν μετέβαλε· καὶ πάλιν αὐτῆς ἁψάμενος, εἰς τὸ ἀρχαῖον ἀποκατέστησε. 788 Τούτου δὲ ἐπὶ τοῦτο μὴ εἴξαντος ἀπολῦσαι τὸν λαὸν, εὐξαμένου τοῦ Μωϋσέως πρὸς τὸν Θεὸν, σεισμὸς μέγας μετὰ χαλάζης ἐνέσκηψεν, ὡς τὸν φεύγοντα ἐκ τῶν δωμάτων τὸν σεισμὸν ὑπὸ τῆς χαλάζης ἀπόλλυσθαι, τοὺς δ' αὖ πάλιν τὴν χάλαζαν ἐκκλίνειν σπεύδοντας ὑπὸ τοῦ σεισμοῦ καταφθείρεσθαι. Ὡς δὲ καὶ ἐπὶ τοῦτο ἔμεινεν ἀδυσώπητος, τῇ ῥᾴβδῳ τὸ Νειλώϊον ὕδωρ ἐπάταξε, καὶ τὴν Αἴγυπτον πλημμυρήσας ὁ ποταμὸς, μικροῦ δεῖν πᾶσαν ἐπέκλυσεν, ὡς ἔκτοτε ἄχρι τοῦ νῦν ποιεῖσθαι αὐτὸν τὴν κατάβασιν. Ὁ γοῦν Φαραὼ, τοὺς ὑπὲρ Μέμφιν ἱερεῖς προσκαλεσάμενος, ἠπείλησεν αὐτούς τε καὶ πάντας τοὺς τῶν εἰδώλων ἐξαφανίσαι σηκοὺς, εἰ μὴ τῷ Μωϋσῇ παραπλησίως τερατουργήσειαν. Οἱ δὲ, ταῖς εἰωθυίαις γοητείαις χρησάμενοι, δράκοντας ἐξέρπειν ἐποίησαν, καὶ τὸν ποταμὸν δοκήσει μετέχρωσαν, ὡς ἐκ τούτου τυφωθέντα τὸν Φαραὼ τιμωρίᾳ μεγίστῃ τοὺς Ἰουδαίους ὑποβαλεῖν. Καὶ ὁ Μωϋσῆς, τῇ ῥάβδῳ παίσας τὴν γῆν, πτηνόν τι ζῶον ἐξερπύσαι αὐτὴν παρεσκεύασεν, ὅπερ τοῖς σώμασιν ἐφιζάνον τῶν Αἰγυπτίων ἑλκώσεις ἀνιαρὰς αὐτοῖς παρείχετο, ὡς μηδεμίαν τὴν ἰατρικὴν ποιῆσαι τούτοις ἐπικουρίαν δύνασθαι. Ὡς δὲ καὶ ἐπὶ τῆς μάστιγος ταύτης ἐσκληρύνθη Φαραὼ, τελευταῖον θανάτῳ τὰ πρωτότοκα τῆς Αἰγύπτου πάσης ὑπέβαλε. Καὶ πένθους ἐπὶ τοῦτο ἀμέτρου καταλαβόντος τὴν Αἴγυπτον, ἀπὸ τῆς χώρας παγγενῆ πάντας ὁ Φαραὼ τοὺς Ἰουδαίους ἐξέπεμψε· καὶ πολλὴν οὗτοι ὁδὸν διανύσαντες, καὶ τοὺς Ἀραβίας διαβάντες ποταμοὺς, τριταῖοι ἐπὶ τὴν Ἐρυθρὰν θάλασσαν παρεγένοντο. Τοῦ δὲ Θεοῦ τὴν καρδίαν σκληρύναντος τοῦ Φαραὼ, πάλιν οἱ Αἰγύπτιοι ἐπιλησθέντες τῶν προλαβόντων κακῶν, τοὺς Ἰσραηλίτας ἅμα τῷ Φαραὼ ἐπεδίωκον. Μηδεὶς δὲ ὑπολάβῃ τὸν Φαραὼ ὑπὸ τοῦ Θεοῦ εἰς ἀναισθησίαν τῶν πραττομένων χωρεῖν ἐκβιάζεσθαι· ἀδικίας γὰρ ἵσως τοῦ Θεοῦ ὁ τοιοῦτος καταψηφίζεται φάσκων· Εἰ αὐτὸς σκληρύνει τὴν καρδίαν, τί μέμφεται τῷ σκληρυνομένῳ; Ἀλλὰ γινωσκέτω, ὅτι ἀνοχὴ τῶν μαστίγων αἰτία τῆς πωρώσεως αὐτῷ ἐγίνετο· ἡνίκα γὰρ ἐπῆγεν ἐπ' αὐτὸν τὰς πληγὰς, ἀπολύειν τὸν λαὸν ἐπηγγείλατο· ἡνίκα δὲ ἠφίει τῶν βασάνων αὐτὸν, ἐσκληρύνετο· τοῦτο γὰρ ἐπὶ λέξεως σημαίνει καὶ ἡ Γραφὴ λέγουσα· Ἰδὼν δὲ Φαραὼ, ὅτι γέγονεν ἀνάψυξις, ἐβάρυνε τὴν καρδίαν αὐτοῦ, καὶ οὐκ εἰσήκουσεν αὐτῶν, καθάπερ ἐλάλησεν ὁ Κύριος· καὶ, Εἰς αὐτὸ τοῦτο ἐξήγειρά σε, ὅπως ἐνδείξωμαι ἐν σοὶ πᾶσαν τὴν δύναμίν μου. Ἀλλ' ἀκούων μὴ δυσφήμως ὑπολάβῃς, λέγων· Διὰ τί τιμωρεῖται αὐτοὺς, ἀντιστῆναι αὐτῷ παρασκευάζων αὐτόν; διὰ τί τύπτει, εἰ οὐκ ἔστιν ἀδικία παρὰ τῷ Θεῷ; Ἀλλὰ γινωσκέτω πρῶτον, ὅτι τὰ δοκοῦντα εἶναι ἀντιλεγόμενα παρὰ τῇ Γραφῇ, οὐ λογισμοῖς, ἀλλὰ παραδείγμασι λύεται. Ὥσπερ γὰρ οἱ ἄριστοι τῶν ἰατρῶν, ὠφέλιμόν τι ἐπινοῆσαι τῇ ἀνθρωπίνῃ φύσει σπουδάζοντες, τοὺς θανατικῇ ἀποφάσει ὑποβληθέντας αἰτησάμενοι ἀνατέμνουσιν. ἵνα διὰ τῶν ὑποδίκων τῷ θανάτῳ ὠφέλιμόν τι τοῖς ἀνθρώποις ἐφεύρωσιν· οὕτως ὁ πᾶσαν ἀνθρωπί 789 νην σοφίαν ὑπερβαίνων Θεὸς διὰ τοῦ ἀνίατον ἡμαρτηκότος Φαραὼ σημεῖα μεγάλα δείκνυσι, τὸν μὲν ἄξιον τιμωρίας κολάζων, τοὺς δὲ μετὰ ταῦτα γεννωμένους θεραπεύων, σωτηρίας ὑπόθεσιν τὴν αὐτοῦ τιμωρίαν αὐτοῖς παρεχόμενος. Συναγαγὼν οὖν πᾶσαν τὴν δύναμιν ὁ Φαραὼ, ἅρματα μὲν διακόσια, ἱππέων δὲ μυριάδας κʹ, τοὺς Ἰσραηλίτας ἐδίωκεν. Οἱ δὲ, διαιρεθείσης τῆς Ἐρυθρᾶς θαλάσσης ὑπὸ Μωϋσέως, προστάγματι Θεοῦ ἐπορεύοντο· καὶ Αἰγύπτιοι κατόπιν αὐτῶν ἐλαύνοντες κατεποντώθησαν, τῇ ῥάβδῳ τοῦ Μωϋσέως πατάξαντος, καὶ συναγαγόντος τὰ ὕδατα. Τῇ δ' ὑστεραίᾳ ἡμέρᾳ, τὰ ὅπλα τῶν Αἰγυπτίων τῷ πλήθει τῶν Ἑβραίων προσήνεγκε τὸ ὕδωρ ὠθούμενον ὑπὸ τοῦ πνεύματος. Καὶ ὁ Μωϋσῆς εἰκάσας καὶ τοῦτο τῇ τοῦ Θεοῦ γεγενῆσθαι προνοίᾳ, ἐκέλευσεν αὐτὰ πορίσασθαι, ὅπως μὴ εἶεν ἄνοπλοι. Ἀφικνοῦνται γοῦν εἰς τὴν ἕρημον. Καὶ ὁ Ῥαγουῆλος καὶ Ἰοθὼρ (διώνυμος γὰρ ἐτύγχανεν) ἀφικνεῖται πρὸς τὸν Μωϋσῆν, ἐπαγόμενος αὐτῷ τὴν γυναῖκα καὶ τοὺς υἱούς· καὶ μαθὼν πᾶσαν παρ' αὐτοῦ τὴν κατ' Αἰγυπτίων τοῦ Θεοῦ θαυματουργίαν, κατεπλάγη, καὶ ἐδόξασε τὸν Θεόν. Ἦν δὲ οὗτος, ὥς φασι, τοῦ Ἀβραὰμ ἀπόγονος, ἐξ ἑνὸς τῶν ἐκ Χεττόυρας γεννηθέντων αὐτῷ τεχθείς· ἐκ γὰρ τοῦ Ἰεζὰν ἐγένετο Δάδαν, Ῥαγουὴλ, Ἰοθὼρ καὶ Ὀβάβ. Δεξιῶς οὖν αὐτὸν φιλοφρονησάμενος ὁ Μωϋσῆς, εἰς τοὺς οἰκείους τόπους προέπεμψεν. Αὐτὸς δὲ πολλὰς πρὸς τὸ χρήσιμον τοῖς Ἑβραίοις νομοθετήσας ὁ Μωϋσῆς ἐτελεύτησε, βιώσας ἔτη ρκʹ. καὶ Ἰησοῦς ὁ Ναυῆ τὴν ἡγεμονίαν αὐτοῦ διαδέχεται, καὶ ἐξάγει τῆς ἐρήμου τὸν λαὸν, ἔτη μʹ ἐν αὐτῇ διατρίψαντα, ἐφ' ἧς ἔτι τὰ ἴχνη τῆς κατοικήσεως τῶν Ἰουδαίων σώζεται. Οἱ γὰρ χάριν ἱστορίας τοῖς τόποις ἐπιδημήσαντες, τῶν σκηνῶν τύπους ἔτι συνεστάναι διηγοῦνται μυρίου πλήθους ὑπαρχούσας [φ. ὑπαρχουσῶν], τό τε Σιναῖον ὄρος θεωρεῖσθαι, παρ' ᾧ τὰς νομοθεσίας ὁ Μωϋσῆς εἴληφε, καὶ ἕκαστα τῶν ἐν μέρει ἀναγεγραμμένων. Ζητητέον δέ· Οἱ Ἑβραῖοι ἐν τῇ Αἰγύπτῳ παρῴκησαν ἔτη υʹ καὶ λʹ, καὶ οὐχὶ ιεʹ καὶ διακόσια· ἡ μὲν γὰρ τῶν χρόνων ἐφεξῆς ἀναγραφὴ σιεʹ σημαίνει, ἡ δὲ Γραφὴ υʹ καὶ λʹ. Λέγει γὰρ, ὅτι πάροικον ἔσται τὸ σπέρμα τοῦ Ἀβραὰμ ἐν γῇ ἀλλοτρίᾳ ἔτη υλʹ. Πρῶτον μὲν οὖν ἐπιτηρητέον, ὅτι οὐκ εἶπεν ἐν Αἰγύπτῳ, ἀλλ' ἐν γῇ ἀλλοτρίᾳ πάροικον ἔσται τὸ σπέρμα τοῦ Ἀβραάμ· ἀλλοτρία δὲ ὑπῆρχε καὶ ἡ Χαναναία γῆ, ἣν παρῴκησεν ὁ Ἰσαὰκ, σπέρμα τοῦ Ἀβραὰμ πρὸ πάντων αὐτὸς τυγχάνων ἐξαίρετον· υἱὸς γὰρ ἦν. Δῆλον οὖν, ὅτι πρὸ τοῦ κληρονομῆσαι τῶν ἀλλοφύλων τὴν γῆν, ὑπῆρχον πάροικοι μέχρις ἐτῶν υλʹ, ὥς που καὶ ὁ Ἀπόστολος λέγει· Διαθήκην προκεκυρωμένην ὑπὸ Θεοῦ μετὰ ἔτη υλʹ, εἰς τὸ καρποφορῆσαι τὴν ἐπαγγελίαν· καὶ ἐπιφέρει· Τῷ δὲ Ἀβραὰμ δι' ἐπαγγελίας ἐχαρίσατο ὁ Θεός. Εἰκὸς οὖν, ὅτι ἐν μὲν τῇ Χαναναίᾳ σιεʹ παρῴκησαν, ἐν δὲ 792 τῇ Αἰγύπτῳ τὰ αὐτὰ σιεʹ, ἅπερ ὁμοῦ γίνεται ἔτη υλʹ. Διάγοντος δὲ τοῦ Ἰησοῦ τὸν λαὸν καὶ τὴν κιβωτὸν τῆς Διαθήκης διὰ τοῦ Ἰορδάνου, διέστη τὰ ὕδατα εἰς πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα· τὸ δὲ καταβαῖνον εἰς τὴν θάλασσαν τῶν ἀλῶν Ἄραβα κατῆλθεν, ἕως οὗ εἰς τέλος ἐξέλιπε, καὶ πάντες ἐπὶ ξηρᾶς διέβησαν, καὶ στρατοπεδεύουσιν ἐπὶ τὴν Ἱεριχώ. Ἦν δὲ αὕτη μεγίστοις ὠχυρωμένη τείχεσι. Κυκλοῦσι γοῦν αὐτὴν ἐπὶ ἡμέρας ἓξ, Θεοῦ προστάξαντος· καὶ τῇ ἑβδόμη ὄρθρου περιῆλθον αὐτὴν ἕβδομον κυκλόθεν, καὶ οἱ ἱερεῖς σαλπίγξαντες ταῖς σάλπιγξι τὸν λαὸν πάντα ἀλαλάξαι ὁμοθυμαδὸν διήγειραν· καὶ βοησάντων αὐτῶν, παραχρῆμα τὸ τεῖχος ἔπεσε, καὶ ἑάλω ἡ πόλις, καὶ πᾶσα τῷ Κυρίῳ ὑπῆρξεν ἀνάθημα. Καὶ μετὰ τὴν Ἱεριχὼ ἐνεδρεύουσι τὴν πόλιν Οὐαῒ, καὶ λαβόντες αὐτὴν ἐνέπρησαν, καὶ τὸν βασιλέα αὐτῆς ἐπὶ ξύλου κρεμάσαντες, προστάξαντος τοῦ Ἰησοῦ, ἐσταύρωσαν. Καὶ δύνοντος τοῦ ἡλίου ἔῤῥιψαν τὸ σῶμα αὐτοῦ εἰς φάραγγα, καὶ σωρῷ αὐτὸ λίθων ἐπέχωσαν. Οἱ δὲ Γαβαωνῖται, τούτων τὰς πολιορκίας πυθόμενοι (ὑπῆρχον γὰρ αὐτῶν ἀστυγείτονες), πανούργως τοὺς Ἰσραηλίτας κατασοφίζονται. Ἦσαν [φ. ὡς ἂν] γὰρ μὴ φθάσαντες τῇ πόλει αὐτῶν παρεμβάλωσιν, ὑπαντῶσιν αὐτοῖς ἐσθῆτα καὶ ὑποδήματα διεῤῥωγότα ἠμφιεσμένοι, καὶ σάκκους ἄρτων ξηρῶν καὶ εὐρωτιώντων, καὶ ἀσκοὺς παλαιοὺς ἐπηχθισμένοι, φάσκοντες αὐτοῖς· «Ἡ μὲν πόλις ἡμῶν πολὺ ἀφ' ἡμῶν διέστηκε· τοὺς γὰρ ἄρτους τούτους νεαροὺς ἐφωδιάσθημεν, καὶ τὴν ἐσθῆτα ἣν περικείμεθα καινὴν ἠμφιέσμεθα, καὶ τὰ ὑποδήματα νέα τοῖς ποσὶν ὑπεβάλομεν· καὶ ταῦτα πάντα τὸ μῆκος τῆς ὁδοῦ κατέτριψε, καὶ ἐπαλαίωσε. Διάθεσθε οὖν πρὸς ἡμᾶς εἰρήνην, καὶ φίλους ἡμῶν καταστήσατε.» Καὶ ὁ μακάριος Ἰησοῦς ὅρκοις εἰρήνην τὴν πρὸς αὐτοὺς ἐπιστώσατο. Ὕστερον δὲ τὴν πανουργίαν αὐτῶν ἐπιγνοὺς, ἐφείσατο μὲν αὐτῶν διὰ τὸν ὅρκον, ξυλοφορεῖν δὲ καὶ ὑδροφορεῖν τοῖς Ἰσραηλίταις ἀντὶ τῆς ἀπάτης προσέταξεν. Ὀργισθεὶς δὲ Ἀδωνιβεζὲκ ὁ βασιλεὺς Ἱερουσαλὴμ ἐπὶ τὸ αὐτομολῆσαι τοῖς Ἰσραηλίταις τοὺς Γαβαωνίτας, συμμάχους τοὺς πλησιοχώρους λαβὼν βασιλεῖς, τὸν Αἰλὰμ βασιλέα Χεβρὼν, καὶ τὸν Φιδὼν τὸν τῆς Ἰεριμοὺδ, καὶ Σιφὰ τὸν Λαχεὶς, ἕτι δὲ καὶ τὸν Δὰδ τῆς Σοδολλὰμ, ἐστρατοπέδευσε πρὸς αὐτοὺς, καὶ ἐπολιόρκει τὴν Γαβαών. Οἱ δὲ Γαβαωνῖται συνεχόμενοι πρεσβεύονται πρὸς Ἰησοῦν. Ὁ δὲ ἐν Γαλγάλοις ὢν, ἀντιπαρετάξατο αὐτοῖς, καὶ συμβολῆς γενομένης ἐτροπώθησαν οἱ ἀλλόφυλοι· καὶ οἱ μὲν ξίφει διεφθάρησαν, οἱ δὲ χαλάζῃ. Φευγόντων γὰρ αὐτῶν, ὁ Θεὸς χάλαζαν αὐτοῖς κατώμβρησεν, ἥτις πλείστους τῶν ἐναντίων ἀνεῖλε, ἤπερ ὁ πόλεμος. Ἵνα δὲ τέλεον ἐξαφανίσῃ αὐτοὺς Ἰησοῦς, ηὔξατο τῷ Θεῷ, ὅπως τὴν ἡμέραν παρὰ φύσιν μηκύνῃ αὐτοῖς στήσας τὸν ἥλιον κατὰ Γαβαὼν, καὶ τὴν σελήνην κατὰ φάραγγα Ἀρνῶν. Καὶ ἔστησεν ὁ Θεὸς στάσει τὸν ἥλιον καὶ τὴν σελήνην, ἕως οὗ παηνμέριον τοὺς πολεμίους ἥλω. 793 Τοὺς δὲ πέντε βασιλεῖς τῶν ἐθνῶν Ἰησοῦς ὁ τοῦ Ναυῆ κρυπτομένους εὑρὼν, εἰς σπήλαιον ὑπτίους ἐπὶ τῆς γῆς, ῥιφῆναι αὐτοὺς προσέταξε, καὶ καταπατεῖσθαι ὑπὸ τοῦ λαοῦ ἐπὶ τοῦ τραχήλου ποιήσας, ἀπέκτεινε· καὶ τὰ σώματα αὐτῶν ἐπὶ ξύλου ἀναρτήσας, ὕστερον εἰς τὸ σπήλαιον αὐτὰ κατώρυξε. Πάσας δὲ τὰς πόλεις ἐκπορθήσας αὐτῶν, πᾶσαν τὴν ὀρεινὴν καὶ τὴν πεδινὴν ὑπέταξε. Ἀσὼρ δὲ, ὁ βασιλεὺς Ἰαβὶν, συμμάχους τοὺς πέριξ λαβὼν βασιλεῖς, πολλὴν συνήγαγε δύναμιν, ὡς εἰκάσαι τὸ πλῆθος τῆς στρατείας αὐτῶν τῇ ἀναριθμήτῳ τῆς θαλάσσης ψάμμῳ, καὶ ἀντιπαρετάξατο τῷ Ἰησοῦ. Ὁ δὲ αὐτοῖς ἄφνω ἐπιπεσὼν Ἰησοῦς αὐτόν τε καὶ πάντας τοὺς συμμάχους πανστρατὶ κατέσφαξε, καὶ τοὺς ἵππους αὐτῶν ἐνευροκόπησε, καὶ πᾶσαν αὐτῶν τὴν γῆν τοῖς Ἰσραηλίταις διένειμε· τῇ μὲν φυλῇ τοῦ Ῥουβὶν τὴν τῶν Ἀμοῤῥαίων γῆν ἀπεκλήρωσε καὶ τὴν Ῥαφασὴν, τὴν δὲ Γὰδ τὴν αὐτὴν γῆν τῶν Ἀμοῤῥαίων, καὶ τὸ ἥμισυ φυλῇ Μανασσῆ ἀπένειμε, καὶ τῇ φυλῇ Ἰούδα τὴν τῶν Ἑβραίων, καὶ Χετταίων, καὶ τὴν Ἐνακείμ. Ἤγουν Ἰούδα φυλὴ, σύμμαχον λαβοῦσα τὴν φυλὴν Συμεὼν, τοὺς Χαναναίους καὶ Φερεζαίους ἐπόρθησε, καὶ φεύγοντα τὸν Ἀδωνιβεζὲκ χειρωσάμενοι, τοὺς πόδας αὐτοῦ καὶ τὰς χεῖρας ἠκρωτηρίασαν· καὶ κατοδυρόμενος ἑαυτὸν ἔφη· «Καθὼς ἐποίησα, οὕτω μοι ὁ Θεὸς ἀνταπέδωκεν. Ἑβδομήκοντα γὰρ βασιλεῖς, τὰ ἄκρα τῶν ποδῶν αὐτῶν καὶ τῶν χειρῶν ἐκκεκομμένοι, ὑποκάτω ἦσαν τῆς τραπέζης μου τὰ ἐμπίπτοντα ἀναλέγοντες.» Κομισθεὶς οὖν εἰς Ἱερουσαλὴμ παραυτίκα ἀπέθανε. Τῇ δὲ φυλῇ Ἐφραῒμ τὴν τῶν Ἀμοῤῥαίων, καὶ Φερεζαίων, καὶ Σαμαραίων· καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ τὴν τῶν Γερσαίων, καὶ Ἀμοῤῥαίων γῆν ἀπένειμεν Ἰησοῦς· τὴν δὲ τῶν Ἑβραίων, καὶ Ἀμοῤῥαίων, καὶ Ἰεβουσαίων τῇ τοῦ Βενιαμὶν ἐκληροδότησε· τῇ δὲ τοῦ Συμεὼν τὴν τῶν Ἑβραίων καὶ Φερεζαίων· καὶ τῇ τοῦ Ζαβουλὼν τὴν τῶν Φερεζαίων· τὴν δὲ τῶν Κιναίων τῇ Νεφθαλείμ· καὶ τῇ φυλῇ τοῦ Δὰν τὴν Ἀμοῤῥαίων· τῇ δὲ φυλῇ Ἰσσάχαρ, καὶ τῇ φυλῇ Ἀσὴρ τὴν τῶν Φερεζαίων. Ταύτην πᾶσαν διανείμας τὴν γῆν Ἰησοῦς ρʹ καὶ ιʹ βιώσας ἔτη, ἀπέθανεν, Ἐλεαζάρου δὲ τοῦ υἱοῦ Ἀαρὼν τελευτήσαντος τὴν ἀρχιερωσύνην Φινὲς ὁ υἱὸς αὐτοῦ διεδέξατο. Μετὰ δὲ τὴν τελευτὴν Ἰησοῦ Ναυῆ οἱ Ἰσραηλῖται, ἀποστάντες τοῦ Θεοῦ, τῇ Ἀστάρτῃ ἐλάτρευσαν καὶ παρέδωκεν αὐτοὺς ὑποχειρίους ὁ Θεὸς Χουσαρθὰν τῷ Σύρων βασιλεῖ, ὅστις εἰς πολλὴν συνοχὴν αὐτοὺς κατέστησεν, ὡς ἐπὶ πολὺ καταπονηθέντας αὐτοὺς βοῆσαι πρὸς τὸν Θεὸν, καὶ δοθῆναι αὐτοῖς κριτάς.